The Wasps — Aristophanes ======================== ΣΦΗΚΕΣ Translation/edition: Greek text Language: Ancient Greek Read in Plato Scroll: https://plato-scroll.com/s/arist-wasps/ This file: https://plato-scroll.com/text/arist-wasps-e.txt Other editions of this work: - Anonymous (Athenian Society, 1912): https://plato-scroll.com/text/arist-wasps.txt Sources and licences: https://plato-scroll.com/attribution.html Numbers in [brackets] are the edition's reference loci (Stephanus, Bekker, book.line, page...). Superscript numerals refer to the Notes at the end. ## ΣΦΗΚΕΣ ΣΩΣΊΑΣ: Οὗτος τί πάσχεις ὦ κακόδαιμον Ξανθία; ΞΑΝΘΊΑΣ: φυλακὴν καταλύειν νυκτερινὴν διδάσκομαι. ΣΩΣΊΑΣ: κακὸν ἆρα ταῖς πλευραῖς τι προὐφείλεις μέγα. ἆρ᾽ οἶσθά γ᾽ οἷον κνώδαλον φυλάττομεν; [5] ΞΑΝΘΊΑΣ: οἶδ᾽, ἀλλ᾽ ἐπιθυμῶ σμικρὸν ἀπομερμηρίσαι. ΣΩΣΊΑΣ: σὺ δ᾽ οὖν παρακινδύνευ᾽, ἐπεὶ καὐτοῦ γ᾽ ἐμοῦ κατὰ τοῖν κόραιν ὕπνου τι καταχεῖται γλυκύ. ΞΑΝΘΊΑΣ: ἀλλ᾽ ἦ παραφρονεῖς ἐτεὸν ἢ κορυβαντιᾷς; ΣΩΣΊΑΣ: οὔκ, ἀλλ᾽ ὕπνος μ᾽ ἔχει τις ἐκ Σαβαζίου. [10] ΞΑΝΘΊΑΣ: τὸν αὐτὸν ἄρ᾽ ἐμοὶ βουκολεῖς Σαβάζιον. κἀμοὶ γὰρ ἀρτίως ἐπεστρατεύσατο Μῆδός τις ἐπὶ τὰ βλέφαρα νυστακτὴς ὕπνος: καὶ δῆτ᾽ ὄναρ θαυμαστὸν εἶδον ἀρτίως. ΣΩΣΊΑΣ: κἄγωγ᾽ ἀληθῶς οἷον οὐδεπώποτε. 15 ἀτὰρ σὺ λέξον πρότερος. ΞΑΝΘΊΑΣ: ἐδόκουν αἰετὸν καταπτόμενον ἐς τὴν ἀγορὰν μέγαν πάνυ ἀναρπάσαντα τοῖς ὄνυξιν ἀσπίδα φέρειν ἐπίχαλκον ἀνεκὰς ἐς τὸν οὐρανόν, κἄπειτα ταύτην ἀποβαλεῖν Κλεώνυμον. [20] ΣΩΣΊΑΣ: οὐδὲν ἄρα γρίφου διαφέρει Κλεώνυμος. ΞΑΝΘΊΑΣ: πῶς δή; ΣΩΣΊΑΣ: προσερεῖ τις τοῖσι συμπόταις, λέγων ‘τί ταὐτὸν ἐν γῇ τ᾽ ἀπέβαλεν κἀν οὐρανῷ κἀν τῇ θαλάττῃ θηρίον τὴν ἀσπίδα;’ ΞΑΝΘΊΑΣ: οἴμοι τί δῆτά μοι κακὸν γενήσεται 25 ἰδόντι τοιοῦτον ἐνύπνιον; ΣΩΣΊΑΣ: μὴ φροντίσῃς. οὐδὲν γὰρ ἔσται δεινὸν οὐ μὰ τοὺς θεούς. ΞΑΝΘΊΑΣ: δεινόν γέ ποὔστ᾽ ἄνθρωπος ἀποβαλὼν ὅπλα. ἀτὰρ σὺ τὸ σὸν αὖ λέξον. ΣΩΣΊΑΣ: ἀλλ᾽ ἐστὶν μέγα. περὶ τῆς πόλεως γάρ ἐστι τοῦ σκάφους ὅλου. [30] ΞΑΝΘΊΑΣ: λέγε νυν ἀνύσας τι τὴν τρόπιν τοῦ πράγματος. ΣΩΣΊΑΣ: ἔδοξέ μοι περὶ πρῶτον ὕπνον ἐν τῇ πυκνὶ ἐκκλησιάζειν πρόβατα συγκαθήμενα, βακτηρίας ἔχοντα καὶ τριβώνια: κἄπειτα τούτοις τοῖς προβάτοισι μοὐδόκει 35 δημηγορεῖν φάλαινα πανδοκεύτρια, ἔχουσα φωνὴν ἐμπεπρησμένης ὑός. ΞΑΝΘΊΑΣ: αἰβοῖ. ΣΩΣΊΑΣ: τί ἔστι; ΞΑΝΘΊΑΣ: παῦε παῦε, μὴ λέγε: ὄζει κάκιστον τοὐνύπνιον βύρσης σαπρᾶς. ΣΩΣΊΑΣ: εἶθ᾽ ἡ μιαρὰ φάλαιν᾽ ἔχουσα τρυτάνην 40 ἵστη βόειον δημόν. ΞΑΝΘΊΑΣ: οἴμοι δείλαιος: τὸν δῆμον ἡμῶν βούλεται διιστάναι. ΣΩΣΊΑΣ: ἐδόκει δέ μοι Θέωρος αὐτῆς πλησίον χαμαὶ καθῆσθαι τὴν κεφαλὴν κόρακος ἔχων. εἶτ᾽ Ἀλκιβιάδης εἶπε πρός με τραυλίσας, 45 ‘ὁλᾷς; Θέωλος τὴν κεφαλὴν κόλακος ἔχει.’ ΞΑΝΘΊΑΣ: ὀρθῶς γε τοῦτ᾽ Ἀλκιβιάδης ἐτραύλισεν. ΣΩΣΊΑΣ: οὔκουν ἐκεῖν᾽ ἀλλόκοτον, ὁ Θέωρος κόραξ γιγνόμενος; ΞΑΝΘΊΑΣ: ἥκιστ᾽, ἀλλ᾽ ἄριστον. ΣΩΣΊΑΣ: πῶς; ΞΑΝΘΊΑΣ: ὅπως; ἄνθρωπος ὢν εἶτ᾽ ἐγένετ᾽ ἐξαίφνης κόραξ: 50 οὔκουν ἐναργὲς τοῦτο συμβαλεῖν, ὅτι ἀρθεὶς ἀφ᾽ ἡμῶν ἐς κόρακας οἰχήσεται; ΣΩΣΊΑΣ: εἶτ᾽ οὐκ ἐγὼ δοὺς δύ᾽ ὀβολὼ μισθώσομαι οὕτως ὑποκρινόμενον σοφῶς ὀνείρατα; ΞΑΝΘΊΑΣ: φέρε νυν κατείπω τοῖς θεαταῖς τὸν λόγον, 55 ὀλίγ᾽ ἄτθ᾽ ὑπειπὼν πρῶτον αὐτοῖσιν ταδί, μηδὲν παρ᾽ ἡμῶν προσδοκᾶν λίαν μέγα, μηδ᾽ αὖ γέλωτα Μεγαρόθεν κεκλεμμένον. ἡμῖν γὰρ οὐκ ἔστ᾽ οὔτε κάρυ᾽ ἐκ φορμίδος δούλω διαρριπτοῦντε τοῖς θεωμένοις, 60 οὔθ᾽ Ἡρακλῆς τὸ δεῖπνον ἐξαπατώμενος, οὐδ᾽ αὖθις ἀνασελγαινόμενος Εὐριπίδης: οὐδ᾽ εἰ Κλέων γ᾽ ἔλαμψε τῆς τύχης χάριν, αὖθις τὸν αὐτὸν ἄνδρα μυττωτεύσομεν. ἀλλ᾽ ἔστιν ἡμῖν λογίδιον γνώμην ἔχον, 65 ὑμῶν μὲν αὐτῶν οὐχὶ δεξιώτερον, κωμῳδίας δὲ φορτικῆς σοφώτερον. ἔστιν γὰρ ἡμῖν δεσπότης ἐκεινοσὶ ἅνω καθεύδων, ὁ μέγας, οὑπὶ τοῦ τέγους. οὗτος φυλάττειν τὸν πατέρ᾽ ἐπέταξε νῷν, 70 ἔνδον καθείρξας, ἵνα θύραζε μὴ ‘ξίῃ. νόσον γὰρ ὁ πατὴρ ἀλλόκοτον αὐτοῦ νοσεῖ, ἣν οὐδ᾽ ἂν εἷς γνοίη ποτ᾽ οὐδ᾽ ἂν ξυμβάλοι εἰ μὴ πύθοιθ᾽ ἡμῶν: ἐπεὶ τοπάζετε. Ἀμυνίας μὲν ὁ Προνάπους φήσ᾽ οὑτοσὶ 75 εἶναι φιλόκυβον αὐτόν: ἀλλ᾽ οὐδὲν λέγει. ΣΩΣΊΑΣ: μὰ Δί᾽, ἀλλ᾽ ἀφ᾽ αὑτοῦ τὴν νόσον τεκμαίρεται. ΞΑΝΘΊΑΣ: οὔκ, ἀλλὰ ‘φιλο’ μέν ἐστιν ἀρχὴ τοῦ κακοῦ. ὁδὶ δέ φησι Σωσίας πρὸς Δερκύλον εἶναι φιλοπότην αὐτόν. ΣΩΣΊΑΣ: οὐδαμῶς γ᾽, ἐπεὶ 80 αὕτη γε χρηστῶν ἐστιν ἀνδρῶν ἡ νόσος. ΞΑΝΘΊΑΣ: Νικόστρατος δ᾽ αὖ φησιν ὁ Σκαμβωνίδης εἶναι φιλοθύτην αὐτὸν ἢ φιλόξενον. ΣΩΣΊΑΣ: μὰ τὸν κύν᾽ ὦ Νικόστρατ᾽ οὐ φιλόξενος, ἐπεὶ καταπύγων ἐστὶν ὅ γε Φιλόξενος. [85] ΞΑΝΘΊΑΣ: ἄλλως φλυαρεῖτ᾽: οὐ γὰρ ἐξευρήσετε. εἰ δὴ ‘πιθυμεῖτ᾽ εἰδέναι, σιγᾶτε νῦν. φράσω γὰρ ἤδη τὴν νόσον τοῦ δεσπότου. φιληλιαστής ἐστιν ὡς οὐδεὶς ἀνήρ, ἐρᾷ τε τούτου, τοῦ δικάζειν, καὶ στένει 90 ἢν μὴ ‘πὶ τοῦ πρώτου καθίζηται ξύλου. ὕπνου δ᾽ ὁρᾷ τῆς νυκτὸς οὐδὲ πασπάλην. ἢν δ᾽ οὖν καταμύσῃ κἂν ἄχνην, ὅμως ἐκεῖ ὁ νοῦς πέτεται τὴν νύκτα περὶ τὴν κλεψύδραν. ὑπὸ τοῦ δὲ τὴν ψῆφόν γ᾽ ἔχειν εἰωθέναι 95 τοὺς τρεῖς ξυνέχων τῶν δακτύλων ἀνίσταται, ὥσπερ λιβανωτὸν ἐπιτιθεὶς νουμηνίᾳ. καὶ νὴ Δί᾽ ἢν ἴδῃ γέ που γεγραμμένον υἱὸν Πυριλάμπους ἐν θύρᾳ Δῆμον καλόν, ἰὼν παρέγραψε πλησίον ‘κημὸς καλός.’ 100 τὸν ἀλεκτρυόνα δ᾽, ὃς ᾖδ᾽ ἀφ᾽ ἑσπέρας, ἔφη ὄψ᾽ ἐξεγείρειν αὐτὸν ἀναπεπεισμένον, παρὰ τῶν ὑπευθύνων ἔχοντα χρήματα. εὐθὺς δ᾽ ἀπὸ δορπηστοῦ κέκραγεν ἐμβάδας, κἄπειτ᾽ ἐκεῖσ᾽ ἐλθὼν προκαθεύδει πρῲ πάνυ, 105 ὥσπερ λεπὰς προσεχόμενος τῷ κίονι. ὑπὸ δυσκολίας δ᾽ ἅπασι τιμῶν τὴν μακρὰν ὥσπερ μέλιττ᾽ ἢ βομβυλιὸς εἰσέρχεται ὑπὸ τοῖς ὄνυξι κηρὸν ἀναπεπλασμένος. ψήφων δὲ δείσας μὴ δεηθείη ποτέ, 110 ἵν᾽ ἔχοι δικάζειν, αἰγιαλὸν ἔνδον τρέφει. τοιαῦτ᾽ ἀλύει: νουθετούμενος δ᾽ ἀεὶ μᾶλλον δικάζει. τοῦτον οὖν φυλάττομεν μοχλοῖσιν ἐνδήσαντες, ὡς ἂν μὴ ‘ξίῃ. ὁ γὰρ υἱὸς αὐτοῦ τὴν νόσον βαρέως φέρει. 115 καὶ πρῶτα μὲν λόγοισι παραμυθούμενος ἀνέπειθεν αὐτὸν μὴ φορεῖν τριβώνιον μηδ᾽ ἐξιέναι θύραζ᾽, ὁ δ᾽ οὐκ ἐπείθετο. εἶτ᾽ αὐτὸν ἀπέλου κἀκάθαιρ᾽, ὁ δ᾽ οὐ μάλα. μετὰ τοῦτ᾽ ἐκορυβάντιζ᾽, ὁ δ᾽ αὐτῷ τυμπάνῳ 120 ᾁξας ἐδίκαζεν ἐς τὸ καινὸν ἐμπεσών. ὅτε δῆτα ταύταις ταῖς τελεταῖς οὐκ ὠφέλει, διέπλευσεν εἰς Αἴγιναν, εἶτα ξυλλαβὼν νύκτωρ κατέκλινεν αὐτὸν εἰς Ἀσκληπιοῦ, ὁ δ᾽ ἀνεφάνη κνεφαῖος ἐπὶ τῇ κιγκλίδι. 125 ἐντεῦθεν οὐκέτ᾽ αὐτὸν ἐξεφρίεμεν, ὁ δ᾽ ἐξεδίδρασκε διά τε τῶν ὑδρορροῶν καὶ τῶν ὀπῶν: ἡμεῖς δ᾽ ὅσ᾽ ἦν τετρημένα ἐνεβύσαμεν ῥακίοισι κἀπακτώσαμεν, ὁ δ᾽ ὡσπερεὶ κολοιὸς αὑτῷ παττάλους 130 ἐνέκρουεν ἐς τὸν τοῖχον, εἶτ᾽ ἐξήλλετο. ἡμεῖς δὲ τὴν αὐλὴν ἅπασαν δικτύοις καταπετάσαντες ἐν κύκλῳ φυλάττομεν. ἔστιν δ᾽ ὄνομα τῷ μὲν γέροντι Φιλοκλέων ναὶ μὰ Δία, τῷ δ᾽ υἱεῖ γε τῳδὶ Βδελυκλέων, 135 ἔχων τρόπους φρυαγμοσεμνάκους τίνας. Βδελυκλέων ΞΑΝΘΊΑΣ: ὦ Ξανθία καὶ Σωσία, καθεύδετε; ΞΑΝΘΊΑΣ: οἴμοι. ΣΩΣΊΑΣ: τί ἔστι; ΞΑΝΘΊΑΣ: Βδελυκλέων ἀνίσταται. ΒΔΕΛΥΚΛΈΩΝ: οὐ περιδραμεῖται σφῷν ταχέως δεῦρ᾽ ἅτερος; ὁ γὰρ πατὴρ ἐς τὸν ἰπνὸν εἰσελήλυθε 140 καὶ μυσπολεῖ τι καταδεδυκώς. ἀλλ᾽ ἄθρει κατὰ τῆς πυέλου τὸ τρῆμ᾽ ὅπως μὴ ‘κδύσεται: σὺ δὲ τῇ θύρᾳ πρόσκεισο. ΣΩΣΊΑΣ: ταῦτ᾽ ὦ δέσποτα. ΒΔΕΛΥΚΛΈΩΝ: ἄναξ Πόσειδον τί ποτ᾽ ἄρ᾽ ἡ κάπνη ψοφεῖ; οὗτος τίς εἶ σύ; ΦΙΛΟΚΛΈΩΝ: καπνὸς ἔγωγ᾽ ἐξέρχομαι. [145] ΒΔΕΛΥΚΛΈΩΝ: καπνός; φέρ᾽ ἴδω ξύλου τίνος σύ. ΦΙΛΟΚΛΈΩΝ: συκίνου. ΒΔΕΛΥΚΛΈΩΝ: νὴ τὸν Δί᾽ ὅσπερ γ᾽ ἐστὶ δριμύτατος καπνῶν. ἀτὰρ οὐκέτ᾽ ἐρρήσεις γε, ποῦ ‘σθ᾽ ἡ τηλία; δύου πάλιν: φέρ᾽ ἐπαναθῶ σοι καὶ ξύλον. ἐνταῦθά νυν ζήτει τιν᾽ ἀλλην μηχανήν. 