The Persians — Aeschylus ======================== ΠΕΡΣΑΙ Translation/edition: Greek text Language: Ancient Greek Read in Plato Scroll: https://plato-scroll.com/s/aesch-persians/ This file: https://plato-scroll.com/text/aesch-persians-e.txt Other editions of this work: - E. D. A. Morshead (1908): https://plato-scroll.com/text/aesch-persians.txt Sources and licences: https://plato-scroll.com/attribution.html Numbers in [brackets] are the edition's reference loci (Stephanus, Bekker, book.line, page...). Superscript numerals refer to the Notes at the end. ## ΠΕΡΣΑΙ [5] ΧΟΡΟΣ: Τάδε μὲν Περσῶν τῶν οἰχομένων Ἑλλάδ’ ἐς αἶαν πιστὰ καλεῖται, καὶ τῶν ἀφνεῶν καὶ πολυχρύσων ἑδράνων φύλακες, κατὰ πρεσβείαν οὓς αὐτὸς ἄναξ Ξέρξης βασιλεὺς Δαρειογενὴς εἵλετο χώρας ἐφορεύειν. ἀμφὶ δὲ νόστῳ τῷ βασιλείῳ καὶ πολυχρύσου στρατιᾶς ἤδη κακόμαντις ἄγαν ὀρσολοπεῖται θυμὸς ἔσωθεν. πᾶσα γὰρ ἰσχὺς Ἀσιατογενὴς οἴχωκε, νέον δ’ ἄνδρα βαΰζει, κοὔτε τις ἄγγελος οὔτε τις ἱππεὺς ἄστυ τὸ Περσῶν ἀφικνεῖται· οἵτε τὸ Σούσων ἠδ’ Ἀγβατάνων καὶ τὸ παλαιὸν Κίσσιον ἕρκος προλιπόντες ἔβαν, τοὶ μὲν ἐφ’ ἵππων, τοὶ δ’ ἐπὶ ναῶν, πεζοί τε βάδην [20] ΧΟΡΟΣ: πολέμου στῖφος παρέχοντες· οἷος Ἀμίστρης ἠδ’ Ἀρταφρένης καὶ Μεγαβάτης ἠδ’ Ἀστάσπης, ταγοὶ Περσῶν, βασιλῆς βασιλέως ὕποχοι μεγάλου, σοῦνται, στρατιᾶς πολλῆς ἔφοροι, τοξοδάμαντές τ’ ἠδ’ ἱπποβάται, φοβεροὶ μὲν ἰδεῖν, δεινοὶ δὲ μάχην ψυχῆς εὐτλήμονι δόξῃ· Ἀρτεμβάρης θ’ ἱππιοχάρμης καὶ Μασίστρης, ὅ τε τοξοδάμας ἐσθλὸς Ἰμαῖος Φαρανδάκης θ’, ἵππων τ’ ἐλατὴρ Σοσθάνης. ἄλλους δ’ ὁ μέγας καὶ πολυθρέμμων Νεῖλος ἔπεμψεν· Σουσισκάνης, Πηγασταγὼν Αἰγυπτογενής, ὅ τε τῆς ἱερᾶς Μέμφιδος ἄρχων μέγας Ἀρσάμης, τάς τ’ ὠγυγίους Θήβας ἐφέπων Ἀριόμαρδος, καὶ ἑλειοβάται ναῶν ἐρέται [40] ΧΟΡΟΣ: δεινοὶ πλῆθός τ’ ἀνάριθμοι. ἁβροδιαίτων δ’ ἕπεται Λυδῶν ὄχλος, οἵτ’ ἐπίπαν ἠπειρογενὲς κατέχουσιν ἔθνος, τοὺς Μητρογαθὴς Ἀρκτεύς τ’ ἀγαθός, βασιλῆς δίοποι, χαἰ πολύχρυσοι Σάρδεις ἐπόχους πολλοῖς ἅρμασιν ἐξορμῶσιν, δίρρυμά τε καὶ τρίρρυμα τέλη, φοβερὰν ὄψιν προσιδέσθαι. στεῦται δ’ ἱεροῦ Τμώλου πελάτης ζυγὸν ἀμφιβαλεῖν δούλιον Ἑλλάδι, Μάρδων, Θάρυβις, λόγχης ἄκμονες, καὶ ἀκοντισταὶ Μυσοί· Βαβυλὼν δ’ ἡ πολύχρυσος πάμμεικτον ὄχλον πέμπει σύρδην, ναῶν τ’ ἐπόχους καὶ τοξουλκῷ λήματι πιστούς· τὸ μαχαιροφόρον τ’ ἔθνος ἐκ πάσης Ἀσίας ἕπεται δειναῖς βασιλέως ὑπὸ πομπαῖς. τοιόνδ’ ἄνθος Περσίδος αἴας [60] ΧΟΡΟΣ: οἴχεται ἀνδρῶν, οὓς πέρι πᾶσα χθὼν Ἀσιῆτις θρέψασα πόθῳ στένεται μαλερῷ, τοκέης τ’ ἄλοχοί θ’ ἡμερολεγδὸν τείνοντα χρόνον τρομέονται. πεπέρακεν μὲν ὁ περσέπτολις ἤδη [στρ. α. βασίλειος στρατὸς εἰς ἀντίπορον γείτονα χώραν, λινοδέσμῳ σχεδίᾳ πορθμὸν ἀμείψας Ἀθαμαντίδος Ἕλλας, πολύγομφον ὅδισμα ζυγὸν ἀμφιβαλὼν αὐχένι πόντου. πολυάνδρου δ’ Ἀσίας θούριος ἄρχων [ἀντ. α. ἐπὶ πᾶσαν χθόνα ποιμανόριον θεῖον ἐλαύνει διχόθεν, πεζονόμον τ’ ἔκ τε θαλάσσας, ἐχυροῖσι πεποιθὼς στυφελοῖς ἐφέταις, χρυσογόνου γενεᾶς ἰσόθεος φώς. κυάνεον δ’ ὄμμασι λεύσσων [στρ. β. φονίου δέργμα δράκοντος, πολύχειρ καὶ πολυναύτης, Σύριόν θ’ ἅρμα διώκων, [85] ΧΟΡΟΣ: ἐπάγει δουρικλύτοις ἀνδράσι τοξόδαμνον Ἄρη. δόκιμος δ’ οὔτις ὑποστὰς [ἀντ. β. μεγάλῳ ῥεύματι φωτῶν ἐχυροῖς ἕρκεσιν εἴργειν ἄμαχον κῦμα θαλάσσας· ἀπρόσοιστος γὰρ ὁ Περσῶν στρατὸς ἀλκίφρων τε λαός. θεόθεν γὰρ κατὰ Μοῖρ’ ἐκράτησεν [στρ. γ. τὸ παλαιόν, ἐπέσκηψε δὲ Πέρσαις πολέμους πυργοδαΐκτους διέπειν ἱππιοχάρμας τε κλόνους πόλεών τ’ ἀναστάσεις. ἔμαθον δ’ εὐρυπόροιο θαλάσσας [ἀντ. γ. πολιαινομένας πνεύματι λάβρῳ ἐσορᾶν πόντιον ἄλσος, πίσυνοι λεπτοδόμοις πείσμασι λαοπόροις τε μηχαναῖς. δολόμητιν δ’ ἀπάταν θXοῦ [μεσῳδ. τίς ἀνὴρ θνατὸς ἀλύξει; τίς ὁ κραιπνῷ ποδὶ πηδήματος εὐπετέος ἀνάσσων; φιλόφρων γὰρ ‹ποτι›σαίνουσα τὸ πρῶτον παράγει βροτὸν εἰς ἄρκυας Ἄτα, τόθεν οὐκ ἔστιν ὑπὲρ θνατὸν ἀλύξαντα φυγεῖν. [115] ΧΟΡΟΣ: ταῦτά μοι μελαγχίτων [στρ. δ. φρὴν ἀμύσσεται φόβῳ ‑ ὀᾶ Περσικοῦ στρατεύματος τοῦδε μὴ πόλις πύθηται, κένανδρον μέγ’ ἄστυ Σουσίδος· καὶ τὸ Κισσίων πόλισμ’ [ἀντ. δ. ἀντίδουπον ᾄσεται, ὀᾶ, τοῦτ’ ἔπος γυναικοπληθὴς ὅμιλος ἀπύων, βυσσίνοις δ’ ἐν πέπλοις πέσῃ λακίς. πᾶς γὰρ ἱππηλάτας [στρ. ε. καὶ πεδοστιβὴς λεὼς σμῆνος ὣς ἐκλέλοιπεν μελισσᾶν σὺν ὀρχάμῳ στρατοῦ, τὸν ἀμφίζευκτον ἐξαμείψας ἀμφοτέρας ἅλιον πρῶνα κοινὸν αἴας. λέκτρα δ’ ἀνδρῶν πόθῳ [ἀντ. ε. πίμπλαται δακρύμασιν· Περσίδες δ’ ἁβροπενθεῖς ἑκάστα πόθῳ φιλάνορι τὸν αἰχμήεντα θοῦρον εὐνατῆρ’ ἀποπεμψαμένα λείπεται μονόζυξ. ‑ ἀλλ’ ἄγε, Πέρσαι, τόδ’ ἐνεζόμενοι στέγος ἀρχαῖον, φροντίδα κεδνὴν καὶ βαθύβουλον θώμεθα, χρεία δὲ προσήκει, πῶς ἄρα πράσσει Ξέρξης βασιλεὺς [145] ΧΟΡΟΣ: Δαρειογενής, [τὸ πατρωνύμιον γένος ἡμέτερον·] πότερον τόξου ῥῦμα τὸ νικῶν, ἢ δορικράνου λόγχης ἰσχὺς κεκράτηκεν. ‑ ἀλλ’ ἥδε θεῶν ἴσον ὀφθαλμοῖς φάος ὁρμᾶται μήτηρ βασιλέως, βασίλεια δ’ ἐμή· προσπίτνω· καὶ προσφθόγγοις δὲ χρεὼν αὐτὴν πάντας μύθοισι προσαυδᾶν. ‑ ὦ βαθυζώνων