The Acharnians — Aristophanes ============================= ΑΧΑΡΝΗΣ Translation/edition: Greek text Language: Ancient Greek Read in Plato Scroll: https://plato-scroll.com/s/arist-acharnians/ This file: https://plato-scroll.com/text/arist-acharnians-e.txt Other editions of this work: - Anonymous (Athenian Society, 1912): https://plato-scroll.com/text/arist-acharnians.txt Sources and licences: https://plato-scroll.com/attribution.html Numbers in [brackets] are the edition's reference loci (Stephanus, Bekker, book.line, page...). Superscript numerals refer to the Notes at the end. ## ΑΧΑΡΝΗΣ ΔΙΚΑΙΌΠΟΛΙΣ: ὅσα δὴ δέδηγμαι τὴν ἐμαυτοῦ καρδίαν, ἥσθην δὲ βαιά, πάνυ δὲ βαιά, τέτταρα· ἃ δ᾽ ὠδυνήθην, ψαμμακοσιογάργαρα. φέρ᾽ ἴδω, τί δ᾽ ἥσθην ἄξιον χαιρηδόνος; ἐγᾦδ᾽ ἐφ᾽ ᾧ γε τὸ κέαρ ηὐφράνθην ἰδών, τοῖς πέντε ταλάντοις οἷς Κλέων ἐξήμεσεν. ταῦθ᾽ ὡς ἐγανώθην, καὶ φιλῶ τοὺς ἱππέας διὰ τοῦτο τοὔργον· ἄξιον γὰρ Ἑλλάδι. ἀλλ᾽ ὠδυνήθην ἕτερον αὖ τραγῳδικόν, ὅτε δὴ ᾽κεχήνη προσδοκῶν τὸν Αἰσχύλον, ὁ δ᾽ ἀνεῖπεν, εἴσαγ᾽ ὦ Θέογνι τὸν χορόν. πῶς τοῦτ᾽ ἔσεισέ μου δοκεῖς τὴν καρδίαν; ἀλλ᾽ ἕτερον ἥσθην, ἡνίκ᾽ ἐπὶ Μόσχῳ ποτὲ Δεξίθεος εἰσῆλθ᾽ ᾀσόμενος Βοιώτιον. τῆτες δ᾽ ἀπέθανον καὶ διεστράφην ἰδών, ὅτε δὴ παρέκυψε Χαῖρις ἐπὶ τὸν ὄρθιον. ἀλλ᾽ οὐδεπώποτ᾽ ἐξ ὅτου ᾽γὼ ῥύπτομαι οὕτως ἐδήχθην ὑπὸ κονίας τὰς ὀφρῦς ὡς νῦν, ὁπότ᾽ οὔσης κυρίας ἐκκλησίας ἑωθινῆς ἔρημος ἡ πνὺξ αὑτηί, οἱ δ᾽ ἐν ἀγορᾷ λαλοῦσι κἄνω καὶ κάτω τὸ σχοινίον φεύγουσι τὸ μεμιλτωμένον. οὐδ᾽ οἱ πρυτάνεις ἥκουσιν, ἀλλ᾽ ἀωρίαν ἥκοντες, εἶτα δ᾽ ὠστιοῦνται πῶς δοκεῖς ἐλθόντες ἀλλήλοισι περὶ πρώτου ξύλου, ἁθρόοι καταρρέοντες· εἰρήνη δ᾽ ὅπως ἔσται προτιμῶσ᾽ οὐδέν· ὦ πόλις πόλις. ἐγὼ δ᾽ ἀεὶ πρώτιστος εἰς ἐκκλησίαν νοστῶν κάθημαι· κᾆτ᾽ ἐπειδὰν ὦ μόνος, στένω κέχηνα σκορδινῶμαι πέρδομαι, ἀπορῶ γράφω παρατίλλομαι λογίζομαι, ἀποβλέπων ἐς τὸν ἀγρὸν εἰρήνης ἐρῶν, στυγῶν μὲν ἄστυ τὸν δ᾽ ἐμὸν δῆμον ποθῶν, ὃς οὐδεπώποτ᾽ εἶπεν, ἄνθρακας πρίω, οὐκ ὄξος οὐκ ἔλαιον, οὐδ᾽ ᾔδει “πρίω,” ἀλλ᾽ αὐτὸς ἔφερε πάντα χὠ πρίων ἀπῆν. νῦν οὖν ἀτεχνῶς ἥκω παρεσκευασμένος βοᾶν ὑποκρούειν λοιδορεῖν τοὺς ῥήτορας, ἐάν τις ἄλλο πλὴν περὶ εἰρήνης λέγῃ. ἀλλ᾽ οἱ πρυτάνεις γὰρ οὑτοιὶ μεσημβρινοί. οὐκ ἠγόρευον; τοῦτ᾽ ἐκεῖν᾽ οὑγὼ ᾽λεγον· ἐς τὴν προεδρίαν πᾶς ἀνὴρ ὠστίζεται. ΚΗ͂ΡΥΞ: πάριτ᾽ ἐς τὸ πρόσθεν, πάριθ᾽, ὡς ἂν ἐντὸς ἦτε τοῦ καθάρματος. [45] ἈΜΦΊΘΕΟΣ: ἤδη τις εἶπε; ΚΗ͂ΡΥΞ: τίς ἀγορεύειν βούλεται; ἈΜΦΊΘΕΟΣ: ἐγώ. ΚΗ͂ΡΥΞ: τίς ὤν; ἈΜΦΊΘΕΟΣ: Ἀμφίθεος. ΚΗ͂ΡΥΞ: οὐκ ἄνθρωπος; ἈΜΦΊΘΕΟΣ: οὔ, ἀλλ᾽ ἀθάνατος. ὁ γὰρ Ἀμφίθεος Δήμητρος ἦν καὶ Τριπτολέμου· τούτου δὲ Κελεὸς γίγνεται· γαμεῖ δὲ Κελεὸς Φαιναρέτην τήθην ἐμήν, ἐξ ἧς Λυκῖνος ἐγένε᾽· ἐκ τούτου δ᾽ ἐγὼ ἀθάνατός εἰμ᾽· ἐμοὶ δ᾽ ἐπέτρεψαν οἱ θεοὶ σπονδὰς ποιεῖσθαι πρὸς Λακεδαιμονίους μόνῳ. ἀλλ᾽ ἀθάνατος ὢν ὦνδρες ἐφόδι᾽ οὐκ ἔχω· οὐ γὰρ διδόασιν οἱ πρυτάνεις. ΚΗ͂ΡΥΞ: οἱ τοξόται. [55] ἈΜΦ: ὦ Τριπτόλεμε καὶ Κελεὲ περιόψεσθέ με; ΔΙΚΑΙΌΠΟΛΙΣ: ὦνδρες πρυτάνεις ἀδικεῖτε τὴν ἐκκλησίαν τὸν ἄνδρ᾽ ἀπάγοντες, ὅστις ἡμῖν ἤθελε σπονδὰς ποιεῖσθαι καὶ κρεμάσαι τὰς ἀσπίδας. ΚΗ͂ΡΥΞ: κάθησο, σῖγα. [60] ΔΙΚΑΙΌΠΟΛΙΣ: μὰ τὸν Ἀπόλλω ᾽γὼ μὲν οὔ, ἢν μὴ περὶ εἰρήνης γε πρυτανεύσητέ μοι. ΚΗ͂ΡΥΞ: οἱ πρέσβεις οἱ παρὰ βασιλέως. ΔΙΚΑΙΌΠΟΛΙΣ: ποίου βασιλέως; ἄχθομαι ᾽γὼ πρέσβεσιν καὶ τοῖς ταὧσι τοῖς τ᾽ ἀλαζονεύμασιν. ΚΗ͂ΡΥΞ: σίγα. ΔΙΚΑΙΌΠΟΛΙΣ: βαβαιάξ. ὦκβάτανα τοῦ σχήματος. ΠΡΈΣΒΥΣ: ἐπέμψαθ᾽ ἡμᾶς ὡς βασιλέα τὸν μέγαν μισθὸν φέροντας δύο δραχμὰς τῆς ἡμέρας ἐπ᾽ Εὐθυμένους ἄρχοντος. ΔΙΚΑΙΌΠΟΛΙΣ: οἴμοι τῶν δραχμῶν. ΠΡΈΣΒΥΣ: καὶ δῆτ᾽ ἐτρυχόμεσθα διὰ Καϋστρίων πεδίων ὁδοιπλανοῦντες ἐσκηνημένοι, ἐφ᾽ ἁρμαμαξῶν μαλθακῶς κατακείμενοι, ἀπολλύμενοι. ΔΙΚΑΙΌΠΟΛΙΣ: σφόδρα γὰρ ἐσῳζόμην ἐγὼ παρὰ τὴν ἔπαλξιν ἐν φορυτῷ κατακείμενος. [75] ΠΡΈΣΒΥΣ: ξενιζόμενοι δὲ πρὸς βίαν ἐπίνομεν ἐξ ὑαλίνων ἐκπωμάτων καὶ χρυσίδων ἄκρατον οἶνον ἡδύν. ΔΙΚΑΙΌΠΟΛΙΣ: ὦ Κραναὰ πόλις ἆρ᾽ αἰσθάνει τὸν κατάγελων τῶν πρέσβεων; ΠΡΈΣΒΥΣ: οἱ βάρβαροι γὰρ ἄνδρας ἡγοῦνται μόνους τοὺς πλεῖστα δυναμένους καταφαγεῖν καὶ πιεῖν. ΔΙΚΑΙΌΠΟΛΙΣ: ἡμεῖς δὲ λαικαστάς τε καὶ καταπύγονας. ΠΡΈΣΒΥΣ: ἔτει τετάρτῳ δ᾽ ἐς τὰ βασίλει᾽ ἤλθομεν· ἀλλ᾽ εἰς ἀπόπατον ᾤχετο στρατιὰν λαβών, κἄχεζεν ὀκτὼ μῆνας ἐπὶ χρυσῶν ὀρῶν. ΔΙΚΑΙΌΠΟΛΙΣ: πόσου δὲ τὸν πρωκτὸν χρόνου ξυνήγαγεν; ΠΡΈΣΒΥΣ: τῇ πανσελήνῳ· κᾆτ᾽ ἀπῆλθεν οἴκαδε. εἶτ᾽ ἐξένιζε· παρετίθει δ᾽ ἡμῖν ὅλους ἐκ κριβάνου βοῦς. ΔΙΚΑΙΌΠΟΛΙΣ: καὶ τίς εἶδε πώποτε βοῦς κριβανίτας; τῶν ἀλαζονευμάτων. ΠΡΈΣΒΥΣ: καὶ ναὶ μὰ Δί᾽ ὄρνιν τριπλάσιον Κλεωνύμου παρέθηκεν ἡμῖν· ὄνομα δ᾽ ἦν αὐτῷ φέναξ. [90] ΔΙΚΑΙΌΠΟΛΙΣ: ταῦτ᾽ ἄρ ἐφενάκιζες σὺ δύο δραχμὰς φέρων. ΠΡΈΣΒΥΣ: καὶ νῦν ἄγοντες ἥκομεν Ψευδαρτάβαν, τὸν βασιλέως ὀφθαλμόν. ΔΙΚΑΙΌΠΟΛΙΣ: ἐκκόψειέ γε κόραξ πατάξας, τόν τε σὸν τοῦ πρέσβεως. ΚΗ͂ΡΥΞ: ὁ βασιλέως ὀφθαλμός. ΔΙΚΑΙΌΠΟΛΙΣ: ὦναξ Ἡράκλεις. πρὸς τῶν θεῶν ἄνθρωπε ναύφαρκτον βλέπεις; ἢ περὶ ἄκραν κάμπτων νεώσοικον σκοπεῖς; ἄσκωμ᾽ ἔχεις που περὶ τὸν ὀφθαλμὸν κάτω. ΠΡΈΣΒΥΣ: ἄγε δὴ σὺ βασιλεὺς ἅττα σ᾽ ἀπέπεμψεν φράσον λέξοντ᾽ Ἀθηναίοισιν ὦ Ψευδαρτάβα. [100] ΨΕΥΔΑΡΤΆΒΑΣ: ἰαρταμὰν ἐξάρξαν ἀπισσόνα σάτρα. ΠΡΈΣΒΥΣ: ξυνήκαθ᾽ ὃ λέγει; ΔΙΚΑΙΌΠΟΛΙΣ: μὰ τὸν Ἀπόλλω ᾽γὼ μὲν οὔ. ΠΡΈΣΒΥΣ: πέμψειν βασιλέα φησὶν ὑμῖν χρυσίον. λέγε δὴ σὺ μεῖζον καὶ σαφῶς τὸ χρυσίον. Ψευδαρτάβας οὐ λῆψι χρῦσο χαυνόπρωκτ᾽ Ἰαοναῦ. [105] ΔΙΚΑΙΌΠΟΛΙΣ: οἴμοι κακοδαίμων ὡς σαφῶς. ΠΡΈΣΒΥΣ: τί δ᾽ αὖ λέγει; ΔΙΚΑΙΌΠΟΛΙΣ: ὅ τι; χαυνοπρώκτους τοὺς Ἰάονας λέγει, εἰ προσδοκῶσι χρυσίον ἐκ τῶν βαρβάρων. ΠΡΈΣΒΥΣ: οὔκ, ἀλλ᾽ ἀχάνας ὅδε γε χρυσίου λέγει. ΔΙΚΑΙΌΠΟΛΙΣ: ποίας ἀχάνας; σὺ μὲν ἀλαζὼν εἶ μέγας. ἀλλ᾽ ἄπιθ᾽· ἐγὼ δὲ βασανιῶ τοῦτον μόνος. ἄγε δὴ σὺ φράσον ἐμοὶ σαφῶς πρὸς τουτονί, ἵνα μή σε βάψω βάμμα Σαρδιανικόν· βασιλεὺς ὁ μέγας ἡμῖν ἀποπέμψει χρυσίον; (ἀνανεύει.) ἄλλως ἄρ᾽ ἐξαπατώμεθ᾽ ὑπὸ τῶν πρέσβεων; (ἐπινεύει.) Ἑλληνικόν γ᾽ ἐπένευσαν ἅνδρες οὑτοιί, κοὐκ ἔσθ᾽ ὅπως οὐκ εἰσὶν ἐνθένδ᾽ αὐτόθεν. καὶ τοῖν μὲν εὐνούχοιν τὸν ἕτερον τουτονὶ ἐγᾦδ᾽ ὅς ἐστι, Κλεισθένης ὁ Σιβυρτίου. ὦ θερμόβουλον πρωκτὸν ἐξυρημένε, τοιόνδε γ᾽ ὦ πίθηκε τὸν πώγων᾽ ἔχων εὐνοῦχος ἡμῖν ἦλθες ἐσκευασμένος; ὁδὶ δὲ τίς ποτ᾽ ἐστίν; οὐ δήπου Στράτων; [125] ΚΗ͂ΡΥΞ: σίγα, κάθιζε. τὸν βασιλέως ὀφθαλμὸν ἡ βουλὴ καλεῖ ἐς τὸ πρυτανεῖον. ΔΙΚΑΙΌΠΟΛΙΣ: ταῦτα δῆτ᾽ οὐχ ἀγχόνη; κἄπειτ᾽ ἐγὼ δῆτ᾽ ἐνθαδὶ στραγγεύομαι; τοὺς δὲ ξενίζειν οὐδέποτέ γ᾽ ἴσχει θύρα. ἀλλ᾽ ἐργάσομαί τι δεινὸν ἔργον καὶ μέγα. ἀλλ᾽ Ἀμφίθεός μοι ποῦ ᾽στιν; ἈΜΦ: οὑτοσὶ πάρα. ΔΙΚΑΙΌΠΟΛΙΣ: ἐμοὶ σὺ ταυτασὶ λαβὼν ὀκτὼ δραχμὰς σπονδὰς ποίησαι πρὸς Λακεδαιμονίους μόνῳ καὶ τοῖσι παιδίοισι καὶ τῇ πλάτιδι· ὑμεῖς δὲ πρεσβεύεσθε καὶ κεχήνετε. ΚΗ͂ΡΥΞ: προσίτω Θέωρος ὁ παρὰ Σιτάλκους. Θέωρος ὁδί. ΔΙΚΑΙΌΠΟΛΙΣ: ἕτερος ἀλαζὼν οὗτος ἐσκηρύττεται. Θέωρος χρόνον μὲν οὐκ ἂν ἦμεν ἐν Θρᾴκῃ πολύν — [150] ΔΙΚΑΙΌΠΟΛΙΣ: