The Fragments of Anacreon — Anacreon ==================================== ΑΝΑΚΡΕΟΝΤΟΣ ΑΠΟΣΠΑΣΜΑΤΑ Translation/edition: Greek text Language: Ancient Greek Read in Plato Scroll: https://plato-scroll.com/s/anacreon-fragments/ This file: https://plato-scroll.com/text/anacreon-fragments-e.txt Other editions of this work: - J. M. Edmonds (Loeb Classical Library, 1924): https://plato-scroll.com/text/anacreon-fragments.txt Sources and licences: https://plato-scroll.com/attribution.html Numbers in [brackets] are the edition's reference loci (Stephanus, Bekker, book.line, page...). Superscript numerals refer to the Notes at the end. ## ΑΝΑΚΡΕΟΝΤΟΣ ΑΠΟΣΠΑΣΜΑΤΑ ## Fr. 1 I . . . οὐδε...[.]σ.φ..α..[...]..[ φοβερὰς δ’ ἔχεις πρὸς ἄλλωι φρένας, ὦ καλλιπρό[ς]ωπε παίδ[ων· καί σε δοκεῖ μενε[...̣].....[ 5 πυκινῶς ἔχουσα[ ἀτιτάλλειν· σ[.].[....]...[ τὰς ὑακιν[θίνας ἀρ]ούρας ἵ]να Κύπρις ἐκ λεπάδνων ....][.]α[ς κ]ατέδησεν ἵππους· 10 ......]δ’ ἐν μέσωι κατῆξας ......]ωι δι’ ἅσσα πολλοὶ πολ]ιητέων φρένας ἐπτοέαται· λεωφ]όρε λεωφόρ’ Ἡρο[τ]ίμη, ## Fr. 1 II []λη γάρ εἰς· [ ]ειν· [ ]κ̣ι [ ]ο̣ν 5 . . . ## Fr. 1 IV [χα]λεπ̣ῶ̣ι̣ δεπυκτάλιζ.[ [ ]αν ὁρέω τε κἀνακύπτω[ [ ].ωι πολλὴν ὀφείλω []ν̣ χάριν ἐκφυγὼν ἔρωτα[ [ ]νυσε παντάπασι, δεσμ[ῶν [ ]. χαλεπῶν δι’ Ἀφροδίτη[ [ ]φέροι μὲν οἶνον ἄγγ.[ [ ]φέροι δ’ ὕδω[ρ].λαφλ̣[ [ ].ε καλέοι[..]ιν[ [ ]χαρις, ἄρτ̣[..]ς δ[ [ ].[ . . . . . . [ ].[ [ ]α·λε[ [ ]πεσ[ [ ]ννυχ[ 5 [ ] ειδε̣μ.[ ἡδύ τε καὶ π̣[ ἀλλ’ ἐρόεντα[ δῶρα πάρεστ[ Πιερίδων, β[ 10 κα[ὶ] Χάρισιν,[ δ’ ἡ[....]̣.[.].[ .[ ‹quot vv. perierint incertum› [ ]....[ [ ].ος, χαλ.[ 15 [ ].α χαροπο.[ [ ] πάννυχος πετοίμην [ [ ἰ]χθυοέντων δελιπ [ [] χρυσολόφους Παλλάδ[ος []τηλόθεν.