150 ἀτὰρ ἄθλιός γ᾽ εἴιμ᾽ ὡς ἕτερός γ᾽ οὐδεὶς ἀνήρ, ὅστις πατρὸς νυνὶ Καπνίου κεκλήσομαι. ΣΩΣΊΑΣ: ὅδε τὴν θύραν ὠθεῖ: ΒΔΕΛΥΚΛΈΩΝ: πιέζέ νυν σφόδρα, εὖ κἀνδρικῶς: κἀγὼ γὰρ ἐνταῦθ᾽ ἔρχομαι. καὶ τῆς κατακλῇδος ἐπιμελοῦ, καὶ τοῦ μοχλοῦ 155 φύλατθ᾽ ὅπως μὴ τὴν βάλανον ἐκτρώξεται. ΦΙΛΟΚΛΈΩΝ: τί δράσετ᾽; οὐκ ἐκφρήσετ᾽ ὦ μιαρώτατοι δικάσοντά μ᾽, ἀλλ᾽ ἐκφεύξεται Δρακοντίδης; ΒΔΕΛΥΚΛΈΩΝ: σὺ δὲ τοῦτο βαρέως ἂν φέροις; ΦΙΛΟΚΛΈΩΝ: ὁ γὰρ θεὸς μαντευομένῳ μοὔχρησεν ἐν Δελφοῖς ποτέ, 160 ὅταν τις ἐκφύγῃ μ᾽ ἀποσκλῆναι τότε. ΒΔΕΛΥΚΛΈΩΝ: Ἄπολλον ἀποτρόπαιε τοῦ μαντεύματος. ΦΙΛΟΚΛΈΩΝ: ἴθ᾽ ἀντιβολῶ σ᾽ ἔκφρες με, μὴ διαρραγῶ. ΒΔΕΛΥΚΛΈΩΝ: μὰ τὸν Ποσειδῶ Φιλοκλέων οὐδέποτέ γε. ΦΙΛΟΚΛΈΩΝ: διατρώξομαι τοίνυν ὀδὰξ τὸ δίκτυον. [165] ΒΔΕΛΥΚΛΈΩΝ: ἀλλ᾽ οὐκ ἔχεις ὀδόντας. ΦΙΛΟΚΛΈΩΝ: οἴμοι δείλαιος: τῶς ἄν σ᾽ ἀποκτείναιμι; πῶς; δότε μοι ξίφος ὅπως τάχιστ᾽, ἢ πινάκιον τιμητικόν. ΒΔΕΛΥΚΛΈΩΝ: ἅνθρωπος οὗτος μέγα τι δρασείει κακόν. ΦΙΛΟΚΛΈΩΝ: μὰ τὸν Δί᾽ οὐ δῆτ᾽, ἀλλ᾽ ἀποδόσθαι βούλομαι 170 τὸν ὄνον ἄγων αὐτοῖσι τοῖς κανθηλίοις: νουμηνία γάρ ἐστιν. ΒΔΕΛΥΚΛΈΩΝ: οὔκουν κἂν ἐγὼ αὐτὸν ἀποδοίμην δῆτ᾽ ἄν; ΦΙΛΟΚΛΈΩΝ: οὐχ ὥσπερ γ᾽ ἐγώ. ΒΔΕΛΥΚΛΈΩΝ: μὰ Δί᾽ ἀλλ᾽ ἄμεινον. ΦΙΛΟΚΛΈΩΝ: ἀλλὰ τὸν ὄνον ἔξαγε. ΣΩΣΊΑΣ: οἵαν πρόφασιν καθῆκεν, ὡς εἰρωνικῶς, 175 ἵν᾽ αὐτὸν ἐκπέμψειας. ΒΔΕΛΥΚΛΈΩΝ: ἀλλ᾽ οὐκ ἔσπασεν ταύτῃ γ᾽: ἐγὼ γὰρ ᾐσθόμην τεχνωμένου. ἀλλ᾽ εἰσιών μοι τὸν ὄνον ἐξάγειν δοκῶ ὅπως ἂν ὁ γέρων μηδὲ παρακύψῃ πάλιν. κάνθων τί κλάεις; ὅτι πεπράσει τήμερον; 180 βάδιζε θᾶττον. τί στένεις, εἰ μὴ φέρεις Ὀδυσσέα τιν᾽; ΣΩΣΊΑΣ: ἀλλὰ ναὶ μὰ Δία φέρει κάτω γε τουτονί τιν᾽ ὑποδεδυκότα. ΒΔΕΛΥΚΛΈΩΝ: ποῖον; φέρ᾽ ἴδωμαι τουτονί. τουτὶ τί ἦν; τίς εἶ ποτ᾽ ὦνθρωπ᾽ ἐτεόν; ΦΙΛΟΚΛΈΩΝ: Οὖτις νὴ Δία. [185] ΒΔΕΛΥΚΛΈΩΝ: Οὖτις σύ; ποδαπός; ΦΙΛΟΚΛΈΩΝ: Ἴθακος Ἀποδρασιππίδου. ΒΔΕΛΥΚΛΈΩΝ: Οὖτις μὰ τὸν Δί᾽ οὔτι χαιρήσων γε σύ. ὕφελκε θᾶττον αὐτόν. ὦ μιαρώτατος ἵν᾽ ὑποδέδυκεν: ὥστ᾽ ἔμοιγ᾽ ἰνδάλλεται ὁμοιότατος κλητῆρος εἶναι πωλίῳ. [190] ΦΙΛΟΚΛΈΩΝ: εἰ μή μ᾽ ἐάσεθ᾽ ἥσυχον, μαχούμεθα. ΒΔΕΛΥΚΛΈΩΝ: περὶ τοῦ μαχεῖ νῷν δῆτα; ΦΙΛΟΚΛΈΩΝ: περὶ ὄνου σκιᾶς. ΒΔΕΛΥΚΛΈΩΝ: πονηρὸς εἶ πόρρω τέχνης καὶ παράβολος. ΦΙΛΟΚΛΈΩΝ: ἐγὼ πονηρός; οὐ μὰ Δί᾽ ἀλλ᾽ οὐκ οἶσθα σὺ νῦν μ᾽ ὄντ᾽ ἄριστον: ἀλλ᾽ ἴσως, ὅταν φάγῃς 195 ὑπογάστριον γέροντος ἡλιαστικοῦ. ΒΔΕΛΥΚΛΈΩΝ: ὤθει τὸν ὄνον καὶ σαυτὸν ἐς τὴν οἰκίαν. ΦΙΛΟΚΛΈΩΝ: ὦ ξυνδικασταὶ καὶ Κλέων ἀμύνατε. ΒΔΕΛΥΚΛΈΩΝ: ἔνδον κέκραχθι τῆς θύρας κεκλῃμένης. ὤθει σὺ πολλοὺς τῶν λίθων πρὸς τὴν θύραν, 200 καὶ τὴν βάλανον ἔμβαλλε πάλιν ἐς τὸν μοχλόν, καὶ τῇ δοκῷ προσθεὶς τὸν ὅλμον τὸν μέγαν ἀνύσας τι προσκύλισον. ΣΩΣΊΑΣ: οἴμοι δείλαιος: πόθεν ποτ᾽ ἐμπέπτωκέ μοι τὸ βωλίον; ΒΔΕΛΥΚΛΈΩΝ: ἴσως ἄνωθεν μῦς ἐνέβαλέ σοί ποθεν. [205] ΣΩΣΊΑΣ: μῦς; οὐ μὰ Δί᾽ ἀλλ᾽ ὑποδυόμενός τις οὑτοσὶ ὑπὸ τῶν κεραμίδων ἡλιαστὴς ὀροφίας. ΒΔΕΛΥΚΛΈΩΝ: οἴμοι κακοδαίμων, στροῦθος ἁνὴρ γίγνεται: ἐκπτήσεται. ποῦ ποῦ ‘στί μοι τὸ δίκτυον; σοῦ σοῦ, πάλιν σοῦ. νὴ Δί᾽ ἦ μοι κρεῖττον ἦν 210 τηρεῖν Σκιώνην ἀντὶ τούτου τοῦ πατρός. ΣΩΣΊΑΣ: ἄγε νυν, ἐπειδὴ τουτονὶ σεσοβήκαμεν, κοὐκ ἔσθ᾽ ὅπως διαδὺς ἂν ἡμᾶς ἔτι λάθοι, τί οὐκ ἀπεκοιμήθημεν ὅσον ὅσον στίλην; ΒΔΕΛΥΚΛΈΩΝ: ἀλλ᾽ ὦ πόνηρ᾽ ἥξουσιν ὀλίγον ὕστερον 215 οἱ ξυνδικασταὶ παρακαλοῦντες τουτονὶ τὸν πατέρα. ΣΩΣΊΑΣ: τίλέγεις; ἀλλὰ νῦν γ᾽ ὄρθρος βαθύς. ΒΔΕΛΥΚΛΈΩΝ: νὴ τὸν Δί᾽, ὀψὲ γοῦν ἀνεστήκασι νῦν. ὡς ἀπὸ μέσων νυκτῶν γε παρακαλοῦσ᾽ ἀεί, λύχνους ἔχοντες καὶ μινυρίζοντες μέλη 220 ἀρχαῖα μελισιδωνοφρυνιχήρατα, οἷς ἐκκαλοῦνται τοῦτον. ΣΩΣΊΑΣ: οὐκοῦν, ἢν δέῃ, ἤδη ποτ᾽ αὐτοὺς τοῖς λίθοις βαλλήσομεν. ΒΔΕΛΥΚΛΈΩΝ: ἀλλ᾽ ὦ πόνηρε τὸ γένος ἤν τις ὀργίσῃ τὸ τῶν γερόντων, ἔσθ᾽ ὅμοιον σφηκιᾷ. 225 ἔχουσι γὰρ καὶ κέντρον ἐκ τῆς ὀσφύος ὀξύτατον, ᾧ κεντοῦσι, καὶ κεκραγότες πηδῶσι καὶ βάλλουσιν ὥσπερ φέψαλοι. ΣΩΣΊΑΣ: μὴ φροντίσῃς: ἐὰν ἐγὼ λίθους ἔχω, πολλῶν δικαστῶν σφηκιὰν διασκεδῶ. [230] ΧΟΡΌΣ: χώρει πρόβαιν᾽ ἐρρωμένως. ὦ Κωμία βραδύνεις. μὰ τὸν Δί᾽ οὐ μέντοι πρὸ τοῦ γ᾽, ἀλλ᾽ ἦσθ᾽ ἱμὰς κύνειος: νυνὶ δὲ κρείττων ἐστί σου Χαρινάδης βαδίζειν. ὦ Στρυμόδωρε Κονθυλεῦ, βέλτιστε συνδικαστῶν, Εὐεργίδης ἆρ᾽ ἐστί που ‘νταῦθ᾽ ἢ Χάβης ὁ Φλυεύς; 235 πάρεσθ᾽ ὃ δὴ λοιπόν γ᾽ ἔτ᾽ ἐστίν, ἀππαπαῖ παπαιάξ, ἥβης ἐκείνης ἡνίκ᾽ ἐν Βυζαντίῳ ξυνῆμεν φρουροῦντ᾽ ἐγώ τε καὶ σύ: κᾆτα περιπατοῦντε νύκτωρ τῆς ἀρτοπώλιδος λαθόντ᾽ ἐκλέψαμεν τὸν ὅλμον, κᾆθ᾽ ἥψομεν τοῦ κορκόρου κατασχίσαντες αὐτόν. 240 ἀλλ᾽ ἐγκονῶμεν ὦνδρες, ὡς ἔσται Λάχητι νυνί: σίμβλον δέ φασι χρημάτων ἔχειν ἅπαντες αὐτόν. χθὲς οὖν Κλέων ὁ κηδεμὼν ἡμῖν ἐφεῖτ᾽ ἐν ὥρᾳ ἥκειν ἔχοντας ἡμερῶν ὀργὴν τριῶν πονηρὰν ἐπ᾽ αὐτόν, ὡς κολωμένους ὧν ἠδίκησεν. ἀλλὰ 245 σπεύδωμεν ὦνδρες ἥλικες πρὶν ἡμέραν γενέσθαι. χωρῶμεν ἅμα τε τῷ λύχνῳ πάντῃ διασκοπῶμεν, μή που λίθος τις ἐμποδὼν ἡμᾶς κακόν τι δράσῃ. ΠΑΊΣ: τὸν πηλὸν ὦ πάτερ πάτερ τουτονὶ φύλαξαι. ΧΟΡΌΣ: κάρφος χαμᾶθέν νυν λαβὼν τὸν λύχνον πρόμυξον. [250] ΠΑΊΣ: οὔκ, ἀλλὰ τῳδί μοι δοκῶ τὸν λύχνον προβύσειν. ΧΟΡΌΣ: τί δὴ μαθὼν τῷ δακτύλῳ τὴν θρυαλλίδ᾽ ὠθεῖς, καὶ ταῦτα τοὐλαίου σπανίζοντος ὦνόητε; οὐ γὰρ δάκνει σ᾽, ὅταν δέῃ τίμιον πρίασθαι. ΠΑΊΣ: εἰ νὴ Δί᾽ αὖθις κονδύλοις νουθετήσεθ᾽ ἡμᾶς, 255 ἀποσβέσαντες τοὺς λύχνους ἄπιμεν οἴκαδ᾽ αὐτοί: κἄπειτ᾽ ἴσως ἐν τῷ σκότῳ τουτουὶ στερηθεὶς τὸν πηλὸν ὥσπερ ἀτταγᾶς τυρβάσεις βαδίζων. ΧΟΡΌΣ: ἦ μὴν ἐγὼ σοῦ χἀτέρους μείζονας κολάζω. ἀλλ᾽ οὑτοσί μοι βόρβορος φαίνεται πατοῦντι: 260 κοὐκ ἔσθ᾽ ὅπως οὐχ ἡμερῶν τεττάρων τὸ πλεῖστον ὕδωρ ἀναγκαίως ἔχει τὸν θεὸν ποιῆσαι. ἔπεισι γοῦν τοῖσιν λύχνοις οὑτοιὶ μύκητες: φιλεῖ δ᾽, ὅταν τοῦτ᾽ ᾖ, ποιεῖν ὑετὸν μάλιστα. δεῖται δὲ καὶ τῶν καρπίμων ἅττα μή ‘στι πρῷα 265 ὕδωρ γενέσθαι κἀπιπνεῦσαι βόρειον αὐτοῖς. τί χρῆμ᾽ ἄρ᾽ οὑκ τῆς οἰκίας τῆσδε συνδικαστὴς πέπονθεν, ὡς οὐ φαίνεται δεῦρο πρὸς τὸ πλῆθος; οὐ μὴν πρὸ τοῦ γ᾽ ἐφολκὸς ἦν, ἀλλὰ πρῶτος ἡμῶν ἡγεῖτ᾽ ἂν ᾁδων Φρυνίχου: καὶ γάρ ἐστιν ἁνὴρ 270 φιλῳδός. ἀλλά μοι δοκεῖ στάντας ἐνθάδ᾽ ὦνδρες ᾁδοντας αὐτὸν ἐκκαλεῖν, ἤν τί πως ἀκούσας τοὐμοῦ μέλους ὑφ᾽ ἡδονῆς ἑρπύσῃ θύραζε. ΧΟΡΌΣ: τί ποτ᾽ οὐ πρὸ θυρῶν φαίνετ᾽ ἄρ᾽ ἡμῖν ὁ γέρων οὐδ᾽ ὑπακούει; μῶν ἀπολώλεκε τὰς 275 ἐμβάδας, ἢ προσέκοψ᾽ ἐν τῷ σκότῳ τὸν δάκτυλόν που, εἶτ᾽ ἐφλέγμηνεν αὐτοῦ τὸ σφυρὸν γέροντος ὄντος; καὶ τάχ᾽ ἂν βουβωνιῴη. ἦ μὴν πολὺ δριμύτατός γ᾽ ἦν τῶν παρ᾽ ἡμῖν, καὶ μόνος οὐκ ἂν ἐπείθετ᾽, ἀλλ᾽ ὁπότ᾽ ἀντιβολοίη τις, κάτω κύπτων ἂν οὕτω 280 ‘λίθον ἕψεις,’ ἔλεγεν. Χορός ΧΟΡΌΣ: τάχα δ᾽ ἂν διὰ τὸν χθιζινὸν ἄνθρωπον, ὃς ἡμᾶς διεδύετ᾽ ἐξαπατῶν καὶ λέγων ὡς φιλαθήναιος ἦν καὶ τἀν Σάμῳ πρῶτος κατείποι, διὰ τοῦτ᾽ ὀδυνηθεὶς εἶτ᾽ ἴσως κεῖται πυρέττων. 285 ἔστι γὰρ τοιοῦτος ἁνήρ. ἀλλ᾽ ὦγάθ᾽ ἀνίστασο μηδ᾽ οὕτω σεαυτὸν ἔσθιε μηδ᾽ ἀγανάκτει. καὶ γὰρ ἀνὴρ παχὺς ἥκει τῶν προδόντων τἀπὶ Θρᾴκης: ὃν ὅπως ἐγχυτριεῖς. 290 ὕπαγ᾽ ὦ παῖ ὕπαγε. Παίς ΧΟΡΌΣ: ἐθελήσεις τί μοι οὖν ὦ πάτερ, ἤν σού τι δεηθῶ; ΧΟΡΌΣ: πάνυ γ᾽ ὦ παιδίον. ἀλλ᾽ εἰπέ, τί βούλει με πρίασθαι 295 καλόν; οἶμαι δέ σ᾽ ἐρεῖν ἀστραγάλους δήπουθεν ὦ παῖ. ΠΑΊΣ: μὰ Δί᾽ ἀλλ᾽ ἰσχάδας ὦ παππία: ἥδιον γάρ. ΧΟΡΌΣ: οὐκ ἂν μὰ Δί᾽, εἰ κρέμαισθέ γ᾽ ὑμεῖς. ΠΑΊΣ: μὰ Δί᾽ οὔ τἄρα προπέμψω σε τὸ λοιπόν. [300] ΧΟΡΌΣ: ἀπὸ γὰρ τοῦδέ με τοῦ μισθαρίου τρίτον αὐτὸν ἔχειν ἄλφιτα δεῖ καὶ ξύλα κὤψον: ἒ ἔ. σὺ δὲ σῦκά μ᾽ αἰτεῖς. ΠΑΊΣ: ἄγε νυν ὦ πάτερ ἢν μὴ τὸ δικαστήριον ἅρχων 305 καθίσῃ νῦν, πόθεν ὠνησόμεθ᾽ ἄριστον; ἔχεις ἐλπίδα χρηστήν τινα νῷν ἢ πόρον Ἕλλας ἱρὸν εὑρεῖν; ΧΟΡΌΣ: ἀπαπαῖ φεῦ, ἀπαπαῖ φεῦ, 310 μὰ Δί᾽ οὐκ ἔγωγε νῷν οἶδ᾽ ὁπόθεν γε δεῖπνον ἔσται. ΠΑΊΣ: τί με δῆτ᾽ ὦ μελέα μῆτερ ἔτικτες; ΧΟΡΌΣ: ἵν᾽ ἐμοὶ πράγματα βόσκειν παρέχῃς. ΠΑΊΣ: ἀνόνητον ἄρ᾽ ὦ θυλάκιόν σ᾽ εἶχον ἄγαλμα. 