ἄνασσα Περσίδων ὑπερτάτη, μῆτερ ἡ Ξέρξου γεραιά, χαῖρε, Δαρείου γύναι· θεοῦ μὲν εὐνάτειρα Περσῶν, θεοῦ δὲ καὶ μήτηρ ἔφυς, εἴ τι μὴ δαίμων παλαιὸς νῦν μεθέστηκε στρατῷ. [160] ΒΑΣΙΛΕΙΑ: ταῦτα δὴ λιποῦσ’ ἱκάνω χρυσεοστόλμους δόμους καὶ τὸ Δαρείου τε κἀμὸν κοινὸν εὐνατήριον. καί με καρδίαν ἀμύσσει φροντίς· ἐς δ’ ὑμᾶς ἐρῶ μῦθον οὐδαμῶς ἐμαυτῆς οὖσ’ ἀδείμαντος, φίλοι, μὴ μέγας Πλοῦτος κονίσας οὖδας ἀντρέψῃ ποδὶ ὄλβον, ὃν Δαρεῖος ἦρεν οὐκ ἄνευ θεῶν τινός. ταῦτά μοι μέριμν’ ἄφραστός ἐστιν ἐν φρεσὶν διπλῆ, μήτε χρημάτων ἀνάνδρων πλῆθος ἐν τιμῇ σέβειν μήτ’ ἀχρημάτοισι λάμπειν φῶς ὅσον σθένος πάρα. ἔστι γὰρ πλοῦτός γ’ ἀμεμφής, ἀμφὶ δ’ ὀφθαλμῷ φόβος· ὄμμα γὰρ δόμων νομίζω δεσπότου παρουσίαν. πρὸς τάδ’, ὡς οὕτως ἐχόντων τῶνδε, σύμβουλοι λόγου τοῦδέ μοι γένεσθε, Πέρσαι, γηραλέα πιστώματα· πάντα γὰρ τὰ κέδν’ ἐν ὑμῖν ἐστί μοι βουλεύματα. [175] ΧΟΡΟΣ: εὖ τόδ’ ἴσθι, γῆς ἄνασσα τῆσδε, μή σε δὶς φράσειν μήτ’ ἔπος μήτ’ ἔργον ὧν ἂν †δύναμις ἡγεῖσθαι θέλῃ· εὐμενεῖς γὰρ ὄντας ἡμᾶς τῶνδε συμβούλους καλεῖς. [180] ΑΤΟΣΣΑ: πολλοῖς μὲν αἰεὶ νυκτέροις ὀνείρασιν ξύνειμ’, ἀφ’ οὗπερ παῖς ἐμὸς στείλας στρατὸν Ἰαόνων γῆν οἴχεται πέρσαι θέλων· ἀλλ’ οὔτι πω τοιόνδ’ ἐναργὲς εἰδόμην ὡς τῆς πάροιθεν εὐφρόνης· λέξω δέ σοι. ἐδοξάτην μοι δύο γυναῖκ’ εὐείμονε, ἡ μὲν πέπλοισι Περσικοῖς ἠσκημένη, ἡ δ’ αὖτε Δωρικοῖσιν, εἰς ὄψιν μολεῖν, μεγέθει τε τῶν νῦν ἐκπρεπεστάτα πολύ, κάλλει τ’ ἀμώμω, καὶ κασιγνήτα γένους ταὐτοῦ· πάτραν δ’ ἔναιον ἡ μὲν Ἑλλάδα κλήρῳ λαχοῦσα γαῖαν, ἡ δὲ βάρβαρον. τούτω στάσιν τιν’, ὡς ἐγὼ ‘δόκουν ὁρᾶν, τεύχειν ἐν ἀλλήλῃσι· παῖς δ’ ἐμὸς μαθὼν κατεῖχε κἀπράυνεν, ἅρμασιν δ’ ὕπο ζεύγνυσιν αὐτὼ καὶ λέπαδν’ ὑπ’ αὐχένων τίθησι. χἠ μὲν τῇδ’ ἐπυργοῦτο στολῇ ἐν ἡνίαισί τ’ εἶχεν εὔαρκτον στόμα, ἡ δ’ ἐσφάδᾳζε, καὶ χεροῖν ἔντη δίφρου [195] ΒΑΣΙΛΕΙΑ: διασπαράσσει, καὶ ξυναρπάζει βίᾳ ἄνευ χαλινῶν, καὶ ζυγὸν θραύει μέσον. πίπτει δ’ ἐμὸς παῖς, καὶ πατὴρ παρίσταται Δαρεῖος οἰκτίρων σφε· τὸν δ’ ὅπως ὁρᾷ Ξέρξης, πέπλους ῥήγνυσιν ἀμφὶ σώματι. καὶ ταῦτα μὲν δὴ νυκτὸς εἰσιδεῖν λέγω. ἐπεὶ δ’ ἀνέστην καὶ χεροῖν καλλιρρόου ἔψαυσα πηγῆς, σὺν θυηπόλῳ χερὶ βωμὸν προσέστην, ἀποτρόποισι δαίμοσιν θέλουσα θῦσαι πέλανον, ὧν τέλη τάδε. ὁρῶ δὲ φεύγοντ’ αἰετὸν πρὸς ἐσχάραν Φοίβου· φόβῳ δ’ ἄφθογγος ἐστάθην, φίλοι· μεθύστερον δὲ κίρκον εἰσορῶ δρόμῳ πτεροῖς ἐφορμαίνοντα καὶ χηλαῖς κάρα τίλλονθ’· ὁ δ’ οὐδὲν ἄλλο γ’ ἢ πτήξας δέμας παρεῖχε. ταῦτ’ ἔμοιγε δείματ’ ἔστ’ ἰδεῖν, ὑμῖν δ’ ἀκούειν. εὖ γὰρ ἴστε, παῖς ἐμὸς πράξας μὲν εὖ θαυμαστὸς ἂν γένοιτ’ ἀνήρ, κακῶς δὲ πράξας ‑ οὐχ ὑπεύθυνος πόλει, σωθεὶς δ’ ὁμοίως τῆσδε κοιρανεῖ χθονός. [215] ΧΟΡΟΣ: οὔ σε βουλόμεσθα, μῆτερ, οὔτ’ ἄγαν φοβεῖν λόγοις οὔτε θαρσύνειν. θεοὺς δὲ προστροπαῖς ἱκνουμένη, εἴ τι φλαῦρον εἶδες, αἰτοῦ τῶνδ’ ἀποτροπὴν τελεῖν, τὰ δ’ ἀγάθ’ ἐκτελῆ γενέσθαι σοί τε καὶ τέκνοις σέθεν καὶ πόλει φίλοις τε πᾶσι. δεύτερον δὲ χρὴ χοὰς γῇ τε καὶ φθιτοῖς χέασθαι· πρευμενῶς δ’ αἰτοῦ τάδε σὸν πόσιν Δαρεῖον, ὅνπερ φῂς ἰδεῖν κατ’ εὐφρόνην, ἐσθλά σοι πέμπειν τέκνῳ τε γῆς ἔνερθεν ἐς φάος, τἄμπαλιν δὲ τῶνδε γαίᾳ κάτοχα μαυροῦσθαι σκότῳ. ταῦτα θυμόμαντις ὤν σοι πρευμενῶς παρῄνεσα· εὖ δὲ πανταχῇ τελεῖν σοι τῶνδε κρίνομεν πέρι. [230] ΑΤΟΣΣΑ: ἀλλὰ μὴν εὔνους γ’ ὁ πρῶτος τῶνδ’ ἐνυπνίων κριτὴς παιδὶ καὶ δόμοις ἐμοῖσι τήνδ’ ἐκύρωσας φάτιν. ἐκτελοῖτο δὴ τὰ χρηστά· ταῦτα δ’, ὡς ἐφίεσαι, πάντ’ ἐφήσομεν θεοῖσι τοῖς τ’ ἔνερθε γῆς φίλοις, εὖτ’ ἂν εἰς οἴκους μόλωμεν. κεῖνα δ’ ἐκμαθεῖν θέλω, ὦ φίλοι, ποῦ τὰς Ἀθήνας φασὶν ἱδρῦσθαι χθονός; ΧΟΡΟΣ: τῆλε πρὸς δυσμαῖς ἄνακτος Ἡλίου φθινασμάτων. ΑΤΟΣΣΑ: ἀλλὰ μὴν ἵμειρ’ ἐμὸς παῖς τήνδε θηρᾶσαι πόλιν; [235] ΧΟΡΟΣ: πᾶσα γὰρ γένοιτ’ ἂν Ἑλλὰς βασιλέως ὑπήκοος. ΑΤΟΣΣΑ: ὧδέ τις πάρεστιν αὐτοῖς ἀνδροπλήθεια στρατοῦ; ΧΟΡΟΣ: †καὶ στρατὸς τοιοῦτος , ἔρξας πολλὰ δὴ Μήδους κακά. ΑΤΟΣΣΑ: καὶ τί πρὸς τούτοισιν ἄλλο; πλοῦτος ἐξαρκὴς δόμοις; ΧΟΡΟΣ: ἀργύρου πηγή τις αὐτοῖς ἐστι, θησαυρὸς χθονός. [240] ΑΤΟΣΣΑ: πότερα γὰρ τοξουλκὸς αἰχμὴ διὰ χεροῖν αὐτοῖς πρέπει; ΧΟΡΟΣ: οὐδαμῶς· ἔγχη σταδαῖα καὶ φεράσπιδες σαγαί. ΑΤΟΣΣΑ: τίς δὲ ποιμάνωρ ἔπεστι κἀπιδεσπόζει στρατῷ; ΧΟΡΟΣ: οὔτινος δοῦλοι κέκληνται φωτὸς οὐδ’ ὑπήκοοι. ΑΤΟΣΣΑ: πῶς ἂν οὖν μένοιεν ἄνδρας πολεμίους ἐπήλυδας; [245] ΧΟΡΟΣ: ὥστε Δαρείου πολύν τε καὶ καλὸν φθεῖραι στρατόν. ΑΤΟΣΣΑ: δεινά τοι λέγεις κιόντων τοῖς τεκοῦσι φροντίσαι. ΧΟΡΟΣ: ἀλλ’ ἐμοὶ δοκεῖν τάχ’ εἴσῃ πάντα ναμερτῆ λόγον. τοῦδε γὰρ δράμημα φωτὸς Περσικὸν πρέπει μαθεῖν, καὶ φέρει σαφές τι πρᾶγος ἐσθλὸν ἢ κακὸν κλύειν. [250] ΑΓΓΕΛΟΣ: ὦ γῆς ἁπάσης Ἀσιάδος πολίσματα, ὦ Περσὶς αἶα καὶ πολὺς πλούτου λιμήν, ὡς ἐν μιᾷ πληγῇ κατέφθαρται πολὺς ὄλβος, τὸ Περσῶν δ’ ἄνθος οἴχεται πεσόν. ὤμοι, κακὸν μὲν πρῶτον ἀγγέλλειν κακά· ὅμως δ’ ἀνάγκη πᾶν ἀναπτύξαι πάθος, Πέρσαι· στρατὸς γὰρ πᾶς ὄλωλε βαρβάρων. [260] ΧΟΡΟΣ: ἄνι’ ἄνια κακὰ νεόκοτα [στρ. α. καὶ δάι’. αἰαῖ, διαίνεσθε, Πέρσαι, τόδ’ ἄχος