[ 20 [ ἄ]νθεσιν β[ [ ]ικία δ’ ὑψ[ [ ].οναε[ . . . ## Fr. 1 V []υστ̣[ [ ]νθ̣[ [ ]ω[ [].ιδ[.].[ []α̣σλε[ [].αν [ [ ] . . . ## Fr. 1 VII . . . [].α.[ [ ]ωνβιον[ [ ]λοκοντ̣α̣[ [ ]αδυσποτ[ 5 []κερονν̣[ . . . ## Fr. 1 VIII . . . [].μαπ[ [ ].αις [ [ ].τον[ . . . ## Fr. 1 IX . . . []μεριμ[ [ ]διτην [ [ ]υμον[ [ ]ὰνυστ̣[ [ ].[ . . . ## Fr. 1 XII . . . [ ]κομ[ []ν̣δρ̣.[ []..[.].[ [].νεν̣[ [ ]λεπ[ []υ̣κτο[ . . . ## Fr. 1 XIII . . . [].ραδα[ []α̣φρον[ [ ]ένθα[ . . . ## Fr. 1 XIV . . . [ ]Ϡ σμερ̣δ [] [] . . . ## Fr. 2 I καὶ κ[όμη]ς, ἥ τοι κατ’ ἁβρὸν ἐσκία[ζ]εν αὐχένα· νῦν δ̣ὲ̣ δ̣ὴ σὺ μὲν στολοκρός, ἡ δ’ ἐς αὐχμηρὰς πεσοῦσα 5 χεῖρας ἀθρόη μέλαιναν ἐς κόνιν κατερρύη τλημον[.]σ̣ τομῆι σιδήρου περιπεσο[ῦ]σ’· ἐ̣γ̣ὼ δ’ ἄσηισι τείρομαι· τί γάρ τις ἔρξηι 10 μηδ’ ὑπὲρ Θ̣ρήικης τυχών; οἰκτρὰ δὴ φρονεῖν ἀκου[ τὴν ἀρίγνωτον γυναῖ[κα πολλάκις δ̣ὲ̣ δ̣ὴ τόδ’ εἰπ[εῖν δαίμον’ αἰτιωμέ[ν]η̣ν· 15 ὡ]ς ἂν εὖ πάθοιμι, μῆτερ, εἴ] μ’ ἀμείλιχον φέρουσα π]όντον ἐσβάλοις θυίοντα [ π]ορφ[υρ]έοισι κύμασι[ [ ].[ ]..[]..[ . . . ## Fr. 2 II [ ]...[ [ ].ατα̣[ [ ]κορον[ [].τα..[ 5 [ ]αμο..[ [ ].νβ..[ [ ].ην̣.[ . . . . . ## Fr. 3 γουνοῦμαί σ’ ἐλαφηβόλε ξανθὴ παῖ Διὸς ἀγρίων δέσποιν’ Ἄρτεμι θηρῶν· ἥ κου νῦν ἐπὶ Ληθαίου 5 δίνηισι θρασυκαρδίων ἀνδρῶν ἐσκατορᾶις πόλιν χαίρουσ’, οὐ γὰρ ἀνημέρους ποιμαίνεις πολιήτας. ## Fr. 4 οὗτος δηὖτ’ Ἰηλυσίους τίλλει τοὺς κυανάσπιδας. ## Fr. 6 σινάμωροι πολεμίζουσι θυρωρῶι ## Fr. 7 ‹ὁ› Μεγιστῆς δ’ ὁ φιλόφρων δέκα δὴ μῆνες ἐπεί τε στεφανοῦταί τε λύγωι καὶ τρύγα πίνει μελιηδέα. ## Fr. 8 μυθιῆται δ’ ἀνὰ νῆσον ὦ Μεγιστῆ διέπουσιν ἱρὸν ἄστυ, ## Fr. 9 καί μ’ ἐπίβωτον κατὰ γείτονας ποήσεις. ## Fr. 11a ἄγε δὴ φέρ’ ἡμὶν ὦ παῖ κελέβην, ὅκως ἄμυστιν προπίω, τὰ μὲν