The Frogs — Aristophanes ======================== ΒΑΤΡΑΧΟΙ Translation/edition: Greek text Language: Ancient Greek Read in Plato Scroll: https://plato-scroll.com/s/arist-frogs/ This file: https://plato-scroll.com/text/arist-frogs-e.txt Other editions of this work: - Anonymous (Athenian Society, 1912): https://plato-scroll.com/text/arist-frogs.txt Sources and licences: https://plato-scroll.com/attribution.html Numbers in [brackets] are the edition's reference loci (Stephanus, Bekker, book.line, page...). Superscript numerals refer to the Notes at the end. ## ΒΑΤΡΑΧΟΙ ἩΡΑΚΛΗ͂Σ: τίς τὴν θύραν ἐπάταξεν; ὡς κενταυρικῶς ἐνήλαθ᾽ ὅστις: εἰπέ μοι τουτὶ τί ἦν; [40] ΔΙΌΝΥΣΟΣ: ὁ παῖς. ΞΑΝΘΊΑΣ: τί ἔστιν; ΔΙΌΝΥΣΟΣ: οὐκ ἐνεθυμήθης; ΞΑΝΘΊΑΣ: τὸ τί; ΔΙΌΝΥΣΟΣ: ὡς σφόδρα μ᾽ ἔδεισε. ΞΑΝΘΊΑΣ: νὴ Δία μὴ μαίνοιό γε. ἩΡΑΚΛΗ͂Σ: οὔ τοι μὰ τὴν Δήμητρα δύναμαι μὴ γελᾶν: καίτοι δάκνω γ᾽ ἐμαυτόν: ἀλλ᾽ ὅμως γελῶ. ΔΙΌΝΥΣΟΣ: ὦ δαιμόνιε πρόσελθε: δέομαι γάρ τί σου. [45] ἩΡΑΚΛΗ͂Σ: ἀλλ᾽ οὐχ οἷός τ᾽ εἴμ᾽ ἀποσοβῆσαι τὸν γέλων ὁρῶν λεοντῆν ἐπὶ κροκωτῷ κειμένην. τίς ὁ νοῦς; τί κόθορνος καὶ ῥόπαλον ξυνηλθέτην; ποῖ γῆς ἀπεδήμεις; ΔΙΌΝΥΣΟΣ: ἐπεβάτευον Κλεισθένει- ἩΡΑΚΛΗ͂Σ: κἀναυμάχησας; ΔΙΌΝΥΣΟΣ: καὶ κατεδύσαμέν γε ναῦς 50 τῶν πολεμίων ἢ δώδεκ᾽ ἢ τρεῖς καὶ δέκα. ἩΡΑΚΛΗ͂Σ: σφώ; ΔΙΌΝΥΣΟΣ: νὴ τὸν Ἀπόλλω. ΞΑΝΘΊΑΣ: κᾆτ᾽ ἔγωγ᾽ ἐξηγρόμην. ΔΙΌΝΥΣΟΣ: καὶ δῆτ᾽ ἐπὶ τῆς νεὼς ἀναγιγνώσκοντί μοι τὴν Ἀνδρομέδαν πρὸς ἐμαυτὸν ἐξαίφνης πόθος τὴν καρδίαν ἐπάταξε πῶς οἴει σφόδρα. [55] ἩΡΑΚΛΗ͂Σ: πόθος; πόσος τις; ΔΙΌΝΥΣΟΣ: μικρὸς ἡλίκος Μόλων. ἩΡΑΚΛΗ͂Σ: γυναικός; ΔΙΌΝΥΣΟΣ: οὐ δῆτ᾽. ἩΡΑΚΛΗ͂Σ: ἀλλὰ παιδός; ΔΙΌΝΥΣΟΣ: οὐδαμῶς. ἩΡΑΚΛΗ͂Σ: ἀλλ᾽ ἀνδρός; ΔΙΌΝΥΣΟΣ: ἀπαπαί. ἩΡΑΚΛΗ͂Σ: ξυνεγένου τῷ Κλεισθένει; ΔΙΌΝΥΣΟΣ: μὴ σκῶπτέ μ᾽ ὦδέλφ᾽: οὐ γὰρ ἀλλ᾽ ἔχω κακῶς: τοιοῦτος ἵμερός με διαλυμαίνεται. [60] ἩΡΑΚΛΗ͂Σ: ποῖός τις ὦδελφίδιον; ΔΙΌΝΥΣΟΣ: οὐκ ἔχω φράσαι. ὅμως γε μέντοι σοι δι᾽ αἰνιγμῶν ἐρῶ. ἤδη ποτ᾽ ἐπεθύμησας ἐξαίφνης ἔτνους; ἩΡΑΚΛΗ͂Σ: ἔτνους; βαβαιάξ, μυριάκις γ᾽ ἐν τῷ βίῳ. ΔΙΌΝΥΣΟΣ: ἆρ᾽ ἐκδιδάσκω τὸ σαφὲς ἢ ‘τέρᾳ φράσω; [65] ἩΡΑΚΛΗ͂Σ: μὴ δῆτα περὶ ἔτνους γε: πάνυ γὰρ μανθάνω. ΔΙΌΝΥΣΟΣ: τοιουτοσὶ τοίνυν με δαρδάπτει πόθος Εὐριπίδου. ἩΡΑΚΛΗ͂Σ: καὶ ταῦτα τοῦ τεθνηκότος; ΔΙΌΝΥΣΟΣ: κοὐδείς γέ μ᾽ ἂν πείσειεν ἀνθρώπων τὸ μὴ οὐκ ἐλθεῖν ἐπ᾽ ἐκεῖνον. ἩΡΑΚΛΗ͂Σ: πότερον εἰς Ἅιδου κάτω; [70] ΔΙΌΝΥΣΟΣ: καὶ νὴ Δί᾽ εἴ τί γ᾽ ἔστιν ἔτι κατωτέρω. ἩΡΑΚΛΗ͂Σ: τί βουλόμενος; ΔΙΌΝΥΣΟΣ: δέομαι ποιητοῦ δεξιοῦ. οἱ μὲν γὰρ οὐκέτ᾽ εἰσίν, οἱ δ᾽ ὄντες κακοί. ἩΡΑΚΛΗ͂Σ: τί δ᾽; οὐκ Ἰοφῶν ζῇ; ΔΙΌΝΥΣΟΣ: τοῦτο γάρ τοι καὶ μόνον ἔτ᾽ ἐστὶ λοιπὸν ἀγαθόν, εἰ καὶ τοῦτ᾽ ἄρα: 75 οὐ γὰρ σάφ᾽ οἶδ᾽ οὐδ᾽ αὐτὸ τοῦθ᾽ ὅπως ἔχει. ἩΡΑΚΛΗ͂Σ: εἶτ᾽ οὐχὶ Σοφοκλέα πρότερον Εὐριπίδου μέλλεις ἀναγαγεῖν, εἴπερ ἐκεῖθεν δεῖ σ᾽ ἄγειν; ΔΙΌΝΥΣΟΣ: οὐ πρίν γ᾽ ἂν Ἰοφῶντ᾽, ἀπολαβὼν αὐτὸν μόνον, ἄνευ Σοφοκλέους ὅ τι ποιεῖ κωδωνίσω. 80 κἄλλως ὁ μέν γ᾽ Εὐριπίδης πανοῦργος ὢν κἂν ξυναποδρᾶναι δεῦρ᾽ ἐπιχειρήσειέ μοι: ὁ δ᾽ εὔκολος μὲν ἐνθάδ᾽ εὔκολος δ᾽ ἐκεῖ. ἩΡΑΚΛΗ͂Σ: Ἀγάθων δὲ ποῦ ‘στιν; ΔΙΌΝΥΣΟΣ: ἀπολιπών μ᾽ ἀποίχεται, ἀγαθὸς ποιητὴς καὶ ποθεινὸς τοῖς φίλοις. [85] ἩΡΑΚΛΗ͂Σ: ποῖ γῆς ὁ τλήμων; ΔΙΌΝΥΣΟΣ: ἐς Μακάρων εὐωχίαν. ἩΡΑΚΛΗ͂Σ: ὁ δὲ Σενοκλέης; ΔΙΌΝΥΣΟΣ: ἐξόλοιτο νὴ Δία. ἩΡΑΚΛΗ͂Σ: Πυθάγγελος δέ; ΞΑΝΘΊΑΣ: περὶ ἐμοῦ δ᾽ οὐδεὶς λόγος ἐπιτριβομένου τὸν ὦμον οὑτωσὶ σφόδρα. ἩΡΑΚΛΗ͂Σ: οὔκουν ἕτερ᾽ ἔστ᾽ ἐνταῦθα μειρακύλλια 90 τραγῳδίας ποιοῦντα πλεῖν ἢ μύρια, Εὐριπίδου πλεῖν ἢ σταδίῳ λαλίστερα. ΔΙΌΝΥΣΟΣ: ἐπιφυλλίδες ταῦτ᾽ ἐστὶ καὶ στωμύλματα, χελιδόνων μουσεῖα, λωβηταὶ τέχνης, ἃ φροῦδα θᾶττον, ἢν μόνον χορὸν λάβῃ, 95 ἅπαξ προσουρήσαντα τῇ τραγῳδίᾳ. γόνιμον δὲ ποιητὴν ἂν οὐχ εὕροις ἔτι ζητῶν ἄν, ὅστις ῥῆμα γενναῖον λάκοι. ἩΡΑΚΛΗ͂Σ: πῶς γόνιμον; ΔΙΌΝΥΣΟΣ: ὡδὶ γόνιμον, ὅστις φθέγξεται τοιουτονί τι παρακεκινδυνευμένον, 100 αἰθέρα Διὸς δωμάτιον, ἢ χρόνου πόδα, ἢ φρένα μὲν οὐκ ἐθέλουσαν ὀμόσαι καθ᾽ ἱερῶν, γλῶτταν δ᾽ ἐπιορκήσασαν ἰδίᾳ τῆς φρενός. ἩΡΑΚΛΗ͂Σ: σὲ δὲ ταῦτ᾽ ἀρέσκει; ΔΙΌΝΥΣΟΣ: μἀλλὰ πλεῖν ἢ μαίνομαι. ἩΡΑΚΛΗ͂Σ: ἦ μὴν κόβαλά γ᾽ ἐστίν, ὡς καὶ σοὶ δοκεῖ. [105] ΔΙΌΝΥΣΟΣ: μὴ τὸν ἐμὸν οἴκει νοῦν: ἔχεις γὰρ οἰκίαν. ἩΡΑΚΛΗ͂Σ: καὶ μὴν ἀτεχνῶς γε παμπόνηρα φαίνεται. ΔΙΌΝΥΣΟΣ: δειπνεῖν με δίδασκε. ΞΑΝΘΊΑΣ: περὶ ἐμοῦ δ᾽ οὐδεὶς λόγος. ΔΙΌΝΥΣΟΣ: ἀλλ᾽ ὦνπερ ἕνεκα τήνδε τὴν σκευὴν ἔχων ἦλθον κατὰ σὴν μίμησιν, ἵνα μοι τοὺς ξένους 110 τοὺς σοὺς φράσειας, εἰ δεοίμην, οἷσι σὺ ἐχρῶ τόθ᾽, ἡνίκ᾽ ἐπὶ τὸν Κέρβερον, τούτους φράσον μοι, λιμένας ἀρτοπώλια πορνεῖ᾽ ἀναπαύλας ἐκτροπὰς κρήνας ὁδοὺς πόλεις διαίτας πανδοκευτρίας, ὅπου κόρεις ὀλίγιστοι. ΞΑΝΘΊΑΣ: περὶ ἐμοῦ δ᾽ οὐδεὶς λόγος. ἩΡΑΚΛΗ͂Σ: ὦ σχέτλιε τολμήσεις γὰρ ἰέναι καὶ σύ γε; ΔΙΌΝΥΣΟΣ: μηδὲν ἔτι πρὸς ταῦτ᾽, ἀλλὰ φράζε τῶν ὁδῶν ὅπῃ τάχιστ᾽ ἀφιζόμεθ᾽ εἰς Ἅιδου κάτω: καὶ μήτε θερμὴν μήτ᾽ ἄγαν ψυχρὰν φράσῃς. [120] ἩΡΑΚΛΗ͂Σ: φέρε δὴ τίν᾽ αὐτῶν σοι φράσω πρώτην; τίνα; μία μὲν γὰρ ἔστιν ἀπὸ κάλω καὶ θρανίου, κρεμάσαντι σαυτόν. ΔΙΌΝΥΣΟΣ: παῦε, πνιγηρὰν λέγεις. ἩΡΑΚΛΗ͂Σ: ἀλλ᾽ ἔστιν ἀτραπὸς ξύντομος τετριμμένη ἡ διὰ θυείας. ΔΙΌΝΥΣΟΣ: ἆρα κώνειον λέγεις; [125] ἩΡΑΚΛΗ͂Σ: μάλιστά γε. ΔΙΌΝΥΣΟΣ: ψυχράν γε καὶ δυσχείμερον: εὐθὺς γὰρ ἀποπήγνυσι τἀντικνήμια. ἩΡΑΚΛΗ͂Σ: βούλει κατάντη καὶ ταχεῖαν σοι φράσω; ΔΙΌΝΥΣΟΣ: νὴ τὸν Δί᾽ ὡς ὄντος γε μὴ βαδιστικοῦ. ἩΡΑΚΛΗ͂Σ: καθέρπυσόν νυν ἐς Κεραμεικόν. ΔΙΌΝΥΣΟΣ: κᾆτα τί; ἩΡΑΚΛΗ͂Σ: ἀναβὰς ἐπὶ τὸν πύργον τὸν ὑψηλόν — ΔΙΌΝΥΣΟΣ: τί δρῶ; ἩΡΑΚΛΗ͂Σ: ἀφιεμένην τὴν λαμπάδ᾽ ἐντεῦθεν θεῶ, κἄπειτ᾽ ἐπειδὰν θῶσιν οἱ θεώμενοι ‘εἷναι,’ τόθ᾽ εἷναι καὶ σὺ σαυτόν. ΔΙΌΝΥΣΟΣ: ποῖ ἩΡΑΚΛΗ͂Σ: κάτω. ΔΙΌΝΥΣΟΣ: ἀλλ᾽ ἀπολέσαιμ᾽ ἂν ἐγκεφάλου θρίω δύο. οὐκ ἂν βαδίσαιμι τὴν ὁδὸν ταύτην. ἩΡΑΚΛΗ͂Σ: τί δαί; ΔΙΌΝΥΣΟΣ: ἥνπερ σὺ τότε κατῆλθες. ἩΡΑΚΛΗ͂Σ: ἀλλ᾽ ὁ πλοῦς πολύς. εὐθὺς γὰρ ἐπὶ λίμνην μεγάλην ἥξεις πάνυ ἄβυσσον. ΔΙΌΝΥΣΟΣ: εἶτα πῶς περαιωθήσομαι; ἩΡΑΚΛΗ͂Σ: ἐν πλοιαρίῳ τυννουτῳί σ᾽ ἀνὴρ γέρων 140 ναύτης διάξει δύ᾽ ὀβολὼ μισθὸν λαβών. ΔΙΌΝΥΣΟΣ: φεῦ, ὡς μέγα δύνασθον πανταχοῦ τὼ δύ᾽ ὀβολώ. πῶς ἠλθέτην κἀκεῖσε; ἩΡΑΚΛΗ͂Σ: Θησεὺς ἤγαγεν. μετὰ ταῦτ᾽ ὄφεις καὶ θηρί᾽ ὄψει μυρία δεινότατα. ΔΙΌΝΥΣΟΣ: μή μ᾽ ἔκπληττε μηδὲ δειμάτου: οὐ γάρ μ᾽ ἀποτρέψεις. ἩΡΑΚΛΗ͂Σ: εἶτα βόρβορον πολὺν καὶ σκῶρ ἀείνων: ἐν δὲ τούτῳ κειμένους, εἴ που ξένον τις ἠδίκησε πώποτε, ἢ παῖδα κινῶν τἀργύριον ὑφείλετο, ἢ μητέρ᾽ ἠλόασεν, ἢ πατρὸς γνάθον 150 ἐπάταξεν, ἢ ‘πίορκον ὅρκον ὤμοσεν, ἢ Μορσίμου τις ῥῆσιν ἐξεγράψατο. ΔΙΌΝΥΣΟΣ: νὴ τοὺς θεοὺς ἐχρῆν γε πρὸς τούτοισι κεἰ τὴν πυρρίχην τις ἔμαθε τὴν Κινησίου. ἩΡΑΚΛΗ͂Σ: ἐντεῦθεν αὐλῶν τίς σε περίεισιν πνοή, 155 ὄψει τε φῶς κάλλιστον ὥσπερ ἐνθάδε, καὶ μυρρινῶνας καὶ θιάσους εὐδαίμονας ἀνδρῶν γυναικῶν καὶ κρότον χειρῶν πολύν. ΔΙΌΝΥΣΟΣ: οὗτοι δὲ δὴ τίνες εἰσίν; ἩΡΑΚΛΗ͂Σ: οἱ μεμυημένοι — ΞΑΝΘΊΑΣ: νὴ τὸν Δί᾽ ἐγὼ γοῦν ὄνος ἄγω μυστήρια. 160 ἀτὰρ οὐ καθέξω ταῦτα τὸν πλείω χρόνον. ἩΡΑΚΛΗ͂Σ: οἵ σοι φράσουσ᾽ ἁπαξάπανθ᾽ ὧν ἂν δέῃ. οὗτοι γὰρ ἐγγύτατα παρ᾽ αὐτὴν τὴν ὁδὸν ἐπὶ ταῖσι τοῦ Πλούτωνος οἰκοῦσιν θύραις. καὶ χαῖρε πόλλ᾽ ὦδελφέ. ΔΙΌΝΥΣΟΣ: νὴ Δία καὶ σύ γε 165 ὑγίαινε. σὺ δὲ τὰ στρώματ᾽ αὖθις λάμβανε. ΞΑΝΘΊΑΣ: πρὶν καὶ καταθέσθαι; ΔΙΌΝΥΣΟΣ: καὶ ταχέως μέντοι πάνυ. ΞΑΝΘΊΑΣ: μὴ δῆθ᾽, ἱκετεύω σ᾽, ἀλλὰ μίσθωσαί τινα τῶν ἐκφερομένων, ὅστις ἐπὶ τοῦτ᾽ ἔρχεται. ΔΙΌΝΥΣΟΣ: ἐὰν δὲ μὴ εὕρω; ΞΑΝΘΊΑΣ: τότε μ᾽ ἄγειν. ΔΙΌΝΥΣΟΣ: καλῶς λέγεις. 170 καὶ γάρ τιν᾽ ἐκφέρουσι τουτονὶ νεκρόν, οὗτος, σὲ λέγω μέντοι, σὲ τὸν τεθνηκότα: ἄνθρωπε βούλει σκευάρι᾽ εἰς Ἅιδου φέρειν; ΝΈΚΡΟΣ: πόσ᾽ ἄττα; ΔΙΌΝΥΣΟΣ: ταυτί. ΝΈΚΡΟΣ: δύο δραχμὰς μισθὸν τελεῖς; ΔΙΌΝΥΣΟΣ: μὰ Δί᾽ ἀλλ᾽ ἔλαττον. ΝΈΚΡΟΣ: ὑπάγεθ᾽ ὑμεῖς τῆς ὁδοῦ. [175] ΔΙΌΝΥΣΟΣ: ἀνάμεινον ὦ δαιμόνι᾽, ἐὰν ξυμβῶ τί σοι. ΝΈΚΡΟΣ: εἰ μὴ καταθήσεις δύο δραχμάς, μὴ διαλέγου. ΔΙΌΝΥΣΟΣ: λάβ᾽ ἐννέ᾽ ὀβολούς. ΝΈΚΡΟΣ: ἀναβιοίην νυν πάλιν. ΞΑΝΘΊΑΣ: ὡς σεμνὸς ὁ κατάρατος: οὐκ οἰμώξεται; ἐγὼ βαδιοῦμαι. ΔΙΌΝΥΣΟΣ: χρηστὸς εἶ καὶ γεννάδας. 180 χωρῶμεν ἐπὶ τὸ πλοῖον. ΧΆΡΩΝ: ὠὸπ παραβαλοῦ. ΞΑΝΘΊΑΣ: τουτὶ τί ἔστι; ΔΙΌΝΥΣΟΣ: τοῦτο; λίμνη νὴ Δία αὕτη ‘στὶν ἣν ἔφραζε, καὶ πλοῖόν γ᾽ ὁρῶ. ΞΑΝΘΊΑΣ: νὴ τὸν Ποσειδῶ κἄστι γ᾽ ὁ Χάρων οὑτοσί. ΔΙΌΝΥΣΟΣ: χαῖρ᾽ ὦ Χάρων, χαῖρ᾽ ὦ Χάρων, χαῖρ᾽ ὦ Χάρων. [185] ΧΆΡΩΝ: τίς εἰς ἀναπαύλας ἐκ κακῶν καὶ πραγμάτων; τίς ἐς τὸ Λήθης πεδίον, ἢ σ᾽ Ὄνου πόκας, ἢ σ᾽ Κερβερίους, ἢ σ᾽ κόρακας, ἢ ‘πὶ Ταίναρον; ΔΙΌΝΥΣΟΣ: ἐγώ. ΧΆΡΩΝ: ταχέως ἔμβαινε. ΔΙΌΝΥΣΟΣ: ποῖ σχήσειν δοκεῖς; ἐς κόρακας ὄντως; ΧΆΡΩΝ: ναὶ μὰ Δία σοῦ γ᾽ οὕνεκα. 