μὰ Δί᾽ οὐκ ἄν, εἰ μισθόν γε μὴ ᾽φερες πολύν. Θέωρος εἰ μὴ κατένειψε χιόνι τὴν Θρᾴκην ὅλην καὶ τοὺς ποταμοὺς ἔπηξ᾽, ὑπ᾽ αὐτὸν τὸν χρόνον, ὅτ᾽ ἐνθαδὶ Θέογνις ἠγωνίζετο. τοῦτον μετὰ Σιτάλκους ἔπινον τὸν χρόνον· καὶ δῆτα φιλαθήναιος ἦν ὑπερφυῶς, ὑμῶν τ᾽ ἐραστὴς ἦν ἀληθὴς ὥστε καὶ ἐν τοῖσι τοίχοις ἔγραφ᾽, Ἀθηναῖοι καλοί. ὁ δ᾽ υἱός, ὃν Ἀθηναῖον ἐπεποιήμεθα, ἤρα φαγεῖν ἀλλᾶντας ἐξ Ἀπατουρίων, καὶ τὸν πατέρ᾽ ἠντεβόλει βοηθεῖν τῇ πάτρᾳ· ὁ δ᾽ ὤμοσε σπένδων βοηθήσειν ἔχων στρατιὰν τοσαύτην ὥστ᾽ Ἀθηναίους ἐρεῖν, ὅσον τὸ χρῆμα παρνόπων προσέρχεται. ΔΙΚΑΙΌΠΟΛΙΣ: κάκιστ᾽ ἀπολοίμην, εἴ τι τούτων πείθομαι ὧν εἶπας ἐνταυθοῖ σὺ πλὴν τῶν παρνόπων. Θέωρος καὶ νῦν ὅπερ μαχιμώτατον Θρᾳκῶν ἔθνος ἔπεμψεν ὑμῖν. ΔΙΚΑΙΌΠΟΛΙΣ: τοῦτο μέν γ᾽ ἤδη σαφές. [155] ΚΗ͂ΡΥΞ: οἱ Θρᾷκες ἴτε δεῦρ᾽, οὓς Θέωρος ἤγαγεν. ΔΙΚΑΙΌΠΟΛΙΣ: τουτὶ τί ἐστι τὸ κακόν; Θέωρος Ὀδομάντων στρατός. [160] ΔΙΚΑΙΌΠΟΛΙΣ: ποίων Ὀδομάντων; εἰπέ μοι τουτὶ τί ἦν; τίς τῶν Ὀδομάντων τὸ πέος ἀποτεθρίακεν; Θέωρος τούτοις ἐάν τις δύο δραχμὰς μισθὸν διδῷ, καταπελτάσονται τὴν Βοιωτίαν ὅλην. ΔΙΚΑΙΌΠΟΛΙΣ: τοισδὶ δύο δραχμὰς τοῖς ἀπεψωλημένοις; ὑποστένοι μέντἂν ὁ θρανίτης λεὼς ὁ σωσίπολις. οἴμοι τάλας ἀπόλλυμαι, ὑπὸ τῶν Ὀδομάντων τὰ σκόροδα πορθούμενος. οὐ καταβαλεῖτε τὰ σκόροδ᾽; Θέωρος ὦ μόχθηρε σὺ οὐ μὴ πρόσει τούτοισιν ἐσκοροδισμένοις. ΔΙΚΑΙΌΠΟΛΙΣ: ταυτὶ περιείδεθ᾽ οἱ πρυτάνεις πάσχοντά με ἐν τῇ πατρίδι καὶ ταῦθ᾽ ὑπ᾽ ἀνδρῶν βαρβάρων; ἀλλ᾽ ἀπαγορεύω μὴ ποιεῖν ἐκκλησίαν τοῖς Θρᾳξὶ περὶ μισθοῦ· λέγω δ᾽ ὑμῖν ὅτι διοσημία ᾽στὶ καὶ ῥανὶς βέβληκέ με. ΚΗ͂ΡΥΞ: τοὺς Θρᾷκας ἀπιέναι, παρεῖναι δ᾽ εἰς ἔνην. οἱ γὰρ πρυτάνεις λύουσι τὴν ἐκκλησίαν. ΔΙΚΑΙΌΠΟΛΙΣ: οἴμοι τάλας μυττωτὸν ὅσον ἀπώλεσα. ἀλλ᾽ ἐκ Λακεδαίμονος γὰρ Ἀμφίθεος ὁδί. χαῖρ᾽ Ἀμφίθεε. ἈΜΦ: μήπω γε πρίν γ᾽ ἂν στῶ τρέχων· δεῖ γάρ με φεύγοντ᾽ ἐκφυγεῖν Ἀχαρνέας. ΔΙΚΑΙΌΠΟΛΙΣ: τί δ᾽ ἔστ᾽; [185] ἈΜΦ: ἐγὼ μὲν δεῦρό σοι σπονδὰς φέρων ἔσπευδον· οἱ δ᾽ ὤσφροντο πρεσβῦταί τινες Ἀχαρνικοί, στιπτοὶ γέροντες πρίνινοι ἀτεράμονες Μαραθωνομάχαι σφενδάμνινοι. ἔπειτ᾽ ἀνέκραγον πάντες, ὦ μιαρώτατε σπονδὰς φέρεις τῶν ἀμπέλων τετμημένων; κἀς τοὺς τρίβωνας ξυνελέγοντο τῶν λίθων· ἐγὼ δ᾽ ἔφευγον· οἱ δ᾽ ἐδίωκον κἀβόων. ΔΙΚΑΙΌΠΟΛΙΣ: οἱ δ᾽ οὖν βοώντων· ἀλλὰ τὰς σπονδὰς φέρεις; ἈΜΦ: ἔγωγέ φημι, τρία γε ταυτὶ γεύματα. αὗται μέν εἰσι πεντέτεις. γεῦσαι λαβών. ΔΙΚΑΙΌΠΟΛΙΣ: αἰβοῖ. ἈΜΦ: τί ἔστιν; [190] ΔΙΚΑΙΌΠΟΛΙΣ: οὐκ ἀρέσκουσίν μ᾽ ὅτι ὄζουσι πίττης καὶ παρασκευῆς νεῶν. ἈΜΦ: σὺ δ᾽ ἀλλὰ τασδὶ τὰς δεκέτεις γεῦσαι λαβών. ΔΙΚΑΙΌΠΟΛΙΣ: ὄζουσι χαὖται πρέσβεων ἐς τὰς πόλεις ὀξύτατον ὥσπερ διατριβῆς τῶν ξυμμάχων. [195] ἈΜΦ: ἀλλ᾽ αὑταιὶ σπονδαὶ τριακοντούτιδες κατὰ γῆν τε καὶ θάλατταν. ΔΙΚΑΙΌΠΟΛΙΣ: ὦ Διονύσια, αὗται μὲν ὄζουσ᾽ ἀμβροσίας καὶ νέκταρος καὶ μὴ ᾽πιτηρεῖν σιτί᾽ ἡμερῶν τριῶν, κἀν τῷ στόματι λέγουσι, βαῖν᾽ ὅπῃ θέλεις. ταύτας δέχομαι καὶ σπένδομαι κἀκπίομαι, χαίρειν κελεύων πολλὰ τοὺς Ἀχαρνέας. ἐγὼ δὲ πολέμου καὶ κακῶν ἀπαλλαγεὶς ἄξω τὰ κατ᾽ ἀγροὺς εἰσιὼν Διονύσια. ἈΜΦ: ἐγὼ δὲ φευξοῦμαί γε τοὺς Ἀχαρνέας. ΧΟΡΌΣ: τῇδε πᾶς ἕπου δίωκε καὶ τὸν ἄνδρα πυνθάνου τῶν ὁδοιπόρων ἁπάντων· τῇ πόλει γὰρ ἄξιον ξυλλαβεῖν τὸν ἄνδρα τοῦτον. ἀλλά μοι μηνύσατε, εἴ τις οἶδ᾽ ὅποι τέτραπται γῆς ὁ τὰς σπονδὰς φέρων. ἐκπέφευγ᾽, οἴχεται φροῦδος. οἴμοι τάλας τῶν ἐτῶν τῶν ἐμῶν· οὐκ ἂν ἐπ᾽ ἐμῆς γε νεότητος, ὅτ᾽ ἐγὼ φέρων ἀνθράκων φορτίον ἠκολούθουν Φαΰλλῳ τρέχων, ὧδε φαύλως ἂν ὁ σπονδοφόρος οὗτος ὑπ᾽ ἐμοῦ τότε διωκόμενος ἐξέφυγεν οὐδ᾽ ἂν ἐλαφρῶς ἂν ἀπεπλίξατο. νῦν δ᾽ ἐπειδὴ στερρὸν ἤδη τοὐμὸν ἀντικνήμιον, καὶ παλαιῷ Λακρατείδῃ τὸ σκέλος βαρύνεται, οἴχεται. διωκτέος δέ· μὴ γὰρ ἐγχάνῃ ποτὲ μηδέ περ γέροντας ὄντας ἐκφυγὼν Ἀχαρνέας. ὅστις ὦ Ζεῦ πάτερ καὶ θεοὶ τοῖσιν ἐχθροῖσιν ἐσπείσατο, οἷσι παρ᾽ ἐμοῦ πόλεμος ἐχθοδοπὸς αὔξεται τῶν ἐμῶν χωρίων· κοὐκ ἀνήσω πρὶν ἂν σχοῖνος αὐτοῖσιν ἀντεμπαγῶ ὀξὺς ὀδυνηρὸς ... ἐπίκωπος, ἵνα μήποτε πατῶσιν ἔτι τὰς ἐμὰς ἀμπέλους. ἀλλὰ δεῖ ζητεῖν τὸν ἄνδρα καὶ βλέπειν βαλληνάδε καὶ διώκειν γῆν πρὸ γῆς, ἕως ἂν εὑρεθῇ ποτέ· ὡς ἐγὼ βάλλων ἐκεῖνον οὐκ ἂν ἐμπλῄμην λίθοις. ΔΙΚΑΙΌΠΟΛΙΣ: εὐφημεῖτε, εὐφημεῖτε. [240] ΧΟΡΌΣ: σῖγα πᾶς. ἠκούσατ᾽ ἄνδρες ἆρα τῆς εὐφημίας; οὗτος αὐτός ἐστιν ὃν ζητοῦμεν. ἀλλὰ δεῦρο πᾶς ἐκποδών· θύσων γὰρ ἁνὴρ ὡς ἔοικ᾽ ἐξέρχεται. ΔΙΚΑΙΌΠΟΛΙΣ: εὐφημεῖτε, εὐφημεῖτε. προΐτω σ᾽ τὸ πρόσθεν ὀλίγον ἡ κανηφόρος· ὁ Ξανθίας τὸν φαλλὸν ὀρθὸν στησάτω. κατάθου τὸ κανοῦν ὦ θύγατερ, ἵν᾽ ἀπαρξώμεθα. Θυγάτηρ ὦ μῆτερ ἀνάδος δεῦρο τὴν ἐτνήρυσιν, ἵν᾽ ἔτνος καταχέω τοὐλατῆρος τουτουί. ΔΙΚΑΙΌΠΟΛΙΣ: καὶ μὴν καλόν γ᾽ ἔστ᾽· ὦ Διόνυσε δέσποτα κεχαρισμένως σοι τήνδε τὴν πομπὴν ἐμὲ πέμψαντα καὶ θύσαντα μετὰ τῶν οἰκετῶν ἀγαγεῖν τυχηρῶς τὰ κατ᾽ ἀγροὺς Διονύσια, στρατιᾶς ἀπαλλαχθέντα· τὰς σπονδὰς δέ μοι καλῶς ξυνενεγκεῖν τὰς τριακοντούτιδας. ἄγ᾽ ὦ θύγατερ ὅπως τὸ κανοῦν καλὴ καλῶς οἴσεις βλέπουσα θυμβροφάγον. ὡς μακάριος ὅστις σ᾽ ὀπύσει κἀκποιήσεται γαλᾶς σοῦ μηδὲν ἥττους βδεῖν, ἐπειδὰν ὄρθρος ᾖ. πρόβαινε, κἀν τὤχλῳ φυλάττεσθαι σφόδρα μή τις λαθών σου περιτράγῃ τὰ χρυσία. ὦ Ξανθία, σφῷν δ᾽ ἐστὶν ὀρθὸς ἑκτέος ὁ φαλλὸς ἐξόπισθε τῆς κανηφόρου· ἐγὼ δ᾽ ἀκολουθῶν ᾄσομαι τὸ φαλλικόν· σὺ δ᾽ ὦ γύναι θεῶ μ᾽ ἀπὸ τοῦ τέγους. πρόβα. ΦΑΛΗ͂Σ ἙΤΑΙ͂ΡΕ ΒΑΚΧΊΟΥ: ξύγκωμε νυκτοπεριπλάνητε μοιχὲ παιδεραστά, ἕκτῳ σ᾽ ἔτει προσεῖπον ἐς τὸν δῆμον ἐλθὼν ἄσμενος, σπονδὰς ποιησάμενος ἐμαυτῷ, πραγμάτων τε καὶ μαχῶν καὶ Λαμάχων ἀπαλλαγείς. πολλῷ γάρ ἐσθ᾽ ἥδιον, ὦ Φαλῆς Φαλῆς, κλέπτουσαν εὑρόνθ᾽ ὡρικὴν ὑληφόρον τὴν Στρυμοδώρου Θρᾷτταν ἐκ τοῦ Φελλέως μέσην λαβόντ᾽ ἄραντα καταβαλόντα καταγιγαρτίσ᾽ ὦ Φαλῆς Φαλῆς. ἐὰν μεθ᾽ ἡμῶν ξυμπίῃς, ἐκ κραιπάλης ἕωθεν εἰρήνης ῥοφήσει τρύβλιον· ΧΟΡΌΣ: οὗτος αὐτός ἐστιν, οὗτος. βάλλε βάλλε βάλλε βάλλε, παῖε παῖε τὸν μιαρόν. οὐ βαλεῖς; οὐ βαλεῖς; ΔΙΚΑΙΌΠΟΛΙΣ: Ἡράκλεις τουτὶ τί ἐστι; τὴν χύτραν συντρίψετε. [285] ΧΟΡΌΣ: σὲ μὲν οὖν καταλεύσομεν ὦ μιαρὰ κεφαλή. ΔΙΚΑΙΌΠΟΛΙΣ: ἀντὶ ποίας αἰτίας ὦχαρνέων γεραίτατοι; ΧΟΡΌΣ: τοῦτ᾽ ἐρωτᾷς; ἀναίσχυντος εἶ καὶ βδελυρὸς ὦ προδότα τῆς πατρίδος, ὅστις ἡμῶν μόνος σπεισάμενος εἶτα δύνασαι πρὸς ἔμ᾽ ἀποβλέπειν. ΔΙΚΑΙΌΠΟΛΙΣ: ἀντὶ δ᾽ ὧν ἐσπεισάμην οὐκ ἴστε. μἀλλα᾽ ἀκούσατε. [295] ΧΟΡΌΣ: σοῦ γ᾽ ἀκούσωμεν; ἀπολεῖ· κατά σε χώσομεν τοῖς λίθοις. ΔΙΚΑΙΌΠΟΛΙΣ: μηδαμῶς πρὶν ἄν γ᾽ ἀκούσητ᾽· ἀλλ᾽ ἀνάσχεσθ᾽ ὦγαθοί. ΧΟΡΌΣ: οὐκ ἀνασχήσομαι· μηδὲ λέγε μοι σὺ λόγον· ὡς μεμίσηκά σε Κλέωνος ἔτι μᾶλλον, ὃν ἐγὼ κατατεμῶ ποθ᾽ ἱππεῦσι καττύματα. σοῦ δ᾽ ἐγὼ λόγους λέγοντος οὐκ ἀκούσομαι μακρούς, ὅστις ἐσπείσω Λάκωσιν, ἀλλὰ τιμωρήσομαι. ΔΙΚΑΙΌΠΟΛΙΣ: ὦγαθοὶ τοὺς μὲν Λάκωνας ἐκποδὼν ἐάσατε, τῶν δ᾽ ἐμῶν σπονδῶν ἀκούσατ᾽, εἰ καλῶς ἐσπεισάμην. ΧΟΡΌΣ: πῶς δέ γ᾽ ἂν καλῶς λέγοις ἄν, εἴπερ ἐσπείσω γ᾽ ἅπαξ οἷσιν οὔτε βωμὸς οὔτε πίστις οὔθ᾽ ὅρκος μένει; [310] ΔΙΚΑΙΌΠΟΛΙΣ: οἶδ᾽ ἐγὼ καὶ τοὺς