δέκ’ ἐγχέας 5 ὕδατος, τὰ πέντε δ’ οἴνου κυάθους ὡς ἂν ὑβριστιῶς† ἀνὰ δηὖτε βασσαρήσω. ## Fr. 11b ἄγε δηὖτε μηκέτ’ οὕτω πατάγωι τε κἀλαλητῶι Σκυθικὴν πόσιν παρ’ οἴνωι μελετῶμεν, ἀλλὰ καλοῖς ὑποπίνοντες ἐν ὕμνοις. ## Fr. 12 ὦναξ, ὧι δαμάλης Ἔρως καὶ Νύμφαι κυανώπιδες πορφυρῆ τ’ Ἀφροδίτη συμπαίζουσιν, ἐπιστρέφεαι δ’ ὑψηλὰς ὀρέων κορυφάς· 10 γουνοῦμαί σε, σὺ δ’ εὐμενὴς ἔλθ’ ἡμίν, κεχαρισμένης δ’ εὐχωλῆς ἐπακούειν· Κλεοβούλωι δ’ ἀγαθὸς γένεο 10 σύμβουλος, τὸν ἐμόν γ’ ἔρω- τ’, ὦ Δεόνυσε, δέχεσθαι. ## Fr. 13 σφαίρηι δηὖτέ με πορφυρῆι βάλλων χρυσοκόμης Ἔρως νήνι ποικιλοσαμβάλωι συμπαίζειν προκαλεῖται· 5 ἡ δ’, ἐστὶν γὰρ ἀπ’ εὐκτίτου Λέσβου, τὴν μὲν ἐμὴν κόμην, λευκὴ γάρ, καταμέμφεται, πρὸς δ’ ἄλλην τινὰ χάσκει. ## Fr. 14 Κλεοβούλου μὲν ἔγωγ’ ἐρέω, Κλεοβούλωι δ’ ἐπιμαίνομαι, Κλεόβουλον δὲ διοσκέω. ## Fr. 15 ὦ παῖ παρθένιον βλέπων δίζημαί σε, σὺ δ’ οὐ κλύεις, οὐκ εἰδὼς ὅτι τῆς ἐμῆς ψυχῆς ἡνιοχεύεις. ## Fr. 16 ἐγὼ δ’ οὔτ’ ἂν Ἀμαλθίης βουλοίμην κέρας οὔτ’ ἔτεα πεντήκοντά τε κἀκατὸν Ταρτησσοῦ βασιλεῦσαι ## Fr. 17 μεὶς μὲν δὴ Ποσιδηίων ἕστηκεν νεφέλη δ’ ὕδωρ ‹ › βαρὺ δ’ ἄγριοι χειμῶνες κατάγουσι.† ## Fr. 18 τί μὲν πέτεαι συρίγγων κοϊλώτερα στήθεα χρισάμενος μύρωι; ## Fr. 19 σὲ γάρ φη Ταργήλιος ἐμμελέως δισκεῖν ## Fr. 20 πολλὰ δ’ ἐρίβρομον Δεόνυσον ## Fr. 21 ἀλλ’ ὦ τρὶς κεκορημένε Σμερδίη ## Fr. 22 σὺ γὰρ ἦς ἔμοι- γ’ ἀστεμφής ## Fr. 23 Λευκίππην ἔπι δίνεαι ## Fr. 24 Ὁ Δ’ ὙΨΗΛᾺ νενωμένος ## Fr. 25 ΟὔΤ’ ἘΜῊΝ ἉΠΑΛῊΝ κάσιν· ## Fr. 26 οὐ δηὖτ’ ἔμπεδός†εἰμι οὐδ’ ἀστοῖσι προσηνής· ## Fr. 27 ξανθῆι δ’ Εὐρυπύληι μέλει ὁ περιφόρητος Ἀρτέμων ## Fr. 28 ἠρίστησα μὲν ἰτρίου λεπτοῦ μικρὸν ἀποκλάς, οἴνου δ’ ἐξέπιον κάδον· νῦν δ’ ἁβρῶς ἐρόεσσαν ψάλλω πηκτίδα τῆι φίληι