190 ἔσβαινε δή. ΔΙΌΝΥΣΟΣ: παῖ δεῦρο. ΧΆΡΩΝ: δοῦλον οὐκ ἄγω, εἰ μὴ νεναυμάχηκε τὴν περὶ τῶν κρεῶν. ΞΑΝΘΊΑΣ: μὰ τὸν Δί᾽ οὐ γὰρ ἀλλ᾽ ἔτυχον ὀφθαλμιῶν. ΧΆΡΩΝ: οὔκουν περιθρέξει δῆτα τὴν λίμνην κύκλῳ; ΞΑΝΘΊΑΣ: ποῦ δῆτ᾽ ἀναμενῶ; ΧΆΡΩΝ: παρὰ τὸν Αὑαίνου λίθον 195 ἐπὶ ταῖς ἀναπαύλαις. ΔΙΌΝΥΣΟΣ: μανθάνεις; ΞΑΝΘΊΑΣ: πάνυ μανθάνω. οἴμοι κακοδαίμων, τῷ ξυνέτυχον ἐξιών; ΧΆΡΩΝ: κάθιζ᾽ ἐπὶ κώπην. εἴ τις ἔτι πλεῖ, σπευδέτω. οὗτος τί ποιεῖς; ΔΙΌΝΥΣΟΣ: ὅ τι ποιῶ; τί δ᾽ ἄλλο γ᾽ ἢ ἵζω ‘πὶ κώπην, οὗπερ ἐκέλευές με σύ; ΧΆΡΩΝ: οὔκουν καθεδεῖ δῆτ᾽ ἐνθαδὶ γάστρων; ΔΙΌΝΥΣΟΣ: ἰδού. ΧΆΡΩΝ: οὔκουν προβαλεῖ τὼ χεῖρε κἀκτενεῖς; ΔΙΌΝΥΣΟΣ: ἰδού. ΧΆΡΩΝ: οὐ μὴ φλυαρήσεις ἔχων ἀλλ᾽ ἀντιβὰς ἐλᾷς προθύμως; ΔΙΌΝΥΣΟΣ: κᾆτα πῶς δυνήσομαι ἄπειρος ἀθαλάττωτος ἀσαλαμίνιος ὢν εἶτ᾽ ἐλαύνειν; ΧΆΡΩΝ: ῥᾷστ᾽: ἀκούσει γὰρ μέλη κάλλιστ᾽, ἐπειδὰν ἐμβάλῃς ἅπαξ, ΔΙΌΝΥΣΟΣ: τίνων; ΧΆΡΩΝ: βατράχων κύκνων θαυμαστά. ΔΙΌΝΥΣΟΣ: κατακέλευε δή. ΧΆΡΩΝ: ὦ ὀπὸπ ὦ ὀπόπ. ΒΆΤΡΑΧΟΙ: βρεκεκεκὲξ κοὰξ κοάξ, 210 βρεκεκεκὲξ κοὰξ κοάξ. λιμναῖα κρηνῶν τέκνα, ξύναυλον ὕμνων βοὰν φθεγξώμεθ᾽, εὔγηρυν ἐμὰν ἀοιδάν, κοὰξ κοάξ, 215 ἣν ἀμφὶ Νυσήιον Διὸς Διόνυσον ἐν Λίμναισιν ἰαχήσαμεν, ἡνίχ᾽ ὁ κραιπαλόκωμος τοῖς ἱεροῖσι Χύτροισι χωρεῖ κατ᾽ ἐμὸν τέμενος λαῶν ὄχλος. 220 βρεκεκεκὲξ κοὰξ κοάξ. ΔΙΌΝΥΣΟΣ: ἐγὼ δέ γ᾽ ἀλγεῖν ἄρχομαι τὸν ὄρρον ὦ κοὰξ κοάξ: ὑμῖν δ᾽ ἴσως οὐδὲν μέλει. [225] ΒΆΤΡΑΧΟΙ: βρεκεκεκὲξ κοὰξ κοάξ. ΔΙΌΝΥΣΟΣ: ἀλλ᾽ ἐξόλοισθ᾽ αὐτῷ κοάξ: οὐδὲν γάρ ἐστ᾽ ἀλλ᾽ ἢ κοάξ. ΒΆΤΡΑΧΟΙ: εἰκότως γ᾽ ὦ πολλὰ πράττων. ἐμὲ γὰρ ἔστερξαν εὔλυροί τε Μοῦσαι 230 καὶ κεροβάτας Πὰν ὁ καλαμόφθογγα παίζων: προσεπιτέρπεται δ᾽ ὁ φορμικτὰς Ἀπόλλων, ἕνεκα δόνακος, ὃν ὑπολύριον ἔνυδρον ἐν λίμναις τρέφω. 235 βρεκεκεκὲξ κοάξ κοάξ. ΔΙΌΝΥΣΟΣ: ἐγὼ δὲ φλυκταίνας γ᾽ ἔχω, χὠ πρωκτὸς ἰδίει πάλαι, κᾆτ᾽ αὐτίκ᾽ ἐκκύψας ἐρεῖ — ΒΆΤΡΑΧΟΙ: βρεκεκεκὲξ κοὰξ κοάξ. [240] ΔΙΌΝΥΣΟΣ: ἀλλ᾽ ὦ φιλῳδὸν γένος παύσασθε. ΒΆΤΡΑΧΟΙ: μᾶλλον μὲν οὖν φθεγξόμεσθ᾽, εἰ δή ποτ᾽ εὐηλίοις ἐν ἁμέραισιν ἡλάμεσθα διὰ κυπείρου καὶ φλέω, χαίροντες ᾠδῆς 245 πολυκολύμβοισι μέλεσιν, ἢ Διὸς φεύγοντες ὄμβρον ἔνυδρον ἐν βυθῷ χορείαν αἰόλαν ἐφθεγξάμεσθα πομφολυγοπαφλάσμασιν. ΔΙΌΝΥΣΟΣ: βρεκεκεκὲξ κοὰξ κοάξ. τουτὶ παρ᾽ ὑμῶν λαμβάνω. ΒΆΤΡΑΧΟΙ: δεινά τἄρα πεισόμεσθα. ΔΙΌΝΥΣΟΣ: δεινότερα δ᾽ ἔγωγ᾽, ἐλαύνων 255 εἰ διαρραγήσομαι. ΒΆΤΡΑΧΟΙ: βρεκεκεκὲξ κοὰξ κοάξ. ΔΙΌΝΥΣΟΣ: οἰμώζετ᾽: οὐ γάρ μοι μέλει. ἀλλὰ μὴν κεκραξόμεσθά γ᾽ ὁπόσον ἡ φάρυξ ἂν ἡμῶν 260 χανδάνῃ δι᾽ ἡμέρας. ΔΙΌΝΥΣΟΣ: βρεκεκεκὲξ κοὰξ κοάξ. τούτῳ γὰρ οὐ νικήσετε. ΒΆΤΡΑΧΟΙ: οὐδὲ μὴν ἡμᾶς σὺ πάντως. ΔΙΌΝΥΣΟΣ: οὐδὲ μὴν ὑμεῖς γ᾽ ἐμὲ οὐδέποτε: κεκράξομαι γὰρ 265 κἂν δέῃ δι᾽ ἡμέρας βρεκεκεκὲξ κοὰξ κοάξ, ἕως ἂν ὑμῶν ἐπικρατήσω τῷ κοάξ, βρεκεκεκὲξ κοὰξ κοάξ. ΔΙΌΝΥΣΟΣ: ἔμελλον ἄρα παύσειν ποθ᾽ ὑμᾶς τοῦ κοάξ. ΧΆΡΩΝ: ὢ παῦε παῦε, παραβαλοῦ τὼ κωπίω, 270 ἔκβαιν᾽, ἀπόδος τὸν ναῦλον. ΔΙΌΝΥΣΟΣ: ἔχε δὴ τὠβολώ. ὁ Ξανθίας. ποῦ Ξανθίας; ἦ Ξανθία. ΞΑΝΘΊΑΣ: ἰαῦ. ΔΙΌΝΥΣΟΣ: βάδιζε δεῦρο. ΞΑΝΘΊΑΣ: χαῖρ᾽ ὦ δέσποτα. ΔΙΌΝΥΣΟΣ: τί ἔστι τἀνταυθοῖ; ΞΑΝΘΊΑΣ: σκότος καὶ βόρβορος. ΔΙΌΝΥΣΟΣ: κατεῖδες οὖν που τοὺς πατραλοίας αὐτόθι 275 καὶ τοὺς ἐπιόρκους, οὓς ἔλεγεν ἡμῖν; ΞΑΝΘΊΑΣ: σὺ δ᾽ οὔ; ΔΙΌΝΥΣΟΣ: νὴ τὸν Ποσειδῶ ‘γωγε, καὶ νυνί γ᾽ ὁρῶ. ἄγε δὴ τί δρῶμεν; ΞΑΝΘΊΑΣ: προϊέναι βέλτιστα νῷν, ὡς οὗτος ὁ τόπος ἐστὶν οὗ τὰ θηρία τὰ δείν᾽ ἔφασκ᾽ ἐκεῖνος. ΔΙΌΝΥΣΟΣ: ὡς οἰμώξεται. 280 ἠλαζονεύεθ᾽ ἵνα φοβηθείην ἐγώ, εἰδώς με μάχιμον ὄντα φιλοτιμούμενος. οὐδὲν γὰρ οὕτω γαῦρόν ἐσθ᾽ ὡς Ἡρακλῆς. ἐγὼ δέ γ᾽ εὐξαίμην ἂν ἐντυχεῖν τινι λαβεῖν τ᾽ ἀγώνισμ᾽ ἄξιόν τι τῆς ὁδοῦ. [285] ΞΑΝΘΊΑΣ: νὴ τὸν Δία καὶ μὴν αἰσθάνομαι ψόφου τινός. ΔΙΌΝΥΣΟΣ: ποῦ ποῦ ‘στιν; ΞΑΝΘΊΑΣ: ἐξόπισθεν. ΔΙΌΝΥΣΟΣ: ἐξόπισθ᾽ ἴθι. ΞΑΝΘΊΑΣ: ἀλλ᾽ ἐστὶν ἐν τῷ πρόσθε. ΔΙΌΝΥΣΟΣ: πρόσθε νυν ἴθι. ΞΑΝΘΊΑΣ: καὶ μὴν ὁρῶ νὴ τὸν Δία θηρίον μέγα. ΔΙΌΝΥΣΟΣ: ποῖόν τι; ΞΑΝΘΊΑΣ: δεινόν: παντοδαπὸν γοῦν γίγνεται 290 τοτὲ μέν γε βοῦς, νυνὶ δ᾽ ὀρεύς, τοτὲ δ᾽ αὖ γυνὴ ὡραιοτάτη τις. ΔΙΌΝΥΣΟΣ: ποῦ ‘στι; φέρ᾽ ἐπ᾽ αὐτὴν ἴω. ΞΑΝΘΊΑΣ: ἀλλ᾽ οὐκέτ᾽ αὖ γυνή ‘στιν, ἀλλ᾽ ἤδη κύων. ΔΙΌΝΥΣΟΣ: Ἔμπουσα τοίνυν ἐστί. ΞΑΝΘΊΑΣ: πυρὶ γοῦν λάμπεται ἅπαν τὸ πρόσωπον. ΔΙΌΝΥΣΟΣ: καὶ σκέλος χαλκοῦν ἔχει; [295] ΞΑΝΘΊΑΣ: νὴ τὸν Ποσειδῶ, καὶ βολίτινον θάτερον, σάφ᾽ ἴσθι. ΔΙΌΝΥΣΟΣ: ποῖ δῆτ᾽ ἂν τραποίμην; ΞΑΝΘΊΑΣ: ποῖ δ᾽ ἐγώ; ΔΙΌΝΥΣΟΣ: ἱερεῦ διαφύλαξόν μ᾽, ἵν᾽ ὦ σοι ξυμπότης. ΞΑΝΘΊΑΣ: ἀπολούμεθ᾽ ὦναξ Ἡράκλεις. ΔΙΌΝΥΣΟΣ: οὐ μὴ καλεῖς μ᾽ ὦνθρωφ᾽, ἱκετεύω, μηδὲ κατερεῖς τοὔνομα. [300] ΞΑΝΘΊΑΣ: Διόνυσε τοίνυν. ΔΙΌΝΥΣΟΣ: τοῦτό γ᾽ ἧττον θατέρου. ἴθ᾽ ᾗπερ ἔρχει. ΞΑΝΘΊΑΣ: δεῦρο δεῦρ᾽ ὦ δέσποτα. ΔΙΌΝΥΣΟΣ: τί δ᾽ ἔστι; ΞΑΝΘΊΑΣ: θάρρει: πάντ᾽ ἀγαθὰ πεπράγαμεν, ἔξεστί θ᾽ ὥσπερ Ἡγέλοχος ἡμῖν λέγειν, ‘ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλῆν ὁρῶ.’ 305 ἥμπουσα φρούδη. ΔΙΌΝΥΣΟΣ: κατόμοσον. ΞΑΝΘΊΑΣ: νὴ τὸν Δία. ΔΙΌΝΥΣΟΣ: καὖθις κατόμοσον. ΞΑΝΘΊΑΣ: νὴ Δί᾽. ΔΙΌΝΥΣΟΣ: ὄμοσον. ΞΑΝΘΊΑΣ: νὴ Δία. ΔΙΌΝΥΣΟΣ: οἴμοι τάλας, ὡς ὠχρίασ᾽ αὐτὴν ἰδών. ΞΑΝΘΊΑΣ: ὁδὶ δὲ δείσας ὑπερεπυρρίασέ σου. ΔΙΌΝΥΣΟΣ: οἴμοι, πόθεν μοι τὰ κακὰ ταυτὶ προσέπεσεν; 310 τίν᾽ αἰτιάσομαι θεῶν μ᾽ ἀπολλύναι; ΞΑΝΘΊΑΣ: αἰθέρα Διὸς δωμάτιον ἢ χρόνου πόδα; ΞΑΝΘΊΑΣ: αὐλεῖ τις ἔνδοθεν) ΔΙΌΝΥΣΟΣ: οὗτος. ΞΑΝΘΊΑΣ: τί ἔστιν; ΔΙΌΝΥΣΟΣ: οὐ κατήκουσας; ΞΑΝΘΊΑΣ: τίνος; ΔΙΌΝΥΣΟΣ: αὐλῶν πνοῆς. ΞΑΝΘΊΑΣ: ἔγωγε, καὶ δᾴδων γέ με αὔρα τις εἰσέπνευσε μυστικωτάτη. [315] ΔΙΌΝΥΣΟΣ: ἀλλ᾽ ἠρεμὶ πτήξαντες ἀκροασώμεθα. ΧΟΡΌΣ: Ἴακχ᾽ ὦ Ἴακχε. Ἴακχ᾽ ὦ Ἴακχε. ΞΑΝΘΊΑΣ: τοῦτ᾽ ἔστ᾽ ἐκεῖν᾽ ὦ δέσποθ᾽: οἱ μεμυημένοι ἐνταῦθά που παίζουσιν, οὓς ἔφραζε νῷν. 320 ᾁδουσι γοῦν τὸν Ἴακχον ὅνπερ Διαγόρας. ΔΙΌΝΥΣΟΣ: κἀμοὶ δοκοῦσιν. ἡσυχίαν τοίνυν ἄγειν βέλτιστόν ἐσθ᾽, ἕως ἂν εἰδῶμεν σαφῶς. ΧΟΡΌΣ: Ἴακχ᾽ ὦ πολυτίμητ᾽ ἐν ἕδραις ἐνθάδε ναίων, 325 Ἴακχ᾽ ὦ Ἴακχε, ἐλθὲ τόνδ᾽ ἀνὰ λειμῶνα χορεύσων ὁσίους ἐς θιασώτας, πολύκαρπον μὲν τινάσσων περὶ κρατὶ σῷ βρύοντα 330 στέφανον μύρτων, θρασεῖ δ᾽ ἐγκατακρούων ποδὶ τὰν ἀκόλαστον φιλοπαίγμονα τιμάν, 335 χαρίτων πλεῖστον ἔχουσαν μέρος, ἁγνάν, ἱερὰν ὁσίοις μύσταις χορείαν. Ξανθίας ΧΟΡΌΣ: ὦ πότνια πολυτίμητε Δήμητρος κόρη, ὡς ἡδύ μοι προσέπνευσε χοιρείων κρεῶν. ΔΙΌΝΥΣΟΣ: οὔκουν ἀτρέμ᾽ ἕξεις, ἤν τι καὶ χορδῆς λάβῃς; ΧΟΡΌΣ: †ἔγειρε φλογέας λαμπάδας ἐν χερσὶ γὰρ ἥκει τινάσσων†, Ἴακχ᾽ ὦ Ἴακχε, νυκτέρου τελετῆς φωσφόρος ἀστήρ. φλογὶ φέγγεται δὲ λειμών: 345 γόνυ πάλλεται γερόντων: ἀποσείονται δὲ λύπας χρονίους τ᾽ ἐτῶν παλαιῶν ἐνιαυτοὺς 350 ἱερᾶς ὑπὸ τιμᾶς. σὺ δὲ λαμπάδι † φλέγων† προβάδην ἔξαγ᾽ ἐπ᾽ ἀνθηρὸν ἕλειον δάπεδον χοροποιὸν μάκαρ ἥβαν. Χορός ΧΟΡΌΣ: εὐφημεῖν χρὴ κἀξίστασθαι τοῖς ἡμετέροισι χοροῖσιν, 355 ὅστις ἄπειρος τοιῶνδε λόγων ἢ γνώμῃ μὴ καθαρεύει, ἢ γενναίων ὄργια Μουσῶν μήτ᾽ εἶδεν μήτ᾽ ἐχόρευσεν, μηδὲ Κρατίνου τοῦ ταυροφάγου γλώττης Βακχεῖ᾽ ἐτελέσθη, ἢ βωμολόχοις ἔπεσιν χαίρει μὴ ν᾽ καιρῷ τοῦτο ποιοῦσιν, ἢ στάσιν ἐχθρὰν μὴ καταλύει μηδ᾽ εὔκολός ἐστι πολίταις, 360 ἀλλ᾽ ἀνεγείρει καὶ ῥιπίζει κερδῶν ἰδίων ἐπιθυμῶν, ἢ τῆς πόλεως χειμαζομένης ἄρχων καταδωροδοκεῖται, ἢ προδίδωσιν φρούριον ἢ ναῦς, ἢ τἀπόρρητ᾽ ἀποπέμπει ἐξ Αἰγίνης Θωρυκίων ὢν εἰκοστολόγος κακοδαίμων, ἀσκώματα καὶ λίνα καὶ πίτταν διαπέμπων εἰς Ἐπίδαυρον, 365 ἢ χρήματα ταῖς τῶν ἀντιπάλων ναυσὶν παρέχειν τινὰ πείθει, ἢ κατατιλᾷ τῶν Ἑκαταίων κυκλίοισι χοροῖσιν ὑπᾴδων, ἢ τοὺς μισθοὺς τῶν ποιητῶν ῥήτωρ ὢν εἶτ᾽ ἀποτρώγει, κωμῳδηθεὶς ἐν ταῖς πατρίοις τελεταῖς ταῖς τοῦ Διονύσου: τούτοις αὐδῶ καὖθις ἀπαυδῶ καὖθις τὸ τρίτον μάλ᾽ ἀπαυδῶ 370 ἐξίστασθαι μύσταισι χοροῖς: ὑμεῖς δ᾽ ἀνεγείρετε μολπὴν καὶ παννυχίδας τὰς ἡμετέρας αἳ τῇδε πρέπουσιν ἑορτῇ. Χορός χώρει νυν πᾶς ἀνδρείως ἐς τοὺς εὐανθεῖς κόλπους λειμώνων ἐγκρούων 375 κἀπισκώπτων καὶ παίζων καὶ χλευάζων, ἠρίστηται δ᾽ ἐξαρκούντως. Χορός ἀλλ᾽ ἔμβα χὤπως ἀρεῖς τὴν Σώτειραν γενναίως 380 τῇ φωνῇ μολπάζων, ἣ τὴν χώραν σῴζειν φήσ᾽ ἐς τὰς ὥρας, κἂν Θωρυκίων μὴ βούληται. Χορός ΧΟΡΌΣ: ἄγε νυν ἑτέραν ὕμνων ἰδέαν τὴν καρποφόρον βασίλειαν Δήμητρα θεὰν ἐπικοσμοῦντες ζαθέαις μολπαῖς κελαδεῖτε. Χορός ΔΉΜΗΤΕΡ ἉΓΝΩ͂Ν ὈΡΓΊΩΝ: ἄνασσα συμπαραστάτει, καὶ σῷζε τὸν σαυτῆς χορόν, καί μ᾽ ἀσφαλῶς πανήμερον 390 παῖσαί τε καὶ χορεῦσαι: Χορός ΧΟΡΌΣ: καὶ πολλὰ μὲν γέλοιά μ᾽ εἰ- πεῖν, πολλὰ δὲ σπουδαῖα, καὶ τῆς σῆς ἑορτῆς ἀξίως παίσαντα καὶ σκώψαντα νικήσαντα 395 ταινιοῦσθαι. Χορός ἄγ᾽ εἶα νῦν καὶ τὸν ὡραῖον θεὸν παρακαλεῖτε δεῦρο ᾠδαῖσι, τὸν ξυνέμπορον τῆσδε τῆς χορείας. ΧΟΡΌΣ: Ἴακχε πολυτίμητε, μέλος ἑορτῆς 400 ἥδιστον εὑρών, δεῦρο συνακολούθει πρὸς τὴν θεὸν καὶ δεῖξον ὡς ἄνευ πόνου πολλὴν ὁδὸν περαίνεις. Ἴακχε φιλοχορευτὰ συμπρόπεμπέ με. ΧΟΡΌΣ: σὺ γὰρ κατεσχίσω μὲν ἐπὶ γέλωτι κἀπ᾽ εὐτελείᾳ τόδε τὸ σανδαλίσκον καὶ τὸ ῥάκος, κἀξηῦρες ὥστ᾽ ἀζημίους παίζειν τε καὶ χορεύειν. 