Lysistrata — Aristophanes ========================= ΛΥΣΙΣΤΡΑΤΗ Translation/edition: Greek text Language: Ancient Greek Read in Plato Scroll: https://plato-scroll.com/s/arist-lysistrata/ This file: https://plato-scroll.com/text/arist-lysistrata-e.txt Other editions of this work: - Anonymous (Athenian Society, 1912): https://plato-scroll.com/text/arist-lysistrata.txt Sources and licences: https://plato-scroll.com/attribution.html Numbers in [brackets] are the edition's reference loci (Stephanus, Bekker, book.line, page...). Superscript numerals refer to the Notes at the end. ## ΛΥΣΙΣΤΡΑΤΗ ΛΥΣΙΣΤΡΆΤΗ: ἀλλ᾽ εἴ τις ἐς Βακχεῖον αὐτὰς ἐκάλεσεν, ἢ ‘ς Πανὸς ἢ ‘πὶ Κωλιάδ᾽ ἢ ‘ς Γενετυλλίδος, οὐδ᾽ ἂν διελθεῖν ἦν ἂν ὑπὸ τῶν τυμπάνων. νῦν δ᾽ οὐδεμία πάρεστιν ἐνταυθοῖ γυνή: 5 πλὴν ἥ γ᾽ ἐμὴ κωμῆτις ἥδ᾽ ἐξέρχεται. χαῖρ᾽ ὦ Καλονίκη. ΚΑΛΟΝΊΚΗ: καὶ σύ γ᾽ ὦ Λυσιστράτη. τί συντετάραξαι; μὴ σκυθρώπαζ᾽ ὦ τέκνον. οὐ γὰρ πρέπει σοι τοξοποιεῖν τὰς ὀφρῦς. ΛΥΣΙΣΤΡΆΤΗ: ἀλλ᾽ ὦ Καλονίκη κάομαι τὴν καρδίαν, 10 καὶ πόλλ᾽ ὑπὲρ ἡμῶν τῶν γυναικῶν ἄχθομαι, ὁτιὴ παρὰ μὲν τοῖς ἀνδράσιν νενομίσμεθα εἶναι πανοῦργοι — ΚΑΛΟΝΊΚΗ: καὶ γάρ ἐσμεν νὴ Δία. ΛΥΣΙΣΤΡΆΤΗ: εἰρημένον δ᾽ αὐταῖς ἀπαντᾶν ἐνθάδε βουλευσομέναισιν οὐ περὶ φαύλου πράγματος, 15 εὕδουσι κοὐχ ἥκουσιν. ΚΑΛΟΝΊΚΗ: ἀλλ᾽ ὦ φιλτάτη ἥξουσι: χαλεπή τοι γυναικῶν ἔξοδος. ἡ μὲν γὰρ ἡμῶν περὶ τὸν ἄνδρ᾽ ἐκύπτασεν, ἡ δ᾽ οἰκέτην ἤγειρεν, ἡ δὲ παιδίον κατέκλινεν, ἡ δ᾽ ἔλουσεν, ἡ δ᾽ ἐψώμισεν. [20] ΛΥΣΙΣΤΡΆΤΗ: ἀλλ᾽ ἕτερά τἄρ᾽ ἦν τῶνδε προὐργιαίτερα αὐταῖς. ΚΑΛΟΝΊΚΗ: τί δ᾽ ἐστὶν ὦ φίλη Λυσιστράτη, ἐφ᾽ ὅ τι ποθ᾽ ἡμᾶς τὰς γυναῖκας συγκαλεῖς; τί τὸ πρᾶγμα; πηλίκον τι; ΛΥΣΙΣΤΡΆΤΗ: μέγα. ΚΑΛΟΝΊΚΗ: μῶν καὶ παχύ; ΛΥΣΙΣΤΡΆΤΗ: καὶ νὴ Δία παχύ. ΚΑΛΟΝΊΚΗ: κᾆτα πῶς οὐχ ἥκομεν; [25] ΛΥΣΙΣΤΡΆΤΗ: οὐχ οὗτος ὁ τρόπος: ταχὺ γὰρ ἂν ξυνήλθομεν. ἀλλ᾽ ἔστιν ὑπ᾽ ἐμοῦ πρᾶγμ᾽ ἀνεζητημένον πολλαῖσί τ᾽ ἀγρυπνίαισιν ἐρριπτασμένον. ΚΑΛΟΝΊΚΗ: ἦ πού τι λεπτόν ἐστι τοὐρριπτασμένον. ΛΥΣΙΣΤΡΆΤΗ: οὕτω γε λεπτὸν ὥσθ᾽ ὅλης τῆς Ἑλλάδος 30 ἐν ταῖς γυναιξίν ἐστιν ἡ σωτηρία. ΚΑΛΟΝΊΚΗ: ἐν ταῖς γυναιξίν; ἐπ᾽ ὀλίγου γ᾽ ὠχεῖτ᾽ ἄρα. ΛΥΣΙΣΤΡΆΤΗ: ὡς ἔστ᾽ ἐν ἡμῖν τῆς πόλεως τὰ πράγματα, ἢ μηκέτ᾽ εἶναι μήτε Πελοποννησίους — ΚΑΛΟΝΊΚΗ: βέλτιστα τοίνυν μηκέτ᾽ εἶναι νὴ Δία. [35] ΛΥΣΙΣΤΡΆΤΗ: Βοιωτίους τε πάντας ἐξολωλέναι. ΚΑΛΟΝΊΚΗ: μὴ δῆτα πάντας γ᾽, ἀλλ᾽ ἄφελε τὰς ἐγχέλεις. ΛΥΣΙΣΤΡΆΤΗ: περὶ τῶν Ἀθηνῶν δ᾽ οὐκ ἐπιγλωττήσομαι τοιοῦτον οὐδέν: ἀλλ᾽ ὑπονόησον σύ μοι. ἢν δὲ ξυνέλθωσ᾽ αἱ γυναῖκες ἐνθάδε 40 αἵ τ᾽ ἐκ Βοιωτῶν αἵ τε Πελοποννησίων ἡμεῖς τε, κοινῇ σώσομεν τὴν Ἑλλάδα. ΚΑΛΟΝΊΚΗ: τί δ᾽ ἂν γυναῖκες φρόνιμον ἐργασαίατο ἢ λαμπρόν, αἳ καθήμεθ᾽ ἐξηνθισμέναι, κροκωτοφοροῦσαι καὶ κεκαλλωπισμέναι 45 καὶ Κιμμερίκ᾽ ὀρθοστάδια καὶ περιβαρίδας; ΛΥΣΙΣΤΡΆΤΗ: ταῦτ᾽ αὐτὰ γάρ τοι κἄσθ᾽ ἃ σώσειν προσδοκῶ, τὰ κροκωτίδια καὶ τὰ μύρα χαἰ περιβαρίδες χἤγχουσα καὶ τὰ διαφανῆ χιτώνια. ΚΑΛΟΝΊΚΗ: τίνα δὴ τρόπον ποθ᾽; ΛΥΣΙΣΤΡΆΤΗ: ὥστε τῶν νῦν μηδένα 50 ἀνδρῶν ἐπ᾽ ἀλλήλοισιν ἄρεσθαι δόρυ — ΚΑΛΟΝΊΚΗ: κροκωτὸν ἄρα νὴ τὼ θεὼ ‘γὼ βάψομαι. ΛΥΣΙΣΤΡΆΤΗ: μηδ᾽ ἀσπίδα λαβεῖν — ΚΑΛΟΝΊΚΗ: Κιμμερικὸν ἐνδύσομαι. ΛΥΣΙΣΤΡΆΤΗ: μηδὲ ξιφίδιον. ΚΑΛΟΝΊΚΗ: κτήσομαι περιβαρίδας. ΛΥΣΙΣΤΡΆΤΗ: ἆρ᾽ οὐ παρεῖναι τὰς γυναῖκας δῆτ᾽ ἐχρῆν; [55] ΚΑΛΟΝΊΚΗ: οὐ γὰρ μὰ Δί᾽ ἀλλὰ πετομένας ἥκειν πάλαι. ΛΥΣΙΣΤΡΆΤΗ: ἀλλ᾽ ὦ μέλ᾽ ὄψει τοι σφόδρ᾽ αὐτὰς Ἀττικάς, ἅπαντα δρώσας τοῦ δέοντος ὕστερον. ἀλλ᾽ οὐδὲ Παράλων οὐδεμία γυνὴ πάρα, οὐδ᾽ ἐκ Σαλαμῖνος. ΚΑΛΟΝΊΚΗ: ἀλλ᾽ ἐκεῖναί γ᾽ οἶδ᾽ ὅτι 60 ἐπὶ τῶν κελήτων διαβεβήκασ᾽ ὄρθριαι. ΛΥΣΙΣΤΡΆΤΗ: οὐδ᾽ ἃς προσεδόκων κἀλογιζόμην ἐγὼ πρώτας παρέσεσθαι δεῦρο τὰς Ἀχαρνέων γυναῖκας, οὐχ ἥκουσιν. ΚΑΛΟΝΊΚΗ: ἡ γοῦν Θεογένους ὡς δεῦρ᾽ ἰοῦσα θοὐκάταιον ἤρετο. 65 ἀτὰρ αἵδε καὶ δή σοι προσέρχονταί τινες. ΛΥΣΙΣΤΡΆΤΗ: αἱδί θ᾽ ἕτεραι χωροῦσί τινες. ΚΑΛΟΝΊΚΗ: ἰοὺ ἰού, πόθεν εἰσίν; ΛΥΣΙΣΤΡΆΤΗ: Ἀναγυρουντόθεν. ΚΑΛΟΝΊΚΗ: νὴ τὸν Δία: ὁ γοῦν ἀνάγυρός μοι κεκινῆσθαι δοκεῖ. ΜΥΡΡΊΝΗ: μῶν ὕστεραι πάρεσμεν ὦ Λυσιστράτη; 70 τί φῄς; τί σιγᾷς; ΛΥΣΙΣΤΡΆΤΗ: οὔ σ᾽ ἐπαινῶ Μυρρίνη ἥκουσαν ἄρτι περὶ τοιούτου πράγματος. ΜΥΡΡΊΝΗ: μόλις γὰρ ηὗρον ἐν σκότῳ τὸ ζώνιον. ἀλλ᾽ εἴ τι πάνυ δεῖ, ταῖς παρούσαισιν λέγε. ΛΥΣΙΣΤΡΆΤΗ: μὰ Δί᾽ ἀλλ᾽ ἐπαναμείνωμεν ὀλίγου γ᾽ οὕνεκα 75 τάς τ᾽ ἐκ Βοιωτῶν τάς τε Πελοποννησίων γυναῖκας ἐλθεῖν. ΜΥΡΡΊΝΗ: πολὺ σὺ κάλλιον λέγεις. ἡδὶ δὲ καὶ δὴ Λαμπιτὼ προσέρχεται. ΛΥΣΙΣΤΡΆΤΗ: ὦ φιλτάτη Λάκαινα χαῖρε Λαμπιτοῖ. οἷον τὸ κάλλος γλυκυτάτη σου φαίνεται. 80 ὡς δ᾽ εὐχροεῖς, ὡς δὲ σφριγᾷ τὸ σῶμά σου. κἂν ταῦρον ἄγχοις. ΛΑΜΠΙΤΏ: μάλα γ᾽ οἰῶ ναὶ τὼ σιώ: γυμνάδδομαι γὰρ καὶ ποτὶ πυγὰν ἅλλομαι. ΚΑΛΟΝΊΚΗ: ὡς δὴ καλὸν τὸ χρῆμα τιτθίων ἔχεις. ΛΑΜΠΙΤΏ: ᾇπερ ἱερεῖόν τοί μ᾽ ὑποψαλάσσετε. [85] ΛΥΣΙΣΤΡΆΤΗ: ἡδὶ δὲ ποδαπή ‘σθ᾽ ἡ νεᾶνις ἡτέρα; ΛΑΜΠΙΤΏ: πρέσβειρά τοι ναὶ τὼ σιὼ Βοιωτία ἵκει ποθ᾽ ὑμέ. ΜΥΡΡΊΝΗ: νὴ μὰ Δία Βοιωτία, καλόν γ᾽ ἔχουσα τὸ πεδίον. ΚΑΛΟΝΊΚΗ: καὶ νὴ Δία κομψότατα τὴν βληχώ γε παρατετιλμένη. [90] ΛΥΣΙΣΤΡΆΤΗ: τίς δ᾽ ἡτέρα παῖς; ΛΑΜΠΙΤΏ: χαΐα ναὶ τὼ σιώ, Κορινθία δ᾽ αὖ. ΚΑΛΟΝΊΚΗ: χαΐα νὴ τὸν Δία δήλη ‘στὶν οὖσα ταυταγὶ τἀντευθενί. ΛΑΜΠΙΤΏ: τίς δ᾽ αὖ ξυναλίαξε τόνδε τὸν στόλον τὸν τᾶν γυναικῶν; ΛΥΣΙΣΤΡΆΤΗ: ἥδ᾽ ἐγώ. ΛΑΜΠΙΤΏ: μύσιδδέ τοι 95 ὅ τι λῇς ποθ᾽ ἁμέ. ΚΑΛΟΝΊΚΗ: νὴ Δί᾽ ὦ φίλη γύναι, λέγε δῆτα τὸ σπουδαῖον ὅ τι τοῦτ᾽ ἐστί σοι. ΛΥΣΙΣΤΡΆΤΗ: λέγοιμ᾽ ἂν ἤδη. πρὶν λέγειν δ᾽, ὑμᾶς τοδὶ ἐπερήσομαί τι μικρόν. ΚΑΛΟΝΊΚΗ: ὅ τι βούλει γε σύ. ΛΥΣΙΣΤΡΆΤΗ: τοὺς πατέρας οὐ ποθεῖτε τοὺς τῶν παιδίων 100 ἐπὶ στρατιᾶς ἀπόντας; εὖ γὰρ οἶδ᾽ ὅτι πάσαισιν ὑμῖν ἐστιν ἀποδημῶν ἀνήρ. ΚΑΛΟΝΊΚΗ: ὁ γοῦν ἐμὸς ἀνὴρ πέντε μῆνας ὦ τάλαν ἄπεστιν ἐπὶ Θρᾴκης φυλάττων Εὐκράτη. ΜΥΡΡΊΝΗ: ὁ δ᾽ ἐμός γε τελέους ἑπτὰ μῆνας ἐν Πύλῳ. [105] ΛΑΜΠΙΤΏ: ὁ δ᾽ ἐμός γα καἴ κ᾽ ἐκ τᾶς ταγᾶς ἔλσῃ ποκά, πορπακισάμενος φροῦδος ἀμπτάμενος ἔβα. ΛΥΣΙΣΤΡΆΤΗ: ἀλλ᾽ οὐδὲ μοιχοῦ καταλέλειπται φεψάλυξ. ἐξ οὗ γὰρ ἡμᾶς προὔδοσαν Μιλήσιοι, οὐκ εἶδον οὐδ᾽ ὄλισβον ὀκτωδάκτυλον, 110 ὃς ἦν ἂν ἡμῖν σκυτίνη ‘πικουρία. ἐθέλοιτ᾽ ἂν οὖν, εἰ μηχανὴν εὕροιμ᾽ ἐγώ, μετ᾽ ἐμοῦ καταλῦσαι τὸν πόλεμον; ΚΑΛΟΝΊΚΗ: νὴ τὼ θεώ: ἔγωγ᾽ ἂν οὖν κἂν εἴ με χρείη τοὔγκυκλον τουτὶ καταθεῖσαν ἐκπιεῖν αὐθημερόν. [115] ΜΥΡΡΊΝΗ: ἐγὼ δέ γ᾽ ἂν κἂν ὡσπερεὶ ψῆτταν δοκῶ δοῦναι ἂν ἐμαυτῆς παρατεμοῦσα θἤμισυ. ΛΑΜΠΙΤΏ: ἐγὼ δὲ καί κα ποττὸ Ταΰγετόν γ᾽ ἄνω ἔλσοιμ᾽ ὅπᾳ μέλλοιμί γ᾽ εἰράναν ἰδεῖν. ΛΥΣΙΣΤΡΆΤΗ: λέγοιμ᾽ ἄν: οὐ δεῖ γὰρ κεκρύφθαι τὸν λόγον. 120 ἡμῖν γὰρ ὦ γυναῖκες, εἴπερ μέλλομεν ἀναγκάσειν τοὺς ἄνδρας εἰρήνην ἄγειν, ἀφεκτέ᾽ ἐστὶ — ΚΑΛΟΝΊΚΗ: τοῦ; φράσον. ΛΥΣΙΣΤΡΆΤΗ: ποιήσετ᾽ οὖν; ΚΑΛΟΝΊΚΗ: ποιήσομεν, κἂν ἀποθανεῖν ἡμᾶς δέῃ. ΛΥΣΙΣΤΡΆΤΗ: ἀφεκτέα τοίνυν ἐστὶν ἡμῖν τοῦ πέους. 125 τί μοι μεταστρέφεσθε; ποῖ βαδίζετε; αὗται τί μοιμυᾶτε κἀνανεύετε; τί χρὼς τέτραπται; τί δάκρυον κατείβεται; ποιήσετ᾽ ἢ οὐ ποιήσετ᾽; ἢ τί μέλλετε; ΚΑΛΟΝΊΚΗ: οὐκ ἂν ποιήσαιμ᾽, ἀλλ᾽ ὁ πόλεμος ἑρπέτω. [130] ΜΥΡΡΊΝΗ: μὰ Δί᾽ οὐδ᾽ ἐγὼ γάρ, ἀλλ᾽ ὁ πόλεμος ἑρπέτω. ΛΥΣΙΣΤΡΆΤΗ: ταυτὶ σὺ λέγεις ὦ ψῆττα; καὶ μὴν ἄρτι γε ἔφησθα σαυτῆς κἂν παρατεμεῖν θἤμισυ. ΚΑΛΟΝΊΚΗ: ἄλλ᾽ ἄλλ᾽ ὅ τι βούλει: κἄν με χρῇ διὰ τοῦ πυρὸς ἐθέλω βαδίζειν: τοῦτο μᾶλλον τοῦ πέους. 135 οὐδὲν γὰρ οἷον ὦ φίλη Λυσιστράτη. ΛΥΣΙΣΤΡΆΤΗ: τί δαὶ σύ; ἌΛΛΗ: κἀγὼ βούλομαι διὰ τοῦ πυρός. ΛΥΣΙΣΤΡΆΤΗ: ὦ παγκατάπυγον θἠμέτερον ἅπαν γένος, οὐκ ἐτὸς ἀφ᾽ ἡμῶν εἰσιν αἱ τραγῳδίαι. οὐδὲν γάρ ἐσμεν πλὴν Ποσειδῶν καὶ σκάφη. 140 ἀλλ᾽ ὦ φίλη Λάκαινα, σὺ γὰρ ἐὰν γένῃ μόνη μετ᾽ ἐμοῦ, τὸ πρᾶγμ᾽ ἀνασωσαίμεσθ᾽ ἔτ᾽ ἄν, ξυμψήφισαί μοι. ΛΑΜΠΙΤΏ: χαλεπὰ μὲν ναὶ τὼ σιὼ γυναῖκάς ἐσθ᾽ ὑπνῶν ἄνευ ψωλᾶς μόνας. ὅμως γα μάν: δεῖ τᾶς γὰρ εἰράνας μάλ᾽ αὖ. [145] ΛΥΣΙΣΤΡΆΤΗ: ὦ φιλτάτη σὺ καὶ μόνη τούτων γυνή. ΚΑΛΟΝΊΚΗ: εἰ δ᾽ ὡς μάλιστ᾽ ἀπεχοίμεθ᾽ οὗ σὺ δὴ λέγεις, ὃ μὴ γένοιτο, μᾶλλον ἂν διὰ τουτογὶ γένοιτ᾽ ἂν εἰρήνη; ΛΥΣΙΣΤΡΆΤΗ: πολύ γε νὴ τὼ θεώ. εἰ γὰρ καθοίμεθ᾽ ἔνδον ἐντετριμμέναι, 150 κἀν τοῖς χιτωνίοισι τοῖς Ἀμοργίνοις γυμναὶ παρίοιμεν δέλτα παρατετιλμέναι, στύοιντο δ᾽ ἅνδρες κἀπιθυμοῖεν σπλεκοῦν, ἡμεῖς δὲ μὴ προσίοιμεν ἀλλ᾽ ἀπεχοίμεθα, σπονδὰς ποιήσαιντ᾽ ἂν ταχέως, εὖ οἶδ᾽ ὅτι. [155] ΛΑΜΠΙΤΏ: ὁ γῶν Μενέλαος τᾶς Ἑλένας τὰ μᾶλά πᾳ γυμνᾶς παραϊδὼν ἐξέβαλ᾽, οἰῶ, τὸ ξίφος. ΚΑΛΟΝΊΚΗ: τί δ᾽ ἢν ἀφιῶσ᾽ ἅνδρες ἡμᾶς ὦ μέλε; ΛΥΣΙΣΤΡΆΤΗ: τὸ τοῦ Φερεκράτους, κύνα δέρειν δεδαρμένην. ΚΑΛΟΝΊΚΗ: φλυαρία ταῦτ᾽ ἐστὶ τὰ μεμιμημένα. 