Plutus — Aristophanes ===================== ΠΛΟΥΤΟΣ Translation/edition: Greek text Language: Ancient Greek Read in Plato Scroll: https://plato-scroll.com/s/arist-plutus/ This file: https://plato-scroll.com/text/arist-plutus-e.txt Other editions of this work: - Anonymous (Athenian Society, 1912): https://plato-scroll.com/text/arist-plutus.txt Sources and licences: https://plato-scroll.com/attribution.html Numbers in [brackets] are the edition's reference loci (Stephanus, Bekker, book.line, page...). Superscript numerals refer to the Notes at the end. ## ΠΛΟΥΤΟΣ ΚΑΡΊΩΝ: ὡς ἀργαλέον πρᾶγμ᾽ ἐστὶν ὦ Ζεῦ καὶ θεοὶ δοῦλον γενέσθαι παραφρονοῦντος δεσπότου. ἢν γὰρ τὰ βέλτισθ᾽ ὁ θεράπων λέξας τύχῃ, δόξῃ δὲ μὴ δρᾶν ταῦτα τῷ κεκτημένῳ, 5 μετέχειν ἀνάγκη τὸν θεράποντα τῶν κακῶν. τοῦ σώματος γὰρ οὐκ ἐᾷ τὸν κύριον κρατεῖν ὁ δαίμων, ἀλλὰ τὸν ἐωνημένον. καὶ ταῦτα μὲν δὴ ταῦτα. τῷ δὲ Λοξίᾳ, ὃς θεσπιῳδεῖ τρίποδος ἐκ χρυσηλάτου, 10 μέμψιν δικαίαν μέμφομαι ταύτην, ὅτι ἰατρὸς ὢν καὶ μάντις, ὥς φασιν, σοφὸς μελαγχολῶντ᾽ ἀπέπεμψέ μου τὸν δεσπότην, ὅστις ἀκολουθεῖ κατόπιν ἀνθρώπου τυφλοῦ, τοὐναντίον δρῶν ἢ προσῆκ᾽ αὐτῷ ποιεῖν. 15 οἱ γὰρ βλέποντες τοῖς τυφλοῖς ἡγούμεθα, οὗτος δ᾽ ἀκολουθεῖ, κἀμὲ προσβιάζεται, καὶ ταῦτ᾽ ἀποκρινομένῳ τὸ παράπαν οὐδὲ γρῦ. ἐγὼ μὲν οὖν οὐκ ἔσθ᾽ ὅπως σιγήσομαι, ἢν μὴ φράσῃς ὅ τι τῷδ᾽ ἀκολουθοῦμέν ποτε 20 ὦ δέσποτ᾽, ἀλλά σοι παρέξω πράγματα. οὐ γάρ με τυπτήσεις στέφανον ἔχοντά γε. ΧΡΕΜΎΛΟΣ: μὰ Δί᾽ ἀλλ᾽ ἀφελὼν τὸν στέφανον, ἢν λυπῇς τί με, ἵνα μᾶλλον ἀλγῇς. ΚΑΡΊΩΝ: λῆρος: οὐ γὰρ παύσομαι πρὶν ἂν φράσῃς μοι τίς ποτ᾽ ἐστὶν οὑτοσί: 25 εὔνους γὰρ ὤν σοι πυνθάνομαι πάνυ σφόδρα. ΧΡΕΜΎΛΟΣ: ἀλλ᾽ οὔ σε κρύψω: τῶν ἐμῶν γὰρ οἰκετῶν πιστότατον ἡγοῦμαί σε καὶ κλεπτίστατον. ἐγὼ θεοσεβὴς καὶ δίκαιος ὢν ἀνὴρ κακῶς ἔπραττον καὶ πένης ἦν: ΚΑΡΊΩΝ: οἶδά τοι. [30] ΧΡΕΜΎΛΟΣ: ἕτεροι δ᾽ ἐπλούτουν ἱερόσυλοι ῥήτορες καὶ συκοφάνται καὶ πονηροί: ΚΑΡΊΩΝ: πείθομαι. ΧΡΕΜΎΛΟΣ: ἐπερησόμενος οὖν ᾠχόμην ὡς τὸν θεόν, τὸν ἐμὸν μὲν αὐτοῦ τοῦ ταλαιπώρου σχεδὸν ἤδη νομίζων ἐκτετοξεῦσθαι βίον, 35 τὸν δ᾽ υἱόν, ὅσπερ ὢν μόνος μοι τυγχάνει, πευσόμενος εἰ χρὴ μεταβαλόντα τοὺς τρόπους εἶναι πανοῦργον, ἄδικον, ὑγιὲς μηδὲ ἕν, ὡς τῷ βίῳ τοῦτ᾽ αὐτὸ νομίσας συμφέρειν. ΚΑΡΊΩΝ: τί δῆτα Φοῖβος ἔλακεν ἐκ τῶν στεμμάτων; [40] ΧΡΕΜΎΛΟΣ: πεύσει. σαφῶς γὰρ ὁ θεὸς εἶπέ μοι τοδί: ὅτῳ ξυναντήσαιμι πρῶτον ἐξιών, ἐκέλευε τούτου μὴ μεθίεσθαί μ᾽ ἔτι, πείθειν δ᾽ ἐμαυτῷ ξυνακολουθεῖν οἴκαδε. ΚΑΡΊΩΝ: καὶ τῷ ξυναντᾷς δῆτα πρώτῳ; ΧΡΕΜΎΛΟΣ: τουτῳί. [45] ΚΑΡΊΩΝ: εἶτ᾽ οὐ ξυνίης τὴν ἐπίνοιαν τοῦ θεοῦ φράζουσαν ὦ σκαιότατέ σοι σαφέστατα ἀσκεῖν τὸν υἱὸν τὸν ἐπιχώριον τρόπον; ΧΡΕΜΎΛΟΣ: τῷ τοῦτο κρίνεις; ΚΑΡΊΩΝ: δῆλον ὁτιὴ καὶ τυφλῷ γνῶναι δοκεῖ τοῦθ᾽, ὡς σφόδρ᾽ ἐστὶ συμφέρον 50 τὸ μηδὲν ἀσκεῖν ὑγιὲς ἐν τῷ νῦν χρόνῳ. ΧΡΕΜΎΛΟΣ: οὐκ ἔσθ᾽ ὅπως ὁ χρησμὸς ἐς τοῦτο ῥέπει, ἀλλ᾽ εἰς ἕτερόν τι μεῖζον. ἢν δ᾽ ἡμῖν φράσῃ ὅστις ποτ᾽ ἐστὶν οὑτοσὶ καὶ τοῦ χάριν καὶ τοῦ δεόμενος ἦλθε μετὰ νῷν ἐνθαδί, 55 πυθοιμεθ᾽ ἂν τὸν χρησμὸν ἡμῶν ὅ τι νοεῖ. ΚΑΡΊΩΝ: ἄγε δὴ σὺ πότερον σαυτὸν ὅστις εἶ φράσεις, ἢ τἀπὶ τούτοις δρῶ; λέγειν χρὴ ταχὺ πάνυ. ΠΛΟΥ͂ΤΟΣ: ἐγὼ μὲν οἰμώζειν λέγω σοι. ΚΑΡΊΩΝ: μαναθάνεις ὅς φησιν εἶναι; ΧΡΕΜΎΛΟΣ: σοὶ λέγει τοῦτ᾽, οὐκ ἐμοί: 60 σκαιῶς γὰρ αὐτοῦ καὶ χαλεπῶς ἐκπυνθάνει. ἀλλ᾽ εἴ τι χαίρεις ἀνδρὸς εὐόρκου τρόποις, ἐμοὶ φράσον. ΠΛΟΥ͂ΤΟΣ: κλάειν ἔγωγέ σοι λέγω. ΚΑΡΊΩΝ: δέχου τὸν ἄνδρα καὶ τὸν ὄρνιν τοῦ θεοῦ. ΧΡΕΜΎΛΟΣ: οὔ τοι μὰ τὴν Δήμητρα χαιρήσεις ἔτι. 65 εἰ μὴ φράσεις γάρ — ΚΑΡΊΩΝ: ἀπό σ᾽ ὀλῶ κακὸν κακῶς. ΧΡΕΜΎΛΟΣ: ὦ τᾶν — ΠΛΟΥ͂ΤΟΣ: ἀπαλλάχθητον ἀπ᾽ ἐμοῦ. ΧΡΕΜΎΛΟΣ: πώμαλα. ΚΑΡΊΩΝ: καὶ μὴν ὃ λέγω βέλτιστόν ἐστ᾽ ὦ δέσποτα. ἀπολῶ τὸν ἄνθρωπον κάκιστα τουτονί. ἀναθεὶς γὰρ ἐπὶ κρημνόν τιν᾽ αὐτὸν καταλιπων 70 ἄπειμ᾽, ἵν᾽ ἐκεῖθεν ἐκτραχηλισθῇ πεσών. ΧΡΕΜΎΛΟΣ: ἀλλ᾽ αἶρε ταχέως. ΠΛΟΥ͂ΤΟΣ: μηδαμῶς. ΧΡΕΜΎΛΟΣ: οὔκουν ἐρεῖς; ΠΛΟΥ͂ΤΟΣ: ἀλλ᾽ ἢν πύθησθέ μ᾽ ὅστις εἴμ᾽, εὖ οἶδ᾽ ὅτι κακόν τί μ᾽ ἐργάσεσθε κοὐκ ἀφήσετον. ΧΡΕΜΎΛΟΣ: νὴ τοὺς θεοὺς ἡμεῖς γ᾽, ἐὰν βούλῃ γε σύ. [75] ΠΛΟΥ͂ΤΟΣ: μέθεσθε νῦν μου πρῶτον. ΧΡΕΜΎΛΟΣ: ἤν, μεθίεμεν. ΠΛΟΥ͂ΤΟΣ: ἀκούετον δή: δεῖ γὰρ ὡς ἔοικέ με λέγειν ἃ κρύπτειν ἦν παρεσκευασμένος. ἐγὼ γάρ εἰμι Πλοῦτος. ΧΡΕΜΎΛΟΣ: ὦ μιαρώτατε ἀνδρῶν ἁπάντων, εἶτ᾽ ἐσίγας Πλοῦτος ὤν; [80] ΚΑΡΊΩΝ: σὺ Πλοῦτος, οὕτως ἀθλίως διακείμενος; ὦ Φοῖβ᾽ Ἄπολλον καὶ θεοὶ καὶ δαίμονες καὶ Ζεῦ, τί φῄς; ἐκεῖνος ὄντως εἶ σύ; ΠΛΟΥ͂ΤΟΣ: ναί. ΧΡΕΜΎΛΟΣ: ἐκεῖνος αὐτός; ΠΛΟΥ͂ΤΟΣ: αὐτότατος. ΧΡΕΜΎΛΟΣ: πόθεν οὖν φράσον αὐχμῶν βαδίζεις; ΠΛΟΥ͂ΤΟΣ: ἐκ Πατροκλέους ἔρχομαι, 85 ὃς οὐκ ἐλούσατ᾽ ἐξ ὅτουπερ ἐγένετο. ΧΡΕΜΎΛΟΣ: τουτὶ δὲ τὸ κακὸν πῶς ἔπαθες; κάτειπέ μοι. ΠΛΟΥ͂ΤΟΣ: ὁ Ζεύς με ταῦτ᾽ ἔδρασεν ἀνθρώποις φθονῶν. ἐγὼ γὰρ ὢν μειράκιον ἠπείλησ᾽ ὅτι ὡς τοὺς δικαίους καὶ σοφοὺς καὶ κοσμίους 90 μόνους βαδιοίμην: ὁ δέ μ᾽ ἐποίησεν τυφλόν, ἵνα μὴ διαγιγνώσκοιμι τούτων μηδένα. οὕτως ἐκεῖνος τοῖσι χρηστοῖσι φθονεῖ. ΧΡΕΜΎΛΟΣ: καὶ μὴν διὰ τοὺς χρηστούς γε τιμᾶται μόνους καὶ τοὺς δικαίους. ΠΛΟΥ͂ΤΟΣ: ὁμολογῶ σοι. ΧΡΕΜΎΛΟΣ: φέρε τί οὖν; 95 εἰ πάλιν ἀναβλέψειας ὥσπερ καὶ πρὸ τοῦ, φεύγοις ἂν ἤδη τοὺς πονηρούς; ΠΛΟΥ͂ΤΟΣ: φήμ᾽ ἐγώ. ΧΡΕΜΎΛΟΣ: ὡς τοὺς δικαίους δ᾽ ἂν βαδίζοις; ΠΛΟΥ͂ΤΟΣ: πάνυ μὲν οὖν: πολλοῦ γὰρ αὐτοὺς οὐχ ἑόρακά πω χρόνου. ΧΡΕΜΎΛΟΣ: καὶ θαῦμά γ᾽ οὐδέν: οὐδ᾽ ἐγὼ γὰρ ὁ βλέπων. [100] ΠΛΟΥ͂ΤΟΣ: ἄφετόν με νῦν. ἴστον γὰρ ἤδη τἀπ᾽ ἐμοῦ. ΧΡΕΜΎΛΟΣ: μὰ Δί᾽ ἀλλὰ πολλῷ μᾶλλον ἑξόμεσθά σου. ΠΛΟΥ͂ΤΟΣ: οὐκ ἠγόρευον ὅτι παρέξειν πράγματα ἐμέλλετόν μοι; ΧΡΕΜΎΛΟΣ: καὶ σύ γ᾽ ἀντιβολῶ πιθοῦ, καὶ μή μ᾽ ἀπολίπῃς: οὐ γὰρ εὑρήσεις ἐμοῦ 105 ζητῶν ἔτ᾽ ἄνδρα τοὺς τρόπους βελτίονα. ΚΑΡΊΩΝ: μὰ τὸν Δί᾽ οὐ γὰρ ἔστιν ἄλλος πλὴν ἐγώ. ΠΛΟΥ͂ΤΟΣ: ταυτὶ λέγουσι πάντες: ἡνίκ᾽ ἂν δέ μου τύχωσ᾽ ἀληθῶς καὶ γένωνται πλούσιοι, ἀτεχνῶς ὑπερβάλλουσι τῇ μοχθηρίᾳ. [110] ΧΡΕΜΎΛΟΣ: ἔχει μὲν οὕτως, εἰσὶ δ᾽ οὐ πάντες κακοί. ΠΛΟΥ͂ΤΟΣ: μὰ Δί᾽ ἀλλ᾽ ἁπαξάπαντες. ΚΑΡΊΩΝ: οἰμώξει μακρά. ΧΡΕΜΎΛΟΣ: σοὶ δ᾽ ὡς ἂν εἰδῇς ὅσα παρ᾽ ἡμῖν ἢν μένῃς γενήσετ᾽ ἀγαθά, πρόσεχε τὸν νοῦν ἵνα πύθῃ. οἶμαι γὰρ οἶμαι, σὺν θεῷ δ᾽ εἰρήσεται, 115 ταύτης ἀπαλλάξειν σε τῆς ὀφθαλμίας βλέψαι ποιήσας. ΠΛΟΥ͂ΤΟΣ: μηδαμῶς τοῦτ᾽ ἐργάσῃ. οὐ βούλομαι γὰρ πάλιν ἀναβλέψαι. ΧΡΕΜΎΛΟΣ: τί φῄς; ΚΑΡΊΩΝ: ἅνθρωπος οὗτός ἐστιν ἄθλιος φύσει. ΠΛΟΥ͂ΤΟΣ: ὁ Ζεὺς † μὲν οὖν εἰδὼς τὰ τούτων μῶρ᾽ ἔμ᾽ εἰ† 120 πύθοιτ᾽ ἂν ἐπιτρίψειε. ΧΡΕΜΎΛΟΣ: νῦν δ᾽ οὐ τοῦτο δρᾷ, ὅστις σε προσπταίοντα περινοστεῖν ἐᾷ; ΠΛΟΥ͂ΤΟΣ: οὐκ οἶδ᾽: ἐγὼ δ᾽ ἐκεῖνον ὀρρωδῶ πάνυ. ΧΡΕΜΎΛΟΣ: ἄληθες ὦ δειλότατε πάντων δαιμόνων; οἴει γὰρ εἶναι τὴν Διὸς τυραννίδα 125 καὶ τοὺς κεραυνοὺς ἀξίους τριωβόλου, ἐὰν ἀναβλέψῃς σὺ κἂν σμικρὸν χρόνον; ΠΛΟΥ͂ΤΟΣ: ἆ μὴ λέγ᾽ ὦ πόνηρε ταῦτ᾽. ΧΡΕΜΎΛΟΣ: ἔχ᾽ ἥσυχος. ἐγὼ γὰρ ἀποδείξω σε τοῦ Διὸς πολὺ μεῖζον δυνάμενον. ΠΛΟΥ͂ΤΟΣ: ἐμὲ σύ; ΧΡΕΜΎΛΟΣ: νὴ τὸν οὐρανόν. 