410 Ἴακχε φιλοχορευτὰ συμπρόπεμπέ με. Χορός ΧΟΡΌΣ: καὶ γὰρ παραβλέψας τι μειρακίσκης νῦν δὴ κατεῖδον καὶ μάλ᾽ εὐπροσώπου συμπαιστρίας χιτωνίου παραρραγέν- 415 τος τιτθίον προκύψαν. Ἴακχε φιλοχορευτὰ συμπρόπεμπέ με. Διόνυσος ΧΟΡΌΣ: ἐγὼ δ᾽ ἀεί πως φιλακόλου- θός εἰμι καὶ μετ᾽ αὐτῆς παίζων χορεύειν βούλομαι. ΞΑΝΘΊΑΣ: κἄγωγε πρός. βούλεσθε δῆτα κοινῇ σκώψωμεν Ἀρχέδημον; ὃς ἑπτέτης ὢν οὐκ ἔφυσε φράτερας. Χορός νυνὶ δὲ δημαγωγεῖ ἐν τοῖς ἄνω νεκροῖσι, 425 κἀστὶν τὰ πρῶτα τῆς ἐκεῖ μοχθηρίας. Χορός τὸν Κλεισθένους δ᾽ ἀκούω ἐν ταῖς ταφαῖσι πρωκτὸν τίλλειν ἑαυτοῦ καὶ σπαράττειν τὰς γνάθους: Χορός ΧΟΡΌΣ: κἀκόπτετ᾽ ἐγκεκυφώς, 430 κἄκλαε κἀκεκράγει Σεβῖνον ὅστις ἐστὶν ἁναφλύστιος. Χορός καὶ Καλλίαν γέ φασι τοῦτον τὸν Ἱπποβίνου κύσθου λεοντῆν ναυμαχεῖν ἐνημμένον. Διόνυσος [435] ΧΟΡΌΣ: ἔχοιτ᾽ ἂν οὖν φράσαι νῷν Πλούτων᾽ ὅπου ‘νθάδ᾽ οἰκεῖ; ξένω γάρ ἐσμεν ἀρτίως ἀφιγμένω. Χορός ΧΟΡΌΣ: μηδὲν μακρὰν ἀπέλθῃς, μηδ᾽ αὖθις ἐπανέρῃ με, 440 ἀλλ᾽ ἴσθ᾽ ἐπ᾽ αὐτὴν θύραν ἀφιγμένος. ΔΙΌΝΥΣΟΣ: αἴροι᾽ ἂν αὖθις ὦ παῖ. ΞΑΝΘΊΑΣ: τουτὶ τί ἦν τὸ πρᾶγμα; ἀλλ᾽ ἢ Διὸς Κόρινθος ἐν τοῖς στρώμασιν. χωρεῖτε 445 νῦν ἱερὸν ἀνὰ κύκλον θεᾶς, ἀνθοφόρον ἀν᾽ ἄλσος παίζοντες οἷς μετουσία θεοφιλοῦς ἑορτῆς: ἐγὼ δὲ σὺν ταῖσιν κόραις εἶμι καὶ γυναιξίν, οὗ παννυχίζουσιν θεᾷ, φέγγος ἱερὸν οἴσων. χωρῶμεν ἐς πολυρρόδους 450 λειμῶνας ἀνθεμώδεις, τὸν ἡμέτερον τρόπον τὸν καλλιχορώτατον παίζοντες, ὃν ὄλβιαι Μοῖραι ξυνάγουσιν. [455] ΧΟΡΌΣ: μόνοις γὰρ ἡμῖν ἥλιος καὶ φέγγος ἱλαρόν ἐστιν, ὅσοι μεμυήμεθ᾽ εὐ- σεβῆ τε διήγομεν τρόπον περὶ τοὺς ξένους καὶ τοὺς ἰδιώτας. [460] ΔΙΌΝΥΣΟΣ: ἄγε δὴ τίνα τρόπον τὴν θύραν κόψω; τίνα; πῶς ἐνθάδ᾽ ἄρα κόπτουσιν οὑπιχώριοι; ΞΑΝΘΊΑΣ: οὐ μὴ διατρίψεις, ἀλλὰ γεύσει τῆς θύρας, καθ᾽ Ἡρακλέα τὸ σχῆμα καὶ τὸ λῆμ᾽ ἔχων. ΔΙΌΝΥΣΟΣ: παῖ παῖ. ἌΙΑΚΟΣ: τίς οὗτος; ΔΙΌΝΥΣΟΣ: Ἡρακλῆς ὁ καρτερός. [465] ἌΙΑΚΟΣ: ὦ βδελυρὲ κἀναίσχυντε καὶ τολμηρὲ σὺ καὶ μιαρὲ καὶ παμμίαρε καὶ μιαρώτατε, ὃς τὸν κύν᾽ ἡμῶν ἐξελάσας τὸν Κέρβερον ἀπῇξας ἄγχων κἀποδρὰς ᾤχου λαβών, ὃν ἐγὼ ‘φύλαττον. ἀλλὰ νῦν ἔχει μέσος: 470 τοία Στυγός σε μελανοκάρδιος πέτρα Ἀχερόντιός τε σκόπελος αἱματοσταγὴς φρουροῦσι, Κωκυτοῦ τε περίδρομοι κύνες, ἔχιδνά θ᾽ ἑκατογκέφαλος, ἣ τὰ σπλάγχνα σου διασπαράξει, πλευμόνων τ᾽ ἀνθάψεται 475 Ταρτησία μύραινα: τὼ νεφρὼ δέ σου αὐτοῖσιν ἐντέροισιν ᾑματωμένω διασπάσονται Γοργόνες Τειθράσιαι, ἐφ᾽ ἃς ἐγὼ δρομαῖον ὁρμήσω πόδα. ΞΑΝΘΊΑΣ: οὗτος τί δέδρακας; ΔΙΌΝΥΣΟΣ: ἐγκέχοδα: κάλει θεόν. [480] ΞΑΝΘΊΑΣ: ὦ καταγέλαστ᾽ οὔκουν ἀναστήσει ταχὺ πρίν τινά σ᾽ ἰδεῖν ἀλλότριον; ΔΙΌΝΥΣΟΣ: ἀλλ᾽ ὡρακιῶ. ἀλλ᾽ οἶσε πρὸς τὴν καρδίαν μου σφογγιάν. ΞΑΝΘΊΑΣ: ἰδοὺ λαβέ, προσθοῦ. ΔΙΌΝΥΣΟΣ: ποῦ ‘στιν; ΞΑΝΘΊΑΣ: ὦ χρυσοῖ θεοὶ ἐνταῦθ᾽ ἔχεις τὴν καρδίαν; ΔΙΌΝΥΣΟΣ: δείσασα γὰρ 485 ἐς τὴν κάτω μου κοιλίαν καθείρπυσεν. ΞΑΝΘΊΑΣ: ὦ δειλότατε θεῶν σὺ κἀνθρώπων. ΔΙΌΝΥΣΟΣ: ἐγώ; πῶς δειλὸς ὅστις σφογγιὰν ᾔτησά σε; οὐκ ἂν ἕτερός γ᾽ αὔτ᾽ ἠργάσατ᾽ ἀνήρ. ΞΑΝΘΊΑΣ: ἀλλὰ τί; ΔΙΌΝΥΣΟΣ: κατέκειτ᾽ ἂν ὀσφραινόμενος, εἴπερ δειλὸς ἦν: 490 ἐγὼ δ᾽ ἀνέστην καὶ προσέτ᾽ ἀπεψησάμην. ΞΑΝΘΊΑΣ: ἀνδρεῖά γ᾽ ὦ Πόσειδον. ΔΙΌΝΥΣΟΣ: οἶμαι νὴ Δία. σὺ δ᾽ οὐκ ἔδεισας τὸν ψόφον τῶν ῥημάτων καὶ τὰς ἀπειλάς; ΞΑΝΘΊΑΣ: οὐ μὰ Δί᾽ οὐδ᾽ ἐφρόντισα. ΔΙΌΝΥΣΟΣ: ἴθι νυν ἐπειδὴ ληματίας κἀνδρεῖος εἶ, 495 σὺ μὲν γενοῦ ‘γὼ τὸ ῥόπαλον τουτὶ λαβὼν καὶ τὴν λεοντῆν, εἴπερ ἀφοβόσπλαγχνος εἶ: ἐγὼ δ᾽ ἔσομαί σοι σκευοφόρος ἐν τῷ μέρει. ΞΑΝΘΊΑΣ: φέρε δὴ ταχέως αὔτ᾽: οὐ γὰρ ἀλλὰ πειστέον: καὶ βλέψον ἐς τὸν Ἡρακλειοξανθίαν, 500 εἰ δειλὸς ἔσομαι καὶ κατὰ σὲ τὸ λῆμ᾽ ἔχων. ΔΙΌΝΥΣΟΣ: μὰ Δί᾽ ἀλλ᾽ ἀληθῶς οὑκ Μελίτης μαστιγίας. φέρε νυν ἐγὼ τὰ στρώματ᾽ αἴρωμαι ταδί. ΘΕΡΆΠΑΙΝΑ: ὦ φίλταθ᾽ ἥκεις Ἡράκλεις; δεῦρ᾽ εἴσιθι. ἡ γὰρ θεός σ᾽ ὡς ἐπύθεθ᾽ ἥκοντ᾽, εὐθέως 505 ἔπεττεν ἄρτους, ἧψε κατερεικτῶν χύτρας ἔτνους δύ᾽ ἢ τρεῖς, βοῦν ἀπηνθράκιζ᾽ ὅλον, πλακοῦντας ὤπτα κολλάβους. ἀλλ᾽ εἴσιθι. ΞΑΝΘΊΑΣ: κάλλιστ᾽, ἐπαινῶ. ΘΕΡΆΠΑΙΝΑ: μὰ τὸν Ἀπόλλω οὐ μή σ᾽ ἐγὼ περιόψομἀπελθόντ᾽, ἐπεί τοι καὶ κρέα 510 ἀνέβραττεν ὀρνίθεια, καὶ τραγήματα ἔφρυγε, κᾦνον ἀνεκεράννυ γλυκύτατον. ἀλλ᾽ εἴσιθ᾽ ἅμ᾽ ἐμοί. ΞΑΝΘΊΑΣ: πάνυ καλῶς. ΘΕΡΆΠΑΙΝΑ: ληρεῖς ἔχων οὐ γάρ σ᾽ ἀφήσω. καὶ γὰρ αὐλητρίς γέ σοι ἥδ᾽ ἔνδον ἔσθ᾽ ὡραιοτάτη κὠρχηστρίδες 515 ἕτεραι δύ᾽ ἢ τρεῖς. ΞΑΝΘΊΑΣ: πῶς λέγεις; ὀρχηστρίδες; ΘΕΡΆΠΑΙΝΑ: ἡβυλλιῶσαι κἄρτι παρατετιλμέναι. ἀλλ᾽ εἴσιθ᾽, ὡς ὁ μάγειρος ἤδη τὰ τεμάχη ἔμελλ᾽ ἀφαιρεῖν χἠ τράπεζ᾽ εἰσῄρετο. ΞΑΝΘΊΑΣ: ἴθι νυν φράσον πρώτιστα ταῖς ὀρχηστρίσιν 520 ταῖς ἔνδον οὔσαις αὐτὸς ὅτι εἰσέρχομαι. ὁ παῖς ἀκολούθει δεῦρο τὰ σκεύη φέρων. ΔΙΌΝΥΣΟΣ: ἐπίσχες οὗτος. οὔ τί που σπουδὴν ποιεῖ, ὁτιή σε παίζων Ἡρακλέα ‘νεσκεύασα; οὐ μὴ φλυαρήσεις ἔχων ὦ Ξανθία, 525 ἀλλ᾽ ἀράμενος οἴσεις πάλιν τὰ στρώματα. ΞΑΝΘΊΑΣ: τί δ᾽ ἔστιν; οὔ τι πού μ᾽ ἀφελέσθαι διανοεῖ ἅδωκας αὐτός; ΔΙΌΝΥΣΟΣ: οὐ τάχ᾽, ἀλλ᾽ ἤδη ποιῶ. κατάθου τὸ δέρμα. ΞΑΝΘΊΑΣ: ταῦτ᾽ ἐγὼ μαρτύρομαι καὶ τοῖς θεοῖσιν ἐπιτρέπω. ΔΙΌΝΥΣΟΣ: ποίοις θεοῖς; 530 τὸ δὲ προσδοκῆσαί σ᾽ οὐκ ἀνόητον καὶ κενὸν ὡς δοῦλος ὢν καὶ θνητὸς Ἀλκμήνης ἔσει; ΞΑΝΘΊΑΣ: ἀμέλει καλῶς: ἔχ᾽ αὔτ᾽. ἴσως γάρ τοί ποτε ἐμοῦ δεηθείης ἄν, εἰ θεὸς θέλοι. ΧΟΡΌΣ: ταῦτα μὲν πρὸς ἀνδρός ἐστι νοῦν ἔχοντος καὶ φρένας καὶ 535 πολλὰ περιπεπλευκότος, μετακυλίνδειν αὑτὸν ἀεὶ πρὸς τὸν εὖ πράττοντα τοῖχον μᾶλλον ἢ γεγραμμένην εἰκόν᾽ ἑστάναι, λαβόνθ᾽ ἓν σχῆμα: τὸ δὲ μεταστρέφεσθαι πρὸς τὸ μαλθακώτερον 540 δεξιοῦ πρὸς ἀνδρός ἐστι καὶ φύσει Θηραμένους. ΔΙΌΝΥΣΟΣ: οὐ γὰρ ἂν γέλοιον ἦν, εἰ Ξανθίας μὲν δοῦλος ὢν ἐν στρώμασιν Μιλησίοις ἀνατετραμμένος κυνῶν ὀρ- χηστρίδ᾽ εἶτ᾽ ᾔτησεν ἀμίδ᾽, ἐγὼ δὲ πρὸς τοῦτον βλέπων 545 τοὐρεβίνθου ‘δραττόμην, οὗ- τος δ᾽ ἅτ᾽ ὢν αὐτὸς πανοῦργος εἶδε, κᾆτ᾽ ἐκ τῆς γνάθου πὺξ πατάξας μοὐξέκοψε τοῦ χοροῦ τοὺς προσθίους; ΠΑΝΔΟΚΕΥΤΡΊΑ: Πλαθάνη Πλαθάνη δεῦρ᾽ ἔλθ᾽, ὁ πανοῦργος οὑτοσί, 550 ὃς ἐς τὸ πανδοκεῖον εἰσελθών ποτε ἑκκαίδεκ᾽ ἄρτους κατέφαγ᾽ ἡμῶν. ΠΛΑΘΆΝΗ: νὴ Δία ἐκεῖνος αὐτὸς δῆτα. ΞΑΝΘΊΑΣ: κακὸν ἥκει τινί. ΠΑΝΔΟΚΕΥΤΡΊΑ: καὶ κρέα γε πρὸς τούτοισιν ἀνάβραστ᾽ εἴκοσιν ἀν᾽ ἡμιωβολιαῖα. ΞΑΝΘΊΑΣ: δώσει τις δίκην. [555] ΠΑΝΔΟΚΕΥΤΡΊΑ: καὶ τὰ σκόροδα τὰ πολλά. ΔΙΌΝΥΣΟΣ: ληρεῖς ὦ γύναι κοὐκ οἶσθ᾽ ὅ τι λέγεις. ΠΑΝΔΟΚΕΥΤΡΊΑ: οὐ μὲν οὖν με προσεδόκας, ὁτιὴ κοθόρνους εἶχες, ἂν γνῶναί σ᾽ ἔτι; τί δαί; τὸ πολὺ τάριχος οὐκ εἴρηκά πω. ΠΑΝΔΟΚΕΥΤΡΊΑ: Πλαθάνη. ΠΑΝΔΟΚΕΥΤΡΊΑ: μὰ Δί᾽ οὐδὲ τὸν τυρόν γε τὸν χλωρὸν τάλαν, 560 ὃν οὗτος αὐτοῖς τοῖς ταλάροις κατήσθιεν ΠΑΝΔΟΚΕΥΤΡΊΑ: κἄπειτ᾽ ἐπειδὴ τἀργύριον ἐπραττόμην, ἔβλεψεν ἔς με δριμὺ κἀμυκᾶτό γε. ΞΑΝΘΊΑΣ: τούτου πάνυ τοὔργον: οὗτος ὁ τρόπος πανταχοῦ. ΠΑΝΔΟΚΕΥΤΡΊΑ: καὶ τὸ ξίφος γ᾽ ἐσπᾶτο μαίνεσθαι δοκῶν. [565] ΠΛΑΘΆΝΗ: νὴ Δία τάλαινα. ΠΑΝΔΟΚΕΥΤΡΊΑ: νὼ δὲ δεισάσα γέ που ἐπὶ τὴν κατήλιφ᾽ εὐθὺς ἀνεπηδήσαμεν: ὁ δ᾽ ᾤχετ᾽ ἐξᾴξας γε τὰς ψιάθους λαβών. ΞΑΝΘΊΑΣ: καὶ τοῦτο τούτου τοὔργον. ΠΛΑΘΆΝΗ: ἀλλ᾽ ἐχρῆν τι δρᾶν. ΠΑΝΔΟΚΕΥΤΡΊΑ: ἴθι δὴ κάλεσον τὸν προστάτην Κλέωνά μοι. [570] ΠΛΑΘΆΝΗ: σὺ δ᾽ ἔμοιγ᾽ ἐάνπερ ἐπιτύχῃς Ὑπέρβολον, ἵν᾽ αὐτὸν ἐπιτρίψωμεν. ΠΑΝΔΟΚΕΥΤΡΊΑ: ὦ μιαρὰ φάρυξ, ὡς ἡδέως ἄν σου λίθῳ τοὺς γομφίους κόπτοιμ᾽ ἄν, οἷς μου κατέφαγες τὰ φορτία. ΠΛΑΘΆΝΗ: ἐγὼ δέ γ᾽ ἐς τὸ βάραθρον ἐμβάλοιμί σε. [575] ΠΑΝΔΟΚΕΥΤΡΊΑ: ἐγὼ δὲ τὸν λάρυγγ᾽ ἂν ἐκτέμοιμί σου δρέπανον λαβοῦσ᾽, ᾧ τὰς χόλικας κατέσπασας. ΠΑΝΔΟΚΕΥΤΡΊΑ: Πλαθάνη. ΠΑΝΔΟΚΕΥΤΡΊΑ: ἀλλ᾽ εἶμ᾽ ἐπὶ τὸν Κλέων᾽, ὃς αὐτοῦ τήμερον ἐκπηνιεῖται ταῦτα προσκαλούμενος. ΔΙΌΝΥΣΟΣ: κάκιστ᾽ ἀπολοίμην, Ξανθίαν εἰ μὴ φιλῶ. [580] ΞΑΝΘΊΑΣ: οἶδ᾽ οἶδα τὸν νοῦν: παῦε παῦε τοῦ λόγου. οὐκ ἂν γενοίμην Ἡρακλῆς ἄν. ΔΙΌΝΥΣΟΣ: μηδαμῶς ὦ Ξανθίδιον. ΞΑΝΘΊΑΣ: καὶ πῶς ἂν Ἀλκμήνης ἐγὼ υἱὸς γενοίμην δοῦλος ἅμα καὶ θνητὸς ὤν; ΔΙΌΝΥΣΟΣ: οἶδ᾽ οἶδ᾽ ὅτι θυμοῖ, καὶ δικαίως αὐτὸ δρᾷς: 585 κἂν εἴ με τύπτοις, οὐκ ἂν ἀντείποιμί σοι. ἀλλ᾽ ἤν σε τοῦ λοιποῦ ποτ᾽ ἀφέλωμαι χρόνου, πρόρριζος αὐτός, ἡ γυνή, τὰ παιδία, κάκιστ᾽ ἀπολοίμην, κἀρχέδημος ὁ γλάμων. ΞΑΝΘΊΑΣ: δέχομαι τὸν ὅρκον κἀπὶ τούτοις λαμβάνω. [590] ΧΟΡΌΣ: νῦν σὸν ἔργον ἔστ᾽, ἐπειδὴ τὴν στολὴν εἴληφας ἥνπερ εἶχες ἐξ ἀρχῆς πάλιν, ἀνανεάζειν ... καὶ βλέπειν αὖθις τὸ δεινόν, τοῦ θεοῦ μεμνημένον ᾧπερ εἰκάζεις σεαυτόν. εἰ δὲ παραληρῶν ἁλώσει 595 κἀκβαλεῖς τι μαλθακόν, αὖθις αἴρεσθαί σ᾽ ἀνάγκη ‘σται πάλιν τὰ στρώματα. ΞΑΝΘΊΑΣ: οὐ κακῶς ὦνδρες παραινεῖτ᾽, ἀλλὰ καὐτὸς τυγχάνω ταῦτ᾽ ἄρτι συννοούμενος. ὅτι μὲν οὖν, ἢν χρηστὸν ᾖ τι, 600 ταῦτ᾽ ἀφαιρεῖσθαι πάλιν πειράσεταί μ᾽ εὖ οἶδ᾽ ὅτι. ἀλλ᾽ ὅμως ἐγὼ παρέξω ‘μαυτὸν ἀνδρεῖον τὸ λῆμα καὶ βλέποντ᾽ ὀρίγανον. δεῖν δ᾽ ἔοικεν, ὡς ἀκούω τῆς θύρας καὶ δὴ ψόφον. [605] ἌΙΑΚΟΣ: ξυνδεῖτε ταχέως τουτονὶ τὸν κυνοκλόπον, ἵνα δῷ δίκην: ἀνύετον. ΔΙΌΝΥΣΟΣ: ἥκει τῳ κακόν. ΞΑΝΘΊΑΣ: οὐκ ἐς κόρακας; μὴ πρόσιτον. ἌΙΑΚΟΣ: εἶεν, καὶ μάχει; ὁ Διτύλας χὠ Σκεβλύας χὠ Παρδόκας χωρεῖτε δευρὶ καὶ μάχεσθε τουτῳί. [610] ΔΙΌΝΥΣΟΣ: εἶτ᾽ οὐχὶ δεινὰ ταῦτα, τύπτειν τουτονὶ κλέπτοντα πρὸς τἀλλότρια; ἌΙΑΚΟΣ: μἀλλ᾽ ὑπερφυᾶ. ΔΙΌΝΥΣΟΣ: σχέτλια μὲν οὖν καὶ δεινά. ΞΑΝΘΊΑΣ: καὶ μὴν νὴ Δία εἰ πώποτ᾽ ἦλθον δεῦρ᾽, ἐθέλω τεθνηκέναι, ἢ ‘κλεψα τῶν σῶν ἄξιόν τι καὶ τριχός. 