160 ἐὰν λαβόντες δ᾽ ἐς τὸ δωμάτιον βίᾳ ἕλκωσιν ἡμᾶς; ΛΥΣΙΣΤΡΆΤΗ: ἀντέχου σὺ τῶν θυρῶν. ΚΑΛΟΝΊΚΗ: ἐὰν δὲ τύπτωσιν; ΛΥΣΙΣΤΡΆΤΗ: παρέχειν χρὴ κακὰ κακῶς. οὐ γὰρ ἔνι τούτοις ἡδονὴ τοῖς πρὸς βίαν. κἄλλως ὀδυνᾶν χρή: κἀμέλει ταχέως πάνυ 165 ἀπεροῦσιν. οὐ γὰρ οὐδέποτ᾽ εὐφρανθήσεται ἀνήρ, ἐὰν μὴ τῇ γυναικὶ συμφέρῃ. ΚΑΛΟΝΊΚΗ: εἴ τοι δοκεῖ σφῷν ταῦτα, χἠμῖν ξυνδοκεῖ. ΛΑΜΠΙΤΏ: καὶ τὼς μὲν ἁμῶν ἄνδρας ἁμὲς πείσομες παντᾷ δικαίως ἄδολον εἰράναν ἄγειν: 170 τὸν τῶν Ἀσαναίων γα μὰν ῥυάχετον πᾷ κά τις ἀμπείσειεν αὖ μὴ πλαδδιῆν; ΛΥΣΙΣΤΡΆΤΗ: ἡμεῖς ἀμέλει σοι τά γε παρ᾽ ἡμῖν πείσομεν. ΛΑΜΠΙΤΏ: οὐχ ἇς πόδας κ᾽ ἔχωντι ταὶ τριήρεες, καὶ τὠργύριον τὤβυσσον ᾖ πὰρ τᾷ σιῷ. [175] ΛΥΣΙΣΤΡΆΤΗ: ἀλλ᾽ ἔστι καὶ τοῦτ᾽ εὖ παρεσκευασμένον: καταληψόμεθα γὰρ τὴν ἀκρόπολιν τήμερον. ταῖς πρεσβυτάταις γὰρ προστέτακται τοῦτο δρᾶν, ἕως ἂν ἡμεῖς ταῦτα συντιθώμεθα, θύειν δοκούσαις καταλαβεῖν τὴν ἀκρόπολιν. [180] ΛΑΜΠΙΤΏ: παντᾷ κ᾽ ἔχοι, καὶ τᾷδε γὰρ λέγεις καλῶς. ΛΥΣΙΣΤΡΆΤΗ: τί δῆτα ταῦτ᾽ οὐχ ὡς τάχιστ᾽ ὦ Λαμπιτοῖ ξυνωμόσαμεν, ὅπως ἂν ἀρρήκτως ἔχῃ; ΛΑΜΠΙΤΏ: πάρφαινε μὰν τὸν ὅρκον, ὡς ὀμιόμεθα. ΛΥΣΙΣΤΡΆΤΗ: καλῶς λέγεις. ποῦ ‘σθ᾽ ἡ Σκύθαινα; ποῖ βλέπεις; 185 θὲς ἐς τὸ πρόσθεν ὑπτίαν τὴν ἀσπίδα, καί μοι δότω τὰ τόμιά τις. ΚΑΛΟΝΊΚΗ: Λυσιστράτη τίν᾽ ὅρκον ὁρκώσεις ποθ᾽ ἡμᾶς; ΛΥΣΙΣΤΡΆΤΗ: ὅντινα; εἰς ἀσπίδ᾽, ὥσπερ φάσ᾽ ἐν Αἰσχύλῳ ποτέ, μηλοσφαγούσας. ΚΑΛΟΝΊΚΗ: μὴ σύ γ᾽ ὦ Λυσιστράτη 190 εἰς ἀσπίδ᾽ ὀμόσῃς μηδὲν εἰρήνης πέρι. ΛΥΣΙΣΤΡΆΤΗ: τίς ἂν οὖν γένοιτ᾽ ἂν ὅρκος; ΚΑΛΟΝΊΚΗ: εἰ λευκόν ποθεν ἵππον λαβοῦσαι τόμιον ἐντεμοίμεθα. ΛΥΣΙΣΤΡΆΤΗ: ποῖ λευκὸν ἵππον; ΚΑΛΟΝΊΚΗ: ἀλλὰ πῶς ὀμούμεθα ἡμεῖς; ΛΥΣΙΣΤΡΆΤΗ: ἐγώ σοι νὴ Δί᾽, ἢν βούλῃ, φράσω. 195 θεῖσαι μέλαιναν κύλικα μεγάλην ὑπτίαν, μηλοσφαγοῦσαι Θάσιον οἴνου σταμνίον ὀμόσωμεν ἐς τὴν κύλικα μὴ ‘πιχεῖν ὕδωρ. ΛΑΜΠΙΤΏ: φεῦ δᾶ τὸν ὅρκον ἄφατον ὡς ἐπαινίω. ΛΥΣΙΣΤΡΆΤΗ: φερέτω κύλικά τις ἔνδοθεν καὶ σταμνίον. [200] ΜΥΡΡΊΝΗ: ὦ φίλταται γυναῖκες, ὁ κεραμεὼν ὅσος. ΚΑΛΟΝΊΚΗ: ταύτην μὲν ἄν τις εὐθὺς ἡσθείη λαβών. ΛΥΣΙΣΤΡΆΤΗ: καταθεῖσα ταύτην προσλαβοῦ μοι τοῦ κάπρου. δέσποινα Πειθοῖ καὶ κύλιξ φιλοτησία, τὰ σφάγια δέξαι ταῖς γυναιξὶν εὐμενής. [205] ΚΑΛΟΝΊΚΗ: εὔχρων γε θαἶμα κἀποπυτίζει καλῶς. ΛΑΜΠΙΤΏ: καὶ μὰν ποτόδδει γ᾽ ἁδὺ ναὶ τὸν Κάστορα. ΜΥΡΡΊΝΗ: ἐᾶτε πρώτην μ᾽ ὦ γυναῖκες ὀμνύναι. ΚΑΛΟΝΊΚΗ: μὰ τὴν Ἀφροδίτην οὔκ, ἐάν γε μὴ λάχῃς. ΛΥΣΙΣΤΡΆΤΗ: λάζυσθε πᾶσαι τῆς κύλικος ὦ Λαμπιτοῖ: 210 λεγέτω δ᾽ ὑπὲρ ὑμῶν μί᾽ ἅπερ ἂν κἀγὼ λέγω: ὑμεῖς δ᾽ ἐπομεῖσθε ταὐτὰ κἀμπεδώσετε. οὐκ ἔστιν οὐδεὶς οὔτε μοιχὸς οὔτ᾽ ἀνήρ — ΚΑΛΟΝΊΚΗ: οὐκ ἔστιν οὐδεὶς οὔτε μοιχὸς οὔτ᾽ ἀνήρ — ΛΥΣΙΣΤΡΆΤΗ: ὅστις πρὸς ἐμὲ πρόσεισιν ἐστυκώς. λέγε. [215] ΚΑΛΟΝΊΚΗ: ὅστις πρὸς ἐμὲ πρόσεισιν ἐστυκώς. παπαῖ ὑπολύεταί μου τὰ γόνατ᾽ ὦ Λυσιστράτη. ΛΥΣΙΣΤΡΆΤΗ: οἴκοι δ᾽ ἀταυρώτη διάξω τὸν βίον — ΚΑΛΟΝΊΚΗ: οἴκοι δ᾽ ἀταυρώτη διάξω τὸν βίον — ΛΥΣΙΣΤΡΆΤΗ: κροκωτοφοροῦσα καὶ κεκαλλωπισμένη, — [220] ΚΑΛΟΝΊΚΗ: κροκωτοφοροῦσα καὶ κεκαλλωπισμένη, — ΛΥΣΙΣΤΡΆΤΗ: ὅπως ἂν ἁνὴρ ἐπιτυφῇ μάλιστά μου: ΚΑΛΟΝΊΚΗ: ὅπως ἂν ἁνὴρ ἐπιτυφῇ μάλιστά μου: ΛΥΣΙΣΤΡΆΤΗ: κοὐδέποθ᾽ ἑκοῦσα τἀνδρὶ τὠμῷ πείσομαι. ΚΑΛΟΝΊΚΗ: κοὐδέποθ᾽ ἑκοῦσα τἀνδρὶ τὠμῷ πείσομαι. [225] ΛΥΣΙΣΤΡΆΤΗ: ἐὰν δέ μ᾽ ἄκουσαν βιάζηται βίᾳ, — ΚΑΛΟΝΊΚΗ: ἐὰν δέ μ᾽ ἄκουσαν βιάζηται βίᾳ, — ΛΥΣΙΣΤΡΆΤΗ: κακῶς παρέξω κοὐχὶ προσκινήσομαι. ΚΑΛΟΝΊΚΗ: κακῶς παρέξω κοὐχὶ προσκινήσομαι. ΛΥΣΙΣΤΡΆΤΗ: οὐ πρὸς τὸν ὄροφον ἀνατενῶ τὼ Περσικά. [230] ΚΑΛΟΝΊΚΗ: οὐ πρὸς τὸν ὄροφον ἀνατενῶ τὼ Περσικά. ΛΥΣΙΣΤΡΆΤΗ: οὐ στήσομαι λέαιν᾽ ἐπὶ τυροκνήστιδος. ΚΑΛΟΝΊΚΗ: οὐ στήσομαι λέαιν᾽ ἐπὶ τυροκνήστιδος. ΛΥΣΙΣΤΡΆΤΗ: ταῦτ᾽ ἐμπεδοῦσα μὲν πίοιμ᾽ ἐντευθενί: ΚΑΛΟΝΊΚΗ: ταῦτ᾽ ἐμπεδοῦσα μὲν πίοιμ᾽ ἐντευθενί: [235] ΛΥΣΙΣΤΡΆΤΗ: εἰ δὲ παραβαίην, ὕδατος ἐμπλῇθ᾽ ἡ κύλιξ. ΚΑΛΟΝΊΚΗ: εἰ δὲ παραβαίην, ὕδατος ἐμπλῇθ᾽ ἡ κύλιξ. ΛΥΣΙΣΤΡΆΤΗ: συνεπόμνυθ᾽ ὑμεῖς ταῦτα πᾶσαι; ΠΑ͂ΣΑΙ: νὴ Δία. ΛΥΣΙΣΤΡΆΤΗ: φέρ᾽ ἐγὼ καθαγίσω τήνδε. ΚΑΛΟΝΊΚΗ: τὸ μέρος γ᾽ ὦ φίλη, ὅπως ἂν ὦμεν εὐθὺς ἀλλήλων φίλαι. [240] ΛΑΜΠΙΤΏ: τίς ὡλολυγά; ΛΥΣΙΣΤΡΆΤΗ: τοῦτ᾽ ἐκεῖν᾽ οὑγὼ ‘λεγον: αἱ γὰρ γυναῖκες τὴν ἀκρόπολιν τῆς θεοῦ ἤδη κατειλήφασιν. ἀλλ᾽ ὦ Λαμπιτοῖ σὺ μὲν βάδιζε καὶ τὰ παρ᾽ ὑμῶν εὖ τίθει, τασδὶ δ᾽ ὁμήρους κατάλιφ᾽ ἡμῖν ἐνθάδε: 245 ἡμεῖς δὲ ταῖς ἄλλαισι ταῖσιν ἐν πόλει ξυνεμβάλωμεν εἰσιοῦσαι τοὺς μοχλούς. ΚΑΛΟΝΊΚΗ: οὔκουν ἐφ᾽ ἡμᾶς ξυμβοηθήσειν οἴει τοὺς ἄνδρας εὐθύς; ΛΥΣΙΣΤΡΆΤΗ: ὀλίγον αὐτῶν μοι μέλει. οὐ γὰρ τοσαύτας οὔτ᾽ ἀπειλὰς οὔτε πῦρ 250 ἥξουσ᾽ ἔχοντες ὥστ᾽ ἀνοῖξαι τὰς πύλας ταύτας, ἐὰν μὴ ‘φ᾽ οἷσιν ἡμεῖς εἴπομεν. ΚΑΛΟΝΊΚΗ: μὰ τὴν Ἀφροδίτην οὐδέποτέ γ᾽: ἄλλως γὰρ ἂν ἄμαχοι γυναῖκες καὶ μιαραὶ κεκλῄμεθ᾽ ἄν. ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: χώρει Δράκης, ἡγοῦ βάδην, εἰ καὶ τὸν ὦμον ἀλγεῖς 255 κορμοῦ τοσουτονὶ βάρος χλωρᾶς φέρων ἐλάας. Χορὸς γερόντων ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: ἦ πόλλ᾽ ἄελπτ᾽ ἔνεστιν ἐν τῷ μακρῷ βίῳ φεῦ, ἐπεὶ τίς ἄν ποτ᾽ ἤλπισ᾽ ὦ Στρυμόδωρ᾽ ἀκοῦσαι 260 γυναῖκας, ἃς ἐβόσκομεν κατ᾽ οἶκον ἐμφανὲς κακόν, κατὰ μὲν ἅγιον ἔχειν βρέτας, κατὰ δ᾽ ἀκρόπολιν ἐμὰν λαβεῖν μοχλοῖς δὲ καὶ κλῄθροισι 265 τὰ προπύλαια πακτοῦν; Χορὸς γερόντων ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: ἀλλ᾽ ὡς τάχιστα πρὸς πόλιν σπεύσωμεν ὦ Φιλοῦργε, ὅπως ἄν, αὐταῖς ἐν κύκλῳ θέντες τὰ πρέμνα ταυτί, ὅσαι τὸ πρᾶγμα τοῦτ᾽ ἐνεστήσαντο καὶ μετῆλθον, μίαν πυρὰν νήσαντες ἐμπρήσωμεν αὐτόχειρες 270 πάσας, ὑπὸ ψήφου μιᾶς, πρώτην δὲ τὴν Λύκωνος. Χορὸς γερόντων ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: οὐ γὰρ μὰ τὴν Δήμητρ᾽ ἐμοῦ ζῶντος ἐγχανοῦνται: ἐπεὶ οὐδὲ Κλεομένης, ὃς αὐτὴν κατέσχε πρῶτος, 275 ἀπῆθεν ἀψάλακτος, ἀλλ᾽ ὅμως Λακωνικὸν πνέων ᾤχετο θὤπλα παραδοὺς ἐμοί, σμικρὸν ἔχων πάνυ τριβώνιον, πινῶν ῥυπῶν ἀπαράτιλτος, 280 ἓξ ἐτῶν ἄλουτος. Χορὸς γερόντων ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: οὕτως ἐπολιόρκησ᾽ ἐγὼ τὸν ἄνδρ᾽ ἐκεῖνον ὠμῶς ἐφ᾽ ἑπτακαίδεκ᾽ ἀσπίδων πρὸς ταῖς πύλαις καθεύδων. τασδὶ δὲ τὰς Εὐριπίδῃ θεοῖς τε πᾶσιν ἐχθρὰς ἐγὼ οὐκ ἄρα σχήσω παρὼν τολμήματος τοσούτου; 285 μή νυν ἔτ᾽ ἐν τῇ τετραπόλει τοὐμὸν τροπαῖον εἴη. Χορὸς γερόντων ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: ἀλλ᾽ αὐτὸ γάρ μοι τῆς ὁδοῦ λοιπόν ἐστι χωρίον τὸ πρὸς πόλιν τὸ σιμόν, οἷ σπουδὴν ἔχω: χὤπως ποτ᾽ ἐξαμπρεύσομεν 290 τοῦτ᾽ ἄνευ κανθηλίου. ὡς ἐμοῦ γε τὼ ξύλω τὸν ὦμον ἐξιπώκατον: ἀλλ᾽ ὅμως βαδιστέον, καὶ τὸ πῦρ φυσητέον, μή μ᾽ ἀποσβεσθὲν λάθῃ πρὸς τῇ τελευτῇ τῆς ὁδοῦ. φῦ φῦ. 295 ἰοὺ ἰοὺ τοῦ καπνοῦ. Χορὸς γερόντων ὡς δεινὸν ὦναξ Ἡράκλεις προσπεσόν μ᾽ ἐκ τῆς χύτρας ὥσπερ κύων λυττῶσα τὠφθαλμὼ δάκνει: κἄστιν γε Λήμνιον τὸ πῦρ 300 τοῦτο πάσῃ μηχανῇ. οὐ γὰρ ἄν ποθ᾽ ὧδ᾽ ὀδὰξ ἔβρυκε τὰς λήμας ἐμοῦ. σπεῦδε πρόσθεν ἐς πόλιν καὶ βοήθει τῇ θεῷ. ἢ πότ᾽ αὐτῇ μᾶλλον ἢ νῦν ὦ Λάχης ἀρήξομεν; φῦ φῦ. 305 ἰοὺ ἰοὺ τοῦ καπνοῦ. Χορὸς γερόντων ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: τουτὶ τὸ πῦρ ἐγρήγορεν θεῶν ἕκατι καὶ ζῇ. οὔκουν ἄν, εἰ τὼ μὲν ξύλω θείμεσθα πρῶτον αὐτοῦ, τῆς ἀμπέλου δ᾽ ἐς τὴν χύτραν τὸν φανὸν ἐγκαθέντες ἅψαντες εἶτ᾽ ἐς τὴν θύραν κριηδὸν ἐμπέσοιμεν; 310 κἂν μὴ καλούντων τοὺς μοχλοὺς χαλῶσιν αἱ γυναῖκες, ἐμπιμπράναι χρὴ τὰς θύρας καὶ τῷ καπνῷ πιέζειν. θώμεσθα δὴ τὸ φορτίον. φεῦ τοῦ καπνοῦ βαβαιάξ. τίς ξυλλάβοιτ᾽ ἂν τοῦ ξύλου τῶν ἐν Σάμῳ στρατη γῶν; ταυτὶ μὲν ἤδη τὴν ῥάχιν θλίβοντά μου πέπαυται. 315 σὸν δ᾽ ἔργον ἐστὶν ὦ χύτρα τὸν ἄνθρακ᾽ ἐξεγείρειν, τὴν λαμπάδ᾽ ἡμμένην ὅπως πρώτιστ᾽ ἐμοὶ προσοίσεις. δέσποινα Νίκη ξυγγενοῦ τῶν τ᾽ ἐν πόλει γυναικῶν τοῦ νῦν παρεστῶτος θράσους θέσθαι τροπαῖον ἡμᾶς. ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: λιγνὺν δοκῶ μοι καθορᾶν καὶ καπνὸν ὦ γυναῖκες 320 ὥσπερ πυρὸς καομένου: σπευστέον ἐστὶ θᾶττον. ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: πέτου πέτου Νικοδίκη, πρὶν ἐμπεπρῆσθαι Καλύκην τε καὶ Κρίτυλλαν περιφυσήτω †ὑπό τε νόμων † ἀργαλέων 325 ὑπό τε γερόντων ὀλέθρων. ἀλλὰ φοβοῦμαι τόδε, μῶν ὑστερόπους βοηθῶ. νῦν δὴ γὰρ ἐμπλησαμένη τὴν ὑδρίαν κνεφαία μόλις ἀπὸ κρήνης ὑπ᾽ ὄχλου καὶ θορύβου καὶ πατάγου χυτρείου, 330 δούλαισιν ὠστιζομένη ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: * στιγματίαις θ᾽, ἁρπαλέως ἀραμένη ταῖσιν ἐμαῖς δημότισιν καομέναις φέρουσ᾽ ὕδωρ βοηθῶ. Χορὸς Γυναικῶν ἤκουσα γὰρ τυφογέροντας ἄνδρας ἔρρειν, στελέχη φέροντας ὥσπερ βαλανεύσοντας ἐς πόλιν ὡς τριτάλαντον βάρος, δεινότατ᾽ ἀπειλοῦντας ἐπῶν 340 ὡς πυρὶ χρὴ τὰς μυσαρὰς γυναῖκας ἀνθρακεύειν: ἃς ὦ θεὰ μή ποτ᾽ ἐγὼ πιμπραμένας ἴδοιμι, ἀλλὰ πολέμου καὶ μανιῶν ῥυσαμένας Ἑλλάδα καὶ πολίτας, ἐφ᾽ οἷσπερ ὦ χρυσολόφα 345 πολιοῦχε σὰς ἔσχον ἕδρας. καί σε καλῶ ξύμμαχον ὦ Τριτογένει᾽, εἴ τις ἐκείνας ὑποπίμπρησιν ἀνήρ, φέρειν ὕδωρ μεθ᾽ ἡμῶν. Χορὸς Γυναικῶν [350] ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: ἔασον ὦ. τουτὶ τί ἦν; ὦνδρες πόνῳ πόνηροι: οὐ γάρ ποτ᾽ ἂν χρηστοί γ᾽ ἔδρων οὐδ᾽ εὐσεβεῖς τάδ᾽ ἄνδρες. ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: τουτὶ τὸ πρᾶγμ᾽ ἡμῖν ἰδεῖν ἀπροσδόκητον ἥκει: ἑσμὸς γυναικῶν οὑτοσὶ θύρασιν αὖ βοηθεῖ. ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: τί βδύλλεθ᾽ ἡμᾶς; οὔ τί που πολλαὶ δοκοῦμεν εἶναι; 355 καὶ μὴν μέρος γ᾽ ἡμῶν ὁρᾶτ᾽ οὔπω τὸ μυριοστόν. ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: ὦ Φαιδρία ταύτας λαλεῖν ἐάσομεν τοσαυτί; οὐ περικατᾶξαι τὸ ξύλον τύπτοντ᾽ ἐχρῆν τιν᾽ αὐταῖς; ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: θώμεσθα δὴ τὰς κάλπιδας χἠμεῖς χαμᾶζ᾽, ὅπως ἂν ἢν προσφέρῃ τὴν χεῖρά τις μὴ τοῦτό μ᾽ ἐμποδίζῃ. [360] ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: εἰ νὴ Δί᾽ ἤδη τὰς γνάθους τούτων τις ἢ δὶς ἢ τρὶς ἔκοψεν ὥσπερ Βουπάλου, φωνὴν ἂν οὐκ ἂν εἶχον. ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: καὶ μὴν ἰδοὺ παταξάτω τις: στᾶσ᾽ ἐγὼ παρέξω, κοὐ μή ποτ᾽ ἄλλη σου κύων τῶν ὄρχεων λάβηται. ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: εἰ μὴ σιωπήσει, θενών σου ‘κκοκκιῶ τὸ γῆρας. [365] ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: ἅψαι μόνον Στρατυλλίδος τῷ δακτύλῳ προσελθών. ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: τί δ᾽ ἢν σποδῶ τοῖς κονδύλοις; τί μ᾽ ἐργάσει τὸ δεινόν; ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: βρύκουσά σου τοὺς πλεύμονας καὶ τἄντερ᾽ ἐξαμήσω. ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: οὐκ ἔστ᾽ ἀνὴρ Εὐριπίδου σοφώτερος ποιητής: οὐδὲν γὰρ οὕτω θρέμμ᾽ ἀναιδές ἐστιν ὡς γυναῖκες. [370] ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: αἰρώμεθ᾽ ἡμεῖς θοὔδατος τὴν κάλπιν ὦ Ῥοδίππη. ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: τί δ᾽ ὦ θεοῖς ἐχθρὰ σὺ δεῦρ᾽ ὕδωρ ἔχουσ᾽ ἀφίκου; ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: τί δαὶ σὺ πῦρ ὦ τύμβ᾽ ἔχων; ὡς σαυτὸν ἐμπυρεύσων; ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: ἐγὼ μὲν ἵνα νήσας πυρὰν τὰς σὰς φίλας ὑφάψω. ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: ἐγὼ δέ γ᾽ ἵνα τὴν σὴν πυρὰν τούτῳ κατασβέσαιμι. [375] ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: τοὐμὸν σὺ πῦρ κατασβέσεις; ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: τοὔργον τάχ᾽ αὐτὸ δείξει. ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: οὐκ οἶδά σ᾽ εἰ τῇδ᾽ ὡς ἔχω τῇ λαμπάδι σταθεύσω. ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: εἰ ῥύμμα τυγχάνεις ἔχων, λουτρόν γ᾽ ἐγὼ παρέξω. ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: ἐμοὶ σὺ λουτρὸν ὦ σαπρά; ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: καὶ ταῦτα νυμφικόν γε. ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: ἤκουσας αὐτῆς τοῦ θράσους; ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: ἐλευθέρα γάρ εἰμι. [380] ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: σχήσω σ᾽ ἐγὼ τῆς νῦν βοῆς. ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: ἀλλ᾽ οὐκέθ᾽ ἡλιάζει. ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: ἔμπρησον αὐτῆς τὰς κόμας. ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: σὸν ἔργον ὦχελῷε. ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: οἴμοι τάλας. ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: μῶν θερμὸν ἦν; ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: ποῖ θερμόν; οὐ παύσει; τί δρᾷς; ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: ἄρδω σ᾽ ὅπως ἂν βλαστάνῃς. [385] ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: ἀλλ᾽ αὖός εἰμ᾽ ἤδη τρέμων. ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: οὐκοῦν ἐπειδὴ πῦρ ἔχεις, σὺ χλιανεῖς σεαυτόν. ΠΡΌΒΟΥΛΟΣ: ἆρ᾽ ἐξέλαμψε τῶν γυναικῶν ἡ τρυφὴ χὠ τυμπανισμὸς χοἰ πυκνοὶ Σαβάζιοι, ὅ τ᾽ Ἀδωνιασμὸς οὗτος οὑπὶ τῶν τεγῶν, 390 οὗ ‘γώ ποτ᾽ ὢν ἤκουον ἐν τἠκκλησίᾳ; ἔλεγε δ᾽ ὁ μὴ ὥρασι μὲν Δημόστρατος πλεῖν ἐς Σικελίαν, ἡ γυνὴ δ᾽ ὀρχουμένη ‘αἰαῖ Ἄδωνιν’ φησίν, ὁ δὲ Δημόστρατος ἔλεγεν ὁπλίτας καταλέγειν Ζακυνθίων: 395 ἡ δ᾽ ὑποπεπωκυῖ᾽ ἡ γυνὴ ‘πὶ τοῦ τέγους ‘κόπτεσθ᾽ Ἄδωνιν’ φησίν: ὁ δ᾽ ἐβιάζετο ὁ θεοῖσιν ἐχθρὸς καὶ μιαρὸς Χολοζύγης. τοιαῦτ᾽ ἀπ᾽ αὐτῶν ἐστιν ἀκόλαστ᾽ ᾁσματα. ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: τί δῆτ᾽ ἂν εἰ πύθοιο καὶ τὴν τῶνδ᾽ ὕβριν; 400 αἳ τἄλλα θ᾽ ὑβρίκασι κἀκ τῶν καλπίδων ἔλουσαν ἡμᾶς, ὥστε θαἰματίδια σείειν πάρεστιν ὥσπερ ἐνεουρηκότας. ΠΡΌΒΟΥΛΟΣ: νὴ τὸν Ποσειδῶ τὸν ἁλυκὸν δίκαιά γε. ὅταν γὰρ αὐτοὶ ξυμπονηρευώμεθα 405 ταῖσιν γυναιξὶ καὶ διδάσκωμεν τρυφᾶν, τοιαῦτ᾽ ἀπ᾽ αὐτῶν βλαστάνει βουλεύματα. οἳ λέγομεν ἐν τῶν δημιουργῶν τοιαδί: ‘ὦ χρυσοχόε τὸν ορμον ὃν ἐπεσκεύασας, ὀρχουμένης μου τῆς γυναικὸς ἑσπέρας 410 ἡ βάλανος ἐκπέπτωκεν ἐκ τοῦ τρήματος. ἐμοὶ μὲν οὖν ἔστ᾽ ἐς Σαλαμῖνα πλευστέα: σὺ δ᾽ ἢν σχολάσῃς, πάσῃ τέχνῃ πρὸς ἑσπέραν ἐλθὼν ἐκείνῃ τὴν βάλανον ἐνάρμοσον.’ ἕτερος δέ τις πρὸς σκυτοτόμον ταδὶ λέγει 415 νεανίαν καὶ πέος ἔχοντ᾽ οὐ παιδικόν: ‘ὦ σκυτοτόμε μου τῆς γυναικὸς τοῦ ποδὸς τὸ δακτυλίδιον ξυμπιέζει τὸ ζυγὸν ἅθ᾽ ἁπαλὸν ὄν: τοῦτ᾽ οὖν σὺ τῆς μεσημβρίας ἐλθὼν χάλασον, ὅπως ἂν εὐρυτέρως ἔχῃ.’ 420 τοιαῦτ᾽ ἀπήντηκ᾽ ἐς τοιαυτὶ πράγματα, ὅτε γ᾽ ὢν ἐγὼ πρόβουλος, ἐκπορίσας ὅπως κωπῆς ἔσονται, τἀργυρίου νυνὶ δέον, ὑπὸ τῶν γυναικῶν ἀποκέκλῃμαι ταῖς πύλαις. ἀλλ᾽ οὐδὲν ἔργον ἑστάναι. φέρε τοὺς μοχλούς, 425 ὅπως ἂν αὐτὰς τῆς ὕβρεως ἐγὼ σχέθω. τί κέχηνας ὦ δύστηνε; ποῖ δ᾽ αὖ σὺ βλέπεις, οὐδὲν ποιῶν ἀλλ᾽ ἢ καπηλεῖον σκοπῶν; οὐχ ὑποβαλόντες τοὺς μοχλοὺς ὑπὸ τὰς πύλας ἐντεῦθεν ἐκμοχλεύσετ᾽; ἐνθενδὶ δ᾽ ἐγὼ 430 ξυνεκμοχλεύσω. ΛΥΣΙΣΤΡΆΤΗ: μηδὲν ἐκμοχλεύετε: ἐξέρχομαι γὰρ αὐτομάτη. τί δεῖ μοχλῶν; οὐ γὰρ μοχλῶν δεῖ μᾶλλον ἢ νοῦ καὶ φρενῶν. ΠΡΌΒΟΥΛΟΣ: ἄληθες ὦ μιαρὰ σύ; ποῦ ‘σθ᾽ ὁ τοξότης; ξυλλάμβαν᾽ αὐτὴν κὠπίσω τὼ χεῖρε δεῖ. [435] ΛΥΣΙΣΤΡΆΤΗ: εἴ τἄρα νὴ τὴν Ἄρτεμιν τὴν χεῖρά μοι ἄκραν προσοίσει δημόσιος ὤν, κλαύσεται. ΠΡΌΒΟΥΛΟΣ: ἔδεισας οὗτος; οὐ ξυναρπάσει μέσην καὶ σὺ μετὰ τούτου κἀνύσαντε δήσετον; ΓΥΝῊ Α: εἴ τἄρα νὴ τὴν Πάνδροσον ταύτῃ μόνον 440 τὴν χεῖρ᾽ ἐπιβαλεῖς, ἐπιχεσεῖ πατούμενος. ΠΡΌΒΟΥΛΟΣ: ἰδού γ᾽ἐπιχεσεῖ. ποῦ ‘στιν ἕτερος τοξότης; ταύτην προτέραν ξύνδησον, ὁτιὴ καὶ λαλεῖ. ΓΥΝῊ Β: εἴ τἄρα νὴ τὴν Φωσφόρον τὴν χεῖρ᾽ ἄκραν ταύτῃ προσοίσεις, κύαθον αἰτήσεις τάχα. [445] ΠΡΌΒΟΥΛΟΣ: τουτὶ τί ἦν; ποῦ τοξότης; ταύτης ἔχου. παύσω τιν᾽ ὑμῶν τῆσδ᾽ ἐγὼ τῆς ἐξόδου. ΓΥΝῊ Γ: εἴ τἄρα νὴ τὴν Ταυροπόλον ταύτῃ πρόσει, ἐκκοκκιῶ σου τὰς στενοκωκύτους τρίχας. ΠΡΌΒΟΥΛΟΣ: οἴμοι κακοδαίμων: ἐπιλέλοιφ᾽ ὁ τοξότης. 450 ἀτὰρ οὐ γυναικῶν οὐδέποτ᾽ ἔσθ᾽ ἡττητέα ἡμῖν: ὁμόσε χωρῶμεν αὐταῖς ὦ Σκύθαι ξυνταξάμενοι. ΛΥΣΙΣΤΡΆΤΗ: νὴ τὼ θεὼ γνώσεσθ᾽ ἄρα ὅτι καὶ παρ᾽ ἡμῖν εἰσι τέτταρες λόχοι μαχίμων γυναικῶν ἔνδον ἐξωπλισμένων. [455] ΠΡΌΒΟΥΛΟΣ: ἀποστρέφετε τὰς χεῖρας αὐτῶν ὦ Σκύθαι. ΛΥΣΙΣΤΡΆΤΗ: ὦ ξύμμαχοι γυναῖκες ἐκθεῖτ᾽ ἔνδοθεν, ὦ σπερμαγοραιολεκιθολαχανοπώλιδες, ὦ σκοροδοπανδοκευτριαρτοπώλιδες, οὐχ ἕλξετ᾽, οὐ παιήσετ᾽, οὐκ ἀράξετε; 460 οὐ λοιδορήσετ᾽, οὐκ ἀναισχυντήσετε; παύσασθ᾽, ἐπαναχωρεῖτε, μὴ σκυλεύετε. ΠΡΌΒΟΥΛΟΣ: οἴμ᾽ ὡς κακῶς πέπραγέ μου τὸ τοξικόν. ΛΥΣΙΣΤΡΆΤΗ: ἀλλὰ τί γὰρ ᾤου; πότερον ἐπὶ δούλας τινὰς ἥκειν ἐνόμισας, ἢ γυναιξὶν οὐκ οἴει 465 χολὴν ἐνεῖναι; ΠΡΌΒΟΥΛΟΣ: νὴ τὸν Ἀπόλλω καὶ μάλα πολλήν γ᾽, ἐάνπερ πλησίον κάπηλος ᾖ. ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: ὦ πόλλ᾽ ἀναλώσας ἔπη πρόβουλε τῆσδε τῆς γῆς, τί τοῖσδε σαυτὸν ἐς λόγους τοῖς θηρίοις συνάπτεις; οὐκ οἶσθα λουτρὸν οἷον αἵδ᾽ ἡμᾶς ἔλουσαν ἄρτι 470 ἐν τοῖσιν ἱματιδίοις, καὶ ταῦτ᾽ ἄνευ κονίας; ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: ἀλλ᾽ ὦ μέλ᾽ οὐ χρὴ προσφέρειν τοῖς πλησίοισιν εἰκῇ τὴν χεῖρ᾽: ἐὰν δὲ τοῦτο δρᾷς, κυλοιδιᾶν ἀνάγκη. ἐπεὶ ‘θέλω ‘γὼ σωφρόνως ὥσπερ κόρη καθῆσθαι, λυποῦσα μηδέν᾽ ἐνθαδί, κινοῦσα μηδὲ κάρφος, 475 ἢν μή τις ὥσπερ σφηκιὰν βλίττῃ με κἀρεθίζῃ. ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: ὦ Ζεῦ τί ποτε χρησόμεθα τοῖσδε τοῖς κνωδάλοις; ου᾽ γὰρ ἔτ᾽ ἀνεκτὰ τάδε γ᾽, ἀλλὰ βασανιστέον τόδε σοι τὸ πάθος μετ᾽ ἐμοῦ 480 ὅ τι βουλόμεναί ποτε τὴν Κραναὰν κατέλαβον, ἐφ᾽ ὅ τι τε μεγαλόπετρον ἄβατον ἀκρόπολιν ἱερὸν τέμενος. Χορὸς γερόντων ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: ἀλλ᾽ ἀνερώτα καὶ μὴ πείθου καὶ πρόσφερε πάντας ἐλέγχους, 485 ὡς αἰσχρὸν ἀκωδώνιστον ἐᾶν τὸ τοιοῦτον πρᾶγμα μεθέντας. Πρόβουλος ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: καὶ μὴν αὐτῶν τοῦτ᾽ ἐπιθυμῶ νὴ τὸν Δία πρῶτα πυθέσθαι, ὅ τι βουλόμεναι τὴν πόλιν ἡμῶν ἀπεκλῄσατε τοῖσι μοχλοῖσιν. ΛΥΣΙΣΤΡΆΤΗ: ἵνα τἀργύριον σῶν παρέχοιμεν καὶ μὴ πολεμοῖτε δι᾽ αὐτό. ΠΡΌΒΟΥΛΟΣ: διὰ τἀργύριον πολεμοῦμεν γάρ; ΛΥΣΙΣΤΡΆΤΗ: καὶ τἄλλα γε πάντ᾽ ἐκυκήθη. 490 ἵνα γὰρ Πείσανδρος ἔχοι κλέπτειν χοἰ ταῖς ἀρχαῖς ἐπέχοντες, ἀεί τινα κορκορυγὴν ἐκύκων. οἱ δ᾽ οὖν τοῦδ᾽ οὕνεκα δρώντων ὅ τι βούλονται: τὸ γὰρ ἀργύριον τοῦτ᾽ οὐκέτι μὴ καθέλωσιν. ΠΡΌΒΟΥΛΟΣ: ἀλλὰ τί δράσεις; ΛΥΣΙΣΤΡΆΤΗ: τοῦτό μ᾽ ἐρωτᾷς; ἡμεῖς ταμιεύσομεν αὐτό. ΠΡΌΒΟΥΛΟΣ: ὑμεῖς ταμιεύσετε τἀργύριον; ΛΥΣΙΣΤΡΆΤΗ: τί δὲ δεινὸν τοῦτο νομίζεις; 495 οὐ καὶ τἄνδον χρήματα πάντως ἡμεῖς ταμιεύομεν ὑμῖν; ΠΡΌΒΟΥΛΟΣ: ἀλλ᾽ οὐ ταὐτόν. ΛΥΣΙΣΤΡΆΤΗ: πῶς οὐ ταὐτόν; ΠΡΌΒΟΥΛΟΣ: πολεμητέον ἔστ᾽ ἀπὸ τούτου. ΛΥΣΙΣΤΡΆΤΗ: ἀλλ᾽ οὐδὲν δεῖ πρῶτον πολεμεῖν. ΠΡΌΒΟΥΛΟΣ: πῶς γὰρ σωθησόμεθ᾽ ἄλλως; ΛΥΣΙΣΤΡΆΤΗ: ἡμεῖς ὑμᾶς σώσομεν. ΠΡΌΒΟΥΛΟΣ: ὑμεῖς; ΛΥΣΙΣΤΡΆΤΗ: ἡμεῖς μέντοι. ΠΡΌΒΟΥΛΟΣ: σχέτλιόν γε. ΛΥΣΙΣΤΡΆΤΗ: ὡς σωθήσει, κἂν μὴ βούλῃ. ΠΡΌΒΟΥΛΟΣ: δεινόν γε λέγεις. ΛΥΣΙΣΤΡΆΤΗ: ἀγανακτεῖς. 500 ἀλλὰ ποιητέα ταῦτ᾽ ἐστὶν ὅμως. ΠΡΌΒΟΥΛΟΣ: νὴ τὴν Δήμητρ᾽ ἄδικόν γε. ΛΥΣΙΣΤΡΆΤΗ: σωστέον ὦ τᾶν. ΠΡΌΒΟΥΛΟΣ: κεἰ μὴ δέομαι; ΛΥΣΙΣΤΡΆΤΗ: τοῦδ᾽ οὕνεκα καὶ πολὺ μᾶλλον. ΠΡΌΒΟΥΛΟΣ: ὑμῖν δὲ πόθεν περὶ τοῦ πολέμου τῆς τ᾽ εἰρήνης ἐμέλησεν; ΛΥΣΙΣΤΡΆΤΗ: ἡμεῖς φράσομεν. ΠΡΌΒΟΥΛΟΣ: λέγε δὴ ταχέως, ἵνα μὴ κλάῃς, ΛΥΣΙΣΤΡΆΤΗ: ἀκροῶ δή, καὶ τὰς χεῖρας πειρῶ κατέχειν. ΠΡΌΒΟΥΛΟΣ: ἀλλ᾽ οὐ δύναμαι: χαλεπὸν γὰρ 505 ὑπὸ τῆς ὀργῆς αὐτὰς ἴσχειν. ΛΥΣΙΣΤΡΆΤΗ: Γυνὴ Α. κλαύσει τοίνυν πολὺ μᾶλλον. ΠΡΌΒΟΥΛΟΣ: τοῦτο μὲν ὦ γραῦ σαυτῇ κρώξαις: σὺ δέ μοι λέγε. ΛΥΣΙΣΤΡΆΤΗ: ταῦτα ποιήσω. ἡμεῖς τὸν μὲν πρότερον πόλεμον † καὶ τὸν χρόνον ἠνεσχόμεθα † ὑπὸ σωφροσύνης τῆς ἡμετέρας τῶν ἀνδρῶν ἅττ᾽ ἐποιεῖτε. οὐ γὰρ γρύζειν εἰᾶθ᾽ ἡμᾶς. καίτοὐκ ἠρέσκετέ γ᾽ ἡμᾶς. 510 ἀλλ᾽ ᾐσθανόμεσθα καλῶς ὑμῶν, καὶ πολλάκις ἔνδον ἂν οὖσαι ἠκούσαμεν ἄν τι κακῶς ὑμᾶς βουλευσαμένους μέγα πρᾶγμα: εἶτ᾽ ἀλγοῦσαι τἄνδοθεν ὑμᾶς ἐπανηρόμεθ᾽ ἂν γελάσασαι, ‘τί βεβούλευται περὶ τῶν σπονδῶν ἐν τῇ στήλῃ παραγράψαι ἐν τῷ δήμῳ τήμερονὑμῖν;’ ‘τίδὲ σοὶ ταῦτ᾽;’ ἦ δ᾽ ὃς ἂν ἁνήρ. 515 ‘οὐ σιγήσει;’ κἀγὼ ἐσίγων. ΠΡΌΒΟΥΛΟΣ: Γυνὴ Β. ἀλλ᾽ οὐκ ἂν ἐγώ ποτ᾽ ἐσίγων. ΠΡΌΒΟΥΛΟΣ: κἂν ᾤμωζές γ᾽, εἰ μὴ ‘σίγας. ΛΥΣΙΣΤΡΆΤΗ: τοιγὰρ ἔγωγ᾽ ἔνδον ἐσίγων. ... ἔτερόν τι πονηρότερον βούλευμ᾽ ἐπεπύσμεθ᾽ ἂν ὑμῶν: εἶτ᾽ ἠρόμεθ᾽ ἄν: ‘πῶς ταῦτ᾽ ὦνερ διαπράττεσθ᾽ ὧδ᾽ ἀνοήτως;’ ὁ δέ μ᾽ εὐθὺς ὑποβλέψας ἂν ἔφασκ᾽, εἰ μὴ τὸν στήμονα νήσω, 520 ὀτοτύξεσθαι μακρὰ τὴν κεφαλήν: ‘πόλεμος δ᾽ ἄνδρεσσι μελήσει.’ ΠΡΌΒΟΥΛΟΣ: ὀρθῶς γε λέγων νὴ Δί᾽ ἐκεῖνος. ΛΥΣΙΣΤΡΆΤΗ: πῶς ὀρθῶς ὦ κακόδαιμον, εἰ μηδὲ κακῶς βουλευομένοις ἐξῆν ὑμῖν ὑποθέσθαι; ὅτε δὴ δ᾽ ὑμῶν ἐν ταῖσιν ὁδοῖς φανερῶς ἠκούομεν ἤδη, ‘οὐκ ἔστιν ἀνὴρ ἐν τῇ χώρᾳ;’ ‘μὰ Δί᾽ οὐ δῆτ᾽,’ εἶφ᾽ ἕτερός τις: 525 μετὰ ταῦθ᾽ ἡμῖν εὐθὺς ἔδοξεν σῶσαι τὴν Ἑλλάδα κοινῇ ταῖσι γυναιξὶν συλλεχθείσαις. ποῖ γὰρ καὶ χρῆν ἀναμεῖναι; ἢν οὖν ἡμῶν χρηστὰ λεγουσῶν ἐθελήσητ᾽ ἀντακροᾶσθαι κἀντισιωπᾶθ᾽ ὥσπερ χἠμεῖς, ἐπανορθώσαιμεν ἂν ὑμᾶς. ΠΡΌΒΟΥΛΟΣ: ὑμεῖς ἡμᾶς; δεινόν γε λέγεις κοὐ τλητὸν ἔμοιγε. ΛΥΣΙΣΤΡΆΤΗ: σιώπα. [530] ΠΡΌΒΟΥΛΟΣ: σοί γ᾽ ὦ κατάρατε σιωπῶ ‘γώ, καὶ ταῦτα κάλυμμα φορούσῃ περὶ τὴν κεφαλήν; μή νυν ζῴην. ΛΥΣΙΣΤΡΆΤΗ: ἀλλ᾽ εἰ τοῦτ᾽ ἐμπόδιόν σοι, παρ᾽ ἐμοῦ τουτὶ τὸ κάλυμμα λαβὼν ἔχε καὶ περίθου περὶ τὴν κεφαλήν, κᾆτα σιώπα ΛΥΣΙΣΤΡΆΤΗ: Γυνὴ Γ. [535] ΛΥΣΙΣΤΡΆΤΗ: καὶ τοῦτον τὸν καλαθίσκον. κᾆτα ξαίνειν ξυζωσάμενος κυάμους τρώγων: πόλεμος δὲ γυναιξὶ μελήσει. ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: αἰρώμεθ᾽ ὦ γυναῖκες ἀπὸ τῶν καλπίδων, ὅπως ἂν 540 ἐν τῷ μέρει χἠμεῖς τι ταῖς φίλαισι συλλάβωμεν. Χορὸς Γυναικῶν ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: ἔγωγε γὰρ ἂν οὔποτε κάμοιμ᾽ ἂν ὀρχουμένη, †οὐδὲ τὰ γόνατα κόπος ἕλοι μου καματηρός†: ἐθέλω δ᾽ ἐπὶ πᾶν ἰέναι μετὰ τῶνδ᾽ ἀρετῆς ἕνεχ᾽, αἷς 545 ἔνι φύσις, ἔνι χάρις, ἔνι θράσος, ἔνι δὲ σοφόν, ἔνι δὲ φιλόπολις ἀρετὴ φρόνιμος. Χορὸς Γυναικῶν ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: ἀλλ᾽ ὦ τηθῶν ἀνδρειοτάτων καὶ μητριδίων ἀκαληφῶν, 550 χωρεῖτ᾽ ὀργῇ καὶ μὴ τέγγεσθ᾽: ἔτι γὰρ νῦν οὔρια θεῖτε. Λυσιστράτη ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: ἀλλ᾽ ἤνπερ ὅ τε γλυκύθυμος Ἔρως χἠ Κυπρογένει᾽ Ἀφροδίτη ἵμερον ἡμῶν κατὰ τῶν κόλπων καὶ τῶν μηρῶν καταπνεύσῃ, κᾆτ᾽ ἐντήξῃ τέτανον τερπνὸν τοῖς ἀνδράσι καὶ ῥοπαλισμούς, οἶμαί ποτε Λυσιμάχας ἡμᾶς ἐν τοῖς Ἕλλησι καλεῖσθαι. [555] ΠΡΌΒΟΥΛΟΣ: τί ποιησάσας; ΛΥΣΙΣΤΡΆΤΗ: ἢν παύσωμεν πρώτιστον μὲν ξὺν ὅπλοισιν ἀγοράζοντας καὶ μαινομένους. ΠΡΌΒΟΥΛΟΣ: Γυνὴ Α. νὴ τὴν Παφίαν Ἀφροδίτην. ΛΥΣΙΣΤΡΆΤΗ: νῦν μὲν γὰρ δὴ κἀν ταῖσι χύτραις κἀν τοῖς λαχάνοισιν ὁμοίως περιέρχονται κατὰ τὴν ἀγορὰν ξὺν ὅπλοις ὥσπερ Κορύβαντες. ΠΡΌΒΟΥΛΟΣ: νὴ Δία: χρὴ γὰρ τοὺς ἀνδρείους. ΛΥΣΙΣΤΡΆΤΗ: καὶ μὴν τό γε πρᾶγμα γέλοιον, 560 ὅταν ἀσπίδ᾽ ἔχων καὶ Γοργόνα τις κᾆτ᾽ ὠνῆται κορακίνους. ΠΡΌΒΟΥΛΟΣ: Γυνὴ Β. ΠΡΌΒΟΥΛΟΣ: νὴ Δί᾽ ἐγὼ γοῦν ἄνδρα κομήτην φυλαρχοῦντ᾽ εἶδον ἐφ᾽ ἵππου ἐς τὸν χαλκοῦν ἐμβαλλόμενον πῖλον λέκιθον παρὰ γραός: ἕτερος δ᾽ αὖ Θρᾷξ πέλτην σείων κἀκόντιον ὥσπερ ὁ Τηρεύς, ἐδεδίσκετο τὴν ἰσχαδόπωλιν καὶ τὰς δρυπεπεῖς κατέπινεν. [565] ΠΡΌΒΟΥΛΟΣ: πῶς οὖν ὑμεῖς δυναταὶ παῦσαι τεταραγμένα πράγματα πολλὰ ἐν ταῖς χώραις καὶ διαλῦσαι; ΛΥΣΙΣΤΡΆΤΗ: φαύλως πάνυ. ΠΡΌΒΟΥΛΟΣ: πῶς; ἀπόδειξον. ΛΥΣΙΣΤΡΆΤΗ: ὥσπερ κλωστῆρ᾽, ὅταν ἡμῖν ᾖ τεταραγμένος, ὧδε λαβοῦσαι, ὑπενεγκοῦσαι τοῖσιν ἀτράκτοις τὸ μὲν ἐνταυθοῖ τὸ δ᾽ ἐκεῖσε, οὕτως καὶ τὸν πόλεμον τοῦτον διαλύσομεν, ἤν τις ἐάσῃ, 570 διενεγκοῦσαι διὰ πρεσβειῶν τὸ μὲν ἐνταυθοῖ τὸ δ᾽ ἐκεῖσε. ΠΡΌΒΟΥΛΟΣ: ἐξ ἐρίων δὴ καὶ κλωστήρων καὶ ἀτράκτων πράγματα δεινὰ παύσειν οἴεσθ᾽ ὦ ἀνόητοι; ΛΥΣΙΣΤΡΆΤΗ: κἂν ὑμῖν γ᾽ εἴ τις ἐνῆν νοῦς, ἐκ τῶν ἐρίων τῶν ἡμετέρων ἐπολιτεύεσθ᾽ ἂν ἅπαντα. ΠΡΌΒΟΥΛΟΣ: πῶς δή; φέρ᾽ ἴδω. ΛΥΣΙΣΤΡΆΤΗ: πρῶτον μὲν ἐχρῆν, ὥσπερ πόκου ἐν βαλανείῳ 575 ἐκπλύναντας τὴν οἰσπώτην, ἐκ τῆς πόλεως ἐπὶ κλίνης ἐκραβδίζειν τοὺς μοχθηροὺς καὶ τοὺς τριβόλους ἀπολέξαι, καὶ τούς γε συνισταμένους τούτους καὶ τοὺς πιλοῦντας ἑαυτοὺς ἐπὶ ταῖς ἀρχαῖσι διαξῆναι καὶ τὰς κεφαλὰς ἀποτῖλαι: εἶτα ξαίνειν ἐς καλαθίσκον κοινὴν εὔνοιαν, ἅπαντας 580 καταμιγνύντας τούς τε μετοίκους κεἴ τις ξένος ἢ φίλος ὑμῖν, κεἴ τις ὀφείλει τῷ δημοσίῳ, καὶ τούτους ἐγκαταμεῖξαι: καὶ νὴ Δία τάς γε πόλεις, ὁπόσαι τῆς γῆς τῆσδ᾽ εἰσὶν ἄποικοι, διαγιγνώσκειν ὅτι ταῦθ᾽ ἡμῖν ὥσπερ τὰ κατάγματα κεῖται χωρὶς ἕκαστον: κᾆτ᾽ ἀπὸ τούτων πάντων τὸ κάταγμα λαβόντας 585 δεῦρο ξυνάγειν καὶ συναθροίξειν εἰς ἕν, κἄπειτα ποιῆσαι τολύπην μεγάλην κᾆτ᾽ ἐκ ταύτης τῷ δήμῳ χλαῖναν ὑφῆναι. ΠΡΌΒΟΥΛΟΣ: οὔκουν δεινὸν ταυτὶ ταύτας ῥαβδίξειν καὶ τολυπεύειν, αἶς οὐδὲ μετῆν πάνυ τοῦ πολέμου; ΛΥΣΙΣΤΡΆΤΗ: καὶ μὴν ὦ παγκατάρατε πλεῖν ἤ γε διπλοῦν αὐτὸν φέρομεν, πρώτιστον μέν γε τεκοῦσαι 590 κἀκπέμψασαι παῖδας ὁπλίτας. ΠΡΌΒΟΥΛΟΣ: σίγα, μὴ μνησικακήσῃς. ΛΥΣΙΣΤΡΆΤΗ: εἶθ᾽ ἡνίκα χρῆν εὐφρανθῆναι καὶ τῆς ἥβης ἀπολαῦσαι, μονοκοιτοῦμεν διὰ τὰς στρατιάς. καὶ θἠμέτερον μὲν ἐᾶτε, περὶ τῶν δὲ κορῶν ἐν τοῖς θαλάμοις γηρασκουσῶν ἀνιῶμαι. ΠΡΌΒΟΥΛΟΣ: οὔκουν χἄνδρες γηράσκουσιν; ΛΥΣΙΣΤΡΆΤΗ: μὰ Δί᾽ ἀλλ᾽ οὐκ εἶπας ὅμοιον. 