κωμάζων παιδὶ ἁβρῆι. ## Fr. 29 ψάλλω δ’ εἴκοσι χορδαῖσι μάγαδιν†ἔχων, Ὦ Λεύκασπι, σὺ δ’ ἡβᾶις. ## Fr. 30 τίς ἐρασμίην τρέψας θυμὸν ἐς ἥβην τερένων ἡμιόπων ὑπ’ αὐλῶν ὀρχεῖται; ## Fr. 31 ἀρθεὶς δηὖτ’ ἀπὸ Λευκάδος πέτρης ἐς πολιὸν κῦμα κολυμβῶ μεθύων ἔρωτι. ## Fr. 32 ἱπποθόρων δὲ Μυσοὶ εὗρον μεῖξιν ὄνων ## Fr. 33 ἀναπέτομαι δὴ πρὸς Ὄλυμπον πτερύγεσσι κούφηις διὰ τὸν Ἔρωτ’· οὐ γὰρ ἐμοὶ ‹¯˘› θέλει συνηβᾶν. ## Fr. 34a ὑποπόλιον γένειον χρυσοφαέννων, ## Fr. 34b πτερύγων ἢ ἀετοῖς†παραπετέσθω ## Fr. 35 ΧΑῖΡΕ ΦΊΛΟΝ Φῶς χαρίεντι μειδιῶν προσώπωι· ## Fr. 36a εἶμι λαβὼν εἰσάρας,† ## Fr. 36b ἈΣΠΊΔΑ ῬΊΨΑς ΠΟΤΑΜΟῦ καλλιρόου παρ’ ὄχθας, ## Fr. 37 ΔΑΚΡΥΌΕΣΣΆΝ Τ’ ἘΦΊΛΗΣΕΝ αἰχμήν ## Fr. 38 οἰνοχόει δ’ ἀμφίπολος μελιχρὸν οἶνον τρικύαθον κελέβην ἔχουσα. ## Fr. 39 ΟὐΔ’ ἈΡΓΥΡῆ ΚΩ τότ’ ἔλαμπε Πειθώ. ## Fr. 40 ἘΚ ΠΟΤΑΜΟῦ ‘ΠΑΝΈΡΧΟΜΑΙ πάντα φέρουσα λαμπρά. ## Fr. 41 ΣΊΜΑΛΟΝ ΕἾΔΟΝ ἘΝ χορῶι πηκτίδ’ ἔχοντα καλήν. ## Fr. 42 ΤῸΝ ΜΥΡΟΠΟΙῸΝ ἨΡΌΜΗΝ Στράττιν εἰ κομήσει. ## Fr. 43 πρὶν μὲν ἔχων βερβέριον, καλύμματ’ ἐσφηκωμένα, καὶ ξυλίνους ἀστραγάλους ἐν ὠσὶ καὶ ψιλὸν περὶ πλευρῆισι ‹¯¯› βοός, νήπλυτον εἴλυμα κακῆς ἀσπίδος, ἀρτοπώλισιν κἀθελοπόρνοισιν ὁμιλέων ὁ πονηρὸς Ἀρτέμων, κίβδηλον εὑρίσκων βίον, πολλὰ μὲν ἐν δουρὶ τιθεὶς αὐχένα, πολλὰ δ’ ἐν τροχῶι, πολλὰ δὲ νῶτον σκυτίνηι μάστιγι θωμιχθείς, κόμην πώγωνά τ’ ἐκτετιλμένος· 10 νῦν δ’ ἐπιβαίνει σατινέων χρύσεα φορέων καθέρματα παῖς Κύκης†καὶ σκιαδίσκην ἐλεφαντίνην φορεῖ γυναιξὶν αὔτως ‹¯˘¯›. ## Fr. 44 ΦΊΛΗ ΓΆΡ ΕἸς ξείνοισιν· ἔασον δέ με διψέοντα πιεῖν. ## Fr. 45 ΚΑΛΛΊΚΟΜΟΙ ΚΟῦΡΑΙ ΔΙῸς ὠρχήσαντ’ ἐλαφρῶς. ## Fr. 46 ΝῦΝ Δ’ ἈΠῸ μὲν στέφανος πόλεως ὄλωλεν. ## Fr. 47 ΟὔΤΕ ΓᾺΡ ἩΜΕΤΈΡΕΙΟΝ οὔτε καλόν ## Fr. 48 ὈΡΣΌΛΟΠΟς ΜῈΝ ἌΡΗς