615 καί σοι ποιήσω πρᾶγμα γενναῖον πάνυ: βασάνιζε γὰρ τὸν παῖδα τουτονὶ λαβών, κἄν ποτέ μ᾽ ἕλῃς ἀδικοῦντ᾽, ἀπόκτεινόν μ᾽ ἄγων. ἌΙΑΚΟΣ: καὶ πῶς βασανίσω; ΞΑΝΘΊΑΣ: πάντα τρόπον, ἐν κλίμακι δήσας κρεμάσας ὑστριχίδι μαστιγῶν, δέρων, 620 στρεβλῶν, ἔτι δ᾽ ἐς τὰς ῥῖνας ὄξος ἐγχέων, πλίνθους ἐπιτιθείς, πάντα τἄλλα, πλὴν πράσῳ μὴ τύπτε τοῦτον μηδὲ γητείῳ νέῳ. ἌΙΑΚΟΣ: δίκαιος ὁ λόγος: κἄν τι πηρώσω γέ σου τὸν παῖδα τύπτων, τἀργύριόν σοι κείσεται. [625] ΞΑΝΘΊΑΣ: μὴ δῆτ᾽ ἔμοιγ᾽. οὕτω δὲ βασάνιζ᾽ ἀπαγαγών. ἌΙΑΚΟΣ: αὐτοῦ μὲν οὖν, ἵνα σοὶ κατ᾽ ὀφθαλμοὺς λέγῃ. κατάθου σὺ τὰ σκεύη ταχέως, χὤπως ἐρεῖς ἐνταῦθα μηδὲν ψεῦδος. ΔΙΌΝΥΣΟΣ: ἀγορεύω τινὶ ἐμὲ μὴ βασανίζειν ἀθάνατον ὄντ᾽: εἰ δὲ μή, 630 αὐτὸς σεαυτὸν αἰτιῶ. ἌΙΑΚΟΣ: λέγεις δὲ τί; ΔΙΌΝΥΣΟΣ: ἀθάνατος εἶναί φημι Διόνυσος Διός, τοῦτον δὲ δοῦλον. ἌΙΑΚΟΣ: ταῦτ᾽ ἀκούεις; ΞΑΝΘΊΑΣ: φήμ᾽ ἐγώ. καὶ πολύ γε μᾶλλόν ἐστι μαστιγωτέος: εἴπερ θεὸς γάρ ἐστιν, οὐκ αἰσθήσεται. [635] ΔΙΌΝΥΣΟΣ: τί δῆτ᾽, ἐπειδὴ καὶ σὺ φῂς εἶναι θεός, οὐ καὶ σὺ τύπτει τὰς ἴσας πληγὰς ἐμοί; ΞΑΝΘΊΑΣ: δίκαιος ὁ λόγος: χὠπότερόν γ᾽ ἂν νῷν ἴδῃς κλαύσαντα πρότερον ἢ προτιμήσαντά τι τυπτόμενον, εἶναι τοῦτον ἡγοῦ μὴ θεόν. [640] ἌΙΑΚΟΣ: οὐκ ἔσθ᾽ ὅπως οὐκ εἶ σὺ γεννάδας ἀνήρ: χωρεῖς γὰρ ἐς τὸ δίκαιον. ἀποδύεσθε δή. ΞΑΝΘΊΑΣ: πῶς οὖν βασανιεῖς νὼ δικαίως; ἌΙΑΚΟΣ: ῥᾳδίως: πληγὴν παρὰ πληγὴν ἑκάτερον. ΞΑΝΘΊΑΣ: καλῶς λέγεις. ἌΙΑΚΟΣ: ἰδού. ΞΑΝΘΊΑΣ: σκόπει νυν ἤν μ᾽ ὑποκινήσαντ᾽ ἴδῃς. [645] ἌΙΑΚΟΣ: ἤδη ‘πάταξά σ᾽. ΞΑΝΘΊΑΣ: οὐ μὰ Δί᾽. ἌΙΑΚΟΣ: οὐδ᾽ ἐμοὶ δοκεῖς. ἀλλ᾽ εἶμ᾽ ἐπὶ τονδὶ καὶ πατάξω. ΔΙΌΝΥΣΟΣ: πηνίκα; ἌΙΑΚΟΣ: καὶ δὴ ‘πάταξα. ΔΙΌΝΥΣΟΣ: κᾆτα πῶς οὐκ ἔπταρον; ἌΙΑΚΟΣ: οὐκ οἶδα: τουδὶ δ᾽ αὖθις ἀποπειράσομαι. ΞΑΝΘΊΑΣ: οὔκουν ἀνύσεις τι; ἀτταταῖ. ἌΙΑΚΟΣ: τί τἀτταταῖ; 650 μῶν ὠδυνήθης; ΞΑΝΘΊΑΣ: οὐ μὰ Δί᾽ ἀλλ᾽ ἐφρόντισα ὁπόθ᾽ Ἡράκλεια τἀν Διομείοις γίγνεται. ἌΙΑΚΟΣ: ἅνθρωπος ἱερός. δεῦρο πάλιν βαδιστέον. ΔΙΌΝΥΣΟΣ: ἰοὺ ἰού. ἌΙΑΚΟΣ: τί ἔστιν; ΔΙΌΝΥΣΟΣ: ἱππέας ὁρῶ. ἌΙΑΚΟΣ: τί δῆτα κλάεις; ΔΙΌΝΥΣΟΣ: κρομμύων ὀσφραίνομαι. [655] ἌΙΑΚΟΣ: ἐπεὶ προτιμᾷς γ᾽ οὐδέν. ΔΙΌΝΥΣΟΣ: οὐδέν μοι μέλει. ἌΙΑΚΟΣ: βαδιστέον τἄρ᾽ ἐστὶν ἐπὶ τονδὶ πάλιν. ΞΑΝΘΊΑΣ: οἴμοι. ἌΙΑΚΟΣ: τί ἔστι; ΞΑΝΘΊΑΣ: τὴν ἄκανθαν ἐξελε. ἌΙΑΚΟΣ: τί τὸ πρᾶγμα τουτί; δεῦρο πάλιν βαδιστέον. ΔΙΌΝΥΣΟΣ: Ἄπολλον — ὅς που Δῆλον ἢ Πυθῶν᾽ ἔχεις. [660] ΞΑΝΘΊΑΣ: ἤλγησεν: οὐκ ἤκουσας; ΔΙΌΝΥΣΟΣ: οὐκ ἔγωγ᾽, ἐπεὶ ἴαμβον Ἱππώνακτος ἀνεμιμνῃσκόμην. ΞΑΝΘΊΑΣ: οὐδὲν ποιεῖς γάρ: ἀλλὰ τὰς λαγόνας σπόδει. ἌΙΑΚΟΣ: μὰ τὸν Δί᾽ ἀλλ᾽ ἤδη πάρεχε τὴν γαστέρα. ΞΑΝΘΊΑΣ: ἤλγησέν τις. [665] ΔΙΌΝΥΣΟΣ: ὃς Αἰγαίου πρῶνας ἢ γλαυκᾶς μέδεις ἁλὸς ἐν βένθεσιν. ἌΙΑΚΟΣ: οὔ τοι μὰ τὴν Δήμητρα δύναμαί πω μαθεῖν ὁπότερος ὑμῶν ἐστι θεός. ἀλλ᾽ εἴσιτον: 670 ὁ δεσπότης γὰρ αὐτὸς ὑμᾶς γνώσεται χἠ Φερρέφατθ᾽, ἅτ᾽ ὄντε κἀκείνω θεώ. ΔΙΌΝΥΣΟΣ: ὀρθῶς λέγεις: ἐβουλόμην δ᾽ ἂν τοῦτό σε πρότερον νοῆσαι, πρὶν ἐμὲ τὰς πληγὰς λαβεῖν. [675] ΧΟΡΌΣ: Μοῦσα χορῶν ἱερῶν: ἐπίβηθι καὶ ἔλθ᾽ ἐπὶ τέρψιν ἀοιδᾶς ἐμᾶς, τὸν πολὺν ὀψομένη λαῶν: ὄχλον, οὗ σοφίαι μυρίαι κάθηνται φιλοτιμότεραι Κλεοφῶντος, ἐφ᾽ οὗ δὴ χείλεσιν ἀμφιλάλοις 680 δεινὸν ἐπιβρέμεται Θρῃκία χελιδὼν †ἐπὶ βάρβαρον ἑζομένη πέταλον: † κελαδεῖ δ᾽ ἐπίκλαυτον ἀηδόνιον νόμον, ὡς ἀπολεῖται, 685 κἂν ἴσαι γένωνται. Χορός ΧΟΡΌΣ: τὸν ἱερὸν χορὸν δίκαιόν ἐστι χρηστὰ τῇ πόλει ξυμπαραινεῖν καὶ διδάσκειν. πρῶτον οὖν ἡμῖν δοκεῖ ἐξισῶσαι τοὺς πολίτας κἀφελεῖν τὰ δείματα, κεἴ τις ἥμαρτε σφαλείς τι Φρυνίχου παλαίσμασιν, 690 ἐγγενέσθαι φημὶ χρῆναι τοῖς ὀλισθοῦσιν τότε αἰτίαν ἐκθεῖσι λῦσαι τὰς πρότερον ἁμαρτίας. εἶτ᾽ ἄτιμόν φημι χρῆναι μηδέν᾽ εἶν᾽ ἐν τῇ πόλει: καὶ γὰρ αἰσχρόν ἐστι τοὺς μὲν ναυμαχήσαντας μίαν καὶ Πλαταιᾶς εὐθὺς εἶναι κἀντὶ δούλων δεσπότας. κοὐδὲ ταῦτ᾽ ἔγωγ᾽ ἔχοιμ᾽ ἂν μὴ οὐ καλῶς φάσκειν ἔχειν, ἀλλ᾽ ἐπαινῶ: μόνα γὰρ αὐτὰ νοῦν ἔχοντ᾽ ἐδράσατε. πρὸς δὲ τούτοις εἰκὸς ὑμᾶς, οἳ μεθ᾽ ὑμῶν πολλὰ δὴ χοἰ πατέρες ἐναυμάχησαν καὶ προσήκουσιν γένει, τὴν μίαν ταύτην παρεῖναι ξυμφορὰν αἰτουμένοις. 700 ἀλλὰ τῆς ὀργῆς ἀνέντες ὦ σοφώτατοι φύσει πάντας ἀνθρώπους ἑκόντες συγγενεῖς κτησώμεθα κἀπιτίμους καὶ πολίτας, ὅστις ἂν ξυνναυμαχῇ. εἰ δὲ ταῦτ᾽ ὀγκωσόμεσθα κἀποσεμνυνούμεθα, τὴν πόλιν καὶ ταῦτ᾽ ἔχοντες κυμάτων ἐν ἀγκάλαις, 705 ὑστέρῳ χρόνῳ ποτ᾽ αὖθις εὖ φρονεῖν οὐ δόξομεν. Χορός ΧΟΡΌΣ: εἰ δ᾽ ἐγὼ ὀρθὸς ἰδεῖν βίον ἀνέρος ἢ τρόπον ὅστις ἔτ᾽ οἰμώξεται, οὐ πολὺν οὐδ᾽ ὁ πίθηκος οὗτος ὁ νῦν ἐνοχλῶν, Κλειγένης ὁ μικρός, ὁ πονηρότατος βαλανεὺς ὁπόσοι κρατοῦσι κυκησιτέφρου ψευδολίτρου κονίας καὶ Κιμωλίας γῆς, χρόνον ἐνδιατρίψει: ἰδὼν δὲ τάδ᾽ οὐκ 715 εἰρηνικὸς ἔσθ᾽, ἵνα μή ποτε κἀποδυθῇ μεθύων ἄνευ ξύλου βαδίζων. Χορός ΧΟΡΌΣ: πολλάκις γ᾽ ἡμῖν ἔδοξεν ἡ πόλις πεπονθέναι ταὐτὸν ἔς τε τῶν πολιτῶν τοὺς καλούς τε κἀγαθοὺς 720 ἔς τε τἀρχαῖον νόμισμα καὶ τὸ καινὸν χρυσίον. οὔτε γὰρ τούτοισιν οὖσιν οὐ κεκιβδηλευμένοις, ἀλλὰ καλλίστοις ἁπάντων, ὡς δοκεῖ, νομισμάτων καὶ μόνοις ὀρθῶς κοπεῖσι καὶ κεκωδωνισμένοις ἔν τε τοῖς Ἕλλησι καὶ τοῖς βαρβάροισι πανταχοῦ χρώμεθ᾽ οὐδέν, ἀλλὰ τούτοις τοῖς πονηροῖς χαλκίοις χθές τε καὶ πρώην κοπεῖσι τῷ κακίστῳ κόμματι. τῶν πολιτῶν θ᾽ οὓς μὲν ἴσμεν εὐγενεῖς καὶ σώφρονας ἄνδρας ὄντας καὶ δικαίους καὶ καλούς τε κἀγαθοὺς καὶ τραφέντας ἐν παλαίστραις καὶ χοροῖς καὶ μουσικῇ, προυσελοῦμεν, τοῖς δὲ χαλκοῖς καὶ ξένοις καὶ πυρρίαις καὶ πονηροῖς κἀκ πονηρῶν εἰς ἅπαντα χρώμεθα ὑστάτοις ἀφιγμένοισιν, οἷσιν ἡ πόλις πρὸ τοῦ οὐδὲ φαρμακοῖσιν εἰκῇ ῥᾳδίως ἐχρήσατ᾽ ἄν. ἀλλὰ καὶ νῦν ὦνόητοι μεταβαλόντες τοὺς τρόπους 735 χρῆσθε τοῖς χρηστοῖσιν αὖθις: καὶ κατορθώσασι γὰρ εὔλογον, κἄν τι σφαλῆτ᾽, ἐξ ἀξίου γοῦν τοῦ ξύλου, ἤν τι καὶ πάσχητε, πάσχειν τοῖς σοφοῖς δοκήσετε. Ἄιακος ΧΟΡΌΣ: νὴ τὸν Δία τὸν σωτῆρα γεννάδας ἀνὴρ ὁ δεσπότης σου. ΞΑΝΘΊΑΣ: πῶς γὰρ οὐχὶ γεννάδας, 740 ὅστις γε πίνειν οἶδε καὶ βινεῖν μόνον; ἌΙΑΚΟΣ: τὸ δὲ μὴ πατάξαι σ᾽ ἐξελεγχθέντ᾽ ἄντικρυς, ὅτι δοῦλος ὢν ἔφασκες εἶναι δεσπότης. ΞΑΝΘΊΑΣ: ᾤμωξε μέντἄν. ἌΙΑΚΟΣ: τοῦτο μέντοι δουλικὸν εὐθὺς πεποίηκας, ὅπερ ἐγὼ χαίρω ποιῶν. [745] ΞΑΝΘΊΑΣ: χαίρεις, ἱκετεύω; ἌΙΑΚΟΣ: μἀλλ᾽ ἐποπτεύειν δοκῶ, ὅταν καταράσωμαι λάθρᾳ τῷ δεσπότῃ. ΞΑΝΘΊΑΣ: τί δὲ τονθορύζων, ἡνίκ᾽ ἂν πληγὰς λαβὼν πολλὰς ἀπίῃς θύραζε; ἌΙΑΚΟΣ: καὶ τοῦθ᾽ ἥδομαι. ΞΑΝΘΊΑΣ: τί δὲ πολλὰ πράττων; ἌΙΑΚΟΣ: ὡς μὰ Δί᾽ οὐδὲν οἶδ᾽ ἐγώ. [750] ΞΑΝΘΊΑΣ: ὁμόγνιε Ζεῦ: καὶ παρακούων δεσποτῶν ἅττ᾽ ἂν λαλῶσι; ἌΙΑΚΟΣ: μἀλλὰ πλεῖν ἢ μαίνομαι. ΞΑΝΘΊΑΣ: τί δὲ τοῖς θύραζε ταῦτα καταλαλῶν; ἌΙΑΚΟΣ: ἐγώ; μὰ Δί᾽ ἀλλ᾽ ὅταν δρῶ τοῦτο, κἀκμιαίνομαι. ΞΑΝΘΊΑΣ: ὦ Φοῖβ᾽ Ἄπολλον ἔμβαλέ μοι τὴν δεξιάν, 755 καὶ δὸς κύσαι καὐτὸς κύσον, καί μοι φράσον πρὸς Διός, ὃς ἡμῖν ἐστιν ὁμομαστιγίας, τίς οὗτος οὕνδον ἐστὶ θόρυβος καὶ βοὴ χὠ λοιδορησμός; ἌΙΑΚΟΣ: Αἰσχύλου κεὐριπίδου. ΞΑΝΘΊΑΣ: ἆ. ἌΙΑΚΟΣ: πρᾶγμα πρᾶγμα μέγα κεκίνηται μέγα 760 ἐν τοῖς νεκροῖσι καὶ στάσις πολλὴ πάνυ. ΞΑΝΘΊΑΣ: ἐκ τοῦ; ἌΙΑΚΟΣ: νόμος τις ἐνθάδ᾽ ἐστὶ κείμενος ἀπὸ τῶν τεχνῶν ὅσαι μεγάλαι καὶ δεξιαί, τὸν ἄριστον ὄντα τῶν ἑαυτοῦ συντέχνων σίτησιν αὐτὸν ἐν πρυτανείῳ λαμβάνειν 765 θρόνον τε τοῦ Πλούτωνος ἑξῆς — ΞΑΝΘΊΑΣ: μανθάνω. ἌΙΑΚΟΣ: ἕως ἀφίκοιτο τὴν τέχνην σοφώτερος ἕτερός τις αὐτοῦ: τότε δὲ παραχωρεῖν ἔδει. ΞΑΝΘΊΑΣ: τί δῆτα τουτὶ τεθορύβηκεν Αἰσχύλον; ἌΙΑΚΟΣ: ἐκεῖνος εἶχε τὸν τραγῳδικὸν θρόνον, 770 ὡς ὢν κράτιστος τὴν τέχνην. ΞΑΝΘΊΑΣ: νυνὶ δὲ τίς; ἌΙΑΚΟΣ: ὅτε δὴ κατῆλθ᾽ Εὐριπίδης, ἐπεδείκνυτο τοῖς λωποδύταις καὶ τοῖσι βαλλαντιοτόμοις καὶ τοῖσι πατραλοίαισι καὶ τοιχωρύχοις, ὅπερ ἔστ᾽ ἐν Ἅιδου πλῆθος, οἱ δ᾽ ἀκροώμενοι 775 τῶν ἀντιλογιῶν καὶ λυγισμῶν καὶ στροφῶν ὑπερεμάνησαν κἀνόμισαν σοφώτατον: κἄπειτ᾽ ἐπαρθεὶς ἀντελάβετο τοῦ θρόνου, ἵν᾽ Αἰσχύλος καθῆστο. ΞΑΝΘΊΑΣ: κοὐκ ἐβάλλετο; ἌΙΑΚΟΣ: μὰ Δί᾽ ἀλλ᾽ ὁ δῆμος ἀνεβόα κρίσιν ποιεῖν 780 ὁπότερος εἴη τὴν τέχνην σοφώτερος. ΞΑΝΘΊΑΣ: ὁ τῶν πανούργων; ἌΙΑΚΟΣ: νὴ Δί᾽ οὐράνιόν γ᾽ ὅσον. ΞΑΝΘΊΑΣ: μετ᾽ Αἰσχύλου δ᾽ οὐκ ἦσαν ἕτεροι σύμμαχοι; ἌΙΑΚΟΣ: ὀλίγον τὸ χρηστόν ἐστιν, ὥσπερ ἐνθάδε. ΞΑΝΘΊΑΣ: τί δῆθ᾽ ὁ Πλούτων δρᾶν παρασκευάζεται; [785] ἌΙΑΚΟΣ: ἀγῶνα ποιεῖν αὐτίκα μάλα καὶ κρίσιν κἄλεγχον αὐτῶν τῆς τέχνης. ΞΑΝΘΊΑΣ: κἄπειτα πῶς οὐ καὶ Σοφοκλέης ἀντελάβετο τοῦ θρόνου; ἌΙΑΚΟΣ: μὰ Δί᾽ οὐκ ἐκεῖνος, ἀλλ᾽ ἔκυσε μὲν Αἰσχύλον, ὅτε δὴ κατῆλθε, κἀνέβαλε τὴν δεξιάν, 790 κἀκεῖνος ὑπεχώρησεν αὐτῷ τοῦ θρόνου: νυνὶ δ᾽ ἔμελλεν, ὡς ἔφη Κλειδημίδης, ἔφεδρος καθεδεῖσθαι: κἂν μὲν Αἰσχύλος