κλύοντες. ΑΓΓΕΛΟΣ: ὡς πάντα γ’ ἔστ’ ἐκεῖνα διαπεπραγμένα· καὐτὸς δ’ ἀέλπτως νόστιμον βλέπω φάος. [266] ΧΟΡΟΣ: ἦ μακροβίοτος ὅδε γέ τις [ἀντ. α. αἰὼν ἐφάνθη γεραιοῖς, ἀκούειν τόδε πῆμ’ ἄελπτον. ΑΓΓΕΛΟΣ: καὶ μὴν παρών γε κοὐ λόγους ἄλλων κλύων, Πέρσαι, φράσαιμ’ ἂν οἷ’ ἐπορσύνθη κακά. [270] ΧΟΡΟΣ: ὀτοτοτοῖ, μάταν [στρ. β. τὰ πολλὰ βέλεα παμμιγῆ γᾶς ἀπ’ Ἀσίδος ἤλθετ’ ‑ αἰαῖ ‑ δᾴαν Ἑλλάδα χώραν. ΑΓΓΕΛΟΣ: πλήθουσι νεκρῶν δυσπότμως ἐφθαρμένων Σαλαμῖνος ἀκταὶ πᾶς τε πρόσχωρος τόπος. [275] ΧΟΡΟΣ: ὀτοτοτοῖ, φίλων [ ἀντ. β. πολύδονα σώμαθ’ ἁλιβαφῆ κατθανόντα λέγεις φέρεσθαι πλαγκτοῖς ἐν διπλάκεσσιν. [280] ΑΓΓΕΛΟΣ: οὐδὲν γὰρ ἤρκει τόξα, πᾶς δ’ ἀπώλλυτο στρατὸς δαμασθεὶς ναΐοισιν ἐμβολαῖς. ΧΟΡΟΣ: ἴυζ’ ἄποτμον δαΐοις [στρ. γ. δυσαιανῆ βοάν, ὡς πάντᾳ πᾶν κακῶς †ἔθεσαν· αἰαῖ, στρατοῦ φθαρέντος. [285] ΑΓΓΕΛΟΣ: ὦ πλεῖστον ἔχθος ὄνομα Σαλαμῖνος κλύειν· φεῦ, τῶν Ἀθηνῶν ὡς στένω μεμνημένος. [290] ΧΟΡΟΣ: στυγναί γ’ Ἀθᾶναι δαΐοις· [ἀντ. γ. μεμνῆσθαί τοι πάρα· ὡς πολλὰς Περσίδων [μάταν] ἔκτισαν εὐνῖδας ἠδ’ ἀνάνδρους. ΑΤΟΣΣΑ: σιγῶ πάλαι δύστηνος ἐκπεπληγμένη κακοῖς· ὑπερβάλλει γὰρ ἥδε συμφορά, τὸ μήτε λέξαι μήτ’ ἐρωτῆσαι πόση. ὅμως δ’ ἀνάγκη πημονὰς βροτοῖς φέρειν θεῶν διδόντων· πᾶν δ’ ἀναπτύξας πάθος λέξον καταστάς, κεἰ στένεις κακοῖς ὅμως· τίς οὐ τέθνηκε, τίνα δὲ καὶ πενθήσομεν τῶν ἀρχελείων, ὅστ’ ἐπὶ σκηπτουχίᾳ ταχθεὶς ἄνανδρον τάξιν ἠρήμου θανών; [300] ΑΓΓΕΛΟΣ: Ξέρξης μὲν αὐτὸς ζῇ τε καὶ βλέπει φάος. ΑΤΟΣΣΑ: ἐμοῖς μὲν εἶπας δώμασιν φάος μέγα καὶ λευκὸν ἦμαρ νυκτὸς ἐκ μελαγχίμου. [305] ΑΓΓΕΛΟΣ: Ἀρτεμβάρης δὲ μυρίας ἵππου βραβεὺς στύφλους παρ’ ἀκτὰς θείνεται Σιληνιῶν. χὠ χιλίαρχος Δαδάκης πληγῇ δορὸς πήδημα κοῦφον ἐκ νεὼς ἀφήλατο· Τενάγων τ’ ἄριστος Βακτρίων ἰθαιγενὴς θαλασσόπληκτον νῆσον Αἴαντος πολεῖ. Λίλαιος Ἀρσάμης τε κἀργήστης τρίτος, οἵδ’ ἀμφὶ νῆσον τὴν πελειοθρέμμονα νικώμενοι κύρισσον ἰσχυρὰν χθόνα· πηγαῖς τε Νείλου γειτονῶν Αἰγυπτίου Ἀρκτεύς, Ἀδεύης, καὶ †φρεσεύης τρίτος Φαρνοῦχος, οἵδε ναὸς ἐκ μιᾶς πέσον. Χρυσεὺς Μάταλλος μυριόνταρχος θανών, ἵππου μελαίνης ἡγεμὼν τρισμυρίας, πυρσὴν ζαπληθῆ δάσκιον γενειάδα ἔτεγγ’, ἀμείβων χρῶτα πορφυρᾷ βαφῇ. καὶ Μᾶγος Ἄραβος, Ἀρτάβης τε Βάκτριος, σκληρᾶς μέτοικος γῆς, ἐκεῖ κατέφθιτο. [320] ΑΓΓΕΛΟΣ: Ἄμιστρις Ἀμφιστρεύς τε πολύπονον δόρυ νωμῶν, ὅ τ’ ἐσθλὸς Ἀριόμαρδος Σάρδεσι πένθος παρασχών, Σεισάμης θ’ ὁ Μύσιος, Θάρυβίς τε πεντήκοντα πεντάκις νεῶν ταγός, γένος Λυρναῖος, εὐειδὴς ἀνήρ, κεῖται θανὼν δείλαιος οὐ μάλ’ εὐτυχῶς· Συέννεσίς τε πρῶτος εἰς εὐψυχίαν, Κιλίκων ἄπαρχος, εἷς ἀνὴρ πλεῖστον πόνον ἐχθροῖς παρασχών, εὐκλεῶς ἀπώλετο. τοιῶνδ’ ἄρ’ ὄντων ‹ὧν› ὑπεμνήσθην πέρι, πολλῶν παρόντων ὀλίγ’ ἀπαγγέλλω κακά. [335] ΑΤΟΣΣΑ: αἰαῖ, κακῶν ὕψιστα δὴ κλύω τάδε, αἴσχη τε Πέρσαις καὶ λιγα κωκύματα. ἀτὰρ φράσον μοι τοῦτ’ ἀναστρέψας πάλιν· ναῶν πόσον δὴ πλῆθος ἦν Ἑλληνίδων, ὥστ’ ἀξιῶσαι Περσικῷ στρατεύματι μάχην συνάψαι ναΐοισιν ἐμβολαῖς; [340] ΑΓΓΕΛΟΣ: πλήθους μὲν ἂν σάφ’ ἴσθ’ ἕκατι βάρβαρον ναυσὶν κρατῆσαι. καὶ γὰρ Ἕλλησιν μὲν ἦν ὁ πᾶς ἀριθμὸς ἐς τριακάδας δέκα ναῶν, δεκὰς δ’ ἦν τῶνδε χωρὶς ἔκκριτος· Ξέρξῃ δέ, καὶ γὰρ οἶσθα, χιλιὰς μὲν ἦν ὧν ἦγε πλῆθος, αἱ δ’ ὑπέρκοποι τάχει ἑκατὸν δὶς ἦσαν ἑπτά θ’· ὧδ’ ἔχει λόγος. μή σοι δοκοῦμεν τῇδε λειφθῆναι μάχῃ; ἀλλ’ ὧδε δαίμων τις κατέφθειρε στρατόν, τάλαντα βρίσας οὐκ ἰσορρόπῳ τύχῃ. θεοὶ πόλιν σῴζουσι Παλλάδος θεᾶς. ΑΤΟΣΣΑ: ἔτ’ ἆρ’ Ἀθηνῶν ἔστ’ ἀπόρθητος πόλις; [350] ΑΓΓΕΛΟΣ: ἀνδρῶν γὰρ ὄντων ἕρκος ἐστὶν ἀσφαλές. ΑΤΟΣΣΑ: ἀρχὴ δὲ ναυσὶ συμβολῆς τίς ἦν, φράσον· τίνες κατῆρξαν, πότερον Ἕλληνες, μάχης, ἢ παῖς ἐμός, πλήθει καταυχήσας νεῶν; [355] ΑΓΓΕΛΟΣ: ἦρξεν μέν, ὦ δέσποινα, τοῦ παντὸς κακοῦ φανεὶς ἀλάστωρ ἢ κακὸς δαίμων ποθέν. ἀνὴρ γὰρ Ἕλλην ἐξ Ἀθηναίων στρατοῦ ἐλθὼν ἔλεξε παιδὶ σῷ Ξέρξῃ τάδε, ὡς εἰ μελαίνης νυκτὸς ἵξεται κνέφας, Ἕλληνες οὐ μενοῖεν, ἀλλὰ σέλμασιν ναῶν ἐπανθορόντες ἄλλος ἄλλοσε δρασμῷ κρυφαίῳ βίοτον ἐκσωσοίατο. ὁ δ’ εὐθὺς ὡς ἤκουσεν, οὐ ξυνεὶς δόλον Ἕλληνος ἀνδρὸς οὐδὲ τὸν θεῶν φθόνον, πᾶσιν προφωνεῖ τόνδε ναυάρχοις λόγον, εὖτ’ ἂν φλέγων ἀκτῖσιν ἥλιος χθόνα λήξῃ, κνέφας δὲ τέμενος αἰθέρος λάβῃ, τάξαι νεῶν στῖφος μὲν ἐν στοίχοις τρισίν, ἄλλας δὲ κύκλῳ νῆσον Αἴαντος πέριξ, ἔκπλους φυλάσσειν καὶ πόρους ἁλιρρόθους. ὡς εἰ μόρον φευξοίαθ’ Ἕλληνες κακόν, ναυσὶν κρυφαίως δρασμὸν εὑρόντες τινά, πᾶσιν στέρεσθαι κρατὸς ἦν προκείμενον. τοσαῦτ’ ἔλεξε κάρθ’ ὑπ’ εὐθύμου φρενός· οὐ γὰρ τὸ μέλλον ἐκ θεῶν ἠπίστατο. οἱ δ’ οὐκ ἀκόσμως, ἀλλὰ πειθάρχῳ φρενὶ [375] ΑΓΓΕΛΟΣ: δεῖπνόν ‹τ’› ἐπορσύνοντο, ναυβάτης τ’ ἀνὴρ τροποῦτο κώπην σκαλμὸν ἀμφ’ εὐήρετμον. ἐπεὶ δὲ φέγγος ἡλίου κατέφθιτο καὶ νὺξ ἐπῄει, πᾶς ἀνὴρ κώπης ἄναξ ἐς ναῦν ἐχώρει πᾶς θ’ ὅπλων ἐπιστάτης· τάξις δὲ τάξιν παρεκάλει νεὼς μακρᾶς, πλέουσι δ’ ὡς ἕκαστος ἦν τεταγμένος. καὶ πάννυχοι δὴ διάπλοον καθίστασαν ναῶν ἄνακτες πάντα ναυτικὸν λεών. καὶ νὺξ ἐχώρει, κοὐ μάλ’ Ἑλλήνων στρατὸς