Λάκωνας, οἷς ἄγαν ἐγκείμεθα, οὐχ ἁπάντων ὄντας ἡμῖν αἰτίους τῶν πραγμάτων. ΧΟΡΌΣ: οὐχ ἁπάντων ὦ πανοῦργε; ταῦτα δὴ τολμᾷς λέγειν ἐμφανῶς ἤδη πρὸς ἡμᾶς; εἶτ᾽ ἐγώ σου φείσομαι; ΔΙΚΑΙΌΠΟΛΙΣ: οὐχ ἁπάντων, οὐχ ἁπάντων· ἀλλ᾽ ἐγὼ λέγων ὁδὶ πόλλ᾽ ἂν ἀποφήναιμ᾽ ἐκείνους ἔσθ᾽ ἃ κἀδικουμένους. ΧΟΡΌΣ: τοῦτο τοὔπος δεινὸν ἤδη καὶ ταραξικάρδιον, εἰ σὺ τολμήσεις ὑπὲρ τῶν πολεμίων ἡμῖν λέγειν. ΔΙΚΑΙΌΠΟΛΙΣ: κἄν γε μὴ λέγω δίκαια μηδὲ τῷ πλήθει δοκῶ, ὑπὲρ ἐπιξήνου ᾽θελήσω τὴν κεφαλὴν ἔχων λέγειν. [320] ΧΟΡΌΣ: εἰπέ μοι τί φειδόμεσθα τῶν λίθων ὦ δημόται μὴ οὐ καταξαίνειν τὸν ἄνδρα τοῦτον ἐς φοινικίδα; ΔΙΚΑΙΌΠΟΛΙΣ: οἷον αὖ μέλας τις ὑμῖν θυμάλωψ ἐπέζεσεν. οὐκ ἀκούσεσθ᾽; οὐκ ἀκούσεσθ᾽ ἐτεὸν ὦχαρνηίδαι; ΧΟΡΌΣ: οὐκ ἀκουσόμεσθα δῆτα. ΔΙΚΑΙΌΠΟΛΙΣ: δεινά τἄρα πείσομαι. ΧΟΡΌΣ: ἐξολοίμην, ἢν ἀκούσω. ΔΙΚΑΙΌΠΟΛΙΣ: μηδαμῶς ὦχαρνικοί. [325] ΧΟΡΌΣ: ὡς τεθνήξων ἴσθι νυνί. ΔΙΚΑΙΌΠΟΛΙΣ: δήξομἄρ᾽ ὑμᾶς ἐγώ. ἀνταποκτενῶ γὰρ ὑμῶν τῶν φίλων τοὺς φιλτάτους· ὡς ἔχω γ᾽ ὑμῶν ὁμήρους, οὓς ἀποσφάξω λαβών. [330] ΧΟΡΌΣ: εἰπέ μοι, τί τοῦτ᾽ ἀπειλεῖ τοὔπος ἄνδρες δημόται τοῖς Ἀχαρνικοῖσιν ἡμῖν; μῶν ἔχει του παιδίον τῶν παρόντων ἔνδον εἵρξας; ἢ ᾽πὶ τῷ θρασύνεται; ΔΙΚΑΙΌΠΟΛΙΣ: βάλλετ᾽ εἰ βούλεσθ᾽. ἐγὼ γὰρ τουτονὶ διαφθερῶ. εἴσομαι δ᾽ ὑμῶν τάχ᾽ ὅστις ἀνθράκων τι κήδεται. ΧΟΡΌΣ: ὡς ἀπωλόμεσθ᾽. ὁ λάρκος δημότης ὅδ᾽ ἔστ᾽ ἐμός. ἀλλὰ μὴ δράσῃς ὃ μέλλεις· μηδαμῶς ὦ μηδαμῶς. [335] ΔΙΚΑΙΌΠΟΛΙΣ: ὡς ἀποκτενῶ, κέκραχθ᾽· ἐγὼ γὰρ οὐκ ἀκούσομαι. ΧΟΡΌΣ: ἀπολεῖς ἄρ᾽ ὁμήλικα τόνδε φιλανθρακέα; ΔΙΚΑΙΌΠΟΛΙΣ: οὐδ᾽ ἐμοῦ λέγοντος ὑμεῖς ἀρτίως ἠκούσατε. [340] ΧΟΡΌΣ: ἀλλὰ γὰρ νῦν λέγ᾽, εἴ σοι δοκεῖ, τόν τε Λακεδαιμόνιον αὐτὸν ὅτι τῷ τρόπῳ σοὐστὶ φίλος· ὡς τόδε τὸ λαρκίδιον οὐ προδώσω ποτέ. ΔΙΚΑΙΌΠΟΛΙΣ: τοὺς λίθους νύν μοι χαμᾶζε πρῶτον ἐξεράσατε. ΧΟΡΌΣ: οὑτοιί σοι χαμαί, καὶ σὺ κατάθου πάλιν τὸ ξίφος. ΔΙΚΑΙΌΠΟΛΙΣ: ἀλλ᾽ ὅπως μὴ ν᾽ τοῖς τρίβωσιν ἐγκάθηνταί που λίθοι. ΧΟΡΌΣ: ἐκσέσεισται χαμᾶζ᾽· οὐχ ὁρᾷς σειόμενον; ἀλλὰ μή μοι πρόφασιν, ἀλλὰ κατάθου τὸ βέλος. ὡς ὅδε γε σειστὸς ἅμα τῇ στροφῇ γίγνεται. ΔΙΚΑΙΌΠΟΛΙΣ: ἐμέλλετ᾽ ἄρα πάντως ἀνήσειν τῆς βοῆς, ὀλίγου τ᾽ ἀπέθανον ἄνθρακες Παρνήθιοι, καὶ ταῦτα διὰ τὴν ἀτοπίαν τῶν δημοτῶν. ὑπὸ τοῦ δέους δὲ τῆς μαρίλης μοι συχνὴν ὁ λάρκος ἐνετίλησεν ὥσπερ σηπία. δεινὸν γὰρ οὕτως ὀμφακίαν πεφυκέναι τὸν θυμὸν ἀνδρῶν ὥστε βάλλειν καὶ βοᾶν ἐθέλειν τ᾽ ἀκοῦσαι μηδὲν ἴσον ἴσῳ φέρον, ἐμοῦ ᾽θέλοντος ὑπὲρ ἐπιξήνου λέγειν ὑπὲρ Λακεδαιμονίων ἅπανθ᾽ ὅσ᾽ ἂν λέγω· καίτοι φιλῶ γε τὴν ἐμὴν ψυχὴν ἐγώ. [365] ΧΟΡΌΣ: τί οὖν οὐ λέγεις, ἐπίξηνον ἐξενεγκὼν θύραζ᾽, ὅ τι ποτ᾽ ὦ σχέτλιε τὸ μέγα τοῦτ᾽ ἔχεις; πάνυ γὰρ ἔμεγε πόθος ὅ τι φρονεῖς ἔχει. ἀλλ᾽ ᾗπερ αὐτὸς τὴν δίκην διωρίσω, θεὶς δεῦρο τοὐπίξηνον ἐγχείρει λέγειν. ΔΙΚΑΙΌΠΟΛΙΣ: ἰδοὺ θεᾶσθε, τὸ μὲν ἐπίξηνον τοδί, ὁ δ᾽ ἀνὴρ ὁ λέξων οὑτοσὶ τυννουτοσί. ἀμέλει μὰ τὸν Δἴ οὐκ ἐνασπιδώσομαι, λέξω δ᾽ ὑπὲρ Λακεδαιμονίων ἅ μοι δοκεῖ. καίτοι δέδοικα πολλά· τούς τε γὰρ τρόπους τοὺς τῶν ἀγροίκων οἶδα χαίροντας σφόδρα, ἐάν τις αὐτοὺς εὐλογῇ καὶ τὴν πόλιν ἀνὴρ ἀλαζὼν καὶ δίκαια κἄδικα· κἀνταῦθα λανθάνουσ᾽ ἀπεμπολώμενοι· τῶν τ᾽ αὖ γερόντων οἶδα τὰς ψυχὰς ὅτι οὐδὲν βλέπουσιν ἄλλο πλὴν ψηφηδακεῖν. αὐτός τ᾽ ἐμαυτὸν ὑπὸ Κλέωνος ἅπαθον ἐπίσταμαι διὰ τὴν πέρυσι κωμῳδίαν. εἰσελκύσας γάρ μ᾽ ἐς τὸ βουλευτήριον διέβαλλε καὶ ψευδῆ κατεγλώττιζέ μου κἀκυκλοβόρει κἄπλυνεν, ὥστ᾽ ὀλίγου πάνυ ἀπωλόμην μολυνοπραγμονούμενος. νῦν οὖν με πρῶτον πρὶν λέγειν ἐάσατε ἐνσκευάσασθαί μ᾽ οἷον ἀθλιώτατον. ΧΟΡΌΣ: τί ταῦτα στρέφει τεχνάζεις τε καὶ πορίζεις τριβάς; λαβὲ δ᾽ ἐμοῦ γ᾽ ἓνεκα παρ᾽ Ἱερωνύμου σκοτοδασυπυκνότριχά τιν᾽ Ἄιδος κυνῆν· ἀλλ᾽ ἐξάνοιγε μηχανὰς τὰς Σισύφου, ὡς σκῆψιν ἁγὼν οὗτος οὐκ ἐσδέξεται. ΔΙΚΑΙΌΠΟΛΙΣ: ὥρα ᾽στὶν ἤδη καρτερὰν ψυχὴν λαβεῖν, καί μοι βαδιστέ᾽ ἐστὶν ὡς Εὐριπίδην. παῖ παῖ. Κηφισόφων τίς οὗτος, ΔΙΚΑΙΌΠΟΛΙΣ: ἔνδον ἔστ᾽ Εὐριπίδης; ΚΗΦΙΣΟΦΩ͂Ν: οὐκ ἔνδον ἔνδον ἐστίν, εἰ γνώμην ἔχεις. ΔΙΚΑΙΌΠΟΛΙΣ: πῶς ἔνδον εἶτ᾽ οὐκ ἔνδον; [400] ΚΗΦΙΣΟΦΩ͂Ν: ὀρθῶς ὦ γέρον. ὁ νοῦς μὲν ἔξω ξυλλέγων ἐπύλλια οὐκ ἔνδον, αὐτὸς δ᾽ ἔνδον ἀναβάδην ποιεῖ τραγῳδίαν. ΔΙΚΑΙΌΠΟΛΙΣ: ὦ τρισμακάρι᾽ Εὐριπίδη, ὅθ᾽ ὁ δοῦλος οὑτωσὶ σαφῶς ἀπεκρίνατο. ἐκκάλεσον αὐτόν. ΚΗΦΙΣΟΦΩ͂Ν: ἀλλ᾽ ἀδύνατον. ΔΙΚΑΙΌΠΟΛΙΣ: ἀλλ᾽ ὅμως· οὐ γὰρ ἂν ἀπέλθοιμ᾽, ἀλλὰ κόψω τὴν θύραν. Εὐριπίδη, Εὐριπίδιον, ὑπάκουσον, εἴπερ τώποτ᾽ ἀνθρώπων τινί· Δικαιόπολις καλεῖ σε Χολλῄδης, ἐγώ. Ευριπίδης ἀλλ᾽ οὐ σχολή. ΔΙΚΑΙΌΠΟΛΙΣ: ἀλλ᾽ ἐκκυκλήθητ᾽. Ευριπίδης ἀλλ᾽ ἀδύνατον. ΔΙΚΑΙΌΠΟΛΙΣ: ἀλλ᾽ ὅμως. Ευριπίδης ἀλλ᾽ ἐκκυκλήσομαι· καταβαίνειν δ᾽ οὐ σχολή. ΔΙΚΑΙΌΠΟΛΙΣ: Εὐριπίδη, Ευριπίδης τί λέλακας; ΔΙΚΑΙΌΠΟΛΙΣ: ἀναβάδην ποιεῖς, ἐξὸν καταβάδην; οὐκ ἐτὸς χωλοὺς ποιεῖς. ἀτὰρ τί τὰ ῥάκι᾽ ἐκ τραγῳδίας ἔχεις, ἐσθῆτ᾽ ἐλεινήν; οὐκ ἐτὸς πτωχοὺς ποιεῖς. ἀλλ᾽ ἀντιβολῶ πρὸς τῶν γονάτων σ᾽ Εὐριπίδη, δός μοι ῥάκιόν τι τοῦ παλαιοῦ δράματος. δεῖ γάρ με λέξαι τῷ χορῷ ῥῆσιν μακράν· αὕτη δὲ θάνατον, ἢν κακῶς λέξω, φέρει. Ευριπίδης τὰ ποῖα τρύχη; μῶν ἐν οἷς Οἰνεὺς ὁδὶ ὁ δύσποτμος γεραιὸς ἠγωνίζετο; ΔΙΚΑΙΌΠΟΛΙΣ: οὐκ Οἰνέως ἦν, ἀλλ᾽ ἔτ᾽ ἀθλιωτέρου. Ευριπίδης τὰ τοῦ τυφλοῦ Φοίνικος; ΔΙΚΑΙΌΠΟΛΙΣ: οὐ Φοίνικος, οὔ· ἀλλ᾽ ἕτερος ἦν Φοίνικος ἀθλιώτερος. Ευριπίδης ποίας ποθ᾽ ἁνὴρ λακίδας αἰτεῖται πέπλων; ἀλλ᾽ ἦ Φιλοκτήτου τὰ τοῦ πτωχοῦ λέγεις; ΔΙΚΑΙΌΠΟΛΙΣ: οὐκ ἀλλὰ τούτου πολὺ πολὺ πτωχιστέρου. Ευριπίδης ἀλλ᾽ ἦ τὰ δυσπινῆ ᾽θέλεις πεπλώματα, ἃ Βελλεροφόντης εἶχ᾽ ὁ χωλὸς οὑτοσί; [430] ΔΙΚΑΙΌΠΟΛΙΣ: οὐ Βελλεροφόντης· ἀλλὰ κἀκεῖνος μὲν ἦν χωλὸς προσαιτῶν στωμύλος δεινὸς λέγειν. Ευριπίδης οἶδ᾽ ἄνδρα Μυσὸν Τήλεφον. ΔΙΚΑΙΌΠΟΛΙΣ: ναὶ Τήλεφον· τούτου δὸς ἀντιβολῶ σέ μοι τὰ σπάργανα. Ευριπίδης ὦ παῖ δὸς αὐτῷ Τηλέφου ῥακώματα. κεῖται δ᾽ ἄνωθεν τῶν Θυεστείων ῥακῶν μεταξὺ τῶν Ἰνοῦς. ΚΗΦΙΣΟΦΩ͂Ν: ἰδοὺ ταυτὶ λαβέ. [445] ΔΙΚΑΙΌΠΟΛΙΣ: ὦ Ζεῦ διόπτα καὶ κατόπτα πανταχῇ, ἐνσκευάσασθαί μ᾽ οἷον ἀθλιώτατον. Εὐριπίδη, ᾽πειδήπερ ἐχαρίσω ταδί, κἀκεῖνά μοι δὸς τἀκόλουθα τῶν ῥακῶν, τὸ πιλίδιον περὶ τὴν κεφαλὴν τὸ Μύσιον. δεῖ γάρ με δόξαι πτωχὸν εἶναι τήμερον, εἶναι μὲν ὅσπερ εἰμί, φαίνεσθαι δὲ μή· τοὺς μὲν θεατὰς εἰδέναι μ᾽ ὃς εἴμ᾽ ἐγώ, τοὺς δ᾽ αὖ χορευτὰς ἠλιθίους παρεστάναι, ὅπως ἂν αὐτοὺς ῥηματίοις σκιμαλίσω. Ευριπίδης δώσω· πυκνῇ γὰρ λεπτὰ μηχανᾷ φρενί. ΔΙΚΑΙΌΠΟΛΙΣ: εὐδαιμονοίης, Τηλέφῳ δ᾽ ἁγὼ φρονῶ. εὖ γ᾽ οἷον ἤδη ῥηματίων ἐμπίμπλαμαι. ἀτὰρ δέομαί γε πτωχικοῦ βακτηρίου. Ευριπίδης τουτὶ λαβὼν ἄπελθε λαΐνων σταθμῶν. ΔΙΚΑΙΌΠΟΛΙΣ: ὦ θύμ᾽, ὁρᾷς γὰρ ὡς ἀπωθοῦμαι δόμων, πολλῶν δεόμενος σκευαρίων· νῦν δὴ γενοῦ γλίσχρος προσαιτῶν λιπαρῶν τ᾽. Εὐριπίδη δός μοι σπυρίδιον διακεκαυμένον λύχνῳ. Ευριπίδης τί δ᾽ ὦ τάλας σε τοῦδ᾽ ἔχει πλέκους χρέος; ΔΙΚΑΙΌΠΟΛΙΣ: χρέος μὲν οὐδέν, βούλομαι δ᾽ ὅμως λαβεῖν. Ευριπίδης λυπηρὸς ἴσθ᾽ ὢν κἀποχώρησον δόμων. ΔΙΚΑΙΌΠΟΛΙΣ: φεῦ· εὐδαιμονοίης, ὥσπερ ἡ μήτηρ ποτέ. Ευριπίδης