κρατῇ, ἕξειν κατὰ χώραν: εἰ δὲ μή, περὶ τῆς τέχνης διαγωνιεῖσθ᾽ ἔφασκε πρός γ᾽ Εὐριπίδην. [795] ΞΑΝΘΊΑΣ: τὸ χρῆμ᾽ ἄρ᾽ ἔσται; ἌΙΑΚΟΣ: νὴ Δί᾽ ὀλίγον ὕστερον. κἀνταῦθα δὴ τὰ δεινὰ κινηθήσεται. καὶ γὰρ ταλάντῳ μουσικὴ σταθμήσεται — ΞΑΝΘΊΑΣ: τί δέ; μειαγωγήσουσι τὴν τραγῳδίαν; ἌΙΑΚΟΣ: καὶ κανόνας ἐξοίσουσι καὶ πήχεις ἐπῶν 800 καὶ πλαίσια ξύμπτυκτα — ΞΑΝΘΊΑΣ: πλινθεύσουσι γάρ; ἌΙΑΚΟΣ: καὶ διαμέτρους καὶ σφῆνας. ὁ γὰρ Εὐριπίδης κατ᾽ ἔπος βασανιεῖν φησι τὰς τραγῳδίας. ΞΑΝΘΊΑΣ: ἦ που βαρέως οἶμαι τὸν Αἰσχύλον φέρειν. ἌΙΑΚΟΣ: ἔβλεψε γοῦν ταυρηδὸν ἐγκύψας κάτω. [805] ΞΑΝΘΊΑΣ: κρινεῖ δὲ δὴ τίς ταῦτα; ἌΙΑΚΟΣ: τοῦτ᾽ ἦν δύσκολον: σοφῶν γὰρ ἀνδρῶν ἀπορίαν ηὑρισκέτην. οὔτε γὰρ Ἀθηναίοισι συνέβαιν᾽ Αἰσχύλος — ΞΑΝΘΊΑΣ: πολλοὺς ἴσως ἐνόμιζε τοὺς τοιχωρύχους. ἌΙΑΚΟΣ: λῆρόν τε τἄλλ᾽ ἡγεῖτο τοῦ γνῶναι πέρι 810 φύσεις ποιητῶν: εἶτα τῷ σῷ δεσπότῃ ἐπέτρεψαν, ὁτιὴ τῆς τέχνης ἔμπειρος ἦν. ἀλλ᾽ εἰσίωμεν: ὡς ὅταν γ᾽ οἱ δεσπόται ἐσπουδάκωσι, κλαύμαθ᾽ ἡμῖν γίγνεται. ΧΟΡΌΣ: ἦ που δεινὸν ἐριβρεμέτας χόλον ἔνδοθεν ἕξει, 815 ἡνίκ᾽ ἂν ὀξύλαλον παρίδῃ θήγοντος ὀδόντα ἀντιτέχνου: τότε δὴ μανίας ὑπὸ δεινῆς ὄμματα στροβήσεται. Χορός ΧΟΡΌΣ: ἔσται δ᾽ ἱππολόφων τε λόγων κορυθαίολα νείκη σχινδαλάμων τε παραξόνια σμιλεύματά τ᾽ ἔργων, 820 φωτὸς ἀμυνομένου φρενοτέκτονος ἀνδρὸς ῥήμαθ᾽ ἱπποβάμονα. Χορός ΧΟΡΌΣ: φρίξας δ᾽ αὐτοκόμου λοφιᾶς λασιαύχενα χαίταν, δεινὸν ἐπισκύνιον ξυνάγων βρυχώμενος ἥσει ῥήματα γομφοπαγῆ πινακηδὸν ἀποσπῶν 825 γηγενεῖ φυσήματι: Χορός ΧΟΡΌΣ: ἔνθεν δὴ στοματουργὸς ἐπῶν βασανίστρια λίσφη γλῶσσ᾽ ἀνελισσομένη φθονεροὺς κινοῦσα χαλινοὺς ῥήματα δαιομένη καταλεπτολογήσει πλευμόνων πολὺν πόνον. Εὐριπίδης [830] ΧΟΡΌΣ: οὐκ ἂν μεθείμην τοῦ θρόνου, μὴ νουθέτει. κρείττων γὰρ εἶναί φημι τούτου τὴν τέχνην. ΔΙΌΝΥΣΟΣ: Αἰσχύλε τί σιγᾷς; αἰσθάνει γὰρ τοῦ λόγου. ΕΥ̓ΡΙΠΊΔΗΣ: ἀποσεμνυνεῖται πρῶτον, ἅπερ ἑκάστοτε ἐν ταῖς τραγῳδίαισιν ἐτερατεύετο. [835] ΔΙΌΝΥΣΟΣ: ὦ δαιμόνι᾽ ἀνδρῶν μὴ μεγάλα λίαν λέγε. ΕΥ̓ΡΙΠΊΔΗΣ: ἐγᾦδα τοῦτον καὶ διέσκεμμαι πάλαι, ἄνθρωπον ἀγριοποιὸν αὐθαδόστομον, ἔχοντ᾽ ἀχάλινον ἀκρατὲς ἀπύλωτον στόμα, ἀπεριλάλητον κομποφακελορρήμονα. [840] ΑἸΣΧΎΛΟΣ: ἄληθες ὦ παῖ τῆς ἀρουραίας θεοῦ; σὺ δή με ταῦτ᾽ ὦ στωμυλιοσυλλεκτάδη καὶ πτωχοποιὲ καὶ ῥακιοσυρραπτάδη; ἀλλ᾽ οὔ τι χαίρων αὔτ᾽ ἐρεῖς. ΔΙΌΝΥΣΟΣ: παῦ᾽ Αἰσχύλε, καὶ μὴ πρὸς ὀργὴν σπλάγχνα θερμήνῃς κότῳ. [845] ΑἸΣΧΎΛΟΣ: οὐ δῆτα πρίν γ᾽ ἂν τοῦτον ἀποφήνω σαφῶς τὸν χωλοποιὸν οἷος ὢν θρασύνεται. ΔΙΌΝΥΣΟΣ: ἄρν᾽ ἄρνα μέλανα παῖδες ἐξενέγκατε: τυφὼς γὰρ ἐκβαίνειν παρασκευάζεται. ΑἸΣΧΎΛΟΣ: ὦ Κρητικὰς μὲν συλλέγων μονῳδίας, 850 γάμους δ᾽ ἀνοσίους ἐσφέρων ἐς τὴν τέχνην. ΔΙΌΝΥΣΟΣ: ἐπίσχες οὗτος ὦ πολυτίμητ᾽ Αἰσχύλε. ἀπὸ τῶν χαλαζῶν δ᾽ ὦ πόνηρ᾽ Εὐριπίδη ἄναγε σεαυτὸν ἐκποδών, εἰ σωφρονεῖς, ἵνα μὴ κεφαλαίῳ τὸν κρόταφόν σου ῥήματι 855 θενὼν ὑπ᾽ ὀργῆς ἐκχέῃ τὸν Τήλεφον: σὺ δὲ μὴ πρὸς ὀργὴν Αἰσχύλ᾽ ἀλλὰ πρᾳόνως ἔλεγχ᾽ ἐλέγχου: λοιδορεῖσθαι δ᾽ οὐ πρέπει ἄνδρας ποιητὰς ὥσπερ ἀρτοπώλιδας. σὺ δ᾽ εὐθὺς ὥσπερ πρῖνος ἐμπρησθεὶς βοᾷς. [860] ΕΥ̓ΡΙΠΊΔΗΣ: ἕτοιμός εἰμ᾽ ἔγωγε, κοὐκ ἀναδύομαι, δάκνειν δάκνεσθαι πρότερος, εἰ τούτῳ δοκεῖ, τἄπη, τὰ μέλη, τὰ νεῦρα τῆς τραγῳδίας, καὶ νὴ Δία τὸν Πηλέα γε καὶ τὸν Αἴολον καὶ τὸν Μελέαγρον κἄτι μάλα τὸν Τήλεφον. [865] ΔΙΌΝΥΣΟΣ: τί δαὶ σὺ βουλεύει ποιεῖν; λέγ᾽ Αἰσχύλε. ΑἸΣΧΎΛΟΣ: ἐβουλόμην μὲν οὐκ ἐρίζειν ἐνθάδε: οὐκ ἐξ ἴσου γάρ ἐστιν ἁγὼν νῷν. ΔΙΌΝΥΣΟΣ: τί δαί; ΑἸΣΧΎΛΟΣ: ὅτι ἡ ποίησις οὐχὶ συντέθνηκέ μοι, τούτῳ δὲ συντέθνηκεν, ὥσθ᾽ ἕξει λέγειν. 870 ὅμως δ᾽ ἐπειδή σοι δοκεῖ, δρᾶν ταῦτα χρή. ΔΙΌΝΥΣΟΣ: ἴθι νυν λιβανωτὸν δεῦρό τις καὶ πῦρ δότω. ὅπως ἂν εὔξωμαι πρὸ τῶν σοφισμάτων ἀγῶνα κρῖναι τόνδε μουσικώτατα: ὑμεῖς δὲ ταῖς Μούσαις τι μέλος ὑπᾴσατε. [875] ΧΟΡΌΣ: ὦ Διὸς ἐννέα παρθένοι ἁγναὶ Μοῦσαι, λεπτολόγους ξυνετὰς φρένας αἳ καθορᾶτε ἀνδρῶν γνωμοτύπων, ὅταν εἰς ἔριν ὀξυμερίμνοις ἔλθωσι στρεβλοῖσι παλαίσμασιν ἀντιλογοῦντες, ἔλθετ᾽ ἐποψόμεναι δύναμιν 880 δεινοτάτοιν στομάτοιν πορίσασθαι ῥήματα καὶ παραπρίσματ᾽ ἐπῶν. νῦν γὰρ ἀγὼν σοφίας ὁ μέγας χωρεῖ πρὸς ἔργον ἤδη. [885] ΔΙΌΝΥΣΟΣ: εὔχεσθε δὴ καὶ σφώ τι πρὶν τἄπη λέγειν. ΑἸΣΧΎΛΟΣ: Δήμητερ ἡ θρέψασα τὴν ἐμὴν φρένα, εἶναί με τῶν σῶν ἄξιον μυστηρίων. ΔΙΌΝΥΣΟΣ: ἐπίθες λαβὼν δὴ καὶ σὺ λιβανωτόν. ΕΥ̓ΡΙΠΊΔΗΣ: καλῶς: ἕτεροι γάρ εἰσιν οἷσιν εὔχομαι θεοῖς. [890] ΔΙΌΝΥΣΟΣ: ἴδιοί τινές σοι, κόμμα καινόν; ΕΥ̓ΡΙΠΊΔΗΣ: καὶ μάλα. ΔΙΌΝΥΣΟΣ: ἴθι δὴ προσεύχου τοῖσιν ἰδιώταις θεοῖς. ΕΥ̓ΡΙΠΊΔΗΣ: αἰθὴρ ἐμὸν βόσκημα καὶ γλώσσης στρόφιγξ καὶ ξύνεσι καὶ μυκτῆρες ὀσφραντήριοι, ὀρθῶς μ᾽ ἐλέγχειν ὧν ἂν ἅπτωμαι λόγων. καὶ μὴν ἡμεῖς ἐπιθυμοῦμεν παρὰ σοφοῖν ἀνδροῖν ἀκοῦσαι τίνα λόγων ἐμμέλειαν ἔπιτε δαΐαν ὁδόν. γλῶσσα μὲν γὰρ ἠγρίωται, λῆμα δ᾽ οὐκ ἄτολμον ἀμφοῖν, οὐδ᾽ ἀκίνητοι φρένες. 900 προσδοκᾶν οὖν εἰκός ἐστι τὸν μὲν ἀστεῖόν τι λέξειν καὶ κατερρινημένον, τὸν δ᾽ ἀνασπῶντ᾽ αὐτοπρέμνοις τοῖς λόγοισιν ἐμπεσόντα συσκεδᾶν πολλὰς ἀλινδήθρας ἐπῶν. Διόνυσος [905] ΧΟΡΌΣ: ἀλλ᾽ ὡς τάχιστα χρὴ λέγειν: οὕτω δ᾽ ὅπως ἐρεῖτον ἀστεῖα καὶ μήτ᾽ εἰκόνας μήθ᾽ οἷ᾽ ἂν ἄλλος εἴποι. Εὐριπίδης ΧΟΡΌΣ: καὶ μὴν ἐμαυτὸν μέν γε τὴν ποίησιν οἷός εἰμι, ἐν τοῖσιν ὑστάτοις φράσω, τοῦτον δὲ πρῶτ᾽ ἐλέγξω, ὡς ἦν ἀλαζὼν καὶ φέναξ οἵοις τε τοὺς θεατὰς 910 ἐξηπάτα μώρους λαβὼν παρὰ Φρυνίχῳ τραφέντας. πρώτιστα μὲν γὰρ ἕνα τιν᾽ ἂν καθῖσεν ἐγκαλύψας, Ἀχιλλέα τιν᾽ ἢ Νιόβην, τὸ πρόσωπον οὐχὶ δεικνύς, πρόσχημα τῆς τραγῳδίας, γρύζοντας οὐδὲ τουτί. ΔΙΌΝΥΣΟΣ: μὰ τὸν Δί᾽ οὐ δῆθ᾽. ΕΥ̓ΡΙΠΊΔΗΣ: ὁ δὲ χορός γ᾽ ἤρειδεν ὁρμαθοὺς ἂν 915 μελῶν ἐφεξῆς τέτταρας ξυνεχῶς ἄν οἱ δ᾽ ἐσίγων. ΔΙΌΝΥΣΟΣ: ἐγὼ δ᾽ ἔχαιρον τῇ σιωπῇ, καί με τοῦτ᾽ ἔτερπεν οὐχ ἧττον ἢ νῦν οἱ λαλοῦντες. ΕΥ̓ΡΙΠΊΔΗΣ: ἠλίθιος γὰρ ἦσθα, σάφ᾽ ἴσθι. ΔΙΌΝΥΣΟΣ: κἀμαυτῷ δοκῶ. τί δὲ ταῦτ᾽ ἔδρασ᾽ ὁ δεῖνα; ΕΥ̓ΡΙΠΊΔΗΣ: ὑπ᾽ ἀλαζονείας, ἵν᾽ ὁ θεατὴς προσδοκῶν καθοῖτο, 920 ὁπόθ᾽ ἡ Νιόβη τι φθέγξεται: τὸ δρᾶμα δ᾽ ἂν διῄει. ΔΙΌΝΥΣΟΣ: ὢ παμπόνηρος, οἷ᾽ ἄρ᾽ ἐφενακιζόμην ὑπ᾽ αὐτοῦ. τί σκορδινᾷ καὶ δυσφορεῖς; ΕΥ̓ΡΙΠΊΔΗΣ: ὅτι αὐτὸν ἐξελέγχω. κἄπειτ᾽ ἐπειδὴ ταῦτα ληρήσειε καὶ τὸ δρᾶμα ἤδη μεσοίη, ῥήματ᾽ ἂν βόεια δώδεκ᾽ εἶπεν, 925 ὀφρῦς ἔχοντα καὶ λόφους, δείν᾽ ἄττα μορμορωπά, ἄγνωτα τοῖς θεωμένοις. ΑἸΣΧΎΛΟΣ: οἴμοι τάλας. ΔΙΌΝΥΣΟΣ: σιώπα. ΕΥ̓ΡΙΠΊΔΗΣ: σαφὲς δ᾽ ἂν εἶπεν οὐδὲ ἕν — ΔΙΌΝΥΣΟΣ: μὴ πρῖε τοὺς ὀδόντας. ΕΥ̓ΡΙΠΊΔΗΣ: ἀλλ᾽ ἢ Σκαμάνδρους ἢ τάφρους ἢ ‘π᾽ ἀσπίδων ἐπόντας γρυπαιέτους χαλκηλάτους καὶ ῥήμαθ᾽ ἱππόκρημνα, 930 ἃ ξυμβαλεῖν οὐ ῥᾴδι᾽ ἦν. ΔΙΌΝΥΣΟΣ: νὴ τοὺς θεοὺς ἐγὼ γοῦν ἤδη ποτ᾽ ἐν μακρῷ χρόνῳ νυκτὸς διηγρύπνησα τὸν ξουθὸν ἱππαλεκτρυόνα ζητῶν τίς ἐστιν ὄρνις. ΑἸΣΧΎΛΟΣ: σημεῖον ἐν ταῖς ναυσὶν ὦμαθέστατ᾽ ἐνεγέγραπτο. ΔΙΌΝΥΣΟΣ: ἐγὼ δὲ τὸν Φιλοξένου γ᾽ ᾤμην Ἔρυξιν εἶναι. [935] ΕΥ̓ΡΙΠΊΔΗΣ: εἶτ᾽ ἐν τραγῳδίαις ἐχρῆν κἀλεκτρυόνα ποιῆσαι; ΑἸΣΧΎΛΟΣ: σὺ δ᾽ ὦ θεοῖσιν ἐχθρὲ ποῖ᾽ ἄττ᾽ ἐστὶν ἅττ᾽ ἐποίεις; ΕΥ̓ΡΙΠΊΔΗΣ: οὐχ ἱππαλεκτρυόνας μὰ Δί᾽ οὐδὲ τραγελάφους, ἅπερ σύ, ἃν τοῖσι παραπετάσμασιν τοῖς Μηδικοῖς γράφουσιν: ἀλλ᾽ ὡς παρέλαβον τὴν τέχνην παρὰ σοῦ τὸ πρῶτον εὐθὺς 940 οἰδοῦσαν ὑπὸ κομπασμάτων καὶ ῥημάτων ἐπαχθῶν, ἴσχνανα μὲν πρώτιστον αὐτὴν καὶ τὸ βάρος ἀφεῖλον ἐπυλλίοις καὶ περιπάτοις καὶ τευτλίοισι λευκοῖς, χυλὸν διδοὺς στωμυλμάτων ἀπὸ βιβλίων ἀπηθῶν: εἶτ᾽ ἀνέτρεφον μονῳδίαις — ΔΙΌΝΥΣΟΣ: Κηφισοφῶντα μιγνύς. [945] ΕΥ̓ΡΙΠΊΔΗΣ: εἶτ᾽ οὐκ ἐλήρουν ὅ τι τύχοιμ᾽ οὐδ᾽ ἐμπεσὼν ἔφυρον, ἀλλ᾽ οὑξιὼν πρώτιστα μέν μοι τὸ γένος εἶπ᾽ ἂν εὐθὺς τοῦ δράματος. ΔΙΌΝΥΣΟΣ: κρεῖττον γὰρ ἦν σοι νὴ Δί᾽ ἢ τὸ σαυτοῦ. ΕΥ̓ΡΙΠΊΔΗΣ: ἔπειτ᾽ ἀπὸ τῶν πρώτων ἐπῶν οὐδὲν παρῆκ᾽ ἂν ἀργόν, ἀλλ᾽ ἔλεγεν ἡ γυνή τέ μοι χὠ δοῦλος οὐδὲν ἧττον, 950 χὠ δεσπότης χἠ παρθένος χἠ γραῦς ἄν. ΑἸΣΧΎΛΟΣ: εἶτα δῆτα οὐκ ἀποθανεῖν σε ταῦτ᾽ ἐχρῆν τολμῶντα; ΕΥ̓ΡΙΠΊΔΗΣ: μὰ τὸν Ἀπόλλω: δημοκρατικὸν γὰρ αὔτ᾽ ἔδρων. ΔΙΌΝΥΣΟΣ: τοῦτο μὲν ἔασον ὦ τᾶν. οὐ σοὶ γάρ ἐστι περίπατος κάλλιστα περί γε τούτου. ΕΥ̓ΡΙΠΊΔΗΣ: ἔπειτα τουτουσὶ λαλεῖν ἐδίδαξα — ΑἸΣΧΎΛΟΣ: φημὶ κἀγώ. 955 ὡς πρὶν διδάξαι γ᾽ ὤφελες μέσος διαρραγῆναι. ΕΥ̓ΡΙΠΊΔΗΣ: λεπτῶν τε κανόνων ἐσβολὰς ἐπῶν τε γωνιασμούς, νοεῖν ὁρᾶν ξυνιέναι στρέφειν ἐρᾶν τεχνάζειν, κάχ᾽ ὑποτοπεῖσθαι, περινοεῖν ἅπαντα — ΑἸΣΧΎΛΟΣ: φημὶ κἀγώ. ΕΥ̓ΡΙΠΊΔΗΣ: οἰκεῖα πράγματ᾽ εἰσάγων, οἷς χρώμεθ᾽, οἷς ξύνεσμεν, 960 ἐξ ὧν γ᾽ ἂν ἐξηλεγχόμην: ξυνειδότες γὰρ οὗτοι ἤλεγχον ἄν μου τὴν τέχνην: ἀλλ᾽ οὐκ ἐκομπολάκουν ἀπὸ τοῦ φρονεῖν ἀποσπάσας, οὐδ᾽ ἐξέπληττον αὐτούς, Κύκνους ποιῶν καὶ Μέμνονας κωδωνοφαλαροπώλους. γνώσει δὲ τοὺς τούτου τε κἀμοὺς ἑκατέρου μαθητάς. 965 τουτουμενὶ Φορμίσιος Μεγαίνετός θ᾽ ὁ Μανῆς, σαλπιγγολογχυπηνάδαι, σαρκασμοπιτυοκάμπται, οὑμοὶ δὲ Κλειτοφῶν τε καὶ Θηραμένης ὁ κομψός. ΔΙΌΝΥΣΟΣ: Θηραμένης; σοφός γ᾽ ἀνὴρ καὶ δεινὸς ἐς τὰ πάντα, ὃς ἢν κακοῖς που περιπέσῃ καὶ πλησίον παραστῇ, 970 πέπτωκεν ἔξω τῶν κακῶν, οὐ Χῖος ἀλλὰ Κεῖος. τοιαῦτα μέντοὐγὼ φρονεῖν τούτοισιν εἰσηγησάμην, λογισμὸν ἐνθεὶς τῇ τέχνῃ καὶ σκέψιν, ὥστ᾽ ἤδη νοεὶν 975 ἅπαντα καὶ διειδέναι τά τ᾽ ἄλλα καὶ τὰς οἰκίας οἰκεῖν ἄμεινον ἢ πρὸ τοῦ κἀνασκοπεῖν, ‘πῶς τοῦτ᾽ ἔχει; ποῦ μοι τοδί; τίς τοῦτ᾽ ἔλαβε;’ [980] ΔΙΌΝΥΣΟΣ: νὴ τοὺς θεοὺς νῦν γοῦν Ἀθηναίων ἅπας τις εἰσιὼν κέκραγε πρὸς τοὺς οἰκέτας ζητεῖ τε, ‘ποῦ ‘στιν ἡ χύτρα; τίς τὴν κεφαλὴν ἀπεδήδοκεν 985 τῆς μαινίδος; τὸ τρύβλιον τὸ περυσινὸν τέθνηκέ μοι: ποῦ τὸ σκόροδον τὸ χθιζινόν; τίς τῆς ἐλάας παρέτραγεν;’ τέως δ᾽ ἀβελτερώτατοι 990 κεχηνότες Μαμμάκυθοι Μελιτίδαι καθῆντο. ΧΟΡΌΣ: τάδε μὲν λεύσσεις φαίδιμ᾽ Ἀχιλλεῦ: σὺ δὲ τί φέρε πρὸς ταῦτα λέξεις; μόνον ὅπως ... μή σ᾽ ὁ θυμὸς ἁρπάσας 995 ἐκτὸς οἴσει τῶν ἐλαῶν: δεινὰ γὰρ κατηγόρηκεν. ἀλλ᾽ ὅπως ὦ γεννάδα μὴ πρὸς ὀργὴν ἀντιλέξεις, ἀλλὰ συστείλας ἄκροισι 1000 χρώμενος τοῖς ἱστίοις, εἶτα μᾶλλον μᾶλλον ἄξεις καὶ φυλάξεις, ἡνίκ᾽ ἂν τὸ πνεῦμα λεῖον καὶ καθεστηκὸς λάβῃς. Διόνυσος ΧΟΡΌΣ: ἀλλ᾽ ὦ πρῶτος τῶν Ἑλλήνων πυργώσας ῥήματα σεμνὰ 1005 καὶ κοσμήσας τραγικὸν λῆρον, θαρρῶν τὸν κρουνὸν ἀφίει. Αἰσχύλος ΧΟΡΌΣ: θυμοῦμαι μὲν τῇ ξυντυχίᾳ, καὶ μου τὰ σπλάγχν᾽ ἀγανακτεῖ, εἰ πρὸς τοῦτον δεῖ μ᾽ ἀντιλέγειν: ἵνα μὴ φάσκῃ δ᾽ ἀπορεῖν με, ἀπόκριναί μοι, τίνος οὕνεκα χρὴ θαυμάζειν ἄνδρα ποιητήν; ΕΥ̓ΡΙΠΊΔΗΣ: δεξιότητος καὶ νουθεσίας, ὅτι βελτίους τε ποιοῦμεν 1010 τοὺς ἀνθρώπους ἐν ταῖς πόλεσιν. ΑἸΣΧΎΛΟΣ: τοῦτ᾽ οὖν εἰ μὴ πεποίηκας, ἀλλ᾽ ἐκ χρηστῶν καὶ γενναίων μοχθηροτάτους ἀπέδειξας, τί παθεῖν φήσεις ἄξιος εἶναι; ΔΙΌΝΥΣΟΣ: τεθνάναι: μὴ τοῦτον ἐρώτα. ΑἸΣΧΎΛΟΣ: σκέψαι τοίνυν οἵους αὐτοὺς παρ᾽ ἐμοῦ παρεδέξατο πρῶτον, εἰ γενναίους καὶ τετραπήχεις, καὶ μὴ διαδρασιπολίτας, 1015 μηδ᾽ ἀγοραίους μηδὲ κοβάλους ὥσπερ νῦν μηδὲ πανούργους, ἀλλὰ πνέοντας δόρυ καὶ λόγχας καὶ λευκολόφους τρυφαλείας καὶ πήληκας καὶ κνημῖδας καὶ θυμοὺς ἑπταβοείους. ΔΙΌΝΥΣΟΣ: καὶ δὴ χωρεῖ τουτὶ τὸ κακόν: κρανοποιῶν αὖ μ᾽ ἐπιτρίψει. ΕΥ̓ΡΙΠΊΔΗΣ: καὶ τί σὺ δράσας οὕτως αὐτοὺς γενναίους ἐξεδίδαξας; [1020] ΔΙΌΝΥΣΟΣ: Αἰσχύλε λέξον, μηδ᾽ αὐθάδως σεμνυνόμενος χαλέπαινε. ΑἸΣΧΎΛΟΣ: δρᾶμα ποιήσας Ἄρεως μεστόν. ΔΙΌΝΥΣΟΣ: ποῖον; ΑἸΣΧΎΛΟΣ: τοὺς ἕπτ᾽ ἐπὶ Θήβας: ὃ θεασάμενος πᾶς ἄν τις ἀνὴρ ἠράσθη δάιος εἶναι. ΔΙΌΝΥΣΟΣ: τουτὶ μέν σοι κακὸν εἴργασται: Θηβαίους γὰρ πεποίηκας ἀνδρειοτέρους ἐς τὸν πόλεμον, καὶ τούτου γ᾽ οὕνεκα τύπτου. [1025] ΑἸΣΧΎΛΟΣ: ἀλλ᾽ ὑμῖν αὔτ᾽ ἐξῆν ἀσκεῖν, ἀλλ᾽ οὐκ ἐπὶ τοῦτ᾽ ἐτράπεσθε. εἶτα διδάξας Πέρσας μετὰ τοῦτ᾽ ἐπιθυμεῖν ἐξεδίδαξα νικᾶν ἀεὶ τοὺς ἀντιπάλους, κοσμήσας ἔργον ἄριστον. ΔΙΌΝΥΣΟΣ: ἐχάρην γοῦν, †ἡνίκ᾽ ἤκουσα περὶ Δαρείου τεθνεῶτος,† ὁ χορὸς δ᾽ εὐθὺς τὼ χεῖρ᾽ ὡδὶ συγκρούσας εἶπεν ‘ἰαυοῖ.’ [1030] ΑἸΣΧΎΛΟΣ: ταῦτα γὰρ ἄνδρας χρὴ ποιητὰς ἀσκεῖν. σκέψαι γὰρ ἀπ᾽ ἀρχῆς ὡς ὠφέλιμοι τῶν ποιητῶν οἱ γενναῖοι γεγένηνται. Ὀρφεὺς μὲν γὰρ τελετάς θ᾽ ἡμῖν κατέδειξε φόνων τ᾽ ἀπέχεσθαι, Μουσαῖος δ᾽ ἐξακέσεις τε νόσων καὶ χρησμούς, Ἡσίοδος δὲ γῆς ἐργασίας, καρπῶν ὥρας, ἀρότους: ὁ δὲ θεῖος Ὅμηρος 1035 ἀπὸ τοῦ τιμὴν καὶ κλέος ἔσχεν πλὴν τοῦδ᾽ ὅτι χρήστ᾽ ἐδίδαξεν, τάξεις ἀρετὰς ὁπλίσεις ἀνδρῶν; ΔΙΌΝΥΣΟΣ: καὶ μὴν οὐ Παντακλέα γε ἐδίδαξεν ὅμως τὸν σκαιότατον: πρώην γοῦν, ἡνίκ᾽ ἔπεμπεν, τὸ κράνος πρῶτον περιδησάμενος τὸν λόφον ἤμελλ᾽ ἐπιδήσειν. ΑἸΣΧΎΛΟΣ: ἀλλ᾽ ἄλλους τοι πολλοὺς ἀγαθούς, ὧν ἦν καὶ Λάμαχος ἥρως: 1040 ὅθεν ἡμὴ φρὴν ἀπομαξαμένη πολλὰς ἀρετὰς ἐποίησεν, Πατρόκλων, Τεύκρων θυμολεόντων, ἵν᾽ ἐπαίροιμ᾽ ἄνδρα πολίτην ἀντεκτείνειν αὑτὸν τούτοις, ὁπόταν σάλπιγγος ἀκούσῃ. ἀλλ᾽ οὐ μὰ Δί᾽ οὐ Φαίδρας ἐποίουν πόρνας οὐδὲ Σθενεβοίας, οὐδ᾽ οἶδ᾽ οὐδεὶς ἥντιν᾽ ἐρῶσαν πώποτ᾽ ἐποίησα γυναῖκα. [1045] ΕΥ̓ΡΙΠΊΔΗΣ: μὰ Δί᾽ οὐ γὰρ ἐπῆν τῆς Ἀφροδίτης οὐδέν σοι. ΑἸΣΧΎΛΟΣ: μηδέ γ᾽ ἐπείη. ἀλλ᾽ ἐπί τοι σοὶ καὶ τοῖς σοῖσιν πολλὴ πολλοῦ ‘πικαθῆτο, ὥστε γε καὐτόν σε κατ᾽ οὖν ἔβαλεν. ΔΙΌΝΥΣΟΣ: νὴ τὸν Δία τοῦτό γέ τοι δή. ἃ γὰρ ἐς τὰς ἀλλοτρίας ἐποίεις, αὐτὸς τούτοισιν ἐπλήγης. ΕΥ̓ΡΙΠΊΔΗΣ: καὶ τί βλάπτουσ᾽ ὦ σχέτλι᾽ ἀνδρῶν τὴν πόλιν ἁμαὶ Σθενέβοιαι; [1050] ΑἸΣΧΎΛΟΣ: ὅτι γενναίας καὶ γενναίων ἀνδρῶν ἀλόχους ἀνέπεισας κώνεια πιεῖν αἰσχυνθείσας διὰ τοὺς σοὺς Βελλεροφόντας. ΕΥ̓ΡΙΠΊΔΗΣ: πότερον δ᾽ οὐκ ὄντα λόγον τοῦτον περὶ τῆς Φαίδρας ξυνέθηκα; ΑἸΣΧΎΛΟΣ: μὰ Δί᾽ ἀλλ᾽ ὄντ᾽: ἀλλ᾽ ἀποκρύπτειν χρὴ τὸ πονηρὸν τόν γε ποιητήν, καὶ μὴ παράγειν μηδὲ διδάσκειν. τοῖς μὲν γὰρ παιδαρίοισιν 1055 ἔστι διδάσκαλος ὅστις φράζει, τοῖσιν δ᾽ ἡβῶσι ποιηταί. πάνυ δὴ δεῖ χρηστὰ λέγειν ἡμᾶς. ΕΥ̓ΡΙΠΊΔΗΣ: ἢν οὖν σὺ λέγῃς Λυκαβηττοὺς καὶ Παρνασσῶν ἡμῖν μεγέθη, τοῦτ᾽ ἐστὶ τὸ χρηστὰ διδάσκειν, ὃν χρῆν φράζειν ἀνθρωπείως; ΑἸΣΧΎΛΟΣ: ἀλλ᾽ ὦ κακόδαιμον ἀνάγκη μεγάλων γνωμῶν καὶ διανοιῶν ἴσα καὶ τὰ ῥήματα τίκτειν. 1060 κἄλλως εἰκὸς τοὺς ἡμιθέους τοῖς ῥήμασι μείζοσι χρῆσθαι: καὶ γὰρ τοῖς ἱματίοις ἡμῶν χρῶνται πολὺ σεμνοτέροισιν. ἁμοῦ χρηστῶς καταδείξαντος διελυμήνω σύ. ΕΥ̓ΡΙΠΊΔΗΣ: τί δράσας; ΑἸΣΧΎΛΟΣ: πρῶτον μὲν τοὺς βασιλεύοντας ῥάκι᾽ ἀμπισχών, ἵν᾽ ἐλεινοὶ τοῖς ἀνθρώποις φαίνοιντ᾽ εἶναι. ΕΥ̓ΡΙΠΊΔΗΣ: τοῦτ᾽ οὖν ἔβλαψά τι δράσας; [1065] ΑἸΣΧΎΛΟΣ: οὔκουν ἐθέλει γε τριηραρχεῖν πλουτῶν οὐδεὶς διὰ ταῦτα, ἀλλὰ ῥακίοις περιειλάμενος κλάει καὶ φησὶ πένεσθαι. ΔΙΌΝΥΣΟΣ: νὴ τὴν Δήμητρα χιτῶνά γ᾽ ἔχων οὔλων ἐρίων ὑπένερθεν. κἂν ταῦτα λέγων ἐξαπατήσῃ, παρὰ τοὺς ἰχθῦς ἀνέκυψεν. ΑἸΣΧΎΛΟΣ: εἶτ᾽ αὖ λαλιὰν ἐπιτηδεῦσαι καὶ στωμυλίαν ἐδίδαξας, 1070 ἣ ‘ξεκένωσεν τάς τε παλαίστρας καὶ τὰς πυγὰς ἐνέτριψεν τῶν μειρακίων στωμυλλομένων, καὶ τοὺς Παράλους ἀνέπεισεν ἀνταγορεύειν τοῖς ἄρχουσιν. καίτοι τότε γ᾽ ἡνίκ᾽ ἐγὼ ‘ζων, οὐκ ἠπίσταντ᾽ ἀλλ᾽ ἢ μᾶζαν καλέσαι καὶ ‘ῥυππαπαῖ’ εἰπεῖν. ΔΙΌΝΥΣΟΣ: νὴ τὸν Ἀπόλλω, καὶ προσπαρδεῖν γ᾽ ἐς τὸ στόμα τῷ θαλάμακι, καὶ μινθῶσαι τὸν ξύσσιτον κἀκβάς τινα λωποδυτῆσαι: νῦν δ᾽ ἀντιλέγει κοὐκέτ᾽ ἐλαύνων πλεῖ δευρὶ καὖθις ἐκεῖσε. ΑἸΣΧΎΛΟΣ: ποίων δὲ κακῶν οὐκ αἴτιός ἐστ᾽; οὐ προαγωγοὺς κατέδειξ᾽ οὗτος, 1080 καὶ τικτούσας ἐν τοῖς ἱεροῖς, καὶ μιγνυμένας τοῖσιν ἀδελφοῖς, καὶ φασκούσας οὐ ζῆν τὸ ζῆν; κᾆτ᾽ ἐκ τούτων ἡ πόλις ἡμῶν ὑπογραμματέων ἀνεμεστώθη 1085 καὶ βωμολόχων δημοπιθήκων ἐξαπατώντων τὸν δῆμον ἀεί, λαμπάδα δ᾽ οὐδεὶς οἷός τε φέρειν ὑπ᾽ ἀγυμνασίας ἔτι νυνί. ΔΙΌΝΥΣΟΣ: μὰ Δί᾽ οὐ δῆθ᾽, ὥστ᾽ ἐπαφαυάνθην 1090 Παναθηναίοισι γελῶν, ὅτε δὴ βραδὺς ἄνθρωπός τις ἔθει κύψας λευκὸς πίων ὑπολειπόμενος καὶ δεινὰ ποιῶν: κᾆθ᾽ οἱ Κεραμῆς ἐν ταῖσι πύλαις παίουσ᾽ αὐτοῦ 1095 γαστέρα πλευρὰς λαγόνας πυγήν, ὁ δὲ τυπτόμενος ταῖσι πλατείαις ὑποπερδόμενος φυσῶν τὴν λαμπάδ᾽ ἔφευγεν. ΧΟΡΌΣ: μέγα τὸ πρᾶγμα, πολὺ τὸ νεῖκος, ἁδρὸς ὁ πόλεμος ἔρχεται. 1100 χαλεπὸν οὖν ἔργον διαιρεῖν, ὅταν ὁ μὲν τείνῃ βιαίως, ὁ δ᾽ ἐπαναστρέφειν δύνηται κἀπερείδεσθαι τορῶς. ἀλλὰ μὴ ν᾽ ταὐτῷ κάθησθον: ἐσβολαὶ γάρ εἰσι πολλαὶ χἄτεραι σοφισμάτων. 1105 ὅ τι περ οὖν ἔχετον ἐρίζειν, λέγετον ἔπιτον ἀνά τε δέρετον τά τε παλαιὰ καὶ τὰ καινά, κἀποκινδυνεύετον λεπτόν τι καὶ σοφὸν λέγειν. Χορός ΧΟΡΌΣ: εἰ δὲ τοῦτο καταφοβεῖσθον, μή τις ἀμαθία προσῇ 1110 τοῖς θεωμένοισιν, ὡς τὰ λεπτὰ μὴ γνῶναι λεγόντοιν, μηδὲν ὀρρωδεῖτε τοῦθ᾽: ὡς οὐκέθ᾽ οὕτω ταῦτ᾽ ἔχει. ἐστρατευμένοι γάρ εἰσι, βιβλίον τ᾽ ἔχων ἕκαστος μανθάνει τὰ δεξιά: 1115 αἱ φύσεις τ᾽ ἄλλως κράτισται, νῦν δὲ καὶ παρηκόνηνται. μηδὲν οὖν δείσητον, ἀλλὰ πάντ᾽ ἐπέξιτον θεατῶν γ᾽ οὕνεχ᾽ ὡς ὄντων σοφῶν. Εὐριπίδης ΧΟΡΌΣ: καὶ μὴν ἐπ᾽ αὐτοὺς τοὺς προλόγους σου τρέψομαι, 1120 ὅπως τὸ πρῶτον τῆς τραγῳδίας μέρος πρώτιστον αὐτοῦ βασανιῶ τοῦ δεξιοῦ. ἀσαφὴς γὰρ ἦν ἐν τῇ φράσει τῶν πραγμάτων. ΔΙΌΝΥΣΟΣ: καὶ ποῖον αὐτοῦ βασανιεῖς; ΕΥ̓ΡΙΠΊΔΗΣ: πολλοὺς πάνυ. πρῶτον δέ μοι τὸν ἐξ Ὀρεστείας λέγε. [1125] ΔΙΌΝΥΣΟΣ: ἄγε δὴ σιώπα πᾶς ἀνήρ. λέγ᾽ Αἰσχύλε. ΑἸΣΧΎΛΟΣ: ‘Ἑρμῆ χθόνιε πατρῷ᾽ ἐποπτεύων κράτη, σωτὴρ γενοῦ μοι σύμμαχός τ᾽ αἰτουμένῳ. ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι.’ ΔΙΌΝΥΣΟΣ: τούτων ἔχεις ψέγειν τι; ΕΥ̓ΡΙΠΊΔΗΣ: πλεῖν ἢ δώδεκα. [1130] ΔΙΌΝΥΣΟΣ: ἀλλ᾽ οὐδὲ πάντα ταῦτά γ᾽ ἔστ᾽ ἀλλ᾽ ἢ τρία. ΕΥ̓ΡΙΠΊΔΗΣ: ἔχει δ᾽ ἕκαστον εἴκοσίν γ᾽ ἁμαρτίας. ΔΙΌΝΥΣΟΣ: Αἰσχύλε παραινῶ σοι σιωπᾶν: εἰ δὲ μή, πρὸς τρισὶν ἰαμβείοισι προσοφείλων φανεῖ. ΑἸΣΧΎΛΟΣ: ἐγὼ σιωπῶ τῷδ᾽; ΔΙΌΝΥΣΟΣ: ἐὰν πείθῃ γ᾽ ἐμοί. [1135] ΕΥ̓ΡΙΠΊΔΗΣ: εὐθὺς γὰρ ἡμάρτηκεν οὐράνιόν γ᾽ ὅσον. ΑἸΣΧΎΛΟΣ: ὁρᾷς ὅτι ληρεῖς; ΔΙΌΝΥΣΟΣ: ἀλλ᾽ ὀλίγον γέ μοι μέλει. ΑἸΣΧΎΛΟΣ: πῶς φῄς μ᾽ ἁμαρτεῖν; ΕΥ̓ΡΙΠΊΔΗΣ: αὖθις ἐξ ἀρχῆς λέγε. ΑἸΣΧΎΛΟΣ: ‘Ἑρμῆ χθόνιε πατρῷ᾽ ἐποπτεύων κράτη.’ ΕΥ̓ΡΙΠΊΔΗΣ: οὔκουν Ὀρέστης τοῦτ᾽ ἐπὶ τῷ τύμβῳ λέγει 1140 τῷ τοῦ πατρὸς τεθνεῶτος; ΑἸΣΧΎΛΟΣ: οὐκ ἄλλως λέγω. ΕΥ̓ΡΙΠΊΔΗΣ: πότερ᾽ οὖν τὸν Ἑρμῆν, ὡς ὁ πατὴρ ἀπώλετο αὐτοῦ βιαίως ἐκ γυναικείας χερὸς δόλοις λαθραίοις, ταῦτ᾽ ‘ἐποπτεύειν’ ἔφη; ΑἸΣΧΎΛΟΣ: οὐ δῆτ᾽ ἐκεῖνον, ἀλλὰ τὸν Ἐριούνιον 1145 Ἑρμῆν χθόνιον προσεῖπε, κἀδήλου λέγων ὁτιὴ πατρῷον τοῦτο κέκτηται γέρας — ΕΥ̓ΡΙΠΊΔΗΣ: ἔτι μεῖζον ἐξήμαρτες ἢ ‘γὼ ‘βουλόμην: εἰ γὰρ πατρῷον τὸ χθόνιον ἔχει γέρας — ΔΙΌΝΥΣΟΣ: οὕτω γ᾽ ἂν εἴη πρὸς πατρὸς τυμβωρύχος. [1150] ΑἸΣΧΎΛΟΣ: Διόνυσε πίνεις οἶνον οὐκ ἀνθοσμίαν. ΔΙΌΝΥΣΟΣ: λέγ᾽ ἕτερον αὐτῷ: σὺ δ᾽ ἐπιτήρει τὸ βλάβος. ΑἸΣΧΎΛΟΣ: ‘σωτὴρ γενοῦ μοι σύμμαχός τ᾽ αἰτουμένῳ. ἥκω γὰρ ἐς γῆν τήνδε καὶ κατέρχομαι— ‘ ΕΥ̓ΡΙΠΊΔΗΣ: δὶς ταὐτὸν ἡμῖν εἶπεν ὁ σοφὸς Αἰσχύλος. [1155] ΔΙΌΝΥΣΟΣ: πῶς δίς; ΕΥ̓ΡΙΠΊΔΗΣ: σκόπει τὸ ῥῆμ᾽: ἐγὼ δέ σοι φράσω. ‘ἥκω γὰρ ἐς γῆν,’ φησί, ‘καὶ κατέρχομαι:’ ‘ἥκω’ δὲ ταὐτόν ἐστι τῷ ‘κατέρχομαι.’ ΔΙΌΝΥΣΟΣ: νὴ τὸν Δί᾽ ὥσπερ γ᾽ εἴ τις εἴποι γείτονι, ‘χρῆσον σὺ μάκτραν, εἰ δὲ βούλει, κάρδοπον.’ [1160] ΑἸΣΧΎΛΟΣ: οὐ δῆτα τοῦτό γ᾽ ὦ κατεστωμυλμένε ἄνθρωπε ταὔτ᾽ ἔστ᾽, ἀλλ᾽ ἄριστ᾽ ἐπῶν ἔχον. ΕΥ̓ΡΙΠΊΔΗΣ: πῶς δή; δίδαξον γάρ με καθ᾽ ὅ τι δὴ λέγεις; ΑἸΣΧΎΛΟΣ: ‘ἐλθεῖν’ μὲν ἐς γῆν ἔσθ᾽ ὅτῳ μετῇ πάτρας: χωρὶς γὰρ ἄλλης συμφορᾶς ἐλήλυθεν: 1165 φεύγων δ᾽ ἀνὴρ ‘ἥκει’ τε καὶ ‘κατέρχεται.’ ΔΙΌΝΥΣΟΣ: εὖ νὴ τὸν Ἀπόλλω. τί σὺ λέγεις Εὐριπίδη; ΕΥ̓ΡΙΠΊΔΗΣ: οὐ φημὶ τὸν Ὀρέστην κατελθεῖν οἴκαδε: λάθρᾳ γὰρ ἦλθεν οὐ πιθὼν τοὺς κυρίους. ΔΙΌΝΥΣΟΣ: εὖ νὴ τὸν Ἑρμῆν: ὅ τι λέγεις δ᾽ οὐ μανθάνω. [1170] ΕΥ̓ΡΙΠΊΔΗΣ: πέραινε τοίνυν ἕτερον. ΔΙΌΝΥΣΟΣ: ἴθι πέραινε σὺ Αἰσχύλ᾽ ἀνύσας: σὺ δ᾽ ἐς τὸ κακὸν ἀπόβλεπε. ΑἸΣΧΎΛΟΣ: ‘τύμβου δ᾽ ἐπ᾽ ὄχθῳ τῷδε κηρύσσω πατρὶ κλύειν ἀκοῦσαι.’ ΕΥ̓ΡΙΠΊΔΗΣ: τοῦθ᾽ ἕτερον αὖθις λέγει, ‘κλύειν ἀκοῦσαι,’ ταὐτὸν ὂν σαφέστατα. [1175] ΔΙΌΝΥΣΟΣ: τεθνηκόσιν γὰρ ἔλεγεν ὦ μόχθηρε σύ, οἷς οὐδὲ τρὶς λέγοντες ἐξικνούμεθα. ΑἸΣΧΎΛΟΣ: σὺ δὲ πῶς ἐποίεις τοὺς προλόγους; ΕΥ̓ΡΙΠΊΔΗΣ: ἐγὼ φράσω. κἄν που δὶς εἴπω ταὐτόν, ἢ στοιβὴν ἴδῃς ἐνοῦσαν ἔξω τοῦ λόγου, κατάπτυσον. [1180] ΔΙΌΝΥΣΟΣ: ἴθι δὴ λέγ᾽: οὐ γάρ μοὔστιν ἀλλ᾽ ἀκουστέα τῶν σῶν προλόγων τῆς ὀρθότητος τῶν ἐπῶν. ΕΥ̓ΡΙΠΊΔΗΣ: ‘ἦν Οἰδίπους τὸ πρῶτον εὐδαίμων ἀνήρ’ — ΑἸΣΧΎΛΟΣ: μὰ τὸν Δί᾽ οὐ δῆτ᾽, ἀλλὰ κακοδαίμων φύσει, ὅντινά γε πρὶν φῦναι μὲν Ἁπόλλων ἔφη 1185 ἀποκτενεῖν τὸν πατέρα, πρὶν καὶ γεγονέναι: πῶς οὗτος ἦν τὸ πρῶτον εὐδαίμων ἀνήρ; ΕΥ̓ΡΙΠΊΔΗΣ: ‘εἶτ᾽ ἐγένετ᾽ αὖθις ἀθλιώτατος βροτῶν.’ ΑἸΣΧΎΛΟΣ: μὰ τὸν Δί᾽ οὐ δῆτ᾽, οὐ μὲν οὖν ἐπαύσατο. πῶς γάρ; ὅτε δὴ πρῶτον μὲν αὐτὸν γενόμενον 1190 χειμῶνος ὄντος ἐξέθεσαν ἐν ὀστράκῳ, ἵνα μὴ ‘κτραφεὶς γένοιτο τοῦ πατρὸς φονεύς: εἶθ᾽ ὡς Πόλυβον ἤρρησεν οἰδῶν τὼ πόδε: ἔπειτα γραῦν ἔγημεν αὐτὸς ὢν νέος καὶ πρός γε τούτοις τὴν ἑαυτοῦ μητέρα: 1195 εἶτ᾽ ἐξετύφλωσεν αὑτόν. ΔΙΌΝΥΣΟΣ: εὐδαίμων ἄρ᾽ ἦν, εἰ κἀστρατήγησέν γε μετ᾽ Ἐρασινίδου. ΕΥ̓ΡΙΠΊΔΗΣ: ληρεῖς: ἐγὼ δὲ τοὺς προλόγους καλοὺς ποιῶ. ΑἸΣΧΎΛΟΣ: καὶ μὴν μὰ τὸν Δί᾽ οὐ κατ᾽ ἔπος γέ σου κνίσω τὸ ῥῆμ᾽ ἕκαστον, ἀλλὰ σὺν τοῖσιν θεοῖς 1200 ἀπὸ ληκυθίου σου τοὺς προλόγους διαφθερῶ. ΕΥ̓ΡΙΠΊΔΗΣ: ἀπὸ ληκυθίου σὺ τοὺς ἐμούς; ΑἸΣΧΎΛΟΣ: ἑνὸς μόνου. ποιεῖς γὰρ οὕτως ὥστ᾽ ἐναρμόττειν ἅπαν, καὶ κῳδάριον καὶ ληκύθιον καὶ θύλακον, ἐν τοῖς ἰαμβείοισι. δείξω δ᾽ αὐτίκα. [1205] ΕΥ̓ΡΙΠΊΔΗΣ: ἰδού, σὺ δείξεις; ΑἸΣΧΎΛΟΣ: φημί. ΔΙΌΝΥΣΟΣ: καὶ δὴ χρὴ λέγειν. ΕΥ̓ΡΙΠΊΔΗΣ: Αἴγυπτος, ὡς ὁ πλεῖστος ἔσπαρται λόγος, ξὺν παισὶ πεντήκοντα ναυτίλῳ πλάτῃ Ἄργος κατασχών — ΑἸΣΧΎΛΟΣ: ληκύθιον ἀπώλεσεν. ΔΙΌΝΥΣΟΣ: τουτὶ τί ἦν τὸ ληκύθιον; οὐ κλαύσεται; 1210 λέγ᾽ ἕτερον αὐτῷ πρόλογον, ἵνα καὶ γνῶ πάλιν. ΕΥ̓ΡΙΠΊΔΗΣ: ‘Διόνυσος, ὃς θύρσοισι καὶ νεβρῶν δοραῖς καθαπτὸς ἐν πεύκαισι Παρνασσὸν κάτα πηδᾷ χορεύων’ — ΑἸΣΧΎΛΟΣ: ληκύθιον ἀπώλεσεν. ΔΙΌΝΥΣΟΣ: οἴμοι πεπλήγμεθ᾽ αὖθις ὑπὸ τῆς ληκύθου. [1215] ΕΥ̓ΡΙΠΊΔΗΣ: ἀλλ᾽ οὐδὲν ἔσται πρᾶγμα: πρὸς γὰρ τουτονὶ τὸν πρόλογον οὐχ ἕξει προσάψαι λήκυθον. ‘οὐκ ἔστιν ὅστις πάντ᾽ ἀνὴρ εὐδαιμονεῖ: ἢ γὰρ πεφυκὼς ἐσθλὸς οὐκ ἔχει βίον, ἢ δυσγενὴς ὤν’ — ΑἸΣΧΎΛΟΣ: ληκύθιον ἀπώλεσεν. [1220] ΔΙΌΝΥΣΟΣ: Εὐριπίδη — ΕΥ̓ΡΙΠΊΔΗΣ: τί ἔσθ᾽; ΔΙΌΝΥΣΟΣ: ὑφέσθαι μοι δοκεῖ: τὸ ληκύθιον γὰρ τοῦτο πνευσεῖται πολύ. ΕΥ̓ΡΙΠΊΔΗΣ: οὐδ᾽ ἂν μὰ τὴν Δήμητρα φροντίσαιμί γε: νυνὶ γὰρ αὐτοῦ τοῦτό γ᾽ ἐκκεκόψεται. ΔΙΌΝΥΣΟΣ: ἴθι δὴ λέγ᾽ ἕτερον κἀπέχου τῆς ληκύθου. [1225] ΕΥ̓ΡΙΠΊΔΗΣ: ‘Σιδώνιόν ποτ᾽ ἄστυ Κάδμος ἐκλιπὼν Ἀγήνορος παῖς’ — ΑἸΣΧΎΛΟΣ: ληκύθιον ἀπώλεσεν. ΔΙΌΝΥΣΟΣ: ὦ δαιμόνι᾽ ἀνδρῶν ἀποπρίω τὴν λήκυθον, ἵνα μὴ διακναίσῃ τοὺς προλόγους ἡμῶν. ΕΥ̓ΡΙΠΊΔΗΣ: τὸ τί; ἐγὼ πρίωμαι τῷδ᾽; ΔΙΌΝΥΣΟΣ: ἐὰν πείθῃ γ᾽ ἐμοί. [1230] ΕΥ̓ΡΙΠΊΔΗΣ: οὐ δῆτ᾽, ἐπεὶ πολλοὺς προλόγους ἕξω λέγειν ἵν᾽ οὗτος οὐχ ἕξει προσάψαι ληκύθιον. ‘Πέλοψ ὁ Ταντάλειος ἐς Πῖσαν μολὼν θοαῖσιν ἵπποις’ — ΑἸΣΧΎΛΟΣ: ληκύθιον ἀπώλεσεν. ΔΙΌΝΥΣΟΣ: ὁρᾷς, προσῆψεν αὖθις αὖ τὴν λήκυθον. 1235 ἀλλ᾽ ὦγάθ᾽ ἔτι καὶ νῦν ἀπόδος πάσῃ τέχνῃ: λήψει γὰρ ὀβολοῦ πάνυ καλήν τε κἀγαθήν. ΕΥ̓ΡΙΠΊΔΗΣ: μὰ τὸν Δί᾽ οὔπω γ᾽: ἔτι γὰρ εἰσί μοι συχνοί. ‘Οἰνεύς ποτ᾽ ἐκ γῆς’ — ΑἸΣΧΎΛΟΣ: ληκύθιον ἀπώλεσεν. ΕΥ̓ΡΙΠΊΔΗΣ: ἔασον εἰπεῖν πρῶθ᾽ ὅλον με τὸν στίχον. 1240 ‘Οἰνεύς ποτ᾽ ἐκ γῆς πολύμετρον λαβὼν στάχυν θύων ἀπαρχάς’ — ΑἸΣΧΎΛΟΣ: ληκύθιον ἀπώλεσεν. ΔΙΌΝΥΣΟΣ: μεταξὺ θύων; καὶ τίς αὔθ᾽ ὑφείλετο; ΕΥ̓ΡΙΠΊΔΗΣ: ἔα αὐτὸν ὦ τᾶν: πρὸς τοδὶ γὰρ εἰπάτω. ‘Ζεύς, ὡς λέλεκται τῆς ἀληθείας ὕπο’ — [1245] ΔΙΌΝΥΣΟΣ: ἀπολεῖ σ᾽: ἐρεῖ γάρ, ‘ληκύθιον ἀπώλεσεν.’ τὸ ληκύθιον γὰρ τοῦτ᾽ ἐπὶ τοῖς προλόγοισί σου ὥσπερ τὰ σῦκ᾽ ἐπὶ τοῖσιν ὀφθαλμοῖς ἔφυ. ἀλλ᾽ ἐς τὰ μέλη πρὸς τῶν θεῶν αὐτοῦ τραποῦ. ΕΥ̓ΡΙΠΊΔΗΣ: καὶ μὴν ἔχω γ᾽ οἷς αὐτὸν ἀποδείξω κακὸν 1250 μελοποιὸν ὄντα καὶ ποιοῦντα ταὔτ᾽ ἀεί. ΧΟΡΌΣ: τί ποτε πρᾶγμα γενήσεται; φροντίζειν γὰρ ἔγωγ᾽ ἔχω, τίν᾽ ἄρα μέμψιν ἐποίσει ἀνδρὶ τῷ πολὺ πλεῖστα δὴ 1255 καὶ κάλλιστα μέλη ποιήσαντι τῶν μέχρι νυνί. θαυμάζω γὰρ ἔγωγ᾽ ὅπῃ μέμψεταί ποτε τοῦτον τὸν Βακχεῖον ἄνακτα, 1260 καὶ δέδοιχ᾽ ὑπὲρ αὐτοῦ. ΕΥ̓ΡΙΠΊΔΗΣ: πάνυ γε μέλη θαυμαστά: δείξει δὴ τάχα. εἰς ἓν γὰρ αὐτοῦ πάντα τὰ μέλη ξυντεμῶ. ΔΙΌΝΥΣΟΣ: καὶ μὴν λογιοῦμαι ταῦτα τῶν ψήφων λαβών: (διαύλιον προσαυλεῖ τις) ΕΥ̓ΡΙΠΊΔΗΣ: Φθιῶτ᾽ Ἀχιλλεῦ, τί ποτ᾽ ἀνδροδάικτον ἀκούων 1265 ἰὴ κόπον οὐ πελάθεις ἐπ᾽ ἀρωγάν; Ἑρμᾶν μὲν πρόγονον τίομεν γένος οἱ περὶ λίμναν. ἰὴ κόπον οὐ πελάθεις ἐπ᾽ ἀρωγάν; ΔΙΌΝΥΣΟΣ: δύο σοὶ κόπω Αἰσχύλε τούτω. [1270] ΕΥ̓ΡΙΠΊΔΗΣ: κύδιστ᾽ Ἀχαιῶν Ἀτρέως πολυκοίρανε μάνθανέ μου παῖ. ἰὴ κόπον οὐ πελάθεις ἐπ᾽ ἀρωγάν; ΔΙΌΝΥΣΟΣ: τρίτος ᾠσχύλε σοὶ κόπος οὗτος. ΕΥ̓ΡΙΠΊΔΗΣ: εὐφαμεῖτε: μελισσονόμοι δόμον Ἀρτέμιδος πέλας οἴγειν. 1275 ἰὴ κόπον οὐ πελάθεις ἐπ᾽ ἀρωγάν; κύριός εἰμι θροεῖν ὅδιον κράτος αἴσιον ἀνδρῶν. ἰὴ κόπον οὐ πελάθεις ἐπ᾽ ἀρωγάν; ΔΙΌΝΥΣΟΣ: ὦ Ζεῦ βασιλεῦ τὸ χρῆμα τῶν κόπων ὅσον. ἐγὼ μὲν οὖν ἐς τὸ βαλανεῖον βούλομαι: 1280 ὑπὸ τῶν κόπων γὰρ τὼ νεφρὼ βουβωνιῶ. ΕΥ̓ΡΙΠΊΔΗΣ: μὴ πρίν γ᾽ ἂν ἀκούσῃς χἀτέραν στάσιν μελῶν ἐκ τῶν κιθαρῳδικῶν νόμων εἰργασμένην. ΔΙΌΝΥΣΟΣ: ἴθι δὴ πέραινε, καὶ κόπον μὴ προστίθει. [1285] ΕΥ̓ΡΙΠΊΔΗΣ: ὅπως Ἀχαιῶν δίθρονον κράτος, Ἑλλάδος ἥβας, τοφλαττοθρατ τοφλαττοθρατ, Σφίγγα δυσαμεριᾶν πρύτανιν κύνα, πέμπει, τοφλαττοθρατ τοφλαττοθρατ, σὺν δορὶ καὶ χερὶ πράκτορι θούριος ὄρνις, 1290 τοφλαττοθρατ τοφλαττοθρατ, κυρεῖν παρασχὼν ἰταμαῖς κυσὶν ἀεροφοίτοις, τοφλαττοθρατ τοφλαττοθρατ, τὸ συγκλινές τ᾽ ἐπ᾽ Αἴαντι, 1295 τοφλαττοθρατ τοφλαττοθρατ. ΔΙΌΝΥΣΟΣ: τί τὸ ‘φλαττοθρατ’ τοῦτ᾽ ἐστίν; ἐκ Μαραθῶνος ἢ πόθεν συνέλεξας ἱμονιοστρόφου μέλη; ΑἸΣΧΎΛΟΣ: ἀλλ᾽ οὖν ἐγὼ μὲν ἐς τὸ καλὸν ἐκ τοῦ καλοῦ ἤνεγκον αὔθ᾽, ἵνα μὴ τὸν αὐτὸν Φρυνίχῳ 1300 λειμῶνα Μουσῶν ἱερὸν ὀφθείην δρέπων: οὗτος δ᾽ ἀπὸ πάντων †μὲν φέρει, πορνιδίων†, σκολίων Μελήτου, Καρικῶν αὐλημάτων, θρήνων, χορειῶν. τάχα δὲ δηλωθήσεται. ἐνεγκάτω τις τὸ λύριον. καίτοι τί δεῖ 1305 λύρας ἐπὶ τούτων; ποῦ ‘στιν ἡ τοῖς ὀστράκοις αὕτη κροτοῦσα; δεῦρο Μοῦσ᾽ Εὐριπίδου, πρὸς ἥνπερ ἐπιτήδεια ταῦτ᾽ ᾁδειν μέλη. ΔΙΌΝΥΣΟΣ: αὕτη ποθ᾽ ἡ Μοῦσ᾽ οὐκ ἐλεσβίαζεν, οὔ. ΑἸΣΧΎΛΟΣ: ἀλκυόνες, αἳ παρ᾽ ἀενάοις θαλάσσης 1310 κύμασι στωμύλλετε, τέγγουσαι νοτίοις πτερῶν ῥανίσι χρόα δροσιζόμεναι: αἵ θ᾽ ὑπωρόφιοι κατὰ γωνίας εἱειειειλίσσετε δακτύλοις φάλαγγες 1315 ἱστόπονα πηνίσματα, κερκίδος ἀοιδοῦ μελέτας, ἵν᾽ ὁ φίλαυλος ἔπαλλε δελφὶς πρῴραις κυανεμβόλοις μαντεῖα καὶ σταδίους, 1320 οἰνάνθας γάνος ἀμπέλου, βότρυος ἕλικα παυσίπονον. περίβαλλ᾽ ὦ τέκνον ὠλένας. ὁρᾷς τὸν πόδα τοῦτον; ΔΙΌΝΥΣΟΣ: ὁρῶ. ΑἸΣΧΎΛΟΣ: τί δαί; τοῦτον ὁρᾷς; ΔΙΌΝΥΣΟΣ: ὁρῶ. [1325] ΑἸΣΧΎΛΟΣ: τοιαυτὶ μέντοι σὺ ποιῶν τολμᾷς τἀμὰ μέλη ψέγειν, ἀνὰ τὸ δωδεκαμήχανον Κυρήνης μελοποιῶν; τὰ μὲν μέλη σου ταῦτα: βούλομαι δ᾽ ἔτι 1330 τὸν τῶν μονῳδιῶν διεξελθεῖν τρόπον. ὦ νυκτὸς κελαινοφαὴς ὄρφνα, τίνα μοι δύστανον ὄνειρον πέμπεις ἐξ ἀφανοῦς, Ἀίδα πρόμολον, ψυχὰν ἄψυχον ἔχοντα, 1335 μελαίνας Νυκτὸς παῖδα, φρικώδη δεινὰν ὄψιν, μελανονεκυείμονα, φόνια φόνια δερκόμενον, μεγάλους ὄνυχας ἔχοντα. ἀλλά μοι ἀμφίπολοι λύχνον ἅψατε κάλπισί τ᾽ ἐκ ποταμῶν δρόσον ἄρατε, θέρμετε δ᾽ ὕδωρ, 1340 ὡς ἂν θεῖον ὄνειρον ἀποκλύσω. ἰὼ πόντιε δαῖμον, τοῦτ᾽ ἐκεῖν᾽: ἰὼ ξύνοικοι, τάδε τέρα θεάσασθε. τὸν ἀλεκτρυόνα μου συναρπάσασα φρούδη Γλύκη. Νύμφαι ὀρεσσίγονοι. 