κρυφαῖον ἔκπλουν οὐδαμῇ καθίστατο· ἐπεί γε μέντοι λευκόπωλος ἡμέρα πᾶσαν κατέσχε γαῖαν εὐφεγγὴς ἰδεῖν, πρῶτον μὲν †ἠχῇ κέλαδος Ἑλλήνων πάρα μολπηδὸν εὐφήμησεν, ὄρθιον δ’ ἅμα ἀντηλάλαξε νησιώτιδος πέτρας ἠχώ· φόβος δὲ πᾶσι βαρβάροις παρῆν γνώμης ἀποσφαλεῖσιν· οὐ γὰρ ὡς φυγῇ παιᾶν’ ἐφύμνουν σεμνὸν Ἕλληνες τότε, ἀλλ’ ἐς μάχην ὁρμῶντες εὐψύχῳ θράσει· [395] ΑΓΓΕΛΟΣ: σάλπιγξ δ’ ἀυτῇ πάντ’ ἐκεῖν’ ἐπέφλεγεν. εὐθὺς δὲ κώπης ῥοθιάδος ξυνεμβολῇ ἔπαισαν ἅλμην βρύχιον ἐκ κελεύματος, θοῶς δὲ πάντες ἦσαν ἐκφανεῖς ἰδεῖν. τὸ δεξιὸν μὲν πρῶτον εὐτάκτως κέρας ἡγεῖτο κόσμῳ, δεύτερον δ’ ὁ πᾶς στόλος ἐπεξεχώρει, καὶ παρῆν ὁμοῦ κλύειν πολλὴν βοήν· ‘Ὦ παῖδες Ἑλλήνων, ἴτε, ἐλευθεροῦτε πατρίδ’, ἐλευθεροῦτε δὲ παῖδας, γυναῖκας, θεῶν τε πατρῴων ἕδη, θήκας τε προγόνων· νῦν ὑπὲρ πάντων ἀγών.’ καὶ μὴν παρ’ ἡμῶν Περσίδος γλώσσης ῥόθος ὑπηντίαζε, κοὐκέτ’ ἦν μέλλειν ἀκμή. εὐθὺς δὲ ναῦς ἐν νηῒ χαλκήρη στόλον ἔπαισεν· ἦρξε δ’ ἐμβολῆς Ἑλληνικὴ ναῦς, κἀποθραύει πάντα Φοινίσσης νεὼς κόρυμβ’, ἐπ’ ἄλλην δ’ ἄλλος ηὔθυνεν δόρυ. τὰ πρῶτα μέν νυν ῥεῦμα Περσικοῦ στρατοῦ ἀντεῖχεν· ὡς δὲ πλῆθος ἐν στενῷ νεῶν ἤθροιστ’, ἀρωγὴ δ’ οὔτις ἀλλήλοις παρῆν, [415] ΑΓΓΕΛΟΣ: αὐτοὶ δ’ ὑπ’ αὐτῶν ἐμβόλοις χαλκοστόμοις παίοντ’, ἔθραυον πάντα κωπήρη στόλον, Ἑλληνικαί τε νῆες οὐκ ἀφρασμόνως κύκλῳ πέριξ ἔθεινον, ὑπτιοῦτο δὲ σκάφη νεῶν, θάλασσα δ’ οὐκέτ’ ἦν ἰδεῖν, ναυαγίων πλήθουσα καὶ φόνου βροτῶν, ἀκταὶ δὲ νεκρῶν χοιράδες τ’ ἐπλήθυον. φυγῇ δ’ ἀκόσμως πᾶσα ναῦς ἠρέσσετο, ὅσαιπερ ἦσαν βαρβάρου στρατεύματος. τοὶ δ’ ὥστε θύννους ἤ τιν’ ἰχθύων βόλον ἀγαῖσι κωπῶν θραύμασίν τ’ ἐρειπίων ἔπαιον, ἐρράχιζον· οἰμωγὴ δ’ ὁμοῦ κωκύμασιν κατεῖχε πελαγίαν ἅλα, ἕως κελαινῆς νυκτὸς ὄμμ’ ἀφείλετο. κακῶν δὲ πλῆθος, οὐδ’ ἂν εἰ δέκ’ ἤματα στοιχηγοροίην, οὐκ ἂν ἐκπλήσαιμί σοι. εὖ γὰρ τόδ’ ἴσθι, μηδάμ’ ἡμέρᾳ μιᾷ πλῆθος τοσουτάριθμον ἀνθρώπων θανεῖν. [435] ΑΤΟΣΣΑ: αἰαῖ, κακῶν δὴ πέλαγος ἔρρωγεν μέγα Πέρσαις τε καὶ πρόπαντι βαρβάρων γένει. ΑΓΓΕΛΟΣ: εὖ νυν τόδ’ ἴσθι, μηδέπω μεσοῦν κακόν· τοιάδ’ ἐπ’ αὐτοῖς ἦλθε συμφορὰ πάθους, ὡς τοῖσδε καὶ δὶς ἀντισηκῶσαι ῥοπῇ. [440] ΑΤΟΣΣΑ: καὶ τίς γένοιτ’ ἂν τῆσδ’ ἔτ’ ἐχθίων τύχη; λέξον τίν’ αὖ φῂς τήνδε συμφορὰν στρατῷ ἐλθεῖν κακῶν ῥέπουσαν ἐς τὰ μάσσονα. [445] ΑΓΓΕΛΟΣ: Περσῶν ὅσοιπερ ἦσαν ἀκμαῖοι φύσιν, ψυχήν τ’ ἄριστοι κεὐγένειαν ἐκπρεπεῖς, αὐτῷ τ’ ἄνακτι πίστιν ἐν πρώτοις ἀεί, τεθνᾶσιν αἰσχρῶς δυσκλεεστάτῳ μόρῳ. ΑΤΟΣΣΑ: οἲ ‘γὼ τάλαινα συμφορᾶς κακῆς, φίλοι. ποίῳ μόρῳ δὲ τούσδε φῂς ὀλωλέναι; [450] ΑΓΓΕΛΟΣ: νῆσός τις ἐστὶ πρόσθε Σαλαμῖνος τόπων, βαιά, δύσορμος ναυσίν, ἣν ὁ φιλόχορος Πὰν ἐμβατεύει ποντίας ἀκτῆς ἔπι. ἐνταῦθα πέμπει τούσδ’, ὅπως, ὅτ’ ἐκ νεῶν φθαρέντες ἐχθροὶ νῆσον ἐκσῳζοίατο, κτείνοιεν εὐχείρωτον Ἑλλήνων στρατόν, φίλους δ’ ὑπεκσῴζοιεν ἐναλίων πόρων, κακῶς τὸ μέλλον ἱστορῶν. ὡς γὰρ θεὸς ναῶν ἔδωκε κῦδος Ἕλλησιν μάχης, αὐθημερὸν φράξαντες εὐχάλκοις δέμας ὅπλοισι ναῶν ἐξέθρῳσκον· ἀμφὶ δὲ κυκλοῦντο πᾶσαν νῆσον, ὥστ’ ἀμηχανεῖν ὅποι τράποιντο. πολλὰ μὲν γὰρ ἐκ χερῶν πέτροισιν ἠράσσοντο, τοξικῆς τ’ ἄπο θώμιγγος ἰοὶ προσπίτνοντες ὤλλυσαν· τέλος δ’ ἐφορμηθέντες ἐξ ἑνὸς ῥόθου παίουσι, κρεοκοποῦσι δυστήνων μέλη, ἕως ἁπάντων ἐξαπέφθειραν βίον. [465] ΑΓΓΕΛΟΣ: Ξέρξης δ’ ἀνῴμωξεν κακῶν ὁρῶν βάθος· ἕδραν γὰρ εἶχε παντὸς εὐαγῆ στρατοῦ, ὑψηλὸν ὄχθον ἄγχι πελαγίας ἁλός· ῥήξας δὲ πέπλους κἀνακωκύσας λιγύ, πεζῷ παραγγείλας ἄφαρ στρατεύματι, ἵησ’ ἀκόσμῳ ξὺν φυγῇ. τοιάνδε σοι πρὸς τῇ πάροιθε συμφορὰν πάρα στένειν. [475] ΑΤΟΣΣΑ: ὦ στυγνὲ δαῖμον, ὡς ἄρ’ ἔψευσας φρενῶν Πέρσας· πικρὰν δὲ παῖς ἐμὸς τιμωρίαν κλεινῶν Ἀθηνῶν ηὗρε, κοὐκ ἀπήρκεσαν οὓς πρόσθε Μαραθὼν βαρβάρων ἀπώλεσεν· ὧν ἀντίποινα παῖς ἐμὸς πράξειν δοκῶν τοσόνδε πλῆθος πημάτων ἐπέσπασεν. σὺ δ’ εἰπέ, ναῶν αἳ πεφεύγασιν μόρον, ποῦ τάσδ’ ἔλειπες· οἶσθα σημῆναι τορῶς; ΑΓΓΕΛΟΣ: ναῶν δὲ ταγοὶ τῶν λελειμμένων σύδην κατ’ οὖρον οὐκ εὔκοσμον αἴρονται φυγήν· στρατὸς δ’ ὁ λοιπὸς ἔν τε Βοιωτῶν χθονὶ διώλλυθ’, οἱ μὲν ἀμφὶ κρηναῖον γάνος δίψῃ πονοῦντες, οἱ δ’ ὑπ’ ἄσθματος κενοὶ . . . . . . διεκπερῶμεν ἔς τε Φωκέων χθόνα καὶ Δωρίδ’ αἶαν, Μηλιᾶ τε κόλπον, οὗ Σπερχειὸς ἄρδει πεδίον εὐμενεῖ ποτῷ· κἀντεῦθεν ἡμᾶς γῆς Ἀχαιίδος πέδον καὶ Θεσσαλῶν πόλεις ὑπεσπανισμένους [490] ΑΓΓΕΛΟΣ: βορᾶς ἐδέξαντ’· ἔνθα δὴ πλεῖστοι θάνον δίψῃ τε λιμῷ τ’· ἀμφότερα γὰρ ἦν τάδε. Μαγνητικὴν δὲ γαῖαν ἔς τε Μακεδόνων χώραν ἀφικόμεσθ’, ἐπ’ Ἀξιοῦ πόρον, Βόλβης θ’ ἕλειον δόνακα, Πάγγαιόν τ’ ὄρος, Ἠδωνίδ’ αἶαν· νυκτὶ δ’ ἐν ταύτῃ θεὸς χειμῶν’ ἄωρον ὦρσε, πήγνυσιν δὲ πᾶν ῥέεθρον ἁγνοῦ Στρυμόνος. θεοὺς δέ τις τὸ πρὶν νομίζων οὐδαμοῦ τότ’ ηὔχετο λιταῖσι, γαῖαν οὐρανόν τε προσκυνῶν. ἐπεὶ δὲ πολλὰ θεοκλυτῶν ἐπαύσατο στρατός, περᾷ κρυσταλλοπῆγα διὰ πόρον· χὤστις μὲν ἡμῶν πρὶν σκεδασθῆναι θεοῦ ἀκτῖνας ὡρμήθη, σεσωμένος κυρεῖ. φλέγων γὰρ αὐγαῖς λαμπρὸς ἡλίου κύκλος μέσον πόρον διῆκε, θερμαίνων φλογί· πῖπτον δ’ ἐπ’ ἀλλήλοισιν· εὐτυχὴς δέ τοι ὅστις