130 αὐτίκα γὰρ ἄρχει διὰ τίν᾽ ὁ Ζεὺς τῶν θεῶν; ΚΑΡΊΩΝ: διὰ τἀργύριον: πλεῖστον γάρ ἐστ᾽ αὐτῷ. ΧΡΕΜΎΛΟΣ: φέρε τίς οὖν ὁ παρέχων ἐστὶν αὐτῷ τοῦθ᾽; ΚΑΡΊΩΝ: ὁδί. ΧΡΕΜΎΛΟΣ: θύουσι δ᾽ αὐτῷ διὰ τίν᾽; οὐ διὰ τουτονί; ΚΑΡΊΩΝ: καὶ νὴ Δί᾽ εὔχονταί γε πλουτεῖν ἄντικρυς. [135] ΧΡΕΜΎΛΟΣ: οὔκουν ὅδ᾽ ἐστὶν αἴτιος καὶ ῥᾳδίως παύσειεν, εἰ βούλοιτο, ταῦτ᾽ ἄν; ΠΛΟΥ͂ΤΟΣ: ὅτι τί δή; ΧΡΕΜΎΛΟΣ: ὅτι οὐδ᾽ ἂν εἷς θύσειεν ἀνθρώπων ἔτι, οὐ βοῦν ἄν, οὐχὶ ψαιστόν, οὐκ ἄλλ᾽ οὐδὲ ἕν, μὴ βουλομένου σοῦ. ΠΛΟΥ͂ΤΟΣ: πῶς; ΧΡΕΜΎΛΟΣ: ὅπως; οὐκ ἔσθ᾽ ὅπως 140 ὠνήσεται δήπουθεν, ἢν σὺ μὴ παρὼν αὐτὸς διδῷς πἀργύριον: ὥστε τοῦ Διὸς τὴν δύνομιν, ἢν λυπῇ τι, καταλύσεις μόνος. ΠΛΟΥ͂ΤΟΣ: τί λέγεις; δι᾽ ἐμὲ θύουσιν αὐτῷ; ΧΡΕΜΎΛΟΣ: φήμ᾽ ἐγώ. καὶ νὴ Δί᾽ εἴ τί γ᾽ ἔστι λαμπρὸν καὶ καλὸν 145 ἢ χαρίεν ἀνθρώποισι, διὰ σὲ γίγνεται. ἅπαντα τῷ πλουτεῖν γάρ ἐσθ᾽ ὑπήκοα. ΚΑΡΊΩΝ: ἔγωγέ τοι διὰ μικρὸν ἀργυρίδιον δοῦλος γεγένημαι, διὰ τὸ μὴ πλουτεῖν ἴσως. ΧΡΕΜΎΛΟΣ: καὶ τάς γ᾽ ἑταίρας φασὶ τὰς Κορινθίας, 150 ὅταν μὲν αὐτάς τις πένης πειρῶν τύχῃ, οὐδὲ προσέχειν τὸν νοῦν, ἐὰν δὲ πλούσιος, τὸν πρωκτὸν αὐτὰς εὐθὺς ὡς τοῦτον τρέπειν. ΚΑΡΊΩΝ: καὶ τούς γε παῖδάς φασι ταὐτὸ τοῦτο δρᾶν οὐ τῶν ἐραστῶν ἀλλὰ τἀργυρίου χάριν. [155] ΧΡΕΜΎΛΟΣ: οὐ τούς γε χρηστούς, ἀλλὰ τοὺς πόρνους: ἐπεὶ αἰτοῦσιν οὐκ ἀργύριον οἱ χρηστοί. ΚΑΡΊΩΝ: τί δαί; ΧΡΕΜΎΛΟΣ: ὁ μὲν ἵππον ἀγαθόν, ὁ δὲ κύνας θηρευτικάς. ΚΑΡΊΩΝ: αἰσχυνόμενοι γὰρ ἀργύριον αἰτεῖν ἴσως ὀνόματι περιπέττουσι τὴν μοχθηρίαν. [160] ΧΡΕΜΎΛΟΣ: τέχναι δὲ πᾶσαι διὰ σὲ καὶ σοφίσματα ἐν τοῖσιν ἀνθρώποισίν ἐσθ᾽ ηὑρημένα. ὁ μὲν γὰρ ἡμῶν σκυτοτομεῖ καθήμενος: ΚΑΡΊΩΝ: ἕτερος δὲ χαλκεύει τις, ὁ δὲ τεκταίνεται: ΧΡΕΜΎΛΟΣ: ὁ δὲ χρυσοχοεῖ γε χρυσίον παρὰ σοῦ λαβών: [165] ΚΑΡΊΩΝ: ὁ δὲ λωποδυτεῖ γε νὴ Δί᾽, ὁ δὲ τοιχωρυχεῖ: ΧΡΕΜΎΛΟΣ: ὁ δὲ γναφεύει γ᾽: ΚΑΡΊΩΝ: ὁ δέ γε πλύνει κῴδια: ΧΡΕΜΎΛΟΣ: ὁ δὲ βυρσοδεψεῖ γ᾽: ΚΑΡΊΩΝ: ὁ δέ γε πωλεῖ κρόμμυα: ΧΡΕΜΎΛΟΣ: ὁ δ᾽ ἁλούς γε μοιχὸς διὰ σέ που παρατίλλεται. ΠΛΟΥ͂ΤΟΣ: οἴμοι τάλας ταυτί μ᾽ ἐλάνθανεν πάλαι. [170] ΚΑΡΊΩΝ: μέγας δὲ βασιλεὺς οὐχὶ διὰ τοῦτον κομᾷ; ΧΡΕΜΎΛΟΣ: ἐκκλησία δ᾽ οὐχὶ διὰ τοῦτον γίγνεται; ΚΑΡΊΩΝ: τί δέ; τὰς τριήρεις οὐ σὺ πληροῖς; εἰπέ μοι. ΧΡΕΜΎΛΟΣ: τὸ δ᾽ ἐν Κορίνθῳ ξενικὸν οὐχ οὗτος τρέφει; ΚΑΡΊΩΝ: ὁ Πάμφιλος δ᾽ οὐχι διὰ τοῦτον κλαύσεται; [175] ΧΡΕΜΎΛΟΣ: ὁ βελονοπώλης δ᾽ οὐχὶ μετὰ τοῦ Παμφίλου; ΚΑΡΊΩΝ: Ἀγύρριος δ᾽ οὐχὶ διὰ τοῦτον πέρδεται; ΧΡΕΜΎΛΟΣ: Φιλέψιος δ᾽ οὐχ ἕνεκα σοῦ μύθους λέγει; ΚΑΡΊΩΝ: ἡ ξυμμαχία δ᾽ οὐ διὰ σὲ τοῖς Αἰγυπτίοις; ΧΡΕΜΎΛΟΣ: ἐρᾷ δὲ Λαῒς οὐ διὰ σὲ Φιλωνίδου; [180] ΚΑΡΊΩΝ: ὁ Τιμοθέου δὲ πύργος — ΧΡΕΜΎΛΟΣ: ἐμπέσοι γέ σοι. τὰ δὲ πράγματ᾽ οὐχὶ διὰ σὲ πάντα πράττεται; μονώτατος γὰρ εἶ σὺ πάντων αἴτιος καὶ τῶν κακῶν καὶ τῶν ἀγαθῶν, εὖ ἴσθ᾽ ὅτι. ΚΑΡΊΩΝ: κρατοῦσι γοῦν κἀν τοῖς πολέμοις ἑκάστοτε, 185 ἐφ᾽ οἷς οὗτος ἐπικαθέζηται μόνον. ΠΛΟΥ͂ΤΟΣ: ἐγὼ τοσαῦτα δυνατός εἰμ᾽ εἷς ὢν ποιεῖν; ΧΡΕΜΎΛΟΣ: καὶ ναὶ μὰ Δία τούτων γε πολλῷ πλείονα: ὥστ᾽ οὐδὲ μεστὸς σοῦ γέγον᾽ οὐδεὶς πώποτε. τῶν μὲν γὰρ ἄλλων ἐστὶ πάντων πλησμονή, 190 ἔρωτος ΚΑΡΊΩΝ: ἄρτων ΧΡΕΜΎΛΟΣ: μουσικῆς ΚΑΡΊΩΝ: τραγημάτων ΚΑΡΊΩΝ: πλακούντων ΧΡΕΜΎΛΟΣ: ἀνδραγαθίας ΚΑΡΊΩΝ: ἰσχάδων ΚΑΡΊΩΝ: μάζης ΧΡΕΜΎΛΟΣ: στρατηγίας ΚΑΡΊΩΝ: φακῆς: ΧΡΕΜΎΛΟΣ: σοῦ δ᾽ ἐγένετ᾽ οὐδεὶς μεστὸς οὐδεπώποτε. ἀλλ᾽ ἢν τάλαντά τις λάβῃ τριακαίδεκα, 195 πολὺ μᾶλλον ἐπιθυμεῖ λαβεῖν ἑκκαίδεκα: κἂν ταῦτ᾽ ἀνύσηται, τετταράκοντα βούλεται, ἤ φησιν εἶν ἀβίωτον αὑτῷ τὸν βίον. ΠΛΟΥ͂ΤΟΣ: εὖ τοι λέγειν ἔμοιγε φαίνεσθον πάνυ: πλὴν ἓν μόνον δέδοικα. ΧΡΕΜΎΛΟΣ: φράζε τοῦ πέρι; [200] ΠΛΟΥ͂ΤΟΣ: ὅπως ἐγὼ τὴν δύναμιν ἣν ὑμεῖς φατε ἔχειν με, ταύτης δεσπότης γενήσομαι. ΧΡΕΜΎΛΟΣ: νὴ τὸν Δί᾽ ἀλλὰ καὶ λέγουσι πάντες ὡς δειλότατόν ἐσθ᾽ ὁ Πλοῦτος. ΠΛΟΥ͂ΤΟΣ: ἥκιστ᾽, ἀλλά με τοιχωρύχος τις διέβαλ᾽. ἐσδὺς γάρ ποτε 205 οὐκ εἶχεν ἐς τὴν οἰκίαν οὐδὲν λαβεῖν, εὑρὼν ἁπαξάπαντα κατακεκλῃμένα: εἶτ᾽ ὠνόμασέ μου τὴν πρόνοιαν δειλίαν. ΧΡΕΜΎΛΟΣ: μή νυν μελέτω σοι μηδέν: ὡς ἐὰν γένῃ ἀνὴρ πρόθυμος αὐτὸς ἐς τὰ πράγματα, 210 βλέποντ᾽ ἀποδείξω σ᾽ ὀξύτερον τοῦ Λυγκέως. ΠΛΟΥ͂ΤΟΣ: πῶς οὖν δυνήσει τοῦτο δρᾶσαι θνητὸς ὤν; ΧΡΕΜΎΛΟΣ: ἔχω τιν᾽ ἀγαθὴν ἐλπίδ᾽ ἐξ ὧν εἶπέ μοι ὁ Φοῖβος αὐτὸς Πυθικὴν σείσας δάφνην. ΠΛΟΥ͂ΤΟΣ: κἀκεῖνος οὖν σύνοιδε ταῦτα; ΧΡΕΜΎΛΟΣ: φήμ᾽ ἐγώ. [215] ΠΛΟΥ͂ΤΟΣ: ὁρᾶτε. ΧΡΕΜΎΛΟΣ: μὴ φρόντιζε μηδὲν ὦγαθέ. ἐγὼ γάρ, εὖ τοῦτ᾽ ἴσθι, κεἰ δεῖ μ᾽ ἀποθανεῖν, αὐτὸς διαπράξω ταῦτα. ΚΑΡΊΩΝ: κἂν βούλῃ γ᾽, ἐγώ. ΧΡΕΜΎΛΟΣ: πολλοὶ δ᾽ ἔσονται χἄτεροι νῷν ξύμμαχοι, ὅσοις δικαίοις οὖσιν οὐκ ἦν ἄλφιτα. [220] ΠΛΟΥ͂ΤΟΣ: παπαῖ πονηρούς γ᾽ εἶπας ἡμῖν συμμάχους. ΧΡΕΜΎΛΟΣ: οὐκ ἤν γε πλουτήσωσιν ἐξ ἀρχῆς πάλιν. ἀλλ᾽ ἴθι σὺ μὲν ταχέως δραμών — ΚΑΡΊΩΝ: τί δρῶ; λέγε. ΧΡΕΜΎΛΟΣ: τοὺς ξυγγεώργους κάλεσον, εὑρήσεις δ᾽ ἴσως ἐν τοῖς ἀγροῖς αὐτοὺς ταλαιπωρουμένους, 225 ὅπως ἂν ἴσον ἕκαστος ἐνταυθοῖ παρὼν ἡμῖν μετάσχῃ τοῦδε τοῦ Πλούτου μέρος. ΚΑΡΊΩΝ: καὶ δὴ βαδίζω: τουτοδὶ τὸ κρεᾴδιον τῶν ἔνδοθέν τις εἰσενεγκάτω λαβών. ΧΡΕΜΎΛΟΣ: ἐμοὶ μελήσει τοῦτό γ᾽: ἀλλ᾽ ἀνύσας τρέχε. 230 σὺ δ᾽ ὦ κράτιστε Πλοῦτε πάντων δαιμόνων εἴσω μετ᾽ ἐμοῦ δεῦρ᾽ εἴσιθ᾽: ἡ γὰρ οἰκία αὕτη ‘στὶν ἣν δεῖ χρημάτων σε τήμερον μεστὴν ποιῆσαι καὶ δικαίως κἀδίκως. ΠΛΟΥ͂ΤΟΣ: ἀλλ᾽ ἄχθομαι μὲν εἰσιὼν νὴ τοὺς θεοὺς 235 εἰς οἰκίαν ἑκάστοτ᾽ ἀλλοτρίαν πάνυ: ἀγαθὸν γὰρ ἀπέλαυσ᾽ οὐδὲν αὐτοῦ πώποτε. ἢν μὲν γὰρ ὡς φειδωλὸν εἰσελθὼν τύχω, εὐθὺς κατώρυξέν με κατὰ τῆς γῆς κάτω: κἄν τις προσέλθῃ χρηστὸς ἄνθρωπος φίλος 240 αἰτῶν λαβεῖν τι σμικρὸν ἀργυρίδιον, ἔξαρνός ἐστι μηδ᾽ ἰδεῖν με πώποτε. ἢν δ᾽ ὡς παραπλῆγ᾽ ἄνθρωπον εἰσελθὼν τύχω, πόρναισι καὶ κύβοισι παραβεβλημένος γυμνὸς θύραζ᾽ ἐξέπεσον ἐν ἀκαρεῖ χρόνου. [245] ΧΡΕΜΎΛΟΣ: μετρίου γὰρ ἀνδρὸς οὐκ ἐπέτυχες πώποτε. ἐγὼ δὲ τούτου τοῦ τρόπου πώς εἰμ᾽ ἀεί, χαίρω τε γὰρ φειδόμενος ὡς οὐδεὶς ἀνὴρ πάλιν τ᾽ ἀναλῶν, ἡνίκ᾽ ἂν τούτου δέῃ. ἀλλ᾽ εἰσίωμεν, ὡς ἰδεῖν σε βούλομαι 250 καὶ τὴν γυναῖκα καὶ τὸν υἱὸν τὸν μόνον, ὃν ἑγὼ φιλῶ μάλιστα μετὰ σέ. ΠΛΟΥ͂ΤΟΣ: πείθομαι. ΧΡΕΜΎΛΟΣ: τί γὰρ ἄν τις οὐχὶ πρὸς σὲ τἀληθῆ λέγοι; ΚΑΡΊΩΝ: ὦ πολλὰ δὴ τῷ δεσπότῃ ταὐτὸν θύμον φαγόντες, ἄνδρες φίλοι καὶ δημόται καὶ τοῦ πονεῖν ἐρασταί, 255 ἴτ᾽ ἐγκονεῖτε σπεύδεθ᾽, ὡς ὁ καιρὸς οὐχὶ μέλλειν, ἀλλ᾽ ἔστ᾽ ἐπ᾽ αὐτῆς τῆς ἀκμῆς, ᾗ δεῖ παρόντ᾽ ἀμύνειν. ΧΟΡΌΣ: οὔκουν ὁρᾷς ὁρμωμένους ἡμᾶς πάλαι προθύμως, ὡς εἰκός ἐστιν ἀσθενεῖς γέροντας ἄνδρας ἤδη; σὺ δ᾽ ἀξιοῖς ἴσως με θεῖν, πρὶν ταῦτα καὶ φράσαι μοι 260 ὅτου χάριν μ᾽ ὁ δεσπότης ὁ σὸς κέκληκε δῦρο. ΚΑΡΊΩΝ: οὔκουν πάλαι δήπου λέγω; σὺ δ᾽ αὐτὸς οὐκ ἀκούεις. ὁ δεσπότης γάρ φησιν ὑμᾶς ἡδέως ἅπαντας ψυχροῦ βίου καὶ δυσκόλου ζήσειν ἀπαλλαγέντας. ΧΟΡΌΣ: ἔστιν δὲ δὴ τί καὶ πόθεν τὸ πρᾶγμα τοῦθ᾽ ὅ φησιν; [265] ΚΑΡΊΩΝ: ἔχων ἀφῖκται δεῦρο πρεσβύτην τιν᾽ ὦ πόνηροι ῥυπῶντα κυφὸν ἄθλιον ῥυσὸν μαδῶντα νωδόν: οἶμαι δὲ νὴ τὸν οὐρανὸν καὶ ψωλὸν αὐτὸν εἶναι. ΧΟΡΌΣ: ὦ χρυσὸν ἀγγείλας ἐπῶν πῶς φῄς; πάλιν φράσον μοι. δηλοῖς γὰρ αὐτὸν σωρὸν ἥκειν χρημάτων ἔχοντα. [270] ΚΑΡΊΩΝ: πρεσβυτικῶν μὲν οὖν κακῶν ἔγωγ᾽ ἔχοντα σωρόν. ΧΟΡΌΣ: μῶν ἀξιοῖς φενακίσας ἔπειτ᾽ ἀπαλλαγῆναι ἀζήμοις, καὶ ταῦτ᾽ ἐμοῦ βακτηρίαν ἔχοντος; ΚΑΡΊΩΝ: πάντως γὰρ ἄνθρωπον φύσει τοιοῦτον ἐς τὰ πάντα ἡγεῖσθέ μ᾽ εἶναι κοὐδὲν ἂν νομίζεθ᾽ ὑγιὲς εἰπεῖν; [275] ΧΟΡΌΣ: ὡς σεμνὸς οὑπίτριπτος: αἱ κνῆμαι δέ σου βοῶσιν ‘ἰοὺ ἰού,’ τὰς χοίνικας καὶ τὰς πέδας ποθοῦσαι. ΚΑΡΊΩΝ: ἐν τῇ σορῷ νυνὶ λαχὸν τὸ γράμμα σου δικάζειν, σὺ δ᾽ οὐ βαδίζεις, ὁ δὲ Χάρων τὸ ξύμβολον δίδωσιν. ΧΟΡΌΣ: διαρραγείης, ὡς μόθων εἶ καὶ φύσει κόβαλος, 280 ὅστις φενακίζεις, φράσαι δ᾽ οὔπω τέτληκας ἡμῖν, οἳ πολλὰ μοχθήσαντες οὐκ οὔσης σχολῆς προθύμως δεῦρ᾽ ἤλθομεν, πολλῶν θύμων ῥίζας διεκπερῶντες. ΚΑΡΊΩΝ: ἀλλ᾽ οὐκέτ᾽ ἂν κρύψαιμι. τὸν Πλοῦτον γὰρ ὦνδρες ἥκει 285 ἄγων ὁ δεσπότης, ὃς ὑμᾶς πλουσίους ποιήσει. ΧΟΡΌΣ: ὄντως γὰρ ἔστι πλουσίοις ἡμῖν ἅπασιν εἶναι; ΚΑΡΊΩΝ: νὴ τοὺς θεοὺς Μίδαις μὲν οὖν, ἢν ὦτ᾽ ὄνου λάβητε. ΧΟΡΌΣ: ὡς ἥδομαι καὶ τέρπομαι καὶ βούλομαι χορεῦσαι ὑφ᾽ ἡδονῆς, εἴπερ λέγεις ὄντως σὺ ταῦτ᾽ ἀληθῆ. [290] ΚΑΡΊΩΝ: καὶ μὴν ἐγὼ βουλήσομαι θρεττανελὸ τὸν Κύκλωπα μιμούμενος καὶ τοῖν ποδοῖν ὡδὶ παρενσαλεύων ὑμᾶς ἄγειν. ἀλλ᾽ εἶα τέκεα θαμίν᾽ ἐπαναβοῶντες βληχώμενοί τε προβατίων αἰγῶν τε κιναβρώντων μέλη 295 ἕπεσθ᾽ ἀπεψωλημένοι: τράγοι δ᾽ ἀκρατιεῖσθε. Χορός ΚΑΡΊΩΝ: ἡμεῖς δέ γ᾽ αὖ ζητήσομεν θρεττανελὸ τὸν Κύκλωπα βληχώμενοι, σὲ τουτονὶ πεινῶντα καταλαβόντες, πήραν ἔχοντα λάχανά τ᾽ ἄγρια δροσερά, κραιπαλῶντα ἡγούμενον τοῖς προβατίοις, 300 εἰκῇ δὲ καταδαρθόντα που μέγαν λαβόντες ἡμμένον σφηκίσκον ἐκτυφλῶσαι. Καρίων ΚΑΡΊΩΝ: ἐγὼ δὲ τὴν Κίρκην γε τὴν τὰ φάρμακ᾽ ἀνακυκῶσαν, ἣ τοὺς ἑταίρους τοῦ Φιλωνίδου ποτ᾽ ἐν Κορίνθῳ ἔπεισεν ὡς ὄντας κάπρους 305 μεμαγμένον σκῶρ ἐσθίειν, αὐτὴ δ᾽ ἔματτεν αὐτοῖς, μιμήσομαι πάντας τρόπους: ὑμεῖς δὲ γρυλίζοντες ὑπὸ φιληδίας ἕπεσθε μητρὶ χοῖροι. Χορός ΚΑΡΊΩΝ: οὐκοῦν σε τὴν Κίρκην γε τὴν τὰ φάρμακ᾽ ἀνακυκῶσαν 310 καὶ μαγγανεύουσαν μολύνουσάν τε τοὺς ἑταίρους λαβόντες ὑπὸ φιληδίας τὸν Λαρτίου μιμούμενοι τῶν ὄρχεων κρεμῶμεν, μινθώσομέν θ᾽ ὥσπερ τράγου τὴν ῥῖνα: σὺ δ᾽ Ἀρίστυλλος ὑποχάσκων ἐρεῖς, 315 ἕπεσθε μητρὶ χοῖροι. Καρίων ΚΑΡΊΩΝ: ἀλλ᾽ εἶα νῦν τῶν σκωμμάτων ἀπαλλαγέντες ἤδη ὑμεῖς ἐπ᾽ ἄλλ᾽ εἶδος τρέπεσθ᾽, ἐγὼ δ᾽ ἰὼν ἤδη λάθρᾳ βουλήσομαι τοῦ δεσπότου 320 λαβών τιν᾽ ἄρτον καὶ κρέας μασώμενος τὸ λοιπὸν οὕτω τῷ κόπῳ ξυνεῖναι. Χοροῦ ΧΡΕΜΎΛΟΣ: χαίρειν μὲν ὑμᾶς ἐστιν ὦνδρες δημόται ἀρχαῖον ἤδη προσαγορεύειν καὶ σαπρόν: ἀσπάζομαι δ᾽ ὁτιὴ προθύμως ἥκετε 325 καὶ συντεταμένως κοὐ κατεβλακευμένως. ὅπως δέ μοι καὶ τἄλλα συμπαραστάται ἔσεσθε καὶ σωτῆρες ὄντως τοῦ θεοῦ. ΧΟΡΌΣ: θάρρει: βλέπειν γὰρ ἄντικρυς δόξεις μ᾽ Ἄρη. δεινὸν γὰρ εἰ τριωβόλου μὲν οὕνεκα 330 ὠστιζόμεσθ᾽ ἑκάστοτ᾽ ἐν τἠκκλησίᾳ, αὐτὸν δὲ τὸν Πλοῦτον παρείην τῳ λαβεῖν. ΧΡΕΜΎΛΟΣ: καὶ μὴν ὁρῶ καὶ Βλεψίδημον τουτονὶ προσιόντα: δῆλος δ᾽ ἐστὶν ὅτι τοῦ πράγματος ἀκήκοέν τι τῇ βαδίσει καὶ τῷ τάχει. [335] ΒΛΕΨΊΔΗΜΟΣ: τί ἂν οὖν τὸ πρᾶγμ᾽ εἴη; πόθεν καὶ τίνι τρόπῳ Χρεμύλος πεπλούτηκ᾽ ἐξαπίνης; οὐ πείθομαι. καίτοι λόγος γ᾽ ἦν νὴ τὸν Ἡρακλέα πολὺς ἐπὶ τοῖσι κουρείοισι τῶν καθημένων, ὡς ἐξαπίνης ἀνὴρ γεγένηται πλούσιος. 340 ἔστιν δέ μοι τοῦτ᾽ αὐτὸ θαυμάσιον, ὅπως χρηστόν τι πράττων τοὺς φίλους μεταπέμπεται. οὔκουν ἐπιχώριόν γε πρᾶγμ᾽ ἐργάζεται. ΧΡΕΜΎΛΟΣ: ἀλλ᾽ οὐδὲν ἀποκρύψας ἐρῶ: νὴ τοὺς θεοὺς ὦ Βλεψίδημ᾽ ἄμεινον ἢ χθὲς πράττομεν, 345 ὥστε μετέχειν ἔξεστιν: εἶ γὰρ τῶν φίλων. ΒΛΕΨΊΔΗΜΟΣ: γέγονας δ᾽ ἀληθῶς, ὡς λέγουσι, πλούσιος; ΧΡΕΜΎΛΟΣ: ἔσομαι μὲν οὖν αὐτίκα μάλ᾽, ἢν θεὸς θέλῃ. ἔνι γάρ τις ἔνι κίνδυνος ἐν τῷ πράγματι. ΒΛΕΨΊΔΗΜΟΣ: ποῖός τις; ΧΡΕΜΎΛΟΣ: οἷος; ΒΛΕΨΊΔΗΜΟΣ: λέγ᾽ ἀνύσας ὅ τι φῄς ποτε. [350] ΧΡΕΜΎΛΟΣ: ἢν μὲν κατορθώσωμεν, εὖ πράττειν ἀεί: ἢν δὲ σφαλῶμεν, ἐπιτετρῖφθαι τὸ παράπαν. ΒΛΕΨΊΔΗΜΟΣ: τουτὶ πονηρὸν φαίνεται τὸ φορτίον καί μ᾽ οὐκ ἀρέσκει. τό τε γὰρ ἐξαίφνης ἄγαν οὕτως ὑπερπλουτεῖν τό τ᾽ αὖ δεδοικέναι 355 πρὸς ἀνδρὸς οὐδὲν ὑγιές ἐστ᾽ εἰργασμένου. ΧΡΕΜΎΛΟΣ: πῶς οὐδὲν ὑγιές; ΒΛΕΨΊΔΗΜΟΣ: εἴ τι κεκλοφὼς νὴ Δία ἐκεῖθεν ἥκεις ἀργύριον ἢ χρυσίον παρὰ τοῦ θεοῦ, κἄπειτ᾽ ἴσως σοι μεταμέλει. ΧΡΕΜΎΛΟΣ: Ἄπολλον ἀποτρόπαιε μὰ Δί᾽ ἐγὼ μὲν οὔ. [360] ΒΛΕΨΊΔΗΜΟΣ: παῦσαι φλυαρῶν ὦγάθ᾽: οῖδα γὰρ σαφῶς. ΧΡΕΜΎΛΟΣ: σὺ μηδὲν εἰς ἔμ᾽ ὑπονόει τοιουτονί. ΒΛΕΨΊΔΗΜΟΣ: φεῦ, ὡς οὐδὲν ἀτεχνῶς ὑγιές ἐστιν οὐδενός, ἀλλ᾽ εἰσὶ τοῦ κέρδους ἅπαντες ἥττονες. ΧΡΕΜΎΛΟΣ: οὔ τοι μὰ τὴν Δήμητρ᾽ ὑγιαίνειν μοι δοκεῖς. [365] ΒΛΕΨΊΔΗΜΟΣ: ὡς πολὺ μεθέστηχ᾽ ὧν πρότερον εἶχεν τρόπων. ΧΡΕΜΎΛΟΣ: μελαγχολᾷς ὦνθρωπε νὴ τὸν οὐρανόν. ΒΛΕΨΊΔΗΜΟΣ: ἀλλ᾽ οὐδὲ τὸ βλέμμ᾽ αὐτὸ κατὰ χώραν ἔχει, ἀλλ᾽ ἐστὶν ἐπίδηλόν τι πεπανουργηκότι. ΧΡΕΜΎΛΟΣ: σὺ μὲν οἶδ᾽ ὃ κρώζεις: ὡς ἐμοῦ τι κεκλοφότος 370 ζητεῖς μεταλαβεῖν. ΒΛΕΨΊΔΗΜΟΣ: μεταλαβεῖν ζητῶ; τίνος; ΧΡΕΜΎΛΟΣ: τὸ δ᾽ ἐστὶν οὐ τοιοῦτον ἀλλ᾽ ἑτέρως ἔχον. ΒΛΕΨΊΔΗΜΟΣ: μῶν οὐ κέκλοφας ἀλλ᾽ ἥρπακας; ΧΡΕΜΎΛΟΣ: κακοδαιμονᾷς. ΒΛΕΨΊΔΗΜΟΣ: ἀλλ᾽ οὐδὲ μὴν ἀπεστέρηκάς γ᾽ οὐδένα; ΧΡΕΜΎΛΟΣ: ου᾽ δῆτ᾽ ἔγωγ᾽. ΒΛΕΨΊΔΗΜΟΣ: ὦ Ἡράκλεις, φέρε ποῖ τις ἂν 375 τράποιτο; τἀληθὲς γὰρ οὐκ ἐθέλει φράσαι. ΧΡΕΜΎΛΟΣ: κατηγορεῖς γὰρ πρὶν μαθεῖν τὸ πρᾶγμά μου. ΒΛΕΨΊΔΗΜΟΣ: ὦ τᾶν ἐγώ τοι τοῦτ᾽ ἀπὸ σμικροῦ πάνυ ἐθέλω διαπρᾶξαι πρὶν πυθέσθαι τὴν πόλιν, τὸ στόμ᾽ ἐπιβύσας κέρμασιν τῶν ῥητόρων. [380] ΧΡΕΜΎΛΟΣ: καὶ μὴν φίλως γ᾽ ἄν μοι δοκεῖς νὴ τοὺς θεοὺς τρεῖς μνᾶς ἀναλώσας λογίσασθαι δώδεκα. ΒΛΕΨΊΔΗΜΟΣ: ὁρῶ τιν᾽ ἐπὶ τοῦ βήματος καθεδούμενον ἱκετηρίαν ἔχοντα μετὰ τῶν παιδίων καὶ τῆς γυναικός, κου᾽ διοίσοντ᾽ ἄντικρυς 385 τῶν Ἡρακλειδῶν οὐδ᾽ ὁτιοῦν τῶν Παμφίλου. ΧΡΕΜΎΛΟΣ: οὒκ ὦ κακόδαιμον, ἀλλὰ τοὺς χρηστοὺς μόνους ἔγωγε καὶ τοὺς δεξιοὺς καὶ σώφρονας ἀπαρτὶ πλουτῆσαι ποιήσω. ΒΛΕΨΊΔΗΜΟΣ: τί σὺ λέγεις; οὕτω πάνυ πολλὰ κέκλοφας; ΧΡΕΜΎΛΟΣ: οἴμοι τῶν κακῶν, 390 ἀπολεῖς. ΒΛΕΨΊΔΗΜΟΣ: σὺ μὲν οὖν σεαυτόν, ὥς γ᾽ ἐμοὶ δοκεῖς. ΧΡΕΜΎΛΟΣ: ου᾽ δῆτ᾽, ἐπεὶ τὸν Πλοῦτον ὦ μόχθηρε σὺ ἔχω. ΒΛΕΨΊΔΗΜΟΣ: σὺ Πλοῦτον; ποῖον; ΧΡΕΜΎΛΟΣ: αὐτὸν τὸν θεόν. ΒΛΕΨΊΔΗΜΟΣ: καὶ ποῦ ‘στιν; ΧΡΕΜΎΛΟΣ: ἔνδον. ΒΛΕΨΊΔΗΜΟΣ: ποῦ; ΧΡΕΜΎΛΟΣ: παρ᾽ ἐμοί. ΒΛΕΨΊΔΗΜΟΣ: παρὰ σοί; ΧΡΕΜΎΛΟΣ: πάνυ. ΒΛΕΨΊΔΗΜΟΣ: οὐκ ἐς κόρακας; Πλοῦτος παρὰ σοί; ΧΡΕΜΎΛΟΣ: νὴ τοὺς θεούς. [395] ΒΛΕΨΊΔΗΜΟΣ: λὲγεις ἀληθῆ; ΧΡΕΜΎΛΟΣ: φημί. ΒΛΕΨΊΔΗΜΟΣ: πρὸς τῆς Ἑστίας; ΧΡΕΜΎΛΟΣ: νὴ τὸν Ποσειδῶ. ΒΛΕΨΊΔΗΜΟΣ: τὸν θαλάττιον λέγεις; ΧΡΕΜΎΛΟΣ: εἰ δ᾽ ἔστιν ἕτερός τις Ποσειδῶν, τὸν ἕτερον. ΒΛΕΨΊΔΗΜΟΣ: εἶτ᾽ οὐ διαπέμπεις καὶ πρὸς ἡμᾶς τοὺς φίλους; ΧΡΕΜΎΛΟΣ: οὐκ ἔστι πω τὰ πράγματ᾽ ἐν τούτῳ. ΒΛΕΨΊΔΗΜΟΣ: τί φῄς; 400 οὐ τῷ μεταδοῦναι; ΧΡΕΜΎΛΟΣ: μὰ Δία. δεῖ γὰρ πρῶτα ΒΛΕΨΊΔΗΜΟΣ: τί; ΧΡΕΜΎΛΟΣ: βλέψαι ποιῆσαι νώ — ΒΛΕΨΊΔΗΜΟΣ: τίνα βλέψαι; φράσον. ΧΡΕΜΎΛΟΣ: τὸν Πλοῦτον ὥσπερ πρότερον ἑνί γέ τῳ τρόπῳ. ΒΛΕΨΊΔΗΜΟΣ: τυφλὸς γὰρ ὄντως ἐστί; ΧΡΕΜΎΛΟΣ: νὴ τὸν οὐρανόν. ΒΛΕΨΊΔΗΜΟΣ: οὐκ ἐτὸς ἄρ᾽ ὡς ἔμ᾽ ἦλθεν οὐδεπώποτε. [405] ΧΡΕΜΎΛΟΣ: ἀλλ᾽ ἢν θεοὶ θέλωσι, νῦν ἀφίξεται. ΒΛΕΨΊΔΗΜΟΣ: οὔκουν ἰατρὸν εἰσάγειν ἐχρῆν τινά; ΧΡΕΜΎΛΟΣ: τίς δῆτ᾽ ἰατρός ἐστι νῦν ἐν τῇ πόλει; οὔτε γὰρ ὁ μισθὸς οὐδὲν ἔστ᾽ οὔθ᾽ ἡ τέχνη. ΒΛΕΨΊΔΗΜΟΣ: σκοπῶμεν. ΧΡΕΜΎΛΟΣ: ἀλλ᾽ οὐκ ἔστιν. ΒΛΕΨΊΔΗΜΟΣ: οὐδ ἐμοὶ δοκεῖ. [410] ΧΡΕΜΎΛΟΣ: μὰ Δί᾽ ἀλλ᾽ ὅπερ πάλαι παρεσκευαζόμην ἐγώ, κατακλίνειν αὐτὸν εἰς Ἀσκληπιοῦ κράτιστόν ἐστι. ΒΛΕΨΊΔΗΜΟΣ: πολὺ μὲν οὖν νὴ τοὺς θεούς. μή νυν διάτριβ᾽ ἀλλ᾽ ἄνυε πράττων ἕν γέ τι. ΧΡΕΜΎΛΟΣ: καὶ δὴ βαδίζω. ΒΛΕΨΊΔΗΜΟΣ: σπεῦδέ νυν. ΧΡΕΜΎΛΟΣ: τοῦτ᾽ αὐτὸ δρῶ. [415] ΠΕΝΊΑ: ὦ θερμὸν ἔργον κἀνόσιον καὶ παράνομον τολμῶντε δρᾶν ἀνθρωπαρίω κακοδαίμονε — ποῖ ποῖ; τί φεύγετον; οὐ μενεῖτον; ΒΛΕΨΊΔΗΜΟΣ: Ἡράκλεις. ΠΕΝΊΑ: ἐγὼ γὰρ ὑμᾶς ἐξολῶ κακοὺς κακῶς: τόλμημα γὰρ τολμᾶτον οὐκ ἀνασχετόν, 420 ἀλλ᾽ οἷον οὐδεὶς ἄλλος οὐδεπώποτε οὔτε θεὸς οὔτ᾽ ἄνθρωπος: ὥστ᾽ ἀπολώλατον. ΧΡΕΜΎΛΟΣ: σὺ δ᾽ εἶ τίς; ὠχρὰ μὲν γὰρ εἶναί μοι δοκεῖς. ΒΛΕΨΊΔΗΜΟΣ: ἴσως Ἐρινύς ἐστιν ἐκ τραγῳδίας: βλέπει γέ τοι μανικόν τι καὶ τραγῳδικόν. [425] ΧΡΕΜΎΛΟΣ: ἀλλ᾽ οὐκ ἔχει γὰρ δᾷδας. ΒΛΕΨΊΔΗΜΟΣ: οὐκοῦν κλαύσεται. ΠΕΝΊΑ: ὄιεσθε δ᾽ εἶναι τίνα με; ΧΡΕΜΎΛΟΣ: πανδοκεύτριαν ἢ λεκιθόπωλιν. οὐ γὰρ ἂν τοσουτονὶ ἀνέκραγες ἡμῖν οὐδὲν ἠδικημένη. ΠΕΝΊΑ: ἄληθες; οὐ γὰρ δεινότατα δεδράκατον 430 ζητοῦντες ἐκ πάσης με χώρας ἐκβαλεῖν; ΧΡΕΜΎΛΟΣ: οὔκουν ὑπόλοιπον τὸ βάραθρόν σοι γίγνεται; ἀλλ᾽ ἥτις εἶ λέγειν σ᾽ ἐχρῆν αὐτίκα μάλα. ΠΕΝΊΑ: ἣ σφὼ ποιήσω τήμερον δοῦναι δίκην ἀνθ᾽ ὧν ἐμὲ ζητεῖτον ἐνθένδ᾽ ἀφανίσαι. [435] ΒΛΕΨΊΔΗΜΟΣ: ἆρ᾽ ἐστὶν ἡ καπηλὶς ἡκ τῶν γειτόνων, ἣ ταῖς κοτύλαις ἀεί με διαλυμαίνεται; ΠΕΝΊΑ: Πενία μὲν οὖν, ἣ σφῷν ξυνοικῶ πόλλ᾽ ἔτη. ΒΛΕΨΊΔΗΜΟΣ: ἄναξ Ἄπολλον καὶ θεοί, ποῖ τις φύγῃ; ΧΡΕΜΎΛΟΣ: οὗτος τί δρᾷς; ὦ δειλότατον σὺ θηρίον: 440 οὐ παραμενεῖς; ΒΛΕΨΊΔΗΜΟΣ: ἥκιστα πάντων. ΧΡΕΜΎΛΟΣ: οὐ μενεῖς; ἀλλ᾽ ἄνδρε δύο γυναῖκα φεύγομεν μίαν; ΒΛΕΨΊΔΗΜΟΣ: Πενία γάρ ἐστιν ὦ πόνηρ᾽, ἧς οὐδαμοῦ οὐδὲν πέφυκε ζῷον ἐξωλέστερον. ΧΡΕΜΎΛΟΣ: στῆθ᾽, ἀντιβολῶ σε, στῆθι. ΒΛΕΨΊΔΗΜΟΣ: μὰ Δί᾽ ἐγὼ μὲν οὔ. [445] ΧΡΕΜΎΛΟΣ: καὶ μὴν λέγω, δεινότατον ἔργον παρὰ πολὺ ἔργων ἁπάντων ἐργασόμεθ᾽, εἰ τὸν θεὸν ἔρημον ἀπολιπόντε ποι φευξούμεθα τηνδὶ δεδιότε, μηδὲ διαμαχούμεθα. ΒΛΕΨΊΔΗΜΟΣ: ποίοις ὅπλοισιν ἢ δυνάμει πεποιθότες; 450 ποῖον γὰρ οὐ θώρακα, ποίαν δ᾽ ἀσπίδα οὐκ ἐνέχυρον τίθησιν ἡ μιαρωτάτη; ΧΡΕΜΎΛΟΣ: θάρρει: μόνος γὰρ ὁ θεὸς οὗτος οἶδ᾽ ὅτι τροπαῖον ἂν στήσαιτο τῶν ταύτης τρόπων. ΠΕΝΊΑ: γρύζειν δὲ καὶ τολμᾶτον ὦ καθάρματε, 455 ἐπ᾽ αὐτοφώρῳ δεινὰ δρῶντ᾽ εἰλημμένω; ΧΡΕΜΎΛΟΣ: σὺ δ᾽ ὦ κάκιστ᾽ ἀπολουμένη τί λοιδορεῖ ἡμῖν προσελθοῦσ᾽ οὐδ᾽ ὁτιοῦν ἀδικουμένη; ΠΕΝΊΑ: οὐδὲν γὰρ ὦ πρὸς τῶν θεῶν νομίζετε ἀδικεῖν με τὸν Πλοῦτον ποιεῖν πειρωμένω 460 βλέψαι πάλιν; ΧΡΕΜΎΛΟΣ: τί οὖν ἀδικοῦμεν τοῦτό σε, εἰ πᾶσιν ἀνθρώποισιν ἐκπορίζομεν ἀγαθόν; ΠΕΝΊΑ: τί δ᾽ ἂν ὑμεῖς ἀγαθὸν ἐξεύροιθ᾽; ΧΡΕΜΎΛΟΣ: ὅ τι; σὲ πρῶτον ἐκβαλόντες ἐκ τῆς Ἑλλάδος. ΠΕΝΊΑ: ἔμ᾽ ἐκβαλόντες; καὶ τί ἂν νομίζετον 465 κακὸν ἐργάσασθαι μεῖζον ἀνθρώπους; ΧΡΕΜΎΛΟΣ: ὅ τι; εἰ τοῦτο δρᾶν μέλλοντες ἐπιλαθοίμεθα. ΠΕΝΊΑ: καὶ μὴν περὶ τούτου σφῷν ἐθέλω δοῦναι λόγον τὸ πρῶτον αὐτοῦ: κἂν μὲν ἀποφήνω μόνην ἀγαθῶν ἁπάντων οὖσαν αἰτίαν ἐμὲ 470 ὑμῖν δι᾽ ἐμέ τε ζῶντας ὑμᾶς: εἰ δὲ μή, ποιεῖτον ἤδη τοῦθ᾽ ὅ τι ἂν ὑμῖν δοκῇ. ΧΡΕΜΎΛΟΣ: ταυτὶ σὺ τολμᾷς ὦ μιαρωτάτη λέγειν; ΠΕΝΊΑ: καὶ σύ γε διδάσκου: πάνυ γὰρ οἶμαι ῥᾳδίως ἅπανθ᾽ ἁμαρτάνοντά σ᾽ ἀποδείξειν ἐγώ, 475 εἰ τοὺς δικαίους φῂς ποιήσειν πλουσίους. ΧΡΕΜΎΛΟΣ: ὦ τύμπανα καὶ κύφωνες οὐκ ἀρήξετε; ΠΕΝΊΑ: οὐ δεῖ σχετλιάζειν καὶ βοᾶν πρὶν ἂν μάθῃς. ΧΡΕΜΎΛΟΣ: καὶ τίς δύναιτ᾽ ἂν μὴ βοᾶν ‘ἰοὺ ἰοὺ’ τοιαῦτ᾽ ἀκούων; ΠΕΝΊΑ: ὅστις ἐστὶν εὖ φρονῶν. [480] ΧΡΕΜΎΛΟΣ: τί δῆτά σοι τίμημ᾽ ἐπιγράψω τῇ δίκῃ, ἐὰν ἁλῷς; ΠΕΝΊΑ: ὅ τι σοι δοκεῖ. ΧΡΕΜΎΛΟΣ: καλῶς λέγεις. ΠΕΝΊΑ: τὸ γὰρ αὔτ᾽, ἐὰν ἡττᾶσθε, καὶ σφὼ δεῖ παθεῖν. ΧΡΕΜΎΛΟΣ: ἱκανοὺς νομίζεις δῆτα θανάτους εἴκοσιν; ΒΛΕΨΊΔΗΜΟΣ: ταύτῃ γε: νῷν δὲ δὔ ἀποχρήσουσιν μόνω. [485] ΠΕΝΊΑ: οὐκ ἂν φθάνοιτον τοῦτο πράττοντ᾽, ἢ τί γ᾽ ἂν ἔχοι τις ἂν δίκαιον ἀντειπεῖν ἔτι; ΧΟΡΌΣ: ἀλλ᾽ ἤδη χρῆν τι λέγειν ὑμᾶς σοφὸν ᾧ νικήσετε τηνδὶ ἐν τοῖσι λόγοις ἀντιλέγοντες, μαλακὸν δ᾽ ἐνδώσετε μηδέν. Χρεμύλος ΧΟΡΌΣ: φανερὸν μὲν ἔγωγ᾽ οἶμαι γνῶναι τοῦτ᾽ εἶναι πᾶσιν ὁμοίως, 490 ὅτι τοὺς χρηστοὺς τῶν ἀνθρώπων εὖ πράττειν ἐστὶ δίκαιον, τοὺς δὲ πονηροὺς καὶ τοὺς ἀθέους τούτων τἀναντία δήπου. τοῦτ᾽ οὖν ἡμεῖς ἐπιθυμοῦντες μόλις ηὕρομεν, ὥστε γενέσθαι βούλευμα καλὸν καὶ γενναῖον καὶ χρήσιμον εἰς ἅπαν ἔργον. ἢν γὰρ ὁ Πλοῦτος νυνὶ βλέψῃ καὶ μὴ τυφλὸς ὢν περινοστῇ, 495 ὡς τοὺς ἀγαθοὺς τῶν ἀνθρώπων βαδιεῖται κοὐκ ἀπολείψει, τοὺς δὲ πονηροὺς καὶ τοὺς ἀθέους φευξεῖται: κᾆτα ποιήσει πάντας χρηστοὺς καὶ πλουτοῦντας δήπου τά τε θεῖα σέβοντας. καίτοι τούτου τοῖς ἀνθρώποις τίς ἂν ἐξεύροι ποτ᾽ ἄμεινον; ΒΛΕΨΊΔΗΜΟΣ: οὐδείς: τούτου μάρτυς ἐγώ σοι: μηδὲν ταύτην γ᾽ ἀνερώτα. [500] ΧΡΕΜΎΛΟΣ: ὡς μὲν γὰρ νῦν ἡμῖν ὁ βίος τοῖς ἀνθρώποις διάκειται, τίς ἂν οὐχ ἡγοῖτ᾽ εἶναι μανίαν κακοδαιμονίαν τ᾽ ἔτι μᾶλλον; πολλοὶ μὲν γὰρ τῶν ἀνθρώπων ὄντες πλουτοῦσι πονηροί, ἀδίκως αὐτὰ ξυλλεξάμενοι: πολλοὶ δ᾽ ὄντες πάνυ χρηστοὶ πράττουσι κακῶς καὶ πεινῶσιν μετὰ σοῦ τε τὰ πλεῖστα σύνεισιν. 505 οὔκουν εἶναί φημ᾽, εἰ παύσει ταύτην βλέψας ποθ᾽ ὁ Πλοῦτος, ὁδὸν ἥντιν᾽ ἰὼν τοῖς ἀνθρώποις ἀγάθ᾽ ἄν μείζω πορίσειεν. ΠΕΝΊΑ: ἀλλ᾽ ὦ πάντων ῥᾷστ᾽ ἀνθρώπων ἀναπεισθέντ᾽ οὐχ ὑγιαίνειν δύο πρεσβύτα, ξυνθιασώτα τοῦ ληρεῖν καὶ παραπαίειν, εἰ τοῦτο γένοιθ᾽ ὃ ποθεῖθ᾽ ὑμεῖς, οὔ φημ᾽ ἂν λυσιτελεῖν σφῷν. 510 εἰ γὰρ ὁ Πλοῦτος βλέψειε πάλιν διανείμειέν τ᾽ ἴσον αὑτόν, οὔτε τέχνην ἂν τῶν ἀνθρώπων οὔτ᾽ ἂν σοφίαν μελετῴη οὐδείς: ἀμφοῖν δ᾽ ὑμῖν τούτοιν ἀφανισθέντοιν ἐθελήσει τίς χαλκεύειν ἢ ναυπηγεῖν ἢ ῥάπτειν ἢ τροχοποιεῖν, ἢ σκυτοτομεῖν ἢ πλινθουργεῖν ἢ πλύνειν ἢ σκυλοδεψεῖν, 515 ἢ γῆς ἀρότροις ῥήξας δάπεδον καρπὸν Δηοῦς θερίσασθαι, ἢν ἐξῇ ζῆν ἀργοῖς ὑμῖν πάντων ἀμελοῦσιν; ΧΡΕΜΎΛΟΣ: λῆρον ληρεῖς. ταῦτα γὰρ ἡμῖν πάνθ᾽ ὅσα νῦν δὴ κατέλεξας οἱ θεράποντες μοχθήσουσιν. ΠΕΝΊΑ: πόθεν οὖν ἕξεις θεράποντας; ΧΡΕΜΎΛΟΣ: ὠνησόμεθ᾽ ἀργυρίου δήπου. ΠΕΝΊΑ: τίς δ᾽ ἔσται πρῶτον ὁ πωλῶν, 520 ὅταν ἀργύριον κἀκεῖνος ἔχῃ; ΧΡΕΜΎΛΟΣ: κερδαίνειν βουλόμενός τις ἔμπορος ἥκων ἐκ Θετταλίας παρὰ πλείστων ἀνδραποδιστῶν. ΠΕΝΊΑ: ἀλλ᾽ οὐδ᾽ ἔσται πρῶτον ἁπάντων οὐδεὶς οὐδ᾽ ἀνδραποδιστὴς κατὰ τὸν λόγον ὃν σὺ λέγεις δήπου. τίς γὰρ πλουτῶν ἐθελήσει κινδυνεύων περὶ τῆς ψυχῆς τῆς αὑτοῦ τοῦτο ποιῆσαι; 525 ὥστ᾽ αὐτὸς ἀροῦν ἐπαναγκασθεὶς καὶ σκάπτειν τἄλλα τε μοχθεῖν ὀδυνηρότερον τρίψεις βίοτον πολὺ τοῦ νῦν. ΧΡΕΜΎΛΟΣ: ἐς κεφαλὴν σοί. ΠΕΝΊΑ: ἔτι δ᾽ οὐχ ἕξεις οὔτ᾽ ἐν κλίνῃ καταδαρθεῖν, οὐ γὰρ ἔσονται, οὔτ᾽ ἐν δάπισιν: τίς γὰρ ὑφαίνειν ἐθελήσει χρυσίου ὄντος; οὔτε μύροισιν μυρίσαι στακτοῖς ὁπόταν νύμφην ἀγάγησθον. 530 οὔθ᾽ ἱματίων βαπτῶν δαπάναις κοσμῆσαι ποικιλομόρφων. καίτοι τί πλέον πλουτεῖν ἐστιν τούτων πάντων ἀποροῦντας; παρ᾽ ἐμοῦ δ᾽ ἔστιν ταῦτ᾽ εὔπορα πάνθ᾽ ὑμῖν ὧν δείσθον: ἐγὼ γὰρ τὸν χειροτέχνην ὥσπερ δέσποιν᾽ ἐπαναγκάζουσα κάθημαι διὰ τὴν χρείαν καὶ τὴν πενίαν ζητεῖν ὁπόθεν βίον ἕξει. [535] ΧΡΕΜΎΛΟΣ: σὺ γὰρ ἂν πορίσαι τί δύναι᾽ ἀγαθὸν φῴδων ἐκ βαλανείου καὶ παιδαρίων ὑποπεινώντων καὶ γραι:δίων κολοσυρτόν; φθειρῶν τ᾽ ἀριθμὸν καὶ κωνώπων καὶ ψυλλῶν οὐδὲ λέγω σοι ὑπὸ τοῦ πλήθους, αἳ βομβοῦσαι περὶ τὴν κεφαλὴν ἀνιῶσιν, ἐπεγείρουσαι καὶ φράζουσαι, ‘πεινήσεις, ἀλλ᾽ ἐπανίστω.’ 540 πρὸς δέ γε τούτοις ἀνθ᾽ ἱματίου μὲν ἔχειν ῥάκος: ἀντὶ δὲ κλίνης στιβάδα σχοίνων κόρεων μεστήν, ἣ τοὺς εὕδοντας ἐγείρει: καὶ φορμὸν ἔχειν ἀντὶ τάπητος σαπρόν: ἀντὶ δὲ προσκεφαλαίου λίθον ἐυμεγέθη πρὸς τῇ κεφαλῇ: σιτεῖσθαι δ᾽ ἀντὶ μὲν ἄρτων μαλάχης πτόρθους, ἀντὶ δὲ μάζης φυλλεῖ᾽ ἰσχνῶν ῥαφανίδων, 545 ἀντὶ δὲ θράνους στάμνου κεφαλὴν κατεαγότος, ἀντὶ δὲ μάκτρας φιδάκνης πλευρὰν ἐρρωγυῖαν καὶ ταύτην. ἆρά γε πολλῶν ἀγαθῶν πᾶσιν τοῖς ἀνθρὠποις ἀποφαίνω σ᾽ αἴτιον οὖσαν; ΠΕΝΊΑ: σὺ μὲν οὐ τὸν ἐμὸν βίον εἴρηκας, τὸν τῶν πτωχῶν δ᾽ ὑπεκρούσω. ΧΡΕΜΎΛΟΣ: οὐκοῦν δήπου τῆς Πτωχείας Πενίαν φαμὲν εἶναι ἀδελφήν. [550] ΠΕΝΊΑ: ὑμεῖς γ᾽ οἵπερ καὶ Θρασυβούλῳ Διονύσιον εἶναι ὅμοιον. ἀλλ᾽ οὐχ οὑμὸς τοῦτο πέπονθεν βίος οὐ μὰ Δί᾽, οὐδέ γε μέλλει. πτωχοῦ μὲν γὰρ βίος, ὃν σὺ λέγεις, ζῆν ἐστιν μηδὲν ἔχοντα: τοῦ δὲ πένητος ζῆν φειδόμενον καὶ τοῖς ἔργοις προς έχοντα, περιγίγνεσθαι δ᾽ αὐτῷ μηδέν, μὴ μέντοι μηδ᾽ ἐπιλείπειν. [555] ΧΡΕΜΎΛΟΣ: ὡς μακαρίτην ὦ Δάματερ τὸν βίον αὐτοῦ κατέλεξας, εἰ φεισάμενος καὶ μοχθήσας καταλείψει μηδὲ ταφῆναι. ΠΕΝΊΑ: σκώπτειν πειρᾷ καὶ κωμῳδεῖν τοῦ σπουδάζειν ἀμελήσας, οὐ γιγνώσκων ὅτι τοῦ Πλούτου παρέχω βελτίονας ἄνδρας καὶ τὴν γνώμην καὶ τὴν ἰδέαν. παρὰ τῷ μὲν γὰρ ποδαγρῶντες 560 καὶ γαστρώδεις καὶ παχύκνημοι καὶ πίονές εἰσιν ἀσελγῶς, παρ᾽ ἐμοὶ δ᾽ ἰσχνοὶ καὶ σφηκώδεις καὶ τοῖς ἐχθροῖς ἀνιαροί. ΧΡΕΜΎΛΟΣ: ἀπὸ τοῦ λιμοῦ γὰρ ἴσως αὐτοῖς τὸ σφηκῶδες σὺ πορίζεις. ΠΕΝΊΑ: περὶ σωφροσύνης ἤδη τοίνυν περανῶ σφῷν κἀναδιδάξω ὅτι κοσμιότης οἰκεῖ μετ᾽ ἐμοῦ, τοῦ Πλούτου δ᾽ ἐστὶι ὑβρίζειν. [565] ΧΡΕΜΎΛΟΣ: πάνυ γοῦν κλέπτειν κόσμιόν ἐστιν καὶ τοὺς τοίχους διορύττειν. ΒΛΕΨΊΔΗΜΟΣ: †νὴ τὸν Δί᾽, εἰ δεῖ λαθεῖν αὐτόν, πῶς οὐχὶ κόσμιόν ἐστι;† ΠΕΝΊΑ: σκέψαι τοίνυν ἐν ταῖς πόλεσιν τοὺς ῥήτορας, ὡς ὁπόταν μὲν ὦσι πένητες, περὶ τὸν δῆμον καὶ τὴν πόλιν εἰσὶ δίκαιοι, πλουτήσαντες δ᾽ ἀπὸ τῶν κοινῶν παραχρῆμ᾽ ἄδικοι γεγένηνται, 570 ἐπιβουλεύουσί τε τῷ πλήθει καὶ τῷ δήμῳ πολεμοῦσιν. ΧΡΕΜΎΛΟΣ: ἀλλ᾽ οὐ ψεύδει τούτων γ᾽ οὐδέν, καίπερ σφόδρα βάσκανος οὖσα. ἀτὰρ οὐχ ἧττόν γ᾽ οὐδὲν κλαύσει, μηδὲν ταύτῃ γε κομήσῃς, ὁτιὴ ζητεῖς τοῦτ᾽ ἀναπείθειν ἡμᾶς, ὡς ἔστιν ἄμεινον Πενία Πλούτου. ΠΕΝΊΑ: καὶ σύ γ᾽ ἐλέγξαι μ᾽ οὔπω δύνασαι περὶ τούτου, 575 ἀλλὰ φλυαρεῖς καὶ πτερυγίζεις. ΧΡΕΜΎΛΟΣ: καὶ πῶς φεύγουσί σ᾽ ἅπαντες; ΠΕΝΊΑ: ὅτι βελτίους αὐτοὺς ποιῶ. σκέψασθαι δ᾽ ἔστι μάλιστα ἀπὸ τῶν παίδων: τοὺς γὰρ πατέρας φεύγουσι φρονοῦντας ἄριστα αὐτοῖς. οὕτω διαγιγνώσκειν χαλεπὸν πρᾶγμ᾽ ἐστὶ δίκαιον. ΧΡΕΜΎΛΟΣ: τὸν Δία φήσεις ἆρ᾽ οὐκ ὀρθῶς διαγιγνώσκειν τὸ κράτιστον: 580 κἀκεῖνος γὰρ τὸν Πλοῦτον ἔχει. ΒΛΕΨΊΔΗΜΟΣ: ταύτην δ᾽ ἡμῖν ἀποπέμπει. ΠΕΝΊΑ: ἀλλ᾽ ὦ Κρονικαῖς λήμαις ὄντως λημῶντες τὰς φρένας ἄμφω, ὁ Ζεὺς δήπου πένεται, καὶ τοῦτ᾽ ἤδη φανερῶς σε διδάξω. εἰ γὰρ ἐπλούτει, πῶς ἂν ποιῶν τὸν Ὀλυμπικὸν αὐτὸς ἀγῶνα ἵνα τοὺς Ἕλληνας ἅπαντας ἀεὶ δι᾽ ἔτους πέμπτου ξυναγείρει, 585 ἀνεκήρυττεν τῶν ἀσκητῶν τοὺς νικῶντας στεφανώσας κοτίνου στεφάνῳ; καίτοι χρυσῷ μᾶλλον ἐχρῆν, εἴπερ ἐπλούτει. ΧΡΕΜΎΛΟΣ: οὐκοῦν τούτῳ δήπου δηλοῖ τιμῶν τὸν Πλοῦτον ἐκεῖνος: φειδόμενος γὰρ καὶ βουλόμενος τούτου μηδὲν δαπανᾶσθαι, λήροις ἀναδῶν τοὺς νικῶντας τὸν Πλοῦτον ἐᾷ παρ᾽ ἑαυτῷ. [590] ΠΕΝΊΑ: πολὺ τῆς Πενίας πρᾶγμ᾽ αἴσχιον ζητεῖς αὐτῷ περιάψαι, εἰ πλούσιος ὢν ἀνελεύθερός ἐσθ᾽ οὑτωσὶ καὶ φιλοκερδής. ΧΡΕΜΎΛΟΣ: ἀλλὰ σέ γ᾽ ὁ Ζεὺς ἐξολέσειεν κοτίνου στεφάνῳ στεφανώσας. ΠΕΝΊΑ: τὸ γὰρ ἀντιλέγειν τολμᾶν ὑμᾶς ὡς οὐ πάντ᾽ ἔστ᾽ ἀγάθ᾽ ὑμῖν διὰ τὴν Πενίαν. ΧΡΕΜΎΛΟΣ: παρὰ τῆς Ἑκάτης ἔξεστιν τοῦτο πυθέσθαι, 595 εἴτε τὸ πλουτεῖν εἴτε τὸ πεινῆν βέλτιον. φησὶ γὰρ αὕτη τοὺς μὲν ἔχοντας καὶ πλουτοῦντας δεῖπνον κατὰ μῆν᾽ ἀποπέμπειν, τοὺς δὲ πένητας τῶν ἀνθρώπων ἁρπάζειν πρὶν καταθεῖναι. ΧΡΕΜΎΛΟΣ: ἀλλὰ φθείρου καὶ μὴ γρύξῃς ἔτι μηδ᾽ ὁτιοῦν. 600 οὐ γὰρ πείσεις, οὐδ᾽ ἢν πείσῃς. ΠΕΝΊΑ: ὦ πόλις Ἄργους, κλύεθ᾽ οἷα λέγει. ΧΡΕΜΎΛΟΣ: Παύσωνα κάλει τὸν ξύσσιτον. ΠΕΝΊΑ: τί πάθω τλήμων; ΧΡΕΜΎΛΟΣ: ἔρρ᾽ ἐς κόρακας θᾶττον ἀφ᾽ ἡμῶν. [605] ΠΕΝΊΑ: εἶμι δὲ ποῖ γῆς; ΧΡΕΜΎΛΟΣ: ἐς τὸν κύφων᾽: ἀλλ᾽ οὐ μέλλειν χρῆν σ᾽, ἀλλ᾽ ἀνύειν. ΠΕΝΊΑ: ἦ μὴν ὑμεῖς γ᾽ ἔτι μ᾽ ἐνταυθοῖ μεταπέμψεσθον. [610] ΧΡΕΜΎΛΟΣ: τότε νοστήσεις: νῦν δὲ φθείρου. κρεῖττον γάρ μοι πλουτεῖν ἐστίν, σὲ δ᾽ ἐᾶν κλάειν μακρὰ τὴν κεφαλήν. ΒΛΕΨΊΔΗΜΟΣ: νὴ Δί᾽ ἐγὼ γοῦν ἐθέλω πλουτῶν εὐωχεῖσθαι μετὰ τῶν παίδων 615 τῆς τε γυναικός, καὶ λουσάμενος λιπαρὸς χωρῶν ἐκ βαλανείου τῶν χειροτεχνῶν καὶ τῆς Πενίας καταπαρδεῖν. ΧΡΕΜΎΛΟΣ: αὕτη μὲν ἡμῖν ἡπίτριπτος οἴχεται. 620 ἐγὼ δὲ καὶ σύ γ᾽ ὡς τάχιοτα τὸν θεὸν ἐγκατακλινοῦντ᾽ ἄγωμεν εἰς Ἀσκληπιοῦ. ΒΛΕΨΊΔΗΜΟΣ: καὶ μὴ διατρίβωμέν γε, μὴ πάλιν τις αὖ ἐλθὼν διακωλύσῃ τι τῶν προὔργου ποιεῖν. ΧΡΕΜΎΛΟΣ: παῖ Καρίων τὰ στρώματ᾽ ἐκφέρειν σ᾽ ἐχρῆν 625 αὐτόν τ᾽ ἄγειν τὸν Πλοῦτον, ὡς νομίζεται, καὶ τἄλλ᾽ ὅσ᾽ ἐστὶν ἔνδον ηὐτρεπισμένα. ὦ πλεῖστα Θησείοις μεμυστιλημένοι γέροντες ἄνδρες ἐπ᾽ ὀλιγίστοις ἀλφίτοις, ὡς εὐτυχεῖθ᾽, ὡς μακαρίως πεπράγατε, 630 ἄλλοι θ᾽ ὅσοις μέτεστι τοῦ χρηστοῦ τρόπου. ΧΟΡΌΣ: τί δ᾽ ἔστιν ὦ βέλτιστε τῶν σαυτοῦ φίλων; φαίνει γὰρ ἥκειν ἄγγελος χρηστοῦ τινος. ΚΑΡΊΩΝ: ὁ δεσπότης πέπραγεν εὐτυχέστατα, μᾶλλον δ᾽ ὁ Πλοῦτος αὐτός: ἀντὶ γὰρ τυφλοῦ 635 ἐξωμμάτωται καὶ λελάμπρυνται κόρας, Ἀσκληπιοῦ παιῶνος εὐμενοῦς τυχών. ΧΟΡΌΣ: λέγεις μοι χαράν, λέγεις μοι βοάν. ΚΑΡΊΩΝ: πάρεστι χαίρειν, ἤν τε βούλησθ᾽ ἤν τε μή. ἀναβοάσομαι τὸν εὔπαιδα καὶ 640 μέγα βροτοῖσι φέγγος Ἀσκληπιόν. ΓΥΝΉ: τίς ἡ βοή ποτ᾽ ἐστίν; ἆρ᾽ ἀγγέλλεται χρηστόν τι; τοῦτο γὰρ ποθοῦσ᾽ ἐγὼ πάλαι ἔνδον κάθημαι περιμένουσα τουτονί. ΚΑΡΊΩΝ: ταχέως ταχέως φέρ᾽ οἶνον ὦ δέσποιν᾽, ἵνα 645 καὐτὴ πίῃς: φιλεῖς δὲ δρῶσ᾽ αὐτὸ σφόδρα: ὡς ἀγαθὰ συλλήβδην ἅπαντά σοι φέρω. ΓΥΝΉ: καὶ ποῦ στιν; ΚΑΡΊΩΝ: ἐν τοῖς λεγομένοις εἴσει τάχα. ΓΥΝΉ: πέραινε τοίνυν ὅ τι λέγεις ἀνύσας ποτέ. ΚΑΡΊΩΝ: ἄκουε τοίνυν, ὡς ἐγὼ τὰ πράγματα 650 ἐκ τῶν ποδῶν ἐς τὴν κεφαλήν σοι πάντ᾽ ἐρῶ. ΓΥΝΉ: μὴ δῆτ᾽ ἔμοιγ᾽ ἐς τὴν κεφαλήν. ΚΑΡΊΩΝ: μὴ τἀγαθὰ ἃ νῦν γεγένηται; ΓΥΝΉ: μὴ μὲν οὖν τὰ πράγματα. ΚΑΡΊΩΝ: ὡς γὰρ τάχιστ᾽ ἀφικόμεθα πρὸς τὸν θεὸν ἄγοντες ἄνδρα τότε μὲν ἀθλιώτατον 655 νῦν δ᾽ εἴ τιν᾽ ἄλλον μακάριον κεὐδαίμονα, πρῶτον μὲν αὐτὸν ἐπὶ θάλατταν ἤγομεν, ἔπειτ᾽ ἐλοῦμεν. ΓΥΝΉ: νὴ Δί᾽ εὐδαίμων ἄρ᾽ ἦν ἀνὴρ γέρων ψυχρᾷ θαλάττῃ λούμενος. ΚΑΡΊΩΝ: ἔπειτα πρὸς τὸ τέμενος ᾖμεν τοῦ θεοῦ. 660 ἐπεὶ δὲ βωμῷ πόπανα καὶ προθύματα καθωσιώθη πέλανος Ἡφαίστου φλογί, κατεκλίναμεν τὸν Πλοῦτον, ὥσπερ εἰκὸς ἦν: ἡμῶν δ᾽ ἕκαστος στιβάδα παρεκαττύετο. ΓΥΝΉ: ἦσαν δέ τινες κἄλλοι δεόμενοι τοῦ θεοῦ; [665] ΚΑΡΊΩΝ: εἷς μέν γε Νεοκλείδης, ὅς ἐστι μὲν τυφλός, κλέπτων δὲ τοὺς βλέποντας ὑπερηκόντικεν: ἕτεροί τε πολλοὶ παντοδαπὰ νοσήματα ἔχοντες: ὡς δὲ τοὺς λύχνους ἀποσβέσας ἡμῖν παρήγγειλεν καθεύδειν τοῦ θεοῦ 670 ὁ πρόπολος, εἰπών, ἤν τις αἴσθηται ψόφου σιγᾶν, ἅπαντες κοσμίως κατεκείμεθα. κἀγὼ καθεύδειν οὐκ ἐδυνάμην, ἀλλά με ἀθάρης χύτρα τις ἐξέπληττε κειμένη ὀλίγον ἄπωθεν τῆς κεφαλῆς του γρᾳδίου, 675 ἐφ᾽ ἣν ἐπεθύμουν δαιμονίως ἐφερπύσαι. ἔπειτ᾽ ἀναβλέψας ὁρῶ τὸν ἱερέα τοὺς φθοῖς ἀφαρπάζοντα καὶ τὰς ἰσχάδας ἀπὸ τῆς τραπέζης τῆς ἱερᾶς: μετὰ τοῦτο δὲ περιῆλθε τοὺς βωμοὺς ἅπαντας ἐν κύκλῳ, 680 εἴ που πόπανον εἴη τι καταλελειμμένον: ἔπειτα ταῦθ᾽ ἥγιζεν ἐς σάκταν τινά. κἀγὼ νομίσας πολλὴν ὁσίαν τοῦ πράγματος ἐπὶ τὴν χύτραν τῆς ἀθάρης ἀνίσταμαι. ΓΥΝΉ: ταλάντατ᾽ ἀνδρῶν οὐκ ἐδεδοίκεις τὸν θεόν; [685] ΚΑΡΊΩΝ: νὴ τοὺς θεοὺς ἔγωγε μὴ φθάσειέ με ἐπὶ τὴν χύτραν ἐλθὼν ἔχων τὰ στέμματα: ὁ γὰρ ἱερεὺς αὐτοῦ με προὐδιδάξατο. τὸ γρᾴδιον δ᾽ ὡς ᾔσθετο δή μου τὸν ψόφον, ἄρασ᾽ ὑφῄρει: κᾆτα συρίξας ἐγὼ 690 ὀδὰξ ἐλαβόμην ὡς παρείας ὢν ὄφις. ἡ δ᾽ εὐθέως τὴν χεῖρα πάλιν ἀνέσπασεν, κατέκειτο δ᾽ αὑτὴν ἐντυλίξασ᾽ ἡσυχῇ ὑπὸ τοῦ δέους βδέουσα δριμύτερον γαλῆς. κἀγὼ τότ᾽ ἤδη τῆς ἀθάρης πολλὴν ἔφλων: 695 ἔπειτ᾽ ἐπειδὴ μεστὸς ἦν, ἀνεπαλλόμην. ΓΥΝΉ: ὁ δὲ θεὸς ὑμῖν οὐ προσῄειν; ΚΑΡΊΩΝ: οὐδέπω. μετὰ τοῦτο δ᾽ ἤδη καὶ γέλοιον δῆτά τι ἐποίησα. προσιόντος γὰρ αὐτοῦ μέγα πάνυ ἀπέπαρδον: ἡ γαστὴρ γὰρ ἐπεφύσητό μου. [700] ΓΥΝΉ: ἦ πού σε διὰ τοῦτ᾽ εὐθὺς ἐβδελύττετο. ΚΑΡΊΩΝ: οὔκ, ἀλλ᾽ Ἰασὼ μέν τις ἀκολουθοῦσ᾽ ἅμα ὑπηρυθρίασε χἠ Πανάκει᾽ ἀπεστράφη τὴν ῥῖν᾽ ἐπιλαβοῦσ᾽: οὐ λιβανωτὸν γὰρ βδέω. ΓΥΝΉ: αὐτὸς δ᾽ ἐκεῖνος; ΚΑΡΊΩΝ: οὐ μὰ Δί᾽ οὐδ᾽ ἐφρόντισεν. [705] ΓΥΝΉ: λέγεις ἄγροικον ἄρα σύ γ᾽ εἶναι τὸν θεόν. ΚΑΡΊΩΝ: μὰ Δί᾽ οὐκ ἔγωγ᾽, ἀλλὰ σκατοφάγον. ΓΥΝΉ: αἲ τάλαν. ΚΑΡΊΩΝ: μετὰ ταῦτ᾽ ἐγὼ μὲν εὐθὺς ἐνεκαλυψάμην δείσας, ἐκεῖνος δ᾽ ἐν κύκλῳ τὰ νοσήματα σκοπῶν περιῄει πάντα κοσμίως πάνυ. 710 ἔπειτα παῖς αὐτῷ λίθινον θυείδιον παρέθηκε καὶ δοίδυκα καὶ κιβώτιον. ΓΥΝΉ: λίθινον; ΚΑΡΊΩΝ: μὰ Δί᾽ οὐ δῆτ᾽ οὐχὶ τό γε κιβώτιον. ΓΥΝΉ: σὺ δὲ πῶς ἑώρας ὦ κάκιστ᾽ ἀπολούμενε, ὃς ἐγκεκαλύφθαι φῄς; ΚΑΡΊΩΝ: διὰ τοῦ τριβωνίου: 715 ὀπὰς γὰρ εἶχεν οὐκ ὀλίγας μὰ τὸν Δία. πρῶτον δὲ πάντων τῷ Νεοκλείδῃ φάρμακον καταπλαστὸν ἐνεχείρησε τρίβειν, ἐμβαλὼν σκορόδων κεφαλὰς τρεῖς Τηνίων. ἔπειτ᾽ ἔφλα ἐν τῇ θυείᾳ συμπαραμιγνύων ὀπὸν 720 καὶ σχῖνον: εἶτ᾽ ὄξει διέμενος Σφηττίῳ κατέπλασεν αὐτοῦ τὰ βλέφαρ᾽ ἐκστρέψας, ἵνα ὀδυνῷτο μᾶλλον. ὁ δὲ κεκραγὼς καὶ βοῶν ἔφευγ᾽ ἀνᾴξας: ὁ δὲ θεὸς γελάσας ἔφη: ‘ἐνταῦθα νῦν κάθησο καταπεπλασμένος, 725 ἵν᾽ ὑπομνύμενον παύσω σε τὰς ἐκκλησίας.’ ΓΥΝΉ: ὡς φιλόπολίς τίς ἐσθ᾽ ὁ δαίμων καὶ σοφός. ΚΑΡΊΩΝ: μετὰ τοῦτο τῷ Πλούτωνι παρεκαθέζετο, καὶ πρῶτα μὲν δὴ τῆς κεφαλῆς ἐφήψατο, ἔπειτα καθαρὸν ἡμιτύβιον λαβὼν 730 τὰ βλέφαρα περιέψησεν: ἡ Πανάκεια δὲ κατεπέτασ᾽ αὐτοῦ τὴν κεφαλὴν φοινικίδι καὶ πᾶν τὸ πρόσωπον: εἶθ᾽ ὁ θεὸς ἐπόππυσεν. ἐξῃξάτην οὖν δύο δράκοντ᾽ ἐκ τοῦ νεὼ ὑπερφυεῖς τὸ μέγεθος. ΓΥΝΉ: ὦ φίλοι θεοί. [735] ΚΑΡΊΩΝ: τούτω δ᾽ ὑπὸ τὴν φοινικίδ᾽ ὑποδύνθ᾽ ἡσυχῇ τὰ βλέφαρα περιέλειχον, ὥς γ᾽ ἐμοὶ δοκεῖ: καὶ πρίν σε κοτύλας ἐκπιεῖν οἴνου δέκα, ὁ Πλοῦτος ὦ δέσποιν᾽ ἀνειστήκει βλέπων: ἐγὼ δὲ τὼ χεῖρ᾽ ἀνεκρότησ᾽ ὑφ᾽ ἡδονῆς 740 τὸν δεσπότην τ᾽ ἤγειρον. ὁ θεὸς δ᾽ εὐθέως ἠφάνισεν αὑτὸν οἵ τ᾽ ὄφεις ἐς τὸν νεών. οἱ δ᾽ ἐγκατακείμενοι παρ᾽ αὐτῷ πῶς δοκεῖς τὸν Πλοῦτον ἠσπάζοντο καὶ τὴν νύχθ᾽ ὅλην ἐγρηγόρεσαν, ἕως διέλαμψεν ἡμέρα. 