1345 ὦ Μανία ξύλλαβε. ἐγὼ δ᾽ ἁ τάλαινα προσέχουσ᾽ ἔτυχον ἐμαυτῆς ἔργοισι, λίνου μεστὸν ἄτρακτον εἱειειειλίσσουσα χεροῖν κλωστῆρα ποιοῦσ᾽, ὅπως 1350 κνεφαῖος εἰς ἀγορὰν φέρουσ᾽ ἀποδοίμαν: ὁ δ᾽ ἀνέπτατ᾽ ἀνέπτατ᾽ ἐς αἰθέρα κουφοτάταις πτερύγων ἀκμαῖς: ἐμοὶ δ᾽ ἄχε᾽ ἄχεα κατέλιπε, δάκρυα δάκρυά τ᾽ ἀπ᾽ ὀμμάτων 1355 ἔβαλον ἔβαλον ἁ τλάμων. ἀλλ᾽ ὦ Κρῆτες, Ἴδας τέκνα, τὰ τόξα λαβόντες ἐπαμύνατε, τὰ κῶλά τ᾽ ἀμπάλλετε κυκλούμενοι τὴν οἰκίαν. ἅμα δὲ Δίκτυννα παῖς Ἄρτεμις καλὰ 1360 τὰς κυνίσκας ἔχουσ᾽ ἐλθέτω διὰ δόμων πανταχῇ, σὺ δ᾽ ὦ Διὸς διπύρους ἀνέχουσα λαμπάδας ὀξυτάτας χεροῖν Ἑκάτα παράφηνον ἐς Γλύκης, ὅπως ἂν εἰσελθοῦσα φωράσω. ΔΙΌΝΥΣΟΣ: παύσασθον ἤδη τῶν μελῶν. ΑἸΣΧΎΛΟΣ: κἄμοιγ᾽ ἅλις. 1365 ἐπὶ τὸν σταθμὸν γὰρ αὐτὸν ἀγαγεῖν βούλομαι, ὅπερ ἐξελέγξει τὴν ποίησιν νῷν μόνον. τὸ γὰρ βάρος νὼ βασανιεῖ τῶν ῥημάτων. ΔΙΌΝΥΣΟΣ: ἴτε δεῦρό νυν, εἴπερ γε δεῖ καὶ τοῦτό με ἀνδρῶν ποιητῶν τυροπωλῆσαι τέχνην. [1370] ΧΟΡΌΣ: ἐπίπονοί γ᾽ οἱ δεξιοί. τόδε γὰρ ἕτερον αὖ τέρας νεοχμόν, ἀτοπίας πλέων, ὃ τίς ἂν ἐπενόησεν ἄλλος; ΧΟΡΌΣ: * μὰ τὸν ἐγὼ μὲν οὐδ᾽ ἂν εἴ τις 1375 ἔλεγέ μοι τῶν ἐπιτυχόντων, ἐπιθόμην, ἀλλ᾽ ᾠόμην ἂν αὐτὸν αὐτὰ ληρεῖν. Διόνυσος ΧΟΡΌΣ: ἴθι δὴ παρίστασθον παρὰ τὼ πλάστιγγ᾽, ΑἸΣΧΎΛΟΣ ΚΑΊ ΕΥ̓ΡΙΠΊΔΗΣ: ἰδού. ΔΙΌΝΥΣΟΣ: καὶ λαβομένω τὸ ῥῆμ᾽ ἑκάτερος εἴπατον, 1380 καὶ μὴ μεθῆσθον, πρὶν ἂν ἐγὼ σφῷν κοκκύσω. ΑἸΣΧΎΛΟΣ ΚΑῚ ΕΥ̓ΡΙΠΊΔΗΣ: ἐχόμεθα. ΔΙΌΝΥΣΟΣ: τοὔπος νῦν λέγετον ἐς τὸν σταθμόν. ΕΥ̓ΡΙΠΊΔΗΣ: ‘εἴθ᾽ ὤφελ᾽ Ἀργοῦς μὴ διαπτάσθαι σκάφος.’ ΑἸΣΧΎΛΟΣ: ‘Σπερχειὲ ποταμὲ βουνόμοι τ᾽ ἐπιστροφαί.’ ΔΙΌΝΥΣΟΣ: κόκκυ, μέθεσθε: καὶ πολύ γε κατωτέρω 1385 χωρεῖ τὸ τοῦδε. ΕΥ̓ΡΙΠΊΔΗΣ: καὶ τί ποτ᾽ ἐστὶ ταἴτιον; ΔΙΌΝΥΣΟΣ: ὅτι εἰσέθηκε ποταμόν, ἐριοπωλικῶς ὑγρὸν ποιήσας τοὔπος ὥσπερ τἄρια, σὺ δ᾽ εἰσέθηκας τοὔπος ἐπτερωμένον. ΕΥ̓ΡΙΠΊΔΗΣ: ἀλλ᾽ ἕτερον εἰπάτω τι κἀντιστησάτω. [1390] ΔΙΌΝΥΣΟΣ: λάβεσθε τοίνυν αὖθις. ΑἸΣΧΎΛΟΣ ΚΑΊ ΕΥ̓ΡΙΠΊΔΗΣ: ἢν ἰδού. ΔΙΌΝΥΣΟΣ: λέγε. ΕΥ̓ΡΙΠΊΔΗΣ: ‘οὐκ ἔστι Πειθοῦς ἱερὸν ἄλλο πλὴν λόγος.’ ΑἸΣΧΎΛΟΣ: ‘μόνος θεῶν γὰρ Θάνατος οὐ δώρων ἐρᾷ.’ ΔΙΌΝΥΣΟΣ: μέθεσθε μέθεσθε: καὶ τὸ τοῦδέ γ᾽ αὖ ῥέπει: θάνατον γὰρ εἰσέθηκε βαρύτατον κακόν. [1395] ΕΥ̓ΡΙΠΊΔΗΣ: ἐγὼ δὲ πειθώ γ᾽ ἔπος ἄριστ᾽ εἰρημένον. ΔΙΌΝΥΣΟΣ: πειθὼ δὲ κοῦφόν ἐστι καὶ νοῦν οὐκ ἔχον. ἀλλ᾽ ἕτερον αὖ ζήτει τι τῶν βαρυστάθμων, ὅ τι σοι καθέλξει, καρτερόν τε καὶ μέγα. ΕΥ̓ΡΙΠΊΔΗΣ: φέρε ποῦ τοιοῦτον δῆτά μοὐστί; ποῦ; ΔΙΌΝΥΣΟΣ: φράσω: 1400 ‘βέβληκ᾽ Ἀχιλλεὺς δύο κύβω καὶ τέτταρα.’ λέγοιτ᾽ ἄν, ὡς αὕτη ‘στὶ λοιπὴ σφῷν στάσις. ΕΥ̓ΡΙΠΊΔΗΣ: ‘σιδηροβριθές τ᾽ ἔλαβε δεξιᾷ ξύλον.’ ΑἸΣΧΎΛΟΣ: ‘ἐφ᾽ ἅρματος γὰρ ἅρμα καὶ νεκρῷ νεκρός.’ ΔΙΌΝΥΣΟΣ: ἐξηπάτηκεν αὖ σὲ καὶ νῦν. ΕΥ̓ΡΙΠΊΔΗΣ: τῷ τρόπῳ; [1405] ΔΙΌΝΥΣΟΣ: δύ᾽ ἅρματ᾽ εἰσέθηκε καὶ νεκρὼ δύο, οὓς οὐκ ἂν ἄραιντ᾽ οὐδ᾽ ἑκατὸν Αἰγύπτιοι. ΑἸΣΧΎΛΟΣ: καὶ μηκέτ᾽ ἔμοιγε κατ᾽ ἔπος, ἀλλ᾽ ἐς τὸν σταθμὸν αὐτὸς τὰ παιδί᾽ ἡ γυνὴ Κηφισοφῶν ἐμβὰς καθήσθω, συλλαβὼν τὰ βιβλία: 1410 ἐγὼ δὲ δύ᾽ ἔπη τῶν ἐμῶν ἐρῶ μόνον. ΔΙΌΝΥΣΟΣ: ἅνδρες φίλοι, κἀγὼ μὲν αὐτοὺς οὐ κρινῶ. οὐ γὰρ δι᾽ ἔχθρας οὐδετέρῳ γενήσομαι. τὸν μὲν γὰρ ἡγοῦμαι σοφὸν τῷ δ᾽ ἥδομαι. ΠΛΟΎΤΩΝ: οὐδὲν ἄρα πράξεις ὧνπερ ἦλθες οὕνεκα; [1415] ΔΙΌΝΥΣΟΣ: ἐὰν δὲ κρίνω; ΠΛΟΎΤΩΝ: τὸν ἕτερον λαβὼν ἄπει, ὁπότερον ἂν κρίνῃς, ἵν᾽ ἔλθῃς μὴ μάτην. εὐδαιμονοίης. φέρε πύθεσθέ μου ταδί. ἐγὼ κατῆλθον ἐπὶ ποιητήν. τοῦ χάριν; ἵν᾽ ἡ πόλις σωθεῖσα τοὺς χοροὺς ἄγῃ. 1420 ὁπότερος οὖν ἂν τῇ πόλει παραινέσῃ μᾶλλόν τι χρηστόν, τοῦτον ἄξειν μοι δοκῶ. πρῶτον μὲν οὖν περὶ Ἀλκιβιάδου τίν᾽ ἔχετον γνώμην ἑκάτερος; ἡ πόλις γὰρ δυστοκεῖ. ΕΥ̓ΡΙΠΊΔΗΣ: ἔχει δὲ περὶ αὐτοῦ τίνα γνώμην; ΔΙΌΝΥΣΟΣ: τίνα; 1425 ποθεῖ μέν, ἐχθαίρει δέ, βούλεται δ᾽ ἔχειν. ἀλλ᾽ ὅ τι νοεῖτον εἴπατον τούτου πέρι. ΕΥ̓ΡΙΠΊΔΗΣ: μισῶ πολίτην, ὅστις ὠφελεῖν πάτραν βραδὺς πέφυκε μεγάλα δὲ βλάπτειν ταχύς, καὶ πόριμον αὑτῷ τῇ πόλει δ᾽ ἀμήχανον. [1430] ΔΙΌΝΥΣΟΣ: εὖ γ᾽ ὦ Πόσειδον: σὺ δὲ τίνα γνώμην ἔχεις; ΔΙΌΝΥΣΟΣ: Δις. ΔΙΌΝΥΣΟΣ: οὐ χρὴ λέοντος σκύμνον ἐν πόλει τρέφειν, μάλιστα μὲν λέοντα μὴ ν᾽ πόλει τρέφειν, ἢν δ᾽ ἐκτραφῇ τις, τοῖς τρόποις ὑπηρετεῖν. ΔΙΌΝΥΣΟΣ: νὴ τὸν Δία τὸν σωτῆρα δυσκρίτως γ᾽ ἔχω: ὁ μὲν σοφῶς γὰρ εἶπεν, ὁ δ᾽ ἕτερος σαφῶς. 1435 ἀλλ᾽ ἔτι μίαν γνώμην ἑκάτερος εἴπατον περὶ τῆς πόλεως ἥντιν᾽ ἔχετον σωτηρίαν. ΕΥ̓ΡΙΠΊΔΗΣ: εἴ τις πτερώσας Κλεόκριτον Κινησίᾳ, αἴροιεν αὖραι πελαγίαν ὑπὲρ πλάκα. ΔΙΌΝΥΣΟΣ: γέλοιον ἂν φαίνοιτο: νοῦν δ᾽ ἔχει τίνα; [1440] ΕΥ̓ΡΙΠΊΔΗΣ: εἰ ναυμαχοῖεν κᾆτ᾽ ἔχοντες ὀξίδας ῥαίνοιεν ἐς τὰ βλέφαρα τῶν ἐναντίων. ἐγὼ μὲν οἶδα καὶ θέλω φράζειν. ΔΙΌΝΥΣΟΣ: λέγε. ΕΥ̓ΡΙΠΊΔΗΣ: ὅταν τὰ νῦν ἄπιστα πίσθ᾽ ἡγώμεθα, τὰ δ᾽ ὄντα πίστ᾽ ἄπιστα. ΔΙΌΝΥΣΟΣ: πῶς; οὐ μανθάνω. 1445 ἀμαθέστερόν πως εἰπὲ καὶ σαφέστερον. ΕΥ̓ΡΙΠΊΔΗΣ: εἰ τῶν πολιτῶν οἷσι νῦν πιστεύομεν, τούτοις ἀπιστήσαιμεν, οἷς δ᾽ οὐ χρώμεθα, τούτοισι χρησαίμεσθ᾽, ἴσως σωθεῖμεν ἄν. εἰ νῦν γε δυστυχοῦμεν ἐν τούτοισι, πῶς 1450 τἀναντί᾽ ἂν πράττοντες οὐ σῳζοίμεθ᾽ ἄν; ΔΙΌΝΥΣΟΣ: εὖ γ᾽ ὦ Παλάμηδες, ὦ σοφωτάτη φύσις. ταυτὶ πότερ᾽ αὐτὸς ηὗρες ἢ Κηφισοφῶν; ΕΥ̓ΡΙΠΊΔΗΣ: ἐγὼ μόνος: τὰς δ᾽ ὀξίδας Κηφισοφῶν. τί δαὶ σύ; τί λέγεις; ΑἸΣΧΎΛΟΣ: τὴν πόλιν νῦν μοι φράσον πρῶτον τίσι χρῆται: πότερα τοῖς χρηστοῖς; ΔΙΌΝΥΣΟΣ: πόθεν; μισεῖ κάκιστα. ΑἸΣΧΎΛΟΣ: τοῖς πονηροῖς δ᾽ ἥδεται; ΔΙΌΝΥΣΟΣ: οὐ δῆτ᾽ ἐκείνη γ᾽, ἀλλὰ χρῆται πρὸς βίαν. ΑἸΣΧΎΛΟΣ: πῶς οὖν τις ἂν σώσειε τοιαύτην πόλιν, ᾗ μήτε χλαῖνα μήτε σισύρα συμφέρει; [1460] ΔΙΌΝΥΣΟΣ: εὕρισκε νὴ Δί᾽, εἴπερ ἀναδύσει πάλιν. ΑἸΣΧΎΛΟΣ: ἐκεῖ φράσαιμ᾽ ἄν: ἐνθαδὶ δ᾽ οὐ βούλομαι. ΔΙΌΝΥΣΟΣ: μὴ δῆτα σύ γ᾽, ἀλλ᾽ ἐνθένδ᾽ ἀνίει τἀγαθά. ΑἸΣΧΎΛΟΣ: τὴν γῆν ὅταν νομίσωσι τὴν τῶν πολεμίων εἶναι σφετέραν, τὴν δὲ σφετέραν τῶν πολεμίων, 1465 πόρον δὲ τὰς ναῦς ἀπορίαν δὲ τὸν πόρον. ΔΙΌΝΥΣΟΣ: εὖ, πλήν γ᾽ ὁ δικαστὴς αὐτὰ καταπίνει μόνος. ΠΛΟΎΤΩΝ: κρίνοις ἄν. ΔΙΌΝΥΣΟΣ: αὕτη σφῷν κρίσις γενήσεται: αἱρήσομαι γὰρ ὅνπερ ἡ ψυχὴ θέλει. ΕΥ̓ΡΙΠΊΔΗΣ: μεμνημένος νυν τῶν θεῶν οὓς ὤμοσας 1470 ἦ μὴν ἀπάξειν μ᾽ οἴκαδ᾽, αἱροῦ τοὺς φίλους. ΔΙΌΝΥΣΟΣ: ‘ἡ γλῶττ᾽ ὀμώμοκ᾽,’ Αἰσχύλον δ᾽ αἱρήσομαι. ΕΥ̓ΡΙΠΊΔΗΣ: τί δέδρακας ὦ μιαρώτατ᾽ ἀνθρώπων; ΔΙΌΝΥΣΟΣ: ἐγώ; ἔκρινα νικᾶν Αἰσχύλον. τιὴ γὰρ οὔ; ΕΥ̓ΡΙΠΊΔΗΣ: αἴσχιστον ἔργον προσβλέπεις μ᾽ εἰργασμένος; [1475] ΔΙΌΝΥΣΟΣ: τί δ᾽ αἰσχρόν, ἢν μὴ τοῖς θεωμένοις δοκῇ; ΕΥ̓ΡΙΠΊΔΗΣ: ὦ σχέτλιε περιόψει με δὴ τεθνηκότα; ΔΙΌΝΥΣΟΣ: τίς οἶδεν εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν, τὸ πνεῖν δὲ δειπνεῖν, τὸ δὲ καθεύδειν κῴδιον; ΠΛΟΎΤΩΝ: χωρεῖτε τοίνυν ὦ Διόνυσ᾽ εἴσω. ΔΙΌΝΥΣΟΣ: τί δαί; [1480] ΠΛΟΎΤΩΝ: ἵνα ξενίσω ‘γὼ σφὼ πρὶν ἀποπλεῖν. ΔΙΌΝΥΣΟΣ: εὖ λέγεις νὴ τὸν Δί᾽: οὐ γὰρ ἄχθομαι τῷ πράγματι. μακάριός γ᾽ ἀνὴρ ἔχων ξύνεσιν ἠκριβωμένην. πάρα δὲ πολλοῖσιν μαθεῖν. 1485 ὅδε γὰρ εὖ φρονεῖν δοκήσας πάλιν ἄπεισιν οἴκαδ᾽ αὖ, ἐπ᾽ ἀγαθῶ μὲν τοῖς πολίταις, ἐπ᾽ ἀγαθῷ δὲ τοῖς ἑαυτοῦ ξυγγενέσι τε καὶ φίλοισι, 1490 διὰ τὸ συνετὸς εἶναι. Χορός χαρίεν οὖν μὴ Σωκράτει παρακαθήμενον λαλεῖν, ἀποβαλόντα μουσικὴν τά τε μέγιστα παραλιπόντα 1495 τῆς τραγῳδικῆς τέχνης. τὸ δ᾽ ἐπὶ σεμνοῖσιν λόγοισι καὶ σκαριφησμοῖσι λήρων διατριβὴν ἀργὸν ποιεῖσθαι, παραφρονοῦντος ἀνδρός. Πλούτων [1500] ΧΟΡΌΣ: ἄγε δὴ χαίρων Αἰσχύλε χώρει, καὶ σῷζε πόλιν τὴν ἡμετέραν γνώμαις ἀγαθαῖς καὶ παίδευσον τοὺς ἀνοήτους: πολλοὶ δ᾽ εἰσίν: καὶ δὸς τουτὶ Κλεοφῶντι φέρων 1505 καὶ τουτὶ τοῖσι πορισταῖς Μύρμηκί θ᾽ ὁμοῦ καὶ Νικομάχῳ, τόδε δ᾽ Ἀρχενόμῳ: καὶ φράζ᾽ αὐτοῖς ταχέως ἥκειν ὡς ἐμὲ δευρὶ καὶ μὴ μέλλειν: 1510 κἂν μὴ ταχέως ἥκωσιν, ἐγὼ νὴ τὸν Ἀπόλλω στίξας αὐτοὺς καὶ συμποδίσας μετ᾽ Ἀδειμάντου τοῦ Λευκολόφου κατὰ γῆς ταχέως ἀποπέμψω. Αἰσχύλος [1515] ΧΟΡΌΣ: ταῦτα ποιήσω: σὺ δὲ τὸν θᾶκον τὸν ἐμὸν παράδος Σοφοκλεῖ τηρεῖν καὶ διασῴζειν, ἢν ἄρ᾽ ἐγώ ποτε δεῦρ᾽ ἀφίκωμαι. τοῦτον γὰρ ἐγὼ σοφίᾳ κρίνω δεύτερον εἶναι. 1520 μέμνησο δ᾽ ὅπως ὁ πανοῦργος ἀνὴρ καὶ ψευδολόγος καὶ βωμολόχος μηδέποτ᾽ ἐς τὸν θᾶκον τὸν ἐμὸν μηδ᾽ ἄκων ἐγκαθεδεῖται. φαίνετε τοίνυν ὑμεῖς τούτῳ 1525 λαμπάδας ἱεράς, χἄμα προπέμπετε τοῖσιν τούτου τοῦτον μέλεσιν καὶ μολπαῖσιν κελαδοῦντες. ΧΟΡΌΣ: πρῶτα μὲν εὐοδίαν ἀγαθὴν ἀπιόντι ποιητῇ ἐς φάος ὀρνυμένῳ δότε δαίμονες οἱ κατὰ γαίας, 1530 τῇ δὲ πόλει μεγάλων ἀγαθῶν ἀγαθὰς ἐπινοίας. πάγχυ γὰρ ἐκ μεγάλων ἀχέων παυσαίμεθ᾽ ἂν οὕτως ἀργαλέων τ᾽ ἐν ὅπλοις ξυνόδων. Κλεοφῶν δὲ μαχέσθω κἄλλος ὁ βουλόμενος τούτων πατρίοις ἐν ἀρούραις.