315 ἒ ἔ. πάρα νῷν στενάζειν. ΦΙΛΟΚΛΈΩΝ: φίλοι, τήκομαι μὲν πάλαι διὰ τῆς ὀπῆς ὑμῶν ὑπακούων. ἀλλὰ γὰρ οὐχ οἷός τ᾽ εἴμ᾽ ᾁδειν. τί ποιήσω; τηροῦμαι δ᾽ ὑπὸ τῶνδ᾽, ἐπεὶ 320 βούλομαί γε πάλαι μεθ᾽ ὑμῶν ἐλθὼν ἐπὶ τοὺς καδίσκους κακόν τι ποιῆσαι. ἀλλ᾽ ὦ Ζεῦ Ζεῦ μέγα βροντήσας ἤ με ποίησον καπνὸν ἐξαίφνης 325 ἢ Προξενίδην ἢ τὸν Σέλλου τοῦτον τὸν ψευδαμάμαξυν. τόλμησον ἄναξ χαρίσασθαί μοι, πάθος οἰκτίρας: ἤ με κεραυνῷ διατινθαλέῳ σπόδισον ταχέως, 330 κἄπειτ᾽ ἀνελών μ᾽ ἀποφυσήσας εἰς ὀξάλμην ἔμβαλε θερμήν: ἢ δῆτα λίθον με ποίησον ἐφ᾽ οὗ τὰς χοιρίνας ἀριθμοῦσι. Χορός ΦΙΛΟΚΛΈΩΝ: τίς γάρ ἐσθ᾽ ὁ ταῦτά σ᾽ εἵργων 335 κἀποκλῄων τῇ θύρᾳ; λέξον: πρὸς εὔνους γὰρ φράσεις. Φιλοκλέων ΦΙΛΟΚΛΈΩΝ: οὑμὸς υἱός. ἀλλὰ μὴ βοᾶτε: καὶ γὰρ τυγχάνει οὑτοσὶ πρόσθεν καθεύδων. ἀλλ᾽ ὕφεσθε τοῦ τόνου. ΧΟΡΌΣ: τοῦ δ᾽ ἔφεξιν ὦ μάταιε ταῦτα δρᾶν σε βούλεται; καὶ τίνα πρόφασιν ἔχων; [340] ΦΙΛΟΚΛΈΩΝ: οὐκ ἐᾷ μ᾽ ὦνδρες δικάζειν οὐδὲ δρᾶν οὐδὲν κακόν, ἀλλά μ᾽ εὐωχεῖν ἕτοιμός ἐστ᾽: ἐγὼ δ᾽ οὐ βούλομαι. ΧΟΡΌΣ: τοῦτ᾽ ἐτόλμησ᾽ ὁ μιαρὸς χανεῖν ὁ Δημολογοκλέων ὅδ᾽, ὅτι λέγεις σύ τι περὶ τῶν νεῶν ἀληθές. οὐ γὰρ ἄν ποθ᾽ οὗτος ἁνὴρ τοῦτ᾽ ἐτόλμησεν λέγειν, εἰ 345 μὴ ξυνωμότης τις ἦν. Χορός ΧΟΡΌΣ: ἀλλ᾽ ἐκ τούτων ὥρα τινά σοι ζητεῖν καινὴν ἐπίνοιαν, ἥτις σε λάθρᾳ τἀνδρὸς τουδὶ καταβῆναι δεῦρο ποιήσει. Φιλοκλέων ΧΟΡΌΣ: τίς ἂν οὖν εἴη; ζητεῖθ᾽ ὑμεῖς, ὡς πᾶν ἂν ἔγωγε ποιοίην: οὕτω κιττῶ διὰ τῶν σανίδων μετὰ χοιρίνης περιελθεῖν. [350] ΧΟΡΌΣ: ἔστιν ὀπὴ δῆθ᾽ ἥντιν᾽ ἂν ἔνδοθεν οἷός τ᾽ εἴης διορύξαι, εἶτ᾽ ἐκδῦναι ῥάκεσιν κρυφθεὶς ὥσπερ πολύμητις Ὀδυσσεύς; ΦΙΛΟΚΛΈΩΝ: πάντα πέφαρκται κοὐκ ἔστιν ὀπῆς οὐδ᾽ εἰ σέρφῳ διαδῦναι. ἀλλ᾽ ἄλλο τι δεῖ ζητεῖν ὑμᾶς: ὀπίαν δ᾽ οὐκ ἔστι γενέσθαι. ΧΟΡΌΣ: μέμνησαι δῆθ᾽, ὅτ᾽ ἐπὶ στρατιᾶς κλέψας ποτὲ τοὺς ὀβελίσκους ἵεις σαυτὸν κατὰ τοῦ τείχους ταχέως, ὅτε Νάξος ἑάλω. ΦΙΛΟΚΛΈΩΝ: οἶδ᾽: ἀλλὰ τί τοῦτ᾽; οὐδὲν γὰρ τοῦτ᾽ ἐστὶν ἐκείνῳ προσόμοιον. ἥβων γὰρ κἀδυνάμην κλέπτειν, ἴσχυόν τ᾽ αὐτὸς ἐμαυτοῦ, ΦΙΛΟΚΛΈΩΝ: κοὐδείς μ᾽ ἐφύλαττ᾽, ἀλλ᾽ ἐξῆν μοι φεύγειν ἀδεῶς. νῦν δὲ ξὺν ὅπλοις 360 ἄνδρες ὁπλῖται διαταξάμενοι κατὰ τὰς διόδους σκοπιωροῦνται, τὼ δὲ δύ᾽ αὐτῶν ἐπὶ ταῖσι θύραις ὥσπερ με γαλῆν κρέα κλέψασαν τηροῦσιν ἔχοντ᾽ ὀβελίσκους. Χορός [365] ΦΙΛΟΚΛΈΩΝ: ἀλλὰ καὶ νῦν ἐκπόριζε μηχανὴν ὅπως τάχισθ᾽: ἕως γάρ, ὦ μελίττιον. Φιλοκλέων ΦΙΛΟΚΛΈΩΝ: διατραγεῖν τοίνυν κράτιστόν ἐστί μοι τὸ δίκτυον. ἡ δέ μοι Δίκτυννα συγγνώμην ἔχοι τοῦ δικτύου. ΧΟΡΌΣ: ταῦτα μὲν πρὸς ἀνδρός ἐστ᾽ ἄνοντος ἐς σωτηρίαν. 370 ἀλλ᾽ ἔπαγε τὴν γνάθον. ΦΙΛΟΚΛΈΩΝ: διατέτρωκται τοῦτό γ᾽. ἀλλὰ μὴ βοᾶτε μηδαμῶς, ἀλλὰ τηρώμεσθ᾽ ὅπως μὴ Βδελυκλέων αἰσθήσεται. ΧΟΡΌΣ: μηδὲν ὦ τᾶν δέδιθι, μηδέν: ὡς ἐγὼ τοῦτόν γ᾽, ἐὰν γρύξῃ τι, ποιήσω δακεῖν τὴν 375 καρδίαν καὶ τὸν περὶ ψυχῆς δρόμον δραμεῖν, ἵν᾽ εἰδῇ μὴ πατεῖν τὰ τοῖν θεοῖν ψηφίσματα. Χορός ΧΟΡΌΣ: ἀλλ᾽ ἐξάψας διὰ τῆς θυρίδος τὸ καλῴδιον εἶτα καθίμα δήσας σαυτὸν καὶ τὴν ψυχὴν ἐμπλησάμενος Διοπείθους. Φιλοκλέων ΧΟΡΌΣ: ἄγε νυν, ἢν αἰσθομένω τούτω ζητῆτόν μ᾽ ἐσκαλαμᾶσθαι κἀνασπαστὸν ποιεῖν εἴσω, τί ποιήσετε; φράζετε νυνί. ΧΟΡΌΣ: ἀμυνοῦμέν σοι τὸν πρινώδη θυμὸν ἅπαντες καλέσαντες ὥστ᾽ οὐ δυνατόν σ᾽ εἵργειν ἔσται: τοιαῦτα ποιήσομεν ἡμεῖς. [385] ΦΙΛΟΚΛΈΩΝ: δράσω τοίνυν ὑμῖν πίσυνος, καὶ — μανθάνετ᾽; — ἤν τι πάθω ‘γώ, ἀνελόντες καὶ κατακλαύσαντες θεῖναί μ᾽ ὑπὸ τοῖσι δρυφάκτοις. ΧΟΡΌΣ: οὐδὲν πείσει: μηδὲν δείσῃς. ἀλλ᾽ ὦ βέλτιστε καθίει σαυτὸν θαρρῶν κἀπευξάμενος τοῖσι πατρῴοισι θεοῖσιν. ΦΙΛΟΚΛΈΩΝ: ὦ Λύκε δέσποτα, γείτων ἥρως: σὺ γὰρ οἷσπερ ἐγὼ κεχάρησαι, τοῖς δακρύοισιν τῶν φευγόντων ἀεὶ καὶ τοῖς ὀλοφυρμοῖς: ᾤκησας γοῦν ἐπίτηδες ἰὼν ἐνταῦθ᾽ ἵνα ταῦτ᾽ ἀκροῷο, κἀβουλήθης μόνος ἡρώων παρὰ τὸν κλάοντα καθῆσθαι. ἐλέησον καὶ σῶσον νυνὶ τὸν σαυτοῦ πλησιόχωρον: κοὐ μή ποτέ σου παρὰ τὰς κάννας οὐρήσω μηδ᾽ ἀποπάρδω. [395] ΒΔΕΛΥΚΛΈΩΝ: οὗτος ἐγείρου. ΞΑΝΘΊΑΣ: τί τὸ πρᾶγμ᾽; ΒΔΕΛΥΚΛΈΩΝ: ὥσπερ φωνή μέ τις ἐγκεκύκλωται. ΞΑΝΘΊΑΣ: μῶν ὁ γέρων πῃ διαδύεται αὖ; ΒΔΕΛΥΚΛΈΩΝ: μὰ Δί᾽ οὐ δῆτ᾽, ἀλλὰ καθιμᾷ αὑτὸν δήσας. ΞΑΝΘΊΑΣ: ὦ μιαρώτατε τί ποιεῖς; οὐ μὴ καταβήσει; ΒΔΕΛΥΚΛΈΩΝ: ἀνάβαιν᾽ ἀνύσας κατὰ τὴν ἑτέραν καὶ ταῖσιν φυλλάσι παῖε, ἤν πως πρύμνην ἀνακρούσηται πληγεὶς ταῖς εἰρεσιώναις. ΦΙΛΟΚΛΈΩΝ: οὐ ξυλλήψεσθ᾽ ὁπόσοισι δίκαι τῆτες μέλλουσιν ἔσεσθαι, ὦ Σμικυθίων καὶ Τεισιάδη καὶ Χρήμων καὶ Φερέδειπνε; πότε δ᾽, εἰ μὴ νῦν, ἐπαρήξετέ μοι, πρίν μ᾽ εἴσω μᾶλλον ἄγεσθαι; ΧΟΡΌΣ: εἰπέ μοι τί μέλλομεν κινεῖν ἐκείνην τὴν χολήν, ἥνπερ, ἡνίκ᾽ ἄν τις ἡμῶν ὀργίσῃ τὴν σφηκιάν; νῦν ἐκεῖνο νῦν ἐκεῖνο τοὐξύθυμον, ᾧ κολαζόμεσθα, κέντρον †ἐντέτατ᾽ ὀξύ†. ἀλλὰ θαἰμάτια βαλόντες ὡς τάχιστα, παιδία, θεῖτε καὶ βοᾶτε, καὶ Κλέωνι ταῦτ᾽ ἀγγέλλετε, 410 καὶ κελεύετ᾽ αὐτὸν ἥκειν ὡς ἐπ᾽ ἄνδρα μισόπολιν ὄντα κἀπολούμενον, ὅτι τόνδε λόγον ἐσφέρει, μὴ δικάζειν δίκας. [415] ΒΔΕΛΥΚΛΈΩΝ: ὦγαθοὶ τὸ πρᾶγμ᾽ ἀκούσατ᾽, ἀλλὰ μὴ κεκράγετε. ΧΟΡΌΣ: νὴ Δί᾽ ἐς τὸν οὐρανόν γ᾽. ΒΔΕΛΥΚΛΈΩΝ: ὡς τοῦδ᾽ ἐγὼ οὐ μεθήσομαι. ΧΟΡΌΣ: ταῦτα δῆτ᾽ οὐ δεινὰ καὶ τυραννίς ἐστιν ἐμφανής; ὦ πόλις καὶ Θεώρου θεοισεχθρία, κεἴ τις ἄλλος προέστηκεν ἡμῶν κόλαξ. [420] ΞΑΝΘΊΑΣ: Ἡράκλεις καὶ κέντρ᾽ ἔχουσιν. οὐχ ὁρᾷς ὦ δέσποτα; ΒΔΕΛΥΚΛΈΩΝ: οἷς γ᾽ ἀπώλεσαν Φίλιππον ἐν δίκῃ τὸν Γοργίου. ΧΟΡΌΣ: καὶ σέ γ᾽ αὐτοῖς ἐξολοῦμεν: ἀλλὰ πᾶς ἐπίστρεφε δεῦρο κἀξείρας τὸ κέντρον εἶτ᾽ ἐπ᾽ αὐτὸν ἵεσο, ξυσταλεὶς εὔτακτος ὀργῆς καὶ μένους ἐμπλήμενος, 425 ὡς ἂν εὖ εἰδῇ τὸ λοιπὸν σμῆνος οἷον ὤργισεν. ΞΑΝΘΊΑΣ: τοῦτο μέντοι δεινὸν ἤδη νὴ Δί᾽, εἰ μαχούμεθα: ὡς ἔγωγ᾽ αὐτῶν ὁρῶν δέδοικα τὰς ἐγκεντρίδας. ΧΟΡΌΣ: ἀλλ᾽ ἀφίει τὸν ἄνδρ᾽: εἰ δὲ μή, φήμ᾽ ἐγὼ τὰς χελώνας μακαριεῖν σε τοῦ δέρματος. [430] ΦΙΛΟΚΛΈΩΝ: εἶά νυν ὦ ξυνδικασταὶ σφῆκες ὀξυκάρδιοι, οἱ μὲν ἐς τὸν πρωκτὸν αὐτῶν ἐσπέτεσθ᾽ ὠργισμένοι, οἱ δὲ τὠφθαλμὼ κύκλῳ κεντεῖτε καὶ τοὺς δακτύλους. ΒΔΕΛΥΚΛΈΩΝ: ὦ Μίδα καὶ Φρὺξ βοήθει δεῦρο καὶ Μασιντύα, καὶ λάβεσθε τουτουὶ καὶ μὴ μεθῆσθε μηδενί: 435 εἰ δὲ μή, ‘ν πέδαις παχείαις οὐδὲν ἀριστήσετε. ὡς ἐγὼ πολλῶν ἀκούσας οἶδα θρίων τὸν ψόφον. ΧΟΡΌΣ: εἰ δὲ μὴ τοῦτον μεθήσεις, ἔν τί σοι παγήσεται. ΦΙΛΟΚΛΈΩΝ: ὦ Κέκροψ ἥρως ἄναξ τὰ πρὸς ποδῶν Δρακοντίδη, περιορᾷς οὕτω μ᾽ ὑπ᾽ ἀνδρῶν βαρβάρων χειρούμενον, 440 οὓς ἐγὼ ‘δίδαξα κλάειν τέτταρ᾽ ἐς τὴν χοίνικα; ΧΟΡΌΣ: εἶτα δῆτ᾽ οὐ πόλλ᾽ ἔνεστι δεινὰ τῷ γήρᾳ κακά; δηλαδή: καὶ νῦν γε τούτω τὸν παλαιὸν δεσπότην πρὸς βίαν χειροῦσιν, οὐδὲν τῶν πάλαι μεμνημένοι διφθερῶν κἀξωμίδων, ἃς οὗτος αὐτοῖς ἠμπόλα, 445 καὶ κυνᾶς: καὶ τοὺς πόδας χειμῶνος ὄντος ὠφέλει, ὥστε μὴ ῥιγῶν ἑκάστοτ᾽: ἀλλὰ τούτοις γ᾽ οὐκ ἔνι οὐδ᾽ ἐν ὀφθαλμοῖσιν αἰδὼς τῶν παλαιῶν ἐμβάδων. ΦΙΛΟΚΛΈΩΝ: οὐκ ἀφήσεις οὐδὲ νυνί μ᾽ ὦ κάκιστον θηρίον, οὐδ᾽ ἀναμνησθεὶς ὅθ᾽ εὑρὼν τοὺς βότρυς κλέπτοντά σε 450 προσαγαγὼν πρὸς τὴν ἐλάαν ἐξέδειρ᾽ εὖ κἀνδρικῶς, ὥστε σε ζηλωτὸν εἶναι; σὺ δ᾽ ἀχάριστος ἦσθ᾽ ἄρα. ἀλλ᾽ ἄνες με καὶ σὺ καὶ σύ, πρὶν τὸν υἱὸν ἐκδραμεῖν. ΧΟΡΌΣ: ἀλλὰ τούτων μὲν τάχ᾽ ἡμῖν δώσετον καλὴν δίκην, οὐκέτ᾽ ἐς μακρὰν ἵν᾽ εἰδῆθ᾽ οἷός ἐστ᾽ ἀνδρῶν τρόπος 455 ὀξυθύμων καὶ δικαίων καὶ βλεπόντων κάρδαμα. ΒΔΕΛΥΚΛΈΩΝ: παῖε παἶ ὦ Ξανθία τοὺς σφῆκας ἀπὸ τῆς οἰκίας. ΞΑΝΘΊΑΣ: ἀλλὰ δρῶ τοῦτ᾽: ἀλλὰ καὶ σὺ τῦφε πολλῷ τῷ καπνῷ. ΣΩΣΊΑΣ: οὐχὶ σοῦσθ᾽; οὐκ ἐς κόρακας; οὐκ ἄπιτε; παῖε τῷ ξύλῳ. ΞΑΝΘΊΑΣ: καὶ σὺ προσθεὶς Αἰσχίνην ἔντυφε τὸν Σελλαρτίου. 