595 ὁ μὲν ἥκων γάρ, κἂν ᾖ πολιός, ταχὺ παῖδα κόρην γεγάμηκεν: τῆς δὲ γυναικὸς σμικρὸς ὁ καιρός, κἂν τούτου μὴ ‘πιλάβηται, οὐδεὶς ἐθέλει γῆμαι ταύτην, ὀττευομένη δὲ κάθηται. ΠΡΌΒΟΥΛΟΣ: ἀλλ᾽ ὅστις ἔτι στῦσαι δυνατὸς — ΛΥΣΙΣΤΡΆΤΗ: σὺ δὲ δὴ τί μαθὼν οὐκ ἀποθνῄσκεις; 600 †χωρίον ἐστί:† σορὸν ὠνήσει: μελιτοῦτταν ἐγὼ καὶ δὴ μάξω. λαβὲ ταυτὶ καὶ στεφάνωσαι. ΛΥΣΙΣΤΡΆΤΗ: Γυνὴ Ξ. ΛΥΣΙΣΤΡΆΤΗ: καὶ ταυτασὶ δέξαι παρ᾽ ἐμοῦ. ΛΥΣΙΣΤΡΆΤΗ: Γυνὴ Α. ΛΥΣΙΣΤΡΆΤΗ: καὶ τουτονγὶ λαβὲ τὸν στέφανον. [605] ΛΥΣΙΣΤΡΆΤΗ: τοῦ δεῖ; τί ποθεῖς; χώρει ‘ς τὴν ναῦν: ὁ Χάρων σε καλεῖ, σὺ δὲ κωλύεις ἀνάγεσθαι. ΠΡΌΒΟΥΛΟΣ: εἶτ᾽ οὐχὶ ταῦτα δεινὰ πάσχειν ἔστ᾽ ἐμέ; νὴ τὸν Δί᾽ ἀλλὰ τοῖς προβούλοις ἄντικρυς 610 ἐμαυτὸν ἐπιδείξω βαδίζων ὡς ἔχω. ΛΥΣΙΣΤΡΆΤΗ: μῶν ἐγκαλεῖς ὅτι οὐχὶ προὐθέμεσθά σε; ἀλλ᾽ ἐς τρίτην γοῦν ἡμέραν σοὶ πρῲ πάνυ ἥξει παρ᾽ ἡμῶν τὰ τρίτ᾽ ἐπεσκευασμένα. ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: οὐκέτ᾽ ἔργον ἐγκαθεύδειν ὅστις ἔστ᾽ ἐλεύθερος, 615 ἀλλ᾽ ἐπαποδυώμεθ᾽ ἄνδρες τουτῳὶ τῷ πράγματι. ἤδη γὰρ ὄζειν ταδὶ πλειόνων καὶ μειζόνων ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: πραγμάτων μοι δοκεῖ, καὶ μάλιστ᾽ ὀσφραίνομαι τῆς Ἱππίου τυραννίδος: 620 καὶ πάνυ δέδοικα μὴ τῶν Λακώνων τινὲς δεῦρο συνεληλυθότες ἄνδρες ἐς Κλεισθένους τὰς θεοῖς ἐχθρὰς γυναῖκας ἐξεπαίρωσιν δόλῳ καταλαβεῖν τὰ χρήμαθ᾽ ἡμῶν τόν τε μισθόν, 625 ἔνθεν ἔζων ἐγώ. ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: δεινὰ γάρ τοι τάσδε γ᾽ ἤδη τοὺς πολίτας νουθετεῖν, καὶ λαλεῖν γυναῖκας οὔσας ἀσπίδος χαλκῆς πέρι, καὶ διαλλάττειν πρὸς ἡμᾶς ἀνδράσιν Λακωνικοῖς, οἷσι πιστὸν οὐδὲν εἰ μή περ λύκῳ κεχηνότι. 630 ἀλλὰ ταῦθ᾽ ὕφηναν ἡμῖν ἄνδρες ἐπὶ τυραννίδι. ἀλλ᾽ ἐμοῦ μὲν οὐ τυραννεύσουσ᾽, ἐπεὶ φυλάξομαι καὶ φορήσω τὸ ξίφος τὸ λοιπὸν ἐν μύρτου κλαδί, ἀγοράσω τ᾽ ἐν τοῖς ὅπλοις ἑξῆς Ἀριστογείτονι, ὧδέ θ᾽ ἑστήξω παρ᾽ αὐτόν: †αὐτὸς† γάρ μοι γίγνεται 635 τῆς θεοῖς ἐχθρᾶς πατάξαι τῆσδε γραὸς τὴν γνάθον. Χορὸς Γυναικῶν ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: οὐκ ἄρ᾽ εἰσιόντα σ᾽ οἴκαδ᾽ ἡ τεκοῦσα γνώσεται. ἀλλὰ θώμεσθ᾽ ὦ φίλαι γρᾶες ταδί πρῶτον χαμαί. ἡμεῖς γὰρ ὦ πάντες ἀστοὶ λόγων κατάρχομεν τῇ πόλει χρησίμων: 640 εἰκότως, ἐπεὶ χλιδῶσαν ἀγλαῶς ἔθρεψέ με. ἑπτὰ μὲν ἔτη γεγῶσ᾽ εὐθὺς ἠρρηφόρουν: εἶτ᾽ ἀλετρὶς ἦ δεκέτις οὖσα τἀρχηγέτι: 645 κᾆτ᾽ ἔχουσα τὸν κροκωτὸν ἄρκτος ἦ Βραυρωνίοις: κἀκανηφόρουν ποτ᾽ οὖσα παῖς καλὴ ‘χουσ᾽ ἰσχάδων ὁρμαθόν: Χορὸς Γυναικῶν ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: ἆρα προὐφείλω τι χρηστὸν τῇ πόλει παραινέσαι; εἰ δ᾽ ἐγὼ γυνὴ πέφυκα, τοῦτο μὴ φθονεῖτέ μοι, 650 ἢν ἀμείνω γ᾽ εἰσενέγκω τῶν παρόντων πραγμάτων. τοὐράνου γάρ μοι μέτεστι: καὶ γὰρ ἄνδρας ἐσφέρω, τοῖς δὲ δυστήνοις γέρουσιν οὐ μέτεσθ᾽ ὑμῖν, ἐπεὶ τὸν ἔρανον τὸν λεγόμενον παππῷον ἐκ τῶν Μηδικῶν εἶτ᾽ ἀναλώσαντες οὐκ ἀντεσφέρετε τὰς ἐσφοράς, 655 ἀλλ᾽ ὑφ᾽ ὑμῶν διαλυθῆναι προσέτι κινδυνεύομεν. ἆρα γρυκτόν ἐστιν ὑμῖν; εἰ δὲ λυπήσεις τί με, τῷδέ γ᾽ ἀψήκτῳ πατάξω τῷ κοθόρνῳ τὴν γνάθον. Χορὸς γερόντων ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: ταῦτ᾽ οὖν οὐχ ὕβρις τὰ πράγματ᾽ ἐστὶ 660 πολλή; κἀπιδώσειν μοι δοκεῖ τὸ χρῆμα μᾶλλον. ἀλλ᾽ ἀμυντέον τὸ πρᾶγμ᾽ ὅστις γ᾽ ἐνόρχης ἔστ᾽ ἀνήρ. ἀλλὰ τὴν ἐξωμίδ᾽ ἐκδυώμεθ᾽, ὡς τὸν ἄνδρα δεῖ ἀνδρὸς ὄζειν εὐθύς, ἀλλ᾽ οὐν ἐντεθριῶσθαι πρέπει. 665 ἀλλ᾽ ἄγετε λευκόποδες, οἵπερ επὶ Λείψύδριον ἤλθομεν ὅτ᾽ ἦμεν ἔτι, νῦν δεῖ νῦν ἀνηβῆσαι πάλιν κἀναπτερῶσαι 670 πᾶν τὸ σῶμα κἀποσείσασθαι τὸ γῆρας τόδε. Χορὸς γερόντων ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: εἰ γὰρ ἐνδώσει τις ἡμῶν ταῖσδε κἂν σμικρὰν λαβήν, οὐδὲν ἐλλείψουσιν αὗται λιπαροῦς χειρουργίας, ἀλλὰ καὶ ναῦς τεκτανοῦνται, κἀπιχειρήσουσ᾽ ἔτι 675 ναυμαχεῖν καὶ πλεῖν ἐφ᾽ ἡμἁς ὥσπε, Ἀρτεμισία. ἢν δ᾽ ἐφ᾽ ἱππικὴν τράπωνται, διαγράφω τοὺς ἱππέας. ἱππικώτατον γάρ ἐστι χρῆμα κἄποχον γυνή, κοὐκ ἂν ἀπολίσθοι τρέχοντος: τὰς δ᾽ Ἀμαζόνας σκόπει, ἃς Μίκων ἔγραψ᾽ ἐφ᾽ ἵππων μαχομένας τοῖς ἀνδράσιν. 680 ἀλλὰ τούτων χρῆν ἁπασῶν ἐς τετρημένον ξύλον ἐγκαθαρμόσαι λαβόντας τουτονὶ τὸν αὐχένα. Χορὸς Γυναικῶν ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: εἰ νὴ τὼ θεώ με ζωπυρήσεις, λύσω τὴν ἐμαυτῆς ὗν ἐγὼ δή, καὶ ποιήσω 685 τήμερον τοὺς δημότας βωστρεῖν σ᾽ ἐγὼ πεκτούμενον. ἀλλὰ χἠμεῖς ὦ γυναῖκες θᾶττον ἐκδυώμεθα, ὡς ἂν ὄζωμεν γυναικῶν αὐτοδὰξ ὠργισμένων. νῦν πρὸς ἔμ᾽ ἴτω τις, ἵνα μή ποτε φάγῃ σκόροδα, μηδὲ 690 κυάμους μέλανας. ὡς εἰ καὶ μόνον κακῶς ἐρεῖς, ὑπερχολῶ γάρ, 695 αἰετὸν τίκτοντα κάνθαρός σε μαιεύσομαι. Χορὸς Γυναικῶν ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: οὐ γὰρ ὑμῶν φροντίσαιμ᾽ ἄν, ἢν ἐμοὶ ζῇ Λαμπιτὼ ἥ τε Θηβαία φίλη παῖς εὐγενὴς Ἰσμηνία. οὐ γὰρ ἔσται δύναμις, οὐδ᾽ ἢν ἑπτάκις σὺ ψηφίσῃ, ὅστις ὦ δύστην᾽ ἀπήχθου πᾶσι καὶ τοῖς γείτοσιν. 700 ὥστε κἀχθὲς θἠκάτῃ ποιοῦσα παιγνίαν ἐγὼ τοῖσι παισὶ τὴν ἑταίραν ἐκάλεσ᾽ ἐκ τῶν γειτόνων, παῖδα χρηστὴν κἀγαπητὴν ἐκ Βοιωτῶν ἔγχελυν: οἱ δὲ πέμψειν οὐκ ἔφασκον διὰ τὰ σὰ ψηφίσματα. κοὐχὶ μὴ παύσησθε τῶν ψηφισμάτων τούτων, πρὶν ἂν 705 τοῦ σκέλους ὑμᾶς λαβών τις ἐκτραχηλίσῃ φέρων. Χορὸς Γυναικῶν ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: ἄνασσα πράγους τοῦδε καὶ βουλεύματος, τί μοι σκυθρωπὸς ἐξελήλυθας δόμων; ΛΥΣΙΣΤΡΆΤΗ: κακῶν γυναικῶν ἔργα καὶ θήλεια φρὴν ποιεῖ μ᾽ ἄθυμον περιπατεῖν τ᾽ ἄνω κάτω. [710] ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: τί φῄς; τί φῄς; ΛΥΣΙΣΤΡΆΤΗ: ἀληθῆ, ἀληθῆ. ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: τί δ᾽ ἐστὶ δεινόν; φράζε ταῖς σαυτῆς φίλαις. ΛΥΣΙΣΤΡΆΤΗ: ἀλλ᾽ αἰσχρὸν εἰπεῖν καὶ σιωπῆσαι βαρύ. ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: μή νύν με κρύψῃς ὅ τι πεπόνθαμεν κακόν. [715] ΛΥΣΙΣΤΡΆΤΗ: βινητιῶμεν, ᾗ βράχιστον τοῦ λόγου. ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: ἰὼ Ζεῦ. ΛΥΣΙΣΤΡΆΤΗ: τί Ζῆν᾽ ἀυτεῖς; ταῦτα δ᾽ οὖν οὕτως ἔχει. ἐγὼ μὲν οὖν αὐτὰς ἀποσχεῖν οὐκέτι οἵα τ᾽ ἀπὸ τῶν ἀνδρῶν: διαδιδράσκουσι γάρ. 720 τὴν μέν γε πρώτην διαλέγουσαν τὴν ὀπὴν κατέλαβον ᾗ τοῦ Πανός ἐστι ταὐλίον, τὴν δ᾽ ἐκ τροχιλείας αὖ κατειλυσπωμένην, τὴν δ᾽ αὐτομολοῦσαν, τὴν δ᾽ ἐπὶ στρούθου †μίαν† ἤδη πέτεσθαι διανοουμένην κάτω 725 ἐς Ὀρσιλόχου χθὲς τῶν τριχῶν κατέσπασα. πάσας τε προφάσεις ὥστ᾽ ἀπελθεῖν οἴκαδε ἕλκουσιν. ἤδη γοῦν τις αὐτῶν ἔρχεται. αὕτη σὺ ποῖ θεῖς; ΛΥΣΙΣΤΡΆΤΗ: Γυνὴ Α. οἴκαδ᾽ ἐλθεῖν βούλομαι. οἴκοι γάρ ἐστιν ἔριά μοι Μιλήσια 730 ὑπὸ τῶν σέων κατακοπτόμενα. ΛΥΣΙΣΤΡΆΤΗ: ποίων σέων; οὐκ εἶ πάλιν; ΛΥΣΙΣΤΡΆΤΗ: Γυνὴ Α. ἀλλ᾽ ἥξω ταχέως νὴ τὼ θεὼ ὅσον διαπετάσασ᾽ ἐπὶ τῆς κλίνης μόνον. ΛΥΣΙΣΤΡΆΤΗ: μὴ διαπετάννυ, μηδ᾽ ἀπέλθῃς μηδαμῇ. ΛΥΣΙΣΤΡΆΤΗ: Γυνὴ Α. ΛΥΣΙΣΤΡΆΤΗ: ἀλλ᾽ ἐῶ ‘πολέσθαι τἄρι᾽; ΛΥΣΙΣΤΡΆΤΗ: ἢν τούτου δέῃ. ΛΥΣΙΣΤΡΆΤΗ: Γυνὴ Β. [735] ΛΥΣΙΣΤΡΆΤΗ: τάλαιν᾽ ἐγώ, τάλαινα τῆς Ἀμοργίδος, ἣν ἄλοπον οἴκοι καταλέλοιφ᾽. ΛΥΣΙΣΤΡΆΤΗ: αὕθἠτέρα ἐπὶ τὴν Ἄμοργιν τὴν ἄλοπον ἐξέρχεται. χώρει πάλιν δεῦρ᾽. ΛΥΣΙΣΤΡΆΤΗ: Γυνὴ Β. ἀλλὰ νὴ τὴν Φωσφόρον ἔγωγ᾽ ἀποδείρασ᾽ αὐτίκα μάλ᾽ ἀνέρχομαι. [740] ΛΥΣΙΣΤΡΆΤΗ: μή μἀποδείρῃς. ἢν γὰρ ἄρξῃς τοῦτο σύ, ἑτέρα γυνὴ ταὐτὸν ποιεῖν βουλήσεται. ΓΥΝῊ Γ: ὦ πότνι᾽ Εἰλείθυι᾽ ἐπίσχες τοῦ τόκου, ἕως ἂν εἰς ὅσιον μόλω ‘γὼ χωρίον. ΛΥΣΙΣΤΡΆΤΗ: τί ταῦτα ληρεῖς; ΓΥΝῊ Γ: αὐτίκα μάλα τέξομαι. [745] ΛΥΣΙΣΤΡΆΤΗ: ἀλλ᾽ οὐκ ἐκύεις σύ γ᾽ ἐχθές. ΓΥΝῊ Γ: ἀλλὰ τήμερον. ἀλλ᾽ οἴκαδέ μ᾽ ὡς τὴν μαῖαν ὦ Λυσιστράτη ἀπόπεμψον ὡς τάχιστα. ΛΥΣΙΣΤΡΆΤΗ: τίνα λόγον λέγεις; τί τοῦτ᾽ ἔχεις τὸ σκληρόν; ΓΥΝῊ Γ: ἄρρεν παιδίον. ΛΥΣΙΣΤΡΆΤΗ: μὰ τὴν Ἀφροδίτην οὐ σύ γ᾽, ἀλλ᾽ ἢ χαλκίον 750 ἔχειν τι φαίνει κοῖλον: εἴσομαι δ᾽ ἐγώ. ὦ καταγέλαστ᾽ ἔχουσα τὴν ἱερὰν κυνῆν κυεῖν ἔφασκες; ΓΥΝῊ Γ: καὶ κυῶ γε νὴ Δία. ΛΥΣΙΣΤΡΆΤΗ: τί δῆτα ταύτην εἶχες; ΓΥΝῊ Γ: ἵνα μ᾽ εἰ καταλάβοι ὁ τόκος ἔτ᾽ ἐν πόλει, τέκοιμ᾽ ἐς τὴν κυνῆν 755 ἐσβᾶσα ταύτην, ὥσπερ αἱ περιστεραί. ΛΥΣΙΣΤΡΆΤΗ: τί λέγεις; προφασίζει: περιφανῆ τὰ πράγματα. οὐ τἀμφιδρόμια τῆς κυνῆς αὐτοῦ μενεῖς; ΓΥΝῊ Γ: ἀλλ᾽ οὐ δύναμαι ‘γωγ᾽ οὐδὲ κοιμᾶσθ᾽ ἐν πόλει, ἐξ οὗ τὸν ὄφιν εἶδον τὸν οἰκουρόν ποτε. [760] ΓΥΝῊ Δ: ἐγὼ δ᾽ ὑπὸ τῶν γλαυκῶν γε τάλαιν᾽ ἀπόλλυμαι ταῖς ἀγρυπνίαισι κακκαβαζουσῶν ἀεί. ΛΥΣΙΣΤΡΆΤΗ: ὦ δαιμόνιαι παύσασθε τῶν τερατευμάτων. ποθεῖτ᾽ ἴσως τοὺς ἄνδρας: ἡμᾶς δ᾽ οὐκ οἴει ποθεῖν ἐκείνους; ἀργαλέας γ᾽ εὖ οἶδ᾽ ὅτι 765 ἄγουσι νύκτας. ἀλλ᾽ ἀνάσχεσθ᾽ ὦγαθαί, καὶ προσταλαιπωρήσατ᾽ ἔτ᾽ ὀλίγον χρόνον, ὡς χρησμὸς ἡμῖν ἐστιν ἐπικρατεῖν, ἐὰν μὴ στασιάσωμεν: ἔστι δ᾽ ὁ χρησμὸς οὑτοσί. ΓΥΝῊ Α: λέγ᾽ αὐτὸν ἡμῖν ὅ τι λέγει. ΛΥΣΙΣΤΡΆΤΗ: σιγᾶτε δή. 770 ἀλλ᾽ ὁπόταν πτήξωσι χελιδόνες εἰς ἕνα χῶρον, τοὺς ἔποπας φεύγουσαι, ἀπόσχωνταί τε φαλήτων, παῦλα κακῶν ἔσται, τὰ δ᾽ ὑπέρτερα νέρτερα θήσει Ζεὺς ὑψιβρεμέτης — ΓΥΝῊ Β: ἐπάνω κατακεισόμεθ᾽ ἡμεῖς; ΛΥΣΙΣΤΡΆΤΗ: ἢν δὲ διαστῶσιν καὶ ἀναπτῶνται πτερύγεσσιν 775 ἐξ ἱεροῦ ναοῖο χελιδόνες, οὐκέτι δόξει ὄρνεον οὐδ᾽ ὁτιοῦν καταπυγωνέστερον εἶναι. ΓΥΝῊ Α: σαφής γ᾽ ὁ χρησμὸς νὴ Δί᾽. ΛΥΣΙΣΤΡΆΤΗ: ὦ πάντες θεοί, μή νυν ἀπείπωμεν ταλαιπωρούμεναι, ἀλλ᾽ εἰσίωμεν. καὶ γὰρ αἰσχρὸν τουτογὶ 780 ὦ φίλταται, τὸν χρησμὸν εἰ προδώσομεν. ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: μῦθον βούλομαι λέξαι τιν᾽ ὑμῖν, ὅν ποτ᾽ ἤκουσ᾽ αὐτὸς ἔτι παῖς ὤν. 785 οὕτως ἦν νεανίσκος Μελανίων τις, ὃς φεύγων γάμον ἀφίκετ᾽ ἐς ἐρημίαν, κἀν τοῖς ὄρεσιν ᾤκει: κᾆτ᾽ ἐλαγοθήρει 790 πλεξάμενος ἄρκυς, καὶ κύνα τιν᾽ εἶχεν, κοὐκέτι κατῆλθε πάλιν οἴκαδ᾽ ὑπὸ μίσους. οὕτω τὰς γυναῖκας ἐβδελύχθη 795 ‘κεῖνος, ἡμεῖς τ᾽ οὐδὲν ἧττον τοῦ Μελανίωνος οἱ σώφρονες. γέρων βούλομαί σε γραῦ κύσαι — ΓΥΝΉ: κρόμμυόν τἄρ᾽ οὐκ ἔδει. γέρων κἀνατείνας λακτίσαι. [800] ΓΥΝΉ: τὴν λόχμην πολλὴν φορεῖς. καὶ Μυρωνίδης γὰρ ἦν τραχὺς ἐντεῦθεν μελάμπυγός τε τοῖς ἐχθροῖς ἅπασιν, ὥς δὲ καὶ Φορμίων. [805] ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: κἀγὼ βούλομαι μῦθόν τιν᾽ ὑμῖν ἀντιλέξαι τῷ Μελανίωνι. Τίμων ἦν ἀίδρυτός τις ἀβάτοισιν 810 ἐν σκώλοισι τὸ πρόσωπον περιειργμένος, Ἐρινύων ἀπορρώξ. οὗτος οὖν ὁ Τίμων ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: * ᾤχεθ᾽ ὑπὸ μίσους 815 πολλὰ καταρασάμενος ἀνδράσι πονηροῖς. οὕτω ‘κεῖνος ὑμῶν ἀντεμίσει τοὺς πονηροὺς ἄνδρας ἀεί, 820 ταῖσι δὲ γυναιξὶν ἦν φίλτατος. ΓΥΝΉ: τὴν γνάθον βούλει θένω; γέρων μηδαμῶς: †ἔδεισά γε.† ΓΥΝΉ: ἀλλὰ κρούσω τῷ σκέλει; γέρων τὸν σάκανδρον ἐκφανεῖς. [825] ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: ἀλλ᾽ ὅμως ἂν οὐκ ἴδοις καίπερ οὔσης γραὸς ὄντ᾽ αὐτὸν κομήτην, ἀλλ᾽ ἀπεψιλωμένον τῷ λύχνῳ. ΛΥΣΙΣΤΡΆΤΗ: ἰοὺ ἰοὺ γυναῖκες ἴτε δεῦρ᾽ ὡς ἐμὲ 830 ταχέως. ΓΥΝΉ: τί δ᾽ ἔστιν; εἰπέ μοι τίς ἡ βοή; ΛΥΣΙΣΤΡΆΤΗ: ἄνδρ᾽ ἄνδρ᾽ ὁρῶ προσιόντα παραπεπληγμένον, τοῖς τῆς Ἀφροδίτης ὀργίοις εἰλημμένον. ὦ πότνια Κύπρου καὶ Κυθήρων καὶ Πάφου μεδέουσ᾽, ἴθ᾽ ὀρθὴν ἥνπερ ἔρχι τὴν ὁδόν. [835] ΓΥΝΉ: ποῦ δ᾽ ἐστὶν ὅστις ἐστί; ΛΥΣΙΣΤΡΆΤΗ: παρὰ τὸ τῆς Χλόης. ΓΥΝῊ: ὢ νὴ Δί᾽ ἔστι δῆτα. τίς κἀστίν ποτε; ὁρᾶτε γιγνώσκει τις ὑμῶν; ΜΥΡΡΊΝΗ: νὴ Δία ἔγωγε: κἀστὶν οὑμὸς ἀνὴρ Κινησίας. ΛΥΣΙΣΤΡΆΤΗ: σὸν ἔργον ἤδη τοῦτον ὀπτᾶν καὶ στρέφειν 840 κἀξηπεροπεύειν καὶ φιλεῖν καὶ μὴ φιλεῖν, καὶ πάνθ᾽ ὑπέχειν πλὴν ὧν σύνοιδεν ἡ κύλιξ. ΜΥΡΡΊΝΗ: ἀμέλει ποιήσω ταῦτ᾽ ἐγώ. ΛΥΣΙΣΤΡΆΤΗ: καὶ μὴν ἐγὼ ξυνηπεροπεύσω σοι παραμένουσ᾽ ἐνθαδί, καὶ ξυσταθεύσω τοῦτον. ἀλλ᾽ ἀπέλθετε. [845] ΚΙΝΗΣΊΑΣ: οἴμοι κακοδαίμων, οἷος ὁ σπασμός μ᾽ ἔχει χὠ τέτανος ὥσπερ ἐπὶ τροχοῦ στρεβλούμενον. ΛΥΣΙΣΤΡΆΤΗ: τίς οὗτος οὑντὸς τῶν φυλάκων ἑστώς; ΚΙΝΗΣΊΑΣ: ἐγώ. ΛΥΣΙΣΤΡΆΤΗ: ἀνήρ; ΚΙΝΗΣΊΑΣ: ἀνὴρ δῆτ᾽. ΛΥΣΙΣΤΡΆΤΗ: οὐκ ἄπει δῆτ᾽ ἐκποδών; ΚΙΝΗΣΊΑΣ: σὺ δ᾽ εἶ τίς ἡκβάλλουσά μ᾽; ΛΥΣΙΣΤΡΆΤΗ: ἡμεροσκόπος. [850] ΚΙΝΗΣΊΑΣ: πρὸς τῶν θεῶν νυν ἐκκάλεσόν μοι Μυρρίνην. ΛΥΣΙΣΤΡΆΤΗ: ἰδοὺ καλέσω ‘γὼ Μυρρίνην σοι; σὺ δὲ τίς εἶ; ΚΙΝΗΣΊΑΣ: ἀνὴρ ἐκείνης, Παιονίδης Κινησίας. ΛΥΣΙΣΤΡΆΤΗ: ὦ χαῖρε φίλτατ᾽: οὐ γὰρ ἀκλεὲς τοὔνομ τὸ σὸν παρ᾽ ἡμῖν ἐστιν οὐδ᾽ ἀνώνυμον. 855 ἀεὶ γὰρ ἡ γυνή σ᾽ ἔχει διὰ στόμα. κἂν ᾠὸν ἢ μῆλον λάβῃ, ‘Κινησίᾳ τουτὶ γένοιτο,’ φησίν. ΚΙΝΗΣΊΑΣ: ὢ πρὸς τῶν θεῶν. ΛΥΣΙΣΤΡΆΤΗ: νὴ τὴν Ἀφροδίτην: κἂν περὶ ἀνδρῶν γ᾽ ἐμπέσῃ λόγος τις, εἴρηκ᾽ εὐθέως ἡ σὴ γυνὴ 860 ὅτι λῆρός ἐστι τἄλλα πρὸς Κινησίαν. ΚΙΝΗΣΊΑΣ: ἴθι νυν κάλεσον αὐτήν. ΛΥΣΙΣΤΡΆΤΗ: τί οὖν; δώσεις τί μοι; ΚΙΝΗΣΊΑΣ: ἔγωγέ σοι νὴ τὸν Δί᾽, ἢν βούλῃ γε σύ: ἔχω δὲ τοῦθ᾽: ὅπερ οὖν ἔχω, δίδωμί σοι. ΛΥΣΙΣΤΡΆΤΗ: φέρε νυν καλέσω καταβᾶσά σοι. ΚΙΝΗΣΊΑΣ: ταχύ νυν πάνυ. 865 ὡς οὐδεμίαν ἔχω γε τῷ βίῳ χάριν, ἐξ οὗπερ αὕτη ‘ξῆλθεν ἐκ τῆς οἰκίας: ἀλλ᾽ ἄχθομαι μὲν εἰσιών, ἔρημα δὲ εἶναι δοκεῖ μοι πάντα, τοῖς δὲ σιτίοις χάριν οὐδεμίαν οἶδ᾽ ἐσθίων: ἔστυκα γάρ. [870] ΜΥΡΡΊΝΗ: φιλῶ φιλῶ ‘γὼ τοῦτον: ἀλλ᾽ οὐ βούλεται ὑπ᾽ ἐμοῦ φιλεῖσθαι. σὺ δ᾽ ἐμὲ τούτῳ μὴ κάλει. ΚΙΝΗΣΊΑΣ: ὦ γλυκύτατον Μυρρινίδιον τί ταῦτα δρᾷς; κατάβηθι δεῦρο. ΜΥΡΡΊΝΗ: μὰ Δί᾽ ἐγὼ μὲν αὐτόσ᾽ οὔ. ΚΙΝΗΣΊΑΣ: ἐμοῦ καλοῦντος οὐ καταβήσει Μυρρίνη; [875] ΜΥΡΡΊΝΗ: οὐ γὰρ δεόμενος οὐδὲν ἐκκαλεῖς ἐμέ. ΚΙΝΗΣΊΑΣ: ἐγὼ οὐ δεόμενος; ἐπιτετριμμένος μὲν οὖν. ΜΥΡΡΊΝΗ: ἄπειμι. ΚΙΝΗΣΊΑΣ: μὴ δῆτ᾽, ἀλλὰ τῷ γοῦν παιδίῳ ὑπάκουσον: οὗτος οὐ καλεῖς τὴν μαμμίαν; ΠΑΙ͂Σ ΚΙΝΗΣΊΟΥ: μαμμία, μαμμία, μαμμία. [880] ΚΙΝΗΣΊΑΣ: αὕτη τί πάσχεις; οὐδ᾽ ἐλεεῖς τὸ παιδίον ἄλουτον ὂν κἄθηλον ἕκτην ἡμέραν; ΜΥΡΡΊΝΗ: ἔγωγ᾽ ἐλεῶ δῆτ᾽: ἀλλ᾽ ἀμελὴς αὐτῷ πατὴρ ἔστιν. ΚΙΝΗΣΊΑΣ: κατάβηθ᾽ ὦ δαιμονία τῷ παιδίῳ. ΜΥΡΡΊΝΗ: οἷον τὸ τεκεῖν: καταβατέον. τί γὰρ πάθω; [885] ΚΙΝΗΣΊΑΣ: ἐμοὶ γὰρ αὕτη καὶ νεωτέρα δοκεῖ πολλῷ γεγενῆσθαι κἀγανώτερον βλέπειν: χἂ δυσκολαίνει πρὸς ἐμὲ καὶ βρενθύεται, ταῦτ᾽ αὐτὰ δή ‘σθ᾽ ἃ κἄμ᾽ ἐπιτρίβει τῷ πόθῳ. ΜΥΡΡΊΝΗ: ὦ γλυκύτατον σὺ τεκνίδιον κακοῦ πατρός, 890 φέρε σε φιλήσω γλυκύτατον τῇ μαμμίᾳ. ΚΙΝΗΣΊΑΣ: τί ὦ πονήρα ταῦτα ποιεῖς χἀτέραις πείθει γυναιξί, κἀμέ τ᾽ ἄχθεσθαι ποιεῖς αὐτή τε λυπεῖ; ΜΥΡΡΊΝΗ: μὴ πρόσαγε τὴν χεῖρά μοι. ΚΙΝΗΣΊΑΣ: τὰ δ᾽ ἔνδον ὄντα τἀμὰ καὶ σὰ χρήματα 895 χεῖρον διατίθης. ΜΥΡΡΊΝΗ: ὀλίγον αὐτῶν μοι μέλει. ΚΙΝΗΣΊΑΣ: ὀλίγον μέλει σοι τῆς κρόκης φορουμένης ὑπὸ τῶν ἀλεκτρυόνων; ΜΥΡΡΊΝΗ: ἔμοιγε νὴ Δία. ΚΙΝΗΣΊΑΣ: τὰ δὲ τῆς Ἀφροδίτης ἱέρ᾽ ἀνοργίαστά σοι χρόνον τοσοῦτόν ἐστιν. οὐ βαδιεῖ πάλιν; [900] ΜΥΡΡΊΝΗ: μὰ Δί᾽ οὐκ ἔγωγ᾽, ἢν μὴ διαλλαχθῆτέ γε καὶ τοῦ πολέμου παύσησθε. ΚΙΝΗΣΊΑΣ: τοιγάρ, ἢν δοκῇ, ποιήσομεν καὶ ταῦτα. ΜΥΡΡΊΝΗ: τοιγάρ, ἢν δοκῇ, κἄγωγ᾽ ἄπειμ᾽ ἐκεῖσε: νῦν δ᾽ ἀπομώμοκα. ΚΙΝΗΣΊΑΣ: σὺ δ᾽ ἀλλὰ κατακλίνηθι μετ᾽ ἐμοῦ διὰ χρόνου. [905] ΜΥΡΡΊΝΗ: οὐ δῆτα: καίτοι σ᾽ οὐκ ἐρῶ γ᾽ ὡς οὐ φιλῶ. ΚΙΝΗΣΊΑΣ: φιλεῖς; τί οὖν οὐ κατεκλίνης ὦ Μύρριον; ΜΥΡΡΊΝΗ: ὦ καταγέλαστ᾽ ἐναντίον τοῦ παιδίου; ΚΙΝΗΣΊΑΣ: μὰ Δί᾽ ἀλλὰ τοῦτό γ᾽ οἴκαδ᾽ ὦ Μανῆ φέρε. ἰδοὺ τὸ μέν σοι παιδίον καὶ δὴ ‘κποδών, 910 σὺ δ᾽ οὐ κατακλίνει. ΜΥΡΡΊΝΗ: ποῦ γὰρ ἄν τις καὶ τάλαν δράσειε τοῦθ᾽; ΚΙΝΗΣΊΑΣ: ὅπου; τὸ τοῦ Πανὸς καλόν. ΜΥΡΡΊΝΗ: καὶ πῶς ἔθ᾽ ἁγνὴ δῆτ᾽ ἂν ἔλθοιμ᾽ ἐς πόλιν; ΚΙΝΗΣΊΑΣ: κάλλιστα δήπου λουσαμένη τῇ Κλεψύδρᾳ. ΜΥΡΡΊΝΗ: ἔπειτ᾽ ὀμόσασα δῆτ᾽ ἐπιορκήσω τάλαν; [915] ΚΙΝΗΣΊΑΣ: εἰς ἐμὲ τράποιτο: μηδὲν ὅρκου φροντίσῃς. ΜΥΡΡΊΝΗ: φέρε νυν ἐνέγκω κλινίδιον νῷν. ΚΙΝΗΣΊΑΣ: μηδαμῶς. ἀρκεῖ χαμαὶ νῷν. ΜΥΡΡΊΝΗ: μὰ τὸν Ἀπόλλω μή σ᾽ ἐγὼ καίπερ τοιοῦτον ὄντα κατακλινῶ χαμαί. ΚΙΝΗΣΊΑΣ: ἥ τοι γυνὴ φιλεῖ με, δήλη ‘στὶν καλῶς. [920] ΜΥΡΡΊΝΗ: ἰδοὺ κατάκεισ᾽ ἀνύσας τι, κἀγὼ ‘κδύομαι. καίτοι, τὸ δεῖνα, ψίαθός ἐστ᾽ ἐξοιστέα. ΚΙΝΗΣΊΑΣ: ποία ψίαθος; μὴ μοί γε. ΜΥΡΡΊΝΗ: νὴ τὴν Ἄρτεμιν, αἰσχρὸν γὰρ ἐπὶ τόνου γε. ΚΙΝΗΣΊΑΣ: δός μοί νυν κύσαι. ΜΥΡΡΊΝΗ: ἰδού. ΚΙΝΗΣΊΑΣ: παπαιάξ: ἧκέ νυν ταχέως πάνυ. [925] ΜΥΡΡΊΝΗ: ἰδοὺ ψίαθος: κατάκεισο, καὶ δὴ ‘κδύομαι. καίτοι, τὸ δεῖνα, προσκεφάλαιον οὐκ ἔχεις. ΚΙΝΗΣΊΑΣ: ἀλλ᾽ οὐδὲ δέομ᾽ ἔγωγε. ΜΥΡΡΊΝΗ: νὴ Δί᾽ ἀλλ᾽ ἐγώ. ΚΙΝΗΣΊΑΣ: ἀλλ᾽ ἢ τὸ πέος τόδ᾽ Ἡρακλῆς ξενίζεται. ΜΥΡΡΊΝΗ: ἀνίστασ᾽, ἀναπήδησον. ἤδη πάντ᾽ ἔχω. [930] ΚΙΝΗΣΊΑΣ: ἅπαντα δῆτα. δεῦρό νυν ὦ χρύσιον. ΜΥΡΡΊΝΗ: τὸ στρόφιον ἤδη λύομαι. μέμνησό νυν: μή μ᾽ ἐξαπατήσῃς τὰ περὶ τῶν διαλλαγῶν. ΚΙΝΗΣΊΑΣ: νὴ Δί᾽ ἀπολοίμην ἆρα. ΜΥΡΡΊΝΗ: σισύραν οὐκ ἔχεις. ΚΙΝΗΣΊΑΣ: μὰ Δί᾽ οὐδὲ δέομαί γ᾽, ἀλλὰ βινεῖν βούλομαι. [935] ΜΥΡΡΊΝΗ: ἀμέλει ποιήσεις τοῦτο: ταχὺ γὰρ ἔρχομαι. ΚΙΝΗΣΊΑΣ: ἅνθρωπος ἐπιτρίψει με διὰ τὰ στρώματα. ΜΥΡΡΊΝΗ: ἔπαιρε σαυτόν. ΚΙΝΗΣΊΑΣ: ἀλλ᾽ ἐπῆρται τοῦτό γε. ΜΥΡΡΊΝΗ: βούλει μυρίσω σε; ΚΙΝΗΣΊΑΣ: μὰ τὸν Ἀπόλλω μὴ μέ γε. ΜΥΡΡΊΝΗ: νὴ τὴν Ἀφροδίτην ἤν τε βούλῃ γ᾽ ἤν τε μή. [940] ΚΙΝΗΣΊΑΣ: εἴθ᾽ ἐκχυθείη τὸ μύρον ὦ Ζεῦ δέσποτα. ΜΥΡΡΊΝΗ: πρότεινέ νυν τὴν χεῖρα κἀλείφου λαβών. ΚΙΝΗΣΊΑΣ: οὐχ ἡδὺ τὸ μύρον μὰ τὸν Ἀπόλλω τουτογί, εἰ μὴ διατριπτικόν γε κοὐκ ὄζον γάμων. ΜΥΡΡΊΝΗ: τάλαιν᾽ ἐγὼ τὸ Ῥόδιον ἤνεγκον μύρον. [945] ΚΙΝΗΣΊΑΣ: ἀγαθόν: ἔα αὔτ᾽ ὦ δαιμονία. ΜΥΡΡΊΝΗ: ληρεῖς ἔχων. ΚΙΝΗΣΊΑΣ: κάκιστ᾽ ἀπόλοιθ᾽ ὁ πρῶτος ἑψήσας μύρον. ΜΥΡΡΊΝΗ: λαβὲ τόνδε τὸν ἀλάβαστον. ΚΙΝΗΣΊΑΣ: ἀλλ᾽ ἕτερον ἔχω. ἀλλ᾽ ᾠζυρὰ κατάκεισο καὶ μή μοι φέρε μηδέν. ΜΥΡΡΊΝΗ: ποιήσω ταῦτα νὴ τὴν Ἄρτεμιν. 