τάχιστα πνεῦμ’ ἀπέρρηξεν βίου. ὅσοι δὲ λοιποὶ κἄτυχον σωτηρίας, Θρῄκην περάσαντες μόγις πολλῷ πόνῳ, [510] ΑΓΓΕΛΟΣ: ἥκουσιν ἐκφυγόντες, οὐ πολλοί τινες, ἐφ’ ἑστιοῦχον γαῖαν· ὡς στένειν πόλιν Περσῶν, ποθοῦσαν φιλτάτην ἥβην χθονός. ταῦτ’ ἔστ’ ἀληθῆ· πολλὰ δ’ ἐκλείπω λέγων κακῶν ἃ Πέρσαις ἐγκατέσκηψεν θεός. ΧΟΡΟΣ: ὦ δυσπόνητε δαῖμον, ὡς ἄγαν βαρὺς ποδοῖν ἐνήλου παντὶ Περσικῷ γένει. [520] ΑΤΟΣΣΑ: οἲ ‘γὼ τάλαινα διαπεπραγμένου στρατοῦ· ὦ νυκτὸς ὄψις ἐμφανὴς ἐνυπνίων, ὡς κάρτα μοι σαφῶς ἐδήλωσας κακά. ὑμεῖς δὲ φαύλως αὔτ’ ἄγαν ἐκρίνατε. ὅμως δ’, ἐπειδὴ τῇδ’ ἐκύρωσεν φάτις ὑμῶν, θεοῖς μὲν πρῶτον εὔξασθαι θέλω· ἔπειτα, γῇ τε καὶ φθιτοῖς δωρήματα, ἥξω λαβοῦσα πέλανον ἐξ οἴκων ἐμῶν ‑ ἐπίσταμαι μὲν ὡς ἐπ’ ἐξειργασμένοις, ἀλλ’ ἐς τὸ λοιπὸν εἴ τι δὴ λῷον πέλοι. ὑμᾶς δὲ χρὴ ‘πὶ τοῖσδε τοῖς πεπραγμένοις πιστοῖσι πιστὰ ξυμφέρειν βουλεύματα· καὶ παῖδ’, ἐάν περ δεῦρ’ ἐμοῦ πρόσθεν μόλῃ παρηγορεῖτε, καὶ προπέμπετ’ ἐς δόμους, μὴ καί τι πρὸς κακοῖσι προσθῆται κακόν. [535] ΧΟΡΟΣ: ὦ Ζεῦ βασιλεῦ, νῦν ‹γὰρ› Περσῶν τῶν μεγαλαύχων καὶ πολυάνδρων στρατιὰν ὀλέσας ἄστυ τὸ Σούσων ἠδ’ Ἀγβατάνων πένθει δνοφερῷ κατέκρυψας· πολλαὶ δ’ ἁπαλαῖς χερσὶ καλύπτρας κατερεικόμεναι διαμυδαλέους δάκρυσι κόλπους τέγγουσ’, ἄλγους μετέχουσαι. αἱ δ’ ἁβρόγοοι Περσίδες ἀνδρῶν ποθέουσαι ἰδεῖν ἀρτιζυγίαν, λέκτρων [τ’] εὐνὰς ἁβροχίτωνας, χλιδανῆς ἥβης τέρψιν, ἀφεῖσαι, πενθοῦσι γόοις ἀκορεστοτάτοις. κἀγὼ δὲ μόρον τῶν οἰχομένων αἴρω δοκίμως πολυπενθῆ. νῦν γὰρ δὴ πρόπασα μὲν στένει [στρ. α. γαῖ’ Ἀσὶς ἐκκενουμένα. [550] ΧΟΡΟΣ: Ξέρξης μὲν ἄγαγεν, ποποῖ, Ξέρξης δ’ ἀπώλεσεν, τοτοῖ, Ξέρξης δὲ πάντ’ ἐπέσπε δυσφρόνως βαρίδεσσι ποντίαις. τίπτε Δαρεῖος μὲν οὕτω τότ’ ἀβλαβὴς ἐπῆν, τόξαρχος πολιήταις, Σουσίδαις φίλος ἄκτωρ; πεζοὺς γάρ σφε καὶ θαλασσίους [ἀντ α. ὁμόπτεροι κυανώπιδες νᾶες μὲν ἄγαγον, ποποῖ, νᾶες δ’ ἀπώλεσαν, τοτοῖ, νᾶες πανωλέθροισιν ἐμβολαῖς, διὰ δ’ Ἰαόνων χέρας. τυτθὰ δ’ ἐκφυγεῖν ἄνακτ’ αὐτὸν ὡς ἀκούομεν Θρῄκης ἂμ πεδιήρεις δυσχίμους τε κελεύθους. τοὶ δ’ ἄρα πρωτομόροιο, φεῦ, [στρ. β. ληφθέντες πρὸς ἀνάγκας, ἠέ, [570] ΧΟΡΟΣ: ἀκτὰς ἀμφὶ Κυχρείας, ὀᾶ, ‹στέμβονται·› στένε καὶ δακνάζου, βαρὺ δ’ ἀμβόασον οὐράνι’ ἄχη, ὀᾶ· τεῖνε δὲ δυσβάυκτον βοᾶτιν τάλαιναν αὐδάν. γναπτόμενοι δ’ ἁλὶ δεινᾷ, φεῦ, [ἀντ. β. σκύλλονται πρὸς ἀναύδων, ἠέ, παίδων τᾶς ἀμιάντου, ὀᾶ. πενθεῖ δ’ ἄνδρα δόμος στερηθείς, τοκέης δ’ ἄπαιδες δαιμόνι’ ἄχη, ὀᾶ, δυρόμενοι γέροντες τὸ πᾶν δὴ κλύουσιν ἄλγος. τοὶ δ’ ἀνὰ γᾶν Ἀσίαν δὴν [στρ. γ. οὐκέτι περσονομοῦνται, οὐδ’ ἔτι δασμοφοροῦσιν δεσποσύνοισιν ἀνάγκαις, οὐδ’ ἐς γᾶν προπίτνοντες ἅζονται· βασιλεία γὰρ διόλωλεν ἰσχύς. [591] ΧΟΡΟΣ: οὐδ’ ἔτι γλῶσσα βροτοῖσιν [ἀντ. γ. ἐν φυλακαῖς· λέλυται γὰρ λαὸς ἐλεύθερα βάζειν, ὡς ἐλύθη ζυγὸν ἀλκᾶς. αἱμαχθεῖσα δ’ ἄρουραν Αἴαντος περικλύστα νᾶσος ἔχει τὰ Περσῶν. [600] ΑΤΟΣΣΑ: φίλοι, κακῶν μὲν ὅστις ἔμπειρος κυρεῖ, ἐπίσταται βροτοῖσιν ὡς, ὅταν κλύδων κακῶν ἐπέλθῃ, πάντα δειμαίνειν φίλον, ὅταν δ’ ὁ δαίμων εὐροῇ, πεποιθέναι τὸν αὐτὸν αἰὲν ἄνεμον οὐριεῖν τύχας. ἐμοὶ γὰρ ἤδη πάντα μὲν φόβου πλέα· ἐν ὄμμασιν τἀνταῖα φαίνεται θεῶν, βοᾷ δ’ ἐν ὠσὶ κέλαδος οὐ παιώνιος· τοία κακῶν ἔκπληξις ἐκφοβεῖ φρένας. τοιγὰρ κέλευθον τήνδ’ ἄνευ τ’ ὀχημάτων χλιδῆς τε τῆς πάροιθεν ἐκ δόμων πάλιν ἔστειλα, παιδὸς πατρὶ πρευμενεῖς χοὰς φέρουσ’, ἅπερ νεκροῖσι μειλικτήρια, βοός τ’ ἀφ’ ἁγνῆς λευκὸν εὔποτον γάλα, τῆς τ’ ἀνθεμουργοῦ στάγμα, παμφαὲς μέλι, λιβάσιν ὑδρηλαῖς παρθένου πηγῆς μέτα, ἀκήρατόν τε μητρὸς ἀγρίας ἄπο ποτόν, παλαιᾶς ἀμπέλου γάνος τόδε· τῆς τ’ αἰὲν ἐν φύλλοισι θαλλούσης βίον ξανθῆς ἐλαίας καρπὸς εὐώδης πάρα, ἄνθη τε πλεκτά, παμφόρου γαίας τέκνα. ἀλλ’, ὦ φίλοι, χοαῖσι ταῖσδε νερτέρων [620] ΧΟΡΟΣ: ὕμνους ἐπευφημεῖτε, τόν τε δαίμονα Δαρεῖον ἀνακαλεῖσθε, γαπότους δ’ ἐγὼ τιμὰς προπέμψω τάσδε νερτέροις θεοῖς. [625] ΧΟΡΟΣ: βασίλεια γύναι, πρέσβος Πέρσαις, σύ τε πέμπε χοὰς θαλάμους ὑπὸ γῆς, ἡμεῖς θ’ ὕμνοις αἰτησόμεθα φθιμένων πομποὺς εὔφρονας εἶναι κατὰ γαίας. ἀλλά, χθόνιοι δαίμονες ἁγνοί, Γῆ τε καὶ Ἑρμῆ, βασιλεῦ τ’ ἐνέρων, πέμψατ’ ἔνερθεν ψυχὴν ἐς φῶς· εἰ γάρ τι κακῶν ἄκος οἶδε πλέον, μόνος ἂν θνητῶν πέρας εἴποι. ἦ ῥ’ ἀίει μου μακαρίτας [στρ. α. ἰσοδαίμων βασιλεὺς βάρβαρα σαφηνῆ ἱέντος τὰ παναίολ’ αἰανῆ δύσθροα βάγματα; παντάλαν’ ἄχη διαβοάσω; νέρθεν ἆρα κλύει μου; ἀλλὰ σύ μοι, Γᾶ τε καὶ ἄλλοι [ἀντ. α. χθονίων ἁγεμόνες, δαίμονα μεγαυχῆ ἰόντ’ αἰνέσατ’ ἐκ δόμων, Περσᾶν Σουσιγενῆ θεόν· πέμπετε δ’ ἄνω [645] ΧΟΡΟΣ: οἷον οὔπω Περσὶς αἶ’ ἐκάλυψεν. ἦ φίλος ἀνήρ, φίλος ὄχθος· [στρ. β. φίλα γὰρ κέκευθεν ἤθη. Ἀιδωνεὺς δ’ ἀναπομπὸς ἀνίει, Ἀιδωνεύς, οἶον ἀνάκτορα Δαριᾶνα. ἠέ. οὐδὲ γὰρ ἄνδρας ποτ’ ἀπώλλυ [ἀντ. β. πολεμοφθόροισιν ἄταις, θεομήστωρ δ’ ἐκικλῄσκετο Πέρσαις, θεομήστωρ δ’ ἔσκεν, ἐπεὶ στρατὸν εὖ ποδούχει. ἠέ. βαλλήν, ἀρχαῖος [στρ. γ. βαλλήν, ἴθι, ἱκοῦ· ἔλθ’ ἐπ’ ἄκρον κόρυμβον ὄχθου, κροκόβαπτον ποδὸς εὔμαριν