ἄπελθε νῦν μοι. ΔΙΚΑΙΌΠΟΛΙΣ: μἀλλά μοι δὸς ἓν μόνον κοτυλίσκιον τὸ χεῖλος ἀποκεκρουσμένον. Ευριπίδης φθείρου λαβὼν τόδ᾽· ἴσθ᾽ ὀχληρὸς ὢν δόμοις. [465] ΔΙΚΑΙΌΠΟΛΙΣ: οὔπω μὰ Δί᾽· οἶσθ᾽ οἷ᾽ αὐτὸς ἐργάζει κακά. ἀλλ᾽ ὦ γλυκύτατ᾽ Εὐριπίδη τουτὶ μόνον δός μοι χυτρίδιον σφογγίῳ βεβυσμένον. Ευριπίδης ὦνθρωπ᾽ ἀφαιρήσει με τὴν τραγῳδίαν· ἄπελθε ταυτηνὶ λαβών. [470] ΔΙΚΑΙΌΠΟΛΙΣ: ἀπέρχομαι. καίτοι τί δράσω; δεῖ γὰρ ἑνὸς οὗ μὴ τυχὼν ἀπόλωλ᾽. ἄκουσον ὦ γλυκύτατ᾽ Εὐριπίδη· τουτὶ λαβὼν ἄπειμι κοὐ πρόσειμ᾽ ἔτι· ἐς τὸ σπυρίδιον ἰσχνά μοι φυλλεῖα δός. Ευριπίδης ἀπολεῖς μ᾽. ἰδού σοι. φροῦδά μοι τὰ δράματα. ΔΙΚΑΙΌΠΟΛΙΣ: ἀλλ᾽ οὐκέτ᾽, ἀλλ᾽ ἄπειμι. καὶ γάρ εἰμ᾽ ἄγαν ὀχληρός, οὐ δοκῶν με κοιράνους στυγεῖν. οἴμοι κακοδαίμων, ὡς ἀπόλωλ᾽. ἐπελαθόμην ἐν ᾧπέρ ἐστι πάντα μοι τὰ πράγματα. Εὐριπίδιον ὦ φιλτάτιον καὶ γλυκύτατον, κάκιστ᾽ ἀπολοίμην, εἴ τί σ᾽ αἰτήσαιμ᾽ ἔτι, πλὴν ἓν μόνον, τουτὶ μόνον τουτὶ μόνον, σκάνδικά μοι δὸς μητρόθεν δεδεγμένος. Ευριπίδης ἁνὴρ ὑβρίζει· κλῇε πηκτὰ δωμάτων. ΔΙΚΑΙΌΠΟΛΙΣ: ὦ θύμ᾽ ἄνευ σκάνδικος ἐμπορευτέα. ἆρ᾽ οἶσθ᾽ ὅσον τὸν ἀγῶν᾽ ἀγωνιεῖ τάχα, μέλλων ὑπὲρ Λακεδαιμονίων ἀνδρῶν λέγειν; πρόβαινέ νυν ὦ θυμέ· γραμμὴ δ᾽ αὑτηί. ἕστηκας; οὐκ εἶ καταπιὼν Εὐριπίδην; ἐπῄνεσ᾽· ἄγε νυν ὦ τάλαινα καρδία ἄπελθ᾽ ἐκεῖσε, κᾆτα τὴν κεφαλὴν ἐκεῖ παράσχες εἰποῦσ᾽ ἅττ᾽ ἂν αὐτῇ σοι δοκῇ. τόλμησον ἴθι χώρησον, ἄγαμαι καρδίας. [495] ΧΟΡΌΣ: τί δράσεις; τί φήσεις; εὖ ἴσθι νυν ἀναίσχυντος ὢν σιδηροῦς τ᾽ ἀνήρ, ὅστις παρασχὼν τῇ πόλει τὸν αὐχένα ἅπασι μέλλεις εἷς λέγειν τἀναντία. ἁνὴρ οὐ τρέμει τὸ πρᾶγμ᾽. εἶά νυν, ἐπειδήπερ αὐτὸς αἱρεῖ, λέγε. [540] ΔΙΚΑΙΌΠΟΛΙΣ: μή μοι φθονήσητ᾽ ἄνδρες οἱ θεώμενοι, εἰ πτωχὸς ὢν ἔπειτ᾽ ἐν Ἀθηναίοις λέγειν μέλλω περὶ τῆς πόλεως, τρυγῳδίαν ποιῶν. τὸ γὰρ δίκαιον οἶδε καὶ τρυγῳδία. ἐγὼ δὲ λέξω δεινὰ μὲν δίκαια δέ. οὐ γάρ με νῦν γε διαβαλεῖ Κλέων ὅτι ξένων παρόντων τὴν πόλιν κακῶς λέγω. αὐτοὶ γάρ ἐσμεν οὑπὶ Ληναίῳ τ᾽ ἀγών, κοὔπω ξένοι πάρεισιν· οὔτε γὰρ φόροι ἥκουσιν οὔτ᾽ ἐκ τῶν πόλεων οἱ ξύμμαχοι· ἀλλ᾽ ἐσμὲν αὐτοὶ νῦν γε περιεπτισμένοι· τοὺς γὰρ μετοίκους ἄχυρα τῶν ἀστῶν λέγω. ἐγὼ δὲ μισῶ μὲν Λακεδαιμονίους σφόδρα, καὐτοῖς ὁ Ποσειδῶν οὑπὶ Ταινάρῳ θεὸς σείσας ἅπασιν ἐμβάλοι τὰς οἰκίας· κἀμοὶ γάρ ἐστ᾽ ἀμπέλια διακεκομμένα. ἀτὰρ φίλοι γὰρ οἱ παρόντες ἐν λόγῳ, τί ταῦτα τοὺς Λάκωνας αἰτιώμεθα; ἡμῶν γὰρ ἄνδρες, κοὐχὶ τὴν πόλιν λέγω, μέμνησθε τοῦθ᾽ ὅτι οὐχὶ τὴν πόλιν λέγω, ἀλλ᾽ ἀνδράρια μοχθηρά, παρακεκομμένα, ἄτιμα καὶ παράσημα καὶ παράξενα, ἐσυκοφάντει Μεγαρέων τὰ χλανίσκια· κεἴ που σίκυον ἴδοιεν ἢ λαγᾐδιον ἢ χοιρίδιον ἢ σκόροδον ἢ χόνδρους ἅλας, ταῦτ᾽ ἦν Μεγαρικὰ κἀπέπρατ᾽ αὐθημερόν. καὶ ταῦτα μὲν δὴ σμικρὰ κἀπιχώρια, πόρνην δὲ Σιμαίθαν ἰόντες Μεγαράδε νεανίαι κλέπτουσι μεθυσοκότταβοι· κᾆθ᾽ οἱ Μεγαρῆς ὀδύναις πεφυσιγγωμένοι ἀντεξέκλεψαν Ἀσπασίας πόρνα δύο· κἀντεῦθεν ἀρχὴ τοῦ πολέμου κατερράγη Ἕλλησι πᾶσιν ἐκ τριῶν λαικαστριῶν. ἐντεῦθεν ὀργῇ Περικλέης οὑλύμπιος ἤστραπτ᾽ ἐβρόντα ξυνεκύκα τὴν Ἑλλάδα, ἐτίθει νόμους ὥσπερ σκόλια γεγραμμένους, ὡς χρὴ Μεγαρέας μήτε γῇ μήτ᾽ ἐν ἀγορᾷ μήτ᾽ ἐν θαλάττῃ μήτ᾽ ἐν οὐρανῷ μένειν. ἐντεῦθεν οἱ Μεγαρῆς, ὅτε δὴ ᾽πείνων βάδην, Λακεδαιμονίων ἐδέοντο τὸ ψήφισμ᾽ ὅπως μεταστραφείη τὸ διὰ τὰς λαικαστρίας· κοὐκ ἠθέλομεν ἡμεῖς δεομένων πολλάκις. κἀντεῦθεν ἤδη πάταγος ἦν τῶν ἀσπίδων. ἐρεῖ τις, οὐ χρῆν· ἀλλὰ τί ἐχρῆν, εἴπατε. ΔΙΚΑΙΌΠΟΛΙΣ: φέρ᾽ εἰ Λακεδαιμονίων τις ἐκπλεύσας σκάφει ἀπέδοτο φήνας κυνίδιον Σεριφίων, καθῆσθ᾽ ἂν ἐν δόμοισιν; ἦ πολλοῦ γε δεῖ· καὶ κάρτα μέντἂν εὐθέως καθείλκετε τριακοσίας ναῦς, ἦν δ᾽ ἂν ἡ πόλις πλέα θορύβου στρατιωτῶν, περὶ τριηράρχου βοῆς, μισθοῦ διδομένου, παλλαδίων χρυσουμένων, στοᾶς στεναχούσης, σιτίων μετρουμένων, ἀσκῶν, τροπωτήρων, κάδους ὠνουμένων, σκορόδων, ἐλαῶν, κρομμύων ἐν δικτύοις, στεφάνων, τριχίδων, αὐλητρίδων, ὑπωπίων· τὸ νεώριον δ᾽ αὖ κωπέων πλατουμένων, τύλων ψοφούντων, θαλαμιῶν τροπουμένων, αὐλῶν, κελευστῶν, νιγλάρων, συριγμάτων. ταῦτ᾽ οἶδ᾽ ὅτι ἂν ἐδρᾶτε· τὸν δὲ Τήλεφον οὐκ οἰόμεσθα; νοῦς ἄρ᾽ ἡμῖν οὐκ ἔνι. Ἡμιχόριον Α ἄληθες ὦπίτριπτε καί μιαρώτατε; ταυτὶ σὺ τολμᾷς πτωχὸς ὢν ἡμᾶς λέγειν, καὶ συκοφάντης εἴ τις ἦν ὠνείδισας; Ἡμιχόριον Β νὴ τὸν Ποσειδῶ καὶ λέγει γ᾽ ἅπερ λέγει δίκαια πάντα κοὐδὲν αὐτῶν ψεύδεται. Ἡμιχόριον Α εἶτ᾽ εἰ δίκαια, τοῦτον εἰπεῖν αὔτ᾽ ἐχρῆν; ἀλλ᾽ οὔτι χαίρων ταῦτα τολμήσει λέγειν. Ἡμιχόριον Β οὗτος σὺ ποῖ θεῖς; οὐ μενεῖς; ὡς εἰ θενεῖς τὸν ἄνδρα τοῦτον, αὐτὸς ἀρθήσει τάχα. Ἡμιχόριον Α ἰὼ Λάμαχ᾽ ὦ βλέπων ἀστραπάς, βοήθησον ὦ γοργολόφα φανείς, ἰὼ Λάμαχ᾽ ὦ φίλ᾽ ὦ φυλέτα· εἴτε τις ἔστι ταξίαρχος ἢ στρατηγὸς ἢ τειχομάχας ἀνήρ, βοηθησάτω τις ἀνύσας. ἐγὼ γὰρ ἔχομαι μέσος. Λάμαχος πόθεν βοῆς ἤκουσα πολεμιστηρίας; ποῖ χρὴ βοηθεῖν; ποῖ κυδοιμὸν ἐμβαλεῖν; τίς Γοργόν᾽ ἐξήγειρεν ἐκ τοῦ σάγματος; ΔΙΚΑΙΌΠΟΛΙΣ: ὦ Λάμαχ᾽ ἥρως, τῶν λόφων καὶ τῶν λόχων. Ἡμιχόριον Α ὦ Λάμαχ᾽, οὐ γὰρ οὗτος ἅνθρωπος πάλαι ἅπασαν ἡμῶν τὴν πόλιν κακορροθεῖ; ΛΆΜΑΧΟΣ: οὗτος σὺ τολμᾷς πτωχὸς ὢν λέγειν τάδε; [580] ΔΙΚΑΙΌΠΟΛΙΣ: ὦ Λάμαχ᾽ ἥρως, ἀλλὰ συγγνώμην ἔχε, εἰ πτωχὸς ὢν εἶπόν τι κἀστωμυλάμην. ΛΆΜΑΧΟΣ: τί δ᾽ εἶπας ἡμᾶς; οὐκ ἐρεῖς; ΔΙΚΑΙΌΠΟΛΙΣ: οὐκ οἶδά πω· ὑπὸ τοῦ δέους γὰρ τῶν ὅπλων εἰλιγγιῶ. ἀλλ᾽ ἀντιβολῶ σ᾽ ἀπένεγκέ μου τὴν μορμόνα. ΛΆΜΑΧΟΣ: ἰδού. ΔΙΚΑΙΌΠΟΛΙΣ: παράθες νυν ὑπτίαν αὐτὴν ἐμοί. ΛΆΜΑΧΟΣ: κεῖται. ΔΙΚΑΙΌΠΟΛΙΣ: φέρε νυν ἀπὸ τοῦ κράνους μοι τὸ πτερόν. [585] ΛΆΜΑΧΟΣ: τουτὶ πτίλον σοι. ΔΙΚΑΙΌΠΟΛΙΣ: τῆς κεφαλῆς νύν μου λαβοῦ, ἵν᾽ ἐξεμέσω· βδελύττομαι γὰρ τοὺς λόφους. ΛΆΜΑΧΟΣ: οὗτος τί δράσεις; τῷ πτίλῳ μέλλεις ἐμεῖν; πτίλον γάρ ἐστιν — ΔΙΚΑΙΌΠΟΛΙΣ: εἰπέ μοι τίνος ποτὲ ὄρνιθός ἐστιν; ἆρα κομπολακύθου; [590] ΛΆΜΑΧΟΣ: οἴμ᾽ ὡς τεθνήξεις. ΔΙΚΑΙΌΠΟΛΙΣ: μηδαμῶς ὦ Λάμαχε· οὐ γὰρ κατ᾽ ἰσχύν ἐστιν· εἰ δ᾽ ἰσχυρὸς εἶ, τί μ᾽ οὐκ ἀπεψώλησας; εὔοπλος γὰρ εἶ. ΛΆΜΑΧΟΣ: ταυτὶ λέγεις σὺ τὸν στρατηγὸν πτωχὸς ὤν; ΔΙΚΑΙΌΠΟΛΙΣ: ἐγὼ γάρ εἰμι πτωχός; ΛΆΜΑΧΟΣ: ἀλλὰ τίς γὰρ εἶ; ΔΙΚΑΙΌΠΟΛΙΣ: ὅστις; πολίτης χρηστός, οὐ σπουδαρχίδης, ἀλλ᾽ ἐξ ὅτου περ ὁ πόλεμος, στρατωνίδης, σὺ δ᾽ ἐξ ὅτου περ ὁ πόλεμος, μισθαρχίδης. ΛΆΜΑΧΟΣ: ἐχειροτόνησαν γάρ με — ΔΙΚΑΙΌΠΟΛΙΣ: κόκκυγές γε τρεῖς. ταῦτ᾽ οὖν ἐγὼ βδελυττόμενος ἐσπεισάμην, ὁρῶν πολιοὺς μὲν ἄνδρας ἐν ταῖς τάξεσιν, νεανίας δ᾽ οἵους σὺ διαδεδρακότας, τοὺς μὲν ἐπὶ Θρᾴκης μισθοφοροῦντας τρεῖς δραχμάς, Τεισαμενοφαινίππους Πανουργιππαρχίδας, ἑτέρους δὲ παρὰ Χάρητι τοὺς δ᾽ ἐν Χάοσιν, Γερητοθεοδώρους Διομειαλαζόνας, τοὺς δ᾽ ἐν Καμαρίνῃ κἀν Γέλα κἀν Καταγέλᾳ. ΛΆΜΑΧΟΣ: ἐχειροτονήθησαν γάρ. ΔΙΚΑΙΌΠΟΛΙΣ: αἴτιον δὲ τί ὑμᾶς μὲν ἀεὶ μισθοφορεῖν ἁμῃγέπῃ, τωνδὶ δὲ μηδέν᾽; ἐτεὸν ὦ Μαριλάδη ἤδη πεπρέσβευκας σὺ πολιὸς ὢν ἓν ἢ; ἀνένευσε· καίτοι γ᾽ ἐστὶ σώφρων κἀργάτης. τί δαὶ Δράκυλλος ἢ Εὐφορίδης ἢ Πρινίδης; εἶδέν τις ὑμῶν τἀκβάταν᾽ ἢ τοὺς Χάονας; οὔ φασιν. ἀλλ᾽ ὁ Κοισύρας