950 ὑπολύομαι γοῦν. ἀλλ᾽ ὅπως ὦ φίλτατε σπονδὰς ποιεῖσθαι ψηφιεῖ. ΚΙΝΗΣΊΑΣ: βουλεύσομαι. ἀπολώλεκέν με κἀπιτέτριφεν ἡ γυνὴ τά τ᾽ ἄλλα πάντα κἀποδείρασ᾽ οἴχεται. ΚΙΝΗΣΊΑΣ: οἴμοι τί πάθω; τίνα βινήσω 955 τῆς καλλίστης πασῶν ψευσθείς; πῶς ταυτηνὶ παιδοτροφήσω; ποῦ Κυναλώπηξ; μίσθωσόν μοι τὴν τίτθην. ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: ἐν δεινῷ γ᾽ ὦ δύστηνε κακῷ 960 τείρει ψυχὴν ἐξαπατηθείς. κἄγωγ᾽ οἰκτίρω σ᾽ αἰαῖ. ποῖος γὰρ ἂν ἢ νέφρος ἀντίσχοι, ποία ψυχή, ποῖοι δ᾽ ὄρχεις, ποία δ᾽ ὀσφῦς, ποῖος δ᾽ ὄρρος 965 κατατεινόμενος καὶ μὴ βινῶν τοὺς ὄρθρους; ΚΙΝΗΣΊΑΣ: ὦ Ζεῦ δεινῶν ἀντισπασμῶν. ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: ταυτὶ μέντοι νυνί σ᾽ ἐποίησ᾽ ἡ παμβδελυρὰ καὶ παμμυσαρά. [970] ΚΙΝΗΣΊΑΣ: μὰ Δί᾽ ἀλλὰ φίλη καὶ παγγλυκερά. ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: ποία γλυκερά; μιαρὰ μιαρά. ΚΙΝΗΣΊΑΣ: μιαρὰ δῆτ᾽ ὦ Ζεῦ ὦ Ζεῦ: εἴθ᾽ αὐτὴν ὥσπερ τοὺς θωμοὺς μεγάλῳ τυφῷ καὶ πρηστῆρι 975 ξυστρέψας καὶ ξυγγογγύλας οἴχοιο φέρων, εἶτα μεθείης, ἡ δὲ φέροιτ᾽ αὖ πάλιν ἐς τὴν γῆν, κᾆτ᾽ ἐξαίφνης περὶ τὴν ψωλὴν περιβαίη. [980] ΚΗ͂ΡΥΞ ΛΑΚΕΔΑΙΜΟΝΊΩΝ: πᾷ τᾶν Ἀσανᾶν ἐστιν ἁ γερωχία ἢ τοὶ πρυτάνιες; λῶ τι μυσίξαι νέον. ΚΙΝΗΣΊΑΣ: σὺ δ᾽ εἶ πότερον ἄνθρωπος ἢ κονίσαλος; ΚΗ͂ΡΥΞ ΛΑΚΕΔΑΙΜΟΝΊΩΝ: κᾶρυξ ἐγὼν ὦ κυρσάνιε ναὶ τὼ σιὼ ἔμολον ἀπὸ Σπάρτας περὶ τᾶν διαλλαγᾶν. [985] ΚΙΝΗΣΊΑΣ: κἄπειτα δόρυ δῆθ᾽ ὑπὸ μάλης ἥκεις ἔχων; ΚΗ͂ΡΥΞ ΛΑΚΕΔΑΙΜΟΝΊΩΝ: οὐ τὸν Δί᾽ οὐκ ἐγών γα. ΚΙΝΗΣΊΑΣ: ποῖ μεταστρέφει; τί δὴ προβάλλει τὴν χλαμύδ᾽; ἢ βουβωνιᾷς ὑπὸ τῆς ὁδοῦ; ΚΗ͂ΡΥΞ ΛΑΚΕΔΑΙΜΟΝΊΩΝ: παλαιόρ γα ναὶ τὸν Κάστορα ὥνθρωπος. ΚΙΝΗΣΊΑΣ: ἀλλ᾽ ἔστυκας ὦ μιαρώτατε. [990] ΚΗ͂ΡΥΞ ΛΑΚΕΔΑΙΜΟΝΊΩΝ: οὐ τὸν Δί᾽ οὐκ ἐγών γα: μηδ᾽ αὖ πλαδδίη. ΚΙΝΗΣΊΑΣ: τί δ᾽ ἐστί σοι τοδί; ΚΗ͂ΡΥΞ ΛΑΚΕΔΑΙΜΟΝΊΩΝ: σκυτάλα Λακωνικά. ΚΙΝΗΣΊΑΣ: εἴπερ γε χαὔτη ‘στὶ σκυτάλη Λακωνική. ἀλλ᾽ ὡς πρὸς εἰδότ᾽ ἐμὲ σὺ τἀληθῆ λέγε. τί τὰ πράγμαθ᾽ ὑμῖν ἐστι τἀν Λακεδαίμονι; [995] ΚΗ͂ΡΥΞ ΛΑΚΕΔΑΙΜΟΝΊΩΝ: ὀρσὰ Λακεδαίμων πᾶα καὶ τοὶ σύμμαχοι ἅπαντες ἐστύκαντι: Πελλάνας δὲ δεῖ. ΚΙΝΗΣΊΑΣ: ἀπὸ τοῦ δὲ τουτὶ τὸ κακὸν ὑμῖν ἐνέπεσεν; ἀπὸ Πανός; ΚΗ͂ΡΥΞ ΛΑΚΕΔΑΙΜΟΝΊΩΝ: οὔκ, ἀλλ᾽ ἆρχεν οἰῶ Λαμπιτώ, ἔπειτα τἄλλαι ταὶ κατὰ Σπάρταν ἅμα 1000 γυναῖκες ᾇπερ ἀπὸ μιᾶς ὑσπλαγίδος ἀπήλααν τὼς ἄνδρας ἀπὸ τῶν ὑσσάκων. ΚΙΝΗΣΊΑΣ: πῶς οὖν ἔχετε; ΚΗ͂ΡΥΞ ΛΑΚΕΔΑΙΜΟΝΊΩΝ: μογίομες. ἂν γὰρ τὰν πόλιν ᾇπερ λυχνοφορίοντες ἐπικεκύφαμες. ταὶ γὰρ γυναῖκες οὐδὲ τῶ μύρτω σιγεῖν 1005 ἐῶντι, πρίν γ᾽ ἅπαντες ἐξ ἑνὸς λόγω σπονδὰς ποιησώμεσθα ποττὰν Ἑλλάδα. ΚΙΝΗΣΊΑΣ: τουτὶ τὸ πρᾶγμα πανταχόθεν ξυνομώμοται ὑπὸ τῶν γυναικῶν: ἄρτι νυνὶ μανθάνω. ἀλλ᾽ ὡς τάχιστα φράζε περὶ διαλλαγῶν 1010 αὐτοκράτορας πρέσβεις ἀποπέμπειν ἐνθαδί. ἐγὼ δ᾽ ἑτέρους ἐνθένδε τῇ βουλῇ φράσω πρέσβεις ἑλέσθαι τὸ πέος ἐπιδείξας τοδί. ΚΗ͂ΡΥΞ ΛΑΚΕΔΑΙΜΟΝΊΩΝ: ποτάομαι: κράτιστα γὰρ παντᾷ λέγεις. ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: οὐδέν ἐστι θηρίον γυναικὸς ἀμαχώτερον, 1015 οὐδὲ πῦρ, οὐδ᾽ ὧδ᾽ ἀναιδὴς οὐδεμία πόρδαλις. ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: ταῦτα μέντοι σὺ ξυνιεὶς εἶτα πολεμεῖς ἐμοί, ἐξὸν ὦ πόνηρε σοὶ βέβαιον ἔμ᾽ ἔχειν φίλην; ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: ὡς ἐγὼ μισῶν γυναῖκας οὐδέποτε παύσομαι. ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: ἀλλ᾽ ὅταν βούλῃ σύ: νῦν δ᾽ οὖν οὔ σε περιόψομαι 1020 γυμνὸν ὄνθ᾽ οὕτως. ὁρῶ γὰρ ὡς καταγέλαστος εἶ. ἀλλὰ τὴν ἐξωμίδ᾽ ἐνδύσω σε προσιοῦσ᾽ ἐγώ. ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: τοῦτο μὲν μὰ τὸν Δί᾽ οὐ πονηρὸν ἐποιήσατε: ἀλλ᾽ ὑπ᾽ ὀργῆς γὰρ πονηρᾶς καὶ τότ᾽ ἀπέδυν ἐγώ. ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: πρῶτα μὲν φαίνει γ᾽ ἀνήρ, εἶτ᾽ οὐ καταγέλαστος εἶ. 1025 κεἴ με μὴ ‘λύπεις, ἐγώ σου κἂν τόδε τὸ θηρίον τοὐπὶ τὠφθαλμῷ λαβοῦσ᾽ ἐξεῖλον ἂν ὃ νῦν ἔνι. ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: τοῦτ᾽ ἄρ᾽ ἦν με τοὐπιτρῖβον, δακτύλιος οὑτοσί: ἐκσκάλευσον αὐτό, κᾆτα δεῖξον ἀφελοῦσά μοι: ὡς τὸν ὀφθαλμόν γέ μου νὴ τὸν Δία πάλαι δάκνει. [1030] ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: ἀλλὰ δράσω ταῦτα: καίτοι δύσκολος ἔφυς ἀνήρ. ἦ μέγ᾽ ὦ Ζεῦ χρῆμ᾽ ἰδεῖν τῆς ἐμπίδος ἔνεστί σοι. οὐχ ὁρᾷς; οὐκ ἐμπίς ἐστιν ἥδε Τρικορυσία; ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: νὴ Δί᾽ ὤνησάς γέ μ᾽, ὡς πάλαι γέ μ᾽ ἐφρεωρύχει, ὥστ᾽ ἐπειδὴ ‘ξῃρέθη, ῥεῖ μου τὸ δάκρυον πολύ. [1035] ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: ἀλλ᾽ ἀποψήσω σ᾽ ἐγώ, καίτοι πάνυ πονηρὸς εἶ, καὶ φιλήσω. ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: μὴ φιλήσῃς. ΧΟΡῸΣ ΓΥΝΑΙΚΩ͂Ν: ἤν τε βούλῃ γ᾽ ἤν τε μή. ΧΟΡῸΣ ΓΕΡΌΝΤΩΝ: ἀλλὰ μὴ ὥρασ᾽ ἵκοισθ᾽: ὡς ἐστὲ θωπικαὶ φύσει, κἄστ᾽ ἐκεῖνο τοὔπος ὀρθῶς κοὐ κακῶς εἰρημένον, οὔτε σὺν πανωλέθροισιν οὔτ᾽ ἄνευ πανωλέθρων. 1040 ἀλλὰ νυνὶ σπένδομαί σοι, καὶ τὸ λοιπὸν οὐκέτι οὔτε δράσω φλαῦρον οὐδὲν οὔθ᾽ ὑφ᾽ ὑμῶν πείσομαι. ἀλλὰ κοινῇ συσταλέντες τοῦ μέλους ἀρξώμεθα. οὐ παρασκευαζόμεσθα τῶν πολιτῶν οὐδέν᾽ ὦνδρες 1045 φλαῦρον εἰπεῖν οὐδὲ ἕν. ἀλλὰ πολὺ τοὔμπαλιν πάντ᾽ ἀγαθὰ καὶ λέγειν καὶ δρᾶν: ἱκανὰ γὰρ τὰ κακὰ καὶ τὰ παρακείμενα. ἀλλ᾽ ἐπαγγελλέτω πᾶς ἀνὴρ καὶ γυνή, 1050 εἴ τις ἀργυρίδιον δεῖται λαβεῖν μνᾶς ἢ δύ᾽ ἢ τρεῖς, ὡς † πόλλ᾽ ἔσω ‘στὶν† κἄχομεν βαλλάντια. κἄν ποτ᾽ εἰρήνη φανῇ, 1055 ὅστις ἂν νυνὶ δανείσηται παρ᾽ ἡμῶν, ἃν λάβῃ μηκέτ᾽ ἀποδῷ. Χορός ἑστιᾶν δὲ μέλλομεν ξένους τινὰς Καρυστίους, ἄν- 1060 δρας καλούς τε κἀγαθούς. κἄστιν ἔτ᾽ ἔτνος τι: καὶ δελφάκιον ἦν τί μοι, καὶ τοῦτο τέθυχ᾽, ὡς τὰ κρέ᾽ ἔδεσθ᾽ ἁπαλὰ καὶ καλά. ἥκετ᾽ οὖν εἰς ἐμοῦ τήμερον: πρῲ δὲ χρὴ τοῦτο δρᾶν λελουμένους αὔ- 1065 τούς τε καὶ τὰ παιδί᾽, εἶτ᾽ εἴσω βαδίζειν, μηδ᾽ ἐρέσθαι μηδένα, ἀλλὰ χωρεῖν ἄντικρυς ὥσπερ οἴκαδ᾽ εἰς ἑαυτῶν 1070 γεννικῶς, ὡς ἡ θύρα κεκλῄσεται. Χορός ΧΟΡΌΣ: καὶ μὴν ἀπὸ τῆς Σπάρτης οἱδὶ πρέσβεις ἕλκοντες ὑπήνας χωροῦσ᾽, ὥσπερ χοιροκομεῖον περὶ τοῖς μηροῖσιν ἔχοντες. ΧΟΡΌΣ: ἄνδρες Λάκωνες πρῶτα μέν μοι χαίρετε, 1075 εἶτ᾽ εἴπαθ᾽ ἡμῖν πῶς ἔχοντες ἥκετε. ΛΆΚΩΝ: τί δεῖ ποθ᾽ ὑμὲ πολλὰ μυσίδδειν ἔπη; ὁρῆν γὰρ ἔξεσθ᾽ ὡς ἔχοντες ἵκομες. ΧΟΡΌΣ: βαβαί: νενεύρωται μὲν ἥδε συμφορὰ δεινῶς, †τεθερμῶσθαί γε† χεῖρον φαίνεται. [1080] ΛΆΚΩΝ: ἄφατα. τί κα λέγοι τις; ἀλλ᾽ ὅπᾳ σέλει παντᾷ τις ἐλσὼν ἁμὶν εἰράναν σέτω. ΧΟΡΌΣ: καὶ μὴν ὁρῶ καὶ τούσδε τοὺς αὐτόχθονας ὥσπερ παλαιστὰς ἄνδρας ἀπὸ τῶν γαστέρων θαἰμάτι᾽ ἀποστέλλοντας: ὥστε φαίνεται 1085 ἀσκητικὸν τὸ χρῆμα τοῦ νοσήματος. ἈΘΗΝΑΙ͂ΟΣ: τίς ἂν φράσεις ποῦ᾽ στιν ἡ Λυσιστράτη; ὡς ἄνδρες ἡμεῖς οὑτοιὶ τοιουτοιί. ΧΟΡΌΣ: χαὔτη ξυνᾴδει χἠτέρα ταύτῃ νόσῳ. ἦ που πρὸς ὄρθρον σπασμὸς ὑμᾶς λαμβάνει; [1090] ἈΘΗΝΑΙ͂ΟΣ: μὰ Δί᾽ ἀλλὰ ταυτὶ δρῶντες ἐπιτετρίμμεθα. ὥστ᾽ εἴ τις ἡμᾶς μὴ διαλλάξει ταχύ, οὐκ ἔσθ᾽ ὅπως οὐ Κλεισθένη βινήσομεν. ΧΟΡΌΣ: εἰ σωφρονεῖτε, θαἰμάτια λήψεσθ᾽, ὅπως τῶν Ἑρμοκοπιδῶν μή τις ὑμᾶς ὄψεται. [1095] ἈΘΗΝΑΙ͂ΟΣ: νὴ τὸν Δί᾽ εὖ μέντοι λέγεις. ΛΆΚΩΝ: ναὶ τὼ σιὼ παντᾷ γα. φέρε τὸ ἔσθος ἀμβαλώμεθα. ἈΘΗΝΑΙ͂ΟΣ: ὢ χαίρετ᾽ ὦ Λάκωνες: αἰσχρά γ᾽ ἐπάθομεν. ΛΆΚΩΝ: ὦ Πολυχαρείδα δεινά κ᾽ αὖ ‘πεπόνθεμες, αἰ εἶδον ἁμὲ τὤνδρες ἀμπεφλασμένως. [1100] ἈΘΗΝΑΙ͂ΟΣ: ἄγε δὴ Λάκωνες αὔθ᾽ ἕκαστα χρὴ λέγειν. ἐπὶ τί πάρεστε δεῦρο; ΛΆΚΩΝ: περὶ διαλλαγᾶν πρέσβεις. ἈΘΗΝΑΙ͂ΟΣ: καλῶς δὴ λέγετε: χἠμεῖς τουτογί. τί οὐ καλοῦμεν δῆτα τὴν Λυσιστράην, ἥπερ διαλλάξειεν ἡμᾶς ἂν μόνη; [1105] ΛΆΚΩΝ: ναὶ τὼ σιὼ κἂν λῆτε τὸν Λυσίστρατον. ἈΘΗΝΑΙ͂ΟΣ: ἀλλ᾽ οὐδὲν ἡμᾶς, ὡς ἔοικε, δεῖ καλεῖν: αὐτὴ γάρ, ὡς ἤκουσεν, ἥδ᾽ ἐξέρχεται. ΧΟΡΌΣ: χαῖρ᾽ ὦ πασῶν ἀνδρειοτάτη: δεῖ δὴ νυνί σε γενέσθαι δεινὴν δειλὴν ἀγαθὴν φαύλην σεμνὴν ἀγανὴν πολύπειρον: 1110 ὡς οἱ πρῶτοι τῶν Ἑλλήνων τῇ σῇ ληφθέντες ἴυγγι συνεχώρησάν σοι καὶ κοινῇ τἀγκλήματα πάντ᾽ ἐπέτρεψαν. ΛΥΣΙΣΤΡΆΤΗ: ἀλλ᾽ οὐχὶ χαλεπὸν τοὔργον, εἰ λάβοι γέ τις ὀργῶντας ἀλλήλων τε μὴ ‘κπειρωμένους. τάχα δ᾽ εἴσομαι ‘γώ. ποῦ ‘στιν ἡ Διαλλαγή; 1115 πρόσαγε λαβοῦσα πρῶτα τοὺς Λακωνικούς, καὶ μὴ χαλεπῇ τῇ χειρὶ μηδ᾽ αὐθαδικῇ, μηδ᾽ ὥσπερ ἡμῶν ἅνδρες ἀμαθῶς τοῦτ᾽ ἔδρων, ἀλλ᾽ ὡς γυναῖκας εἰκός, οἰκείως πάνυ, ἢν μὴ διδῷ τὴν χεῖρα, τῆς σάθης ἄγε. 1120 ἴθι καὶ σὺ τούτους τοὺς Ἀθηναίους ἄγε, οὗ δ᾽ ἂν διδῶσι πρόσαγε τούτους λαβομένη. ἄνδρες Λάκωνες στῆτε παρ᾽ ἐμὲ πλησίον, ἐνθένδε δ᾽ ὑμεῖς, καὶ λόγων ἀκούσατε. ἐγὼ γυνὴ μέν εἰμι, νοῦς δ᾽ ἔνεστί μοι, 1125 αὐτὴ δ᾽ ἐμαυτῆς οὐ κακῶς γνώμης ἔχω, τοὺς δ᾽ ἐκ πατρός τε καὶ γεραιτέρων λόγους πολλοὺς ἀκούσασ᾽ οὐ μεμούσωμαι κακῶς. λαβοῦσα δ᾽ ὑμᾶς λοιδορῆσαι βούλομαι κοινῇ δικαίως, οἳ μιᾶς ἐκ χέρνιβος 1130 βωμοὺς περιρραίνοντες ὥσπερ ξυγγενεῖς Ὀλυμπίασιν, ἐν Πύλαις, Πυθοῖ (πόσους εἴποιμ᾽ ἂν ἄλλους, εἴ με μηκύνειν δέοι;) ἐχθρῶν παρόντων βαρβάρων στρατεύματι Ἕλληνας ἄνδρας καὶ πόλεις ἀπόλλυτε. 