460 ἆρ᾽ ἐμέλλομέν ποθ᾽ ὑμᾶς ἀποσοβήσειν τῷ χρόνῳ. ΒΔΕΛΥΚΛΈΩΝ: ἀλλὰ μὰ Δί᾽ οὐ ῥᾳδίως οὕτως ἂν αὐτοὺς διέφυγες, εἴπερ ἔτυχον τῶν μελῶν τῶν Φιλοκλέους βεβρωκότες. ΧΟΡΌΣ: ἆρα δῆτ᾽ οὐκ αὐτὰ δῆλα τοῖς πένησιν, ἡ τυραννὶς 465 †ὡς λάθρᾳ γ᾽ ἐλάνθαν᾽ ὑπιοῦσά με,† εἰ σύ γ᾽ ὦ πόνῳ πόνηρε καὶ κομηταμυνία τῶν νόμων ἡμᾶς ἀπείργεις ὧν ἔθηκεν ἡ πόλις, οὔτε τιν᾽ ἔχων πρόφασιν οὔτε λόγον εὐτράπελον, 470 αὐτὸς ἄρχων μόνος; ΒΔΕΛΥΚΛΈΩΝ: ἔσθ᾽ ὅπως ἄνευ μάχης καὶ τῆς κατοξείας βοῆς ἐς λόγους ἔλθοιμεν ἀλλήλοισι καὶ διαλλαγάς; ΧΟΡΌΣ: σοὐς λόγους ὦ μισόδημε καὶ μοναρχίας ἐραστά, 475 καὶ ξυνὼν Βρασίδᾳ καὶ φορῶν κράσπεδα στεμμάτων τήν θ᾽ ὑπήνην ἄκουρον τρέφων; ΒΔΕΛΥΚΛΈΩΝ: νὴ Δί᾽ ἦ μοι κρεῖττον ἐκστῆναι τὸ παράπαν τοῦ πατρὸς μᾶλλον ἢ κακοῖς τοσούτοις ναυμαχεῖν ὁσημέραι. [480] ΧΟΡΌΣ: οὐδὲ μὴν οὐδ᾽ ἐν σελίνῳ σοὐστὶν οὐδ᾽ ἐν πηγάνῳ: τοῦτο γὰρ παρεμβαλοῦμεν τῶν τριχοινίκων ἐπῶν. ἀλλὰ νῦν μὲν οὐδὲν ἀλγεῖς, ἀλλ᾽ ὅταν ξυνήγορος ταὐτὰ ταῦτα σου καταντλῇ καὶ ξυνωμότας καλῇ. ΒΔΕΛΥΚΛΈΩΝ: ἆρ᾽ ἂν ὦ πρὸς τῶν θεῶν ὑμεῖς ἀπαλλαχθεῖτέ μου; 485 ἢ δέδοκταί μοι δέρεσθαι καὶ δέρειν δι᾽ ἡμέρας; ΧΟΡΌΣ: οὐδέποτέ γ᾽, οὐχ ἕως ἄν τί μου λοιπὸν ᾖ, ὅστις ἡμῶν ἐπὶ τυραννίδ᾽ ὧδ᾽ ἐστάλης. ΒΔΕΛΥΚΛΈΩΝ: ὡς ἅπανθ᾽ ὑμῖν τυραννίς ἐστι καὶ ξυνωμόται, ἤν τε μεῖζον ἤν τ᾽ ἔλαττον πρᾶγμά τις κατηγορῇ, 490 ἧς ἐγὼ οὐκ ἤκουσα τοὔνομ᾽ οὐδὲ πεντήκοντ᾽ ἐτῶν: νῦν δὲ πολλῷ τοῦ ταρίχους ἐστὶν ἀξιωτέρα, ὥστε καὶ δὴ τοὔνομ᾽ αὐτῆς ἐν ἀγορᾷ κυλίνδεται. ἢν μὲν ὠνῆταί τις ὀρφὼς μεμβράδας δὲ μὴ ‘θέλῃ, εὐθέως εἴρηχ᾽ ὁ πωλῶν πλησίον τὰς μεμβράδας: 495 ‘οὗτος ὀψωνεῖν ἔοιχ᾽ ἅνθρωπος ἐπὶ τυραννίδι.’ ἢν δὲ γήτειον προσαιτῇ ταῖς ἀφύαις ἥδυσμά τι, ἡ λαχανόπωλις παραβλέψασά φησι θατέρῳ: ‘εἰπέ μοι, γήτειον αἰτεῖς: πότερον ἐπὶ τυραννίδι, ἢ νομίζεις τὰς Ἀθήνας σοὶ φέρειν ἡδύσματα;’ [500] ΞΑΝΘΊΑΣ: κἀμέ γ᾽ ἡ πόρνη χθὲς εἰσελθόντα τῆς μεσημβρίας, ὅτι κελητίσαι ‘κέλευον, ὀξυθυμηθεῖσά μοι ἤρετ᾽ εἰ τὴν Ἱππίου καθίσταμαι τυραννίδα. ΒΔΕΛΥΚΛΈΩΝ: ταῦτα γὰρ τούτοις ἀκούειν ἡδἔ, εἰ καὶ νῦν ἐγὼ τὸν πατέρ᾽ ὅτι βούλομαι τούτων ἀπαλλαχθέντα τῶν 505 ὀρθροφοιτοσυκοφαντοδικοταλαιπώρων τρόπων ζῆν βίον γενναῖον ὥσπερ Μόρυχος, αἰτίαν ἔχω ταῦτα δρᾶν ξυνωμότης ὢν καὶ φρονῶν τυραννικά. ΦΙΛΟΚΛΈΩΝ: νὴ Δί᾽ ἐν δίκῃ γ᾽: ἐγὼ γὰρ οὐδ᾽ ἂν ὀρνίθων γάλα ἀντὶ τοῦ βίου λάβοιμ᾽ ἂν οὗ με νῦν ἀποστερεῖς: 510 οὐδὲ χαίρω βατίσιν οὐδ᾽ ἐγχέλεσιν, ἀλλ᾽ ἥδιον ἄν δικίδιον σμικρὸν φάγοιμ᾽ ἂν ἐν λοπάδι πεπνιγμένον. ΒΔΕΛΥΚΛΈΩΝ: νὴ Δί᾽ εἰθίσθης γὰρ ἥδεσθαι τοιούτοις πράγμασιν: ἀλλ᾽ ἐὰν σιγῶν ἀνάσχῃ καὶ μάθῃς ἁγὼ λέγω, ἀναδιδάξειν οἴομαί σ᾽ ὡς πάντα ταῦθ᾽ ἁμαρτάνεις. [515] ΦΙΛΟΚΛΈΩΝ: ἐξαμαρτάνω δικάζων; ΒΔΕΛΥΚΛΈΩΝ: καταγελώμενος μὲν οὖν οὐκ ἐπαϊεις ὑπ᾽ ἀνδρῶν, οὓς σὺ μόνον οὐ προσκυνεῖς. ἀλλὰ δουλεύων λέληθας. ΦΙΛΟΚΛΈΩΝ: παῦε δουλείαν λέγων, ὅστις ἄρχω τῶν ἁπάντων. ΒΔΕΛΥΚΛΈΩΝ: οὐ σύ γ᾽, ἀλλ᾽ ὑπηρετεῖς οἰόμενος ἄρχειν: ἐπεὶ δίδαξον ἡμᾶς ὦ πάτερ, 520 ἥτις ἡ τιμή ‘στί σοι καρπουμένῳ τὴν Ἑλλάδα. ΦΙΛΟΚΛΈΩΝ: πάνυ γε, καὶ τούτοισί γ᾽ ἐπιτρέψαι ‘θέλω. ΒΔΕΛΥΚΛΈΩΝ: καὶ μὴν ἐγώ. ἄφετέ νυν ἅπαντες αὐτόν. ΦΙΛΟΚΛΈΩΝ: καὶ ξίφος γέ μοι δότε. ἢν γὰρ ἡττηθῶ λέγων σου, περιπεσοῦμαι τῷ ξίφει. ΒΔΕΛΥΚΛΈΩΝ: εἰπέ μοι, τί δ᾽ ἤν, τὸ δεῖνα, τῇ διαίτῃ μὴ ‘μμένῃς; [525] ΦΙΛΟΚΛΈΩΝ: μηδέποτε πίοιμ᾽ ἀκράτου μισθὸν ἀγαθοῦ δαίμονος. ΧΟΡΌΣ: νῦν δὴ τὸν ἐκ θἠμετέρου γυμνασίου δεῖ τι λέγειν καινόν, ὅπως φανήσει — ΒΔΕΛΥΚΛΈΩΝ: ἐνεγκάτω μοι δεῦρο τὴν κίστην τις ὡς τάχιστα. 530 ἀτὰρ φανεῖ ποῖός τις ὤν, ἢν ταῦτα παρακελεύῃ; μὴ κατὰ τὸν νεανίαν τονδὶ λέγων. ὁρᾷς γὰρ ὥς σοι μέγας ἐστὶν ἁγὼν καὶ περὶ τῶν ἁπάντων, 535 εἴπερ, ὃ μὴ γένοιθ᾽, οὗτός σ᾽ ἐθέλει κρατῆσαι. ΒΔΕΛΥΚΛΈΩΝ: καὶ μὴν ὅσ᾽ ἂν λέξῃ γ᾽ ἁπλῶς μνημόσυνα γράψομαι ‘γώ. ΦΙΛΟΚΛΈΩΝ: τί γὰρ φάθ᾽ ὑμεῖς, ἢν ὁδί με τῷ λόγῳ κρατήσῃ; [540] ΧΟΡΌΣ: οὐκέτι πρεσβυτῶν ὄχλος χρήσιμος ἔστ᾽ οὐδ᾽ ἀκαρῆ: σκωπτόμενοι δ᾽ ἐν ταῖς ὁδοῖς θαλλοφόροι καλούμεθ᾽, ἀντωμοσιῶν 545 κελύφη. ΧΟΡΌΣ: ἀλλ᾽ ὦ περὶ τῆς πάσης μέλλων βασιλείας ἀντιλογήσειν τῆς ἡμετέρας, νυνὶ θαρρῶν πᾶσαν γλῶτταν βασάνιζε. Φιλοκλέων ΧΟΡΌΣ: καὶ μὴν εὐθύς γ᾽ ἀπὸ βαλβίδων περὶ τῆς ἀρχῆς ἀποδείξω τῆς ἡμετέρας ὡς οὐδεμιᾶς ἥττων ἐστὶν βασιλείας. 550 τί γὰρ εὔδαιμον καὶ μακαριστὸν μᾶλλον νῦν ἐστὶ δικαστοῦ, ἢ τρυφερώτερον ἢ δεινότερον ζῷον, καὶ ταῦτα γέροντος; ὃν πρῶτα μὲν ἕρποντ᾽ ἐξ εὐνῆς τηροῦσ᾽ ἐπὶ τοῖσι δρυφάκτοις ἄνδρες μεγάλοι καὶ τετραπήχεις: κἄπειτ᾽ εὐθὺς προσιόντι ἐμβάλλει μοι τὴν χεῖρ᾽ ἁπαλὴν τῶν δημοσίων κεκλοφυῖαν: 555 ἱκετεύουσίν θ᾽ ὑποκύπτοντες τὴν φωνὴν οἰκτροχοοῦντες: ‘οἴκτιρόν μ᾽ ὦ πάτερ, αἰτοῦμαί σ᾽, εἰ καὐτὸς πώποθ᾽ ὑφείλου ἀρχὴν ἄρξας ἢ ‘πὶ στρατιᾶς τοῖς ξυσσίτοις ἀγοράζων:’ ὃς ἔμ᾽ οὐδ᾽ ἂν ζῶντ᾽ ᾔδειν εἰ μὴ διὰ τὴν προτέραν ἀπόφυξιν. ΒΔΕΛΥΚΛΈΩΝ: τουτὶ περὶ τῶν ἀντιβολούντων ἔστω τὸ μνημόσυνόν μοι. [560] ΦΙΛΟΚΛΈΩΝ: εἶτ᾽ εἰσελθὼν ἀντιβοληθεὶς καὶ τὴν ὀργὴν ἀπομορχθεὶς ἔνδον τούτων ὧν ἂν φάσκω πάντων οὐδὲν πεποίηκα, ἀλλ᾽ ἀκροῶμαι πάσας φωνὰς ἱέντων εἰς ἀπόφυξιν. φέρ᾽ ἴδω, τί γὰρ οὐκ ἔστιν ἀκοῦσαι θώπευμ᾽ ἐνταῦθα δικαστῇ; οἱ μέν γ᾽ ἀποκλάονται πενίαν αὑτῶν καὶ προστιθέασι 565 κακὰ πρὸς τοῖς οὖσιν, † ἕως ἀνιῶν ἂν ἰσώσῃ τοῖσιν ἐμοῖσιν: † οἱ δὲ λέγουσιν μύθους ἡμῖν, οἱ δ᾽ Αἰσώπου τι γέλοιον: οἱ δὲ σκώπτουσ᾽, ἵν᾽ ἐγὼ γελάσω καὶ τὸν θυμὸν καταθῶμαι. κἂν μὴ τούτοις ἀναπειθώμεσθα, τὰ παιδάρι᾽ εὐθὺς ἀνέλκει τὰς θηλείας καὶ τοὺς υἱεῖς τῆς χειρός, ἐγὼ δ᾽ ἀκροῶμαι: 570 τὰ δὲ συγκύψανθ᾽ ἅμα βληχᾶται: κἄπειθ᾽ ὁ πατὴρ ὑπὲρ αὐτῶν ὥσπερ θεὸν ἀντιβολεῖ με τρέμων τῆς εὐθύνης ἀπολῦσαι: ‘εἰ μὲν χαίρεις ἀρνὸς φωνῇ, παιδὸς φωνὴν ἐλεήσαις:’ εἰ δ᾽ αὖ τοῖς χοιριδίοις χαίρω, θυγατρὸς φωνῇ με πιθέσθαι. χἠμεῖς αὐτῷ τότε τῆς ὀργῆς ὀλίγον τὸν κόλλοπ᾽ ἀνεῖμεν. 575 ἆρ᾽ οὐ μεγάλη τοῦτ᾽ ἔστ᾽ ἀρχὴ καὶ τοῦ πλούτου καταχήνη; ΒΔΕΛΥΚΛΈΩΝ: δεύτερον αὖ σου τουτὶ γράφομαι, τὴν τοῦ πλούτου καταχήνην: καὶ τἀγαθά μοι μέμνησ᾽ ἅχεις φάσκων τῆς Ἑλλάδος ἄρχειν. ΦΙΛΟΚΛΈΩΝ: παίδων τοίνυν δοκιμαζομένων αἰδοῖα πάρεστι θεᾶσθαι. κἂν Οἴαγρος εἰσέλθῃ φεύγων, οὐκ ἀποφεύγει πρὶν ἂν ἡμῖν 580 ἐκ τῆς Νιόβης εἴπῃ ῥῆσιν τὴν καλλίστην ἀπολέξας. κἂν αὐλητής γε δίκην νικᾷ, ταύτης ἡμῖν ἐπίχειρα ἐν φορβειᾷ τοῖσι δικασταῖς ἔξοδον ηὔλησ᾽ ἀπιοῦσι. κἂν ἀποθνῄσκων ὁ πατήρ τῳ δῷ καταλείπων παῖδ᾽ ἐπίκληρον, κλάειν ἡμεῖς μακρὰ τὴν κεφαλὴν εἰπόντες τῇ διαθήκῃ 585 καὶ τῇ κόγχῃ τῇ πάνυ σεμνῶς τοῖς σημείοισιν ἐπούσῃ, ἔδομεν ταύτην ὅστις ἂν ἡμᾶς ἀντιβολήσας ἀναπείσῃ. καὶ ταῦτ᾽ ἀνυπεύθυνοι δρῶμεν, τῶν δ᾽ ἄλλων οὐδεμἴ ἀρχή. ΒΔΕΛΥΚΛΈΩΝ: τουτὶ γάρ τοι σεμνόν, τούτων ὧν εἴρηκας μακαρίζω: τῆς δ᾽ ἐπικλήρου τὴν διαθήκην ἀδικεῖς ἀνακογχυλιάζων. [590] ΦΙΛΟΚΛΈΩΝ: ἔτι δ᾽ ἡ βουλὴ χὠ δῆμος ὅταν κρῖναι μέγα πρᾶγμ᾽ ἀπορήσῃ ἐψήφισται τοὺς ἀδικοῦντας τοῖσι δικασταῖς παραδοῦναι: εἶτ᾽ Εὔαθλος χὠ μέγας οὗτος Κολακώνυμος ἀσπιδαποβλὴς οὐχὶ προδώσειν ἡμᾶς φασίν, περὶ τοῦ πλήθους δὲ μαχεῖσθαι. κἀν