745 ἐγὼ δ᾽ ἐπῄνουν τὸν θεὸν πάνυ σφόδρα, ὅτι βλέπειν ἐποίησε τὸν Πλοῦτον ταχύ, τὸν δὲ Νεοκλείδην μᾶλλον ἐποίησεν τυφλόν. ΓΥΝΉ: ὅσην ἔχεις τὴν δύναμιν ὦναξ δέσποτα. ἀτὰρ φράσον μοι, ποῦ᾽ σθ᾽ ὁ Πλοῦτος; ΚΑΡΊΩΝ: ἔρχεται. 750 ἀλλ᾽ ἦν περὶ αὐτὸν ὄχλος ὑπερφυὴς ὅσος. οἱ γὰρ δίκαιοι πρότερον ὄντες καὶ βίον ἔχοντες ὀλίγον αὐτὸν ἠσπάζοντο καὶ ἐδεξιοῦνθ᾽ ἅπαντες ὑπὸ τῆς ἡδονῆς: ὅσοι δ᾽ ἐπλούτουν οὐσίαν τ᾽ εἶχον συχνὴν 755 οὐκ ἐκ δικαίου τὸν βίον κεκτημένοι, ὀφρῦς ξυνῆγον ἐσκυθρώπαζόν θ᾽ ἅμα. οἱ δ᾽ ἠκολούθουν κατόπιν ἐστεφανωμένοι γελῶντες εὐφημοῦντες: ἐκτυπεῖτο δὲ ἐμβὰς γερόντων εὐρύθμοις προβήμασιν. 760 ἀλλ᾽ εἶ᾽ ἁπαξάπαντες ἐξ ἑνὸς λόγου ὀρχεῖσθε καὶ σκιρτᾶτε καὶ χορεύετε: οὐδεὶς γὰρ ὑμῖν εἰσιοῦσιν ἀγγελεῖ, ὡς ἄλφιτ᾽ οὐκ ἔνεστιν ἐν τῷ θυλάκῳ. ΓΥΝΉ: νὴ τὴν Ἑκάτην κἀγὼ δ᾽ ἀναδῆσαι βούλομαι 765 εὐαγγέλιά σε κριβανωτῶν ὁρμαθῷ τοιαῦτ᾽ ἀπαγγείλαντα. ΚΑΡΊΩΝ: μή νυν μέλλ᾽ ἔτι, ὡς ἅνδρες ἐγγύς εἰσιν ἤδη τῶν θυρῶν. ΓΥΝΉ: φέρε νυν ἰοῦσ᾽ εἴσω κομίσω καταχύσματα ὥσπερ νεωνήτοισιν ὀφθαλμοῖς ἐγώ. [770] ΚΑΡΊΩΝ: ἐγὼ δ᾽ ἀπαντῆσαί γ᾽ ἐκείνοις βούλομαι. ΠΛΟΥ͂ΤΟΣ: καὶ προσκυνῶ γε πρῶτα μὲν τὸν ἥλιον, ἔπειτα σεμνῆς Παλλάδος κλεινὸν πέδον χώραν τε πᾶσαν Κέκροπος ἥ μ᾽ ἐδέξατο. αἰσχύνομαι δὲ τὰς ἐμαυτοῦ συμφοράς, 775 οἵοις ἄρ᾽ ἀνθρώποις ξυνὼν ἐλάνθανον, τοὺς ἀξίους δὲ τῆς ἐμῆς ὁμιλίας ἔφευγον, εἰδὼς οὐδέν: ὦ τλήμων ἐγώ, ὡς οὔτ᾽ ἐκεῖν᾽ ἄρ᾽ οὔτε ταῦτ᾽ ὀρθῶς ἔδρων: ἀλλ᾽ αὐτὰ πάντα πάλιν ἀναστρέψας ἐγὼ 780 δείξω τὸ λοιπὸν πᾶσιν ἀνθρώποις ὅτι ἄκων ἐμαυτὸν τοῖς πονηροῖς ἐπεδίδουν. ΧΡΕΜΎΛΟΣ: βάλλ᾽ ἐς κόρακας: ὡς χαλεπόν εἰσιν οἱ φίλοι οἱ φαινόμενοι παραχρῆμ᾽ ὅταν πράττῃ τις εὖ. νύττουσι γὰρ καὶ φλῶσι τἀντικνήμια, 785 ἐνδεικνύμενος ἔκαστος εὔνοιάν τινα. ἐμὲ γὰρ τίς οὐ προσεῖπε; ποῖος οὐκ ὄχλος περιεστεφάνωσεν ἐν ἀγορᾷ πρεσβυτικός; ΓΥΝΉ: ὦ φίλτατ᾽ ἀνδρῶν καὶ σὺ καὶ σὺ χαίρετε. φέρε νυν, νόμος γάρ ἐστι, τὰ καταχύσματα 790 ταυτὶ καταχέω σου λαβοῦσα. ΠΛΟΥ͂ΤΟΣ: μηδαμῶς. ἐμοῦ γὰρ εἰσιόντος ἐς τὴν οἰκίαν πρώτιστα καὶ βλέψαντος οὐδὲν ἐκφέρειν πρεπῶδές ἐστιν, ἀλλὰ μᾶλλον ἐσφέρειν. ΓΥΝΉ: εἶτ᾽ οὐχὶ δέξει δῆτα τὰ καταχύσματα; [795] ΠΛΟΥ͂ΤΟΣ: ἔνδον γε παρὰ τὴν ἑστίαν, ὥσπερ νόμος: ἔπειτα καὶ τὸν φόρτον ἐκφύγοιμεν ἄν. οὐ γὰρ πρεπῶδές ἐστι τῷ διδασκάλῳ ἰσχάδια καὶ τρωγάλια τοῖς θεωμένοις προβαλόντ᾽ ἐπὶ τούτοις εἶτ᾽ ἀναγκάζειν γελᾶν. [800] ΓΥΝΉ: εὖ πάνυ λέγεις: ὡς Δεξίνικός γ᾽ οὑτοσὶ ἀνίσταθ᾽ ὡς ἁρπασόμενος τὰς ἰσχάδας. ΚΑΡΊΩΝ: ὡς ἡδὺ πράττειν ὦνδρές ἐστ᾽ εὐδαιμόνως, καὶ ταῦτα μηδὲν ἐξενεγκόντ᾽ οἴκοθεν. ἡμῖν γὰρ ἀγαθῶν σωρὸς ἐς τὴν οἰκίαν 805 ἐπεσπέπαικεν οὐδὲν ἠδικηκόσιν. οὕτω τὸ πλουτεῖν ἐστιν ἡδὺ πρᾶγμα δή. ἡ μὲν σιπύη μεστή ‘στι λευκῶν ἀλφίτων, οἱ δ᾽ ἀμφορῆς οἴνου μέλανος ἀνθοσμίου. ἅπαντα δ᾽ ἡμῖν ἀργυρίου καὶ χρυσίου τὰ σκευάρια πλήρη ‘στίν, ὥστε θαυμάσαι. 810 τὸ φρέαρ δ᾽ ἐλαίου μεστόν: αἱ δὲ λήκυθοι μύρου γέμουσι, τὸ δ᾽ ὑπερῷον ἰσχάδων. ὀξὶς δὲ πᾶσα καὶ λοπάδιον καὶ χύτρα χαλκῆ γέγονε: τοὺς δὲ πινακίσκους τοὺς σαπροὺς τοὺς ἰχθυηροὺς ἀργυροῦς πάρεσθ᾽ ὁρᾶν. 815 ὁ δ᾽ ἰπνὸς γέγον᾽ ἡμῖν ἐξαπίνης ἐλεφάντινος. στατῆρσι δ᾽ οἱ θεράποντες ἀρτιάζομεν χρυσοῖς: ἀποψώμεσθα δ᾽ οὐ λίθοις ἔτι, ἀλλὰ σκοροδίοις ὑπὸ τρυφῆς ἑκάστοτε. καὶ νῦν ὁ δεσπότης μὲν ἔνδον βουθυτεῖ 820 ὗν καὶ τράγον καὶ κριὸν ἐστεφανωμένος: ἐμὲ δ᾽ ἐξέπεμψεν ὁ καπνός. οὐχ οἷός τε γὰρ ἔνδον μένειν ἦν. ἔδακνε γὰρ τὰ βλέφαρά μου. ΔΊΚΑΙΟΣ: ἕπου μετ᾽ ἐμοῦ παιδάριον, ἵνα πρὸς τὸν θεὸν ἴωμεν. ΚΑΡΊΩΝ: ἔα τίς ἔσθ᾽ ὁ προσιὼν οὑτοσί; [825] ΔΊΚΑΙΟΣ: ἀνὴρ πρότερον μὲν ἄθλιος, νῦν δ᾽ εὐτυχής. ΚΑΡΊΩΝ: δῆλον ὅτι τῶν χρηστῶν τις, ὡς ἔοικας, εἶ. ΔΊΚΑΙΟΣ: μάλιστ᾽. ΚΑΡΊΩΝ: ἔπειτα τοῦ δέει; ΔΊΚΑΙΟΣ: πρὸς τὸν θεὸν ἥκω: μεγάλων γάρ μοὐστὶν ἀγαθῶν αἴτιος. ἐγὼ γὰρ ἱκανὴν οὐσίαν παρὰ τοῦ πατρὸς 830 λαβὼν ἐπήρκουν τοῖς δεομένοις τῶν φίλων, εἶναι νομίζων χρήσιμον πρὸς τὸν βίον. ΚΑΡΊΩΝ: ἦ πού σε ταχέως ἐπέλιπεν τὰ χρήματα. ΔΊΚΑΙΟΣ: κομιδῇ μὲν οὖν. ΚΑΡΊΩΝ: οὐκοῦν μετὰ ταῦτ᾽ ἦσθ᾽ ἄθλιος. ΔΊΚΑΙΟΣ: κομιδῇ μὲν οὖν. κἀγὼ μὲν ᾤμην οὓς τέως 835 εὐηργέτησα δεομένους ἕξειν φίλους ὄντως βεβαίους, εἰ δεηθείην ποτέ: οἱ δ᾽ ἐξετρέποντο κοὐκ ἐδόκουν ὁρᾶν μ᾽ ἔτι. ΚΑΡΊΩΝ: καὶ κατεγέλων δ᾽ εὖ οἶδ᾽ ὅτι. ΔΊΚΑΙΟΣ: κομιδῇ μὲν οὖν: αὐχμὸς γὰρ ὢν τῶν σκευαρίων μ᾽ ἀπώλεσεν. [840] ΚΑΡΊΩΝ: ἀλλ᾽ οὐχὶ νῦν. ΔΊΚΑΙΟΣ: ἀνθ᾽ ὧν ἐγὼ πρὸς τὸν θεὸν προσευξόμενος ἥκω δικαίως ἐνθάδε. ΚΑΡΊΩΝ: τὸ τριβώνιον δὲ τί δύναται πρὸς τῶν θεῶν, ὃ φέρει μετὰ σοῦ τὸ παιδάριον τουτί; φράσον. ΔΊΚΑΙΟΣ: καὶ τοῦτ᾽ ἀναθήσων ἔρχομαι πρὸς τὸν θεόν. [845] ΚΑΡΊΩΝ: μῶν οὖν ἐμυήθης δῆτ᾽ ἐν αὐτῷ τὰ μεγάλα; ΔΊΚΑΙΟΣ: οὐκ ἀλλ᾽ ἐνερρίγωσ᾽ ἔτη τριακαίδεκα. ΚΑΡΊΩΝ: τὰ δ᾽ ἐμβάδια; ΔΊΚΑΙΟΣ: καὶ ταῦτα συνεχειμάζετο. ΚΑΡΊΩΝ: καὶ ταῦτ᾽ ἀναθήσων ἔφερες οὖν; ΔΊΚΑΙΟΣ: νὴ τὸν Δία. ΚΑΡΊΩΝ: χαρίεντά γ᾽ ἥκεις δῶρα τῷ θεῷ φέρων. [850] ΣΥΚΟΦΆΝΤΗΣ: οἴμοι κακοδαίμων, ὡς ἀπόλωλα δείλαιος, καὶ κακοδαίμων καὶ τετράκις καὶ πεντάκις καὶ δωδεκάκις καὶ μυριάκις: ἰοὺ ἰού. οὕτω πολυφόρῳ συγκέκραμαι δαίμονι. ΚΑΡΊΩΝ: Ἄπολλον ἀποτρόπαιε καὶ θεοὶ φίλοι, 855 τί ποτ᾽ ἐστὶν ὅ τι πέπονθεν ἅνθρωπος κακόν; ΣΥΚΟΦΆΝΤΗΣ: οὐ γὰρ σχέτλια πέπονθα νυνὶ πράγματα, ἀπολωλεκὼς ἅπαντα τἀκ τῆς οἰκίας διὰ τὸν θεὸν τοῦτον, τὸν ἐσόμενον τυφλὸν πάλιν αὖθις, ἤνπερ μὴ ‘λλίπωσιν αἱ δίκαι; [860] ΔΊΚΑΙΟΣ: ἐγὼ σχεδὸν τὸ πρᾶγμα γιγνώσκειν δοκῶ. προσέρχεται γάρ τις κακῶς πράττων ἀνήρ, ἔοικε δ᾽ εἶναι τοῦ πονηροῦ κόμματος. ΚΑΡΊΩΝ: νὴ Δία καλῶς τοίνυν ποιῶν ἀπόλλυται. ΣΥΚΟΦΆΝΤΗΣ: ποῦ ποῦ ‘σθ᾽ ὁ μόνος ἅπαντας ἡμᾶς πλουσίους 865 ὑποσχόμενος οὗτος ποιήσειν εὐθέως, εἰ πάλιν ἀναβλέψειεν ἐξ ἀρχῆς; ὁ δὲ πολὺ μᾶλλον ἐνίους ἐστὶν ἐξολωλεκώς. ΚΑΡΊΩΝ: καὶ τίνα δέδρακε δῆτα τοῦτ᾽; ΣΥΚΟΦΆΝΤΗΣ: ἐμὲ τουτονί. ΚΑΡΊΩΝ: ἦ τῶν πονηρῶν ἦσθα καὶ τοιχωούχων; [870] ΣΥΚΟΦΆΝΤΗΣ: μὰ Δί᾽ οὐ μὲν οὖν ἔσθ᾽ ὑγιὲς ὑμῶν οὐδενός, κοὐκ ἔσθ᾽ ὅπως οὐκ ἔχετέ μου τὰ χρήματα. ΚΑΡΊΩΝ: ὡς σοβαρὸς ὦ Δάματερ εἰσελήλυθεν ὁ συκοφάντης. δῆλον ὅτι βουλιμιᾷ. ΣΥΚΟΦΆΝΤΗΣ: σὺ μὲν εἰς ἀγορὰν ἰὼν ταχέως οὐκ ἂν φθάνοις: 875 ἐπὶ τοῦ τροχοῦ γὰρ δεῖ σ᾽ ἐκεῖ στρεβλούμενον εἰπεῖν ἃ πεπανούργηκας. ΚΑΡΊΩΝ: οἰμώξἄρα σύ. ΔΊΚΑΙΟΣ: νὴ τὸν Δία τὸν σωτῆρα πολλοῦ γ᾽ ἄξιος ἅπασι τοῖς Ἕλλησιν ὁ θεός ἐσθ᾽ ὅτι τοὺς συκοφάντας ἐξολεῖ κακοὺς κακῶς. [880] ΣΥΚΟΦΆΝΤΗΣ: οἴμοι τάλας: μῶν καὶ σὺ μετέχων καταγελᾷς; ἐπεὶ πόθεν θοἰμάτιον εἴληφας τοδί; ἐχθὲς δ᾽ ἔχοντ᾽ εἶδόν σ᾽ ἐγὼ τριβώνιον. ΔΊΚΑΙΟΣ: οὐδὲν προτιμῶ σου. φορῶ γὰρ πριάμενος τὸν δακτύλιον τονδὶ παρ᾽ Εὐδάμου δραχμῆς. [885] ΚΑΡΊΩΝ: † ἀλλ᾽ οὐκ ἔνεστι συκοφάντου δήγματος.† ΣΥΚΟΦΆΝΤΗΣ: ἆρ᾽ οὐχ ὕβρις ταῦτ᾽ ἐστὶ πολλή; σκώπτετον, ὅ τι δὲ ποιεῖτον ἐνθάδ᾽ οὐκ εἰρήκατον. οὐκ ἐπ᾽ ἀγαθῷ γὰρ ἐνθάδ᾽ ἐστὸν οὐδενί. ΔΊΚΑΙΟΣ: μὰ τὸν Δί᾽ οὔκουν τῷ γε σῷ, σάφ᾽ ἴσθ᾽ ὅτι. [890] ΣΥΚΟΦΆΝΤΗΣ: ἀπὸ τῶν ἐμῶν γὰρ ναὶ μὰ Δία δειπνήσετον. ΚΑΡΊΩΝ: ὡς δὴ ‘π᾽ ἀληθείᾳ σὺ μετὰ τοῦ μάρτυρος διαρραγείης μηδενός γ᾽ ἐμπλήμενος. ΣΥΚΟΦΆΝΤΗΣ: ἀρνεῖσθον; ἔνδον ἐστὶν ὦ μιαρωτάτω πολὺ χρῆμα τεμαχῶν καὶ κρεῶν ὠπτημένων. 