καὶ Λάμαχος, οἷς ὑπ᾽ ἐράνου τε καὶ χρεῶν πρώην ποτέ, ὥσπερ ἀπόνιπτρον ἐκχέοντες ἑσπέρας, ἅπαντες ᾽ἐξίστω᾽ παρῄνουν οἱ φίλοι. ΛΆΜΑΧΟΣ: ὦ δημοκρατία ταῦτα δῆτ᾽ ἀνασχετά; ΔΙΚΑΙΌΠΟΛΙΣ: οὐ δῆτ᾽ ἐὰν μὴ μισθοφορῇ γε Λάμαχος. ΛΆΜΑΧΟΣ: ἀλλ᾽ οὖν ἐγὼ μὲν πᾶσι Πελοποννησίοις ἀεὶ πολεμήσω καὶ ταράξω πανταχῇ καὶ ναυσὶ καὶ πεζοῖσι κατὰ τὸ καρτερόν. [625] ΔΙΚΑΙΌΠΟΛΙΣ: ἐγὼ δὲ κηρύττω γε Πελοποννησίοις ἅπασι καὶ Μεγαρεῦσι καὶ Βοιωτίοις πωλεῖν ἀγοράζειν πρὸς ἐμέ, Λαμάχῳ δὲ μή. ΧΟΡΌΣ: ἁνὴρ νικᾷ τοῖσι λόγοισιν, καὶ τὸν δῆμον μεταπείθει περὶ τῶν σπονδῶν. ἀλλ᾽ ἀποδύντες τοῖς ἀναπαίστοις ἐπίωμεν. ἐξ οὗ γε χοροῖσιν ἐφέστηκεν τρυγικοῖς ὁ διδάσκαλος ἡμῶν, οὔπω παρέβη πρὸς τὸ θέατρον λέξων ὡς δεξιός ἐστιν· διαβαλλόμενος δ᾽ ὑπὸ τῶν ἐχθρῶν ἐν Ἀθηναίοις ταχυβούλοις, ὡς κωμῳδεῖ τὴν πόλιν ἡμῶν καὶ τὸν δῆμον καθυβρίζει, ἀποκρίνασθαι δεῖται νυνὶ πρὸς Ἀθηναίους μεταβούλους. φησὶν δ᾽ εἶναι πολλῶν ἀγαθῶν ἄξιος ὑμῖν ὁ ποιητής, παύσας ὑμᾶς ξενικοῖσι λόγοις μὴ λίαν ἐξαπατᾶσθαι, μήθ᾽ ἥδεσθαι θωπευομένους, μήτ᾽ εἶναι χαυνοπολίτας. πρότερον δ᾽ ὑμᾶς ἀπὸ τῶν πόλεων οἱ πρέσβεις ἐξαπατῶντες πρῶτον μὲν ἰοστεφάνους ἐκάλουν· κἀπειδὴ τοῦτό τις εἴποι, εὐθὺς διὰ τοὺς στεφάνους ἐπ᾽ ἄκρων τῶν πυγιδίων ἐκάθησθε. εἰ δέ τις ὑμᾶς ὑποθωπεύσας λιπαρὰς καλέσειεν Ἀθήνας, ηὕρετο πᾶν ἂν διὰ τὰς λιπαράς, ἀφύων τιμὴν περιάψας. ταῦτα ποιήσας πολλῶν ἀγαθῶν αἴτιος ὑμῖν γεγένηται, καὶ τοὺς δήμους ἐν ταῖς πόλεσιν δείξας ὡς δημοκρατοῦνται. τοιγάρτοι νῦν ἐκ τῶν πόλεων τὸν φόρον ὑμῖν ἀπάγοντες ἥξουσιν ἰδεῖν ἐπιθυμοῦντες τὸν ποιητὴν τὸν ἄριστον, ὅστις παρεκινδύνευσ᾽ εἰπεῖν ἐν Ἀθηναίοις τὰ δίκαια. οὕτω δ᾽ αὐτοῦ περὶ τῆς τόλμης ἤδη πόρρω κλέος ἥκει, ὅτε καὶ βασιλεὺς Λακεδαιμονίων τὴν πρεσβείαν βασανίζων ἠρώτησεν πρῶτα μὲν αὐτοὺς πότεροι ταῖς ναυσὶ κρατοῦσιν, εἶτα δὲ τοῦτον τὸν ποιητὴν ποτέρους εἴποι κακὰ πολλά· τούτους γὰρ ἔφη τοὺς ἀνθρώπους πολὺ βελτίους γεγενῆσθαι καὶ τῷ πολέμῳ πολὺ νικήσειν τοῦτον ξύμβουλον ἔχοντας. διὰ ταῦθ᾽ ὑμᾶς Λακεδαιμόνιοι τὴν εἰρήνην προκαλοῦνται καὶ τὴν Αἴγιναν ἀπαιτοῦσιν· καὶ τῆς νήσου μὲν ἐκείνης οὐ φροντίζουσ᾽, ἀλλ᾽ ἵνα τοῦτον τὸν ποιητὴν ἀφέλωνται. ἀλλ᾽ ὑμεῖς τοι μή ποτ᾽ ἀφῆσθ᾽· ὡς κωμῳδήσει τὰ δίκαια· φησὶν δ᾽ ὑμᾶς πολλὰ διδάξειν ἀγάθ᾽, ὥστ᾽ εὐδαίμονας εἶναι, οὐ θωπεύων οὐδ᾽ ὑποτείνων μισθοὺς οὐδ᾽ ἐξαπατύλλων, οὐδὲ πανουργῶν οὐδὲ κατάρδων, ἀλλὰ τὰ βέλτιστα διδάσκων. πρὸς ταῦτα Κλέων καὶ παλαμάσθω καὶ πᾶν ἐπ᾽ ἐμοὶ τεκταινέσθω. τὸ γὰρ εὖ μετ᾽ ἐμοῦ καὶ τὸ δίκαιον ξύμμαχον ἔσται, κοὐ μή ποθ᾽ ἁλῶ περὶ τὴν πόλιν ὢν ὥσπερ ἐκεῖνος δειλὸς καὶ λακαταπύγων. δεῦρο Μοῦσ᾽ ἐλθὲ φλεγυρὰ πυρὸς ἔχουσα μένος ἔντονος Ἀχαρνική. οἷον ἐξ ἀνθράκων πρινίνων φέψαλος ἀνήλατ᾽ ἐρεθιζόμενος οὐρίᾳ ῥιπίδι, ἡνίκ᾽ ἂν ἐπανθρακίδες ὦσι παρακείμεναι, οἱ δὲ Θασίαν ἀνακυκῶσι λιπαράμπυκα, οἱ δὲ μάττωσιν, οὕτω σοβαρὸν ἐλθὲ μέλος ἔντονον ἀγροικότερον ὡς ἐμὲ λαβοῦσα τὸν δημότην. οἱ γέροντες οἱ παλαιοὶ μεμφόμεσθα τῇ πόλει· οὐ γὰρ ἀξίως ἐκείνων ὧν ἐναυμαχήσαμεν γηροβοσκούμεσθ᾽ ὑφ᾽ ὑμῶν, ἀλλὰ δεινὰ πάσχομεν, οἵτινες γέροντας ἄνδρας ἐμβαλόντες ἐς γραφὰς ὑπὸ νεανίσκων ἐᾶτε καταγελᾶσθαι ῥητόρων, οὐδὲν ὄντας, ἀλλὰ κωφοὺς καὶ παρεξηυλημένους, οἷς Ποσειδῶν ἀσφάλειός ἐστιν ἡ βακτηρία· τονθορύζοντες δὲ γήρᾳ τῷ λίθῳ προσέσταμεν, οὐχ ὁρῶντες οὐδὲν εἰ μὴ τῆς δίκης τὴν ἠλύγην. ὁ δέ, νεανίας ἑαυτῷ σπουδάσας ξυνηγορεῖν, ἐς τάχος παίει ξυνάπτων στρογγύλοις τοῖς ῥήμασιν· κᾆτ᾽ ἀνελκύσας ἐρωτᾷ σκανδάληθρ᾽ ἱστὰς ἐπῶν ἄνδρα Τιθωνὸν σπαράττων καὶ ταράττων καὶ κυκῶν. ὁ δ᾽ ὑπὸ γήρως μασταρύζει, κᾆτ᾽ ὀφλὼν ἀπέρχεται, εἶτα λύζει καὶ δακρύει καὶ λέγει πρὸς τοὺς φίλους, ᾽οὗ μ᾽ ἐχρῆν σορὸν πρίασθαι τοῦτ᾽ ὀφλὼν ἀπέρχομαι.᾽ ταῦτα πῶς εἰκότα, γέροντ᾽ ἀπολέσαι πολιὸν ἄνδρα περὶ κλεψύδραν, πολλὰ δὴ ξυμπονήσαντα καὶ θερμὸν ἀπομορξάμενον ἀνδρικὸν ἱδρῶτα δὴ καὶ πολύν, ἄνδρ᾽ ἀγαθὸν ὄντα Μαραθῶνι περὶ τὴν πόλιν; εἶτα Μαραθῶνι μὲν ὅτ᾽ ἦμεν ἐδιώκομεν, νῦν δ᾽ ὑπ᾽ ἀνδρῶν πονηρῶν σφόδρα διωκόμεθα, κᾆτα προσαλισκόμεθα. πρὸς τάδε τίς ἀντερεῖ Μαρψίας; τῷ γὰρ εἰκὸς ἄνδρα κυφὸν ἡλίκον Θουκυδίδην ἐξολέσθαι συμπλακέντα τῇ Σκυθῶν ἐρημίᾳ, τῷδε τῷ Κηφισοδήμῳ τῷ λάλῳ ξυνηγόρῳ; ὥστ᾽ ἐγὼ μὲν ἠλέησα κἀπεμορξάμην ἰδὼν ἄνδρα πρεσβύτην ὑπ᾽ ἀνδρὸς τοξότου κυκώμενον, ὃς μὰ τὴν Δήμητρ᾽, ἐκεῖνος ἡνίκ᾽ ἦν Θουκυδίδης, οὐδ᾽ ἂν αὐτὴν τὴν Ἀχαίαν ῥᾳδίως ἠνέσχετο, ἀλλὰ κατεπάλαισε μέντἂν πρῶτον Εὐάθλους δέκα, κατεβόησε δ᾽ ἂν κεκραγὼς τοξότας τρισχιλίους, περιετόξευσεν δ᾽ ἂν αὐτοῦ τοῦ πατρὸς τοὺς ξυγγενεῖς. ἀλλ᾽ ἐπειδὴ τοὺς γέροντας οὐκ ἐᾶθ᾽ ὕπνου τυχεῖν, ψηφίσασθε χωρὶς εἶναι τὰς γραφάς, ὅπως ἂν ᾖ τῷ γέροντι μὲν γέρων καὶ νωδὸς ὁ ξυνήγορος, τοῖς νέοισι δ᾽ εὐρύπρωκτος καὶ λάλος χὠ Κλεινίου. κἀξελαύνειν χρὴ τὸ λοιπόν, κἂν φύγῃ τις ζημιοῦν, τὸν γέροντα τῷ γέροντι, τὸν νέον δὲ τῷ νέῳ. [735] ΔΙΚΑΙΌΠΟΛΙΣ: ὅροι μὲν ἀγορᾶς εἰσιν οἵδε τῆς ἐμῆς. ἐνταῦθ᾽ ἀγοράζειν πᾶσι Πελοποννησίοις ἔξεστι καὶ Μεγαρεῦσι καὶ Βοιωτίοις, ἐφ᾽ ᾧτε πωλεῖν πρὸς ἐμέ, Λαμάχῳ δὲ μή. ἀγορανόμους δὲ τῆς ἀγορᾶς καθίσταμαι τρεῖς τοὺς λαχόντας τούσδ᾽ ἱμάντας ἐκ Λεπρῶν. ἐνταῦθα μήτε συκοφάντης εἰσίτω μήτ᾽ ἄλλος ὅστις Φασιανός ἐστ᾽ ἀνήρ. ἐγὼ δὲ τὴν στήλην καθ᾽ ἣν ἐσπεισάμην μέτειμ᾽, ἵνα στήσω φανερὰν ἐν τἀγορᾷ. Μεγαρεύς ἀγορὰ ν᾽ Ἀθάναις χαῖρε Μεγαρεῦσιν φίλα. ἐπόθουν τυ ναὶ τὸν φίλιον περ ματέρα. ἀλλ᾽ ὦ πόνηρα κώρι᾽ ἀθλίω πατρός, ἄμβατε ποττὰν μᾶδδαν, αἴ χ᾽ εὕρητέ πᾶ. ἀκούετε δή, ποτέχετ᾽ ἐμὶν τὰν γαστέρα· πότερα πεπρᾶσθαι χρῄδδετ᾽ ἢ πεινῆν κακῶς; Κόρα πεπρᾶσθαι πεπρᾶσθαι. ΜΕΓΑΡΕΎΣ: ἐγώνγα καὐτός φαμι. τίς δ᾽ οὕτως ἄνους ὃς ὑμέ κα πρίαιτο φανερὰν ζαμίαν; ἀλλ᾽ ἔστι γάρ μοι Μεγαρικά τις μαχανά, χοίρως γὰρ ὑμὲ σκευάσας φασῶ φέρειν. περίθεσθε τάσδε τὰς ὁπλὰς τῶν χοιρίων. ὅπως δὲ δοξεῖτ᾽ εἶμεν ἐξ ἀγαθᾶς ὑός· ὡς ναὶ τὸν Ἑρμᾶν, αἴπερ ἱξεῖτ᾽ οἴκαδις ἄπρατα, πειρασεῖσθε τᾶς λιμῶ κακῶς. ἀλλ᾽ ἀμφίθεσθε καὶ ταδὶ τὰ ῥυγχία, κἤπειτεν ἐς τὸυ σάκκον ὧδ᾽ ἐσβαίνετε. ὅπως δὲ γρυλλιξεῖτε καὶ κοΐξετε χἠσεῖτε φωνὰν χοιρίων μυστηρικῶν. ἐγὼν δὲ καρυξῶ Δικαιόπολιν ὅπᾳ· Δικαιόπολι, ἦ λῇς πρίασθαι χοιρία; [750] ΔΙΚΑΙΌΠΟΛΙΣ: τί; ἀνὴρ Μεγαρικός; ΜΕΓΑΡΕΎΣ: ἀγορασοῦντες ἵκομες. ΔΙΚΑΙΌΠΟΛΙΣ: πῶς ἔχετε; ΜΕΓΑΡΕΎΣ: διαπεινᾶμες ἀεὶ ποττὸ πῦρ. ΔΙΚΑΙΌΠΟΛΙΣ: ἀλλ᾽ ἡδύ τοι νὴ τὸν Δἴ, ἢν αὐλὸς παρῇ. τί δ᾽ ἄλλο πράττεθ᾽ οἱ Μεγαρῆς νῦν; ΜΕΓΑΡΕΎΣ: οἷα δή. ὅκα μὲν ἐγὼν τηνῶθεν ἐμπορευόμαν, ἄνδρες πρόβουλοι τοῦτ᾽ ἔπραττον τᾷ πόλει, ὅπως τάχιστα καὶ κάκιστ᾽ ἀπολοίμεθα. ΔΙΚΑΙΌΠΟΛΙΣ: αὐτίκ᾽ ἄρ᾽ ἀπαλλάξεσθε πραγμάτων. ΜΕΓΑΡΕΎΣ: σά μάν; ΔΙΚΑΙΌΠΟΛΙΣ: τί δ᾽ ἄλλο Μεγαροῖ; πῶς ὁ σῖτος ὤνιος; ΜΕΓΑΡΕΎΣ: παρ᾽ ἁμὶ πολυτίματος περ τοὶ θεοί. [760] ΔΙΚΑΙΌΠΟΛΙΣ: ἅλας οὖν φέρεις; ΜΕΓΑΡΕΎΣ: οὐχ ὑμὲς αὐτῶν ἄρχετε; ΔΙΚΑΙΌΠΟΛΙΣ: οὐδὲ σκόροδα; ΜΕΓΑΡΕΎΣ: ποῖα σκόροδ᾽; ὑμὲς τῶν ἀεί, ὅκκ᾽ ἐσβάλητε, τὼς ἀρωραῖοι μύες πάσσακι τὰς ἄγλιθας ἐξορύσσετε. ΔΙΚΑΙΌΠΟΛΙΣ: τί δαὶ φέρεις; ΜΕΓΑΡΕΎΣ: χοίρως ἐγώνγα μυστικάς. [765] ΔΙΚΑΙΌΠΟΛΙΣ: καλῶς λέγεις· ἐπίδειξον. ΜΕΓΑΡΕΎΣ: ἀλλὰ μὰν καλαί. ἄντεινον αἰ λῇς· ὡς παχεῖα καὶ καλά. ΔΙΚΑΙΌΠΟΛΙΣ: τουτὶ τί ἦν τὸ πρᾶγμα; ΜΕΓΑΡΕΎΣ: χοῖρος ναὶ Δία. ΔΙΚΑΙΌΠΟΛΙΣ: τί λέγεις σύ; ποδαπὴ δή ᾽στι χοῖρος; ΜΕΓΑΡΕΎΣ: Μεγαρικά. ἢ οὐ χοῖρός ἐσθ᾽ ἅδ᾽; ΔΙΚΑΙΌΠΟΛΙΣ: οὐκ ἔμοιγε φαίνεται. ΜΕΓΑΡΕΎΣ: οὐ δεινά; θᾶσθε τῶδε τὰς ἀπιστίας· οὔ φατι τάνδε χοῖρον εἶμεν. ἀλλὰ μάν, αἰ λῇς, περίδου μοι περὶ θυμιτιδᾶν ἁλῶν, αἰ μή ᾽στιν οὗτος χοῖρος Ἑλλάνων νόμῳ. ΔΙΚΑΙΌΠΟΛΙΣ: ἀλλ᾽ ἔστιν ἀνθρώπου γε. ΜΕΓΑΡΕΎΣ: ναὶ τὸν Διοκλέα ἐμά γα. τὺ δέ νιν εἴμεναι τίνος δοκεῖς; ἦ λῇς ἀκοῦσαι φθεγγομένας; ΔΙΚΑΙΌΠΟΛΙΣ: νὴ τοὺς θεοὺς ἔγωγε. [780] ΜΕΓΑΡΕΎΣ: φώνει δὴ τὺ ταχέως χοιρίον. οὐ χρῆσθα; σιγῇς ὦ κάκιστ᾽ ἀπολουμένα; πάλιν τυ ἀποισῶ ναὶ τὸν Ἑρμᾶν οἴκαδις. Κόρη κοῒ κοΐ. ΜΕΓΑΡΕΎΣ: αὕτα ᾽στὶ χοῖρος; ΔΙΚΑΙΌΠΟΛΙΣ: νῦν γε χοῖρος φαίνεται. ἀτὰρ ἐκτραφείς γε κύσθος ἔσται. ΜΕΓΑΡΕΎΣ: πέντ᾽ ἑτῶν, σάφ᾽ ἴσθι, ποττὰν ματέρ᾽ εἰκασθήσεται. ΔΙΚΑΙΌΠΟΛΙΣ: ἀλλ᾽ οὐδὲ θύσιμός ἐστιν αὑτηγί. [785] ΜΕΓΑΡΕΎΣ: σά μάν; πᾷ δ᾽ οὐχὶ θύσιμός ἐστι; ΔΙΚΑΙΌΠΟΛΙΣ: κέρκον οὐκ ἔχει. ΜΕΓΑΡΕΎΣ: νεαρὰ γάρ ἐστιν· ἀλλὰ δελφακουμένα ἑξεῖ μεγάλαν τε καὶ παχεῖαν κἠρυθράν. ἀλλ᾽ αἰ τράφειν λῇς, ἅδε τοι χοῖρος καλά. ΔΙΚΑΙΌΠΟΛΙΣ: ὡς ξυγγενὴς ὁ κύσθος αὐτῆς θατέρᾳ. ΜΕΓΑΡΕΎΣ: ὁμοματρία γάρ ἐστι κἠκ τωὐτῶ πατρός. αἰ δ᾽ ἂν παχυνθῇ κἀναχνοιανθῇ τριχί, κάλλιστος ἔσται χοῖρος Ἀφροδίτᾳ θύειν. ΔΙΚΑΙΌΠΟΛΙΣ: ἀλλ᾽ οὐχὶ χοῖρος τἀφροδίτῃ θύεται. ΜΕΓΑΡΕΎΣ: οὐ χοῖρος Ἀφροδίτᾳ; μόνᾳ γα δαιμόνων. καὶ γίνεταί γα τᾶνδε τᾶν χοίρων τὸ κρῆς ἅδιστον ἂν τὸν ὀδελὸν ἐμπεπαρμένον. ΔΙΚΑΙΌΠΟΛΙΣ: ἤδη δ᾽ ἄνευ τῆς μητρὸς ἐσθίοιεν ἄν; ΜΕΓΑΡΕΎΣ: ναὶ τὸν Ποτειδᾶν καί κ᾽ ἄνις γα τῶ πατρός. ΔΙΚΑΙΌΠΟΛΙΣ: τί δ᾽ ἐσθίει μάλιστα; [800] ΜΕΓΑΡΕΎΣ: πάνθ᾽ ἅ κα διδῷς. αὐτὸς δ᾽ ἐρώτη. ΔΙΚΑΙΌΠΟΛΙΣ: χοῖρε χοῖρε. Κόρα κοῒ κοΐ. ΔΙΚΑΙΌΠΟΛΙΣ: τρώγοις ἂν ἐρεβίνθους; Κόρα κοῒ κοῒ κοΐ. ΔΙΚΑΙΌΠΟΛΙΣ: τί δαί; φιβάλεως ἰσχάδας; Κόρα κοῒ κοΐ. ΔΙΚΑΙΌΠΟΛΙΣ: τί δαὶ σύ; τρώγοις ἄν; Κόρα κοῒ κοῒ κοΐ. ΔΙΚΑΙΌΠΟΛΙΣ: ὡς ὀξὺ πρὸς τὰς ἰσχάδας κεκράγατε. ἐνεγκάτω τις ἔνδοθεν τῶν ἰσχάδων τοῖς χοιριδίοισιν. ἆρα τρώξονται; βαβαί, οἷον ῥοθιάζουσ᾽ ὦ πολυτίμηθ᾽ Ἡράκλεις. ποδαπὰ τὰ χοιρί᾽; ὡς Τραγασαῖα φαίνεται. [810] ΜΕΓΑΡΕΎΣ: ἀλλ᾽ οὔτι πάσας κατέτραγον τὰς ἰσχάδας. ἐγὼ γὰρ αὐτᾶν τάνδε μίαν ἀνειλόμαν. ΔΙΚΑΙΌΠΟΛΙΣ: νὴ τὸν Δἴ ἀστείω γε τὼ βοσκήματε· πόσου πρίωμαί σοι τὰ χοιρίδια; λέγε. ΜΕΓΑΡΕΎΣ: τὸ μὲν ἅτερον τούτων σκορόδων τροπαλίδος, τὸ δ᾽ ἅτερον, αἰ λῇς, χοίνικος μόνας ἁλῶν. [815] ΔΙΚΑΙΌΠΟΛΙΣ: ὠνήσομαί σοι· περίμεν᾽ αὐτοῦ. ΜΕΓΑΡΕΎΣ: ταῦτα δή. Ἑρμᾶ ᾽μπολαῖε τὰν γυναῖκα τὰν ἐμὰν οὕτω μ᾽ ἀποδόσθαι τάν τ᾽ ἐμωυτῶ τ᾽ ἐμωυτῶ ματέρα. Συκοφάντης ὦνθρωπε ποδαπός; [820] ΜΕΓΑΡΕΎΣ: χοιροπώλας Μεγαρικός. Συκοφάντης τὰ χοιρίδια τοίνυν ἐγὼ φανῶ ταδὶ πολέμια καὶ σέ. ΜΕΓΑΡΕΎΣ: τοῦτ᾽ ἐκεῖν᾽, ἵκει πάλιν ὅθενπερ ἀρχὰ τῶν κακῶν ἁμῖν ἔφυ. Συκοφάντης κλάων μεγαριεῖς. οὐκ ἀφήσεις τὸν σάκον; ΜΕΓΑΡΕΎΣ: Δικαιόπολι Δικαιόπολι φαντάδδομαι. ΔΙΚΑΙΌΠΟΛΙΣ: ὑπὸ τοῦ; τίς ὁ φαίνων σ᾽ ἐστίν; ἁγορανόμοι, τοὺς συκοφάντας οὐ θύραζ᾽ ἐξείρξετε; τί δὴ μαθὼν φαίνεις ἄνευ θρυαλλίδος; Συκοφάντης οὐ γὰρ φανῶ τοὺς πολεμίους; ΔΙΚΑΙΌΠΟΛΙΣ: κλάων γε σύ, εἰ μὴ ᾽τέρωσε συκοφαντήσεις τρέχων. ΜΕΓΑΡΕΎΣ: οἷον τὸ κακὸν ἐν ταῖς Ἀθάναις τοῦτ᾽ ἔνι. ΔΙΚΑΙΌΠΟΛΙΣ: θάρρει Μεγαρίκ᾽· ἀλλ᾽ ἧς τὰ χοιρίδι᾽ ἀπέδου τιμῆς, λαβὲ ταυτὶ τὰ σκόροδα καὶ τοὺς ἅλας, καὶ χαῖρε πόλλ᾽. ΜΕΓΑΡΕΎΣ: ἀλλ᾽ ἁμὶν οὐκ ἐπιχώριον. [835] ΔΙΚΑΙΌΠΟΛΙΣ: πολυπραγμοσύνη νυν ἐς κεφαλὴν τράποιτ᾽ ἐμοί. Μεγαρεύς ὦ χοιρίδια πειρῆσθε κἄνις τῶ πατρὸς παίειν ἐφ᾽ ἁλὶ τὰν μᾶδδαν, αἴκα τις διδῷ. ΧΟΡΌΣ: εὐδαιμονεῖ γ᾽ ἅνθρωπος. οὐκ ἤκουσας οἷ προβαίνει τὸ πρᾶγμα τοῦ βουλεύματος; καρπώσεται γὰρ ἁνὴρ ἐν τἀγορᾷ καθήμενος· κἂν εἰσίῃ τις Κτησίας ἢ συκοφάντης ἄλλος, οἰμώζων καθεδεῖται· οὐδ᾽ ἄλλος ἀνθρώπων ὑποψωνῶν σε πημανεῖ τι, οὐδ᾽ ἐξομόρξεται Πρέπις τὴν εὐρυπρωκτίαν σοι, οὐδ᾽ ὠστιεῖ Κλεωνύμῳ· χλαῖναν δ᾽ ἔχων φανὴν δίει κοὐ ξυντυχών σ᾽ Ὑπέρβολος δικῶν ἀναπλήσει· οὐδ᾽ ἐντυχὼν ἐν τἀγορᾷ πρόσεισί σοι βαδίζων Κρατῖνος ἀεὶ κεκαρμένος μοιχὸν μιᾷ μαχαίρᾳ, ὁ περιπόνηρος Ἀρτέμων, ὁ ταχὺς ἄγαν τὴν μουσικήν, ὄζων κακὸν τῶν μασχαλῶν πατρὸς Τραγασαίου· οὐδ᾽ αὖθις αὖ σε σκώψεται Παύσων ὁ παμπόνηρος Λυσίστρατός τ᾽ ἐν τἀγορᾷ, Χολαργέων ὄνειδος, ὁ περιαλουργὸς τοῖς κακοῖς, ῥιγῶν τε καὶ πεινῶν ἀεὶ πλεῖν ἢ τριάκονθ᾽ ἡμέρας τοῦ μηνὸς ἑκάστου. Βοιωτός ἴττω Ἡρακλῆς ἔκαμόν γα τὰν τύλαν κακῶς· κατάθου τὺ τὰν γλάχων᾽ ἀτρέμας Ἰσμηνία· ὑμὲς δ᾽ ὅσοι Θείβαθεν αὐληταὶ πάρα τοῖς ὀστίνοις φυσῆτε τὸν πρωκτὸν κυνός. ΔΙΚΑΙΌΠΟΛΙΣ: παῦ᾽ ἐς κόρακας. οἱ σφῆκες οὐκ ἀπὸ τῶν θυρῶν; πόθεν προσέπτονθ᾽ οἱ κακῶς ἀπολούμενοι ἐπὶ τὴν θύραν μοι Χαιριδῆς βομβαύλιοι; Βοιωτός νεὶ τὸν Ἰόλαον ἐπεχαρίττα γ᾽ ὦ ξένε· Θείβαθε γὰρ φυσᾶντες ἐξόπισθέ μου τἄνθια τᾶς γλάχωνος ἀπέκιξαν χαμαί. ἀλλ᾽ εἴ τι βούλει, πρίασο τῶν ἐγὼ φέρω τῶν ὀρταλίχων ἢ τῶν τετραπτερυλλίδων. ΔΙΚΑΙΌΠΟΛΙΣ: ὦ χαῖρε κολλικοφάγε Βοιωτίδιον. τί φέρεις; Βοιωτός ὅσ᾽ ἐστὶν ἀγαθὰ Βοιωτοῖς ἁπλῶς, ὀρίγανον γλαχὼ ψιάθως θρυαλλίδας νάσσας κολοιὼς ἀτταγᾶς φαλαρίδας τροχίλως κολύμβως. [880] ΔΙΚΑΙΌΠΟΛΙΣ: ὡσπερεὶ χειμὼν ἄρα ὀρνιθίας ἐς τὴν ἀγορὰν ἐλήλυθας. Βοιωτός καὶ μὰν φέρω χᾶνας λαγὼς ἀλώπεκας σκάλοπας ἐχίνως αἰελούρως πικτίδας ἰκτῖδας ἐνύδρως ἐγχέλεις Κωπαΐδας. ΔΙΚΑΙΌΠΟΛΙΣ: ὦ τερπνότατον σὺ τέμαχος ἀνθρώποις φέρων, δός μοι προσειπεῖν, εἰ φέρεις, τὰς ἐγχέλεις. Βοιωτός πρέσβειρα πεντήκοντα Κωπᾴδων κορᾶν, ἔκβαθι τῶδε κἠπιχάριτται τῷ ξένῳ. [895] ΔΙΚΑΙΌΠΟΛΙΣ: ὦ φιλτάτη σὺ καὶ πάλαι ποθουμένη, ἦλθες ποθεινὴ μὲν τρυγῳδικοῖς χοροῖς, φίλη δὲ Μορύχῳ. δμῶες ἐξενέγκατε τὴν ἐσχάραν μοι δεῦρο καὶ τὴν ῥιπίδα. σκέψασθε παῖδες τὴν ἀρίστην ἔγχελυν, ἥκουσαν ἕκτῳ μόλις ἔτει ποθουμένην· προσείπατ᾽ αὐτὴν ὦ τέκν᾽· ἄνθρακας δ᾽ ἐγὼ ὑμῖν παρέξω τῆσδε τῆς ξένης χάριν. ἀλλ᾽ ἔσφερ᾽ αὐτήν· μηδὲ γὰρ θανών ποτε σοῦ χωρὶς εἴην ἐντετευτλανωμένης. Βοιωτός ἐμοὶ δὲ τιμὰ τᾶσδε πᾷ γενήσεται; ΔΙΚΑΙΌΠΟΛΙΣ: ἀγορᾶς τέλος ταύτην γέ που δώσεις ἐμοί· ἀλλ᾽ εἴ τι πωλεῖς τῶνδε τῶν ἄλλων λέγε. Βοιωτός ἰώγα ταῦτα πάντα. [900] ΔΙΚΑΙΌΠΟΛΙΣ: φέρε πόσου λέγεις; ἢ φορτί᾽ ἕτερ᾽ ἐνθένδ᾽ ἐκεῖσ᾽ ἄξεις ἰών; Βοιωτός ὅ τι γ᾽ ἔστ᾽ Ἀθάναις, ἐν Βοιωτοῖσιν δὲ μή. ΔΙΚΑΙΌΠΟΛΙΣ: ἀφύας ἄρ᾽ ἄξεις πριάμενος Φαληρικὰς ἢ κέραμον. Βοιωτός ἀφύας ἢ κέραμον; ἀλλ᾽ ἔντ᾽ ἐκεῖ· ἀλλ᾽ ὅ τι παρ᾽ ἁμῖν μή ᾽στι, τᾷδε δ᾽ αὖ πολύ. ΔΙΚΑΙΌΠΟΛΙΣ: ἐγᾦδα τοίνυν· συκοφάντην ἔξαγε, ὥσπερ κέραμον ἐνδησάμενος. Βοιωτός νεὶ τὼ θιὼ λάβοιμι μέντἂν κέρδος ἀγαγὼν καὶ πολύ, περ πίθακον ἀλιτρίας πολλᾶς πλέων. ΔΙΚΑΙΌΠΟΛΙΣ: καὶ μὴν ὁδὶ Νίκαρχος ἔρχεται φανῶν. Βοιωτός μικκός γα μᾶκος οὗτος. ΔΙΚΑΙΌΠΟΛΙΣ: ἀλλ᾽ ἅπαν κακόν. Νίκαρχος ταυτὶ τίνος τὰ φορτί᾽ ἐστί; Βοιωτός τῶδ᾽ ἐμὰ Θείβαθεν, ἴττω Δεύς. Νίκ.: ἐγὼ τοίνυν ὁδὶ φαίνω πολέμια ταῦτα. Βοιωτός τί δὲ κακὸν