The Knights — Aristophanes ========================== ΙΠΠΗΣ Translation/edition: Greek text Language: Ancient Greek Read in Plato Scroll: https://plato-scroll.com/s/arist-knights/ This file: https://plato-scroll.com/text/arist-knights-e.txt Other editions of this work: - Anonymous (Athenian Society, 1912): https://plato-scroll.com/text/arist-knights.txt Sources and licences: https://plato-scroll.com/attribution.html Numbers in [brackets] are the edition's reference loci (Stephanus, Bekker, book.line, page...). Superscript numerals refer to the Notes at the end. ## ΙΠΠΗΣ [5] ΔΗΜΟΣΘΈΝΗΣ: ἰατταταιὰξ τῶν κακῶν, ἰατταταῖ. κακῶς Παφλαγόνα τὸν νεώνητον κακὸν αὐταῖσι βουλαῖς ἀπολέσειαν οἱ θεοί. ἐξ οὗ γὰρ εἰσήρρησεν ἐς τὴν οἰκίαν πληγὰς ἀεὶ προστρίβεται τοῖς οἰκέταις. ΝΙΚΊΑΣ: κάκιστα δῆθ᾽οὗτός γε πρῶτος Παφλαγόνων αὐταῖς διαβολαῖς. ΔΗΜΟΣΘΈΝΗΣ: ὦ κακόδαιμον πῶς ἔχεις; ΝΙΚΊΑΣ: κακῶς καθάπερ σύ. ΔΗΜΟΣΘΈΝΗΣ: δεῦρο δὴ πρόσελθ᾽, ἵνα ξυναυλίαν κλαύσωμεν Οὐλύμπου νόμον. [10] ΔΗΜΟΣΘΈΝΗΣ ΚΑῚ ΝΙΚΊΑΣ: μυμῦ μυμῦ μυμῦ μυμῦ μυμῦ μυμῦ. ΔΗΜΟΣΘΈΝΗΣ: τί κινυρόμεθ᾽ἄλλως; οὐκ ἐχρῆν ζητεῖν τινα σωτηρίαν νῷν, ἀλλὰ μὴ κλάειν ἔτι; ΝΙΚΊΑΣ: τίς οὖν γένοιτ᾽ἄν; ΔΗΜΟΣΘΈΝΗΣ: λέγε σύ. [14] ΝΙΚΊΑΣ: σὺ μὲν οὖν μοι λέγε, ἵνα μὴ μάχωμαι. ΔΗΜΟΣΘΈΝΗΣ: μὰ τὸν Ἀπόλλω ᾽γὼ μὲν οὔ. [16] ΝΙΚΊΑΣ: πῶς ἂν σύ μοι λέξειας ἁμὲ χρὴ λέγειν; [15] ΔΗΜΟΣΘΈΝΗΣ: ἀλλ᾽εἰπὲ θαρρῶν, εἶτα κἀγὼ σοὶ φράσω. ΝΙΚΊΑΣ: ἀλλ᾽οὐκ ἔνι μοι τὸ θρέττε. πῶς ἂν οὖν ποτε εἴποιμ᾽ἂν αὐτὸ δῆτα κομψευριπικῶς; [20] ΔΗΜΟΣΘΈΝΗΣ: μὴ ᾽μοί γε, μὴ ᾽μοί, μὴ διασκανδικίσῃς· ἀλλ᾽εὑρέ τιν᾽ἀπόκινον ἀπὸ τοῦ δεσπότου. ΝΙΚΊΑΣ: λέγε δὴ μόλωμεν ξυνεχὲς ὡδὶ ξυλλαβών. ΔΗΜΟΣΘΈΝΗΣ: καὶ δὴ λέγω μόλωμεν. ΝΙΚΊΑΣ: ἐξόπισθε νῦν αὐτὸ φάθι τοῦ μόλωμεν. ΔΗΜΟΣΘΈΝΗΣ: αὐτό. [25] ΝΙΚΊΑΣ: πάνυ καλῶς. ὥσπερ δεφόμενος νῦν ἀτρέμα πρῶτον λέγε τὸ μόλωμεν, εἶτα δ᾽αὐτό, κᾆτ᾽ἐπάγων πυκνόν. ΔΗΜΟΣΘΈΝΗΣ: μόλωμεν αὐτὸ μόλωμεν αὐτομολῶμεν. ΝΙΚΊΑΣ: ἢν οὐχ ἡδύ; ΔΗΜΟΣΘΈΝΗΣ: νὴ Δία· πλήν γε περὶ τῷ δέρματι δέδοικα τουτονὶ τὸν οἰωνόν. ΝΙΚΊΑΣ: τί δαί; ΔΗΜΟΣΘΈΝΗΣ: ὁτιὴ τὸ δέρμα δεφομένων ἀπέρχεται. ΝΙΚΊΑΣ: κράτιστα τοίνυν τῶν παρόντων ἐστὶ νῷν, θεῶν ἰόντε προσπεσεῖν του πρὸς βρέτας. ΔΗΜΟΣΘΈΝΗΣ: “ποῖον βρέτας;” ἐτεὸν ἡγεῖ γὰρ θεούς; ΝΙΚΊΑΣ: ἔγωγε. ΔΗΜΟΣΘΈΝΗΣ: ποίῳ χρώμενος τεκμηρίῳ; ΝΙΚΊΑΣ: ὁτιὴ θεοῖσιν ἐχθρός εἰμ᾽. οὐκ εἰκότως; ΔΗΜΟΣΘΈΝΗΣ: εὖ προσβιβάζεις μ᾽. ἀλλ᾽ἑτέρᾳ πῃ σκεπτέον. βούλει τὸ πρᾶγμα τοῖς θεαταῖσιν φράσω; ΝΙΚΊΑΣ: οὐ χεῖρον· ἓν δ᾽αὐτοὺς παραιτησώμεθα, ἐπίδηλον ἡμῖν τοῖς προσώποισιν ποιεῖν, ἢν τοῖς ἔπεσι χαίρωσι καὶ τοῖς πράγμασιν. ΔΗΜΟΣΘΈΝΗΣ: λέγοιμ᾽ἂν ἤδη. νῷν γάρ ἐστι δεσπότης ἄγροικος ὀργὴν κυαμοτρὼξ ἀκράχολος, Δῆμος πυκνίτης, δύσκολον γερόντιον ὑπόκωφον. οὗτος τῇ προτέρᾳ νουμηνίᾳ ἐπρίατο δοῦλον, βυρσοδέψην Παφλαγόνα, πανουργότατον καὶ διαβολώτατόν τινα. οὗτος καταγνοὺς τοῦ γέροντος τοὺς τρόπους, ὁ βυρσοπαφλαγών, ὑποπεσὼν τὸν δεσπότην ᾔκαλλ᾽ἐθώπευ᾽ἐκολάκευ᾽ἐξηπάτα κοσκυλματίοις ἄκροισι τοιαυτὶ λέγων· ὦ Δῆμε λοῦσαι πρῶτον ἐκδικάσας μίαν, ἐνθοῦ ῥόφησον ἔντραγ᾽ἔχε τριώβολον. βούλει παραθῶ σοι δόρπον; εἶτ᾽ἀναρπάσας ὅ τι ἄν τις ἡμῶν σκευάσῃ, τῷ δεσπότῃ Παφλαγὼν κεχάρισται τοῦτο. καὶ πρώην γ᾽ἐμοῦ μᾶζαν μεμαχότος ἐν Πύλῳ Λακωνικήν, πανουργότατά πως περιδραμὼν ὑφαρπάσας αὐτὸς παρέθηκε τὴν ὑπ᾽ἐμοῦ μεμαγμένην, ἡμᾶς δ᾽ἀπελαύνει κοὐκ ἐᾷ τὸν δεσπότην ἄλλον θεραπεύειν, ἀλλὰ βυρσίνην ἔχων δειπνοῦντος ἑστὼς ἀποσοβεῖ τοὺς ῥήτορας. ᾄδει δὲ χρησμούς· ὁ δὲ γέρων σιβυλλιᾷ. ὁ δ᾽αὐτὸν ὡς ὁρᾷ μεμακκοακότα, τέχνην πεποίηται. τοὺς γὰρ ἔνδον ἄντικρυς ψευδῆ διαβάλλει· κᾆτα μαστιγούμεθα ἡμεῖς· Παφλαγὼν δὲ περιθέων τοὺς οἰκέτας αἰτεῖ ταράττει δωροδοκεῖ λέγων τάδε· “ὁρᾶτε τὸν Ὕλαν δι᾽ἐμὲ μαστιγούμενον; εἰ μή μ᾽ἀναπείσετ᾽, ἀποθανεῖσθε τήμερον”. ἡμεῖς δὲ δίδομεν· εἰ δὲ μή, πατούμενοι ὑπὸ τοῦ γέροντος ὀκταπλάσιον χέζομεν. νῦν οὖν ἀνύσαντε φροντίσωμεν ὦγαθέ, ποίαν ὁδὸν νὼ τρεπτέον καὶ πρὸς τίνα. ΝΙΚΊΑΣ: κράτιστ᾽ἐκείνην τὴν μόλωμεν ὦγαθέ. ΔΗΜΟΣΘΈΝΗΣ: ἀλλ᾽οὐχ οἷόν τε τὸν Παφλαγόν᾽οὐδὲν λαθεῖν· ἐφορᾷ γὰρ οὗτος πάντ᾽. ἔχει γὰρ τὸ σκέλος τὸ μὲν ἐν Πύλῳ, τὸ δ᾽ἓτερον ἐν τἠκκλησίᾳ. τοσόνδε δ᾽αὐτοῦ βῆμα διαβεβηκότος ὁ πρωκτός ἐστιν αὐτόχρημ᾽ἐν Χάοσιν, τὼ χεῖρ᾽ἐν Αἰτωλοῖς, ὁ νοῦς δ᾽ἐν Κλωπιδῶν. [80] ΝΙΚΊΑΣ: κράτιστον οὖν νῷν ἀποθανεῖν. ΔΗΜΟΣΘΈΝΗΣ: ἀλλὰ σκόπει, ὅπως ἂν ἀποθάνοιμεν ἀνδρικώτατα. ΝΙΚΊΑΣ: πῶς δῆτα πῶς γένοιτ᾽ἂν ἀνδρικώτατα; βέλτιστον ἡμῖν αἷμα ταύρειον πιεῖν. ὁ Θεμιστοκλέους γὰρ θάνατος αἱρετώτερος. ΔΗΜΟΣΘΈΝΗΣ: μὰ Δί᾽ἀλλ᾽ἄκρατον οἶνον ἀγαθοῦ δαίμονος. ἴσως γὰρ ἂν χρηστόν τι βουλευσαίμεθα. ΝΙΚΊΑΣ: ἰδού γ᾽ἄκρατον. περὶ πότου γοῦν ἐστί σοι; πῶς δ᾽ἂν μεθύων χρηστόν τι βουλεύσαιτ᾽ἀνήρ; ΔΗΜΟΣΘΈΝΗΣ: ἄληθες οὗτος; κρουνοχυτρολήραιον εἶ. οἶνον σὺ τολμᾷς εἰς ἐπίνοιαν λοιδορεῖν; οἴνου γὰρ εὕροις ἄν τι πρακτικώτερον; ὁρᾷς, ὅταν πίνωσιν ἄνθρωποι τότε πλουτοῦσι διαπράττουσι νικῶσιν δίκας εὐδαιμονοῦσιν ὠφελοῦσι τοὺς φίλους. ἀλλ᾽ἐξένεγκέ μοι ταχέως οἴνου χοᾶ, τὸν νοῦν ἵν᾽ἄρδω καὶ λέγω τι δεξιόν. ΝΙΚΊΑΣ: οἴμοι τί ποθ᾽ἡμᾶς ἐργάσει τῷ σῷ πότῳ; [100] ΔΗΜΟΣΘΈΝΗΣ: ἀγάθ᾽· ἀλλ᾽ἔνεγκ᾽· ἐγὼ δὲ κατακλινήσομαι. ἢν γὰρ μεθυσθῶ, πάντα ταυτὶ καταπάσω βουλευματίων καὶ γνωμιδίων καὶ νοιδίων. ΝΙΚΊΑΣ: ὡς εὐτυχῶς ὅτι οὐκ ἐλήφθην ἔνδοθεν κλέπτων τὸν οἶνον. ΔΗΜΟΣΘΈΝΗΣ: εἰπέ μοι Παφλαγὼν τί δρᾷ; ΝΙΚΊΑΣ: ἐπίπαστα λείξας δημιόπραθ᾽ὁ βάσκανος ῥέγκει μεθύων ἐν ταῖσι βύρσαις ὕπτιος. ΔΗΜΟΣΘΈΝΗΣ: ἴθι νυν ἄκρατον ἐγκάναξόν μοι πολὺν σπονδήν. ΝΙΚΊΑΣ: λαβὲ δὴ καὶ σπεῖσον ἀγαθοῦ δαίμονος. ΔΗΜΟΣΘΈΝΗΣ: ἕλχ᾽ἕλκε τὴν τοῦ δαίμονος τοῦ Πραμνίου. ὦ δαῖμον ἀγαθὲ σὸν τὸ βούλευμ᾽, οὐκ ἐμόν. ΝΙΚΊΑΣ: εἴπ᾽, ἀντιβολῶ, τί ἔστι; ΔΗΜΟΣΘΈΝΗΣ: τοὺς χρησμοὺς ταχὺ κλέψας ἔνεγκε τοῦ Παφλαγόνος ἔνδοθεν, ἕως καθεύδει. ΝΙΚΊΑΣ: ταῦτ᾽. ἀτὰρ τοῦ δαίμονος δέδοιχ᾽ὅπως μὴ τεύξομαι κακοδαίμονος. ΔΗΜΟΣΘΈΝΗΣ: φέρε νυν ἐγὼ μ᾽αὐτῷ προσαγάγω τὸν χοᾶ. τὸν νοῦν ἵν᾽ἄρδω καὶ λέγω τι δεξιόν. ΝΙΚΊΑΣ: ὡς μεγάλ᾽ὁ Παφλαγὼν πέρδεται καὶ ῥέγκεται, ὥστ᾽ἔλαθον αὐτὸν τὸν ἱερὸν χρησμὸν λαβών, ὅνπερ μάλιστ᾽ἐφύλαττεν. [120] ΔΗΜΟΣΘΈΝΗΣ: ὦ σοφώτατε. φέρ᾽αὐτὸν ἵν᾽ἀναγνῶ· σὺ δ᾽ἔγχεον πιεῖν ἀνύσας τι. φέρ᾽ἴδω τί ἄρ᾽ἔνεστιν αὐτόθι. ὦ λόγια. δός μοι δὸς τὸ ποτήριον ταχύ. ΝΙΚΊΑΣ: ἰδού. τί φησ᾽ὁ χρησμός; ΔΗΜΟΣΘΈΝΗΣ: ἑτέραν ἔγχεον. ΝΙΚΊΑΣ: ἐν τοῖς λογίοις ἔνεστιν “ἑτέραν ἔγχεον;” ΔΗΜΟΣΘΈΝΗΣ: ὦ Βάκι. ΝΙΚΊΑΣ: τί ἔστι; ΔΗΜΟΣΘΈΝΗΣ: δὸς τὸ ποτήριον ταχύ. ΝΙΚΊΑΣ: πολλῷ γ᾽ὁ Βάκις ἐχρῆτο τῷ ποτηρίῳ. ΔΗΜΟΣΘΈΝΗΣ: ὦ μιαρὲ Παφλαγὼν ταῦτ᾽ἄρ᾽ἐφυλάττου πάλαι, τὸν περὶ σεαυτοῦ χρησμὸν ὀρρωδῶν; ΝΙΚΊΑΣ: τιή; ΔΗΜΟΣΘΈΝΗΣ: ἐνταῦθ᾽ἔνεστιν, αὐτὸς ὡς ἀπόλλυται. ΝΙΚΊΑΣ: καὶ πῶς; [130] ΔΗΜΟΣΘΈΝΗΣ: ὅπως; ὁ χρησμὸς ἄντικρυς λέγει ὡς πρῶτα μὲν στυππειοπώλης γίγνεται, ὃς πρῶτος ἕξει τῆς πόλεως τὰ πράγματα. ΝΙΚΊΑΣ: εἷς οὑτοσὶ πώλης. τί τοὐντεῦθεν; λέγε. ΔΗΜΟΣΘΈΝΗΣ: μετὰ τοῦτον αὖθις προβατοπώλης δεύτερος. ΝΙΚΊΑΣ: δύο τώδε πώλα. καὶ τί τόνδε χρὴ παθεῖν; ΔΗΜΟΣΘΈΝΗΣ: κρατεῖν, ἕως ἕτερος ἀνὴρ βδελυρώτερος αὐτοῦ γένοιτο· μετὰ δὲ ταῦτ᾽ἀπόλλυται. ἐπιγίγνεται γὰρ βυρσοπώλης ὁ Παφλαγών, ἅρπαξ κεκράκτης Κυκλοβόρου φωνὴν ἔχων. ΝΙΚΊΑΣ: τὸν προβατοπώλην ἦν ἄρ᾽ἀπολέσθαι χρεὼν ὑπὸ βυρσοπώλου; ΔΗΜΟΣΘΈΝΗΣ: νὴ Δί᾽. [140] ΝΙΚΊΑΣ: οἴμοι δείλαιος. πόθεν οὖν ἂν ἔτι γένοιτο πώλης εἶς μόνος; ΔΗΜΟΣΘΈΝΗΣ: ἔτ᾽ἐστὶν εἷς ὑπερφυᾶ τέχνην ἔχων. ΝΙΚΊΑΣ: εἴπ᾽, ἀντιβολῶ, τίς ἐστιν; ΔΗΜΟΣΘΈΝΗΣ: εἴπω; ΝΙΚΊΑΣ: νὴ Δία. ΔΗΜΟΣΘΈΝΗΣ: ἀλλαντοπώλης ἔσθ᾽ὁ τοῦτον ἐξολῶν. [145] ΝΙΚΊΑΣ: ἀλλαντοπώλης; ὦ Πόσειδον τῆς τέχνης. φέρε ποῦ τὸν ἄνδρα τοῦτον ἐξευρήσομεν; ΔΗΜΟΣΘΈΝΗΣ: ζητῶμεν αὐτόν. ΝΙΚΊΑΣ: ἀλλ᾽ὁδὶ προσέρχεται ὥσπερ κατὰ θεὸν εἰς ἀγοράν. ΔΗΜΟΣΘΈΝΗΣ: ὦ μακάριε ἀλλαντοπῶλα, δεῦρο δεῦρ᾽ὦ φίλτατε ἀνάβαινε σωτὴρ τῇ πόλει καὶ νῷν φανείς. [150] ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τί ἔστι; τί με καλεῖτε; ΔΗΜΟΣΘΈΝΗΣ: δεῦρ᾽ἔλθ᾽, ἵνα πύθῃ ὡς εὐτυχὴς εἶ καὶ μεγάλως εὐδαιμονεῖς. ΝΙΚΊΑΣ: ἴθι δὴ κάθελ᾽αὐτοῦ τοὐλεὸν καὶ τοῦ θεοῦ τὸν χρησμὸν ἀναδίδαξον αὐτὸν ὡς ἔχει· ἐγὼ δ᾽ἰὼν προσκέψομαι τὸν Παφλαγόνα. ΔΗΜΟΣΘΈΝΗΣ: ἄγε δὴ σὺ κατάθου πρῶτα τὰ σκεύη χαμαί· ἔπειτα τὴν γῆν πρόσκυσον καὶ τοὺς θεούς. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἰδού· τί ἔστιν; ΔΗΜΟΣΘΈΝΗΣ: ὦ μακάρι᾽ὦ πλούσιε, ὦ νῦν μὲν οὐδεὶς αὔριον δ᾽ὑπέρμεγας, ὦ τῶν Ἀθηνῶν ταγὲ τῶν εὐδαιμόνων. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τί μ᾽ὦγάθ᾽οὐ πλύνειν ἐᾷς τὰς κοιλίας πωλεῖν τε τοὺς ἀλλᾶντας, ἀλλὰ καταγελᾷς; ΔΗΜΟΣΘΈΝΗΣ: ὦ μῶρε ποίας κοιλίας; δευρὶ βλέπε. τὰς στίχας ὁρᾷς τὰς τῶνδε τῶν λαῶν; ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ὁρῶ. ΔΗΜΟΣΘΈΝΗΣ: τούτων ἁπάντων αὐτὸς ἀρχέλας ἔσει, καὶ τῆς ἀγορᾶς καὶ τῶν λιμένων καὶ τῆς πυκνός· βουλὴν πατήσεις καὶ στρατηγοὺς κλαστάσεις, δήσεις φυλάξεις, ἐν πρυτανείῳ λαικάσει. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐγώ; [170] ΔΗΜΟΣΘΈΝΗΣ: σὺ μέντοι· κοὐδέπω γε πάνθ᾽ὁρᾷς. ἀλλ᾽ἐπανάβηθι κἀπὶ τοὐλεὸν τοδὶ καὶ κάτιδε τὰς νήσους ἁπάσας ἐν κύκλῳ. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: καθορῶ. ΔΗΜΟΣΘΈΝΗΣ: τί δαί; τἀμπόρια καὶ τὰς ὁλκάδας; ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἔγωγε. ΔΗΜΟΣΘΈΝΗΣ: πῶς οὖν οὐ μεγάλως εὐδαιμονεῖς; ἔτι νῦν τὸν ὀφθαλμὸν παράβαλλ᾽ἐς Καρίαν τὸν δεξιόν, τὸν δ᾽ἕτερον ἐς Καρχηδόνα. [175] ἈΛΛΑΝΤΟΠΏΛΗΣ: εὐδαιμονήσω δ᾽εἰ διαστραφήσομαι; ΔΗΜΟΣΘΈΝΗΣ: οὐκ ἀλλὰ διὰ σοῦ ταῦτα πάντα πέρναται. γίγνει γάρ, ὡς ὁ χρησμὸς οὑτοσὶ λέγει, ἀνὴρ μέγιστος. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: εἰπέ μοι καὶ πῶς ἐγὼ ἀλλαντοπώλης ὢν ἀνὴρ γενήσομαι; ΔΗΜΟΣΘΈΝΗΣ: δι᾽αὐτὸ γάρ τοι τοῦτο καὶ γίγνει μέγας, ὁτιὴ πονηρὸς κἀξ ἀγορᾶς εἶ καὶ θρασύς. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: οὐκ ἀξιῶ ᾽γὼ ᾽μαυτὸν ἰσχύειν μέγα. [185] ΔΗΜΟΣΘΈΝΗΣ: οἴμοι τί ποτ᾽ἔσθ᾽ὅτι σαυτὸν οὐ φῂς ἄξιον; ξυνειδέναι τί μοι δοκεῖς σαυτῷ καλόν. μῶν ἐκ καλῶν εἶ κἀγαθῶν; ἈΛΛΑΝΤΟΠΏΛΗΣ: μὰ τοὺς θεοὺς εἰ μὴ ᾽κ πονηρῶν γ᾽. ΔΗΜΟΣΘΈΝΗΣ: ὦ μακάριε τῆς τύχης ὅσον πέπονθας ἀγαθὸν ἐς τὰ πράγματα. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἀλλ᾽ὦγάθ᾽οὐδὲ μουσικὴν ἐπίσταμαι πλὴν γραμμάτων, καὶ ταῦτα μέντοι κακὰ κακῶς. ΔΗΜΟΣΘΈΝΗΣ: τουτὶ μόνον σ᾽ἔβλαψεν, ὅτι καὶ κακὰ κακῶς. ἡ δημαγωγία γὰρ οὐ πρὸς μουσικοῦ ἔτ᾽ἐστὶν ἀνδρὸς οὐδὲ χρηστοῦ τοὺς τρόπους, ἀλλ᾽εἰς ἀμαθῆ καὶ βδελυρόν. ἀλλὰ μὴ παρῇς ἅ σοι διδόασ᾽ἐν τοῖς λογίοισιν οἱ θεοί. [195] ἈΛΛΑΝΤΟΠΏΛΗΣ: πῶς δῆτά φησ᾽ὁ χρησμός; ΔΗΜΟΣΘΈΝΗΣ: εὖ νὴ τοὺς θεοὺς καὶ ποικίλως πως καὶ σοφῶς ᾐνιγμένος· ἀλλ᾽ὁπόταν μάρψῃ βυρσαίετος ἀγκυλοχήλης γαμφηλῇσι δράκοντα κοάλεμον αἱματοπώτην, δὴ τότε Παφλαγόνων μὲν ἀπόλλυται ἡ σκοροδάλμη, κοιλιοπώλῃσιν δὲ θεὸς μέγα κῦδος ὀπάζει, αἴ κεν μὴ πωλεῖν ἀλλᾶντας μᾶλλον ἕλωνται. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: πῶς οὖν πρὸς ἐμὲ ταῦτ᾽ἐστίν; ἀναδίδασκέ με. ΔΗΜΟΣΘΈΝΗΣ: βυρσαίετος μὲν ὁ Παφλαγών ἐσθ᾽οὑτοσί. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τί δ᾽ἀγκυλοχήλης ἐστίν; [205] ΔΗΜΟΣΘΈΝΗΣ: αὐτό που λέγει, ὅτι ἀγκύλαις ταῖς χερσὶν ἁρπάζων φέρει. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ὁ δράκων δὲ πρὸς τί; [210] ΔΗΜΟΣΘΈΝΗΣ: τοῦτο περιφανέστατον. ὁ δράκων γάρ ἐστι μακρὸν ὅ τ᾽ἀλλᾶς αὖ μακρόν. εἶθ᾽αἱματοπώτης ἔσθ᾽ὅ τ᾽ἀλλᾶς χὠ δράκων· τὸν οὖν δράκοντά φησι τὸν βυρσαίετον ἤδη κρατήσειν, αἴ κε μὴ θαλφθῇ λόγοις. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τὰ μὲν λόγι᾽αἰκάλλει με· θαυμάζω δ᾽ὅπως τὸν δῆμον οἷός τ᾽ἐπιτροπεύειν εἴμ᾽ἐγώ. ΔΗΜΟΣΘΈΝΗΣ: φαυλότατον ἔργον· ταῦθ᾽ἅπερ ποιεῖς ποίει· τάραττε καὶ χόρδευ᾽ὁμοῦ τὰ πράγματα ἅπαντα, καὶ τὸν δῆμον ἀεὶ προσποιοῦ ὑπογλυκαίνων ῥηματίοις μαγειρικοῖς. τὰ δ᾽ἄλλα σοι πρόσεστι δημαγωγικά, φωνὴ μιαρά, γέγονας κακῶς, ἀγοραῖος εἶ· ἔχεις ἅπαντα πρὸς πολιτείαν ἃ δεῖ· χρησμοί τε συμβαίνουσι καὶ τὸ Πυθικόν. ἀλλὰ στεφανοῦ καὶ σπένδε τῷ Κοαλέμῳ· χὤπως ἀμυνεῖ τὸν ἄνδρα. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: καὶ τίς ξύμμαχος γενήσεταί μοι; καὶ γὰρ οἵ τε πλούσιοι δεδίασιν αὐτὸν ὅ τε πένης βδύλλει λεώς. ΔΗΜΟΣΘΈΝΗΣ: ἀλλ᾽εἰσὶν ἱππῆς ἄνδρες ἀγαθοὶ χίλιοι μισοῦντες αὐτόν, οἳ βοηθήσουσί σοι, καὶ τῶν πολιτῶν οἱ καλοί τε κἀγαθοί, καὶ τῶν θεατῶν ὅστις ἐστὶ δεξιός, κἀγὼ μετ᾽αὐτῶν χὠ θεὸς ξυλλήψεται. καὶ μὴ δέδιθ᾽· οὐ γάρ ἐστιν ἐξῃκασμένος, ὑπὸ τοῦ δέους γὰρ αὐτὸν οὐδεὶς ἤθελεν τῶν σκευοποιῶν εἰκάσαι. πάντως γε μὴν γνωσθήσεται· τὸ γὰρ θέατρον δεξιόν. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: οἴμοι κακοδαίμων ὁ Παφλαγὼν ἐξέρχεται. ΚΛΈΩΝ: οὔτοι μὰ τοὺς δώδεκα θεοὺς χαιρήσετον, ὁτιὴ ᾽πὶ τῷ δήμῳ ξυνόμνυτον πάλαι. τουτὶ τί δρᾷ τὸ Χαλκιδικὸν ποτήριον; οὐκ ἔσθ᾽ὅπως οὐ Χαλκιδέας ἀφίστατον. ἀπολεῖσθον ἀποθανεῖσθον ὦ μιαρωτάτω. ΔΗΜΟΣΘΈΝΗΣ: οὗτος τί φεύγεις; οὐ μενεῖς; ὦ γεννάδα ἀλλαντοπῶλα μὴ προδῷς τὰ πράγματα. ἄνδρες ἱππῆς παραγένεσθε· νῦν ὁ καιρός. ὦ Σίμων, ὦ Παναίτι᾽οὐκ ἐλᾶτε πρὸς τὸ δεξιὸν κέρας; ἅνδρες ἐγγύς. ἀλλ᾽ἀμύνου κἀπαναστρέφου πάλιν. ὁ κονιορτὸς δῆλος αὐτῶν ὡς ὁμοῦ προσκειμένων. ἀλλ᾽ἀμύνου καὶ δίωκε καὶ τροπὴν αὐτοῦ ποιοῦ. ΧΟΡΌΣ ἹΠΠΕΩ͂Ν: παῖε παῖε τὸν πανοῦργον καὶ ταραξιππόστρατον καὶ τελώνην καὶ φάραγγα καὶ Χάρυβδιν ἁρπαγῆς, καὶ πανοῦργον καὶ πανοῦργον· πολλάκις γὰρ αὔτ᾽ἐρῶ. καὶ γὰρ οὗτος ἦν πανοῦργος πολλάκις τῆς ἡμέρας. ἀλλὰ παῖε καὶ δίωκε καὶ τάραττε καὶ κύκα καὶ βδελύττου, καὶ γὰρ ἡμεῖς, κἀπικείμενος βόα· εὐλαβοῦ δὲ μὴ ᾽κφύγῃ σε· καὶ γὰρ οἶδε τὰς ὁδούς, ἅσπερ Εὐκράτης ἔφευγεν εὐθὺ τῶν κυρηβίων. ΚΛΈΩΝ: ὦ γέροντες ἡλιασταί, φράτερες τριωβόλου, οὓς ἐγὼ βόσκω κεκραγὼς καὶ δίκαια κἄδικα, παραβοηθεῖθ᾽, ὡς ὑπ᾽ἀνδρῶν τύπτομαι ξυνωμοτῶν. [265] ΧΟΡΌΣ: ἐν δίκῃ γ᾽, ἐπεὶ τὰ κοινὰ πρὶν λαχεῖν κατεσθίεις, κἀποσυκάζεις πιέζων τοὺς ὑπευθύνους σκοπῶν, ὅστις αὐτῶν ὠμός ἐστιν ἢ πέπων ἢ μὴ πέπων, κἄν τιν᾽αὐτῶν γνῷς ἀπράγμον᾽ὄντα καὶ κεχηνότα, καταγαγὼν ἐκ Χερρονήσου διαβαλὼν ἀγκυρίσας εἶτ᾽ἀποστρέψας τὸν ὦμον αὐτὸν ἐνεκολήβασας· καὶ σκοπεῖς γε τῶν πολιτῶν ὅστις ἐστὶν ἀμνοκῶν, πλούσιος καὶ μὴ πονηρὸς καὶ τρέμων τὰ πράγματα. ΚΛΈΩΝ: ξυνεπίκεισθ᾽ὑμεῖς; ἐγὼ δ᾽ἄνδρες δι᾽ὑμᾶς τύπτομαι, ὅτι λέγειν γνώμην ἔμελλον ὡς δίκαιον ἐν πόλει ἑστάναι μνημεῖον ὑμῶν ἐστιν ἀνδρείας χάριν. ΧΟΡΌΣ: ὡς δ᾽ἀλαζών, ὡς δὲ μάσθλης· εἶδες οἷ᾽ὑπέρχεται ὡσπερεὶ γέροντας ἡμᾶς καὶ κοβαλικεύεται; ἀλλ᾽ἐὰν ταύτῃ γε νικᾷ, ταυτῃὶ πεπλήξεται· ἢν δ᾽ὑπεκκλίνῃ γε δευρί, τὸ σκέλος κυρηβάσει. ΚΛΈΩΝ: ὦ πόλις καὶ δῆμ᾽ὑφ᾽οἵων θηρίων γαστρίζομαι. ΧΟΡΌΣ: καὶ κέκραγας, ὥσπερ ἀεὶ τὴν πόλιν καταστρέφει; [275] ΚΛΈΩΝ: ἀλλ᾽ἐγώ σε τῇ βοῇ ταύτῃ γε πρῶτα τρέψομαι. ΧΟΡΌΣ: ἀλλ᾽ἐὰν μέντοι γε νικᾷς τῇ βοῇ, τήνελλος εἶ· ἢν δ᾽ἀναιδείᾳ παρέλθῃ σ᾽, ἡμέτερος ὁ πυραμοῦς. ΚΛΈΩΝ: τουτονὶ τὸν ἄνδρ᾽ἐγὼ ᾽νδείκνυμι, καὶ φήμ᾽ἐξάγειν ταῖσι Πελοποννησίων τριήρεσι ζωμεύματα. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ναὶ μὰ Δία κἄγωγε τοῦτον, ὅτι κενῇ τῇ κοιλίᾳ ἐσδραμὼν ἐς τὸ πρυτανεῖον, εἶτα πάλιν ἐκθεῖ πλέᾳ. ΔΗΜΟΣΘΈΝΗΣ: νὴ Δί᾽ἐξάγων γε τἀπόρρηθ᾽, ἅμ᾽ἄρτον καὶ κρέας καὶ τέμαχος, οὗ Περικλέης οὐκ ἠξιώθη πώποτε. ΚΛΈΩΝ: ἀποθανεῖσθον αὐτίκα μάλα. [285] ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τριπλάσιον κεκράξομαί σου. ΚΛΈΩΝ: καταβοήσομαι βοῶν σε. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: κατακεκράξομαί σε κράζων. ΚΛΈΩΝ: διαβαλῶ σ᾽ἐὰν στρατηγῇς. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: κυνοκοπήσω σου τὸ νῶτον. [290] ΚΛΈΩΝ: περιελῶ σ᾽ἀλαζονείαις. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ὑποτεμοῦμαι τὰς ὁδούς σου. ΚΛΈΩΝ: βλέψον ἔς μ᾽ἀσκαρδάμυκτος. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐν ἀγορᾷ κἀγὼ τέθραμμαι. ΚΛΈΩΝ: διαφορήσω σ᾽εἴ τι γρύξει. [295] ἈΛΛΑΝΤΟΠΏΛΗΣ: κοπροφορήσω σ᾽εἰ λαλήσεις. ΚΛΈΩΝ: ὁμολογῶ κλέπτειν· σὺ δ᾽οὐχί. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: νὴ τὸν Ἑρμῆν τὸν ἀγοραῖον, κἀπιορκῶ γε βλεπόντων. ΚΛΈΩΝ: ἀλλότρια τοίνυν σοφίζει, καὶ φανῶ σε τοῖς πρυτάνεσιν ἀδεκατεύτους τῶν θεῶν ἱερὰς χοντα κοιλίας. [313] ΧΟΡΌΣ: ὦ μιαρὲ καὶ βδελυρὲ “καὶ κεκράκτα”, τοῦ σοῦ θράσους πᾶσα μὲν γῆ πλέα, πᾶσα δ᾽ἐκκλησία, καὶ τέλη καὶ γραφαὶ καὶ δικαστήρι᾽, ὦ βορβοροτάραξι καὶ τὴν πόλιν ἅπασαν ἡμῶν ἀνατετυρβακώς, ὅστις ἡμῶν τὰς Ἀθήνας ἐκκεκώφωκας βοῶν, κἀπὸ τῶν πετρῶν ἄνωθεν τοὺς φόρους θυννοσκοπῶν. ΚΛΈΩΝ: οἶδ᾽ἐγὼ τὸ πρᾶγμα τοῦθ᾽ὅθεν πάλαι καττύεται. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: εἰ δὲ μὴ σύ γ᾽οἶσθα κάττυμ᾽, οὐδ᾽ἐγὼ χορδεύματα, ὅστις ὑποτέμνων ἐπώλεις δέρμα μοχθηροῦ βοὸς τοῖς ἀγροίκοισιν πανούργως, ὥστε φαίνεσθαι παχύ, καὶ πρὶν ἡμέραν φορῆσαι μεῖζον ἦν δυοῖν δοχμαῖν. ΔΗΜΟΣΘΈΝΗΣ: νὴ Δία κἀμὲ τοῦτ᾽ἔδρασε ταὐτόν, ὥστε κατάγελων πάμπολυν τοῖς δημόταισι καὶ φίλοις παρασχεθεῖν· πρὶν γὰρ εἶναι Περγασῆσιν ἔνεον ἐν ταῖς ἐμβάσιν. ΧΟΡΌΣ: ἆρα δῆτ᾽οὐκ ἀπ᾽ἀρχῆς ἐδήλους ἀναίδειαν, ἥπερ μόνη προστατεῖ ῥητόρων; ᾗ σὺ πιστεύων ἀμέλγεις τῶν ξένων τοὺς καρπίμους, πρῶτος ὤν· ὁ δ᾽Ἱπποδάμου λείβεται θεώμενος. ἀλλ᾽ἐφάνη γὰρ ἀνὴρ ἕτερος πολὺ σοῦ μιαρώτερος, ὥστε με χαίρειν, ὅς σε παύσει καὶ πάρεισι, δῆλός ἐστιν αὐτόθεν, πανουργίᾳ τε καὶ θράσει καὶ κοβαλικεύμασιν. ἀλλ᾽ὦ τραφεὶς ὅθενπέρ εἰσιν ἄνδρες οἵπερ εἰσίν, νῦν δεῖξον ὡς οὐδὲν λέγει τὸ σωφρόνως τραφῆναι. [335] ἈΛΛΑΝΤΟΠΏΛΗΣ: καὶ μὴν ἀκούσαθ᾽οἷός ἐστιν οὑτοσὶ πολίτης. ΚΛΈΩΝ: οὐκ αὖ μ᾽ἐάσεις; ἈΛΛΑΝΤΟΠΏΛΗΣ: μὰ Δί᾽ἐπεὶ κἀγὼ πονηρός εἰμι. ΧΟΡΌΣ: ἐὰν δὲ μὴ ταύτῃ γ᾽ὑπείκῃ, λέγ᾽ὅτι κἀκ πονηρῶν. ΚΛΈΩΝ: οὐκ αὖ μ᾽ἐάσεις; ἈΛΛΑΝΤΟΠΏΛΗΣ: μὰ Δία. ΚΛΈΩΝ: ναὶ μὰ Δία. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: μὰ τὸν Ποσειδῶ. ἀλλ᾽αὐτὸ περὶ τοῦ πρότερος εἰπεῖν πρῶτα διαμαχοῦμαι. [340] ΚΛΈΩΝ: οἴμοι διαρραγήσομαι. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: καὶ μὴν ἐγὼ οὐ παρήσω. ΧΟΡΌΣ: πάρες πάρες πρὸς τῶν θεῶν αὐτῷ διαρραγῆναι. ΚΛΈΩΝ: τῷ καὶ πεποιθὼς ἀξιοῖς ἐμοῦ λέγειν ἔναντα; ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ὁτιὴ λέγειν οἷός τε κἀγὼ καὶ καρυκοποιεῖν. [350] ΚΛΈΩΝ: ἰδοὺ λέγειν. καλῶς γ᾽ἂν οὖν σὺ πρᾶγμα προσπεσόν σοι ὠμοσπάρακτον παραλαβὼν μεταχειρίσαιο χρηστῶς. ἀλλ᾽οἶσθ᾽ὅπερ πεπονθέναι δοκεῖς; ὅπερ τὸ πλῆθος. εἴ που δικίδιον εἶπας εὖ κατὰ ξένου μετοίκου, τὴν νύκτα θρυλῶν καὶ λαλῶν ἐν ταῖς ὁδοῖς σεαυτῷ, ὕδωρ τε πίνων κἀπιδεικνὺς τοὺς φίλους τ᾽ἀνιῶν, ᾤου δυνατὸς εἶναι λέγειν. ὦ μῶρε τῆς ἀνοίας. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τί δαὶ σὺ πίνων τὴν πόλιν πεποίηκας, ὥστε νυνὶ ὑπὸ σοῦ μονωτάτου κατεγλωττισμένην σιωπᾶν; [355] ΚΛΈΩΝ: ἐμοὶ γὰρ ἀντέθηκας ἀνθρώπων τίν᾽; ὅστις εὐθὺς θύννεια θερμὰ καταφαγών, κᾆτ᾽ἐπιπιὼν ἀκράτου οἴνου χοᾶ κασαλβάσω τοὺς ἐν Πύλῳ στρατηγούς. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐγὼ δέ γ᾽ἤνυστρον βοὸς καὶ κοιλίαν ὑείαν καταβροχθίσας κᾆτ᾽ἐπιπιὼν τὸν ζωμὸν ἀναπόνιπτος λαρυγγιῶ τοὺς ῥήτορας καὶ Νικίαν ταράξω. [360] ΧΟΡΌΣ: τὰ μὲν ἄλλα μ᾽ἤρεσας λέγων·. ἓν δ᾽οὐ προσίεταί με, τῶν πραγμάτων ὁτιὴ μόνος τὸν ζωμὸν ἐκροφήσει. ΚΛΈΩΝ: ἀλλ᾽οὐ λάβρακας καταφαγὼν Μιλησίους κλονήσεις. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἀλλὰ σχελίδας ἐδηδοκὼς ὠνήσομαι μέταλλα. ΚΛΈΩΝ: ἐγὼ δ᾽ἐπεσπηδῶν γε τὴν βουλὴν βίᾳ κυκήσω. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐγὼ δὲ κινήσω γέ σου τὸν πρωκτὸν ἀντὶ φύσκης. [365] ΚΛΈΩΝ: ἐγὼ δέ γ᾽ἐξέλξω σε τῆς πυγῆς θύραζε κύβδα. ΧΟΡΌΣ: νὴ τὸν Ποσειδῶ κἀμέ τἄρ᾽, ἤνπερ γε τοῦτον ἕλκῃς. ΚΛΈΩΝ: οἷόν σε δήσω <᾽ν> τῷ ξύλῳ. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: διώξομαί σε δειλίας. ΚΛΈΩΝ: ἡ βύρσα σου θρανεύσεται. [370] ἈΛΛΑΝΤΟΠΏΛΗΣ: δερῶ σε θύλακον κλοπῆς. ΚΛΈΩΝ: διαπατταλευθήσει χαμαί. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: περικόμματ᾽ἔκ σου σκευάσω. ΚΛΈΩΝ: τὰς βλεφαρίδας σου παρατιλῶ. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τὸν πρηγορεῶνά σοὐκτεμῶ. ΔΗΜΟΣΘΈΝΗΣ: καὶ νὴ Δί᾽ἐμβαλόντες αὐτῷ πάτταλον μαγειρικῶς ἐς τὸ στόμ᾽, εἶτα δ᾽ἔνδοθεν τὴν γλῶτταν ἐξείραντες αὐτοῦ σκεψόμεσθ᾽εὖ κἀνδρικῶς κεχηνότος τὸν πρωκτὸν εἰ χαλαζᾷ. [390] ΧΟΡΌΣ: ἦν ἄρα πυρός γ᾽ἕτερα θερμότερα καὶ λόγων ἐν πόλει τῶν ἀναιδῶν ἀναιδέστεροι· καὶ τὸ πρᾶγμ᾽ ἦν ἄρ᾽οὐ φαῦλον ὧδ᾽. . . ἀλλ᾽ἔπιθι καὶ στρόβει, μηδὲν ὀλίγον ποίει. νῦν γὰρ ἔχεται μέσος· ὡς ἐὰν νυνὶ μαλάξῃς αὐτὸν ἐν τῇ προσβολῇ, δειλὸν εὑρήσεις· ἐγὼ γὰρ τοὺς τρόπους ἐπίσταμαι. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἀλλ᾽ὅμως οὗτος τοιοῦτος ὢν ἅπαντα τὸν βίον, κᾆτ᾽ἀνὴρ ἔδοξεν εἶναι, τἀλλότριον ἀμῶν θέρος. νῦν δὲ τοὺς στάχυς ἐκείνους, οὓς ἐκεῖθεν ἤγαγεν, ἐν ξύλῳ δήσας ἀφαύει κἀποδόσθαι βούλεται. ΚΛΈΩΝ: οὐ δέδοιχ᾽ὑμᾶς, ἕως ἂν ζῇ τὸ βουλευτήριον καὶ τὸ τοῦ δήμου πρόσωπον μακκοᾷ καθήμενον. ΧΟΡΌΣ: ὡς δὲ πρὸς πᾶν ἀναιδεύεται κοὐ μεθίστησι τοῦ χρώματος τοῦ παρεστηκότος. εἴ σε μὴ μισῶ, γενοίμην ἐν Κρατίνου κῴδιον, καὶ διδασκοίμην προσᾴδειν Μορσίμου τραγῳδίᾳ. ὦ περὶ πάντ᾽ἐπὶ πᾶσί τε πράγμασι δωροδόκοισιν ἐπ᾽ἄνθεσιν ἵζων, εἴθε φαύλως ὥσπερ ηὗρες ἐκβάλοις τὴν ἔνθεσιν. ᾄσαιμι γὰρ τότ᾽ἂν μόνον, “πῖνε πῖν᾽ἐπὶ συμφοραῖς”. τὸν Ἰουλίου τ᾽ἂν οἴομαι γέροντα πυροπίπην ἡσθέντ᾽ἰηπαιωνίσαι καὶ βακχέβακχον ᾆσαι. [410] ΚΛΈΩΝ: οὔτοί μ᾽ὑπερβαλεῖσθ᾽ἀναιδείᾳ μὰ τὸν Ποσειδῶ, ἢ μή ποτ᾽ἀγοραίου Διὸς σπλάλχνοισι παραγενοίμην. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἔγωγε νὴ τοὺς κονδύλους οὓς πολλὰ δὴ ᾽πὶ πολλοῖς ἠνεσχόμην ἐκ παιδίων, μαχαιρίδων τε πληγάς, ὑπερβαλεῖσθαί σ᾽οἴομαι τούτοισιν, ἢ μάτην γ᾽ἂν ἀπομαγδαλιὰς σιτούμενος τοσοῦτος ἐκτραφείην. ΚΛΈΩΝ: ἀπομαγδαλιὰς ὥσπερ κύων; ὦ παμπόνηρε πῶς οὖν κυνὸς βορὰν σιτούμενος μαχεῖ σὺ κυνοκεφάλλῳ; [420] ἈΛΛΑΝΤΟΠΏΛΗΣ: καὶ νὴ Δί᾽ἄλλα γ᾽ἐστί μου κόβαλα παιδὸς ὄντος. ἐξηπάτων γὰρ τοὺς μαγείρους ἐπιλέγων τοιαυτί· “σκέψασθε παῖδες· οὐχ ὁρᾶθ᾽; ὥρα νέα, χελιδών”. οἱ δ᾽ἔβλεπον, κἀγὼ ᾽ν τοσούτῳ τῶν κρεῶν ἔκλεπτον. ΧΟΡΌΣ: ὦ δεξιώτατον κρέας σοφῶς γε προὐνοήσω· ὥσπερ ἀκαλήφας ἐσθίων πρὸ χελιδόνων ἔκλεπτες. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: καὶ ταῦτα δρῶν ἐλάνθανόν γ᾽· εἰ δ᾽οὖν ἴδοι τις αὐτῶν, ἀποκρυπτόμενος ἐς τὼ κοχώνα τοὺς θεοὺς ἀπώμνυν· ὥστ᾽εἶπ᾽ἀνὴρ τῶν ῥητόρων ἰδών με τοῦτο δρῶντα· “οὐκ ἔσθ᾽ὅπως ὁ παῖς ὅδ᾽οὐ τὸν δῆμον ἐπιτροπεύσει”. ΧΟΡΌΣ: εὖ γε ξυνέβαλεν αὔτ᾽· ἀτὰρ δῆλόν γ᾽ἀφ᾽οὗ ξυνέγνω· ὁτιὴ ᾽πιώρκεις θ᾽ἡρπακὼς καὶ κρέας ὁ πρωκτὸς εἶχεν. ΚΛΈΩΝ: ἐγώ σε παύσω τοῦ θράσους, οἶμαι δὲ μᾶλλον ἄμφω. ἔξειμι γάρ σοι λαμπρὸς ἤδη καὶ μέγας καθιείς, ὁμοῦ ταράττων τήν τε γῆν καὶ τὴν θάλατταν εἰκῇ. Ἀλλαντοπώλης ἐγὼ δὲ συστείλας γε τοὺς ἀλλᾶντας εἶτ᾽ἀφήσω κατὰ κῦμ᾽ἐμαυτὸν οὔριον, κλάειν σε μακρὰ κελεύσας. ΔΗΜΟΣΘΈΝΗΣ: κἄγωγ᾽, ἐάν τι παραχαλᾷ, τὴν ἀντλίαν φυλάξω. ΚΛΈΩΝ: οὔτοι μὰ τὴν Δήμητρα καταπροίξει τάλαντα πολλὰ κλέψας Ἀθηναίων. ΔΗΜΟΣΘΈΝΗΣ: ἄθρει καὶ τοῦ ποδὸς παρίει· ὡς οὗτος ἤδη καικίας καὶ συκοφαντίας πνεῖ. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: σὲ δ᾽ἐκ Ποτειδαίας ἔχοντ᾽εὖ οἶδα δέκα τάλαντα. ΚΛΈΩΝ: τί δῆτα; βούλει τῶν ταλάντων ἓν λαβὼν σιωπᾶν; ΧΟΡΌΣ: ἁνὴρ ἂν ἡδέως λάβοι. τοὺς τερθρίους παρίει· τὸ πνεῦμ᾽ἔλαττον γίγνεται. ΚΛΈΩΝ: φεύξει γραφὰς . . . ἑκατονταλάντους τέτταρας. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: σὺ δ᾽ἀστρατείας γ᾽εἴκοσιν, κλοπῆς δὲ πλεῖν ἢ χιλίας. ΚΛΈΩΝ: ἐκ τῶν ἀλιτηρίων σέ φημι γεγονέναι τῶν τῆς θεοῦ. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τὸν πάππον εἶναί φημί σου τῶν δορυφόρων — ΚΛΈΩΝ: ποίων; φράσον. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τῶν Βυρσίνης τῆς Ἱππίου. [450] ΚΛΈΩΝ: κόβαλος εἶ. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: πανοῦργος εἶ. ΧΟΡΌΣ: παῖ᾽ἀνδρικῶς. ΚΛΈΩΝ: ἰοὺ ἰού, τύπτουσί μ᾽οἱ ξυνωμόται. [460] ΧΟΡΌΣ: παῖ᾽αὐτὸν ἀνδρειότατα, καὶ γάστριζε καὶ τοῖς ἐντέροις καὶ τοῖς κόλοις, χὤπως κολᾷ τὸν ἄνδρα. ὦ γεννικώτατον κρέας ψυχήν τ᾽ἄριστε πάντων, καὶ τῇ πόλει σωτὴρ φανεὶς ἡμῖν τε τοῖς πολίταις, ὡς εὖ τὸν ἄνδρα ποικίλως θ᾽ὑπῆλθες ἐν λόγοισιν. πῶς ἄν σ᾽ἐπαινέσαιμεν οὕτως ὥσπερ ἡδόμεσθα; ΚΛΈΩΝ: ταυτὶ μὰ τὴν Δήμητρά μ᾽οὐκ ἐλάνθανεν τεκταινόμενα τὰ πράγματ᾽, ἀλλ᾽ἠπιστάμην γομφούμεν᾽αὐτὰ πάντα καὶ κολλώμενα. ΧΟΡΌΣ: οἴμοι σὺ δ᾽οὐδὲν ἐξ ἁμαξουργοῦ λέγεις; ἈΛΛΑΝΤΟΠΏΛΗΣ: οὔκουν μ᾽ἐν Ἄργει γ᾽οἷα πράττεις λανθάνει. πρόφασιν μὲν Ἀργείους φίλους ἡμῖν ποιεῖ, ἰδίᾳ δ᾽ἐκεῖ Λακεδαιμονίοις ξυγγίγνεται. καὶ ταῦτ᾽ἐφ᾽οἷσίν ἐστι συμφυσώμενα ἐγᾦδ᾽· ἐπὶ γὰρ τοῖς δεδεμένοις χαλκεύεται. [470] ΧΟΡΌΣ: εὖ γ᾽εὖ γε, χάλκεὐ ἀντὶ τῶν κολλωμένων. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: καὶ ξυγκροτοῦσιν ἄνδρες αὔτ᾽ἐκεῖθεν αὖ, καὶ ταῦτά μ᾽οὔτ᾽ἀργύριον οὔτε χρυσίον διδοὺς ἀναπείσεις οὔτε προσπέμπων φίλους, ὅπως ἐγὼ ταῦτ᾽οὐκ Ἀθηναίοις φράσω. ΚΛΈΩΝ: ἐγὼ μὲν οὖν αὐτίκα μάλ᾽ἐς βουλὴν ἰὼν ὑμῶν ἁπάντων τὰς ξυνωμοσίας ἐρῶ, καὶ τὰς ξυνόδους τὰς νυκτερινὰς τὰς ἐν πόλει, καὶ πάνθ᾽ἃ Μήδοις καὶ βασιλεῖ ξυνόμνυτε, καὶ τἀκ Βοιωτῶν ταῦτα συντυρούμενα. [480] ἈΛΛΑΝΤΟΠΏΛΗΣ: πῶς οὖν ὁ τυρὸς ἐν Βοιωτοῖς ὤνιος; ΚΛΈΩΝ: ἐγώ σε νὴ τὸν Ἡρακλέα παραστορῶ. ΧΟΡΌΣ: ἄγε δὴ σὺ τίνα νοῦν ἢ τίνα ψυχὴν ἔχεις; νυνί γε δείξεις, εἴπερ ἀπεκρύψω τότε ἐς τὼ κοχώνα τὸ κρέας, ὡς αὐτὸς λέγεις· θεύσει γὰρ ᾄξας ἐς τὸ βουλευτήριον, ὡς οὗτος ἐσπεσὼν ἐκεῖσε διαβαλεῖ ἡμᾶς ἅπαντας καὶ κράγον κεκράξεται. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἀλλ᾽εἶμι· πρῶτον δ᾽ὡς ἔχω τὰς κοιλίας καὶ τὰς μαχαίρας ἐνθαδὶ καταθήσομαι. ΔΗΜΟΣΘΈΝΗΣ: ἔχε νυν, ἄλειψον τὸν τράχηλον τουτῳί, ἵν᾽ἐξολισθάνειν δύνῃ τὰς διαβολάς. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἀλλ᾽εὖ λέγεις καὶ παιδοτριβικῶς ταυταγί. ΔΗΜΟΣΘΈΝΗΣ: ἔχε νυν, ἐπέγκαψον λαβὼν ταδί. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τί δαί; [495] ΔΗΜΟΣΘΈΝΗΣ: ἵν᾽ἄμεινον ὦ τᾶν ἐσκοροδισμένος μάχῃ. καὶ σπεῦδε ταχέως. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ταῦτα δρῶ. ΔΗΜΟΣΘΈΝΗΣ: μέμνησό νυν δάκνειν διαβάλλειν, τοὺς λόφους κατεσθίειν, χὤπως τὰ κάλλαἰ ἀποφαγὼν ἥξεις πάλιν. ΧΟΡΌΣ: ἄλλ᾽ἴθι χαίρων, καὶ πράξειας κατὰ νοῦν τὸν ἐμόν, καί σε φυλάττοι Ζεὺς ἀγοραῖος· καὶ νικήσας αὖθις ἐκεῖθεν πάλιν ὡς ἡμᾶς ἔλθοις στεφάνοις κατάπαστος. ὑμεῖς δ᾽ἡμῖν προσέχετε τὸν νοῦν τοῖς ἀναπαίστοις, ὦ παντοίας ἤδη Μούσης πειραθέντες καθ᾽ἑαυτούς. [610] ΧΟΡΌΣ: εἰ μέν τις ἀνὴρ τῶν ἀρχαίων κωμῳδοδιδάσκαλος ἡμᾶς ἠνάγκαζεν λέξοντας ἔπη πρὸς τὸ θέατρον παραβῆναι, οὐκ ἂν φαύλως ἔτυχεν τούτου· νῦν δ᾽ἄξιός ἐσθ᾽ὁ ποιητής, ὅτι τοὺς αὐτοὺς ἡμῖν μισεῖ τολμᾷ τε λέγειν τὰ δίκαια, καὶ γενναίως πρὸς τὸν τυφῶ χωρεῖ καὶ τὴν ἐριώλην. ἃ δὲ θαυμάζειν ὑμῶν φησιν πολλοὺς αὐτῷ προσιόντας καὶ βασανίζειν ὡς οὐχὶ πάλαι χορὸν αἰτοίη καθ᾽ἑαυτόν, ἡμᾶς ὑμῖν ἐκέλευε φράσαι περὶ τούτου. φησὶ γὰρ ἁνὴρ οὐχ ὑπ᾽ἀνοίας τοῦτο πεπονθὼς διατρίβειν, ἀλλὰ νομίζων κωμῳδοδιδασκαλίαν εἶναι χαλεπώτατον ἔργον ἁπάντων· πολλῶν γὰρ δὴ πειρασάντων αὐτὴν ὀλίγοις χαρίσασθαι· ὑμᾶς τε πάλαι διαγιγνώσκων ἐπετείους τὴν φύσιν ὄντας καὶ τοὺς προτέρους τῶν ποιητῶν ἅμα τῷ γήρᾳ προδιδόντας· τοῦτο μὲν εἰδὼς ἅπαθε Μάγνης ἅμα ταῖς πολιαῖς κατιούσαις, ὃς πλεῖστα χορῶν τῶν ἀντιπάλων νίκης ἔστησε τροπαῖα· πάσας δ᾽ὑμῖν φωνὰς ἱεὶς καὶ ψάλλων καὶ πτερυγίζων καὶ λυδίζων καὶ ψηνίζων καὶ βαπτόμενος βατραχείοις οὐκ ἐξήρκεσεν, ἀλλὰ τελευτῶν ἐπὶ γήρως, οὐ γὰρ ἐφ᾽ἥβης, ἐξεβλήθη πρεσβύτης ὤν, ὅτι τοῦ σκώπτειν ἀπελείφθη· εἶτα Κρατίνου μεμνημένος, ὃς πολλῷ ῥεύσας ποτ᾽ἐπαίνῳ διὰ τῶν ἀφελῶν πεδίων ἔρρει, καὶ τῆς στάσεως παρασύρων ἐφόρει τὰς δρῦς καὶ τὰς πλατάνους καὶ τοὺς ἐχθροὺς προθελύμνους· ᾆσαι δ᾽οὐκ ἦν ἐν ξυμποσίῳ πλὴν “Δωροῖ συκοπέδιλε”, καὶ “τέκτονες εὐπαλάμων ὕμνων”· οὕτως ἤνθησεν ἐκεῖνος. νυνὶ δ᾽ὑμεῖς αὐτὸν ὁρῶντες παραληροῦντ᾽οὐκ ἐλεεῖτε, ἐκπιπτουσῶν τῶν ἠλέκτρων καὶ τοῦ τόνου οὐκέτ᾽ἐνόντος τῶν θ᾽ἁρμονιῶν διαχασκουσῶν· ἀλλὰ γέρων ὢν περιέρρει, ὥσπερ Κοννᾶς, στέφανον μὲν ἔχων αὖον δίψῃ δ᾽ἀπολωλώς, ὃν χρῆν διὰ τὰς προτέρας νίκας πίνειν ἐν τῷ πρυτανείῳ, καὶ μὴ ληρεῖν ἀλλὰ θεᾶσθαι λιπαρὸν παρὰ τῷ Διονύσῳ. οἵας δὲ Κράτης ὀργὰς ὑμῶν ἠνέσχετο καὶ στυφελιγμούς, ὃς ἀπὸ σμικρᾶς δαπάνης ὑμᾶς ἀριστίζων ἀπέπεμπεν, ἀπὸ κραμβοτάτου στόματος μάττων ἀστειοτάτας ἐπινοίας· χοὖτος μέντοι μόνος ἀντήρκει, τοτὲ μὲν πίπτων τοτὲ δ᾽οὐχί. ταῦτ᾽ὀρρωδῶν διέτριβεν ἀεί, καὶ πρὸς τούτοισιν ἔφασκεν ἐρέτην χρῆναι πρῶτα γενέσθαι πρὶν πηδαλίοις ἐπιχειρεῖν, κᾆτ᾽ἐντεῦθεν πρῳρατεῦσαι καὶ τοὺς ἀνέμους διαθρῆσαι, κᾆτα κυβερνᾶν αὐτὸν ἑαυτῷ. τούτων οὖν οὕνεκα πάντων, ὅτι σωφρονικῶς κοὐκ ἀνοήτως ἐσπηδήσας ἐφλυάρει, αἴρεσθ᾽αὐτῷ πολὺ τὸ ῥόθιον, παραπέμψατ᾽ἐφ᾽ἕνδεκα κώπαις θόρυβον χρηστὸν ληναΐτην, ἵν᾽ὁ ποιητὴς ἀπίῃ χαίρων κατὰ νοῦν πράξας, φαιδρὸς λάμποντι μετώπῳ. ἵππι᾽ἄναξ Πόσειδον, ᾧ χαλκοκρότων ἵππων κτύπος καὶ χρεμετισμὸς ἁνδάνει καὶ κυανέμβολοι θοαὶ μισθοφόροι τριήρεις, μειρακίων θ᾽ἅμιλλα λαμπρυνομένων ἐν ἅρμασιν καὶ βαρυδαιμονούντων, δεῦρ᾽ἔλθ᾽ἐς χορὸν ὦ χρυσοτρίαιν᾽ὦ δελφίνων μεδέων Σουνιάρατε, ὦ Γεραίστιε παῖ Κρόνου, Φαρμίωνί τε φίλτατ᾽ἐκ τῶν ἄλλων τε θεῶν Ἀθηναίοις πρὸς τὸ παρεστός. εὐλογῆσαι βουλόμεσθα τοὺς πατέρας ἡμῶν, ὅτι ἄνδρες ἦσαν τῆσδε τῆς γῆς ἄξιοι καὶ τοῦ πέπλου, οἵτινες πεζαῖς μάχαισιν ἔν τε ναυφάρκτῳ στρατῷ πανταχοῦ νικῶντες ἀεὶ τήνδ᾽ἐκόσμησαν πόλιν· οὐ γὰρ οὐδεὶς πώποτ᾽αὐτῶν τοῦς ἐναντίους ἰδὼν ἠρίθμησεν, ἀλλ᾽ὁ θυμὸς εὐθὺς ἦν Ἀμυνίας· εἰ δέ που πέσοιεν ἐς τὸν ὦμον ἐν μάχῃ τινί, τοῦτ᾽ἀπεψήσαντ᾽ἄν, εἶτ᾽ἠρνοῦντο μὴ πεπτωκέναι, ἀλλὰ διεπάλαιον αὖθις. καὶ στρατηγὸς οὐδ᾽ἂν εἷς τῶν πρὸ τοῦ σίτησιν ᾔτησ᾽ἐρόμενος Κλεαίνετον· νῦν δ᾽ἐὰν μὴ προεδρίαν φέρωσι καὶ τὰ σιτία, οὐ μαχεῖσθαί φασιν. ἡμεῖς δ᾽ἀξιοῦμεν τῇ πόλει προῖκα γενναίως ἀμύνειν καὶ θεοῖς ἐγχωρίοις. καὶ πρὸς οὐκ αἰτοῦμεν οὐδὲν πλὴν τοσουτονὶ μόνον· ἤν ποτ᾽εἰρήνη γένηται καὶ πόνων παυσώμεθα, μὴ φθονεῖθ᾽ἡμῖν κομῶσι μηδ᾽ἀπεστλεγγισμένοις. Ὦ πολιοῦχε Παλλάς, ὦ τῆς ἱερωτάτης ἁπασῶν πολέμῳ τε καὶ ποιηταῖς δυνάμει θ᾽ὑπερφερούσης μεδέουσα χώρας, δεῦρ᾽ἀφικοῦ λαβοῦσα τὴν ἐν στρατιαῖς τε καὶ μάχαις ἡμετέραν ξυνεργὸν Νίκην, ἣ χορικῶν ἐστιν ἑταίρα τοῖς τ᾽ἐχθροῖσι μεθ᾽ἡμῶν στασιάζει. νῦν οὖν δεῦρο φάνηθι· δεῖ γὰρ τοῖς ἀνδράσι τοῖσδε πάσῃ τέχνῃ πορίσαι σε νίκην εἴπερ ποτὲ καὶ νῦν. ἃ ξύνισμεν τοῖσιν ἵπποις, βουλόμεσθ᾽ἐπαινέσαι. ἄξιοι δ᾽εἴσ᾽εὐλογεῖσθαι· πολλὰ γὰρ δὴ πάγματα ξυνδιήνεγκαν μεθ᾽ἡμῶν, ἐσβολάς τε καὶ μάχας. ἀλλὰ τἀν τῇ μὲν αὐτῶν οὐκ ἄγαν θαυμάζομεν, ὡς ὅτ᾽ἐς τὰς ἱππαγωγοὺς εἰσεπήδων ἀνδρικῶς, πριάμενοι κώθωνας, οἱ δὲ καὶ σκόροδα καὶ κρόμμυα· εἶτα τὰς κώπας λαβόντες ὥσπερ ἡμεῖς οἱ βροτοὶ ἐμβαλόντες ἀνεβρύαξαν, “ἱππαπαῖ, τίς ἐμβαλεῖ; ληπτέον μᾶλλον. τί δρῶμεν; οὐκ ἐλᾷς ὦ σαμφόρα;” ἐξεπήδων τ᾽ἐς Κόρινθον· εἶτα δ᾽οἱ νεώτεροι ταῖς ὁπλαῖς ὤρυττον εὐνὰς καὶ μετῇσαν στρώματα· ἤσθιον δὲ τοὺς παγούρους ἀντὶ ποίας Μηδικῆς, εἴ τις ἐξέρποι θύραζε κἀκ βυθοῦ θηρώμενοι· ὥστ᾽ἔφη Θέωρος εἰπεῖν καρκίνον Κορίνθιον, “δεινά γ᾽ὦ Πόσειδον εἰ μήτ᾽ἐν βυθῷ δυνήσομαι μήτε γῇ μήτ᾽ἐν θαλάττῃ διαφυγεῖν τοὺς ἱππέας”. ΧΟΡΌΣ: ὦ φίλτατ᾽ἀνδρῶν καὶ νεανικώτατε. ὅσην ἀπὼν παρέσχες ἡμῖν φροντίδα· καὶ νῦν ἐπειδὴ σῶς ἐλήλυθας πάλιν, ἄγγειλον ἡμῖν πῶς τὸ πρᾶγμ᾽ἠγωνίσω. [615] ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τί δ᾽ἄλλο γ᾽εἰ μὴ Νικόβουλος ἐγενόμην; ΧΟΡΌΣ: νῦν ἄρ᾽ἄξιόν γε πᾶσίν ἐστιν ἐπολολύξαι. ὦ καλὰ λέγων πολὺ δ᾽ἀμείνον᾽ἔτι τῶν λόγων ἐργασάμεν᾽, εἴθ᾽ἐπέλθοις ἅπαντά μοι σαφῶς· ὡς ἐγώ μοι δοκῶ κἂν μακρὰν ὁδὸν διελθεῖν ὥστ᾽ἀκοῦσαι. πρὸς τάδ᾽ὦ βέλτιστε θαρρήσας λέγ᾽, ὡς, ἅπαντες ἡδόμεσθά σοι. 623β ἈΛΛΑΝΤΟΠΏΛΗΣ: καὶ μὴν ἀκοῦσαί γ᾽ἄξιον τῶν πραγμάτων. εὐθὺς γὰρ αὐτοῦ κατόπιν ἐνθένδ᾽ἱέμην· ὁ δ᾽ἄρ᾽ἔνδον ἐλασίβροντ᾽ἀναρρηγνὺς ἔπη τερατευόμενος ἤρειδε κατὰ τῶν ἱππέων, κρημνοὺς “ἐρείδων” καὶ ξυνωμότας λέγων πιθανώταθ᾽· ἡ βουλὴ δ᾽ἅπασ᾽ἀκροωμένη ἐγένεθ᾽ὑπ᾽αὐτοῦ ψευδατραφάξυος πλέα, κἄβλεψε νᾶπυ καὶ τὰ μέτωπ᾽ἀνέσπασεν. κἄγωγ᾽ὅτε δὴ γ᾽νων ἐνδεχομένην τοὺς λόγους καὶ τοῖς φενακισμοῖσιν ἐξαπατωμένην, “ἄγε δὴ Σκίταλοι καὶ Φένακες”, ἦν δ᾽ἐγώ, “Βερέσχεθοί τε καὶ Κόβαλοι καὶ Μόθων, ἀγορά τ᾽ἐν ᾗ παῖς ὢν ἐπαιδεύθην ἐγώ, νῦν μοι φράσος καὶ γλῶτταν εὔπορον δότε φωνήν τ᾽ἀναιδῆ”. ταῦτα φροντίζοντί μοι ἐκ δεξιᾶς ἀπέπαρδε καταπύγων ἀνήρ. κἀγὼ προσέκυσα· κᾆτα τῷ πρωκτῷ θενὼν τὴν κιγκλίδ᾽ἐξήραξα κἀναχανὼν μέγα ἀνέκραγον· “ὦ βουλὴ λόγους ἀγαθοὺς φέρων εὐαγγελίσασθαι πρῶτον ὑμῖν βούλομαι· ἐξ οὗ γὰρ ἡμῖν ὁ πόλεμος κατερράγη, οὐπώποτ᾽ἀφύας εἶδον ἀξιωτέρας”. τῶν δ᾽εὐθέως τὰ πρόσωπα διεγαλήνισεν· εἶτ᾽ἐστεφάνουν μ᾽εὐαγγέλια· κἀγὼ φρασα αὐτοῖς ἀπόρρητον ποιησάμενος ταχύ, ἵνα τὰς ἀφύας ὠνοῖντο πολλὰς τοὐβολοῦ, τῶν δημιουργῶν ξυλλαβεῖν τὰ τρύβλια. οἱ δ᾽ἀνεκρότησαν καὶ πρὸς ἔμ᾽ἐκεχήνεσαν. ὁ δ᾽ὑπονοήσας ὁ Παφλαγών, εἰδὼς ἄρα οἶς ἥδεθ᾽ἡ βουλὴ μάλιστα ῥήμασιν, γνώμην ἔλεξεν· “ἄνδρες, ἤδη μοι δοκεῖ ἐπὶ συμφοραῖς ἀγαθαῖσιν εἰσηγγελμέναις εὐαγγέλια θύειν ἑκατὸν βοῦς τῇ θεῷ”. ἐπένευσεν εἰς ἐκεῖνον ἡ βουλὴ πάλιν. κἄγωγ᾽ὅτε δὴ γ᾽νων τοῖς βολίτοις ἡττημένος, διακοσίαισι βουσὶν ὑπερηκόντισα, τῇ δ᾽Ἀγροτέρᾳ κατὰ χιλιῶν παρῄνεσα εὐχὴν ποιήσασθαι χιμάρων εἰς αὔριον, αἱ τριχίδες εἰ γενοίαθ᾽ἑκατὸν τοὐβολοῦ. ἐκαραδόκησεν εἰς ἔμ᾽ἡ βουλὴ πάλιν. ὁ δὲ ταῦτ᾽ἀκούσας ἐκπλαγεὶς ἐφληνάφα. κᾆθ᾽εἷλκον αὐτὸν οἱ πρυτάνεις χοἰ τοξόται. οἱ δ᾽ἐθορύβουν περὶ τῶν ἀφύων ἑστηκότες· ὁ δ᾽ἠντεβόλει γ᾽αὐτοὺς ὀλίγον μεῖναι χρόνον, “ἵν᾽ἅτθ᾽ὁ κῆρυξ οὑκ Λακεδαίμονος λέγει πύθησθ᾽, ἀφῖκται γὰρ περὶ σπονδῶν”, λέγων. οἱ δ᾽ἐξ ἑνὸς στόματος ἅπαντες ἀνέκραγον· “νυνὶ περὶ σπονδῶν; ἐπειδή γ᾽ὦ μέλε ᾔσθοντο τὰς ἀφύας παρ᾽ἡμῖν ἀξίας. οὐ δεόμεθα σπονδῶν· ὁ πόλεμος ἑρπέτω”. ἐκεκράγεσάν τε τοὺς πρυτάνεις ἀφιέναι· εἶθ᾽ὑπερεπήδων τοὺς δρυφάκτους πανταχῇ. ἐγὼ δὲ τὰ κορίανν᾽ἐπριάμην ὑποδραμὼν ἅπαντα τά τε γήτεἰ ὅσ᾽ἦν ἐν τἀγορᾷ· ἔπειτα ταῖς ἀφύαις ἐδίδουν ἡδύσματα ἀποροῦσιν αὐτοῖς προῖκα κἀχαριζόμην. οἱ δ᾽ὑπερεπῄνουν ὑπερεπύππαζόν τέ με ἅπαντες οὕτως ὥστε τὴν βουλὴν ὅλην ὀβολοῦ κοριάννοις ἀναλαβὼν ἐλήλυθα. [690] ΧΟΡΌΣ: πάντα τοι πέπραγας οἷα χρὴ τὸν εὐτυχοῦντα· ηὗρε δ᾽ὁ πανοῦργος ἕτερον πολὺ πανουργίαις μείζοσι κεκασμένον καὶ δόλοισι ποικίλοις ῥήμασίν θ᾽αἱμύλοις. ἀλλ᾽ὅπως ἀγωνιεῖ φρόντιζε τἀπίλοιπ᾽ἄριστα· συμμάχους δ᾽ἡμᾶς ἔχων εὔνους ἐπίστασαι πάλαι. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: καὶ μὴν ὁ Παφλαγὼν οὑτοσὶ προσέρχεται, ὠθῶν κολόκυμα καὶ ταράττων καὶ κυκῶν, ὡς δὴ καταπιόμενός με. μορμὼ τοῦ θράσους. [695] ΚΛΈΩΝ: εἰ μή σ᾽ἀπολέσαιμ᾽, εἴ τι τῶν αὐτῶν ἐμοὶ ψευδῶν ἐνείη, διαπέσοιμι πανταχῇ. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἥσθην ἀπειλαῖς, ἐγέλασα ψολοκομπίαις, ἀπεπυδάρισα μόθωνα, περιεκόκκασα. ΚΛΈΩΝ: οὔτοι μὰ τὴν Δήμητρ᾽, ἐὰν μή σ᾽ἐκφάγω ἐκ τῆσδε τῆς γῆς, οὐδέποτε βιώσομαι. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἣν μὴ κ᾽φάγῃς; ἐγὼ δέ γ᾽, ἢν μή σ᾽ἐκπίω κἀπεκροφήσας αὐτὸς ἐπιδιαρραγῶ. ΚΛΈΩΝ: ἀπολῶ σε νὴ τὴν προεδρίαν τὴν ἐκ Πύλου. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἰδοὺ προεδρίαν· οἷον ὅψομαί σ᾽ἐγὼ ἐκ τῆς προεδρίας ἔσχατον θεώμενον. [705] ΚΛΈΩΝ: ἐν τῷ ξύλῳ δήσω σε νὴ τὸν οὐρανόν. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ὡς ὀξύθυμος. φέρε τί σοι δῶ καταφαγεῖν; ἐπὶ τῷ φάγοις ἥδιστ᾽ἄν; ἐπὶ βαλλαντίῳ; ΚΛΈΩΝ: ἐξαρπάσομαί σου τοῖς ὄνυξι τἄντερα. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἀπονυχιῶ σου τἀν πρυτανείῳ σιτία. [710] ΚΛΈΩΝ: ἕλξω σε πρὸς τὸν δῆμον, ἵνα δῷς μοι δίκην. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: κἀγὼ δέ σ᾽ἕλξω καὶ διαβαλῶ πλείονα. ΚΛΈΩΝ: ἀλλ᾽ὦ πόνηρε σοὶ μὲν οὐδὲν πείθεται· ἐγὼ δ᾽ἐκείνου καταγελῶ γ᾽ὅσον θέλω. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ὡς σφόδρα σὺ τὸν δῆμον σεαυτοῦ νενόμικας. [715] ΚΛΈΩΝ: ἐπίσταμαι γὰρ αὐτὸν οἷς ψωμίζεται. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: κᾆθ᾽ὥσπερ αἱ τίτθαι γε σιτίζεις κακῶς. μασώμενος γὰρ τῷ μὲν ὀλίγον ἐντίθης, αὐτὸς δ᾽ἐκείνου τριπλάσιον κατέσπακας. [720] ΚΛΈΩΝ: καὶ νὴ Δί᾽ὑπό γε δεξιότητος τῆς ἐμῆς δύναμαι ποιεῖν τὸν δῆμον εὐρὺν καὶ στενόν. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: χὠ πρωκτὸς οὑμὸς τουτογὶ σοφίζεται. ΚΛΈΩΝ: οὐκ ὦγάθ᾽ἐν βουλῇ με δόξεις καθυβρίσαι. ἴωμεν ἐς τὸν δῆμον. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: οὐδὲν κωλύει· ἰδοὺ βάδιζε, μηδὲν ἡμᾶς ἰσχέτω. [725] ΚΛΈΩΝ: ὦ Δῆμε δεῦρ᾽ἔξελθε. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: νὴ Δί᾽ὦ πάτερ ἔξελθε δῆτ᾽. ΚΛΈΩΝ: ὦ Δημίδιον <ὦ> φίλτατον ἔξελθ᾽, ἵν᾽εἰδῇς οἷα περιυβρίζομαι. [730] ΔΗ͂ΜΟΣ: τίνες οἱ βοῶντες; οὐκ ἄπιτ᾽ἀπὸ τῆς θύρας; τὴν εἰρεσιώνην μου κατεσπαράξατε. τίς ὦ Παφλαγὼν ἀδικεῖ σε; ΚΛΈΩΝ: διὰ σὲ τύπτομαι ὑπὸ τουτουὶ καὶ τῶν νεανίσκων. ΔΗ͂ΜΟΣ: τιή; ΚΛΈΩΝ: ὁτιὴ φιλῶ σ᾽ὦ Δῆμ᾽ἐραστής τ᾽εἰμὶ σός. ΔΗ͂ΜΟΣ: σὺ δ᾽εἶ τίς ἐτεόν; [740] ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἀντεραστὴς τουτουί, ἐρῶν πάλαι σου βουλόμενός τέ σ᾽εὖ ποιεῖν, ἄλλοι τε πολλοὶ καὶ καλοί τε κἀγαθοί. ἀλλ᾽οὐχ οἷοί τ᾽ἐσμὲν διὰ τουτονί. σὺ γὰρ ὅμοιος εἶ τοῖς παισὶ τοῖς ἐρωμένοις· τοὺς μὲν καλούς τε κἀγαθοὺς οὐ προσδέχει, σαυτὸν δὲ λυχνοπώλαισι καὶ νευρορράφοις καὶ σκυτοτόμοις καὶ βυρσοπώλαισιν δίδως.· ΚΛΈΩΝ: εὖ γὰρ ποιῶ τὸν δῆμον. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: εἰπέ νυν τί δρῶν; ΚΛΈΩΝ: ὅ τι; “τῶν στρατηγῶν ὑποδραμὼν τῶν ἐκ Πύλου”, πλεύσας ἐκεῖσε, τοὺς Λάκωνας ἤγαγον. [745] ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐγὼ δὲ περιπατῶν γ᾽ἀπ᾽ἐργαστηρίου ἕψοντος ἑτερου τὴν χύτραν ὑφειλόμην. ΚΛΈΩΝ: καὶ μὴν ποιήσας αὐτίκα μάλ᾽ἐκκλησίαν ὦ Δῆμ᾽ἵν᾽εἰδῇς ὁπότερος νῷν ἐστί σοι εὐνούστερος, διάκρινον, ἵνα τοῦτον φιλῇς. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ναὶ ναὶ διάκρινον δῆτα, πλὴν μὴ ᾽ν τῇ πυκνί. ΔΗ͂ΜΟΣ: οὐκ ἂν καθιζοίμην ἐν ἄλλῳ χωρίῳ. ἀλλ᾽ἐς τὸ πρόσθε. χρὴ παρεῖν᾽ἐς τὴν πύκνα. [755] ἈΛΛΑΝΤΟΠΏΛΗΣ: οἴμοι κακοδαίμων ὡς ἀπόλωλ᾽. ὁ γὰρ γέρων οἴκοι μὲν ἀνδρῶν ἐστι δεξιώτατος, ὅταν δ᾽ἐπὶ ταυτησὶ καθῆται τῆς πέτρας, κέχηνεν ὥσπερ ἐμποδίζων ἰσχάδας. ΧΟΡΌΣ: νῦν δή σε πάντα δεῖ κάλων ἐξιέναι σεαυτοῦ, καὶ λῆμα θούριον φορεῖν καὶ λόγους ἀφύκτους ὅτοισι τόνδ᾽ὑπερβαλεῖ. ποικίλος γὰρ ἁνὴρ κἀκ τῶν ἀμηχάνων πόρους εὐμήχανος πορίζειν. πρὸς ταῦθ᾽ὅπως ἔξει πολὺς καὶ λαμπρὸς ἐς τὸν ἄνδρα. ἀλλὰ φυλάττου καὶ πρὶν ἐκεῖνον προσκεῖσθαί σοι πρότερος σὺ τοὺς δελφῖνας μετεωρίζου καὶ τὴν ἄκατον παραβάλλου. ΚΛΈΩΝ: τῇ μὲν δεσποίνῃ Ἀθηναίᾳ τῇ τῆς πόλεως μεδεούσῃ εὔχομαι, εἰ μὲν περὶ τὸν δῆμον τὸν Ἀθηναίων γεγένημαι βέλτιστος ἀνὴρ μετὰ Λυσικλέα καὶ Κύνναν καὶ Σαλαβακχώ, ὥσπερ νυνὶ μηδὲν δράσας δειπνεῖν ἐν πρυτανείῳ· εἰ δέ σε μισῶ καὶ μὴ περὶ σοῦ μάχομαι μόνος ἀντιβεβηκώς, ἀπολοίμην καὶ διαπρισθείην κατατμηθείην τε λέπαδνα. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: κἄγωγ᾽ὦ Δῆμ᾽, εἰ μή σε φιλῶ καὶ μὴ στέργω, κατατμηθεὶς ἑψοίμην ἐν περικομματίοις· κεἰ μὴ τούτοισι πέποιθας, ἐπὶ ταυτησὶ κατακνησθείην ἐν μυττωτῷ μετὰ τυροῦ, καὶ τῇ κρεάγρᾳ τῶν ὀρχιπέδων ἑλκοίμην ἐς Κεραμεικόν. ΚΛΈΩΝ: καὶ πῶς ἂν ἐμοῦ μᾶλλόν σε φιλῶν ὦ Δῆμε γένοιτο πολίτης; ὃς πρῶτα μὲν ἡνίκ᾽ἐβούλευον σοὶ χρήματα πλεῖστ᾽ἀπέδειξα ἐν τῷ κοινῷ, τοὺς μὲν στρεβλῶν τοὺς δ᾽ἄγχων τοὺς δὲ μεταιτῶν, οὐ φροντίζων τῶν ἰδιωτῶν οὐδενός, εἰ σοὶ χαριοίμην. [785] ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τοῦτο μὲν ὦ Δῆμ᾽οὐδὲν σεμνόν· κἀγὼ γὰρ τοῦτό σε δράσω. ἁρπάζων γὰρ τοὺς ἄρτους σοι τοὺς ἀλλοτρίους παραθήσω. ὡς δ᾽οὐχὶ φιλεῖ σ᾽οὐδ᾽ἔστ᾽εὔνους, τοῦτ᾽αὐτό σε πρῶτα διδάξω, ἀλλ᾽ἢ διὰ τοῦτ᾽αὔθ᾽ὁτιή σου τῆς ἀνθρακιᾶς ἀπολαύει. σὲ γάρ, ὃς Μήδοισι διεξιφίσω περὶ τῆς χώρας Μαραθῶνι, καὶ νικήσας ἡμῖν μεγάλως ἐγγλωττοτυπεῖν παρέδωκας, ἐπὶ ταῖσι πέτραις οὐ φροντίζει σκληρῶς σε καθήμενον οὕτως, οὐχ ὥσπερ ἐγὼ ῥαψάμενός σοι τουτὶ φέρω. ἀλλ᾽ἐπαναίρου, κᾆτα καθίζου μαλακῶς, ἵνα μὴ τρίβῃς τὴν ἐν Σαλαμῖνι. ΔΗ͂ΜΟΣ: ἄνθρωπε τίς εἶ; μῶν ἔκγονος εἶ τῶν Ἁρμοδίου τις ἐκείνων; τοῦτό γέ τοί σου τοὔργον ἀληθῶς γενναῖον καὶ φιλόδημον. ΚΛΈΩΝ: ὡς ἀπὸ μικρῶν εὔνους αὐτῷ θωπευματίων γεγένησαι. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: καὶ σὺ γὰρ αὐτὸν πολὺ μικροτέροις τούτων δελεάσμασιν εἷλες. ΚΛΈΩΝ: καὶ μὴν εἴ πού τις ἀνὴρ ἐφάνη τῷ δήμῳ μᾶλλον ἀμύνων ἢ μᾶλλον ἐμοῦ σε φιλῶν, ἐθέλω περὶ τῆς κεφαλῆς περιδόσθαι. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: καὶ πῶς σὺ φιλεῖς, ὃς τοῦτον ὁρῶν οἰκοῦντ᾽ἐν ταῖς φιδάκναισι καὶ γυπαρίοις καὶ πυργιδίοις ἔτος ὄγδοον οὐκ ἐλεαίρεις, ἀλλὰ καθείρξας αὐτὸν βλίττεις; Ἀρχεπτολέμου δὲ φέροντος τὴν εἰρήνην ἐξεσκέδασας, τὰς πρεσβείας τ᾽ἀπελαύνεις ἐκ τῆς πόλεως ῥαθαπυγίζων, αἳ τὰς σπονδὰς προκαλοῦνται. [800] ΚΛΈΩΝ: ἵνα γ᾽Ἑλλήνων ἄρξῃ πάντων. ἔστι γὰρ ἐν τοῖς λογίοισιν ὡς τοῦτον δεῖ ποτ᾽ἐν Ἀρκαδίᾳ πεντώβολον ἡλιάσασθαι, ἢν ἀναμείνῃ· πάντως δ᾽αὐτὸν θρέψω γ᾽ὼ καὶ θεραπεύσω, ἐξευρίσκων εὖ καὶ μιαρῶς ὁπόθεν τὸ τριώβολον ἕξει. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: οὐχ ἵνα γ᾽ἄρξῃ μὰ Δί᾽Ἀρκαδίας προνοούμενος, ἀλλ᾽ἵνα μᾶλλον σὺ μὲν ἁρπάζῃς καὶ δωροδοκῇς παρὰ τῶν πόλεων, ὁ δὲ δῆμος ὑπὸ τοῦ πολέμου καὶ τῆς ὁμίχλης ἃ πανουργεῖς μὴ καθορᾷ σου, ἀλλ᾽ὑπ᾽ἀνάγκης ἅμα καὶ χρείας καὶ μισθοῦ πρός σε κεχήνῃ. ἢν δέ ποτ᾽εἰς ἀγρὸν οὗτος ἀπελθὼν εἰρηναῖος διατρίψῃ, καὶ χῖδρα φαγὼν ἀναθαρρήσῃ καὶ στεμφύλῳ ἐς λόγον ἔλθῃ, γνώσεται οἵων ἀγαθῶν αὐτὸν τῇ μισθοφορᾷ παρεκόπτου· εἶθ᾽ἥξει σοι δριμὺς ἄγροικος κατὰ σοῦ τὴν ψῆφον ἰχνεύων. ἃ σὺ γιγνώσκων τόνδ᾽ἐξαπατᾷς καὶ ὀνειροπολεῖς περὶ σαυτοῦ. ΚΛΈΩΝ: οὔκουν δεινὸν ταυτί σε λέγειν δῆτ᾽ἔστ᾽ἐμὲ καὶ διαβάλλειν πρὸς Ἀθηναίους καὶ τὸν δῆμον, πεποιηκότα πλείονα χρηστὰ νὴ τὴν Δήμητρα Θεμιστοκλέους πολλῷ περὶ τὴν πόλιν ἤδη; ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ὦ πόλις Ἄργους κλύεθ᾽οἷα λέγει. σὺ Θεμιστοκλεῖ ἀντιφερίζεις; ὃς ἐποίησεν τὴν πόλιν ἡμῶν μεστὴν εὑρὼν ἐπιχειλῆ, καὶ πρὸς τούτοις ἀριστώσῃ τὸν Πειραιᾶ προσέμαξεν, ἀφελών τ᾽οὐδὲν τῶν ἀρχαίων ἰχθῦς καινοὺς παρέθηκεν· σὺ δ᾽Ἀθηναίους ἐζήτησας μικροπολίτας ἀποφῆναι διατειχίζων καὶ χρησμῳδῶν, ὁ Θεμιστοκλεῖ ἀντιφερίζων. κἀκεῖνος μὲν φεύγει τὴν γῆν σὺ δ᾽Ἀχιλλείων ἀπομάττει. ΚΛΈΩΝ: οὔκουν ταυτὶ δεινὸν ἀκούειν ὦ Δῆμ᾽ἐστίν μ᾽ὑπὸ τούτου, ὁτιή σε φιλῶ; ΔΗ͂ΜΟΣ: παὖ ὦ οὗτος, καὶ μὴ σκέρβολλε πονηρά. πολλοῦ δὲ πολύν με χρόνον καὶ νῦν ἐλελήθης ἐγκρυφιάζων. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: μιαρώτατος, ὦ Δημακίδιον, καὶ πλεῖστα πανοῦργα δεδρακώς, ὁπόταν χασμᾷ, καὶ τοὺς καυλοὺς τῶν εὐθυνῶν ἐκκαυλίζων καταβροχθίζει, κἀμφοῖν χειροῖν μυστιλᾶται τῶν δημοσίων. ΚΛΈΩΝ: οὐ χαιρήσεις, ἀλλά σε κλέπτονθ᾽ αἱρήσω γ᾽ὼ τρεῖς μυριάδας. [835] ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τί θαλαττοκοπεῖς καὶ πλατυγίζεις, μιαρώτατος ὢν περὶ τὸν δῆμον τὸν Ἀθηναίων; καί σ᾽ἐπιδείξω νὴ τὴν Δήμητρ᾽, ἢ μὴ ζῴην, δωροδοκήσαντ᾽ἐκ Μυτιλήνης πλεῖν ἢ μνᾶς τετταράκοντα. ΧΟΡΌΣ: ὦ πᾶσιν ἀνθρώποις φανεὶς μέγιστον ὠφέλημα, ζηλῶ σε τῆς εὐγλωττίας. εἰ γὰρ ὧδ᾽ἐποίσεις, μέγιστος Ἑλλήνων ἔσει, καὶ μόνος καθέξεις τἀν τῇ πόλει τῶν ξυμμάχων τ᾽ἄρξεις ἔχων τρίαιναν, ᾗ πολλὰ χρήματ᾽ἐργάσει σείων τε καὶ ταράττων. καὶ μὴ μεθῇς τὸν ἄνδρ᾽, ἐπειδή σοι λαβὴν δέδωκεν· κατεργάσει γὰρ ῥᾳδίως πλευρὰς ἔχων τοιαύτας. ΚΛΈΩΝ: οὐκ ὦγαθοὶ ταῦτ᾽ἐστί πω ταύτῃ μὰ τὸν Ποσειδῶ. ἐμοὶ γάρ ἐστ᾽εἰργασμένον τοιοῦτον ἔργον ὥστε ἁπαξάπαντας τοὺς ἐμοὺς ἐχθροὺς ἐπιστομίζειν, ἕως ἂν ᾖ τῶν ἀσπίδων τῶν ἐκ Πύλου τι λοιπόν. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐπίσχες ἐν ταῖς ἀσπίσιν· λαβὴν γὰρ ἐνδέδωκας. οὐ γάρ σ᾽ἐχρῆν, εἴπερ φιλεῖς τὸν δῆμον, ἐκ προνοίας ταύτας ἐᾶν αὐτοῖσι τοῖς πόρπαξιν ἀνατεθῆναι. ἀλλ᾽ἐστὶ τοῦτ᾽ὦ Δῆμε μηχάνημ᾽, ἵν᾽ἢν σὺ βούλῃ τὸν ἄνδρα κολάσαι τουτονί, σοὶ τοῦτο μὴ κ᾽γένηται. ὁρᾷς γὰρ αὐτῷ στῖφος οἷόν ἐστι βυρσοπωλῶν νεανιῶν· τούτους δὲ περιοικοῦσι μελιτοπῶλαι καὶ τυροπῶλαι· τοῦτο δ᾽εἰς ἕν ἐστι συγκεκυφός, ὥστ᾽εἰ σὺ βριμήσαιο καὶ βλέψειας ὀστρακίνδα, νύκτωρ καθαρπάσαντες ἂν τὰς ἀσπίδας θέοντες τὰς ἐσβολὰς τῶν ἀλφίτων ἂν καταλάβοιεν ἡμῶν. ΔΗ͂ΜΟΣ: οἴμοι τάλας· ἔχουσι γὰρ πόρπακας; ὦ πόνηρε ὅσον με παρεκόπτου χρόνον τοιαῦτα κρουσιδημῶν. ΚΛΈΩΝ: ὦ δαιμόνιε μὴ τοῦ λέγοντος ἴσθι, μηδ᾽οἰηθῇς ἐμοῦ ποθ᾽εὑρήσειν φίλον βελτίον᾽· ὅστις εἷς ὢν ἔπαυσα τοὺς ξυνωμότας, καί μ᾽οὐ λέληθεν οὐδὲν ἐν τῇ πόλει ξυνιστάμενον, ἀλλ᾽εὐθέως κέκραγα. [870] ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ὅπερ γὰρ οἱ τὰς ἐγχέλεις θηρώμενοι πέπονθας. ὅταν μὲν ἡ λίμνη καταστῇ, λαμβάνουσιν οὐδέν· ἐὰν δ᾽ἄνω τε καὶ κάτω τὸν βόρβορον κυκῶσιν, αἱροῦσι· καὶ σὺ λαμβάνεις, ἢν τὴν πόλιν ταράττῃς. ἓν δ᾽εἰπέ μοι τοσουτονί· σκύτη τοσαῦτα πωλῶν ἔδωκας ἤδη τουτῳὶ κάττυμα παρὰ σεαυτοῦ ταῖς ἐμβάσιν φάσκων φιλεῖν; ΔΗ͂ΜΟΣ: οὐ δῆτα μὰ τὸν Ἀπόλλω. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἔγνωκας οὖν δῆτ᾽αὐτὸν οἷός ἐστιν; ἀλλ᾽ἐγώ σοι ζεῦγος πριάμενος ἐμβάδων τουτὶ φορεῖν δίδωμι. ΔΗ͂ΜΟΣ: κρίνω σ᾽ὅσων ἐγᾦδα περὶ τὸν δῆμον ἄνδρ᾽ἄριστον εὐνούστατόν τε τῇ πόλει καὶ τοῖσι δακτύλοισιν. ΚΛΈΩΝ: οὐ δεινὸν οὖν δῆτ᾽ἐμβάδας τοσουτονὶ δύνασθαι, ἐμοῦ δὲ μὴ μνείαν ἔχειν ὅσων πέπονθας; ὅστις ἔπαυσα τοὺς βινουμένους, τὸν Γρύττον ἐξαλείψας. Ἀλλαντοπώλης οὔκουν σε δῆτα ταῦτα δεινόν ἐστι πρωκτοτηρεῖν παῦσαί τε τοὺς βινουμένους; κοὐκ ἔσθ᾽ὅπως ἐκείνους οὐχὶ φθονῶν ἔπαυσας, ἵνα μὴ ῥήτορες γένωνται. τονδὶ δ᾽ὁρῶν ἄνευ χιτῶνος ὄντα τηλικοῦτον οὐπώποτ᾽ἀμφιμασχάλου τὸν Δῆμον ἠξίωσας χειμῶνος ὄντος· ἀλλ᾽ἐγώ σοι τουτονὶ δίδωμι. ΔΗ͂ΜΟΣ: τοιουτονὶ Θεμιστοκλῆς οὐπώποτ᾽ἐπενόησεν. καίτοι σοφὸν κἀκεῖν᾽ὁ Πειραιεύς· ἔμοιγε μέντοι οὐ μεῖζον εἶναι φαίνετ᾽ἐξεύρημα τοῦ χιτῶνος. ΚΛΈΩΝ: οἴμοι τάλας οἵοις πιθηκισμοῖς με περιελαύνεις. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: οὔκ, ἀλλ᾽ὅπερ πίνων ἀνὴρ πέπονθ᾽ὅταν χεσείῃ, τοῖσιν τρόποις τοῖς σοῖσιν ὥσπερ βλαυτίοισι χρῶμαι. ΚΛΈΩΝ: ἀλλ᾽οὐχ ὑπερβαλεῖ με θωπείαις· ἐγὼ γὰρ αὐτὸν προσαμφιῶ τοδί· σὺ δ᾽οἴμωζ᾽ὦ πόνηρ᾽. ΔΗ͂ΜΟΣ: ἰαιβοῖ. οὐκ ἐς κόρακας ἀποφθερεῖ βύρσης κάκιστον ὄζων; [895] ἈΛΛΑΝΤΟΠΏΛΗΣ: καὶ τοῦτό <γ᾽> ἐπίτηδές σε περιήμπεσχ᾽, ἵνα σ᾽ἀποπνίξῃ· καὶ πρότερον ἐπεβούλευσέ σοι. τὸν καυλὸν οἶσθ᾽ἐκεῖνον τοῦ σιλφίου τὸν ἄξιον γενόμενον; ΔΗ͂ΜΟΣ: οἶδα μέντοι. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐπίτηδες οὗτος αὐτὸν ἔσπευδ᾽ἄξιον γενέσθαι, ἵν᾽ἐσθίοιτ᾽ὠνούμενοι, κἄπειτ᾽ἐν ἡλιαίᾳ βδέοντες ἀλλήλους ἀποκτείνειαν οἱ δικασταί. ΔΗ͂ΜΟΣ: νὴ τὸν Ποσειδῶ καὶ πρὸς ἐμὲ τοῦτ᾽εἶπ᾽ἀνὴρ Κόπρειος. [900] ἈΛΛΑΝΤΟΠΏΛΗΣ: οὐ γὰρ τόθ᾽ὑμεῖς βδεόμενοι δήπου ᾽γένεσθε πυρροί; ΔΗ͂ΜΟΣ: καὶ νὴ Δί᾽ἦν γε τοῦτο Πυρράνδρου τὸ μηχάνημα. ΚΛΈΩΝ: οἵοισί μ᾽ὦ πανοῦργε βωμολοχεύμασιν ταράττεις. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἡ γὰρ θεός μ᾽ἐκέλευσε νικῆσαί σ᾽ἀλαζονείαις. [905] ΚΛΈΩΝ: ἀλλ᾽οὐχὶ νικήσεις. ἐγὼ γάρ φημί σοι παρέξειν ὦ Δῆμε μηδὲν δρῶντι μισθοῦ τρύβλιον ῥοφῆσαι. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐγὼ δὲ κυλίχνιόν γέ σοι καὶ φάρμακον δίδωμι τἀν τοῖσιν ἀντικνημίοις ἑλκύδρια περιαλείφειν. ΚΛΈΩΝ: ἐγὼ δὲ τὰς πολιάς γέ σοὐκλέγων νέον ποιήσω. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἰδοὺ δέχου κέρκον λαγῶ τὠφθαλμιδίω περιψῆν. [910] ΚΛΈΩΝ: ἀπομυξάμενος ὦ Δῆμέ μου πρὸς τὴν κεφαλὴν ἀποψῶ. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐμοῦ μὲν οὖν. ΚΛΈΩΝ: ἐμοῦ μὲν οὖν. ἐγώ σε ποιήσω τριηραρχεῖν <ἀναλίσκοντα τῶν σαυτοῦ,> παλαιὰν ναῦν ἔχοντ᾽, εἰς ἣν ἀναλῶν οὐκ ἐφέξεις οὐδὲ ναυπηγούμενος· διαμηχανήσομαί θ᾽ὅπως ἂν ἱστίον σαπρὸν λάβῃς. ΧΟΡΌΣ: ἁνὴρ παφλάζει, παῦε παῦ᾽, ὑπερζέων· ὑφελκτέον τῶν δᾳδίων ἀπαρυστέον τε τῶν ἀπειλῶν ταυτῃί. ΚΛΈΩΝ: δώσεις ἐμοὶ καλὴν δίκην ἰπούμενος ταῖς ἐσφοραῖς. ἐγὼ γὰρ ἐς τοὺς πλουσίους σπεύσω σ᾽ὅπως ἂν ἐγγραφῇς. [940] ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐγὼ δ᾽ἀπειλήσω μὲν οὐδέν, εὔχομαι δέ σοι ταδί· τὸ μὲν τάγηνον τευθίδων ἐφεστάναι σίζον· σὲ δὲ γνώμην ἐρεῖν μέλλοντα περὶ Μιλησίων καὶ κερδανεῖν τάλαντον, ἢν κατεργάσῃ, σπεύδειν ὅπως τῶν τευθίδων ἐμπλήμενος φθαίης ἔτ᾽εἰς ἐκκλησίαν ἐλθών· ἔπειτα πρὶν φαγεῖν ἀνὴρ μεθήκοι, καὶ σὺ τὸ τάλαντον λαβεῖν βουλόμενος ἐσθίων ἐναποπνιγείης. ΧΟΡΌΣ: εὖ γε νὴ τὸν Δία καὶ τὸν Ἀπόλλω καὶ τὴν Δήμητρα. ΔΗ͂ΜΟΣ: κἀμοὶ δοκεῖ· καὶ τἄλλα γ᾽εἶναι καταφανῶς ἀγαθὸς πολίτης, οἶος οὐδείς πω χρόνου ἀνὴρ γεγένηται τοῖσι πολλοῖς τοὐβολοῦ. σὺ δ᾽ὦ Παφλαγὼν φάσκων φιλεῖν μ᾽ἐσκορόδισας. καὶ νῦν ἀπόδος τὸν δακτύλιον, ὡς οὐκέτι ἐμοὶ ταμιεύσεις. [950] ΚΛΈΩΝ: ἔχε· τοσοῦτον δ᾽ἴσθ᾽ὅτι, εἰ μή μ᾽ἐάσεις ἐπιτροπεύειν, ἕτερος αὖ ἐμοῦ πανουργότερός τις ἀναφανήσεται. ΔΗ͂ΜΟΣ: οὐκ ἔσθ᾽ὅπως ὁ δακτύλιός ἐσθ᾽οὑτοσὶ οὑμός· τὸ γοῦν σημεῖον ἕτερον φαίνεται, ἀλλ᾽ἢ οὐ καθορῶ. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: φέρ᾽ἴδω τί σοι σημεῖον ἦν; ΔΗ͂ΜΟΣ: δημοῦ βοείου θρῖον ἐξωπτημένον. [955] ἈΛΛΑΝΤΟΠΏΛΗΣ: οὐ τοῦτ᾽ἔνεστιν. ΔΗ͂ΜΟΣ: οὐ τὸ θρῖον; ἀλλὰ τί; ἈΛΛΑΝΤΟΠΏΛΗΣ: λάρος κεχηνὼς ἐπὶ πέτρας δημηγορῶν. ΔΗ͂ΜΟΣ: αἰβοῖ τάλας. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τί ἔστιν; ΔΗ͂ΜΟΣ: ἀπόφερ᾽ἐκποδών. οὐ τὸν ἐμὸν εἶχεν ἀλλὰ τὸν Κλεωνύμου. παρ᾽ἐμοῦ δὲ τουτονὶ λαβὼν ταμίευέ μοι. ΚΛΈΩΝ: μὴ δῆτά πώ γ᾽ὦ δέσποτ᾽, ἀντιβολῶ σ᾽ἐγώ, πρὶν ἄν γε τῶν χρησμῶν ἀκούσῃς τῶν ἐμῶν. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: καὶ τῶν ἐμῶν νυν. ΚΛΈΩΝ: ἀλλ᾽ἐὰν τούτῳ πίθῃ, μολγὸν γενέσθαι δεῖ σε. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: κἄν γε τουτῳί, ψωλὸν γενέσθαι δεῖ σε μέχρι τοῦ μυρρίνου. ΚΛΈΩΝ: ἀλλ᾽οἵ γ᾽ἐμοὶ λέγουσιν ὡς ἄρξαι σε δεῖ χώρας ἁπάσης ἐστεφανωμένον ῥόδοις. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: οὑμοὶ δέ γ᾽αὖ λέγουσιν ὡς ἁλουργίδα ἔχων κατάπαστον καὶ στεφάνην ἐφ᾽ἅρματος χρυσοῦ διώξει Σμικύθην καὶ κύριον. ΧΟΡΌΣ: καὶ μὴν ἔνεγκ᾽αὐτοὺς ἰών, ἵν᾽οὑτοσὶ αὐτῶν ἀκούσῃ. ΔΗ͂ΜΟΣ: πάνυ γε. καὶ σύ νυν φέρε. ΚΛΈΩΝ: ἰδού. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἰδοὺ νὴ τὸν Δί᾽· οὐδὲν κωλύει. ΧΟΡΌΣ: ἥδιστον φάος ἡμέρας ἔσται τοῖσι παροῦσι καὶ τοῖσι δεῦρ᾽ἀφικνουμένοις, ἢν Κλέων ἀπόληται. καίτοι πρεσβυτέρων τινῶν οἵων ἀργαλεωτάτων ἐν τῷ δείγματι τῶν δικῶν ἤκουσ᾽ἀντιλεγόντων, ὡς εἰ μὴ ᾽γένεθ᾽οὗτος ἐν τῇ πόλει μέγας, οὐκ ἂν ἤστην σκεύη δύο χρησίμω, δοῖδυξ οὐδὲ τορύνη. ἀλλὰ καὶ τόδ᾽ἔγωγε θαυμάζω τῆς ὑομουσίας αὐτοῦ· φασὶ γὰρ αὐτὸν οἱ παῖδες οἳ ξυνεφοίτων, τὴν Δωριστὶ μόνην ἂν ἁρμόττεσθαι θαμὰ τὴν λύραν, ἄλλην δ᾽οὐκ ἐθέλειν μαθεῖν· κᾆτα τὸν κιθαριστὴν ὀργισθέντ᾽ἀπάγειν κελεύειν, ὡς ἁρμονίαν ὁ παῖς οὗτος οὐ δύναται μαθεῖν ἢν μὴ Δωροδοκιστί. ΚΛΈΩΝ: ἰδοὺ θέασαι, κοὐχ ἅπαντας ἐκφέρω. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: οἴμ᾽ὡς χεσείω, κοὐχ ἅπαντας ἐκφέρω. ΔΗ͂ΜΟΣ: ταυτὶ τί ἔστι; ΚΛΈΩΝ: λόγια. ΔΗ͂ΜΟΣ: πάντ᾽; [1000] ΚΛΈΩΝ: ἐθαύμασας; καὶ νὴ Δί᾽ἔτι γέ μοὔστι κιβωτὸς πλέα. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐμοὶ δ᾽ὑπερῷον καὶ ξυνοικία δύο. ΔΗ͂ΜΟΣ: φέρ᾽ἴδω, τίνος γάρ εἰσιν οἱ χρησμοί ποτε; ΚΛΈΩΝ: οὑμοὶ μέν εἰσι Βάκιδος. ΔΗ͂ΜΟΣ: οἱ δὲ σοὶ τίνος; ἈΛΛΑΝΤΟΠΏΛΗΣ: Γλάνιδος, ἀδελφοῦ τοῦ Βάκιδος γεραιτέρου. [1005] ΔΗ͂ΜΟΣ: εἰσὶν δὲ περὶ τοῦ; ΚΛΈΩΝ: περὶ Ἀθηνῶν, περὶ Πύλου, περὶ σοῦ, περὶ ἐμοῦ, περὶ ἁπάντων πραγμάτων. ΔΗ͂ΜΟΣ: οἱ σοὶ δὲ περὶ τοῦ; [1010] ἈΛΛΑΝΤΟΠΏΛΗΣ: περὶ Ἀθηνῶν, περὶ φακῆς, περὶ Λακεδαιμονίων, περὶ σκόμβρων νέων, περὶ τῶν μετρούντων τἄλφιτ᾽ἐν ἀγορᾷ κακῶς, περὶ σοῦ, περὶ ἐμοῦ, περὶ ἁπάντων πραγμάτων. ΔΗ͂ΜΟΣ: ἄγε νυν ὅπως αὐτοὺς ἀναγνώσεσθέ μοι, καὶ τὸν περὶ ἐμοῦ ᾽κεῖνον ᾧπερ ἥδομαι, ὡς ἐν νεφέλαισιν αἰετὸς γενήσομαι. [1020] ΚΛΈΩΝ: ἄκουε δή νυν καὶ πρόσεχε τὸν νοῦν ἐμοί. φράζευ Ἐρεχθεΐδη λογίων ὁδόν, ἥν σοι Ἀπόλλων ἴαχεν ἐξ ἀδύτοιο διὰ τριπόδων ἐριτίμων. σῴζεσθαί σ᾽ἐκέλευσ᾽ἱερὸν κύνα καρχαρόδοντα, ὃς πρὸ σέθεν λάσκων καὶ ὑπὲρ σοῦ δεινὰ κεκραγὼς σοὶ μισθὸν ποριεῖ, κἂν μὴ δρᾷ ταῦτ᾽ἀπολεῖται. πολλοὶ γὰρ μίσει σφε κατακρώζουσι κολοιοί. ΔΗ͂ΜΟΣ: ταυτὶ μὰ τὴν Δήμητρ᾽ἐγὼ οὐκ οἶδ᾽ὅ τι λέγει. τί γάρ ἐστ᾽Ἐρεχθεῖ καὶ κολοιοῖς καὶ κυνί; ΚΛΈΩΝ: ἐγὼ μέν εἰμ᾽ὁ κύων· πρὸ σοῦ γὰρ ἀπύω· σοὶ δ᾽εἶπε σῴζεσθαί μ᾽ὁ Φοῖβος τὸν κύνα. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: οὐ τοῦτό φησ᾽ὁ χρησμός, ἀλλ᾽ὁ κύων ὁδὶ ὥσπερ θύρας σοῦ τῶν λογίων παρεσθίει. ἐμοὶ γάρ ἐστ᾽ὀρθῶς περὶ τούτου τοῦ κυνός. ΔΗ͂ΜΟΣ: λέγε νυν· ἐγὼ δὲ πρῶτα λήψομαι λίθον, ἵνα μή μ᾽ὁ χρησμὸς τὸ πέος οὑτοσὶ δάκῃ. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: φράζευ Ἐρεχθεΐδη κύνα Κέρβερον ἀνδραποδιστήν, ὃς κέρκῴ σαίνων σ᾽ὁπόταν δειπνῇς ἐπιτηρῶν ἐξέδεταί σου τοὔψον, ὅταν σύ ποι ἄλλοσε χάσκῃς· ἐσφοιτῶν τ᾽ἐς τοὐπτάνιον λήσει σε κυνηδὸν νύκτωρ τὰς λοπάδας καὶ τὰς νήσους διαλείχων. [1035] ΔΗ͂ΜΟΣ: νὴ τὸν Ποσειδῶ πολύ γ᾽ἄμεινον ὦ Γλάνι. ΚΛΈΩΝ: ὦ τᾶν ἄκουσον, εἶτα διάκρινον τόδε. ἔστι γυνή, τέξει δὲ λέονθ᾽ἱεραῖς ἐν Ἀθήναις, ὃς περὶ τοῦ δήμου πολλοῖς κώνωψι μαχεῖται ὥστε περὶ σκύμνοισι βεβηκώς· τὸν σὺ φυλάξαι, τεῖχος ποιήσας ξύλινον πύργους τε σιδηροῦς. ταῦτ᾽οἶσθ᾽ὅ τι λέγει; ΔΗ͂ΜΟΣ: μὰ τὸν Ἀπόλλω ᾽γὼ μὲν οὔ. ΚΛΈΩΝ: ἔφραζεν ὁ θεός σοι σαφῶς σῴζειν ἐμέ· ἐγὼ γὰρ ἀντὶ τοῦ λέοντός εἰμί σοι. ΔΗ͂ΜΟΣ: καὶ πῶς μ᾽ἐλελήθης Ἀντιλέων γεγενημένος; ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἓν οὐκ ἀναδιδάσκει σε τῶν λογίων ἑκών, ὃ μόνον σιδηροῦν ἐστι τεῖχος καὶ ξύλον, ἐν ᾧ σε σῴζειν τόνδ᾽ἐκέλευσ᾽ὁ Λοξίας. ΔΗ͂ΜΟΣ: πῶς δῆτα τοῦτ᾽ἔφραζεν ὁ θεός; ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τουτονὶ δῆσαί σ᾽ἐκέλευ᾽ἐν πεντεσυρίγγῳ ξύλῳ. [1050] ΔΗ͂ΜΟΣ: ταυτὶ τελεῖσθαι τὰ λόγι᾽ἤδη μοι δοκεῖ. ΚΛΈΩΝ: μὴ πείθου· φθονεραὶ γὰρ ἐπικρώζουσι κορῶναι. ἀλλ᾽ἱέρακα φίλει μεμνημένος ἐν φρεσὶν ὅς σοι ἤγαγε συνδήσας Λακεδαιμονίων κορακίνους. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τοῦτό γέ τοι Παφλαγὼν παρεκινδύνευσε μεθυσθείς. Κεκροπίδη κακόβουλε τί τοῦθ᾽ἡγεῖ μέγα τοὔργον; καί κε γυνὴ φέροι ἄχθος, ἐπεί κεν ἀνὴρ ἀναθείη· ἀλλ᾽οὐκ ἂν μαχέσαιτο· χέσαιτο γάρ, εἰ μαχέσαιτο. ΚΛΈΩΝ: ἀλλὰ τόδε φράσσαι, πρὸ Πύλου Πύλον ἥν σοι ἔφραζεν. ἔστι Πύλος πρὸ Πύλοιο — ΔΗ͂ΜΟΣ: τί τοῦτο λέγει, πρὸ Πύλοιο; [1060] ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τὰς πυέλους φησὶν καταλήψεσθ᾽ἐν βαλανείῳ. ΔΗ͂ΜΟΣ: ἐγὼ δ᾽ἄλουτος τήμερον γενήσομαι; ἈΛΛΑΝΤΟΠΏΛΗΣ: οὗτος γὰρ ἡμῶν τὰς πυέλους ἀφήρπασεν. ἀλλ᾽οὑτοσὶ γάρ ἐστι περὶ τοῦ ναυτικοῦ ὁ χρησμός, ᾧ σε δεῖ προσέχειν τὸν νοῦν πάνυ. ΔΗ͂ΜΟΣ: προσέχω· σὺ δ᾽ἀναγίγνωσκε, τοῖς ναύταισί μου ὅπως ὁ μισθὸς πρῶτον ἀποδοθήσεται. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: Αἰγεΐδη φράσσαι κυναλώπεκα, μή σε δολώσῃ, λαίθαργον ταχύπουν, δολίαν κερδὼ πολύιδριν. οἶσθ᾽ὅ τι ἐστὶν τοῦτο; ΔΗ͂ΜΟΣ: Φιλόστρατος ἡ κυναλώπηξ. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: οὐ τοῦτό φησιν, ἀλλὰ ναῦς ἑκάστοτε αἰτεῖ ταχείας ἀργυρολόγους οὑτοσί· ταύτας ἀπαυδᾷ μὴ διδόναι σ᾽ὁ Λοξίας. ΔΗ͂ΜΟΣ: πῶς δὴ τριήρης ἐστὶ κυναλώπηξ; ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ὅπως; ὅτι ἡ τριήρης ἐστὶ χὠ κύων ταχύ. [1075] ΔΗ͂ΜΟΣ: πῶς οὖν ἀλώπηξ προσετέθη πρὸς τῷ κυνί; ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἀλωπεκίοισι τοὺς στρατιώτας ᾔκασεν, ὁτιὴ βότρυς τρώγουσιν ἐν τοῖς χωρίοις. ΔΗ͂ΜΟΣ: εἶεν· τούτοις ὁ μισθὸς τοῖς ἀλωπεκίοισι ποῦ; ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐγὼ ποριῶ, καὶ τοῦτον ἡμερῶν τριῶν. ἀλλ᾽ἔτι τόνδ᾽ἐπάκουσον, ὃν εἶπέ σοι ἐξαλέασθαι χρησμὸν Λητοΐδης, Κυλλήνην, μή σε δολώσῃ. ΔΗ͂ΜΟΣ: ποίαν Κυλλήνην; ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τὴν τούτου χεῖρ᾽ἐποίησεν Κυλλήνην ὀρθῶς, ὁτιή φησ᾽, “ἔμβαλε κυλλῇ”. ΚΛΈΩΝ: οὐκ ὀρθῶς φράζει· τὴν Κυλλήνην γὰρ ὁ Φοῖβος ἐς τὴν χεῖρ᾽ὀρθῶς ᾐνίξατο τὴν Διοπείθους. ἀλλὰ γάρ ἐστιν ἐμοὶ χρησμὸς περὶ σοῦ πτερυγωτός, αἰετὸς ὡς γίγνει καὶ πάσης γῆς βασιλεύεις. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: καὶ γὰρ ἐμοί· καὶ γῆς καὶ τῆς ἐρυθρᾶς γε θαλάσσης, χὤτι γ᾽ἐν Ἐκβατάνοις δικάσεις, λείχων ἐπίπαστα. ΚΛΈΩΝ: ἀλλ᾽ἐγὼ εἶδον ὄναρ, καί μοὐδόκει ἡ θεὸς αὐτὴ τοῦ δήμου καταχεῖν ἀρυταίνῃ πλουθυγίειαν. [1095] ἈΛΛΑΝΤΟΠΏΛΗΣ: νὴ Δία καὶ γὰρ ἐγώ· καί μοὐδόκει ἡ θεὸς αὐτὴ ἐκ πόλεως ἐλθεῖν καὶ γλαῦξ αὐτῇ ᾽πικαθῆσθαι· εἶτα κατασπένδειν κατὰ τῆς κεφαλῆς ἀρυβάλλῳ ἀμβροσίαν κατὰ σοῦ, κατὰ τούτου δὲ σκοροδάλμην. ΔΗ͂ΜΟΣ: ἰοὺ ἰού. οὐκ ἦν ἄρ᾽οὐδεὶς τοῦ Γλάνιδος σοφώτερος. καὶ νῦν ἐμαυτὸν ἐπιτρέπω σοι τουτονὶ γερονταγωγεῖν κἀναπαιδεύειν πάλιν. ΚΛΈΩΝ: μήπω γ᾽, ἱκετεύω σ᾽, ἀλλ᾽ἀνάμεινον, ὡς ἐγὼ κριθὰς ποριῶ σοι καὶ βίον καθ᾽ἡμέραν. ΔΗ͂ΜΟΣ: οὐκ ἀνέχομαι κριθῶν ἀκούων· πολλάκις ἐξηπατήθην ὑπό τε σοῦ καὶ Θουφάνους. ΚΛΈΩΝ: ἀλλ᾽ἄλφιτ᾽ἤδη σοι ποριῶ ᾽σκευασμένα. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐγὼ δὲ μαζίσκας γε διαμεμαγμένας καὶ τοὔψον ὀπτόν· μηδὲν ἄλλ᾽εἰ μὴ ᾽σθιε. ΔΗ͂ΜΟΣ: ἀνύσατέ νυν ὅ τι περ ποιήσεθ᾽· ὡς ἐγώ, ὁπότερος ἂν σφῷν νῦν με μᾶλλον εὖ ποιῇ, τούτῳ παραδώσω τῆς πυκνὸς τὰς ἡνίας. ΚΛΈΩΝ: τρέχοιμ᾽ἂν εἴσω πρότερος. Ἀλλαντοπώλης οὐ δῆτ᾽ἀλλ᾽ἐγώ. [1120] ΧΟΡΌΣ: ὦ Δῆμε καλήν γ᾽ἔχεις ἀρχήν, ὅτε πάντες ἄνθρωποι δεδίασί σ᾽ὥσπερ ἄνδρα τύραννον. ἀλλ᾽εὐπαράγωγος εἶ, θωπευόμενός τε χαίρεις κἀξαπατώμενος, πρὸς τόν τε λέγοντ᾽ἀεὶ κέχηνας· ὁ νοῦς δέ σου παρὼν ἀποδημεῖ. [1130] ΔΗ͂ΜΟΣ: νοῦς οὐκ ἔνι ταῖς κόμαις ὑμῶν, ὅτε μ᾽οὐ φρονεῖν νομίζετ᾽· ἐγὼ δ᾽ἑκὼν ταῦτ᾽ἠλιθιάζω. αὐτός τε γὰρ ἥδομαι βρύλλων τὸ καθ᾽ἡμέραν, κλέπτοντά τε βούλομαι τρέφειν ἕνα προστάτην· τοῦτον δ᾽, ὅταν ᾖ πλέως, ἄρας ἐπάταξα. [1140] ΧΟΡΌΣ: χοὔτω μὲν ἂν εὖ ποιοῖς, εἴ σοι πυκνότης ἔνεστ᾽ ἐν τῷ τρόπῳ, ὡς λέγεις, τούτῳ πάνυ πολλή, εἰ τούσδ᾽ἐπίτηδες ὥσπερ δημοσίους τρέφεις ἐν τῇ πυκνί, κᾆθ᾽ὅταν μή σοι τύχῃ ὄψον ὄν, τούτων ὃς ἂν ᾖ παχύς, θύσας ἐπιδειπνεῖς. [1150] ΔΗ͂ΜΟΣ: σκέψασθε δέ μ᾽, εἰ σοφῶς αὐτοὺς περιέρχομαι τοὺς οἰομένους φρονεῖν κἄμ᾽ἐξαπατύλλειν. τηρῶ γὰρ ἑκάστοτ᾽αὐτοὺς οὐδὲ δοκῶν ὁρᾶν κλέπτοντας· ἔπειτ᾽ἀναγκάζω πάλιν ἐξεμεῖν ἅττ᾽ἂν κεκλόφωσί μου, κημὸν καταμηλῶν. ΚΛΈΩΝ: ἄπαγ᾽ἐς μακαρίαν ἐκποδών. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: σύ γ᾽ὦ φθόρε. ΚΛΈΩΝ: ὦ Δῆμ᾽ἐγὼ μέντοι παρεσκευασμένος τρίπαλαι κάθημαι βουλόμενός σ᾽εὐεργετεῖν. [1155] ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐγὼ δὲ δεκάπαλαί γε καὶ δωδεκάπαλαι καὶ χιλιόπαλαι καὶ προπαλαιπαλαίπαλαι. ΔΗ͂ΜΟΣ: ἐγὼ δὲ προσδοκῶν γε τρισμυριόπαλαι βδελύττομαί σφω καὶ προπαλαιπαλαίπαλαι. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: οἶσθ᾽οὖν ὃ δρᾶσον; ΔΗ͂ΜΟΣ: εἰ δὲ μή, φράσεις γε σύ. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἄφες ἀπὸ βαλβίδων ἐμέ τε καὶ τουτονί, ἵνα σ᾽εὖ ποιῶμεν ἐξ ἴσου. ΔΗ͂ΜΟΣ: δρᾶν ταῦτα χρή. ἄπιτον. ΚΛΈΩΝ ΚΑῚ ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἰδού. ΔΗ͂ΜΟΣ: θέοιτ᾽ἄν. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ὑποθεῖν οὐκ ἐῶ. ΔΗ͂ΜΟΣ: ἀλλ᾽ἢ μεγάλως εὐδαιμονήσω τήμερον ὑπὸ τῶν ἐραστῶν νὴ Δί᾽ἢ ᾽γὼ θρύψομαι. ΚΛΈΩΝ: ὁρᾷς; ἐγώ σοι πρότερος ἐκφέρω δίφρον. [1165] ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἀλλ᾽οὐ τράπεζαν, ἀλλ᾽ἐγὼ προτεραίτερος. ΚΛΈΩΝ: ἰδοὺ φέρω σοι τήνδε μαζίσκην ἐγὼ ἐκ τῶν ὀλῶν τῶν ἐκ Πύλου μεμαγμένην. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐγὼ δὲ μυστίλας μεμυστιλημένας ὑπὸ τῆς θεοῦ τῇ χειρὶ τἠλεφαντίνῃ. [1170] ΔΗ͂ΜΟΣ: ὡς μέγαν ἄρ᾽εἶχες ὦ πότνια τὸν δάκτυλον. ΚΛΈΩΝ: ἐγὼ δ᾽ἔτνος γε πίσινον εὔχρων καὶ καλόν· ἐτόρυνε δ᾽αὔθ᾽ἡ Παλλὰς ἡ Πυλαιμάχος. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ὦ Δῆμ᾽ἐναργῶς ἡ θεός σ᾽ἐπισκοπεῖ, καὶ νῦν ὑπερέχει σου χύτραν ζωμοῦ πλέαν. ΔΗ͂ΜΟΣ: οἴει γὰρ οἰκεῖσθ᾽ἂν ἔτι τήνδε τὴν πόλιν, εἰ μὴ φανερῶς ἡμῶν ὑπερεῖχε τὴν χύτραν; ΚΛΈΩΝ: Τουτὶ τέμαχός σοὔδωκεν ἡ Φοβεσιστράτη. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἡ δ᾽Ὀβριμοπάτρα γ᾽ἑφθὸν ἐκ ζωμοῦ κρέας καὶ χόλικος ἠνύστρου τε καὶ γαστρὸς τόμον. [1180] ΔΗ͂ΜΟΣ: Καλῶς γ᾽ἐποίησε τοῦ πέπλου μεμνημένη. ΚΛΈΩΝ: ἡ Γοργολόφα σ᾽ἐκέλευε τουτουὶ φαγεῖν ἐλατῆρος, ἵνα τὰς ναῦς ἐλαύνωμεν καλῶς. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: λαβὲ καὶ ταδί νυν. ΔΗ͂ΜΟΣ: καὶ τί τούτοις χρήσομαι τοῖς ἐντέροις; ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐπίτηδες αὔτ᾽ἔπεμψέ σοι ἐς τὰς τριήρεις ἐντερόνειαν ἡ θεός· ἐπισκοπεῖ γὰρ περιφανῶς τὸ ναυτικόν. ἔχε καὶ πιεῖν κεκραμένον τρία καὶ δύο. ΔΗ͂ΜΟΣ: ὡς ἡδὺς ὦ Ζεῦ καὶ τὰ τρία φέρων καλῶς. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἡ Τριτογενὴς γὰρ αὐτὸν ἐνετριτώνισεν. [1190] ΚΛΈΩΝ: λαβέ νυν πλακοῦντος πίονος παρ᾽ἐμοῦ τόμον. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: παρ᾽ἐμοῦ δ᾽ὅλον γε τὸν πλακοῦντα τουτονί. ΚΛΈΩΝ: ἀλλ᾽οὐ λαγῷ᾽ἕξεις ὁπόθεν δῷς, ἀλλ᾽ἐγώ. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: οἴμοι, πόθεν λαγῷά μοι γενήσεται; ὦ θυμὲ νυνὶ βωμολόχον ἔξευρέ τι. [1195] ΚΛΈΩΝ: ὁρᾷς τάδ᾽ὦ κακόδαιμον; ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ὀλίγον μοι μέλει· ἐκεινοιὶ γὰρ ὡς ἔμ᾽ἔρχονταί τινες πρέσβεις ἔχοντες ἀργυρίου βαλλάντια. ΚΛΈΩΝ: ποῦ ποῦ; toto ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τί δέ σοι τοῦτ᾽; οὐκ ἐάσεις τοὺς ξένους; ὦ Δημίδιον ὁρᾷς τὰ λαγῷ᾽ἅ σοι φέρω; [1200] ΚΛΈΩΝ: οἴμοι τάλας ἀδίκως γε τἄμ᾽ὑφήρπασας. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: νὴ τὸν Ποσειδῶ καὶ σὺ γὰρ τοὺς ἐκ Πύλου. toto ΔΗ͂ΜΟΣ: εἴπ᾽, ἀντιβολῶ, πῶς ἐπενόησας ἁρπάσαι; ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τὸ μὲν νόημα τῆς θεοῦ, τὸ δὲ κλέμμ᾽ἐμόν. ΚΛΈΩΝ: ἐγὼ δ᾽ἐκινδύνευσ᾽, ἐγὼ δ᾽ὤπτησά γε. [1205] ΔΗ͂ΜΟΣ: ἄπιθ᾽· οὐ γὰρ ἀλλὰ τοῦ παραθέντος ἡ χάρις. ΚΛΈΩΝ: οἴμοι κακοδαίμων, ὑπεραναιδευθήσομαι. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τί οὐ διακρίνεις Δῆμ᾽ὁπότερός ἐστι νῷν ἀνὴρ ἀμείνων περὶ σὲ καὶ τὴν γαστέρα; [1210] ΔΗ͂ΜΟΣ: τῷ δῆτ᾽ἂν ὑμᾶς χρησάμενος τεκμηρίῳ δόξαιμι κρίνειν τοῖς θεαταῖσιν σοφῶς; ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐγὼ φράσω σοι. τὴν ἐμὴν κίστην ἰὼν ξύλλαβε σιωπῇ καὶ βασάνισον ἅττ᾽ἔνι, καὶ τὴν Παφλαγόνος· κἀμέλει κρινεῖς καλῶς. ΔΗ͂ΜΟΣ: φέρ᾽ἴδω τί οὖν ἔνεστιν; [1215] ἈΛΛΑΝΤΟΠΏΛΗΣ: οὐχ ὁρᾷς κενὴν ὦ παππίδιον; ἅπαντα γάρ σοι παρεφόρουν. ΔΗ͂ΜΟΣ: αὕτη μὲν ἡ κίστη τὰ τοῦ Δήμου φρονεῖ. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: βάδιζέ νυν καὶ δεῦρο πρὸς τὴν Παφλαγόνος. ὁρᾷς <τάδ᾽;> [1220] ΔΗ͂ΜΟΣ: οἴμοι τῶν ἀγαθῶν ὅσων πλέα. ὅσον τὸ χρῆμα τοῦ πλακοῦντος ἀπέθετο· ἐμοὶ δ᾽ἔδωκεν ἀποτεμὼν τυννουτονί. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τοιαῦτα μέντοι καὶ πρότερόν σ᾽ἠργάζετο· σοὶ μὲν προσεδίδου μικρὸν ὧν ἐλάμβανεν, αὐτὸς δ᾽ἑαυτῷ παρετίθει τὰ μείζονα. [1225] ΔΗ͂ΜΟΣ: ὦ μιαρὲ κλέπτων δή με ταῦτ᾽ἐξηπάτας; ἐγὼ δέ τυ ἐστεφάνιξα κἀδωρησάμαν. ΚΛΈΩΝ: ἐγὼ δ᾽ἔκλεπτον ἐπ᾽ἀγαθῷ γε τῇ πόλει. ΔΗ͂ΜΟΣ: κατάθου ταχέως τὸν στέφανον, ἵν᾽ἐγὼ τουτῳὶ αὐτὸν περιθῶ. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: κατάθου ταχέως μαστιγία. [1230] ΚΛΈΩΝ: οὐ δῆτ᾽, ἐπεί μοι χρησμός ἐστι Πυθικὸς φράζων ὑφ᾽οὗ “δεήσει μ᾽” ἡττᾶσθαι μόνου. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τοὐμόν γε φράζων ὄνομα καὶ λίαν σαφῶς. [1235] ΚΛΈΩΝ: καὶ μήν σ᾽ἐλέγξαι βούλομαι τεκμηρίῳ, εἴ τι ξυνοίσεις τοῦ θεοῦ τοῖς θεσφάτοις. καί σου τοσοῦτον πρῶτον ἐκπειράσομαι· παῖς ὢν ἐφοίτας ἐς τίνος διδασκάλου; ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐν ταῖσιν εὕστραις κονδύλοις ἡρμοττόμην. ΚΛΈΩΝ: πῶς εἶπας; ὥς μου χρησμὸς ἅπτεται φρενῶν. εἶεν. ἐν παιδοτρίβου δὲ τίνα πάλην ἐμάνθανες; ἈΛΛΑΝΤΟΠΏΛΗΣ: κλέπτων ἐπιορκεῖν καὶ βλέπειν ἐναντίον· ΚΛΈΩΝ: ὦ Φοῖβ᾽Ἄπολλον Λύκιε τί ποτέ μ᾽ἐργάσει; τέχνην δὲ τίνα ποτ᾽εἶχες ἐξανδρούμενος; ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἠλλαντοπώλουν καί τι καὶ βινεσκόμην. ΚΛΈΩΝ: οἴμοι κακοδαίμων· οὐκέτ᾽οὐδέν εἰμ᾽ἐγώ. λεπτή τις ἐλπίς ἐστ᾽ἐφ᾽ἧς ὀχούμεθα. καί μοι τοσοῦτον εἰπέ· πότερον ἐν ἀγορᾷ ἠλλαντοπώλεις ἐτεὸν ἢ ᾽πὶ ταῖς πύλαις; ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐπὶ ταῖς πύλαισιν, οὗ τὸ τάριχος ὤνιον. ΚΛΈΩΝ: οἴμοι πέπρακται τοῦ θεοῦ τὸ θέσφατον. κυλίνδετ᾽εἴσω τόνδε τὸν δυσδαίμονα. ὦ στέφανε χαίρων ἄπιθι, κεἴ σ᾽ἄκων ἐγὼ λείπω· σὲ δ᾽ἄλλος τις λαβὼν κεκτήσεται, κλέπτης μὲν οὐκ ἂν μᾶλλον, εὐτυχὴς δ᾽ἴσως. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: Ἑλλάνιε Ζεῦ σὸν τὸ νικητήριον. ΧΟΡΌΣ: ὦ χαῖρε καλλίνικε καὶ μέμνησ᾽ὅτι ἀνὴρ γεγένησαι δι᾽ἐμέ· καί σ᾽αἰτῶ βραχύ, ὅπως ἔσομαί σοι Φανὸς ὑπογραφεὺς δικῶν. ΔΗ͂ΜΟΣ: ἐμοὶ δέ γ᾽ὅ τι σοι τοὔνομ᾽εἴπ᾽. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: Ἀγοράκριτος· ἐν τἀγορᾷ γὰρ κρινόμενος ἐβοσκόμην. [1260] ΔΗ͂ΜΟΣ: Ἀγορακρίτῳ τοίνυν ἐμαυτὸν ἐπιτρέπω, καὶ τὸν Παφλαγόνα παραδίδωμι τουτονί. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: καὶ μὴν ἐγώ σ᾽ὦ Δῆμε θεραπεύσω καλῶς, ὥσθ᾽ὁμολογεῖν σε μηδέν᾽ἀνθρώπων ἐμοῦ ἰδεῖν ἀμείνω τῇ Κεχηναίων πόλει. [1315] ΧΟΡΌΣ: τί κάλλιον ἀρχομένοισιν ἢ καταπαυομένοισιν ἢ θοᾶν ἵππων ἐλατῆρας ἀείδειν, “μηδὲν ἐς” Λυσίστρατον, μηδὲ Θούμαντιν τὸν ἀνέστιον αὖ λυπεῖν ἑκούσῃ καρδίᾳ; καὶ γὰρ οὗτος ὦ φίλ᾽Ἄπολλον <ἀεὶ> πεινῇ, θαλεροῖς δακρύοις σᾶς ἁπτόμενος φαρέτρας Πυθῶνι δίᾳ μὴ κακῶς πένεσθαι. λοιδορῆσαι τοὺς πονηροὺς οὐδέν ἐστ᾽ἐπίφθονον, ἀλλὰ τιμὴ τοῖσι χρηστοῖς, ὅστις εὖ λογίζεται. εἰ μὲν οὖν ἄνθρωπος, ὃν δεῖ πόλλ᾽ἀκοῦσαι καὶ κακά, αὐτὸς ἦν ἔνδηλος, οὐκ ἂν ἀνδρὸς ἐμνήσθην φίλου. νῦν δ᾽Ἀρίγνωτον γὰρ οὐδεὶς ὅστις οὐκ ἐπίσταται, ὅστις ἢ τὸ λευκὸν οἶδεν ἢ τὸν ὄρθιον νόμον. ἔστιν οὖν ἀδελφὸς αὐτῷ τοὺς τρόπους οὐ συγγενής, Ἀριφράδης πονηρός. ἀλλὰ τοῦτο μὲν καὶ βούλεται· ἔστι δ᾽οὐ μόνον πονηρός, οὐ γὰρ οὐδ᾽ἂν ᾐσθόμην, οὐδὲ παμπόνηρος, ἀλλὰ καὶ προσεξηύρηκέ τι. τὴν γὰρ αὑτοῦ γλῶτταν αἰσχραῖς ἡδοναῖς λυμαίνεται, ἐν κασωρείοισι λείχων τὴν ἀπόπτυστον δρόσον, καὶ μολύνων τὴν ὑπήνην καὶ κυκῶν τὰς ἐσχάρας, καὶ Πολυμνήστεια ποιῶν καὶ ξυνὼν Οἰωνίχῳ. ὅστις οὖν τοιοῦτον ἄνδρα μὴ σφόδρα βδελύττεται, οὔ ποτ᾽ἐκ ταὐτοῦ μεθ᾽ἡμῶν πίεται ποτηρίου. ἦ πολλάκις ἐννυχίαισι φροντίσι συγγεγένημαι, καὶ διεζήτηχ᾽ὁπόθεν ποτὲ φαύλως ἐσθίει Κλεώνυμος. φασὶ <μὲν> γὰρ αὐτὸν ἐρεπτόμενον τὰ τῶν ἐχόντων ἀνέρων οὐκ ἂν ἐξελθεῖν ἀπὸ τῆς σιπύης· τοὺς δ᾽ἀντιβολεῖν ἂν ὅμως· “ἴθ᾽ὦ ἄνα πρὸς γονάτων, ἔξελθε καὶ σύγγνωθι τῇ τραπέζῃ”. φασὶν ἀλλήλαις ξυνελθεῖν τὰς τριήρεις ἐς λόγον, καὶ μίαν λέξαι τιν᾽αὐτῶν ἥτις ἦν γεραιτέρα· “οὐδὲ πυνθάνεσθε ταῦτ᾽ὦ παρθένοι τἀν τῇ πόλει; φασὶν αἰτεῖσθαί τιν᾽ἡμῶν ἑκατὸν ἐς Καρχηδόνα ἄνδρα μοχθηρὸν πολίτην ὀξίνην Ὑπέρβολον”· ταῖς δὲ δόξαι δεινὸν εἶναι τοῦτο κοὐκ ἀνασχετόν, καί τιν᾽εἰπεῖν ἥτις ἀνδρῶν ἆσσον οὐκ ἐληλύθει· “ἀποτρόπαἰ οὐ δῆτ᾽ἐμοῦ γ᾽ἄρξει ποτ᾽, ἀλλ᾽ἐάν με χρῇ, ὑπὸ τερηδόνων σαπεῖσ᾽ἐνταῦθα καταγηράσομαι”· “οὐδὲ Ναυφάντης γε τῆς Ναύσωνος, οὐ δῆτ᾽ὦ θεοί, εἴπερ ἐκ πεύκης γε κἀγὼ καὶ ξύλων ἐπηγνύμην. ἢν δ᾽ἀρέσκῃ ταῦτ᾽Ἀθηναίοις, καθῆσθαί μοι δοκεῖ ἐς τὸ Θησεῖον πλεούσαις ἢ ᾽πὶ τῶν σεμνῶν θεῶν. οὐ γὰρ ἡμῶν γε στρατηγῶν ἐγχανεῖται τῇ πόλει· ἀλλὰ πλείτω χωρὶς αὐτὸς ἐς κόρακας, εἰ βούλεται, τὰς σκάφας, ἐν αἷς ἐπώλει τοὺς λύχνους, καθελκύσας”. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: εὐφημεῖν χρὴ καὶ στόμα κλῄειν καὶ μαρτυριῶν ἀπέχεσθαι, καὶ τὰ δικαστήρια συγκλῄειν οἷς ἡ πόλις ἥδε γέγηθεν, ἐπὶ καιναῖσιν δ᾽εὐτυχίαισιν παιωνίζειν τὸ θέατρον. [1320] ΧΟΡΌΣ: ὦ ταῖς ἱεραῖς φέγγος Ἀθήναις καὶ ταῖς νήσοις ἐπίκουρε, τίν᾽ἔχων φήμην ἀγαθὴν ἥκεις, ἐφ᾽ὅτῳ κνισῶμεν ἀγυιάς; ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τὸν Δῆμον ἀφεψήσας ὑμῖν καλὸν ἐξ αἰσχροῦ πεποίηκα. ΧΟΡΌΣ: καὶ ποῦ ᾽στιν νῦν ὦ θαυμαστὰς ἐξευρίσκων ἐπινοίας; ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐν ταῖσιν ἰοστεφάνοις οἰκεῖ ταῖς ἀρχαίαισιν Ἀθήναις. ΧΟΡΌΣ: πῶς ἂν ἴδοιμεν; ποίαν <τιν᾽> ἔχει σκευήν; ποῖος γεγένηται; ἈΛΛΑΝΤΟΠΏΛΗΣ: οἷός περ Ἀριστείδῃ πρότερον καὶ Μιλτιάδῃ ξυνεσίτει. ὄψεσθε δέ· καὶ γὰρ ἀνοιγνυμένων ψόφος ἤδη τῶν προπυλαίων. ἀλλ᾽ὀλολύξατε φαινομέναισιν ταῖς ἀρχαίαισιν Ἀθήναις καὶ θαυμασταῖς καὶ πολυύμνοις, ἵν᾽ὁ κλεινὸς Δῆμος ἐνοικεῖ. [1330] ΧΟΡΌΣ: ὦ ταὶ λιπαραὶ καὶ ἰοστέφανοι καὶ ἀριζήλωτοι Ἀθῆναι, δείξατε τὸν τῆς Ἑλλάδος ὑμῖν καὶ τῆς γῆς τῆσδε μόναρχον. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ὅδ᾽ἐκεῖνος ὁρᾶν τεττιγοφόρας, ἀρχαίῳ σχήματι λαμπρός, οὐ χοιρινῶν ὄζων ἀλλὰ σπονδῶν, σμύρνῃ κατάλειπτος. ΧΟΡΌΣ: χαῖρ᾽ὦ βασιλεῦ τῶν Ἑλλήνων· καί σοι ξυγχαίρομεν ἡμεῖς. τῆς γὰρ πόλεως ἄξια πράττεις καὶ τοῦ ᾽ν Μαραθῶνι τροπαίου. ΔΗ͂ΜΟΣ: ὦ φίλτατ᾽ἀνδρῶν ἐλθὲ δεῦρ᾽Ἀγοράκριτε. ὅσα με δέδρακας ἀγάθ᾽ἀφεψήσας. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἐγώ; ἀλλ᾽ὦ μέλ᾽οὐκ οἶσθ᾽οἷος ἦσθ᾽αὐτὸς πάρος, οὐδ᾽οἷ᾽ἔδρας· ἐμὲ γὰρ νομίζοις ἂν θεόν. ΔΗ͂ΜΟΣ: τί δ᾽ἔδρων, κάτειπέ μοι, πρὸ τοῦ; ποῖός τις ἦ; ἈΛΛΑΝΤΟΠΏΛΗΣ: πρῶτον μέν, ὁπότ᾽εἴποι τις ἐν τἠκκλησίᾳ, “ὦ Δῆμ᾽ἐραστής εἰμι σὸς φιλῶ τέ σε καὶ κήδομαί σου καὶ προβουλεύω μόνος”, τούτοις ὁπότε χρήσαιτό τις προοιμίοις, ἀνωρτάλιζες κἀκερουτίας. ΔΗ͂ΜΟΣ: ἐγώ; [1345] ἈΛΛΑΝΤΟΠΏΛΗΣ: εἶτ᾽ἐξαπατήσας σ᾽ἀντὶ τούτων ᾤχετο. ΔΗ͂ΜΟΣ: τί φῄς; ταυτί μ᾽ἔδρων, ἐγὼ δὲ τοῦτ᾽οὐκ ᾐσθόμην; ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τὰ δ᾽ὦτά γ᾽ἄν σου νὴ Δί᾽ἐξεπετάννυτο ὥσπερ σκιάδειον καὶ πάλιν ξυνήγετο. ΔΗ͂ΜΟΣ: οὕτως ἀνόητος ἐγεγενήμην καὶ γέρων; ἈΛΛΑΝΤΟΠΏΛΗΣ: καὶ νὴ Δί᾽εἴ γε δύο λεγοίτην ῥήτορε, ὁ μὲν ποιεῖσθαι ναῦς μακρὰς ὁ δ᾽ἕτερος αὖ καταμισθοφορῆσαι τοῦθ᾽, ὁ τὸν μισθὸν λέγων τὸν τὰς τριήρεις παραδραμὼν ἂν ᾤχετο. οὗτος τί κύπτεις; οὐχὶ κατὰ χώραν μενεῖς; [1355] ΔΗ͂ΜΟΣ: αἰσχύνομαί τοι ταῖς πρότερον ἁμαρτίαις. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἀλλ᾽οὐ σὺ τούτων αἴτιος, μὴ φροντίσῃς, ἀλλ᾽οἵ σε ταῦτ᾽ἐξηπάτων. νυνδὶ φράσον· ἐάν τις εἴπῃ βωμολόχος ξυνήγορος· “οὐκ ἔστιν ὑμῖν τοῖς δικασταῖς ἄλφιτα, εἰ μὴ καταγνώσεσθε ταύτην τὴν δίκην”· τοῦτον τί δράσεις, εἰπέ, τὸν ξυνήγορον; ΔΗ͂ΜΟΣ: ἄρας μετέωρον ἐς τὸ βάραθρον ἐμβαλῶ, ἐκ τοῦ λάρυγγος ἐκκρεμάσας Ὑπέρβολον. [1365] ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τουτὶ μὲν ὀρθῶς καὶ φρονίμως ἤδη λέγεις· τὰ δ᾽ἄλλα, φέρ᾽ἴδω, πῶς πολιτεύσει φράσον. ΔΗ͂ΜΟΣ: πρῶτον μὲν ὁπόσοι ναῦς ἐλαύνουσιν μακράς, καταγομένοις τὸν μισθὸν ἀποδώσω ᾽ντελῆ. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: Πολλοῖς γ᾽ὑπολίσφοις πυγιδίοισιν ἐχαρίσω. ΔΗ͂ΜΟΣ: ἔπειθ᾽ὁπλίτης ἐντεθεὶς ἐν καταλόγῳ οὐδεὶς κατὰ σπουδὰς μετεγγραφήσεται, ἀλλ᾽ὥσπερ ἦν τὸ πρῶτον ἐγγεγράψεται. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: τοῦτ᾽ἔδακε τὸν πόρπακα τὸν Κλεωνύμου. ΔΗ͂ΜΟΣ: οὐδ᾽ἀγοράσει γ᾽ἀγένειος οὐδεὶς ἐν ἀγορᾷ. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ποῦ δῆτα Κλεισθένης ἀγοράσει καὶ Στράτων; [1380] ΔΗ͂ΜΟΣ: τὰ μειράκια ταυτὶ λέγω τἀν τῷ μύρῳ, ἃ στωμυλεῖται τοιαδὶ καθήμενα· “σοφός γ᾽ὁ Φαίαξ δεξιῶς τ᾽οὐκ ἀπέθανεν. συνερτικὸς γάρ ἐστι καὶ περαντικός, καὶ γνωμοτυπικὸς καὶ σαφὴς καὶ κρουστικός, καταληπτικός τ᾽ἄριστα τοῦ θορυβητικοῦ”. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: οὔκουν καταδακτυλικὸς σὺ τοῦ λαλητικοῦ; ΔΗ͂ΜΟΣ: μὰ Δί᾽ἀλλ᾽ἀναγκάσω κυνηγετεῖν ἐγὼ τούτους ἅπαντας, παυσαμένους ψηφισμάτων. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: ἔχε νυν ἐπὶ τούτοις τουτονὶ τὸν ὀκλαδίαν, καὶ παῖδ᾽ἐνόρχην, ὅσπερ οἴσει τόνδε σοι· κἄν που δοκῇ σοι, τοῦτον ὀκλαδίαν ποίει. ΔΗ͂ΜΟΣ: μακάριος ἐς τἀρχαῖα δὴ καθίσταμαι. Ἀλλαντοπώλης φήσεις γ᾽, ἐπειδὰν τὰς τριακοντούτιδας σπονδὰς παραδῶ σοι. δεῦρ᾽ἴθ᾽αἱ Σπονδαὶ ταχύ. ΔΗ͂ΜΟΣ: ὦ Ζεῦ πολυτίμηθ᾽ὡς καλαί· πρὸς τῶν θεῶν, ἔξεστιν αὐτῶν κατατριακοντουτίσαι; πῶς ἔλαβες αὐτὰς ἐτέον; [1395] ἈΛΛΑΝΤΟΠΏΛΗΣ: οὐ γὰρ ὁ Παφλαγὼν ἀπέκρυπτε ταύτας ἔνδον, ἵνα σὺ μὴ λάβῃς; νῦν οὖν ἐγώ σοι παραδίδωμ᾽ἐς τοὺς ἀγροὺς αὐτὰς ἰέναι λαβόντα. ΔΗ͂ΜΟΣ: τὸν δὲ Παφλαγόνα, ὃς ταῦτ᾽ἔδρασεν, εἴφ᾽ὅ τι ποιήσεις κακόν. ἈΛΛΑΝΤΟΠΏΛΗΣ: οὐδὲν μέγ᾽ἀλλ᾽ἢ τὴν ἐμὴν ἕξει τέχνην· ἐπὶ ταῖς πύλαις ἀλλαντοπωλήσει μόνος, τὰ κύνεια μιγνὺς τοῖς ὀνείοις πράγμασιν, μεθύων τε ταῖς πόρναισι λοιδορήσεται, κἀκ τῶν βαλανείων πίεται τὸ λούτριον. ΔΗ͂ΜΟΣ: εὖ γ᾽ἐπενόησας οὗπέρ ἐστιν ἄξιος, πόρναισι καὶ βαλανεῦσι διακεκραγέναι, καί σ᾽ἀντὶ τούτων ἐς τὸ πρυτανεῖον καλῶ ἐς τὴν ἕδραν θ᾽, ἵν᾽ἐκεῖνος ἦν ὁ φαρμακός. ἕπου δὲ ταυτηνὶ λαβὼν τὴν βατραχίδα· κἀκεῖνον ἐκφερέτω τις ὡς ἐπὶ τὴν τέχνην, ἵν᾽ἴδωσιν αὐτὸν οἷς ἐλωβᾶθ᾽οἱ ξένοι.