895 ὓ ὗ ὓ ὗ ὓ ὗ ὓ ὗ ὓ ὗ ὓ ὗ. ΚΑΡΊΩΝ: κακόδαιμον ὀσφραίνει τι; ΔΊΚΑΙΟΣ: τοῦ ψύχους γ᾽ ἴσως ἐπεὶ τοιοῦτόν γ᾽ ἀμπέχεται τριβώνιον. ΣΥΚΟΦΆΝΤΗΣ: ταῦτ᾽ οὖν ἀνασχέτ᾽ ἐστὶν ὦ Ζεῦ καὶ θεοί, τούτους ὑβρίζειν εἰς ἔμ᾽; οἴμ᾽ ὡς ἄχθομαι 900 ὅτι χρηστὸς ὢν καὶ φιλόπολις πάσχω κακῶς. ΔΊΚΑΙΟΣ: σὺ φιλόπολις καὶ χρηστός; ΣΥΚΟΦΆΝΤΗΣ: ὡς οὐδείς γ᾽ ἀνήρ. ΔΊΚΑΙΟΣ: καὶ μὴν ἐπερωτηθεὶς ἀπόκριναί μοι. ΣΥΚΟΦΆΝΤΗΣ: τὸ τί; ΔΊΚΑΙΟΣ: γεωργὸς εἶ; ΣΥΚΟΦΆΝΤΗΣ: μελαγχολᾶν μ᾽ οὕτως οἴει; ΔΊΚΑΙΟΣ: ἀλλ᾽ ἔμπορος; ΣΥΚΟΦΆΝΤΗΣ: ναί, σκήπτομαί γ᾽, ὅταν τύχω. [905] ΔΊΚΑΙΟΣ: τί δαί; τέχνην τιν᾽ ἔμαθες; ΣΥΚΟΦΆΝΤΗΣ: οὐ μὰ τὸν Δία. ΔΊΚΑΙΟΣ: πῶς οὖν διέζης ἢ πόθεν μηδὲν ποιῶν; ΣΥΚΟΦΆΝΤΗΣ: τῶν τῆς πόλεώς εἰμ᾽ ἐπιμελητὴς πραγμάτων καὶ τῶν ἰδίων πάντων. ΔΊΚΑΙΟΣ: σύ; τί μαθών; ΣΥΚΟΦΆΝΤΗΣ: βούλομαι. ΔΊΚΑΙΟΣ: πῶς οὖν ἂν εἴης χρηστὸς ὦ τοιχωρύχε, 910 εἴ σοι προσῆκον μηδὲν εἶτ᾽ ἀπεχθάνει; ΣΥΚΟΦΆΝΤΗΣ: οὐ γὰρ προσήκει τὴν ἐμαυτοῦ μοι πόλιν εὐεργετεῖν ὦ κέπφε καθ᾽ ὅσον ἂν σθένω; ΔΊΚΑΙΟΣ: εὐεργετεῖν οὖν ἐστι τὸ πολυπραγμονεῖν; ΣΥΚΟΦΆΝΤΗΣ: τὸ μὲν οὖν βοηθεῖν τοῖς νόμοις τοῖς κειμένοις 915 καὶ μὴ ‘πιτρέπειν ἐάν τις ἐξαμαρτάνῃ. ΔΊΚΑΙΟΣ: οὔκουν δικαστὰς ἐξεπίτηδες ἡ πόλις ἄρχειν καθίστησιν; ΣΥΚΟΦΆΝΤΗΣ: κατηγορεῖ δὲ τίς; ΔΊΚΑΙΟΣ: ὁ βουλόμενος. ΣΥΚΟΦΆΝΤΗΣ: οὐκοῦν ἐκεῖνός εἰμ᾽ ἐγώ, ὥστ᾽ εἰς ἔμ᾽ ἥκει τῆς πόλεως τὰ πράγματα. [920] ΔΊΚΑΙΟΣ: νὴ Δία πονηρόν γ᾽ ἆρα προστάτην ἔχει. ἐκεῖνο δ᾽ οὐ βούλοι᾽ ἄν, ἡσυχίαν ἔχων ζῆν ἀργός; ΣΥΚΟΦΆΝΤΗΣ: ἀλλὰ προβατίου βίον λέγεις, εἰ μὴ φανεῖται διατριβή τις τῷ βίῳ. ΔΊΚΑΙΟΣ: οὐδ᾽ ἂν μεταμάθοις; ΣΥΚΟΦΆΝΤΗΣ: οὐδ᾽ ἂν εἰ δοίης γέ μοι 925 τὸν Πλοῦτον αὐτὸν καὶ τὸ Βάττου σίλφιον. ΔΊΚΑΙΟΣ: κατάθου ταχέως θοἰμάτιον. ΚΑΡΊΩΝ: οὗτος, σοὶ λέγει. ΔΊΚΑΙΟΣ: ἔπειθ᾽ ὑπόλυσαι. ΚΑΡΊΩΝ: ταῦτα πάντα σοὶ λέγει. ΣΥΚΟΦΆΝΤΗΣ: καὶ μὴν προσελθέτω πρὸς ἔμ᾽ ὑμῶν ἐνθαδὶ ὁ βουλόμενος. ΚΑΡΊΩΝ: οὐκοῦν ἐκεῖνός εἰμ᾽ ἐγώ. [930] ΣΥΚΟΦΆΝΤΗΣ: οἴμοι τάλας ἀποδύομαι μεθ᾽ ἡμέραν. ΚΑΡΊΩΝ: σὺ γὰρ ἀξιοῖς τἀλλότρια πράττων ἐσθίειν. ΣΥΚΟΦΆΝΤΗΣ: ὁρᾷς ἃ ποιεῖς; ταῦτ᾽ ἐγὼ μαρτύρομαι. ΔΊΚΑΙΟΣ: ἀλλ᾽ οἴχεται φεύγων ὃν ἦγες μάρτυρα. ΣΥΚΟΦΆΝΤΗΣ: οἴμοι περιείλημμαι μόνος. ΚΑΡΊΩΝ: νυνὶ βοᾷς; [935] ΣΥΚΟΦΆΝΤΗΣ: οἴμοι μάλ᾽ αὖθις. ΚΑΡΊΩΝ: δὸς σύ μοι τὸ τριβώνιον, ἵν᾽ ἀμφιέσω τὸν συκοφάντην τουτονί. ΔΊΚΑΙΟΣ: μὴ δῆθ᾽: ἱερὸν γάρ ἐστι τοῦ Πλούτου πάλαι. ἔπειτα ποῦ κάλλιον ἀνατεθήσεται ἢ περὶ πονηρὸν ἄνδρα καὶ τοιχωρύχον; 940 Πλοῦτον δὲ κοσμεῖν ἱματίοις σεμνοῖς πρέπει. ΔΊΚΑΙΟΣ: τοῖς δ᾽ ἐμβαδίοις τί χρήσεταί τις; εἰπέ μοι. ΚΑΡΊΩΝ: καὶ ταῦτα πρὸς τὸ μέτωπον αὐτίκα δὴ μάλα ὥσπερ κοτίνῳ προσπατταλεύσω τουτῳί. ΣΥΚΟΦΆΝΤΗΣ: ἄπειμι: γιγνώσκω γὰρ ἥττων ὢν πολὺ 945 ὑμῶν: ἐὰν δὲ σύζυγον λάβω τινὰ καὶ σύκινον, τοῦτον τὸν ἰσχυρὸν θεὸν ἐγὼ ποιήσω τήμερον δοῦναι δίκην, ὁτιὴ καταλύει περιφανῶς εἶς ὢν μόνος τὴν δημοκρατίαν, οὔτε τὴν βουλὴν πιθὼν 950 τὴν τῶν πολιτῶν οὔτε τὴν ἐκκλησίαν. ΔΊΚΑΙΟΣ: καὶ μὴν ἐπειδὴ τὴν πανοπλίαν τὴν ἐμὴν ἔχων βαδίζεις, ἐς τὸ βαλανεῖον τρέχε: ἔπειτ᾽ ἐκεῖ κορυφαῖος ἑστηκὼς θέρου. κἀγὼ γὰρ εἶχον τὴν στάσιν ταύτην ποτέ. [955] ΚΑΡΊΩΝ: ἀλλ᾽ ὁ βαλανεὺς ἕλξει θύραζ᾽ αὐτὸν λαβὼν τῶν ὀρχιπέδων: ἰδὼν γὰρ αὐτὸν γνώσεται ὅτι ἔστ᾽ ἐκείνου τοῦ πονηροῦ κόμματος. νὼ δ᾽ εἰσίωμεν, ἵνα προσεύξῃ τὸν θεόν. ΓΡΑΥ͂Σ: ἆρ᾽ ὦ φίλοι γέροντες ἐπὶ τὴν οἰκίαν 960 ἀφίγμεθ᾽ ὄντως τοῦ νέου τούτου θεοῦ, ἢ τῆς ὁδοῦ τὸ παράπαν ἡμαρτήκαμεν; ΧΟΡΌΣ: ἀλλ᾽ ἴσθ᾽ ἐπ᾽ αὐτὰς τὰς θύρας ἀφιγμένη ὦ μειρακίσκη: πυνθάνει γὰρ ὡρικῶς. ΓΡΑΥ͂Σ: φέρε νυν ἐγὼ τῶν ἔνδοθεν καλέσω τινά. [965] ΧΡΕΜΎΛΟΣ: μὴ δῆτ᾽: ἐγὼ γὰρ αὐτὸς ἐξελήλυθα. ἀλλ᾽ ὅ τι μάλιστ᾽ ἐλήλυθας λέγειν σ᾽ ἐχρῆν. ΓΡΑΥ͂Σ: πέπονθα δεινὰ καὶ παράνομ᾽ ὦ φίλτατε: ἀφ᾽ οὗ γὰρ ὁ θεὸς οὗτος ἤρξατο βλέπειν, ἀβίωτον εἶναί μοι πεποίηκε τὸν βίον. [970] ΧΡΕΜΎΛΟΣ: τί δ᾽ ἔστιν; ἦ που καὶ σὺ συκοφάντρια εν ταῖς γυναιξὶν ἦσθα; ΓΡΑΥ͂Σ: μὰ Δί᾽ ἐγὼ μὲν οὔ. ΧΡΕΜΎΛΟΣ: ἀλλ᾽ οὐ λαχοῦσ᾽ ἔπινες ἐν τῷ γράμματι; ΓΡΑΥ͂Σ: σκώπτεις: ἐγὼ δὲ κατακέκνισμαι δειλάκρα. ΧΡΕΜΎΛΟΣ: οὔκουν ἐρεῖς ἀνύσασα τὸν κνισμὸν τίνα; [975] ΓΡΑΥ͂Σ: ἄκουέ νυν. ἦν μοί τι μειράκιον φίλον, πενιχρὸν μέν, ἄλλως δ᾽ εὐπρόσωπον καὶ καλὸν καὶ χρηστόν: εἰ γάρ του δεηθείην ἐγώ, ἅπαντ᾽ ἐποίει κοσμίως μοι καὶ καλῶς: ἐγὼ δ᾽ ἐκείνῳ πάντα ταῦθ᾽ ὑπηρέτουν. [980] ΧΡΕΜΎΛΟΣ: τί δ᾽ ἦν ὅ τι σου μάλιστ᾽ ἐδεῖθ᾽ ἑκάστοτε; ΓΡΑΥ͂Σ: οὐ πολλά: καὶ γὰρ ἐκνομίως μ᾽ ᾐσχύνετο. ἀλλ᾽ ἀργυρίου δραχμὰς ἂν ᾔτησ᾽ εἴκοσιν εἰς ἱμάτιον, ὀκτὼ δ᾽ ἂν εἰς ὑποδήματα: καὶ ταῖς ἀδελφαῖς ἀγοράσαι χιτώνιον 985 ἐκέλευσεν ἂν τῇ μητρί θ᾽ ἱματίδιον: πυρῶν τ᾽ ἂν ἐδεήθη μεδίμνων τεττάρων. ΧΡΕΜΎΛΟΣ: οὐ πολλὰ τοίνυν μὰ τὸν Ἀπόλλω ταῦτά γε εἴρηκας, ἀλλὰ δῆλον ὅτι σ᾽ ᾐχύνετο. ΓΡΑΥ͂Σ: καὶ ταῦτα τοίνυν οὐχ ἕνεκα μισητίας 990 αἰτεῖν μ᾽ ἔφασκεν, ἀλλὰ φιλίας οὕνεκα, ἵνα τοὐμὸν ἱμάτιον φορῶν μεμνῇτό μου. ΧΡΕΜΎΛΟΣ: λέγεις ἐρῶντ᾽ ἄνθρωπον ἐκνομιώτατα. ΓΡΑΥ͂Σ: ἀλλ᾽ οὐχὶ νῦν ὁ βδελυρὸς ἔτι τὸν νοῦν ἔχει τὸν αὐτόν, ἀλλὰ πολὺ μεθέστηκεν πάνυ. 995 ἐμοῦ γὰρ αὐτῷ τὸν πλακοῦντα τουτονὶ καὶ τἄλλα τἀπὶ τοῦ πίνακος τραγήματα ἐπόντα πεμψάσης ὑπειπούσης θ᾽ ὅτι εἰς ἑσπέραν ἥξοιμι — ΧΡΕΜΎΛΟΣ: τί σ᾽ ἔδρασ᾽; εἰπέ μοι. ΓΡΑΥ͂Σ: ἄμητα προσαπέπεμψεν ἡμῖν τουτονί, 1000 ἐφ᾽ ᾧ τ᾽ ἐκεῖσε μηδέποτέ μ᾽ ἐλθεῖν ἔτι, καὶ πρὸς ἐπὶ τούτοις εἶπεν ἀποπέμπων ὅτι ‘ πάλαι ποτ᾽ ἦσαν ἄλκιμοι Μιλήσιοι.’ ΧΡΕΜΎΛΟΣ: δῆλον ὅτι τοὺς τρόπους τις οὐ μοχθηρὸς ἦν, ἔπειτα πλουτῶν οὐκέθ᾽ ἥδεται φακῇ: 1005 πρὸ τοῦ δ᾽ ὑπὸ τῆς πενίας ἅπανθ᾽ ὑπήσθιεν. ΓΡΑΥ͂Σ: καὶ μὴν πρὸ τοῦ γ᾽ ὁσημέραι νὴ τὼ θεὼ ἐπὶ τὴν θύραν ἐβάδιζεν ἀεὶ τὴν ἐμήν. ΧΡΕΜΎΛΟΣ: ἐπ᾽ ἐκφοράν; ΓΡΑΥ͂Σ: μὰ Δί᾽ ἀλλὰ τῆς φωνῆς μόνον ἐρῶν ἀκοῦσαι. ΧΡΕΜΎΛΟΣ: τοῦ λαβεῖν μὲν οὖν χάριν. [1010] ΓΡΑΥ͂Σ: καὶ νὴ Δί᾽ εἰ λυπουμένην γ᾽ αἴσθοιτό με, νηττάριον ἂν καὶ φάττιον ὑπεκορίζετο. ΧΡΕΜΎΛΟΣ: ἔπειτ᾽ ἴσως ᾔτει σ᾽ ἂν εἰς ὑποδήματα. ΓΡΑΥ͂Σ: μυστηρίοις δὲ τοῖς μεγάλοις ὀχουμένην ἐπὶ τῆς ἁμάξης ὅτι προσέβλεψέν μέ τις, 1015 ἐτυπτόμην διὰ τοῦθ᾽ ὅλην τὴν ἡμέραν. οὕτω σφόδρα ζηλότυπος ὁ νεανίσκος ἦν. ΧΡΕΜΎΛΟΣ: μόνος γὰρ ἥδεθ᾽, ὡς ἔοικεν, ἐσθίων. ΓΡΑΥ͂Σ: καὶ τάς γε χεῖρας παγκάλας ἔχειν μ᾽ ἔθη. ΧΡΕΜΎΛΟΣ: ὁπότε προτείνοιέν γε δραχμὰς εἴκοσιν. [1020] ΓΡΑΥ͂Σ: ὄζειν τε τῆς χρόας ἔφασκεν ἡδύ μου. ΧΡΕΜΎΛΟΣ: εἰ Θάσιον ἐνέχεις, εἰκότως γε νὴ Δία. ΓΡΑΥ͂Σ: τὸ βλέμμα θ᾽ ὡς ἔχοιμι μαλακὸν καὶ καλόν. ΧΡΕΜΎΛΟΣ: οὐ σκαιὸς ἦν ἄνθρωπος, ἀλλ᾽ ἠπίστατο γραὸς καπρώσης τἀφόδια κατεσθίειν. [1025] ΓΡΑΥ͂Σ: ταῦτ᾽ οὖν ὁ θεὸς ὦ φίλ᾽ ἄνερ οὐκ ὀρθῶς ποιεῖ, φάσκων βοηθεῖν τοῖς ἀδικουμένοις ἀεί. ΧΡΕΜΎΛΟΣ: τί γὰρ ποιήσει; φράζε, καὶ πεπράξεται. ΓΡΑΥ͂Σ: ἀναγκάσαι δίκαιόν ἐστι νὴ Δία τὸν εὖ παθόνθ᾽ ὑπ᾽ ἐμοῦ πάλιν μ᾽ ἀντευποιεῖν, 1030 ἢ μηδ᾽ ὁτιοῦν ἀγαθὸν δίκαιόν ἐστ᾽ ἔχειν. ΧΡΕΜΎΛΟΣ: οὔκουν καθ᾽ ἑκάστην ἀπεδίδου τὴν νύκτα σοι; ΓΡΑΥ͂Σ: ἀλλ᾽ οὐδέποτέ με ζῶσαν ἀπολείψειν ἔφη. ΧΡΕΜΎΛΟΣ: ὀρθῶς γε: νῦν δέ γ᾽ οὐκέτι ζῆν σ᾽ οἴεται. ΓΡΑΥ͂Σ: ὑπὸ τοῦ γὰρ ἄλγους κατατέτηκ᾽ ὦ φίλτατε. [1035] ΧΡΕΜΎΛΟΣ: οὐκ ἀλλὰ κατασέσηπας, ὥς γ᾽ ἐμοὶ δοκεῖς. ΓΡΑΥ͂Σ: διὰ δακτυλίου μὲν οὖν ἔμεγ᾽ ἂν διελκύσαις. ΧΡΕΜΎΛΟΣ: εἰ τυγχάνοι γ᾽ ὁ δακτύλιος ὢν τηλία. ΓΡΑΥ͂Σ: καὶ μὴν τὸ μειράκιον τοδὶ προσέρχεται, οὗπερ πάλαι κατηγοροῦσα τυγχάνω: 1040 ἔοικε δ᾽ ἐπὶ κῶμον βαδίζειν. ΧΡΕΜΎΛΟΣ: φαίνεται. στέφανόν γέ τοι καὶ δᾷδ᾽ ἔχων πορεύεται. ΝΕΑΝΊΑΣ: ἀσπάζομαί σε. ΓΡΑΥ͂Σ: τί φησιν; ΝΕΑΝΊΑΣ: ἀρχαία φίλη, πολιὰ γεγένησαι ταχύ γε νὴ τὸν οὐρανόν. ΓΡΑΥ͂Σ: τάλαιν᾽ ἐγὼ τῆς ὕβρεος ἧς ὑβρίζομαι. [1045] ΧΡΕΜΎΛΟΣ: ἔοικε διὰ πολλοῦ χρόνου σ᾽ ἑορακέναι. ΓΡΑΥ͂Σ: ποίου χρόνου ταλάνταθ᾽, ὃς παρ᾽ ἐμοὶ χθὲς ἦν; ΧΡΕΜΎΛΟΣ: τοὐναντίον πέπονθε τοῖς πολλοῖς ἄρα: μεθύων γάρ, ὡς ἔικεν, ὀξύτερον βλέπει. ΓΡΑΥ͂Σ: οὔκ, ἀλλ᾽ ἀκόλαστός ἐστιν ἀεὶ τοὺς τρόπους. [1050] ΝΕΑΝΊΑΣ: ὦ Ποντοπόσειδον καὶ θεοὶ πρεσβυτικοί, ἐν τῷ προσώπῳ τῶν ῥυτίδων ὅσας ἔχει. ΓΡΑΥ͂Σ: ἆ ἆ, τὴν δᾷδα μή μοι πρόσφερ᾽. ΧΡΕΜΎΛΟΣ: εὖ μέντοι λέγει. ἐὰν γὰρ αὐτὴν εἷς μόνος σπινθὴρ λάβῃ ὥσπερ παλαιὰν εἰρεσιώνην καύσεται. [1055] ΝΕΑΝΊΑΣ: βούλει διὰ χρόνου πρός με παῖσαι; ΓΡΑΥ͂Σ: ποῖ τάλαν; ΝΕΑΝΊΑΣ: αὐτοῦ, λαβοῦσα κάρνα. ΓΡΑΥ͂Σ: παιδιὰν τίνα; ΝΕΑΝΊΑΣ: πόσους ἔχεις ὀδόντας. ΧΡΕΜΎΛΟΣ: ἀλλὰ γνώσομαι κἄγωγ᾽: ἔχει γὰρ τρεῖς ἴσως ἢ τέτταρας. ΝΕΑΝΊΑΣ: ἀπότεισον: ἕνα γὰρ γόμφιον μόνον φορεῖ. [1060] ΓΡΑΥ͂Σ: ταλάντατ᾽ ἀνδρῶν οὐχ ὑγιαίνειν μοι δοκεῖς, πλυνόν με ποιῶν ἐν τοσούτοις ἀνδράσιν. ΝΕΑΝΊΑΣ: ὄναιο μέντἄν, εἴ τις ἐκπλύνειέ σε. ΧΡΕΜΎΛΟΣ: οὐ δῆτ᾽, ἐπεὶ νῦν μὲν καπηλικῶς ἔχει, εἰ δ᾽ ἐκπλυνεῖται τοῦτο τὸ ψιμύθιον, 1065 ὄψει κατάδηλα τοῦ προσώπου τὰ ῥάκη. ΓΡΑΥ͂Σ: γέρων ἀνὴρ ὢν οὐχ ὑγιαίνειν μοι δοκεῖς. ΝΕΑΝΊΑΣ: πειρᾷ μὲν οὖν ἴσως σε καὶ τῶν τιτθίων ἐφάπτεταί σου λανθάνειν δοκῶν ἐμέ. ΓΡΑΥ͂Σ: μὰ τὴν Ἀφροδίτην οὐκ ἐμοῦ γ᾽ ὦ βδελυρὲ σύ. [1070] ΧΡΕΜΎΛΟΣ: μὰ τὴν Ἑκάτην οὐ δῆτα: μαινοίμην γὰρ ἄν. ἀλλ᾽ ὦ νεανίσκ᾽ οὐκ ἐῶ τὴν μείρακα μισεῖν σε ταύτην. ΝΕΑΝΊΑΣ: ἀλλ᾽ ἔγωγ᾽ ὑπερφιλῶ. ΧΡΕΜΎΛΟΣ: καὶ μὴν κατηγορεῖ γέ σου. ΝΕΑΝΊΑΣ: τί κατηγορεῖ; ΧΡΕΜΎΛΟΣ: εἶναί σ᾽ ὑβριστήν φησι καὶ λέγειν ὅτι 1075 ‘ πάλαι ποτ᾽ ἦσαν ἄλκιμοι Μιλήσιοι.’ ΝΕΑΝΊΑΣ: ἐγὼ περὶ ταύτης οὐ μαχοῦμαί σοι. ΧΡΕΜΎΛΟΣ: τὸ τί; ΝΕΑΝΊΑΣ: αἰσχυνόμενος τὴν ἡλικίαν τὴν σήν, ἐπεὶ οὐκ ἄν ποτ᾽ ἄλλῳ τοῦτ᾽ ἐπέτρεψ᾽ ἐγὼ ποιεῖν: νῦν δ᾽ ἄπιθι χαίρων συλλαβὼν τὴν μείρακα. [1080] ΧΡΕΜΎΛΟΣ: οἶδ᾽ οἶδα τὸν νοῦν: οὐκέτ᾽ ἀξιοῖς ἴσως εἶναι μετ᾽ αὐτῆς. ΓΡΑΥ͂Σ: ὁ δ᾽ ἐπιτρέψων ἐστὶ τίς; οὐκ ἂν διαλεχθείην διεσπλεκωμένῃ ὑπὸ μυρίων ἐτῶν γε καὶ τρισχιλίων. ΧΡΕΜΎΛΟΣ: ὅμως δ᾽ ἐπειδὴ καὶ τὸν οἶνον ἠξίους 1085 πίνειν, συνεκποτέ᾽ ἐστί σοι καὶ τὴν τρύγα. ΝΕΑΝΊΑΣ: ἀλλ᾽ ἔστι κομιδῇ τρὺξ παλαιὰ καὶ σαπρά. ΧΡΕΜΎΛΟΣ: οὐκοῦν τρύγοιπος ταῦτα πάντ᾽ ἰάσεται. ΝΕΑΝΊΑΣ: ἀλλ᾽ εἴσιθ᾽ εἴσω: τῷ θεῷ γὰρ βούλομαι ἐλθὼν ἀναθεῖναι τοὺς στεφάνους τούσδ᾽ οὓς ἔχω. [1090] ΓΡΑΥ͂Σ: ἐγὼ δέ γ᾽ αὐτῷ καὶ φράσαι τι βούλομαι. ΝΕΑΝΊΑΣ: ἐγὼ δέ γ᾽ οὐκ εἴσειμι. ΧΡΕΜΎΛΟΣ: θάρρει, μὴ φοβοῦ. οὐ γὰρ βιάσεται. ΝΕΑΝΊΑΣ: πάνυ καλῶς τοίνυν λέγεις. ἱκανὸν γὰρ αὐτὴν πρότερον ὑπεπίττουν χρόνον. ΓΡΑΥ͂Σ: βάδιζ᾽: ἐγὼ δέ σου κατόπιν εἰσέρχομαι. [1095] ΧΡΕΜΎΛΟΣ: ὡς εὐτόνως ὦ Ζεῦ βασιλεῦ τὸ γρᾴδιον ὥσπερ λεπὰς τῷ μειρακίῳ προσείχετο. ΚΑΡΊΩΝ: τίς ἔσθ᾽ ὁ κόπτων τὴν θύραν; τουτὶ τί ἦν; οὐδεὶς ἔοικεν: ἀλλὰ δῆτα τὸ θύριον φθεγγόμενον ἄλλως κλαυσιᾷ. ἙΡΜΗ͂Σ: σέ τοι λέγω, 1100 ὁ Καρίων, ἀνάμεινον. ΚΑΡΊΩΝ: οὗτος εἰπέ μοι, σὺ τὴν θύραν ἔκοπτες οὑτωσὶ σφόδρα; ἙΡΜΗ͂Σ: μὰ Δί᾽ ἀλλ᾽ ἔμελλον: εἶτ᾽ ἀνέῳξάς με φθάσας. ἀλλ᾽ ἐκκάλει τὸν δεσπότην τρέχων ταχύ, ἒπειτα τὴν γυναῖκα καὶ τὰ παιδία, 1105 ἔπειτα τοὺς θεράποντας, εἶτα τὴν κύνα, ἔπειτα σαυτόν, εἶτα τὴν ὗν. ΚΑΡΊΩΝ: εἰπέ μοι, τί δ᾽ ἔστιν; ἙΡΜΗ͂Σ: ὁ Ζεὺς ὦ πόνηρε βούλεται ἐς ταὐτὸν ὑμᾶς συγκυκήσας τρύβλιον ἁπαξάπαντας ἐς τὸ βάραθρον ἐμβαλεῖν. [1110] ΚΑΡΊΩΝ: ἡ γλῶττα τῷ κήρυκι τούτων τέμνεται. ἀτὰρ διὰ τί δὴ ταῦτ᾽ ἐπιβουλεύει ποιεῖν ἡμᾶς; ἙΡΜΗ͂Σ: ὁτιὴ δεινότατα πάντων πραγμάτων εἴργασθ᾽. ἀφ᾽ οὗ γὰρ ἤρξατ᾽ ἐξ ἀρχῆς βλέπειν ὁ Πλοῦτος, οὐδεὶς οὐ λιβανωτόν, οὐ δάφνην, 1115 οὐ ψαιστόν, οὐχ ἱερεῖον, οὐκ ἄλλ᾽ οὐδὲ ἓν ἡμῖν ἔτι θύει τοῖς θεοῖς. ΚΑΡΊΩΝ: μὰ Δί᾽ οὐδέ γε θύσει. κακῶς γὰρ ἐπεμελεῖσθ᾽ ἡμῶν τότε. ἙΡΜΗ͂Σ: καὶ τῶν μὲν ἄλλων μοι θεῶν ἧττον μέλει, ἐγὼ δ᾽ ἀπόλωλα κἀπιτέτριμμαι. ΚΑΡΊΩΝ: σωφρονεῖς. [1120] ἙΡΜΗ͂Σ: πρότερον γὰρ εἶχον μὲν παρὰ ταῖς καπηλίσιν πάντ᾽ ἀγάθ᾽ ἕωθεν εὐθύς, οἰνοῦτταν μέλι ἰσχάδας, ὅσ᾽ εἰκός ἐστιν Ἑρμῆν ἐσθίειν: νυνὶ δὲ πεινῶν ἀναβάδην ἀναπαύομαι. ΚΑΡΊΩΝ: οὔκουν δικαίως, ὅστις ἐποίεις ζημίαν 1125 ἐνίοτε τοιαῦτ᾽ ἀγάθ᾽ ἔχων; ἙΡΜΗ͂Σ: οἴμοι τάλας, οἴμοι πλακοῦντος τοῦ ν᾽ τετράδι πεπεμμένου. ΚΑΡΊΩΝ: ποθεῖς τὸν οὐ παρόντα καὶ μάτην καλεῖς. ἙΡΜΗ͂Σ: οἴμοι δὲ κωλῆς ἣν ἐγὼ κατήσθιον. ΚΑΡΊΩΝ: ἀσκωλίαζ᾽ ἐνταῦθα πρὸς τὴν αἰθρίαν. [1130] ἙΡΜΗ͂Σ: σπλάγχνων τε θερμῶν ὧν ἐγὼ κατήσθιον. ΚΑΡΊΩΝ: ὀδύνη σε περὶ τὰ σπλάγχν᾽ ἔοικέ τι στρέφειν. ἙΡΜΗ͂Σ: οἴμοι δὲ κύλικος ἴσον ἴσῳ κεκραμένης. ΚΑΡΊΩΝ: ταύτην ἐπιπιὼν ἀποτρέχων οὐκ ἂν φθάνοις. ἙΡΜΗ͂Σ: ἆρ᾽ ὠφελήσαις ἄν τι τὸν σαυτοῦ φίλον; [1135] ΚΑΡΊΩΝ: εἴ του δέει γ᾽ ὧν δυνατός εἰμί σ᾽ ὠφελεῖν. ἙΡΜΗ͂Σ: εἴ μοι πορίσας ἄρτον τιν᾽ εὖ πεπεμμένον δοίης καταφαγεῖν καὶ κρέας νεανικὸν ὧν θύεθ᾽ ὑμεῖς ἔνδον. ΚΑΡΊΩΝ: ἀλλ᾽ οὐκ ἐκφορά. ἙΡΜΗ͂Σ: καὶ μὴν ὁπότε τι σκευάριον τοῦ δεσπότου 1140 ὑφέλοι᾽, ἐγώ σε λανθάνειν ἐποίουν ἀεί. ΚΑΡΊΩΝ: ἐφ᾽ ᾧ τε μετέχειν καὐτὸς ὦ τοιχωρύχε. ἧκεν γὰρ ἄν σοι ναστὸς εὖ πεπεμμένος. ἙΡΜΗ͂Σ: ἔπειτα τοῦτόν γ᾽ αὐτὸς ἂν κατήσθιες. ΚΑΡΊΩΝ: οὐ γὰρ μετεῖχες τὰς ἴσας πληγὰς ἐμοί, 1145 ὁπότε τι ληφθείην πανουργήσας ἐγώ. ἙΡΜΗ͂Σ: μὴ μνησικακήσῃς, εἰ σὺ Φυλὴν κατέλαβες. ἀλλὰ ξύνοικον πρὸς θεῶν δέξασθέ με. ΚΑΡΊΩΝ: ἔπειτ᾽ ἀπολιπὼν τοὺς θεοὺς ἐνθάδε μενεῖς; ἙΡΜΗ͂Σ: τὰ γὰρ παρ᾽ ὑμῖν ἐστι βελτίω πολύ. [1150] ΚΑΡΊΩΝ: τί δέ; ταὐτομολεῖν ἀστεῖον εἶναί σοι δοκεῖ; ἙΡΜΗ͂Σ: πατρὶς γάρ ἐστι πᾶσ᾽ ἵν᾽ ἂν πράττῃ τις εὖ. ΚΑΡΊΩΝ: τί δῆτ᾽ ἂν εἴης ὄφελος ἡμῖν ἐνθάδ᾽ ὤν; ἙΡΜΗ͂Σ: παρὰ τὴν θύραν στροφαῖον ἱδρύσασθέ με. ΚΑΡΊΩΝ: στροφαῖον; ἀλλ᾽ οὐκ ἔργον ἔστ᾽ οὐδὲν στροφῶν. [1155] ἙΡΜΗ͂Σ: ἀλλ᾽ ἐμπολαῖον. ΚΑΡΊΩΝ: ἀλλὰ πλουτοῦμεν: τί οὖν Ἑρμῆν παλιγκάπηλον ἡμᾶς δεῖ τρέφειν; ἙΡΜΗ͂Σ: ἀλλὰ δόλιον τοίνυν. ΚΑΡΊΩΝ: δόλιον; ἥκιστά γε: οὐ γὰρ δόλου νῦν ἔργον, ἀλλ᾽ ἁπλῶν τρόπων. ἙΡΜΗ͂Σ: ἀλλ᾽ ἡγεμόνιον. ΚΑΡΊΩΝ: ἀλλ᾽ ὁ θεὸς ἤδη βλέπει, 1160 ὥσθ᾽ ἡγεμόνος οὐδὲν δεησόμεσθ᾽ ἔτι. ἙΡΜΗ͂Σ: ἐναγώνιος τοίνυν ἔσομαι. τί δῆτ᾽ ἐρεῖς; Πλούτῳ γάρ ἐστι τοῦτο συμφορώτατον ποιεῖν ἀγῶνας μουσικοὺς καὶ γυμνικούς. ΚΑΡΊΩΝ: ὡς ἀγαθόν ἐστ᾽ ἐπωνυμίας πολλὰς ἔχειν: 1165 οὗτος γὰρ ἐξηύρηκεν αὑτῷ βιότιον. οὐκ ἐτὸς ἅπαντες οἱ δικάζοντες θαμὰ σπεύδουσιν ἐν πολλοῖς γεγράφθαι γράμμασιν. ἙΡΜΗ͂Σ: οὐκοῦν ἐπὶ τούτοις εἰσίω; ΚΑΡΊΩΝ: καὶ πλῦνέ γε αὐτὸς προσελθὼν πρὸς τὸ φρέαρ τὰς κοιλίας, 1170 ἵν᾽ εὐθέως διακονικὸς εἶναι δοκῇς. ἹΕΡΕΎΣ: τίς ἂν φράσειε ποῦ ‘στι Χρεμύλος μοι σαφῶς; ΧΡΕΜΎΛΟΣ: τί δ᾽ ἔστιν ὦ βέλτιστε; ἹΕΡΕΎΣ: τί γὰρ ἀλλ᾽ ἢ κακῶς; ἀφ᾽ οὗ γὰρ ὁ Πλοῦτος οὗτος ἤρξατο βλέπειν, ἀπόλωλ᾽ ὑπὸ λιμοῦ. καταφαγεῖν γὰρ οὐκ ἔχω, 1175 καὶ ταῦτα τοῦ σωτῆρος ἱερεὺς ὢν Διός. ΧΡΕΜΎΛΟΣ: ἡ δ᾽ αἰτία τίς ἐστιν ὦ πρὸς τῶν θεῶν; ἹΕΡΕΎΣ: θύειν ἔτ᾽ οὐδεὶς ἀξιοῖ. ΧΡΕΜΎΛΟΣ: τίνος οὕνεκα; ἹΕΡΕΎΣ: ὅτι πάντες εἰσὶ πλούσιοι: καίτοι τότε, ὅτ᾽ εἶχον οὐδέν, ὁ μὲν ἂν ἥκων ἔμπορος 1180 ἔθυσεν ἱερεῖόν τι σωθείς, ὁ δέ τις ἂν δίκην ἀποφυγών, ὁ δ᾽ ἂν ἐκαλλιερεῖτό τις κἀμέ γ᾽ ἐκάλει τὸν ἱερέα: νῦν δ᾽ οὐδὲ εἷς θύει τὸ παράπαν οὐδὲν οὐδ᾽ εἰσέρχεται, πλὴν ἀποπατησόμενοί γε πλεῖν ἢ μύριοι. [1185] ΧΡΕΜΎΛΟΣ: οὔκουν τὰ νομιζόμενα σὺ τούτων λαμβάνεις; ἹΕΡΕΎΣ: τὸν οὖν Δία τὸν σωτῆρα καὐτός μοι δοκῶ χαίρειν ἐάσας ἐνθάδ᾽ αὐτοῦ καταμένειν. ΧΡΕΜΎΛΟΣ: θάρρει: καλῶς ἔσται γάρ, ἢν θεὸς θέλῃ. ὁ Ζεὺς ὁ σωτὴρ γὰρ πάρεστιν ἐνθάδε, 1190 αὐτόματος ἥκων. ἹΕΡΕΎΣ: πάντ᾽ ἀγαθὰ τοίνυν λέγεις. ΧΡΕΜΎΛΟΣ: ἱδρυσόμεθ᾽ οὖν αὐτίκα μάλ᾽, ἀλλὰ περίμενε τὸν Πλοῦτον, οὗπερ πρότερον ἦν ἱδρυμένος τὸν ὀπισθόδομον ἀεὶ φυλάττων τῆς θεοῦ. ἀλλ᾽ ἐκδότω τις δεῦρο δᾷδας ἡμμένας, 1195 ἵν᾽ ἔχων προηγῇ τῷ θεῷ σύ. ἹΕΡΕΎΣ: πάνυ μὲν οὖν δρᾶν ταῦτα χρή. ΧΡΕΜΎΛΟΣ: τὸν Πλοῦτον ἔξω τις κάλει. ΓΡΑΥ͂Σ: ἐγὼ δὲ τί ποιῶ; ΧΡΕΜΎΛΟΣ: τὰς χύτρας, αἷς τὸν θεὸν ἱδρυσόμεθα, λαβοῦσ᾽ ἐπὶ τῆς κεφαλῆς φέρε σεμνῶς: ἔχουσα δ᾽ ἦλθες αὐτὴ ποικίλα. [1200] ΓΡΑΥ͂Σ: ὧν δ᾽ οὕνεκ᾽ ἦλθον; ΧΡΕΜΎΛΟΣ: πάντα σοι πεπράξεται. ἥξει γὰρ ὁ νεανίσκος ὡς σ᾽ εἰς ἑσπέραν. ΓΡΑΥ͂Σ: ἀλλ᾽ εἴ γε μέντοι νὴ Δί᾽ ἐγγυᾷ σύ μοι ἥξειν ἐκεῖνον ὡς ἔμ᾽, οἴσω τὰς χύτρας. ΧΡΕΜΎΛΟΣ: καὶ μὴν πολὺ τῶν ἄλλων χυτρῶν τἀναντία 1205 αὗται ποιοῦσι: ταῖς μὲν ἄλλαις γὰρ χύτραις ἡ γραῦς ἔπεστ᾽ ἀνωτάτω, ταύτης δὲ νῦν τῆς γραὸς ἐπιπολῆς ἔπεισιν αἱ χύτραι. ΧΟΡΌΣ: οὐκ ἔτι τοίνυν εἰκὸς μέλλειν οὐδ᾽ ἡμᾶς, ἀλλ᾽ ἀναχωρεῖν ἐς τοὔπισθεν: δεῖ γὰρ κατόπιν τούτων ᾁδοντας ἕπεσθαι.