τῷ δήμῳ γνώμην οὐδεὶς πώποτ᾽ ἐνίκησεν, ἐὰν μὴ εἴπῃ τὰ δικαστήρι᾽ ἀφεῖναι πρώτιστα μίαν δικάσαντας: αὐτὸς δὲ Κλέων ὁ κεκραξιδάμας μόνον ἡμᾶς οὐ περιτρώγει, ἀλλὰ φυλάττει διὰ χειρὸς ἔχων καὶ τὰς μυίας ἀπαμύνει. σὺ δὲ τὸν πατέρ᾽ οὐδ᾽ ὁτιοῦν τούτων τὸν σαυτοῦ πώποτ᾽ ἔδρασας. ἀλλὰ Θέωρος, καίτοὐστὶν ἀνὴρ Εὐφημίου οὐδὲν ἐλάττων, 600 τὸν σφόγγον ἔχων ἐκ τῆς λεκάνης τἀμβάδι᾽ ἡμῶν περικωνεῖ. σκέψαι μ᾽ ἀπὸ τῶν ἀγαθῶν οἵων ἀποκλῄεις καὶ κατερύκεις, ἣν δουλείαν οὖσαν ἔφασκες καὶ ὑπηρεσίαν ἀποδείξειν. ΒΔΕΛΥΚΛΈΩΝ: ἔμπλησο λέγων: πάντως γάρ τοι παύσει ποτὲ κἀναφανήσει πρωκτὸς λουτροῦ περιγιγνόμενος τῆς ἀρχῆς τῆς περισέμνου. [605] ΦΙΛΟΚΛΈΩΝ: ὃ δέ γ᾽ ἥδιστον τούτων ἐστὶν πάντων, οὗ ‘γὼ ‘πελελήσμην, ὅταν οἴκαδ᾽ ἴω τὸν μισθὸν ἔχων, κἄπειθ᾽ ἥκονθ᾽ ἅμα πάντες ἀσπάζωνται διὰ τἀργύριον, καὶ πρῶτα μὲν ἡ θυγάτηρ με ἀπονίζῃ καὶ τὼ πόδ᾽ ἀλείφῃ καὶ προσκύψασα φιλήσῃ καὶ παππίζουσ᾽ ἅμα τῇ γλώττῃ τὸ τριώβολον ἐκκαλαμᾶται, 610 καὶ τὸ γύναιόν μ᾽ ὑποθωπεῦσαν φυστὴν μᾶζαν προσενέγκῃ, κἄπειτα καθεζομένη παρ᾽ ἐμοὶ προσαναγκάζῃ, ‘φάγε τουτί, ἔντραγε τουτί:’ τούτοισιν ἐγὼ γάνυμαι, κοὐ μή με δεήσῃ ἐς σὲ βλέψαι καὶ τὸν ταμίαν, ὁπότ᾽ ἄριστον παραθήσει καταρασάμενος καὶ τονθορύσας. ἀλλ᾽ ἢν μή μοι ταχὺ μάξῃ, τάδε κέκτημαι πρόβλημα κακῶν, σκευὴν βελέων ἀλεωρήν. κἂν οἶνόν μοι μὴ ‘γχῇς σὺ πιεῖν, τὸν ὄνον τόνδ᾽ ἐσκεκόμισμαι οἴνου μεστόν, κᾆτ᾽ ἐγχέομαι κλίνας: οὗτος δὲ κεχηνὼς βρωμησάμενος τοῦ σοῦ δίνου μέγα καὶ στράτιον κατέπαρδεν. 620 ἆρ᾽ οὐ μεγάλην ἀρχὴν ἄρχω καὶ τοῦ Διὸς οὐδὲν ἐλάττω, Φιλοκλέων ΦΙΛΟΚΛΈΩΝ: ὅστις ἀκούω ταὔθ᾽ ἅπερ ὁ Ζεύς; ἢν γοῦν ἡμεῖς θορυβήσωμεν, πᾶς τίς φησιν τῶν παριόντων, ‘οἷον βροντᾷ τὸ δικαστήριον, 625 ὦ Ζεῦ βασιλεῦ.’ κἂν ἀστράψω, ποππύζουσιν κἀγκεχόδασίν μ᾽ οἱ πλουτοῦντες καὶ πάνυ σεμνοί. καὶ σὺ δέδοικάς με μάλιστ᾽ αὐτός: νὴ τὴν Δήμητρα δέδοικας, ἐγὼ δ᾽ 630 ἀπολοίμην εἴ σε δέδοικα. Χορός οὐπώποθ᾽ οὕτω καθαρῶς οὐδενὸς ἠκούσαμεν οὐδὲ ξυνετῶς λέγοντος. ΦΙΛΟΚΛΈΩΝ: οὔκ, ἀλλ᾽ ἐρήμας ᾤεθ᾽ οὕτω ῥᾳδίως τρυγήσειν. 635 καλῶς γὰρ ᾔδειν ὡς ἐγὼ ταύτῃ κράτιστός εἰμι. ΧΟΡΌΣ: ὡς δ᾽ ἐπὶ πάντ᾽ ἐλήλυθεν κοὐδὲν παρῆλθεν, ὥστ᾽ ἔγωγ᾽ ηὐξανόμην ἀκούων, κἀν μακάρων δικάζειν 640 αὐτὸς ἔδοξα νήσοις, ἡδόμενος λέγοντι. ΦΙΛΟΚΛΈΩΝ: ὡς οὗτος ἤδη σκορδινᾶται κἄστιν οὐκ ἐν αὑτοῦ. ΒΔΕΛΥΚΛΈΩΝ: ἦ μὴν ἐγώ σε τήμερον σκύτη βλέπειν ποιήσω. ΧΟΡΌΣ: δεῖ δέ σε παντοίας πλέκειν 645 εἰς ἀπόφυξιν παλάμας. τὴν γὰρ ἐμὴν ὀργὴν πεπᾶναι χαλεπὸν νεανίᾳ μὴ πρὸς ἐμοῦ λέγοντι. ΧΟΡΌΣ: πρὸς ταῦτα μύλην ἀγαθὴν ὥρα ζητεῖν σοι καὶ νεόκοπτον, ἢν μή τι λέγῃς, ἥτις δυνατὴ τὸν ἐμὸν θυμὸν κατερεῖξαι. Βδελυκλέων [650] ΧΟΡΌΣ: χαλεπὸν μὲν καὶ δεινῆς γνώμης καὶ μείζονος ἢ ‘πὶ τρυγῳδοῖς ἰάσασθαι νόσον ἀρχαίαν ἐν τῇ πόλει ἐντετοκυῖαν. ἀτὰρ ὦ πάτερ ἡμέτερε Κρονίδη — ΦΙΛΟΚΛΈΩΝ: παῦσαι καὶ μὴ πατέριζε. εἰ μὴ γὰρ ὅπως δουλεύω ‘γώ, τουτὶ ταχέως με διδάξεις, οὐκ ἔστιν ὅπως οὐχὶ τεθνήξεις, κἂν χρῇ σπλάγχνων μ᾽ ἀπέχεσθαι. [655] ΒΔΕΛΥΚΛΈΩΝ: ἀκρόασαί νυν ὦ παππίδιον χαλάσας ὀλίγον τὸ μέτωπον: καὶ πρῶτον μὲν λόγισαι φαύλως, μὴ ψήφοις ἀλλ᾽ ἀπὸ χειρός, τὸν φόρον ἡμῖν ἀπὸ τῶν πόλεων συλλήβδην τὸν προσιόντα: κἄξω τούτου τὰ τέλη χωρὶς καὶ τὰς πολλὰς ἑκατοστάς, πρυτανεῖα μέταλλ᾽ ἀγορὰς λιμένας μεσθοὺς καὶ δημιόπρατα. 660 τούτων πλήρωμα τάλαντ᾽ ἐγγὺς δισχίλια γίγνεται ἡμῖν. ἀπὸ τούτου νυν κατάθες μισθὸν τοῖσι δικασταῖς ἐνιαυτοῦ ἓξ χιλιάσιν, κοὔπω πλείους ἐν τῇ χώρᾳ κατένασθεν, γίγνεται ἡμῖν ἑκατὸν δήπου καὶ πεντήκοντα τάλαντα. ΦΙΛΟΚΛΈΩΝ: οὐδ᾽ ἡ δεκάτη τῶν προσιόντων ἡμῖν ἄρ᾽ ἐγίγνεθ᾽ ὁ μισθός. [665] ΒΔΕΛΥΚΛΈΩΝ: μὰ Δί᾽ οὐ μέντοι. ΦΙΛΟΚΛΈΩΝ: καὶ ποῖ τρέπεται δὴ ‘πειτα τὰ χρήματα τἄλλα; ΒΔΕΛΥΚΛΈΩΝ: ἐς τούτους τοὺς ‘οὐχὶ προδώσω τὸν Ἀθηναίων κολοσυρτόν, ἀλλὰ μαχοῦμαι περὶ τοῦ πλήθους ἀεί.’ σὺ γὰρ ὦ πάτερ αὐτοὺς ἄρχειν αἱρεῖ σαυτοῦ τούτοις τοῖς ῥηματίοις περιπεφθείς. κᾆθ᾽ οὗτοι μὲν δωροδοκοῦσιν κατὰ πεντήκοντα τάλαντα 670 ἀπὸ τῶν πόλεων ἐπαπειλοῦντες τοιαυτὶ κἀναφοβοῦντες, ‘δώσετε τὸν φόρον, ἢ βροντήσας τὴν πόλιν ὑμῶν ἀνατρέψω.’ σὺ δὲ τῆς ἀρχῆς ἀγαπᾷς τῆς σῆς τοὺς ἀργελόφους περιτρώγων. οἱ δὲ ξύμμαχοι ὡς ᾔσθηνται τὸν μὲν σύρφακα τὸν ἄλλον ἐκ κηθαρίον λαγαριζόμενον καὶ τραγαλιζοντα τὸ μηδέν, 675 σὲ μὲν ἡγοῦνται Κόννου ψῆφον, τούτοισι δὲ δωροφοροῦσιν ὕρχας οἶνον δάπιδας τυρὸν μέλι σήσαμα προσκεφάλαια φιάλας χλανίδας στεφάνους ὅρμους ἐκπώματα πλουθυγιείαν: σοὶ δ᾽ ὧν ἄρχεις, πολλὰ μὲν ἐν γῇ πολλὰ δ᾽ ἐφ᾽ ὑγρᾷ πιτυλεύσας, οὐδεὶς οὐδὲ σκορόδου κεφαλὴν τοῖς ἑψητοῖσι δίδωσιν. [680] ΦΙΛΟΚΛΈΩΝ: μὰ Δί᾽ ἀλλὰ παρ᾽ Εὐχαρίδου καὐτὸς τρεῖς γ᾽ ἄγλιθας μετέπεμψα. ἀλλ᾽ αὐτήν μοι τὴν δουλείαν οὐκ ἀποφαίνων ἀποκναίεις. ΒΔΕΛΥΚΛΈΩΝ: οὐ γὰρ μεγάλη δουλεία ‘στὶν τούτους μὲν ἅπαντας ἐν ἀρχαῖς αὐτούς τ᾽ εἶναι καὶ τοὺς κόλακας τοὺς τούτων μισθοφοροῦντας; σοὶ δ᾽ ἤν τις δῷ τοὺς τρεῖς ὀβολούς, ἀγαπᾷς: οὓς αὐτὸς ἐλαύνων 685 καὶ πεζομαχῶν καὶ πολιορκῶν ἐκτήσω πολλὰ πονήτας. καὶ πρὸς τούτοις ἐπιταττόμενος φοιτᾷς, ὃ μάλιστά μ᾽ ἀπάγχει, ὅταν εἰσελθὸν μειράκιόν σοι κατάπυγον, Χαιρέου υἱός, ὡδὶ διαβὰς διακινηθεὶς τῷ σώματι καὶ τρυφερανθείς, ἥκειν εἴπῃ πρῲ κἀν ὥρᾳ δικάσονθ᾽, ὡς ὅστις ἂν ὑμῶν 690 ὕστερος ἔλθῃ τοῦ σημείου, τὸ τριώβολον οὐ κομιεῖται: αὐτὸς δὲ φέρει τὸ συνηγορικὸν δραχμήν, κἂν ὕστερος ἔλθῃ: καὶ κοινωνῶν τῶν ἀρχόντων ἑτέρῳ τινὶ τῶν μεθ᾽ ἑαυτοῦ, ἤν τίς τι διδῷ τῶν φευγόντων, ξυνθέντε τὸ πρᾶγμα δύ᾽ ὄντε ἐσπουδάκατον, κᾆθ᾽ ὡς πρίονθ᾽ ὁ μὲν ἕλκει ὁ δ᾽ ἀντενέδωκε: 695 σὺ δὲ χασκάζεις τὸν κωλακρέτην, τὸ δὲ πραττόμενόν σε λέληθεν. ΦΙΛΟΚΛΈΩΝ: ταυτί με ποιοῦσ᾽; οἴμοι τί λέγεις; ὥς μου τὸν θῖνα ταράττεις, καὶ τὸν νοῦν μου προσάγεις μᾶλλον, κοὐκ οἶδ᾽ ὅ τι χρῆμά με ποιεῖς. ΒΔΕΛΥΚΛΈΩΝ: σκέψαι τοίνυν ὡς ἐξόν σοι πλουτεῖν καὶ τοῖσιν ἅπασιν ὑπὸ τῶν ἀεὶ δημιζόντων οὐκ οἶδ᾽ ὅπῃ ἐγκεκύκλησαι, 700 ὅστις πόλεων ἄρχων πλείστων ἀπὸ τοῦ Πόντου μέχρι Σαρδοῦς οὐκ ἀπολαύεις πλὴν τοῦθ᾽ ὃ φέρεις ἀκαρῆ: καὶ τοῦτ᾽ ἐρίῳ σοι ἐνστάζουσιν κατὰ μικρὸν ἀεὶ τοῦ ζῆν ἕνεχ᾽ ὥσπερ ἔλαιον. βούλονται γάρ σε πένητ᾽ εἶναι: καὶ τοῦθ᾽ ὧν οὕνεκ᾽ ἐρῶ σοι, ἵνα γιγνώσκῃς τὸν τιθασευτήν, κᾆθ᾽ ὅταν οὗτός γ᾽ ἐπισίξῃ 705 ἐπὶ τῶν ἐχθρῶν τιν᾽ ἐπιρρύξας, ἀγρίως αὐτοῖς ἐπιπηδᾷς. εἰ γὰρ ἐβούλοντο βίον πορίσαι τῷ δήμῳ, ῥᾴδιον ἦν ἄν. εἰσίν γε πόλεις χίλιαι αἳ νῦν τὸν φόρον ἡμῖν ἀπάγουσι: τούτων εἴκοσιν ἄνδρας βόσκειν εἴ τις προσέταξεν ἑκάστῃ, δύο μυριάδ᾽ ἂν τῶν δημοτικῶν ἔζων ἐν πᾶσι λαγῴοις 710 καὶ στεφάνοισιν παντοδαποῖσιν καὶ πυριάτῃ, ἄξια τῆς γῆς ἀπολαύοντες καὶ τοῦ ‘ν Μαραθῶνι τροπαίου. νῦν δ᾽ ὥσπερ ἐλαολόγοι χωρεῖθ᾽ ἅμα τῷ τὸν μισθὸν ἔχοντι. ΦΙΛΟΚΛΈΩΝ: οἴμοι τί πέπονθ᾽; ὡς νάρκη μου κατὰ τῆς χειρὸς καταχεῖται, καὶ τὸ ξίφος οὐ δύναμαι κατέχειν, ἀλλ᾽ ἤδη μαλθακός εἰμι. [715] ΒΔΕΛΥΚΛΈΩΝ: ἀλλ᾽ ὁπόταν μὲν δείσωσ᾽ αὐτοί, τὴν Εὔβοιαν διδόασιν ὑμῖν καὶ σῖτον ὑφίστανται κατὰ πεντήκοντα μεδίμνους ποριεῖν: ἔδοσαν δ᾽ οὐπώποτέ σοι πλὴν πρώην πέντε μεδίμνους, καὶ ταῦτα μόλις ξενίας φεύγων ἔλαβες κατὰ χοίνικα κριθῶν. ΒΔΕΛΥΚΛΈΩΝ: ὧν οὕνεκ᾽ ἐγώ σ᾽ ἀπέκλῃον ἀεὶ 720 βόσκειν ἐθέλων καὶ μὴ τούτους ἐγχάσκειν σοι στομφάζοντας. καὶ νῦν ἀτεχνῶς ἐθέλω παρέχειν ὅ τι βούλει σοι, πλὴν κωλακρέτου γάλα πίνειν. Χορός [725] ΒΔΕΛΥΚΛΈΩΝ: ἦ που σοφὸς ἦν ὅστις ἔφασκεν, πρὶν ἂν ἀμφοῖν μῦθον ἀκούσῃς, οὐκ ἂν δικάσαις. σὺ γὰρ οὖν νῦν μοι