φιλεῖ μεναίχμην ## Fr. 49a ἡδυμελὲς χαρίεσσα χελιδοῖ ## Fr. 49b ΜΝᾶΤΑΙ ΔΗὖΤΕ ΦΑΛΑΚΡῸς Ἄλεξις ## Fr. 50 πολιοὶ μὲν ἡμὶν ἤδη κρόταφοι κάρη τε λευκόν, χαρίεσσα δ’ οὐκέτ’ ἥβη πάρα, γηραλέοι δ’ ὀδόντες, 5 γλυκεροῦ δ’ οὐκέτι πολλὸς βιότου χρόνος λέλειπται· διὰ ταῦτ’ ἀνασταλύζω θαμὰ Τάρταρον δεδοικώς· Ἀίδεω γάρ ἐστι δεινὸς 10 μυχός, ἀργαλῆ δ’ ἐς αὐτὸν κάτοδος· καὶ γὰρ ἑτοῖμον καταβάντι μὴ ἀναβῆναι. ## Fr. 51 φέρ’ ὕδωρ φέρ’ οἶνον ὦ παῖ φέρε ‹δ’› ἀνθεμόεντας ἡμὶν στεφάνους ἔνεικον, ὡς δὴ πρὸς Ἔρωτα πυκταλίζω. ## Fr. 52 πλεκτὰς δ’ ὑποθυμίδας περὶ στήθεσι λωτίνας ἔθεντο. ## Fr. 53 ἀστραγάλαι δ’ Ἔρωτός εἰσιν μανίαι τε καὶ κυδοιμοί ## Fr. 54 ἐκδῦσα κιθῶνα δωριάζειν ## Fr. 55 παρὰ δηὖτε Πυθόμανδρον κατέδυν Ἔρωτα φεύγων. ## Fr. 56 διὰ δηὖτε Καρικουργέος ὀχάνου χεῖρα τιθέμενοι† ## Fr. 57a ἔραμαι ‹δέ› τοι συνηβᾶν χαρίεν γὰρ ἔχεις ἦθος.† ## Fr. 57b ΚΑΛῸΝ ΕἾΝΑΙ ΤῶΙ Ἔρωτι τὰ δίκαιά φησιν. ## Fr. 57c ἐμὲ γὰρ λόγων εἵνεκα παῖδες ἂν φιλέοιεν· χαρίεντα μὲν γὰρ ἄιδω, χαρίεντα δ’ οἶδα λέξαι. ## Fr. 58 ἀσήμων ὑπὲρ ἑρμάτων φορέομαι. ## Fr. 59 νεότης τε κὐγιείη ## Fr. 60 ΧΘΌΝΙΟΝ Δ’ ἘΜΑΥΤῸΝ †ἦρεν. ## Fr. 61 ἈΠῸ Δ’ ἘΞΕΊΛΕΤΟ θεσμὸν μέγαν, ## Fr. 62 ἀλλὰ πρόπινε ῥαδινοὺς ὦ φίλε μηρούς ## Fr. 63 ἀγανῶς οἷά τε νεβρὸν νεοθηλέα γαλαθηνὸν ὅς τ’ ἐν ὕληι κεροέσσης ἀπολειφθεὶς ἀπὸ μητρὸς ἐπτοήθη. ## Fr. 64 ΚΑΘΑΡῆΙ Δ’ ἘΝ κελέβηι πέντε ‹τε› καὶ τρεῖς ἀναχείσθω. ## Fr. 65 ἐπὶ δ’ ὀφρύσιν σελίνων στεφανίσκους θέμενοι θάλειαν ἑορτὴν ἀγάγωμεν Διονύσωι ## Fr. 66a ἀπό μοι θανεῖν γένοιτ’· οὐ γὰρ ἂν ἄλλη λύσις ἐκ πόνων γένοιτ’ οὐδάμα τῶνδε, ## Fr. 66b Διονύσου σαῦλαι Βασσαρίδες ## Fr. 67 Οὐ ΔΗὖΤΈ Μ’ ἐάσεις μεθύοντ’ οἴκαδ’ ἀπελθεῖν ## Fr. 68 μεγάλωι δηὖτέ μ’ Ἔρως ἔκοψεν ὥστε χαλκεὺς