ἀείρων, βασιλείου τιήρας φάλαρον πιφαύσκων. βάσκε πάτερ ἄκακε Δαριάν, οἴ. ὅπως αἰανῆ [ἀντ. γ. [665] ΧΟΡΟΣ: κλύῃς νέα τ’ ἄχη, δέσποτα δεσποτᾶν φάνηθι. Στυγία γάρ τις ἐπ’ ἀχλὺς πεπόταται· νεολαία γὰρ ἤδη κατὰ πᾶσ’ ὄλωλεν. βάσκε πάτερ ἄκακε Δαριάν, οἴ. αἰαῖ αἰαῖ· [ἐπῳδός. ὦ πολύκλαυτε φίλοισι θανών, τί τάδε, δυνάστα, δυνάστα, περισσὰ δίδυμα δὶς γοέδν’ ἁμάρτια; πᾶσαι γᾷ τᾷδ’ ἐξέφθινται τρίσκαλμοι νᾶες ἄναες ἄναες. [685] ΕΙΔΩΛΟΝ ΔΑΡΕΙΟΥ: ὦ πιστὰ πιστῶν ἥλικές θ’ ἥβης ἐμῆς Πέρσαι γεραιοί, τίνα πόλις πονεῖ πόνον; στένει, κέκοπται, καὶ χαράσσεται πέδον. λεύσσων δ’ ἄκοιτιν τὴν ἐμὴν τάφου πέλας ταρβῶ, χοὰς δὲ πρευμενὴς ἐδεξάμην. ὑμεῖς δὲ θρηνεῖτ’ ἐγγὺς ἑστῶτες τάφου καὶ ψυχαγωγοῖς ὀρθιάζοντες γόοις οἰκτρῶς καλεῖσθέ μ’· ἐστὶ δ’ οὐκ εὐέξοδον ἄλλως τε πάντως, χοἰ κατὰ χθονὸς θεοὶ λαβεῖν ἀμείνους εἰσὶν ἢ μεθιέναι. ὅμως δ’ ἐκείνοις ἐνδυναστεύσας ἐγὼ ἥκω· τάχυνε δ’, ὡς ἄμεμπτος ὦ χρόνου. τί ἐστὶ Πέρσαις νεοχμὸν ἐμβριθὲς κακόν; [695] ΧΟΡΟΣ: σέβομαι μὲν προσιδέσθαι, [στρ. σέβομαι δ’ ἀντία λέξαι σέθεν ἀρχαίῳ περὶ τάρβει. [700] ΔΑΡΕΙΟΣ: ἀλλ’ ἐπεὶ κάτωθεν ἦλθον σοῖς γόοις πεπεισμένος, μή τι μακιστῆρα μῦθον ἀλλὰ σύντομον λέγων εἰπὲ καὶ πέραινε πάντα, τὴν ἐμὴν αἰδῶ μεθείς. ΧΟΡΟΣ: δίομαι μὲν χαρίσασθαι, [ἀντ. δίομαι δ’ ἀντία φάσθαι, λέξας δύσλεκτα φίλοισιν. [705] ΔΑΡΕΙΟΣ: ἀλλ’ ἐπεὶ δέος παλαιὸν σοὶ φρενῶν ἀνθίσταται, τῶν ἐμῶν λέκτρων γεραιὰ ξύννομ’, εὐγενὲς γύναι, κλαυμάτων λήξασα τῶνδε καὶ γόων σαφές τί μοι λέξον. ἀνθρώπεια δ’ ἄν τοι πήματ’ ἂν τύχοι βροτοῖς. πολλὰ μὲν γὰρ ἐκ θαλάσσης, πολλὰ δ’ ἐκ χέρσου κακὰ γίγνεται θνητοῖς, ὁ μάσσων βίοτος ἢν ταθῇ πρόσω. [710] ΑΤΟΣΣΑ: ὦ βροτῶν πάντων ὑπερσχὼν ὄλβον εὐτυχεῖ πότμῳ, ὡς ἕως τ’ ἔλευσσες αὐγὰς ἡλίου ζηλωτὸς ὢν βίοτον εὐαίωνα Πέρσαις ὡς θεὸς διήγαγες, νῦν τέ σε ζηλῶ θανόντα, πρὶν κακῶν ἰδεῖν βάθος. πάντα γάρ, Δαρεῖ’, ἀκούσῃ μῦθον ἐν βραχεῖ χρόνῳ· διαπεπόρθηται τὰ Περσῶν πράγμαθ’, ὡς εἰπεῖν ἔπος. ΔΑΡΕΙΟΣ: τίνι τρόπῳ; λοιμοῦ τις ἦλθε σκηπτός, ἢ στάσις πόλει; ΑΤΟΣΣΑ: οὐδαμῶς· ἀλλ’ ἀμφ’ Ἀθήνας πᾶς κατέφθαρται στρατός. ΔΑΡΕΙΟΣ: τίς δ’ ἐμῶν ἐκεῖσε παίδων ἐστρατηλάτει; φράσον. ΑΤΟΣΣΑ: θούριος Ξέρξης, κενώσας πᾶσαν ἠπείρου πλάκα. [720] ΔΑΡΕΙΟΣ: πεζὸς ἢ ναύτης δὲ πεῖραν τήνδ’ ἐμώρανεν τάλας; ΑΤΟΣΣΑ: ἀμφότερα· διπλοῦν μέτωπον ἦν δυοῖν στρατευμάτοιν. ΔΑΡΕΙΟΣ: πῶς δὲ καὶ στρατὸς τοσόσδε πεζὸς ἤνυσεν περᾶν; ΑΤΟΣΣΑ: μηχαναῖς ἔζευξεν Ἕλλης πορθμόν, ὥστ’ ἔχειν πόρον. ΔΑΡΕΙΟΣ: καὶ τόδ’ ἐξέπραξεν, ὥστε Βόσπορον κλῇσαι μέγαν; [725] ΑΤΟΣΣΑ: ὧδ’ ἔχει· γνώμης δέ πού τις δαιμόνων ξυνήψατο. ΔΑΡΕΙΟΣ: φεῦ, μέγας τις ἦλθε δαίμων, ὥστε μὴ φρονεῖν καλῶς. ΑΤΟΣΣΑ: ὡς ἰδεῖν τέλος πάρεστιν οἷον ἤνυσεν κακόν. ΔΑΡΕΙΟΣ: καὶ τί δὴ πράξασιν αὐτοῖς ὧδ’ ἐπιστενάζετε; ΑΤΟΣΣΑ: ναυτικὸς στρατὸς κακωθεὶς πεζὸν ὤλεσε στρατόν. [730] ΔΑΡΕΙΟΣ: ὧδε παμπήδην δὲ λαὸς πᾶς κατέφθαρται δορί; ΑΤΟΣΣΑ: πρὸς τάδ’ ὡς Σούσων μὲν ἄστυ πᾶν κενανδρίαν στένει ‑ ΔΑΡΕΙΟΣ: ὦ πόποι κεδνῆς ἀρωγῆς κἀπικουρίας στρατοῦ. ΑΤΟΣΣΑ: Βακτρίων δ’ ἔρρει πανώλης δῆμος †οὐδέ τις γέρων. ΔΑΡΕΙΟΣ: ὦ μέλεος, οἵαν ἄρ’ ἥβην ξυμμάχων ἀπώλεσεν. [735] ΑΤΟΣΣΑ: μονάδα δὲ Ξέρξην ἔρημόν φασιν οὐ πολλῶν μέτα ‑ ΔΑΡΕΙΟΣ: πῶς τε δὴ καὶ ποῖ τελευτᾶν; ἔστι τις σωτηρία; ΑΤΟΣΣΑ: ἄσμενον μολεῖν γέφυραν γαῖν δυοῖν ζευκτηρίαν. ΔΑΡΕΙΟΣ: καὶ πρὸς ἤπειρον σεσῶσθαι τήνδε, τοῦτ’ ἐτήτυμον; ΑΤΟΣΣΑ: ναί· λόγος κρατεῖ σαφηνὴς τοῦτό γ’· οὐκ ἔνι στάσις. [740] ΔΑΡΕΙΟΣ: φεῦ, ταχεῖά γ’ ἦλθε χρησμῶν πρᾶξις, ἐς δὲ παῖδ’ ἐμὸν Ζεὺς ἀπέσκηψεν τελευτὴν θεσφάτων· ἐγὼ δέ που διὰ μακροῦ χρόνου τάδ’ ηὔχουν ἐκτελευτήσειν θεούς· ἀλλ’, ὅταν σπεύδῃ τις αὐτός, χὠ θεὸς συνάπτεται. νῦν κακῶν ἔοικε πηγὴ πᾶσιν ηὑρῆσθαι φίλοις. παῖς δ’ ἐμὸς τάδ’ οὐ κατειδὼς ἤνυσεν νέῳ θράσει· ὅστις Ἑλλήσποντον ἱρὸν δοῦλον ὣς δεσμώμασιν ἤλπισε σχήσειν ῥέοντα, Βόσπορον ῥόον θεοῦ· καὶ πόρον μετερρύθμιζε, καὶ πέδαις σφυρηλάτοις περιβαλὼν πολλὴν κέλευθον ἤνυσεν πολλῷ στρατῷ. θνητὸς ὢν θεῶν τε πάντων ᾤετ’, οὐκ εὐβουλίᾳ, καὶ Ποσειδῶνος κρατήσειν· πῶς τάδ’ οὐ νόσος φρενῶν εἶχε παῖδ’ ἐμόν; δέδοικα μὴ πολὺς πλούτου πόνος οὑμὸς ἀνθρώποις γένηται τοῦ φθάσαντος ἁρπαγή. [755] ΑΤΟΣΣΑ: ταῦτά τοι κακοῖς ὁμιλῶν ἀνδράσιν διδάσκεται θούριος Ξέρξης· λέγουσι δ’ ὡς σὺ μὲν μέγαν τέκνοις πλοῦτον ἐκτήσω ξὺν αἰχμῇ, τὸν δ’ ἀνανδρίας ὕπο ἔνδον αἰχμάζειν, πατρῷον δ’ ὄλβον οὐδὲν αὐξάνειν. τοιάδ’ ἐξ ἀνδρῶν ὀνείδη πολλάκις κλύων κακῶν τήνδ’ ἐβούλευσεν κέλευθον καὶ στράτευμ’ ἐφ’ Ἑλλάδα. [760] ΔΑΡΕΙΟΣ: τοιγάρ σφιν ἔργον ἐστὶν ἐξειργασμένον μέγιστον, αἰείμνηστον, οἷον οὐδέπω τόδ’ ἄστυ Σούσων ἐξεκείνωσ’ ἐμπεσόν, ἐξ οὗτε τιμὴν Ζεὺς ἄναξ τήνδ’ ὤπασεν, ἕν’ ἄνδρα πάσης Ἀσίδος μηλοτρόφου ταγεῖν, ἔχοντα σκῆπτρον εὐθυντήριον. Μῆδος γὰρ ἦν ὁ πρῶτος ἡγεμὼν στρατοῦ· ἄλλος δ’ ἐκείνου παῖς τόδ’ ἔργον ἤνυσεν· φρένες γὰρ αὐτοῦ θυμὸν ᾠακοστρόφουν. τρίτος δ’ ἀπ’ αὐτοῦ Κῦρος, εὐδαίμων ἀνήρ, ἄρξας ἔθηκε πᾶσιν εἰρήνην φίλοις· Λυδῶν δὲ λαὸν καὶ Φρυγῶν ἐκτήσατο, Ἰωνίαν τε