νικᾶν πολλῷ δεδόκησαι: ὥστ᾽ ἤδη τὴν ὀργὴν χαλάσας τοὺς σκίπωνας καταβάλλω. ἀλλ᾽ ὦ τῆς ἡλικίας ἡμῖν τῆς αὐτῆς συνθιασῶτα, Χορός ΒΔΕΛΥΚΛΈΩΝ: πιθοῦ πιθοῦ λόγοισι, μηδ᾽ ἄφρων γένῃ 730 μηδ᾽ ἀτενὴς ἄγαν ἀτεράμων τ᾽ ἀνήρ. εἴθ᾽ ὤφελέν μοι κηδεμὼν ἢ ξυγγενὴς εἶναί τις ὅστις τοιαῦτ᾽ ἐνουθέτει. σοὶ δὲ νῦν τις θεῶν παρὼν ἐμφανὴς ξυλλαμβάνει τοῦ πράγματος, 735 καὶ δῆλός ἐστιν εὖ ποιῶν: σὺ δὲ παρὼν δέχου. ΒΔΕΛΥΚΛΈΩΝ: καὶ μὴν θρέψω γ᾽ αὐτὸν παρέχων ὅσα πρεσβύτῃ ξύμφορα, χόνδρον λείχειν, χλαῖναν μαλακήν, σισύραν, πόρνην, ἥτις τὸ πέος τρίψει 740 καὶ τὴν ὀσφῦν. ἀλλ᾽ ὅτι σιγᾷ κοὐδὲν γρύζει, τοῦτ᾽ οὐ δύναταί με προσέσθαι. ΧΟΡΌΣ: νενουθέτηκεν αὑτὸν ἐς τὰ πράγμαθ᾽, οἶς τότ᾽ ἐπεμαίνετ᾽: ἔγνωκε γὰρ ἀρτίως, 745 λογίζεταί τ᾽ ἐκεῖνα πάνθ᾽ ἁμαρτίας ἃ σοῦ κελεύοντος οὐκ ἐπείθετο. νῦν δ᾽ ἴσως τοῖσι σοῖς λόγοις πείθεται καὶ σωφρονεῖ μέντοι μεθιστὰς ἐς τὸ λοιπὸν τὸν τρόπον πιθόμενός τέ σοι. ΦΙΛΟΚΛΈΩΝ: ἰώ μοί μοι. ΒΔΕΛΥΚΛΈΩΝ: οὗτος τί βοᾷς; [750] ΦΙΛΟΚΛΈΩΝ: μή μοι τούτων μηδὲν ὑπισχνοῦ. κείνων ἔραμαι, κεῖθι γενοίμαν, ἵν᾽ ὁ κῆρύξ φησι, ‘τίς ἀψήφιστος; ἀνιστάσθω.’ κἀπισταίην ἐπὶ τοῖς κημοῖς 755 ψηφιζομένων ὁ τελευταῖος. σπεῦδ᾽ ὦ ψυχή. ποῦ μοι ψυχή; πάρες ὦ σκιερά. μὰ τὸν Ἡρακλέα μή νυν ἔτ᾽ ἐγὼ ‘ν τοῖσι δικασταῖς κλέπτοντα Κλέωνα λάβοιμι. [760] ΒΔΕΛΥΚΛΈΩΝ: ἴθ᾽ ὦ πάτερ πρὸς τῶν θεῶν ἐμοὶ πιθοῦ. ΦΙΛΟΚΛΈΩΝ: τί σοι πίθωμαι; λέγ᾽ ὅ τι βούλει πλὴν ἑνός. ΒΔΕΛΥΚΛΈΩΝ: ποίου; φέρ᾽ ἴδω. ΦΙΛΟΚΛΈΩΝ: τοῦ μὴ δικάζειν. τοῦτο δὲ Ἅιδης διακρινεῖ πρότερον ἢ ‘γὼ πείσομαι. ΒΔΕΛΥΚΛΈΩΝ: σὺ δ᾽ οὖν, ἐπειδὴ τοῦτο κεχάρηκας ποιῶν, 765 ἐκεῖσε μὲν μηκέτι βάδιζ᾽, ἀλλ᾽ ἐνθάδε αὐτοῦ μένων δίκαζε τοῖσιν οἰκέταις. ΦΙΛΟΚΛΈΩΝ: περὶ τοῦ; τί ληρεῖς; ΒΔΕΛΥΚΛΈΩΝ: ταὔθ᾽ ἅπερ ἐκεῖ πράττεται: ὅτι τὴν θύραν ἀνέῳξεν ἡ σηκὶς λάθρᾳ, ταύτης ἐπιβολὴν ψηφιεῖ μίαν μόνην. 770 πάντως δὲ κἀκεῖ ταῦτ᾽ ἔδρας ἑκάστοτε. καὶ ταῦτα μέν νυν εὐλόγως, ἢν ἐξέχῃ ἕλη κατ᾽ ὄρθρον, ἡλιάσει πρὸς ἥλιον: ἐὰν δὲ νείφῃ, πρὸς τὸ πῦρ καθήμενος: ὕοντος εἴσει: κἄν ἔγρῃ μεσημβρινός, 775 οὐδείς σ᾽ ἀποκλῄσει θεσμοθέτης τῇ κιγκλίδι. ΦΙΛΟΚΛΈΩΝ: τουτί μ᾽ ἀρέσκει. ΒΔΕΛΥΚΛΈΩΝ: πρὸς δὲ τούτοις γ᾽, ἢν δίκην λέγῃ μακράν τις, οὐχὶ πεινῶν ἀναμενεῖς δάκνων σεαυτὸν καὶ τὸν ἀπολογούμενον. ΦΙΛΟΚΛΈΩΝ: πῶς οὖν διαγιγνώσκειν καλῶς δυνήσομαι 780 ὥσπερ πρότερον τὰ πράγματ᾽ ἔτι μασώμενος; ΒΔΕΛΥΚΛΈΩΝ: πολλῷ γ᾽ ἄμεινον: καὶ λέγεται γὰρ τουτογί, ὡς οἱ δικασταὶ ψευδομένων τῶν μαρτύρων μόλις τὸ πρᾶγμ᾽ ἔγνωσαν ἀναμασώμενοι. ΦΙΛΟΚΛΈΩΝ: ἀνά τό με πείθεις. ἀλλ᾽ ἐκεῖν᾽ οὔπω λέγεις, 785 τὸν μισθὸν ὁπόθεν λήψομαι. ΒΔΕΛΥΚΛΈΩΝ: παρ᾽ ἐμοῦ. ΦΙΛΟΚΛΈΩΝ: καλῶς, ὁτιὴ κατ᾽ ἐμαυτὸν κοὐ μεθ᾽ ἑτέρου λήψομαι. αἴσχιστα γάρ τοί μ᾽ ἠργάσατο Λυσίστρατος ὁ σκωπτόλης. δραχμὴν μετ᾽ ἐμοῦ πρώην λαβὼν ἐλθὼν διεκερματίζετ᾽ ἐν τοῖς ἰχθύσιν, 790 κἄπειτ᾽ ἐνέθηκε τρεῖς λοπίδας μοι κεστρέων: κἀγὼ ‘νέκαψ᾽: ὀβολοὺς γὰρ ᾠόμην λαβεῖν: κᾆτα βδελυχθεὶς ὀσφρόμενος ἐξέπτυσα: κᾆθ᾽ εἷλκον αὐτόν. ΒΔΕΛΥΚΛΈΩΝ: ὁ δὲ τί πρὸς ταῦτ᾽ εἶφ᾽; ΦΙΛΟΚΛΈΩΝ: ὅ τι; ἀλεκτρυόνος μ᾽ ἔφασκε κοιλίαν ἔχειν: 795 ‘ταχὺ γοῦν καθέψεις τἀργύριον,’ ἦ δ᾽ ὃς λέγων. ΒΔΕΛΥΚΛΈΩΝ: ὁρᾷς ὅσον καὶ τοῦτο δῆτα κερδανεῖς. ΦΙΛΟΚΛΈΩΝ: οὐ πάνυ τι μικρόν. ἀλλ᾽ ὅπερ μέλλεις ποίει. ΒΔΕΛΥΚΛΈΩΝ: ἀνάμενέ νυν: ἐγὼ δὲ ταῦθ᾽ ἥξω φέρων. ΦΙΛΟΚΛΈΩΝ: ὅρα τὸ χρῆμα, τὰ λόγι᾽ ὡς περαίνεται. 800 ἠκηκόη γὰρ ὡς Ἀθηναῖοί ποτε δικάσοιεν ἐπὶ ταῖς οἰκίαισι τὰς δίκας, κἀν τοῖς προθύροις ἐνοικοδομήσοι πᾶς ἀνὴρ αὑτῷ δικαστηρίδιον μικρὸν πάνυ, ὥσπερ Ἑκάταιον, πανταχοῦ πρὸ τῶν θυρῶν. [805] ΒΔΕΛΥΚΛΈΩΝ: ἰδού, τί ἔτ᾽ ἐρεῖς; ὡς ἅπαντ᾽ ἐγὼ φέρω ὅσαπερ ἔφασκον, κἄτι πολλῷ πλείονα. ἀμὶς μέν, ἢν οὐρητιάσῃς, αὑτηὶ παρά σοι κρεμήσετ᾽ ἐγγὺς ἐπὶ τοῦ παττάλου. ΦΙΛΟΚΛΈΩΝ: σοφόν γε τουτὶ καὶ γέροντι πρόσφορον 810 ἐξηῦρες ἀτεχνῶς φάρμακον στραγγουρίας. ΒΔΕΛΥΚΛΈΩΝ: καὶ πῦρ γε τουτί: καὶ προσέστηκεν φακῆ ῥοφεῖν, ἐὰν δέῃ τι. ΦΙΛΟΚΛΈΩΝ: τοῦτ᾽ αὖ δεξιόν: κἂν γὰρ πυρέττω, τόν γε μισθὸν λήψομαι. αὐτοῦ μένων γὰρ τὴν φακῆν ῥοφήσομαι. 815 ἀτὰρ τί τὸν ὄρνιν ὡς ἔμ᾽ ἐξηνέγκατε; ΒΔΕΛΥΚΛΈΩΝ: ἵνα γ᾽, ἢν καθεύδῃς ἀπολογουμένου τινός, ᾁδων ἄνωθεν ἐξεγείρῃ σ᾽ οὑτοσί. ΦΙΛΟΚΛΈΩΝ: ἓν ἔτι ποθῶ, τὰ δ᾽ ἄλλ᾽ ἀρέσκει μοι. ΒΔΕΛΥΚΛΈΩΝ: τὸ τί; ΦΙΛΟΚΛΈΩΝ: θἠρῷον εἴ πως ἐκκομίσαις τὸ τοῦ Λύκου. [820] ΒΔΕΛΥΚΛΈΩΝ: πάρεστι τουτί, καὐτὸς ἅναξ οὑτοσί. ΦΙΛΟΚΛΈΩΝ: ὦ δέσποθ᾽ ἥρως ὡς χαλεπὸς ἄρ᾽ ἦσθ᾽ ἰδεῖν. ΒΔΕΛΥΚΛΈΩΝ: οἷόσπερ ἡμῖν φαίνεται Κλεώνυμος. ΦΙΛΟΚΛΈΩΝ: οὔκουν ἔχει γ᾽ οὐδ᾽ αὐτὸς ἥρως ὢν ὅπλα. ΒΔΕΛΥΚΛΈΩΝ: εἰ θᾶττον ἐκαθίζου σύ, θᾶττον ἂν δίκην 825 ἐκάλουν. ΦΙΛΟΚΛΈΩΝ: κάλει νυν, ὡς κάθημαι ‘γὼ πάλαι. ΒΔΕΛΥΚΛΈΩΝ: φέρε νυν τίν᾽ αὐτῷ πρῶτον εἰσαγάγω δίκην; τί τίς κακὸν δέδρακε τῶν ἐν τᾠκίᾳ; ἡ Θρᾷττα προσκαύσασα πρώην τὴν χύτραν — ΦΙΛΟΚΛΈΩΝ: ἐπίσχες οὗτος: ὡς ὀλίγου μ᾽ ἀπώλεσας. 830 ἄνευ δρυφάκτου τὴν δίκην μέλλεις καλεῖν, ὃ πρῶτον ἡμῖν τῶν ἱερῶν ἐφαίνετο; ΒΔΕΛΥΚΛΈΩΝ: μὰ τὸν Δί᾽ οὐ πάρεστιν. ΦΙΛΟΚΛΈΩΝ: ἀλλ᾽ ἐγὼ δραμὼν αὐτὸς κομιοῦμαι τό γε παραυτίκ᾽ ἔνδοθεν. ΒΔΕΛΥΚΛΈΩΝ: τί ποτε τὸ χρῆμ᾽; ὡς δεινὸν ἡ φιλοχωρία. [835] ΣΩΣΊΑΣ: βάλλ᾽ ἐς κόρακας. τοιουτονὶ τρέφειν κύνα. ΒΔΕΛΥΚΛΈΩΝ: τί δ᾽ ἔστιν ἐτεόν; ΣΩΣΊΑΣ: οὐ γὰρ ὁ Λάβης ἀρτίως ὁ κύων παρᾴξας ἐς τὸν ἰπνὸν ὑφαρπάσας τροφαλίδα τυροῦ Σικελικὴν κατεδήδοκεν; ΒΔΕΛΥΚΛΈΩΝ: τοῦτ᾽ ἆρα πρῶτον τἀδίκημα τῷ πατρὶ 840 εἰσακτέον μοι: σὺ δὲ κατηγόρει παρών. ΣΩΣΊΑΣ: μὰ Δί᾽ οὐκ ἔγωγ᾽: ἀλλ᾽ ἅτερός φησιν κύων κατηγορήσειν, ἤν τις εἰσάγῃ γραφήν. ΒΔΕΛΥΚΛΈΩΝ: ἴθι νυν ἄγ᾽ αὐτὼ δεῦρο. ΣΩΣΊΑΣ: ταῦτα χρὴ ποιεῖν. ΒΔΕΛΥΚΛΈΩΝ: τουτὶ τί ἔστι; ΦΙΛΟΚΛΈΩΝ: χοιροκομεῖον Ἑστίας. [845] ΒΔΕΛΥΚΛΈΩΝ: εἶθ᾽ ἱεροσυλήσας φέρεις; ΦΙΛΟΚΛΈΩΝ: οὔκ, ἀλλ᾽ ἵνα ἀφ᾽ Ἑστίας ἀρχόμενος ἐπιτρίψω τινά. ἀλλ᾽ εἴσαγ᾽ ἀνύσας: ὡς ἐγὼ τιμᾶν βλέπω. ΒΔΕΛΥΚΛΈΩΝ: φέρε νυν ἐνέγκω τὰς σανίδας καὶ τὰς γραφάς. ΦΙΛΟΚΛΈΩΝ: οἴμοι διατρίβεις κἀπολεῖς τριψημερῶν: 850 ἐγὼ δ᾽ ἀλοκίζειν ἐδεόμην τὸ χωρίον. ΒΔΕΛΥΚΛΈΩΝ: ἰδού. ΦΙΛΟΚΛΈΩΝ: κάλει νυν. ΒΔΕΛΥΚΛΈΩΝ: ταῦτα δή. τίς οὑτοσὶ ὁ πρῶτός ἐστιν; ΦΙΛΟΚΛΈΩΝ: ἐς κόρακας, ὡς ἄχθομαι ὁτιὴ ‘πελαθόμην τοὺς καδίσκους ἐκφέρειν. ΒΔΕΛΥΚΛΈΩΝ: οὗτος σὺ ποῖ θεῖς; ΦΙΛΟΚΛΈΩΝ: ἐπὶ καδίσκους. ΒΔΕΛΥΚΛΈΩΝ: μη δαμῶς. 855 ἐγὼ γὰρ εἶχον τούσδε τοὺς ἀρυστίχους. ΦΙΛΟΚΛΈΩΝ: κάλλιστα τοίνυν: πάντα γὰρ πάρεστι νῷν ὅσων δεόμεθα, πλήν γε δὴ τῆς κλεψύδρας. ΒΔΕΛΥΚΛΈΩΝ: ἡδὶ δὲ δὴ τίς ἐστιν; οὐχὶ κλεψύδρα; ΦΙΛΟΚΛΈΩΝ: εὖ γ᾽ ἐκπορίζεις αὐτὰ κἀπιχωρίως. [860] ΒΔΕΛΥΚΛΈΩΝ: ἀλλ᾽ ὡς τάχιστα πῦρ τις ἐξενεγκάτω καὶ μυρρίνας καὶ τὸν λιβανωτὸν ἔνδοθεν, ὅπως ἂν εὐξώμεσθα πρῶτα τοῖς θεοῖς. ΧΟΡΌΣ: καὶ μὴν ἡμεῖς ἐπὶ ταῖς σπονδαῖς καὶ ταῖς εὐχαῖς 865 φήμην ἀγαθὴν λέξομεν ὑμῖν, ὅτι γενναίως ἐκ τοῦ πολέμου καὶ τοῦ νείκους ξυνεβήτην. Βδελυκλέων ΧΟΡΌΣ: εὐφημία μὲν πρῶτα νῦν ὑπαρχέτω. ΧΟΡΌΣ: ὦ Φοῖβ᾽ Ἄπολλον Πύθι᾽ ἐπ᾽ ἀγαθῇ τύχῃ 870 τὸ πρᾶγμ᾽ ὃ μηχανᾶται ἔμπροσθεν οὗτος τῶν θυρῶν, ἅπασιν ἡμῖν ἁρμόσαι παυσαμένοις πλάνων. ἰήιε Παιάν. [875] ΒΔΕΛΥΚΛΈΩΝ: ὦ δέσποτ᾽ ἄναξ γεῖτον ἀγυιεῦ προθύρου προπύλαιε, δέξαι τελετὴν καινὴν ὦναξ, ἣν τῷ πατρὶ καινοτομοῦμεν, παῦσόν τ᾽ αὐτοῦ τοῦτο τὸ λίαν στρυφνὸν καὶ πρίνινον ἦθος, ἀντὶ σιραίου μέλιτος μικρὸν τῷ θυμιδίῳ παραμείξας: ἤδη δ᾽ εἶναι τοῖς ἀνθρώποις ἤπιον αὐτόν, 880 τοὺς φεύγοντάς τ᾽ ἐλεεῖν μᾶλλον τῶν γραψαμένων κἀπιδακρύειν ἀντιβολούντων, καὶ παυσάμενον τῆς δυσκολίας ἀπὸ τῆς ὀργῆς τὴν ἀκαλήφην ἀφελέσθαι. Χορός [885] ΒΔΕΛΥΚΛΈΩΝ: ξυνευχόμεσθα ταὐτά σοι κἀπᾴδομεν νέαισιν ἀρχαῖς ἕνεκα τῶν προλελεγμένων. εὖνοι γάρ ἐσμεν ἐξ οὗ τὸν δῆμον ᾐσθόμεσθά σου φιλοῦντος ὡς οὐδεὶς ἀνὴρ 890 τῶν γε νεωτέρων. ἰήιε Παιάν. ΒΔΕΛΥΚΛΈΩΝ: εἴ τις θύρασιν ἡλιαστής, εἰσίτω: ὡς ἡνίκ᾽ ἂν λέγωσιν οὐκ ἐσφρήσομεν. ΦΙΛΟΚΛΈΩΝ: τίς ἆρ᾽ ὁ φεύγων; ΒΔΕΛΥΚΛΈΩΝ: οὗτος. ΦΙΛΟΚΛΈΩΝ: ὅσον ἁλώσεται. ΒΔΕΛΥΚΛΈΩΝ: ἀκούετ᾽ ἤδη τῆς γραφῆς. ἐγράψατο 895 κύων Κυδαθηναιεὺς Λάβητ᾽ Αἰξωνέα τὸν τυρὸν ἀδικεῖν ὅτι μόνος κατήσθιεν τὸν Σικελικόν. τίμημα κλῳὸς σύκινος. ΦΙΛΟΚΛΈΩΝ: θάνατος μὲν οὖν κύνειος, ἢν ἅπαξ ἁλῷ. ΒΔΕΛΥΚΛΈΩΝ: καὶ μὴν ὁ φεύγων οὑτοσὶ Λάβης πάρα. [900] ΦΙΛΟΚΛΈΩΝ: ὦ μιαρὸς οὗτος: ὡς δὲ καὶ κλέπτον βλέπει, οἷον σεσηρὼς ἐξαπατήσειν μ᾽ οἴεται. ποῦ δ᾽ ἔσθ᾽ ὁ διώκων, ὁ Κυδαθηναιεὺς κύων; ΚΎΩΝ: αὗ αὗ. ΒΔΕΛΥΚΛΈΩΝ: πάρεστιν οὗτος. ΦΙΛΟΚΛΈΩΝ: ἕτερος οὗτος αὖ Λάβης. ΒΔΕΛΥΚΛΈΩΝ: ἀγαθός γ᾽ ὑλακτεῖν καὶ διαλείχειν τὰς χύτρας. 