πελέκει, χειμερίηι δ’ ἔλουσεν ἐν χαράδρηι. ## Fr. 69 ἈΠΈΚΕΙΡΑς Δ’ ἉΠΑΛῆς κόμης ἄμωμον ἄνθος· ## Fr. 70 ΣΙΚΕΛῸΝ ΚΌΤΤΑΒΟΝ ἈΓΚΎΛΗΙ δαΐζων† ## Fr. 71 ἐγὼ δὲ μισέω πάντας ὅσοι χθονίους ἔχουσι ῥυσμοὺς καὶ χαλεπούς· μεμάθηκά σ’, ὦ Μεγιστῆ, τῶν ἀβακιζομένων ## Fr. 72 πῶλε Θρηικίη, τί δή με λοξὸν ὄμμασι βλέπουσα νηλέως φεύγεις, δοκεῖς δέ μ’ οὐδὲν εἰδέναι σοφόν; ἴσθι τοι, καλῶς μὲν ἄν τοι τὸν χαλινὸν ἐμβάλοιμι, ἡνίας δ’ ἔχων στρέφοιμί σ’ ἀμφὶ τέρματα δρόμου· 5 νῦν δὲ λειμῶνάς τε βόσκεαι κοῦφά τε σκιρτῶσα παίζεις, δεξιὸν γὰρ ἱπποπείρην οὐκ ἔχεις ἐπεμβάτην. ## Fr. 73 ΚΛῦΘΊ ΜΕΟ ΓΈΡΟΝΤΟς εὐέθειρα χρυσόπεπλε κοῦρα ## Fr. 74 ἀλκίμων σ’ ὦ ‘ριστοκλείδη πρῶτον οἰκτίρω φίλων· ὤλεσας δ’ ἥβην ἀμύνων πατρίδος δουληΐην. ## Fr. 75 ΕὖΤΈ ΜΟΙ ΛΕΥΚΑῚ μελαίνηισ’ ἀναμεμείξονται τρίχες, ## Fr. 76 αἱ δέ μεο φρένες ἐκκεκωφέαται· ## Fr. 77 Θρηικίην σίοντα χαίτην ## Fr. 78 ΚΟΊΜΙΣΟΝ ΔΈ, ΖΕῦ, σόλοικον φθόγγον ## Fr. 79 ΚΑῚ ΘΆΛΑΜΟς ἘΝ ὧι κεῖνος οὐκ ἔγημεν ἀλλ’ ἐγήματο. ## Fr. 80 ξείνοισίν ἐστε μειλίχοισιν ἐοικότες στέγης τε μοῦνον καὶ πυρὸς κεχρημένοις. ## Fr. 81 ΠΆΛΑΙ ΠΟΤ’ ἮΣΑΝ ἄλκιμοι Μιλήσιοι. ## Fr. 82 μηδ’ ὥστε κῦμα πόντιον λάλαζε, τῆι πολυκρότηι σὺν Γαστροδώρωι καταχύδην πίνουσα τὴν ἐπίστιον. ## Fr. 83 ἐρέω τε δηὖτε κοὐκ ἐρέω καὶ μαίνομαι κοὐ μαίνομαι. ## Fr. 84 ὁ μὲν θέλων μάχεσθαι, πάρεστι γάρ, μαχέσθω. ## Fr. 85 ΛΊΗΝ ΔῈ ΔῊ λιάζεις ## Fr. 86 κοὐ μοκλὸν ἐν θύρηισι διξῆισιν βαλὼν ἥσυχος κατεύδει. ## Fr. 87 κνυζή τις ἤδη καὶ πέπειρα γίνομαι σὴν διὰ μαργοσύνην. ## Fr. 88 ἐγὼ δ’ ἔχων σκύπφον Ἐρξίωνι τῶι λευκολόφωι μεστὸν ἐξέπινον ## Fr. 89 στεφάνους δ’ ἀνὴρ τρεῖς ἕκαστος εἶχεν, τοὺς μὲν ῥοδίνους, τὸν δὲ Ναυκρατίτην ## Fr. 90 κατηρεφέες παντοίων ἀγαθῶν ## Fr. 91 ΧΕῖΡΆ Τ’ ἘΝ ἠγάνωι βαλεῖν ## Fr. 92 ἘΓῺ Δ’ ἈΠ’ αὐτῆς φεύγω†ὥστε κόκκυξ. ## Fr. 93 βούλεται ἀπεροπὸς†ἡμὶν εἶναι· ## Fr. 94 πλέξαντες μηροῖσι†πέρι μηρούς ## Fr. 95 ὉΡᾶΝ ἈΕῚ†ΛΊΗΝ ΠΟΛΛΟῖΣΙ γὰρ μέλεις. ## Fr. 96a ΔΙᾺ ΔῈ ΔΕΙΡῊΝ ἔκοψε μέσην ## Fr. 96b ΚᾺΔ ΔῈ ΛῶΠΟς ἐσχίσθη ## Fr. 97 ΚΩΜΆΖΕΙ ΔῈ Ὡς ἂν δεῖ†Διόνυσος ## Fr. 98 ΜΕΛΑΜΦΎΛΛΩΙ ΔΆΦΝΑΙ ΧΛΩΡᾶΙ τ’ ἐλαίαι τανταλίζει† ## Fr. 100 ὑβρισταὶ καὶ ἀτάσθαλοι καὶ οὐκ εἰδότες ἐφ’ οὓς τὰ βέλη κυκλώσεσθε. ## Fr. 102 ἁλιπόρφυρον ῥέγος ## Fr. 103 ἄστυ Νυμφέων ## Fr. 104 ἐπίσταται τυραννικά ## Fr. 105 ἔρωτα πίνων ## Fr. 106 ἥλιε καλλιλαμπέτη ## Fr. 107 κόρωνα βαίνων ## Fr. 108 κωτίλη χελιδών ## Fr. 109 οἰνηρὸς θεράπων ## Fr. 110 οἰνοπότις γυνή ## Fr. 111 ῥαδινοὺς πώλους ## Fr. 112 ῥεραπισμένωι νώτωι ## Fr. 113 σαῦλα βαίνειν ## Fr. 114 τακερὸς δ’ Ἔρως ## Fr. 115 φόρτον Ἔρωτος ## Fr. 116 ἁβρός ## Fr. 118 ## Fr. 120 Ἀθαμαντίδα: τὠκινάκηι ## Fr. 121 ἀκταινῶσαι ## Fr. 122 ἀμιθά‹ς› ## Fr. 123 ἀνήλατος ## Fr. 125 αὐτάγητοι ## Fr. 126 ## Fr. 128 Βάθυλλος: γονυκρότους ## Fr. 129 δίτοκον ## Fr. 130 ## Fr. 131 ## Fr. 133 ## Fr. 134 ἱρωστί: κάλυκας ## Fr. 135 καταπτύστην ## Fr. 136 λυδοπαθεῖς ## Fr. 138 ## Fr. 139 Πολυκράτης: σαλαΐζειν ## Fr. 140 ## Fr. 141 ## Fr. 142 Φίλλος: χαριτόεις ## Fr. 156 . . . . . [ ]ασ̣[ [ ]ε̣λ̣ι.[...].αν̣[ [ ἀμφο]τερα[...]σχερ̣[ [ ].στ̣ο̣π̣[..]ο̣να[ το δόρυ ουσ̣[.]κ̣α̣ι̣.α̣[.]α̣νακ̣[ ἐν̣ Παρθενείοις· πα[ῖς δ’] Ἀστερ[οπαίου γε- γένημαι, ὅς πο̣[.].θ̣ια.ν[..]ας ἀμ[φοτέραι- σι χερσὶ ῥῖπτεν καὶ [..]α̣μ̣[ ὁ̣ δὲ χαλκέοις θ̣ρασυ̣[ 10 π̣εην̣ν̣ χὠμοπτο̣λι[ μάχαι θαυμαινετ̣..[ λεων ἱέντα ῥόμ[βον κτλ. ## Fr. 160a ἌΒΔΗΡΑ ΚΑΛῊ ΤΗΊΩΝ ἀποικίη. ## Fr. 160b ἕκητι Συλοσῶντος εὐρυχωρίη. ## Fr. 160c αἰνοπαθῆ πατρίδ’ ἐπόψομαι