παθὼν ὀρναπετίοισι πόλεμον ἤρα καί μάχαν; Νίκ.: καὶ σέ γε φανῶ πρὸς τοῖσδε. Βοιωτός τί ἀδικείμενος; Νίκ.: ἐγὼ φράσω σοι τῶν περιεστώτων χάριν· ἐκ τῶν πολεμίων γ᾽ εἰσάγεις θρυαλλίδας. ΔΙΚΑΙΌΠΟΛΙΣ: ἔπειτα φαίνεις δῆτα διὰ θρυαλλίδα; Νίκ.: αὕτη γὰρ ἐμπρήσειεν ἂν τὸ νεώριον. ΔΙΚΑΙΌΠΟΛΙΣ: νεώριον θρυαλλίς; Νίκ.: οἶμαι· ΔΙΚΑΙΌΠΟΛΙΣ: τίνι τρόπῳ; Νίκ.: ἐνθεὶς ἂν ἐς τίφην ἀνὴρ Βοιώτιος ἅψας ἄν ἐσπέμψειεν ἐς τὸ νεώριον δι᾽ ὑδρορρόας, βορέαν ἐπιτηρήσας μέγαν. κεἴπερ λάβοιτο τῶν νεῶν τὸ πῦρ ἅπαξ, σελαγοῖντ᾽ ἂν εὐθύς. ΔΙΚΑΙΌΠΟΛΙΣ: ὦ κάκιστ᾽ ἀπολούμενε, σελαγοῖντ᾽ ἂν ὑπὸ τίφης τε καὶ θρυαλλίδος; Νίκ.: μαρτύρομαι. ΔΙΚΑΙΌΠΟΛΙΣ: ξυλλάμβαν᾽ αὐτοῦ τὸ στόμα· δός μοι φορυτόν, ἵν᾽ αὐτὸν ἐνδήσας φέρω ὥσπερ κέραμον ἵνα μὴ καταγῇ φερόμενος. ΧΟΡΌΣ: ἔνδησον ὦ βέλτιστε τῷ ξένῳ καλῶς τὴν ἐμπολὴν οὕτως ὅπως ἂν μὴ θέρων κατάξῃ. ΔΙΚΑΙΌΠΟΛΙΣ: ἐμοὶ μελήσει ταῦτ᾽, ἐπεί τοι καὶ ψοφεῖ λάλον τι καὶ πυρορραγὲς κἄλλως θεοῖσιν ἐχθρόν. [935] ΧΟΡΌΣ: τί χρήσεταί ποτ᾽ αὐτῷ; ΔΙΚΑΙΌΠΟΛΙΣ: πάγχρηστον ἄγγος ἔσται, κρατὴρ κακῶν, τριπτὴρ δικῶν, φαίνειν ὑπευθύνους λυχνοῦχος καὶ κύλιξ — καὶ πράγματ᾽ ἐγκυκᾶσθαι. 939β ΧΟΡΌΣ: πῶς δ᾽ ἂν πεποιθοίη τις ἀγγείῳ τοιούτῳ χρώμενος κατ᾽ οἰκίαν τοσόνδ᾽ ἀεὶ ψοφοῦντι; [945] ΔΙΚΑΙΌΠΟΛΙΣ: ἰσχυρόν ἐστιν ὦγάθ᾽, ὥστ᾽ οὐκ ἂν καταγείη ποτ᾽, εἴπερ ἐκ ποδῶν κατωκάρα κρέμαιτο. ΧΟΡΌΣ: ἤδη καλῶς ἔχει σοι. Βοιωτός μέλλω γά τοι θερίδδειν. ΧΟΡΌΣ: ἀλλ᾽ ὦ ξένων βέλτιστε συνθέριζε καὶ τοῦτον λαβὼν πρόσβαλλ᾽ ὅποι βούλει φέρων πρὸς πάντα συκοφάντην. ΔΙΚΑΙΌΠΟΛΙΣ: μόλις γ᾽ ἐνέδησα τὸν κακῶς ἀπολούμενον. αἴρου λαβὼν τὸν κέραμον ὦ Βοιώτιε. Βοιωτός ὑπόκυπτε τὰν τύλαν ἰὼν Ἰσμήνιχε. ΔΙΚΑΙΌΠΟΛΙΣ: χὤπως κατοίσεις αὐτὸν εὐλαβούμενος. πάντως μὲν οἴσεις οὐδὲν ὑγιές, ἀλλ᾽ ὅμως· κἂν τοῦτο κερδήνῃς ἄγων τὸ φορτίον, εὐδαιμονήσεις συκοφαντῶν γ᾽ οὕνεκα. Θεράπων Λαμάχου Δικαιόπολι.Δικαιόπολις τίς ἔστι; τί με βωστρεῖς; Θεράπων Λαμάχου ὅ τι; ἐκέλευε Λάμαχός σε ταυτησὶ δραχμῆς ἐς τοὺς Χοᾶς αὑτῷ μεταδοῦναι τῶν κιχλῶν, τριῶν δραχμῶν δ᾽ ἐκέλευε Κωπᾷδ᾽ ἔγχελυν. [965] ΔΙΚΑΙΌΠΟΛΙΣ: ὁ ποῖος οὗτος Λάμαχος τὴν ἔγχελυν; Θεράπων Λαμάχου ὁ δεινός, ὁ ταλαύρινος, ὃς τὴν Γοργόνα πάλλει κραδαίνων τρισὶ κατάσκιος λόφοις. [970] ΔΙΚΑΙΌΠΟΛΙΣ: οὐκ ἂν μὰ Δί᾽ εἰ δοίη γέ μοι τὴν ἀσπίδα· ἀλλ᾽ ἐπὶ ταρίχει τοὺς λόφους κραδαινέτω· ἢν δ᾽ ἀπολιγαίνῃ, τοὺς ἀγορανόμους καλῶ. ἐγὼ δ᾽ ἐμαυτῷ τόδε λαβὼν τὸ φορτίον εἴσειμ᾽ ὑπαὶ πτερύγων κιχλᾶν καὶ κοψίχων. ΧΟΡΌΣ: εἶδες ὦ εἶδες ὦ πᾶσα πόλι τὸν φρόνιμον ἄνδρα τὸν ὑπέρσοφον, οἷ᾽ ἔχει σπεισάμενος ἐμπορικὰ χρήματα διεμπολᾶν, ὧν τὰ μὲν ἐν οἰκίᾳ χρήσιμα, τὰ δ᾽ αὖ πρέπει χλιαρὰ κατεσθίειν. αὐτόματα πάντ᾽ ἀγαθὰ τῷδέ γε πορίζεται. οὐδέποτ᾽ ἐγὼ Πόλεμον οἴκαδ᾽ ὑποδέξομαι, οὐδὲ παρ᾽ ἐμοί ποτε τὸν Ἁρμόδιον ᾄσεται ξυγκατακλινείς, ὅτι παροινικὸς ἀνὴρ ἔφυ, ὅστις ἐπὶ πάντ᾽ ἀγάθ᾽ ἔχοντας ἐπικωμάσας ἠργάσατο πάντα κακά, κἀνέτρεπε κἀξέχει κἀμάχετο καὶ προσέτι πολλὰ προκαλουμένου ᾽πῖνε κατάκεισο λαβὲ τήνδε φιλοτησίαν᾽ τὰς χάρακας ἧπτε πολὺ μᾶλλον ἐν τῷ πυρί, ἐξέχει θ᾽ ἡμῶν βίᾳ τὸν οἶνον ἐκ τῶν ἀμπέλων. ΧΟΡΌΣ: <οὑτοσὶ δ᾽> ἐπτέρωταί τ᾽ ἐπὶ τὸ δεῖπνον ἅμα καὶ μεγάλα δὴ φρονεῖ, τοῦ βίου δ᾽ ἐξέβαλε δεῖγμα <τάδε> τὰ πτερὰ πρὸ τῶν θυρῶν. ὦ Κύπριδι τῇ καλῇ καὶ Χάρισι ταῖς φίλαις ξύντροφε Διαλλαγή, ὡς καλὸν ἔχουσα τὸ πρόσωπον ἄρ᾽ ἐλάνθανες. πῶς ἂν ἐμὲ καὶ σέ τις Ἔρως ξυναγάγοι λαβών, ὥσπερ ὁ γεγραμμένος ἔχων στέφανον ἀνθέμων. ἢ πάνυ γερόντιον ἴσως νενόμικάς με σύ; ἀλλά σε λαβὼν τρία δοκῶ γ᾽ ἂν ἔτι προσβαλεῖν· πρῶτα μὲν ἂν ἀμπελίδος ὄρχον ἐλάσαι μακρόν, εἶτα παρὰ τόνδε νέα μοσχίδια συκίδων, καὶ τὸ τρίτον ἡμερίδος ὄρχον, ὁ γέρων ὁδί, καὶ περὶ τὸ χωρίον ἐλᾷδας ἅπαν ἐν κύκλῳ, ὥστ᾽ ἀλείφεσθαί σ᾽ ἀπ᾽ αὐτῶν κἀμὲ ταῖς νουμηνίαις. ΚΗ͂ΡΥΞ: ἀκούετε λεᾐ· κατὰ τὰ πάτρια τοὺς Χοᾶς πίνειν ὑπὸ τῆς σάλπιγγος· ὃς δ᾽ ἂν ἐκπίῃ πρώτιστος, ἀσκὸν Κτησιφῶντος λήψεται. ΔΙΚΑΙΌΠΟΛΙΣ: ὦ παῖδες ὦ γυναῖκες οὐκ ἠκούσατε; τί δρᾶτε; τοῦ κήρυκος οὐκ ἀκούετε; ἀναβράττετ᾽ ἐξοπτᾶτε τρέπετ᾽ ἀφέλκετε τὰ λαγῷα ταχέως, τοὺς στεφάνους ἀνείρετε. φέρε τοὺς ὀβελίσκους, ἵν᾽ ἀναπείρω τὰς κίχλας. ΧΟΡΌΣ: ζηλῶ σε τῆς εὐβουλίας, μᾶλλον δὲ τῆς εὐωχίας 1010 ἄνθρωπε τῆς παρούσης. ΔΙΚΑΙΌΠΟΛΙΣ: τί δῆτ᾽ ἐπειδὰν τὰς κίχλας ὀπτωμένας ἴδητε; ΧΟΡΌΣ: οἶμαί σε καὶ τοῦτ᾽ εὖ λέγειν.Δικαιόπολις τὸ πῦρ ὑποσκάλευε. ΧΟΡΌΣ: ἤκουσας ὡς μαγειρικῶς κομψῶς τε καὶ δειπνητικῶς αὑτῷ διακονεῖται; Γεωργός οἴμοι τάλας. ΔΙΚΑΙΌΠΟΛΙΣ: ὦ Ἡράκλεις τίς οὑτοσί; Γεωργός ἀνὴρ κακοδαίμων. ΔΙΚΑΙΌΠΟΛΙΣ: κατὰ σεαυτόν νυν τρέπου. Γεωργός ὦ φίλτατε, σπονδαὶ γάρ εἰσι σοὶ μόνῳ, μέτρησον εἰρήνης τί μοι, κἂν πέντ᾽ ἔτη. ΔΙΚΑΙΌΠΟΛΙΣ: τί δ᾽ ἔπαθες; Γεωργός ἐπετρίβην ἀπολέσας τὼ βόε. ΔΙΚΑΙΌΠΟΛΙΣ: πόθεν; Γεωργός ἀπὸ Φυλῆς ἔλαβον οἱ Βοιώτιοι. ΔΙΚΑΙΌΠΟΛΙΣ: ὦ τρισκακόδαιμον εἶτα λευκὸν ἀμπέχει; Γεωργός καὶ ταῦτα μέντοι νὴ Δἴ ὥπερ μ᾽ ἐτρεφέτην ἐν πᾶσι βολίτοις. ΔΙΚΑΙΌΠΟΛΙΣ: εἶτα νυνὶ τοῦ δέει; Γεωργός ἀπόλωλα τὠφθαλμὼ δακρύων τὼ βόε. ἀλλ᾽ εἴ τι κήδει Δερκέτου Φυλασίου, ὑπάλειψον εἰρήνῃ με τὠφθαλμὼ ταχύ. ΔΙΚΑΙΌΠΟΛΙΣ: ἀλλ᾽ ὦ πόνηρ᾽ οὐ δημοσιεύων τυγχάνω. Γεωργός ἴθ᾽ ἀντιβολῶ σ᾽, ἤν πως κομίσωμαι τὼ βόε. ΔΙΚΑΙΌΠΟΛΙΣ: οὐκ ἔστιν, ἀλλὰ κλᾶε πρὸς τοὺς Πιττάλου. Γεωργός σὺ δ᾽ ἀλλά μοι σταλαγμὸν εἰρήνης ἕνα ἐς τὸν καλαμίσκον ἐνστάλαξον τουτονί. ΔΙΚΑΙΌΠΟΛΙΣ: οὐδ᾽ ἂν στριβιλικίγξ· ἀλλ᾽ ἀπιὼν οἴμωζέ ποι. Γεωργός οἴμοι κακοδαίμων τοῖν γεωργοῖν βοιδίοιν. ΧΟΡΌΣ: ἁνὴρ ἀνηύρηκέν τι ταῖς σπονδαῖσιν ἡδύ, κοὐκ ἔοικεν οὐδενὶ μεταδώσειν. [1040] ΔΙΚΑΙΌΠΟΛΙΣ: κατάχει σὺ τῆς χορδῆς τὸ μέλι, τὰς σηπίας στάθευε. ΧΟΡΌΣ: ἤκουσας ὀρθιασμάτων;Δικαιόπολις ὀπτᾶτε τἀγχέλεια. ΧΟΡΌΣ: ἀποκτενεῖς λιμῷ ᾽μὲ καὶ τοὺς γείτονας κνίσῃ τε καὶ φωνῇ τοιαῦτα λάσκων. ΔΙΚΑΙΌΠΟΛΙΣ: ὀπτᾶτε ταυτὶ καὶ καλῶς ξανθίζετε. Παράνυμφος Δικαιόπολι. [1050] ΔΙΚΑΙΌΠΟΛΙΣ: τίς οὑτοσί; τίς οὑτοσί; Παράνυμφος ἔπεμψέ τίς σοι νυμφίος ταυτὶ κρέα ἐκ τῶν γάμων. ΔΙΚΑΙΌΠΟΛΙΣ: καλῶς γε ποιῶν ὅστις ἦν. Παράνυμφος ἐκέλευε δ᾽ ἐγχέαι σε τῶν κρεῶν χάριν, ἵνα μὴ στρατεύοιτ᾽ ἀλλὰ βινοίη μένων, ἐς τὸν ἀλάβαστον κύαθον εἰρήνης ἕνα. ΔΙΚΑΙΌΠΟΛΙΣ: ἀπόφερ᾽ ἀπόφερε τὰ κρέα καὶ μή μοι δίδου, ὡς οὐκ ἂν ἐγχέαιμι μυρίων δραχμῶν. ἀλλ᾽ αὑτηὶ τίς ἔστιν; Παράνυμφος ἡ νυμφεύτρια δεῖται παρὰ τῆς νύμφης τι σοὶ λέξαι μόνῳ. ΔΙΚΑΙΌΠΟΛΙΣ: φέρε δὴ τί σὺ λέγεις; ὡς γέλοιον ὦ θεοὶ τὸ δέημα τῆς νύμφης ὃ δεῖταί μου σφόδρα, ὅπως ἂν οἰκουρῇ τὸ πέος τοῦ νυμφίου. φέρε δεῦρο τὰς σπονδάς, ἵν᾽ αὐτῇ δῶ μόνῃ, ὁτιὴ γυνή ᾽στι τοῦ πολέμου τ᾽ οὐκ αἰτία. ὕπεχ᾽ ὧδε δεῦρο τοὐξάλειπτρον ὦ γύναι. οἶσθ᾽ ὡς ποιεῖτε; τοῦτο τῇ νύμφῃ φράσον, ὅταν στρατιώτας καταλέγωσι, τουτῳὶ νύκτωρ ἀλειφέτω τὸ πέος τοῦ νυμφίου. ἀπόφερε τὰς σπονδάς. φέρε τὴν οἰνήρυσιν, ἵν᾽ οἶνον ἐγχέω λαβὼν ἐς τοὺς Χοᾶς. ΧΟΡΌΣ: καὶ μὴν ὁδί τις τὰς ὀφρῦς ἀνεσπακὼς· ὥσπερ τι δεινὸν ἀγγελῶν ἐπείγεται. Ἄγγελος Α ἰὼ πόνοι τε καὶ μάχαι καὶ Λάμαχοι. ΛΆΜΑΧΟΣ: τίς ἀμφὶ χαλκοφάλαρα δώματα κτυπεῖ; Ἄγγελος Α ἰέναι σ᾽ ἐκέλευον οἱ στρατηγοὶ τήμερον ταχέως λαβόντα τοὺς λόχους καὶ τοὺς λόφους· κἄπειτα τηρεῖν νειφόμενον τὰς ἐσβολάς. ὑπὸ τοὺς Χοᾶς γὰρ καὶ Χύτρους αὐτοῖσί τις ἤγγειλε λῃστὰς ἐμβαλεῖν Βοιωτίους. ΛΆΜΑΧΟΣ: ἰὼ στρατηγοὶ πλείονες ἢ βελτίονες. οὐ δεινὰ μὴ ᾽ξεῖναί με μηδ᾽ ἑορτάσαι; [1080] ΔΙΚΑΙΌΠΟΛΙΣ: ἰὼ στράτευμα πολεμολαμαχαϊκόν. ΛΆΜΑΧΟΣ: οἴμοι κακοδαίμων καταγελᾷς ἤδη σύ μου. ΔΙΚΑΙΌΠΟΛΙΣ: βούλει μάχεσθαι Γηρυόνῃ τετραπτίλῳ; ΛΆΜΑΧΟΣ: αἰαῖ οἵαν ὁ κῆρυξ ἀγγελίαν ἤγγειλέ μοι. ΔΙΚΑΙΌΠΟΛΙΣ: αἰαῖ τίνα δ᾽ αὖ μοι προστρέχει τις ἀγγελῶν; Ἄγγελος Β Δικαιόπολι. ΔΙΚΑΙΌΠΟΛΙΣ: τί ἔστιν; Ἄγγελος Β ἐπὶ δεῖπνον ταχὺ βάδιζε τὴν κίστην λαβὼν καὶ τὸν χοᾶ. ὁ τοῦ Διονύσου γάρ σ᾽ ἱερεὺς μεταπέμπεται. ἀλλ᾽ ἐγκόνει· δειπνεῖν κατακωλύεις πάλαι. τὰ δ᾽ ἄλλα πάντ᾽ ἐστὶν παρεσκευασμένα, κλῖναι τράπεζαι προσκεφάλαια στρώματα στέφανοι μύρον τραγήμαθ᾽, αἱ πόρναι πάρα, ἄμυλοι πλακοῦντες σησαμοῦντες ἴτρια, ὀρχηστρίδες, τὰ φίλταθ᾽ Ἁρμοδίου, καλαί. ἀλλ᾽ ὡς τάχιστα σπεῦδε. ΛΆΜΑΧΟΣ: κακοδαίμων ἐγώ. ΔΙΚΑΙΌΠΟΛΙΣ: καὶ γὰρ σὺ μεγάλην ἐπεγράφου τὴν Γοργόνα. σύγκλῃε, καὶ δεῖπνόν τις ἐνσκευαζέτω. ΛΆΜΑΧΟΣ: παῖ παῖ φέρ᾽ ἔξω δεῦρο τὸν γυλιὸν ἐμοί. ΔΙΚΑΙΌΠΟΛΙΣ: παῖ παῖ φέρ᾽ ἔξω δεῦρο τὴν κίστην ἐμοί. ΛΆΜΑΧΟΣ: ἅλας θυμίτας οἶσε παῖ καὶ κρόμμυα. [1100] ΔΙΚΑΙΌΠΟΛΙΣ: ἐμοὶ δὲ τεμάχη· κρομμύοις γὰρ ἄχθομαι. ΛΆΜΑΧΟΣ: θρῖον ταρίχους οἶσε δεῦρο παῖ σαπροῦ. ΔΙΚΑΙΌΠΟΛΙΣ: κἀμοὶ σὺ δημοῦ θρῖον· ὀπρήσω δ᾽ ἐκεῖ. ΛΆΜΑΧΟΣ: ἔνεγκε δεῦρο τὼ πτερὼ τὼ κ᾽ τοῦ κράνους. ΔΙΚΑΙΌΠΟΛΙΣ: ἐμοὶ δὲ τὰς φάττας γε φέρε καὶ τὰς κίχλας. [1105] ΛΆΜΑΧΟΣ: καλόν γε καὶ λευκὸν τὸ τῆς στρούθου πτερόν. ΔΙΚΑΙΌΠΟΛΙΣ: καλόν γε καὶ ξανθὸν τὸ τῆς φάττης κρέας. ΛΆΜΑΧΟΣ: ὦνθρωπε παῦσαι καταγελῶν μου τῶν ὅπλων. ΔΙΚΑΙΌΠΟΛΙΣ: ὦνθρωπε βούλει μὴ βλέπειν ἐς τὰς κίχλας; ΛΆΜΑΧΟΣ: τὸ λοφεῖον ἐξένεγκε τῶν τριῶν λόφων. [1110] ΔΙΚΑΙΌΠΟΛΙΣ: κἀμοὶ λεκάνιον τῶν λαγᾐων δὸς κρεῶν. ΛΆΜΑΧΟΣ: ἀλλ᾽ ἢ τριχόβρωτες τοὺς λόφους που κατέφαγον. ΔΙΚΑΙΌΠΟΛΙΣ: ἀλλ᾽ ἤ πρὸ δείπνου τὴν μίμαρκυν κατέδομαι. ΛΆΜΑΧΟΣ: ὦνθρωπε βούλει μὴ προσαγορεύειν ἐμέ; ΔΙΚΑΙΌΠΟΛΙΣ: οὐκ ἀλλ᾽ ἐγὼ χὠ παῖς ἐρίζομεν πάλαι. βούλει περιδόσθαι κἀπιτρέψαι Λαμάχῳ, πότερον ἀκρίδες ἥδιόν ἐστιν ἤ κίχλαι; ΛΆΜΑΧΟΣ: οἴμ᾽ ὡς ὑβρίζεις. ΔΙΚΑΙΌΠΟΛΙΣ: τὰς ἀκρίδας κρίνει πολύ. ΛΆΜΑΧΟΣ: παῖ παῖ καθελών μοι τὸ δόρυ δεῦρ᾽ ἔξω φέρε. ΔΙΚΑΙΌΠΟΛΙΣ: παῖ παῖ σὺ δ᾽ ἀφελὼν δεῦρο τὴν χορδὴν φέρε. ΛΆΜΑΧΟΣ: φέρε τοῦ δόρατος ἀφελκύσωμαι τοὔλυτρον. ἔχ᾽, ἀντέχου παῖ. ΔΙΚΑΙΌΠΟΛΙΣ: καὶ σὺ παῖ τοῦδ᾽ ἀντέχου. ΛΆΜΑΧΟΣ: τοὺς κιλλίβαντας οἶσε παῖ τῆς ἀσπίδος. ΔΙΚΑΙΌΠΟΛΙΣ: καὶ τῆς ἐμῆς τοὺς κριβανίτας ἔκφερε. ΛΆΜΑΧΟΣ: φέρε δεῦρο γοργόνωτον ἀσπίδος κύκλον. [1125] ΔΙΚΑΙΌΠΟΛΙΣ: κἀμοὶ πλακοῦντος τυρόνωτον δὸς κύκλον. ΛΆΜΑΧΟΣ: ταῦτ᾽ οὐ κατάγελώς ἐστιν ἀνθρώποις πλατύς; ΔΙΚΑΙΌΠΟΛΙΣ: ταῦτ᾽ οὐ πλακοῦς δῆτ᾽ ἐστὶν ἀνθρώποις γλυκύς; ΛΆΜΑΧΟΣ: κατάχει σὺ παῖ τοὔλαιον. ἐν τῷ χαλκίῳ ἐνορῶ γέροντα δειλίας φευξούμενον. ΔΙΚΑΙΌΠΟΛΙΣ: κατάχει σὺ τὸ μέλι. κἀνθάδ᾽ ἔνδηλος γέρων κλάειν κελεύων Λάμαχον τὸν Γοργάσου. ΛΆΜΑΧΟΣ: φέρε δεῦρο παῖ θώρακα πολεμιστήριον. ΔΙΚΑΙΌΠΟΛΙΣ: ἔξαιρε παῖ θώρακα κἀμοὶ τὸν χοᾶ. ΛΆΜΑΧΟΣ: ἐν τῷδε πρὸς τοὺς πολεμίους θωρήξομαι. [1135] ΔΙΚΑΙΌΠΟΛΙΣ: ἐν τῷδε πρὸς τοὺς συμπότας θωρήξομαι. ΛΆΜΑΧΟΣ: τὰ στρώματ᾽ ὦ παῖ δῆσον ἐκ τῆς ἀσπίδος. ΔΙΚΑΙΌΠΟΛΙΣ: τὸ δεῖπνον ὦ παῖ δῆσον ἐκ τῆς κιστίδος. ΛΆΜΑΧΟΣ: ἐγὼ δ᾽ ἐμαυτῷ τὸν γυλιὸν οἴσω λαβών. ΔΙΚΑΙΌΠΟΛΙΣ: ἐγὼ δὲ θοἰμάτιον λαβὼν ἐξέρχομαι. ΛΆΜΑΧΟΣ: τὴν ἀσπίδ᾽ αἴρου καὶ βάδιζ᾽ ὦ παῖ λαβών. νείφει. βαβαιάξ· χειμέρια τὰ πράγματα. ΔΙΚΑΙΌΠΟΛΙΣ: αἴρου τὸ δεῖπνον· συμποτικὰ τὰ πράγματα. ΧΟΡΌΣ: ἴτε δὴ χαίροντες ἐπὶ στρατιάν. ὡς ἀνομοίαν ἔρχεσθον ὁδόν· τῷ μὲν πίνειν στεφανωσαμένῳ, σοὶ δὲ ῥιγῶν καὶ προφυλάττειν, τῷ δὲ καθεύδειν μετὰ παιδίσκης ὡραιοτάτης, ἀνατριβομένῳ τε τὸ δεῖνα. Ἀντίμαχον τὸν ψακάδος τὸν ξυγγραφῆ τὸν μελέων ποιητήν, ὡς μὲν ἁπλῷ, κακῶς ἐξολέσειεν ὁ Ζεύς· ὅς γ᾽ ἐμὲ τὸν τλήμονα Λήναια χορηγῶν ἀπέλυσ᾽ ἄδειπνον. ὃν ἔτ᾽ ἐπίδοιμι τευθίδος δεόμενον, ἡ δ᾽ ὠπτημένη σίζουσα πάραλος ἐπὶ τραπέζῃ κειμένη ὀκέλλοι· κᾆτα μέλλοντος λαβεῖν αὐτοῦ κύων ἁρπάσασα φεύγοι. τοῦτο μὲν αὐτῷ κακὸν ἕν, κᾆθ᾽ ἕτερον νυκτερινὸν γένοιτο. ἠπιαλῶν γὰρ οἴκαδ᾽ ἐξ ἱππασίας βαδίζων, εἶτα κατάξειέ τις αὐτοῦ μεθύων τῆς κεφαλῆς Ὀρέστης μαινόμενος· ὁ δὲ λίθον βαλεῖν βουλόμενος ἐν σκότῳ λάβοι τῇ χειρὶ πέλεθον ἀρτίως κεχεσμένον· ἐπᾴξειεν δ᾽ ἔχων τὸν μάρμαρον, κἄπειθ᾽ ἁμαρτὼν βάλοι Κρατῖνον. Θεράπων Λαμάχου ὦ δμῶες οἳ κατ᾽ οἶκόν ἐστε Λαμάχου, ὕδωρ ὕδωρ ἐν χυτριδίῳ θερμαίνετε· ὀθόνια, κηρωτὴν παρασκευάζετε, ἔρι᾽ οἰσυπηρά, λαμπάδιον περὶ τὸ σφυρόν. ἁνὴρ τέτρωται χάρακι διαπηδῶν τάφρον, καὶ τὸ σφυρὸν παλίνορρον ἐξεκόκκισεν, καὶ τῆς κεφαλῆς κατέαγε περὶ λίθῳ πεσών, καὶ Γοργόν᾽ ἐξήγειρεν ἐκ τῆς ἀσπίδος. πτίλον δὲ τὸ μέγα κομπολακύθου πεσὸν πρὸς ταῖς πέτραισι, δεινὸν ἐξηύδα μέλος· ᾽ὦ κλεινὸν ὄμμα νῦν πανύστατόν σ᾽ ἰδὼν λείπω φάος γε τοὐμόν, οὐκέτ᾽ εἰμ᾽ ἐγώ.᾽ τοσαῦτα λέξας εἰς ὑδρορρόαν πεσὼν ἀνίσταταί τε καὶ ξυναντᾷ δραπέταις λῃστὰς ἐλαύνων καὶ κατασπέρχων δορί. ὁδὶ δὲ καὐτός· ἀλλ᾽ ἄνοιγε τὴν θύραν. [1195] ΛΆΜΑΧΟΣ: ἀτταταῖ ἀτταταῖ στυγερὰ τάδε γε κρυερὰ πάθεα· τάλας ἐγώ. διόλλυμαι δορὸς ὑπὸ πολεμίου τυπείς. ἐκεῖνο δ᾽ οὖν αἰακτὸν ἂν γένοιτο, ΔΙΚΑΙΌΠΟΛΙΣ: εἴ μ᾽ ἴδοι τετρωμένον κᾆτ᾽ ἐγχάνοι ταῖς ἐμαῖς τύχαισιν. ΔΙΚΑΙΌΠΟΛΙΣ: ἀτταταῖ ἀτταταῖ τῶν τιτθίων, ὡς σκληρὰ καὶ κυδώνια. φιλήσατόν με μαλθακῶς ὦ χρυσίω τὸ περιπεταστὸν κἀπιμανδαλωτόν. τὸν γὰρ χοᾶ πρῶτος ἐκπέπωκα. [1205] ΛΆΜΑΧΟΣ: ὦ συμφορὰ τάλαινα τῶν ἐμῶν κακῶν. ἰὼ ἰὼ τραυμάτων ἐπωδύνων. ΔΙΚΑΙΌΠΟΛΙΣ: ἰὴ ἰὴ χαῖρε Λαμαχίππιον. ΛΆΜΑΧΟΣ: στυγερὸς ἐγώ. ΔΙΚΑΙΌΠΟΛΙΣ: τί με σὺ κυνεῖς; ΛΆΜΑΧΟΣ: μογερὸς ἐγώ. ΔΙΚΑΙΌΠΟΛΙΣ: τί με σὺ δάκνεις; [1210] ΛΆΜΑΧΟΣ: τάλας ἐγὼ ξυμβολῆς βαρείας. ΔΙΚΑΙΌΠΟΛΙΣ: τοῖς Χουσὶ γάρ τις ξυμβολὰς ἐπράττετο; ΛΆΜΑΧΟΣ: ἰὼ ἰὼ Παιὰν Παιάν. ΔΙΚΑΙΌΠΟΛΙΣ: ἀλλ᾽ οὐχὶ νυνὶ τήμερον Παιώνια. [1215] ΛΆΜΑΧΟΣ: λάβεσθέ μου λάβεσθε τοῦ σκέλους παπαῖ, προσλάβεσθ᾽ ὦ φίλοι. ΔΙΚΑΙΌΠΟΛΙΣ: ἐμοῦ δέ γε σφὼ τοῦ πέους ἄμφω μέσου προσλάβεσθ᾽ ὦ φίλαι. ΛΆΜΑΧΟΣ: εἰλιγγιῶ κάρα λίθῳ πεπληγμένος καὶ σκοτοδινιῶ. ΔΙΚΑΙΌΠΟΛΙΣ: κἀγὼ καθεύδειν βούλομαι καὶ στύομαι καὶ σκοτοβινιῶ ΛΆΜΑΧΟΣ: θύραζέ μ᾽ ἐξενέγκατ᾽ ἐς τοῦ Πιττάλου παιωνίαισι χερσίν. [1225] ΔΙΚΑΙΌΠΟΛΙΣ: ὡς τοὺς κριτάς με φέρετε· ποῦ ᾽στιν ὁ βασιλεύς; ἀπόδοτέ μοι τὸν ἀσκόν. ΛΆΜΑΧΟΣ: λόγχη τις ἐμπέπηγέ μοι δι᾽ ὀστέων ὀδυρτά. ΔΙΚΑΙΌΠΟΛΙΣ: ὁρᾶτε τουτονὶ κενόν. τήνελλα καλλίνικος. ΧΟΡΌΣ: τήνελλα δῆτ᾽, εἴπερ καλεῖς γ᾽, ὦ πρέσβυ, καλλίνικος. ΔΙΚΑΙΌΠΟΛΙΣ: καὶ πρός γ᾽ ἄκρατον ἐγχέας ἄμυστιν ἐξέλαψα. [1230] ΧΟΡΌΣ: τήνελλά νυν ὦ γεννάδα· χώρει λαβὼν τὸν ἀσκόν. ΔΙΚΑΙΌΠΟΛΙΣ: ἕπεσθέ νυν ᾄδοντες ὦ τήνελλα καλλίνικος. ΧΟΡΌΣ: ἀλλ᾽ ἑψόμεσθα σὴν χάριν τήνελλα καλλίνικος ᾄδοντες σὲ καὶ τὸν ἀσκόν.