905 σίγα, κάθιζε: σὺ δ᾽ ἀναβὰς κατηγόρει. ΦΙΛΟΚΛΈΩΝ: φέρε νυν ἅμα τήνδ᾽ ἐγχεάμενος κἀγὼ ῥοφῶ. ΣΩΣΊΑΣ: τῆς μὲν γραφῆς ἠκούσαθ᾽ ἣν ἐγραψάμην ἄνδρες δικασταὶ τουτονί. δεινότατα γὰρ ἔργων δέδρακε κἀμὲ καὶ τὸ ῥυππαπαῖ. 910 ἀποδρὰς γὰρ ἐς τὴν γωνίαν τυρὸν πολὺν κατεσικέλιζε κἀνέπλητ᾽ ἐν τῷ σκότῳ — ΦΙΛΟΚΛΈΩΝ: νὴ τὸν Δί᾽ ἀλλὰ δῆλός ἐστ᾽: ἔμοιγέ τοι τυροῦ κάκιστον ἀρτίως ἐνήρυγεν ὁ βδελυρὸς οὗτος. ΣΩΣΊΑΣ: κοὐ μετέδωκ᾽ αἰτοῦντί μοι. 915 καίτοι τίς ὑμᾶς εὖ ποιεῖν δυνήσεται, ἢν μή τι κἀμοί τις προβάλλῃ τῷ κυνί; ΦΙΛΟΚΛΈΩΝ: οὐδὲν μετέδωκεν οὐδὲ τῷ κοινῷ γ᾽ ἐμοί. θερμὸς γὰρ ἁνὴρ οὐδὲν ἧττον τῆς φακῆς. ΒΔΕΛΥΚΛΈΩΝ: πρὸς τῶν θεῶν μὴ προκαταγίγνωσκ᾽ ὦ πάτερ, 920 πρὶν ἄν γ᾽ ἀκούσῃς ἀμφοτέρων. ΦΙΛΟΚΛΈΩΝ: ἀλλ᾽ ὦγαθὲ τὸ πρᾶγμα φανερόν ἐστιν: αὐτὸ γὰρ βοᾷ. ΣΩΣΊΑΣ: μή νυν ἀφῆτέ γ᾽ αὐτόν, ὡς ὄντ᾽ αὖ πολὺ κυνῶν ἁπάντων ἄνδρα μονοφαγίστατον, ὅστις περιπλεύσας τὴν θυείαν ἐν κύκλῳ 925 ἐκ τῶν πόλεων τὸ σκῖρον ἐξεδήδοκεν. ΦΙΛΟΚΛΈΩΝ: ἐμοὶ δέ γ᾽ οὐκ ἔστ᾽ οὐδὲ τὴν ὑδρίαν πλάσαι. ΣΩΣΊΑΣ: πρὸς ταῦτα τοῦτον κολάσατ᾽: οὐ γὰρ ἄν ποτε τρέφειν δύναιτ᾽ ἂν μία λόχμη κλέπτα δύο: ἵνα μὴ κεκλάγγω διὰ κενῆς ἄλλως ἐγώ: 930 ἐὰν δὲ μή, τὸ λοιπὸν οὐ κεκλάγξομαι. ΦΙΛΟΚΛΈΩΝ: ἰοὺ ἰού. ὅσας κατηγόρησε τὰς πανουργίας. κλέπτον τὸ χρῆμα τἀνδρός: οὐ καὶ σοὶ δοκεῖ ὦλεκτρυόν; νὴ τὸν Δί᾽ ἐπιμύει γέ τοι. 935 ὁ θεσμοθέτης: ποῦ ‘σθ᾽ οὗτος; ἀμίδα μοι δότω. ΒΔΕΛΥΚΛΈΩΝ: αὐτὸς καθελοῦ: τοὺς μάρτυρας γὰρ ἐσκαλῶ. Λάβητι μάρτυρας παρεῖναι τρύβλιον δοίδυκα τυρόκνηστιν ἐσχάραν χύτραν, καὶ τἄλλα, τὰ σκεύη τὰ προσκεκαυμένα. 940 ἀλλ᾽ ἔτι σύ γ᾽ οὐρεῖς καὶ καθίζεις οὐδέπω; ΦΙΛΟΚΛΈΩΝ: τοῦτον δέ γ᾽ οἶμ᾽ ἐγὼ χεσεῖσθαι τήμερον. ΒΔΕΛΥΚΛΈΩΝ: οὐκ αὖ σὺ παύσει χαλεπὸς ὢν καὶ δύσκολος, καὶ ταῦτα τοῖς φεύγουσιν, ἀλλ᾽ ὀδὰξ ἔχει; ἀνάβαιν᾽, ἀπολογοῦ. τί σεσιώπηκας; λέγε. [945] ΦΙΛΟΚΛΈΩΝ: ἀλλ᾽ οὐκ ἔχειν οὗτός γ᾽ ἔοικεν ὅ τι λέγῃ. ΒΔΕΛΥΚΛΈΩΝ: οὔκ, ἀλλ᾽ ἐκεῖνό μοι δοκεῖ πεπονθέναι, ὅπερ ποτὲ φεύγων ἔπαθε καὶ Θουκυδίδης: ἀπόπληκτος ἐξαίφνης ἐγένετο τὰς γνάθους. πάρεχ᾽ ἐκποδών. ἐγὼ γὰρ ἀπολογήσομαι. 950 χαλεπὸν μὲν ὦνδρες ἐστὶ διαβεβλημένου ὑπεραποκρίνεσθαι κυνός, λέξω δ᾽ ὅμως. ἀγαθὸς γάρ ἐστι καὶ διώκει τοὺς λύκους. ΦΙΛΟΚΛΈΩΝ: κλέπτης μὲν οὖν οὗτός γε καὶ ξυνωμότης. ΒΔΕΛΥΚΛΈΩΝ: μὰ Δί᾽ ἀλλ᾽ ἄριστός ἐστι τῶν νυνὶ κυνῶν 955 οἷός τε πολλοῖς προβατίοις ἐφεστάναι. ΦΙΛΟΚΛΈΩΝ: τί οὖν ὄφελος, τὸν τυρὸν εἰ κατεσθίει; ΒΔΕΛΥΚΛΈΩΝ: ὅ τι; σοῦ προμάχεται καὶ φυλάττει τὴν θύραν καὶ τἄλλ᾽ ἄριστός ἐστιν: εἰ δ᾽ ὑφείλετο, ξύγγνωθι. κιθαρίζειν γὰρ οὐκ ἐπίσταται. [960] ΦΙΛΟΚΛΈΩΝ: ἐγὼ δ᾽ ἐβουλόμην ἂν οὐδὲ γράμματα, ἵνα μὴ κακουργῶν ἐνέγραφ᾽ ἡμῖν τὸν λόγον. ΒΔΕΛΥΚΛΈΩΝ: ἄκουσον ὦ δαιμόνιέ μου τῶν μαρτύρων. ἀνάβηθι τυρόκνηστι καὶ λέξον μέγα: σὺ γὰρ ταμιεύουσ᾽ ἔτυχες. ἀπόκριναι σαφῶς, 965 εἰ μὴ κατέκνησας τοῖς στρατιώταις ἅλαβες. φησὶ κατακνῆσαι. ΦΙΛΟΚΛΈΩΝ: νὴ Δί᾽ ἀλλὰ ψεύδεται. ΒΔΕΛΥΚΛΈΩΝ: ὦ δαιμόνι᾽ ἐλέει ταλαιπωρουμένους. οὗτος γὰρ ὁ Λάβης καὶ τραχήλι᾽ ἐσθίει καὶ τὰς ἀκάνθας, κοὐδέποτ᾽ ἐν ταὐτῷ μένει. 970 ὁ δ᾽ ἕτερος οἷός ἐστιν οἰκουρὸς μόνον. αὐτοῦ μένων γὰρ ἅττ᾽ ἂν εἴσω τις φέρῃ τούτων μεταιτεῖ τὸ μέρος: εἰ δὲ μή, δάκνει. αἰβοῖ. τί κακόν ποτ᾽ ἔσθ᾽ ὅτῳ μαλάττομαι; κακόν τι περιβαίνει με κἀναπείθομαι. [975] ΒΔΕΛΥΚΛΈΩΝ: ἴθ᾽ ἀντιβολῶ σ᾽: οἰκτίρατ᾽ αὐτὸν ὦ πάτερε, καὶ μὴ διαφθείρητε. ποῦ τὰ παιδία; ἀναβαίνετ᾽ ὦ πόνηρα καὶ κνυζούμενα αἰτεῖτε κἀντιβολεῖτε καὶ δακρύετε. ΦΙΛΟΚΛΈΩΝ: κατάβα κατάβα κατάβα κατάβα. ΒΔΕΛΥΚΛΈΩΝ: καταβήσομαι. 980 καίτοι τὸ κατάβα τοῦτο πολλοὺς δὴ πάνυ ἐξηπάτηκεν. ἀτὰρ ὅμως καταβήσομαι. ΦΙΛΟΚΛΈΩΝ: ἐς κόρακας. ὡς οὐκ ἀγαθόν ἐστι τὸ ῥοφεῖν. ἐγὼ γὰρ ἀπεδάκρυσα νῦν γνώμην ἐμὴν οὐδέν ποτ᾽ ἀλλ᾽ ἢ τῆς φακῆς ἐμπλήμενος. [985] ΒΔΕΛΥΚΛΈΩΝ: οὔκουν ἀποφεύγει δῆτα; ΦΙΛΟΚΛΈΩΝ: χαλεπὸν εἰδέναι. ΒΔΕΛΥΚΛΈΩΝ: ἴθ᾽ ὦ πατρίδιον ἐπὶ τὰ βελτίω τρέπου. τηνδὶ λαβὼν τὴν ψῆφον ἐπὶ τὸν ὕστερον μύσας παρᾷξον κἀπόλυσον ὦ πάτερ. ΦΙΛΟΚΛΈΩΝ: οὐ δῆτα: κιθαρίζειν γὰρ οὐκ ἐπίσταμαι. [990] ΒΔΕΛΥΚΛΈΩΝ: φέρε νύν σε τῃδὶ τὴν ταχίστην περιάγω. ΦΙΛΟΚΛΈΩΝ: ὅδ᾽ ἔσθ᾽ ὁ πρότερος; ΒΔΕΛΥΚΛΈΩΝ: οὗτος: ΦΙΛΟΚΛΈΩΝ: αὕτη ‘νταῦθ᾽ ἔνι. ΒΔΕΛΥΚΛΈΩΝ: ἐξηπάτηται κἀπολέλυκεν οὐχ ἑκών. φέρ᾽ ἐξεράσω. ΦΙΛΟΚΛΈΩΝ: πῶς ἄρ᾽ ἠγωνίσμεθα; ΒΔΕΛΥΚΛΈΩΝ: δείξειν ἔοικεν. ἐκπέφευγας ὦ Λάβης. 995 πάτερ πάτερ τί πέπονθας; οἴμοι: ποῦ ‘σθ᾽ ὕδωρ; ἔπαιρε σαυτόν. ΦΙΛΟΚΛΈΩΝ: εἰπέ νυν ἐκεῖνό μοι, ὄντως ἀπέφυγε; ΒΔΕΛΥΚΛΈΩΝ: νὴ Δί᾽: ΦΙΛΟΚΛΈΩΝ: οὐδέν εἰμ᾽ ἄρα. ΒΔΕΛΥΚΛΈΩΝ: μὴ φροντίσῃς ὦ δαιμόνι᾽: ἀλλ᾽ ἀνίστασο. ΦΙΛΟΚΛΈΩΝ: πῶς οὖν ἐμαυτῷ τοῦτ᾽ ἐγὼ ξυνείσομαι, 1000 φεύγοντ᾽ ἀπολύσας ἄνδρα; τί ποτε πείσομαι; ἀλλ᾽ ὦ πολυτίμητοι θεοὶ ξύγγνωτέ μοι: ἄκων γὰρ αὔτ᾽ ἔδρασα κοὐ τοὐμοῦ τρόπου. ΒΔΕΛΥΚΛΈΩΝ: καὶ μηδὲν ἀγανάκτει γ᾽. ἐγὼ γάρ σ᾽ ὦ πάτερ θρέψω καλῶς, ἄγων μετ᾽ ἐμαυτοῦ πανταχοῖ, 1005 ἐπὶ δεῖπνον, ἐς ξυμπόσιον, ἐπὶ θεωρίαν, ὥσθ᾽ ἡδέως διάγειν σε τὸν λοιπὸν χρόνον: κοὐκ ἐγχανεῖταί σ᾽ ἐξαπατῶν Ὑπέρβολος. ἀλλ᾽ εἰσίωμεν. ΦΙΛΟΚΛΈΩΝ: ταῦτά νυν, εἴπερ δοκεῖ. ΧΟΡΌΣ: ἀλλ᾽ ἴτε χαίροντες ὅποι βούλεσθ᾽. 1010 ὑμεῖς δὲ τέως ὦ μυριάδες ἀναρίθμητοι, νῦν τὰ μέλλοντ᾽ εὖ λέγεσθαι μὴ πέσῃ φαύλως χαμᾶζ᾽ εὐλαβεῖσθε. τοῦτο γὰρ σκαιῶν θεατῶν ἐστὶ πάσχειν, κοὐ πρὸς ὑμῶν. Χορός [1015] ΧΟΡΌΣ: νῦν αὖτε λεῲ προσέχετε τὸν νοῦν, εἴπερ καθαρόν τι φιλεῖτε. μέμψασθαι γὰρ τοῖσι θεαταῖς ὁ ποιητὴς νῦν ἐπιθυμεῖ. ἀδικεῖσθαι γάρ φησιν πρότερος πόλλ᾽ αὐτοὺς εὖ πεποιηκώς, τὰ μὲν οὐ φανερῶς ἀλλ᾽ ἐπικουρῶν κρύβδην ἑτέροισι ποιηταῖς, μιμησάμενος τὴν Εὐρυκλέους μαντείαν καὶ διάνοιαν, 1020 εἰς ἀλλοτρίας γαστέρας ἐνδὺς κωμῳδικὰ πολλὰ χέασθαι: μετὰ τοῦτο δὲ καὶ φανερῶς ἤδη κινδυνεύων καθ᾽ ἑαυτόν, οὐκ ἀλλοτρίων ἀλλ᾽ οἰκείων Μουσῶν στόμαθ᾽ ἡνιοχήσας. ἀρθεὶς δὲ μέγας καὶ τιμηθεὶς ὡς οὐδεὶς πώποτ᾽ ἐν ὑμῖν, οὐκ † ἐκτελέσαι † φησὶν ἐπαρθεὶς οὐδ᾽ ὀγκῶσαι τὸ φρόνημα, 1025 οὐδὲ παλαίστρας περικωμάζειν πειρῶν: οὐδ᾽ εἴ τις ἐραστὴς κωμῳδεῖσθαι παιδίχ᾽ ἑαυτοῦ μισῶν ἔσπευσε πρὸς αὐτόν, οὐδενὶ πώποτέ φησι πιθέσθαι, γνώμην τιν᾽ ἔχων ἐπιεικῆ, ἵνα τὰς Μούσας αἷσιν χρῆται μὴ προαγωγοὺς ἀποφήνῃ. οὐδ᾽ ὅτε πρῶτόν γ᾽ ἦρξε διδάσκειν, ἀνθρώποις φήσ᾽ ἐπιθέσθαι, 1030 ἀλλ᾽ Ἡρακλέους ὀργήν τιν᾽ ἔχων τοῖσι μεγίστοις ἐπιχειρεῖν, θρασέως ξυστὰς εὐθὺς ἀπ᾽ ἀρχῆς αὐτῷ τῷ καρχαρόδοντι, οὗ δεινόταται μὲν ἀπ᾽ ὀφθαλμῶν Κύννης ἀκτῖνες ἔλαμπον, ἑκατὸν δὲ κύκλῳ κεφαλαὶ κολάκων οἰμωξομένων ἐλιχμῶντο περὶ τὴν κεφαλήν, φωνὴν δ᾽ εἶχεν