1135 εἷς μὲν λόγος μοι δεῦρ᾽ ἀεὶ περαίνεται. ἈΘΗΝΑΙ͂ΟΣ: ἐγὼ δ᾽ ἀπόλλυμαί γ᾽ ἀπεψωλημένος. ΛΥΣΙΣΤΡΆΤΗ: εἶτ᾽ ὦ Λάκωνες, πρὸς γὰρ ὑμᾶς τρέψομαι, οὐκ ἴσθ᾽ ὅτ᾽ ἐλθὼν δεῦρο Περικλείδας ποτὲ ὁ Λάκων Ἀθηναίων ἱκέτης καθέζετο 1140 ἐπὶ τοῖσι βωμοῖς ὠχρὸς ἐν φοινικίδι στρατιὰν προσαιτῶν; ἡ δὲ Μεσσήνη τότε ὑμῖν ἐπέκειτο χὠ θεὸς σείων ἅμα. ἐλθὼν δὲ σὺν ὁπλίταισι τετρακισχιλίοις Κίμων ὅλην ἔσωσε τὴν Λακεδαίμονα. 1145 ταυτὶ παθόντες τῶν Ἀθηναίων ὕπο δῃοῦτε χώραν, ἧς ὑπ᾽ εὖ πεπόνθατε; ἈΘΗΝΑΙ͂ΟΣ: ἀδικοῦσιν οὗτοι νὴ Δί᾽ ὦ Λυσιστράτη. ΛΆΚΩΝ: ἀδικίομες: ἀλλ᾽ ὁ πρωκτὸς ἄφατον ὡς καλός. ΛΥΣΙΣΤΡΆΤΗ: ὑμᾶς δ᾽ ἀφήσειν τοὺς Ἀθηναίους μ᾽ οἴει; 1150 οὐκ ἴσθ᾽ ὅθ᾽ ὑμᾶς οἱ Λάκωνες αὖθις αὖ κατωνάκας φοροῦντας ἐλθόντες δορὶ πολλοὺς μὲν ἄνδρας Θετταλῶν ἀπώλεσαν, πολλοὺς δ᾽ ἑταίρους Ἱππίου καὶ ξυμμάχους, ξυνεκμαχοῦντες τῇ τόθ᾽ ἡμέρᾳ μόνοι, 1155 κἠλευθέρωσαν κἀντὶ τῆς κατωνάκης τὸν δῆμον ὑμῶν χλαῖναν ἠμπέσχον πάλιν; ΛΆΚΩΝ: οὔπα γυναῖκ᾽ ὄπωπα χαϊωτεραν. ἈΘΗΝΑΙ͂ΟΣ: ἐγὼ δὲ κύσθον γ᾽ οὐδέπω καλλίονα. ΛΥΣΙΣΤΡΆΤΗ: τί δῆθ᾽ υπηργμένων γε πολλῶν κἀγαθῶν 1160 μάχεσθε κοὐ παύεσθε τῆς μοχθηρίας; τί δ᾽ οὐ διηλλάγητε; φέρε τί τοὐμποδών; ΛΆΚΩΝ: ἁμές γε λῶμες, αἴ τις ἁμὶν τὤγκυκλον λῇ τοῦτ᾽ ἀποδόμεν. ΛΥΣΙΣΤΡΆΤΗ: ποῖον ὦ τᾶν; ΛΆΚΩΝ: τὰν Πύλον, ἇσπερ πάλαι δεόμεθα καὶ βλιμάττομες. [1165] ἈΘΗΝΑΙ͂ΟΣ: μὰ τὸν Ποσειδῶ τοῦτο μέν γ᾽ οὐ δράσετε. ΛΥΣΙΣΤΡΆΤΗ: ἄφετ᾽ ὦγάθ᾽ αὐτοῖς. ἈΘΗΝΑΙ͂ΟΣ: κᾆτα τίνα κινήσομεν; ΛΥΣΙΣΤΡΆΤΗ: ἕτερόν γ᾽ ἀπαιτεῖτ᾽ ἀντὶ τούτου χωρίον. ἈΘΗΝΑΙ͂ΟΣ: τὸ δεῖνα τοίνυν παράδοθ᾽ ἡμῖν τουτονὶ πρώτιστα τὸν Ἐχινοῦντα καὶ τὸν Μηλιᾶ 1170 κόλπον τὸν ὄπισθεν καὶ τὰ Μεγαρικὰ σκέλη. ΛΆΚΩΝ: οὐ τὼ σιὼ οὐχὶ πάντα γ᾽ ὦ λισσάνιε. ΛΥΣΙΣΤΡΆΤΗ: ἐᾶτε, μηδὲν διαφέρου περὶ σκελοῖν. ἈΘΗΝΑΙ͂ΟΣ: ἤδη γεωργεῖν γυμνὸς ἀποδὺς βούλομαι. ΛΆΚΩΝ: ἐγὼ δὲ κοπραγωγεῖν γα †πρῶτα† ναὶ τὼ σιώ. [1175] ΛΥΣΙΣΤΡΆΤΗ: ἐπὴν διαλλαγῆτε, ταῦτα δράσετε. ἀλλ᾽ εἰ δοκεῖ δρᾶν ταῦτα, βουλεύσασθε καὶ τοῖς ξυμμάχοις ἐλθόντες ἀνακοινώσατε. ἈΘΗΝΑΙ͂ΟΣ: ποίοισιν ὦ τᾶν ξυμμάχοις; ἐστύκαμεν. οὐ ταὐτὰ δόξει τοῖσι συμμάχοισι νῷν 1180 βινεῖν ἅπασιν; ΛΆΚΩΝ: τοῖσι γῶν ναὶ τὼ σιὼ ἁμοῖσι. ἈΘΗΝΑΙ͂ΟΣ: καὶ γὰρ ναὶ μὰ Δία Καρυστίοις. ΛΥΣΙΣΤΡΆΤΗ: καλῶς λέγετε. νῦν οὖν ὅπως ἁγνεύσετε, ὅπως ἂν αἱ γυναῖκες ὑμᾶς ἐν πόλει ξενίσωμεν ὧν ἐν ταῖσι κίσταις εἴχομεν. 1185 ὅρκους δ᾽ ἐκεῖ καὶ πίστιν ἀλλήλοις δότε. κἄπειτα τὴν αὑτοῦ γυναῖχ᾽ ὑμῶν λαβὼν ἄπεισ᾽ ἕκαστος. ἈΘΗΝΑΙ͂ΟΣ: ἀλλ᾽ ἴωμεν ὡς τάχος. ΛΆΚΩΝ: ἄγ᾽ ὅπᾳ τυ λῇς. ἈΘΗΝΑΙ͂ΟΣ: νὴ τὸν Δί᾽ ὡς τάχιστ᾽ ἄγε. στρωμάτων δὲ ποικίλων καὶ 1190 χλανιδίων καὶ ξυστίδων καὶ χρυσίων, ὅσ᾽ ἐστί μοι, οὐ φθόνος ἔνεστί μοι πᾶσι παρέχειν φέρειν τοῖς παισίν, ὁπόταν τε θυγάτηρ τινὶ κανηφορῇ. πᾶσιν ὑμῖν λέγω λαμβάνειν τῶν ἐμῶν 1195 χρημάτων νῦν ἔνδοθεν, καὶ μηδὲν οὕτως εὖ σεσημάν- θαι τὸ μὴ οὐχὶ τοὺς ῥύπους ἀνασπάσαι, χἄττ᾽ ἂν ἔνδον ᾖ φορεῖν. 1200 ὄψεται δ᾽ οὐδὲν σκοπῶν, εἰ μή τις ὑμῶν ὀξύτερον ἐμοῦ βλέπει. Χορός ΧΟΡΌΣ: εἰ δέ τῳ μὴ σῖτος ὑμῶν ἔστι, βόσκει δ᾽ οἰκέτας καὶ 1205 σμικρὰ πολλὰ παιδία, ἔστι παρ᾽ ἐμοῦ λαβεῖν πυρίδια λεπτὰ μέν, ὁ δ᾽ ἄρτος ἀπὸ χοίνικος ἰδεῖν μάλα νεανίας. ὅστις οὖν βούλεται τῶν πενήτων ἴτω εἰς ἐμοῦ σάκκους ἔχων καὶ 1210 κωρύκους, ὡς λήψεται πυ- ρούς: ὁ Μανῆς δ᾽ οὑμὸς αὐτοῖς ἐμβαλεῖ. πρός γε μέντοι τὴν θύραν προαγορεύω μὴ βαδίζειν τὴν ἐμήν, ἀλλ᾽ 1215 εὐλαβεῖσθαι τὴν κύνα. Ἀθηναῖος Α. ΧΟΡΌΣ: ἄνοιγε τὴν θύραν: παραχωρεῖν οὐ θέλεις; ὑμεῖς τί κάθησθε; μῶν ἐγὼ τῇ λαμπάδι ὑμᾶς κατακαύσω; φορτικὸν τὸ χωρίον. οὐκ ἂν ποιήσαιμ᾽. εἰ δὲ πάνυ δεῖ τοῦτο δρᾶν, 1220 ὑμῖν χαρίσασθαι, προσταλαιπωρήσομεν. ἈΘΗΝΑΙ͂ΟΣ Β: χἠμεῖς γε μετὰ σοῦ ξυνταλαιπωρήσομεν. ἈΘΗΝΑΙ͂ΟΣ Β: Ἀθηναῖος Α. ἈΘΗΝΑΙ͂ΟΣ Β: οὐκ ἄπιτε; κωκύσεσθε τὰς τρίχας μακρά. οὐκ ἄπιθ᾽, ὅπως ἂν οἱ Λάκωνες ἔνδοθεν καθ᾽ ἡσυχίαν ἀπίωσιν εὐωχημένοι; ἈΘΗΝΑΙ͂ΟΣ Β: Ἀθηναῖος Β. [1225] ἈΘΗΝΑΙ͂ΟΣ Β: οὔπω τοιοῦτον συμπόσιον ὄπωπ᾽ ἐγώ. ἦ καὶ χαρίεντες ἦσαν οἱ Λακωνικοί: ἡμεῖς δ᾽ ἐν οἴνῳ συμπόται σοφώτατοι. ἈΘΗΝΑΙ͂ΟΣ Β: Ἀθηναῖος Α. ἈΘΗΝΑΙ͂ΟΣ Β: ὀρθῶς γ᾽, ὁτιὴ νήφοντες οὐχ ὑγιαίνομεν: ἢν τοὺς Ἀθηναίους ἐγὼ πείσω λέγων, 1230 μεθύοντες ἀεὶ πανταχοῖ πρεσβεύσομεν. νῦν μὲν γὰρ ὅταν ἔλθωμεν ἐς Λακεδαίμονα νήφοντες, εὐθὺς βλέπομεν ὅ τι ταράξομεν: ὥσθ᾽ ὅ τι μὲν ἂν λέγωσιν οὐκ ἀκούομεν, ἃ δ᾽ οὐ λέγουσι, ταῦθ᾽ ὑπονενοήκαμεν, 1235 ἀγγέλλομεν δ᾽ οὐ ταὐτὰ τῶν αὐτῶν πέρι. νυνὶ δ᾽ ἅπαντ᾽ ἤρεσκεν: ὥστ᾽ εἰ μέν γέ τις ᾁδοι Τελαμῶνος, Κλειταγόρας ᾁδειν δέον, ἐπῃνέσαμεν ἂν καὶ προσεπιωρκήσαμεν. ἀλλ᾽ οὑτοιὶ γὰρ αὖθις ἔρχονται πάλιν 1240 ἐς ταὐτόν. οὐκ ἐρρήσετ᾽ ὦ μαστιγίαι; ἈΘΗΝΑΙ͂ΟΣ Β: Ἀθηναῖος Β. ἈΘΗΝΑΙ͂ΟΣ Β: νὴ τὸν Δί᾽ ὡς ἤδη γε χωροῦσ᾽ ἔνδοθεν. ΛΆΚΩΝ: ὦ Πολυχαρείδα λαβὲ τὰ φυσατήρια, ἵν᾽ ἐγὼ διποδιάξω τε κἀείσω καλὸν ἐς τὼς Ἀσαναίως τε † καὶ ἐς ἡμᾶς ἅμα †. [1245] ἈΘΗΝΑΙ͂ΟΣ: λαβὲ δῆτα τὰς φυσαλλίδας πρὸς τῶν θεῶν, ὡς ἥδομαί γ᾽ ὑμᾶς ὁρῶν ὀρχουμένους. ὅρμαον τὼς κυρσανίως ὦ Μναμοΰνα τάν τ᾽ ἐμὰν Μῶαν, ἅτις 1250 οἶδεν ἁμὲ τώς τ᾽ Ἀσαναίως, ὅκα τοὶ μὲν ἐπ᾽ Ἀρταμιτίῳ πρὤκροον σιοείκελοι ποττὰ κᾶλα τὼς Μήδως τ᾽ ἐνίκων, ἁμὲ δ᾽ αὖ Λεωνίδας 1255 ἆγεν ᾇπερ τὼς κάπρως θάγοντας οἰῶ τὸν ὀδόντα: πολὺς δ᾽ ἀμφὶ τὰς γένυας ἀφρὸς † ἤνσει †, πολὺς δ᾽ ἁμᾷ καττῶν σκελῶν ἀφρὸς ἵετο. 1260 ἦν γὰρ τὤνδρες οὐκ ἐλάσσως τᾶς ψάμμας τοὶ Πέρσαι. ἀγροτέρα σηροκτόνε μόλε δεῦρο παρσένε σιὰ ποττὰς σπονδάς, 1265 ὡς συνέχῃς πολὺν ἁμὲ χρόνον. νῦν δ᾽ αὖ φιλία τ᾽ αἰὲς εὔπορος εἴη ταῖς συνθήκαις, καὶ τᾶν αἱμυλᾶν ἀλωπέκων παυσαίμεθα. ὢ δεῦρ᾽ ἴθι δεῦρ᾽ ὦ 1270 κυναγὲ παρσένε. Ἀθηναῖος ΧΟΡῸΣ ΛΑΚΕΔΑΙΜΟΝΊΩΝ: ἄγε νυν ἐπειδὴ τἄλλα πεποίηται καλῶς, ἀπάγεσθε ταύτας ὦ Λάκωνες, τάσδε τε 1275 ὑμεῖς: ἀνὴρ δὲ παρὰ γυναῖκα καὶ γυνὴ στήτω παρ᾽ ἄνδρα, κᾆτ᾽ ἐπ᾽ ἀγαθαῖς συμφοραῖς ὀρχησάμενοι θεοῖσιν εὐλαβώμεθα τὸ λοιπὸν αὖθις μὴ ‘ξαμαρτάνειν ἔτι. Χορὸς Ἀθηναίων ΧΟΡῸΣ ΛΑΚΕΔΑΙΜΟΝΊΩΝ: πρόσαγε χορόν, ἔπαγε δὲ Χάριτας, 1280 ἐπὶ δὲ κάλεσον Ἄρτεμιν, ἐπὶ δὲ δίδυμον ἀγέχορον Ἰήιον εὔφρον᾽, ἐπὶ δὲ Νύσιον, ὃς μετὰ μαινάσι Βάκχιος ὄμμασι δαίεται, 1285 Δία τε πυρὶ φλεγόμενον, ἐπί τε πότνιαν ἄλοχον ὀλβίαν: εἶτα δὲ δαίμονας, οἷς ἐπιμάρτυσι χρησόμεθ᾽ οὐκ ἐπιλήσμοσιν Ἡσυχίας πέρι τῆς ἀγανόφρονος, 1290 ἣν ἐποίησε θεὰ Κύπρις. ἀλαλαὶ ἰὴ παιήων: αἴρεσθ᾽ ἄνω ἰαί, ὡς ἐπὶ νίκῃ ἰαί. εὐοῖ εὐοῖ, εὐαί εὐαί. Ἀθηναῖος [1295] ΧΟΡῸΣ ΛΑΚΕΔΑΙΜΟΝΊΩΝ: πρόφαινε δὴ σὺ Μοῦσαν ἐπὶ νέᾳ νέαν. ΤΑΫ́ΓΕΤΟΝ ΑΥ̓͂Τ᾽ ἘΡΑΝΝῸΝ ἘΚΛΙΠΩ͂Α: Μῶα μόλε Λάκαινα πρεπτὸν ἁμὶν κλέωα τὸν Ἀμύκλαις σιὸν 1300 καὶ χαλκίοικον Ἀσάναν, Τυνδαρίδας τ᾽ ἀγασώς, τοὶ δὴ πὰρ Εὐρώταν ψιάδδοντι. εἶα μάλ᾽ ἔμβη ὢ εἶα κοῦφα πάλλων, 1305 ὡς Σπάρταν ὑμνίωμες, τᾷ σιῶν χοροὶ μέλοντι καὶ ποδῶν κτύπος, ᾇ τε πῶλοι ταὶ κόραι πὰρ τὸν Εὐρωταν 1310 ἀμπάλλοντι πυκνὰ ποδοῖν ἀγκονίωαι, ταὶ δὲ κόμαι σείονθ᾽ ᾇπερ Βακχᾶν θυρσαδδωᾶν καὶ παιδδωᾶν. ἁγεῖται δ᾽ ἁ Λήδας παῖς 1315 ἁγνὰ χοραγὸς εὐπρεπής. ἀλλ᾽ ἄγε κόμαν παραμπύκιδδε χερί, ποδοῖν τε πάδη ᾇ τις ἔλαφος: κρότον δ᾽ ἁμᾷ ποίει χορωφελήταν. 1320 καὶ τὰν σιὰν δ᾽ αὖ τὰν κρατίσταν Χαλκίοικον ὕμνει τὰν πάμμαχον.