πᾶσαν ἤλασεν βίᾳ. θεὸς γὰρ οὐκ ἤχθηρεν, ὡς εὔφρων ἔφυ. Κύρου δὲ παῖς τέταρτος ηὔθυνε στρατόν. πέμπτος δὲ Μάρδος ἦρξεν, αἰσχύνη πάτρᾳ θρόνοισί τ’ ἀρχαίοισι· τὸν δὲ σὺν δόλῳ Ἀρταφρένης ἔκτεινεν ἐσθλὸς ἐν δόμοις, ξὺν ἀνδράσιν φίλοισιν, οἷς τόδ’ ἦν χρέος. [ἕκτος δὲ Μάραφις, ἕβδομος δ’ Ἀρταφρένης.] κἀγὼ πάλου τ’ ἔκυρσα τοῦπερ ἤθελον, [780] ΕΙΔΩΛΟΝ ΔΑΡΕΙΟΥ: κἀπεστράτευσα πολλὰ σὺν πολλῷ στρατῷ· ἀλλ’ οὐ κακὸν τοσόνδε προσέβαλον πόλει. Ξέρξης δ’ ἐμὸς παῖς νέος ἐὼν νέα φρονεῖ, κοὐ μνημονεύει τὰς ἐμὰς ἐπιστολάς· εὖ γὰρ σαφῶς τόδ’ ἴστ’, ἐμοὶ ξυνήλικες, ἅπαντες ἡμεῖς, οἳ κράτη τάδ’ ἔσχομεν, οὐκ ἂν φανεῖμεν πήματ’ ἔρξαντες τόσα. [790] ΧΟΡΟΣ: τί οὖν, ἄναξ Δαρεῖε; ποῖ καταστρέφεις λόγων τελευτήν; πῶς ἂν ἐκ τούτων ἔτι πράσσοιμεν ὡς ἄριστα Περσικὸς λεώς; ΔΑΡΕΙΟΣ: εἰ μὴ στρατεύοισθ’ ἐς τὸν Ἑλλήνων τόπον, μηδ’ εἰ στράτευμα πλεῖον ᾖ τὸ Μηδικόν. αὐτὴ γὰρ ἡ γῆ ξύμμαχος κείνοις πέλει. ΧΟΡΟΣ: πῶς τοῦτ’ ἔλεξας, τίνι τρόπῳ δὲ συμμαχεῖ; [795] ΔΑΡΕΙΟΣ: κτείνουσα λιμῷ τοὺς ὑπερπόλλους ἄγαν. ΧΟΡΟΣ: ἀλλ’ εὐσταλῆ τοι λεκτὸν ἀροῦμεν στόλον. ΔΑΡΕΙΟΣ: ἀλλ’ οὐδ’ ὁ μείνας νῦν ἐν Ἑλλάδος τόποις στρατὸς κυρήσει νοστίμου σωτηρίας. [800] ΧΟΡΟΣ: πῶς εἶπας; οὐ γὰρ πᾶν στράτευμα βαρβάρων περᾷ τὸν Ἕλλης πορθμὸν Εὐρώπης ἄπο; ΔΑΡΕΙΟΣ: παῦροί γε πολλῶν, εἴ τι πιστεῦσαι θεῶν χρὴ θεσφάτοισιν, ἐς τὰ νῦν πεπραγμένα βλέψαντα· συμβαίνει γὰρ οὐ τὰ μέν, τὰ δ’ οὔ. κεἴπερ τάδ’ ἐστί, πλῆθος ἔκκριτον στρατοῦ λείπει κεναῖσιν ἐλπίσιν πεπεισμένος. μίμνουσι δ’ ἔνθα πεδίον Ἀσωπὸς ῥοαῖς ἄρδει, φίλον πίασμα Βοιωτῶν χθονί· οὗ σφιν κακῶν ὕψιστ’ ἐπαμμένει παθεῖν, ὕβρεως ἄποινα κἀθέων φρονημάτων· οἳ γῆν μολόντες Ἑλλάδ’ οὐ θεῶν βρέτη ᾐδοῦντο συλᾶν οὐδὲ πιμπράναι νεώς· βωμοὶ δ’ ἄιστοι, δαιμόνων θ’ ἱδρύματα πρόρριζα φύρδην ἐξανέστραπται βάθρων. τοιγὰρ κακῶς δράσαντες οὐκ ἐλάσσονα πάσχουσι, τὰ δὲ μέλλουσι, κοὐδέπω κακῶν κρηπὶς ὕπεστιν, ἀλλ’ ἔτ’ ἐκπιδύεται. τόσος γὰρ ἔσται πέλανος αἱματοσφαγὴς πρὸς γῇ Πλαταιῶν Δωρίδος λόγχης ὕπο· θῖνες νεκρῶν δὲ καὶ τριτοσπόρῳ γονῇ ἄφωνα σημανοῦσιν ὄμμασιν βροτῶν [820] ΕΙΔΩΛΟΝ ΔΑΡΕΙΟΥ: ὡς οὐχ ὑπέρφευ θνητὸν ὄντα χρὴ φρονεῖν. ὕβρις γὰρ ἐξανθοῦσ’ ἐκάρπωσεν στάχυν ἄτης, ὅθεν πάγκλαυτον ἐξαμᾷ θέρος. τοιαῦθ’ ὁρῶντες τῶνδε τἀπιτίμια μέμνησθ’ Ἀθηνῶν Ἑλλάδος τε, μηδέ τις ὑπερφρονήσας τὸν παρόντα δαίμονα ἄλλων ἐρασθεὶς ὄλβον ἐκχέῃ μέγαν. Ζεύς τοι κολαστὴς τῶν ὑπερκόμπων ἄγαν φρονημάτων ἔπεστιν, εὔθυνος βαρύς. πρὸς ταῦτ’ ἐκεῖνον, σωφρονεῖν κεχρημένοι, πινύσκετ’ εὐλόγοισι νουθετήμασιν, λῆξαι θεοβλαβοῦνθ’ ὑπερκόμπῳ θράσει. σὺ δ’, ὦ γεραιὰ μῆτερ ἡ Ξέρξου φίλη, ἐλθοῦσ’ ἐς οἴκους κόσμον ὅστις εὐπρεπὴς λαβοῦσ’ ὑπαντίαζε παιδί. †πάντα γὰρ κακῶν ὑπ’ ἄλγους λακίδες ἀμφὶ σώματι στημορραγοῦσι ποικίλων ἐσθημάτων. ἀλλ’ αὐτὸν εὐφρόνως σὺ πράυνον λόγοις· μόνης γάρ, οἶδα, σοῦ κλύων ἀνέξεται. ἐγὼ δ’ ἄπειμι γῆς ὑπὸ ζόφον κάτω. [840] ΕΙΔΩΛΟΝ ΔΑΡΕΙΟΥ: ὑμεῖς δέ, πρέσβεις, χαίρετ’, ἐν κακοῖς ὅμως ψυχῇ διδόντες ἡδονὴν καθ’ ἡμέραν, ὡς τοῖς θανοῦσι πλοῦτος οὐδὲν ὠφελεῖ. [845] ΧΟΡΟΣ: ἦ πολλὰ καὶ παρόντα καὶ μέλλοντ’ ἔτι ἤλγησ’ ἀκούσας βαρβάροισι πήματα. ΑΤΟΣΣΑ: ὦ δαῖμον, ὥς με πόλλ’ ἐσέρχεται κακῶν ἄλγη, μάλιστα δ’ ἥδε συμφορὰ δάκνει, ἀτιμίαν γε παιδὸς ἀμφὶ σώματι ἐσθημάτων κλύουσαν, ἥ νιν ἀμπέχει. ἀλλ’ εἶμι, καὶ λαβοῦσα κόσμον ἐκ δόμων ὑπαντιάζειν παιδί μου πειράσομαι. οὐ γὰρ τὰ φίλτατ’ ἐν κακοῖς προδώσομεν. [855] ΧΟΡΟΣ: ὦ πόποι ἦ μεγάλας ἀγαθᾶς τε πολισσονόμου βιοτᾶς ἐπεκύρσαμεν, [στρ. α. εὖθ’ ὁ γηραιὸς πανταρκὴς ἀκάκας ἄμαχος βασιλεὺς ἰσόθεος Δαρεῖος ἆρχε χώρας. πρῶτα μὲν εὐδοκίμους στρατιὰς ἀπεφαινόμεθ’, οἱ δὲ νομίσματα πύργινα [ἀντ. α. πάντ’ ἐπηύθυνον. νόστοι δ’ ἐκ πολέμων ἀπόνους ἀπαθεῖς ‹πάλιν› εὖ πράσσοντας ἆγον [ἐς] οἴκους. ὅσσας δ’ εἷλε πόλεις πόρον οὐ διαβὰς Ἅλυος ποταμοῖο, [στρ. β. οὐδ’ ἀφ’ ἑστίας συθείς, οἷαι Στρυμονίου πελάγους Ἀχελωΐδες εἰσὶ πάροικοι Θρῃκίων ἐπαύλων, λίμνας τ’ ἔκτοθεν αἳ κατὰ χέρσον ἐληλαμέναι πέρι πύργον [ἀντ. β. τοῦδ’ ἄνακτος ἄιον, Ἕλλας τ’ ἀμφὶ πόρον πλατὺν εὐχόμεναι, μυχία τε Προποντίς, καὶ στόμωμα Πόντου· νᾶσοί θ’ αἳ κατὰ πρῶν’ ἅλιον περίκλυστοι [στρ. γ. τᾷδε γᾷ προσήμεναι οἵα Λέσβος ἐλαιόφυτός τε Σάμος, Χίος, ἠδὲ Πάρος, [885] ΕΙΔΩΛΟΝ ΔΑΡΕΙΟΥ: Νάξος, Μύκονος, Τήνῳ τε συνάπτουσ’ Ἄνδρος ἀγχιγείτων. καὶ τὰς ἀγχιάλους ἐκράτυνε μεσάκτους, [ἀντ. γ. Λῆμνον, Ἰκάρου θ’ ἕδος, καὶ Ῥόδον ἠδὲ Κνίδον Κυπρίας τε πόλεις, Πάφον ἠδὲ Σόλους, Σαλαμῖνά τε, τᾶς νῦν ματρόπολις τῶνδ’ αἰτία στεναγμῶν. καὶ τὰς εὐκτεάνους κατὰ κλῆρον Ἰαόνιον πολυάνδρους [ἐπῳδός. Ἑλλάνων ἐκράτυνε †σφετέραις φρεσίν. ἀκάματον δὲ παρῆν σθένος ἀνδρῶν τευχηστήρων παμμείκτων τ’ ἐπικούρων. νῦν δ’ οὐκ ἀμφιλόγως θεότρεπτα τάδ’ αὖ φέρομεν, πολέμοιο δμαθέντες μεγάλως πλαγαῖσι ποντίαισιν. [910] ΞΕΡΞΗΣ: ἰὼ ἰὼ, δύστηνος ἐγὼ στυγερᾶς μοίρας τῆσδε κυρήσας ἀτεκμαρτοτάτης, ὡς ὠμοφρόνως δαίμων ἐνέβη Περσῶν γενεᾷ· τί πάθω τλήμων; λέλυται γὰρ ἐμῶν γυίων ῥώμη. τήνδ’ ἡλικίαν ἐσιδόντ’ ἀστῶν, εἴθ’ ὄφελεν, Ζεῦ, κἀμὲ μετ’ ἀνδρῶν τῶν οἰχομένων θανάτου κατὰ μοῖρα καλύψαι. [920] ΧΟΡΟΣ: ὀτοτοῖ, βασιλεῦ, στρατιᾶς ἀγαθῆς καὶ περσονόμου τιμῆς μεγάλης, κόσμου τ’ ἀνδρῶν, οὓς νῦν δαίμων ἐπέκειρεν. γᾶ δ’ αἰάζει τὰν ἐγγαίαν ἥβαν Ξέρξᾳ κταμέναν, Ἅιδου σάκτορι Περσᾶν· †ἀγδαβάται γὰρ πολλοὶ φῶτες, χώρας ἄνθος, τοξοδάμαντες, πάνυ ταρφύς τις μυριὰς ἀνδρῶν, ἐξέφθινται. αἰαῖ αἰαῖ κεδνᾶς ἀλκᾶς, Ἀσία δὲ χθών, βασιλεῦ γαίας, αἰνῶς αἰνῶς ἐπὶ γόνυ κέκλιται. [935] ΞΕΡΞΗΣ: ὅδ’ ἐγών, οἰοῖ, αἰακτός, [στρ. α. μέλεος γέννᾳ γᾷ τε πατρῴᾳ κακὸν ἄρ’ ἐγενόμαν. ΧΟΡΟΣ: νόστου σοι τὰν πρόσφθογγον κακοφάτιδα βοάν, κακομέλετον ἰὰν Μαριανδυνοῦ θρηνητῆρος πέμψω πέμψω, πολύδακρυν ἰαχάν. ΞΕΡΞΗΣ: ἵετ’ αἰανῆ [καὶ] πάνδυρτον [ἀντ. α. δύσθροον αὐδάν. δαίμων γὰρ ὅδ’ αὖ μετάτροπος ἐπ’ ἐμοί. [945] ΧΟΡΟΣ: ἥσω τοι τὰν πάνδυρτον, ζαπαθέα τε σέβων ἁλίτυπά τε βάρη, πόλεως γέννας πενθητῆρος. ‹κλάγξω› κλάγξω δὲ γόον ἀρίδακρυν. ‹ΞΕ.› Ἰάων γὰρ ἀπηύρα, [στρ. β. Ἰάων ναύφαρκτος Ἄρης ἑτεραλκὴς νυχίαν πλάκα κερσάμενος δυσδαίμονά τ’ ἀκτάν. ΧΟΡΟΣ: ‑ οἰοιοῖ, βόα καὶ πάντ’ ἐκπεύθου. ‑ ποῦ δὲ φίλων ἄλλος ὄχλος; ‑ ποῦ δέ σοι παραστάται, οἷος ἦν Φαρανδάκης, Σούσας, Πελάγων, Δοτάμας, Ψάμμις, Σουσισκάνης τ’, ἠδ’ Ἀγαβάτας Ἀγαβάτανα λιπών; [965] ΞΕΡΞΗΣ: ὀλοοὺς ἀπέλειπον [ἀντ. β Τυρίας ἐκ ναὸς ἔρροντας ἐπ’ ἀκταῖς Σαλαμινιάσι, στυφελοῦ θείνοντας ἐπ’ ἀκτᾶς. [970] ΧΟΡΟΣ: ‑ οἰοιοῖ, ποῦ δή σοι Φαρνοῦχος; ‑ κἀριόμαρδός γ’ ἀγαθός; ‑ ποῦ δὲ Σευάλκης ἄναξ, ἢ Λίλαιος εὐπάτωρ, Μέμφις, Θάρυβις, καὶ Μασίστρας, Ἀρτεμβάρης τ’ ἠδ’ Ὑσταίχμας; τάδε σ’ ἐπανέρομαι. [975] ΞΕΡΞΗΣ: ἰὼ ἰώ μοι, [στρ. γ. τὰς ὠγυγίους κατιδόντες στυγνὰς Ἀθάνας πάντες ἑνὶ πιτύλῳ, ἐἕ, ἐἕ, τλάμονες ἀσπαίρουσι χέρσῳ. [980] ΧΟΡΟΣ: ἦ καὶ τὸν Πέρσαν αὐτοῦ τὸν σὸν πιστὸν πάντ’ ὀφθαλμὸν μυρία μυρία πεμπαστὰν Βατανώχου παῖδ’ Ἄλπιστον . . . . . τοῦ Σησάμα τοῦ Μεγαβάτα, Πάρθον τε μέγαν τ’ Οἰβάρην ἔλιπες ἔλιπες; ὢ ὢ ‹ὢ› δᾴων. Πέρσαις ἀγαυοῖς κακὰ πρόκακα λέγεις. [990] ΞΕΡΞΗΣ: ἴυγγά μοι δῆτ’ [ἀντ. γ. ἀγαθῶν ἑτάρων ὑπορίνεις, ‹ἄλαστ’› ἄλαστα στυγνὰ πρόκακα λέγων. βοᾷ βοᾷ ‹μοι› μελέων ἔντοσθεν ἦτορ. [995] ΧΟΡΟΣ: καὶ μὴν ἄλλους γε ποθοῦμεν, Μάρδων ἀνδρῶν μυριοταγὸν Ξάνθην, Ἀρίων τ’ Ἀγχάρην, Δίαιξίν τ’ ἠδ’ Ἀρσάκην ἱππιάνακτας, κἠγδαδάταν καὶ Λυθίμναν Τόλμον τ’ αἰχμᾶς ἀκόρεστον. ἔταφον ἔταφον, οὐκ ἀμφὶ σκηναῖς τροχηλάτοις, ‹οὐκ› ὄπιθεν ἑπομένους. ΞΕΡΞΗΣ: βεβᾶσι γὰρ τοίπερ ἀγρέται στρατοῦ. [στρ. δ. ΧΟΡΟΣ: βεβᾶσιν, οἴ, νώνυμοι. [1005] ΞΕΡΞΗΣ: ἰὴ ἰή, ἰὼ ἰώ. ΧΟΡΟΣ: ἰὼ ἰώ, δαίμονες, ἔθεσθ’ ἄελπτον κακὸν διαπρέπον, οἷον δέδορκεν Ἄτα. ΞΕΡΞΗΣ: πεπλήγμεθ’ οἵᾳ δι’ αἰῶνος τύχᾳ· ἀντ. δ.[ [1010] ΧΟΡΟΣ: πεπλήγμεθ’· εὔδηλα γάρ· ΞΕΡΞΗΣ: νέᾳ νέᾳ δύᾳ δύᾳ· [1014] ΧΟΡΟΣ: Ἰαόνων ναυβατᾶν κύρσαντες οὐκ εὐτυχῶς. δυσπόλεμον δὴ γένος τὸ Περσᾶν. ΞΕΡΞΗΣ: πῶς δ’ οὔ; στρατὸν μὲν τοσοῦτον τάλας πέπληγμαι. [στρ. ε. ΧΟΡΟΣ: τί δ’ οὐκ ὄλωλεν, μεγάλατε, Περσᾶν; ΞΕΡΞΗΣ: ὁρᾷς τὸ λοιπὸν τόδε τᾶς ἐμᾶς στολᾶς; [1020] ΧΟΡΟΣ: ὁρῶ ὁρῶ. ΞΕΡΞΗΣ: τόνδε τ’ ὀιστοδέγμονα ‑ ΧΟΡΟΣ: τί τόδε λέγεις σεσωμένον; ΞΕΡΞΗΣ: θησαυρὸν βελέεσσιν. ΧΟΡΟΣ: βαιά γ’ ὡς ἀπὸ πολλῶν. [1025] ΞΕΡΞΗΣ: ἐσπανίσμεθ’ ἀρωγῶν. ΧΟΡΟΣ: Ἰάνων λαὸς οὐ φυγαίχμας. ΞΕΡΞΗΣ: ἄγαν ἄρειος· κατεῖδον δὲ πῆμ’ ἄελπτον. [ἀντ. ε. [1030] ΧΟΡΟΣ: τραπέντα ναύφρακτον ἐρεῖς ὅμιλον; ΞΕΡΞΗΣ: πέπλον δ’ ἐπέρρηξ’ ἐπὶ συμφορᾷ κακοῦ. ΧΟΡΟΣ: παπαῖ παπαῖ. ΞΕΡΞΗΣ: καὶ πλέον ἢ παπαῖ μὲν οὖν. ΧΟΡΟΣ: δίδυμα γάρ ἐστι καὶ τριπλᾶ ‑ [1035] ΞΕΡΞΗΣ: λυπρά, χάρματα δ’ ἐχθροῖς. ΧΟΡΟΣ: καὶ σθένος γ’ ἐκολούθη ‑ ΞΕΡΞΗΣ: γυμνός εἰμι προπομπῶν. ΧΟΡΟΣ: φίλων ἄταισι ποντίαισιν. ΞΕΡΞΗΣ: δίαινε δίαινε πῆμα· πρὸς δόμους δ’ ἴθι. [στρ. ζ. [1040] ΧΟΡΟΣ: διαίνομαι γοεδνὸς ὤν. ΞΕΡΞΗΣ: βόα νυν ἀντίδουπά μοι. ΧΟΡΟΣ: δόσιν κακὰν κακῶν κακοῖς. ΞΕΡΞΗΣ: ἴυζε μέλος ὁμοῦ τιθείς. [1045] ΧΟΡΟΣ: ὀτοτοτοτοῖ. βαρεῖά γ’ ἅδε συμφορά. οἴ, μάλα καὶ τόδ’ ἀλγῶ. ΞΕΡΞΗΣ: ἔρεσσ’ ἔρεσσε καὶ στέναζ’ ἐμὴν χάριν. [ἀντ. ζ. ΧΟΡΟΣ: αἰαῖ αἰαῖ, δύα δύα. ΞΕΡΞΗΣ: βόα νυν ἀντίδουπά μοι. [1050] ΧΟΡΟΣ: μέλειν πάρεστι, δέσποτα. ΞΕΡΞΗΣ: ἐπορθίαζέ νυν γόοις. ΧΟΡΟΣ: ὀτοτοτοτοῖ. μέλαινα δ’ ἀμμεμείξεται, οἴ, στονόεσσα πλαγά. [1055] ΞΕΡΞΗΣ: καὶ στέρν’ ἄρασσε κἀπιβόα τὸ Μύσιον. [στρ. η. ΧΟΡΟΣ: ἀνία, ἀνία. ΞΕΡΞΗΣ: καί μοι γενείου πέρθε λευκήρη τρίχα. ΧΟΡΟΣ: ἄπριγδ’ ἄπριγδα μάλα γοεδνά. ΞΕΡΞΗΣ: ἀύτει δ’ ὀξύ. [1060] ΧΟΡΟΣ: καὶ τάδ’ ἔρξω. ΞΕΡΞΗΣ: πέπλον δ’ ἔρεικε κολπίαν ἀκμῇ χερῶν. [ἀντ. η. ΧΟΡΟΣ: ἀνία, ἀνία. ΞΕΡΞΗΣ: καὶ ψάλλ’ ἔθειραν καὶ κατοίκτισαι στρατόν. ΧΟΡΟΣ: ἄπριγδ’ ἄπριγδα μάλα γοεδνά. [1065] ΞΕΡΞΗΣ: διαίνου δ’ ὄσσε. ΧΟΡΟΣ: τέγγομαί τοι. ΞΕΡΞΗΣ: βόα νυν ἀντίδουπά μοι. [ἐπῳδός. ΧΟΡΟΣ: οἰοῖ οἰοῖ. [1070] ΞΕΡΞΗΣ: αἰακτὸς ἐς δόμους κίε. ΧΟΡΟΣ: ἰὼ ἰώ [Περσὶς αἶα δύσβατος.] ΞΕΡΞΗΣ: ἰωὰ δὴ κατ’ ἄστυ. ΧΟΡΟΣ: ἰωὰ δῆτα, ναὶ ναί. ΞΕΡΞΗΣ: γοᾶσθ’ ἁβροβάται. [1075] ΧΟΡΟΣ: ἰὼ ἰώ, Περσὶς αἶα δύσβατος. ΞΕΡΞΗΣ: ἠὴ ἠή, τρισκάλμοισιν, ἠὴ ἠή, βάρισιν ὀλόμενοι. ΧΟΡΟΣ: πέμψω τοί σε δυσθρόοις γόοις.