χαράδρας ὄλεθρον τετοκυίας, 1035 φώκης δ᾽ ὀσμήν, Λαμίας ὄρχεις ἀπλύτους, πρωκτὸν δὲ καμήλου. τοιοῦτον ἰδὼν τέρας οὔ φησιν δείσας καταδωροδοκῆσαι, ἀλλ᾽ ὑπὲρ ὑμῶν ἔτι καὶ νυνὶ πολεμεῖ: φησίν τε μετ᾽ αὐτὸν τοῖς ἠπιάλοις ἐπιχειρῆσαι πέρυσιν καὶ τοῖς πυρετοῖσιν, οἳ τοὺς πατέρας τ᾽ ἦγχον νύκτωρ καὶ τοὺς πάππους ἀπέπνιγον, 1040 κατακλινόμενοί τ᾽ ἐπὶ ταῖς κοίταις ἐπὶ τοῖσιν ἀπράγμοσιν ὑμῶν ἀντωμοσίας καὶ προσκλήσεις καὶ μαρτυρίας συνεκόλλων, ὥστ᾽ ἀναπηδᾶν δειμαίνοντας πολλοὺς ὡς τὸν πολέμαρχον. τοιόνδ᾽ εὑρόντες ἀλεξίκακον τῆς χώρας τῆσδε καθαρτήν, πέρυσιν καταπροὔδοτε καινοτάταις σπείραντ᾽ αὐτὸν διανοίαις, ἃς ὑπὸ τοῦ μὴ γνῶναι καθαρῶς ὑμεῖς ἐποιήσατ᾽ ἀναλδεῖς: καίτοι σπένδων πόλλ᾽ ἐπὶ πολλοῖς ὄμνυσιν τὸν Διόνυσον μὴ πώποτ᾽ ἀμείνον᾽ ἔπη τούτων κωμῳδικὰ μηδέν᾽ ἀκοῦσαι. τοῦτο μὲν οὖν ἔσθ᾽ ὑμῖν αἰσχρὸν τοῖς μὴ γνοῦσιν παραχρῆμα, ὁ δὲ ποιητὴς οὐδὲν χείρων παρὰ τοῖσι σοφοῖς νενόμισται, εἰ παρελαύνων τοὺς ἀντιπάλους τὴν ἐπίνοιαν ξυνέτριψεν. Χορός ΧΟΡΌΣ: ἀλλὰ τὸ λοιπὸν τῶν ποιητῶν ὦ δαιμόνιοι τοὺς ζητοῦντας καινόν τι λέγειν κἀξευρίσκειν στέργετε μᾶλλον καὶ θεραπεύετε, 1055 καὶ τὰ νοήματα σῴζεσθ᾽ αὐτῶν, ἐσβάλλετέ τ᾽ ἐς τὰς κιβωτοὺς μετὰ τῶν μήλων. κἂν ταῦτα ποιῆθ᾽, ὑμῖν δι᾽ ἔτους τῶν ἱματίων ὀζήσει δεξιότητος. Χορός [1060] ΧΟΡΌΣ: ὦ πάλαι ποτ᾽ ὄντες ἡμεῖς ἄλκιμοι μὲν ἐν χοροῖς, ἄλκιμοι δ᾽ ἐν μάχαις, καὶ κατ᾽ αὐτὸ δὴ τοῦτο μόνον ἄνδρες ἀλκιμώτατοι: πρίν ποτ᾽ ἦν πρὶν ταῦτα, νῦν δ᾽ οἴχεται, κύκνου τ᾽ ἔτι πολιώτεραι δὴ 1065 αἵδ᾽ ἐπανθοῦσιν τρίχες. ἀλλὰ κἀκ τῶν λειψάνων δεῖ τῶνδε ῥώμην νεανικὴν σχεῖν: ὡς ἐγὼ τοὐμὸν νομίζω γῆρας εἶναι κρεῖττον ἢ πολλῶν κικίννους νεανιῶν καὶ 1070 σχῆμα κεὐρυπρωκτίαν. Χορός ΧΟΡΌΣ: εἴ τις ὑμῶν ὦ θεαταὶ τὴν ἐμὴν ἰδὼν φύσιν εἶτα θαυμάζει μ᾽ ὁρῶν μέσον διεσφηκωμένον, ἥτις ἡμῶν ἐστὶν ἡ ‘πίνοια τῆς ἐγκεντρίδος, ῥᾳδίως ἐγὼ διδάξω, κἂν ἄμουσος ᾖ τὸ πρίν. 1075 ἐσμὲν ἡμεῖς, οἷς πρόσεστι τοῦτο τοὐρροπύγιον, Ἀττικοὶ μόνοι δικαίως ἐγγενεῖς αὐτόχθονες, ἀνδρικώτατον γένος καὶ πλεῖστα τήνδε τὴν πόλιν ὠφελῆσαν ἐν μάχαισιν, ἡνίκ᾽ ἦλθ᾽ ὁ βάρβαρος, τῷ καπνῷ τύφων ἅπασαν τὴν πόλιν καὶ πυρπολῶν, 1080 ἐξελεῖν ἡμῶν μενοινῶν πρὸς βίαν τἀνθρήνια. εὐθέως γὰρ ἐκδραμόντες ξὺν δορὶ ξὺν ἀσπίδι ἐμαχόμεσθ᾽ αὐτοῖσι, θυμὸν ὀξίνην πεπωκότες, στὰς ἀνὴρ παρ᾽ ἄνδρ᾽, ὑπ᾽ ὀργῆς τὴν χελύνην ἐσθίων: ὑπὸ δὲ τῶν τοξευμάτων οὐκ ἦν ἰδεῖν τὸν οὐρανόν. 1085 ἀλλ᾽ ὅμως ἐωσάμεσθα ξὺν θεοῖς πρὸς ἑσπέραν. γλαῦξ γὰρ ἡμῶν πρὶν μάχεσθαι τὸν στρατὸν διέπτετο: εἶτα δ᾽ εἱπόμεσθα θυννάζοντες ἐς τοὺς θυλάκους, οἱ δ᾽ ἔφευγον τὰς γνάθους καὶ τὰς ὀφρῦς κεντούμενοι: ὥστε παρὰ τοῖς βαρβάροισι πανταχοῦ καὶ νῦν ἔτι 1090 μηδὲν Ἀττικοῦ καλεῖσθαι σφηκὸς ἀνδρικώτερον. Χορός ΧΟΡΌΣ: ἆρα δεινὸς ἦ τόθ᾽ ὥστε πάντα μὴ δεδοικέναι, καὶ κατεστρεψάμην τοὺς ἐναντίους, πλέων ἐκεῖσε ταῖς τριήρεσιν; οὐ γὰρ ἦν ἡμῖν ὅπως 1095 ῥῆσιν εὖ λέξειν ἐμέλλομεν τότ᾽, οὐδὲ συκοφαντήσειν τινὰ φροντίς, ἀλλ᾽ ὅστις ἐρέτης ἔσοιτ᾽ ἄριστος. τοιγαροῦν πολλὰς πόλεις Μήδων ἑλόντες αἰτιώτατοι φέρεσθαι 1100 τὸν φόρον δεῦρ᾽ ἐσμέν, ὃν κλέπτουσιν οἱ νεώτεροι. Χορός ΧΟΡΌΣ: πολλαχοῦ σκοποῦντες ἡμᾶς εἰς ἅπανθ᾽ εὑρήσετε τοὺς τρόπους καὶ τὴν δίαιταν σφηξὶν ἐμφερεστάτους. πρῶτα μὲν γὰρ οὐδὲν ἡμῶν ζῷον ἠρεθισμένον 1105 μᾶλλον ὀξύθυμόν ἐστιν οὐδὲ δυσκολώτερον: εἶτα τἄλλ᾽ ὅμοια πάντα σφηξὶ μηχανώμεθα. ξυλλεγέντες γὰρ καθ᾽ ἑσμούς, ὡσπερεὶ τἀνθρήνια, οἱ μὲν ἡμῶν οὗπερ ἅρχων, οἱ δὲ παρὰ τοὺς ἕνδεκα, οἱ δ᾽ ἐν ᾠδείῳ δικάζουσ᾽, οἱ δὲ πρὸς τοῖς τειχίοις 1110 ξυμβεβυσμένοι πυκνόν, νεύοντες ἐς τὴν γῆν, μόλις ὥσπερ οἱ σκώληκες ἐν τοῖς κυττάροις κινούμενοι. ἔς τε τὴν ἄλλην δίαιτάν ἐσμεν εὐπορώτατοι. πάντα γὰρ κεντοῦμεν ἄνδρα κἀκπορίζομεν βίον. ἀλλὰ γὰρ κηφῆνες ἡμῖν εἰσιν ἐγκαθήμενοι 1115 οὐκ ἔχοντες κέντρον, οἳ μένοντες ἡμῶν τοῦ φόρου τὸν πόνον κατεσθίουσιν, οὐ ταλαιπωρούμενοι. τοῦτο δ᾽ ἔστ᾽ ἄλγιστον ἡμῖν, ἤν τις ἀστράτευτος ὢν ἐκροφῇ τὸν μισθὸν ἡμῶν, τῆσδε τῆς χώρας ὕπερ μήτε κώπην μήτε λόγχην μήτε φλύκταιναν λαβών. 1120 ἀλλ᾽ ἐμοὶ δοκεῖ τὸ λοιπὸν τῶν πολιτῶν ἔμβραχυ ὅστις ἂν μὴ ‘χῃ τὸ κέντρον, μὴ φέρειν τριώβολον. Φιλοκλέων ΧΟΡΌΣ: οὔτοι ποτὲ ζῶν τοῦτον ἀποδυθήσομαι, ἐπεὶ μόνος μ᾽ ἔσωσε παρατεταγμένον, ὅθ᾽ ὁ βορέας ὁ μέγας ἐπεστρατεύσατο. [1125] ΒΔΕΛΥΚΛΈΩΝ: ἀγαθὸν ἔοικας οὐδὲν ἐπιθυμεῖν παθεῖν. ΦΙΛΟΚΛΈΩΝ: μὰ τὸν Δί᾽ οὐ γὰρ οὐδαμῶς μοι ξύμφορον. καὶ γὰρ πρότερον ἐπανθρακίδων ἐμπλήμενος ἀπέδωκ᾽ ὀφείλων τῷ κναφεῖ τριώβολον. ΒΔΕΛΥΚΛΈΩΝ: ἀλλ᾽ οὖν πεπειράσθω γ᾽, ἐπειδήπερ γ᾽ ἅπαξ 1130 ἐμοὶ σεαυτὸν παραδέδωκας εὖ ποιεῖν. ΦΙΛΟΚΛΈΩΝ: τί οὖν κελεύεις δρᾶν με; ΒΔΕΛΥΚΛΈΩΝ: τὸν τρίβων᾽ ἄφες, τηνδὶ δὲ χλαῖναν ἀναβαλοῦ τριβωνικῶς. ΦΙΛΟΚΛΈΩΝ: ἔπειτα παῖδας χρὴ φυτεύειν καὶ τρέφειν, ὅθ᾽ οὑτοσί με νῦν ἀποπνῖξαι βούλεται; [1135] ΒΔΕΛΥΚΛΈΩΝ: ἔχ᾽ ἀναβαλοῦ τηνδὶ λαβὼν καὶ μὴ λάλει. ΦΙΛΟΚΛΈΩΝ: τουτὶ τὸ κακὸν τί ἐστι πρὸς πάντων θεῶν; ΒΔΕΛΥΚΛΈΩΝ: οἱ μὲν καλοῦσι Περσίδ᾽ οἱ δὲ καυνάκην. ΦΙΛΟΚΛΈΩΝ: ἐγὼ δὲ σισύραν ᾠόμην Θυμαιτίδα. ΒΔΕΛΥΚΛΈΩΝ: κοὐ θαῦμά γ᾽: ἐς Σάρδεις γὰρ οὐκ ἐλήλυθας. 1140 ἔγνως γὰρ ἄν: νῦν δ᾽ οὐχὶ γιγνώσκεις. ΦΙΛΟΚΛΈΩΝ: ἐγώ; μὰ τὸν Δί᾽ οὐ τοίνυν: ἀτὰρ δοκεῖ γέ μοι ἐοικέναι μάλιστα Μορύχου σάγματι. ΒΔΕΛΥΚΛΈΩΝ: οὔκ, ἀλλ᾽ ἐν Ἐκβατάνοισι ταῦθ᾽ ὑφαίνεται. ΦΙΛΟΚΛΈΩΝ: ἐν Ἐκβατάνοισι γίγνεται κρόκης χόλιξ; [1145] ΒΔΕΛΥΚΛΈΩΝ: πόθεν ὦγάθ᾽; ἀλλὰ τοῦτο τοῖσι βαρβάροις ὑφαίνεται πολλαῖς δαπάναις. αὕτη γέ τοι ἐρίων τάλαντον καταπέπωκε ῥᾳδίως. ΦΙΛΟΚΛΈΩΝ: οὔκουν ἐριώλην δῆτ᾽ ἐχρῆν αὐτὴν καλεῖν δικαιότερον ἢ καυνάκην; ΒΔΕΛΥΚΛΈΩΝ: ἔχ᾽ ὦγαθέ, 1150 καὶ στῆθ᾽ ἀναμπισχόμενος. ΦΙΛΟΚΛΈΩΝ: οἴμοι δείλαιος: ὡς θερμὸν ἡ μιαρά τί μου κατήρυγεν. ΒΔΕΛΥΚΛΈΩΝ: οὐκ ἀναβαλεῖ; ΦΙΛΟΚΛΈΩΝ: μὰ Δί᾽ οὐκ ἔγωγ᾽. ἀλλ᾽ ὦγαθέ, εἴπερ γ᾽ ἀνάγκη, κρίβανόν μ᾽ ἀμπίσχετε. ΒΔΕΛΥΚΛΈΩΝ: φέρ᾽ ἀλλ᾽ ἐγώ σε περιβαλῶ: σὺ δ᾽ οὖν ἴθι. [1155] ΦΙΛΟΚΛΈΩΝ: παράθου γε μέντοι καὶ κρεάγραν. ΒΔΕΛΥΚΛΈΩΝ: τιὴ τί δή; ΦΙΛΟΚΛΈΩΝ: ἵν᾽ ἐξέλῃς με πρὶν διερρυηκέναι. ΒΔΕΛΥΚΛΈΩΝ: ἄγε νυν ὑπολύου τὰς καταράτους ἐμβάδας, τασδὶ δ᾽ ἀνύσας † ὑπόδυθι † τὰς Λακωνικάς. ΦΙΛΟΚΛΈΩΝ: ἐγὼ γὰρ ἂν τλαίην ὑποδήσασθαί ποτε 1160 ἐχθρῶν παρ᾽ ἀνδρῶν δυσμενῆ καττύματα; ΒΔΕΛΥΚΛΈΩΝ: ἔνθες ποτ᾽ ὦ τᾶν κἀπόβαιν᾽ ἐρρωμένως ἐς τὴν Λακωνικὴν ἀνύσας. ΦΙΛΟΚΛΈΩΝ: ἀκικεῖς γέ με ἐς τὴν πολεμίαν ἀποβιβάζων τὸν πόδα. ΒΔΕΛΥΚΛΈΩΝ: φέρε καὶ τὸν ἕτερον. ΦΙΛΟΚΛΈΩΝ: μηδαμῶς τοῦτόν γ᾽, ἐπεὶ 1165 πάνυ μισολάκων αὐτοῦ ‘στιν εἷς τῶν δακτύλων. ΒΔΕΛΥΚΛΈΩΝ: οὐκ ἔστι παρὰ ταῦτ᾽ ἄλλα. ΦΙΛΟΚΛΈΩΝ: κακοδαίμων ἐγώ, ὅστις ἐπὶ γήρως χίμετλον οὐδὲν λήψομαι. ΒΔΕΛΥΚΛΈΩΝ: ἄνυσόν ποθ᾽ ὑποδησάμενος: εἶτα πλουσίως ὡδὶ προβὰς τρυφερόν τι διασαλακώνισον. [1170] ΦΙΛΟΚΛΈΩΝ: ἰδού. θεῶ τὸ σχῆμα, καὶ σκέψαι μ᾽ ὅτῳ μάλιστ᾽ ἔοικα τὴν βάδισιν τῶν πλουσίων. ΒΔΕΛΥΚΛΈΩΝ: ὅτῳ; Δοθιῆνι σκόροδον ἠμφιεσμένῳ. ΦΙΛΟΚΛΈΩΝ: καὶ μὴν προθυμοῦμαί γε σαυλοπρωκτιᾶν. ΒΔΕΛΥΚΛΈΩΝ: ἄγε νυν, ἐπιστήσει λόγους σεμνοὺς λέγειν 1175 ἀνδρῶν παρόντων πολυμαθῶν καὶ δεξιῶν; ΦΙΛΟΚΛΈΩΝ: ἔγωγε. ΒΔΕΛΥΚΛΈΩΝ: τίνα δῆτ᾽ ἂν λέγοις; ΦΙΛΟΚΛΈΩΝ: πολλοὺς πάνυ. πρῶτον μὲν ὡς ἡ Λάμι᾽ ἁλοῦσ᾽ ἐπέρδετο, ἔπειτα δ᾽ ὡς ὁ Καρδοπίων τὴν μητέρα. ΒΔΕΛΥΚΛΈΩΝ: μή ‘μοί γε μύθους, ἀλλὰ τῶν ἀνθρωπίνων, 1180 οἵους λέγομεν μάλιστα τοὺς κατ᾽ οἰκίαν. ΦΙΛΟΚΛΈΩΝ: ἐγᾦδα τοίνυν τῶν γε πάνυ κατ᾽ οἰκίαν ἐκεῖνον ὡς ‘οὕτω ποτ᾽ ἦν μῦς καὶ γαλῆ.’ ΒΔΕΛΥΚΛΈΩΝ: ὦ σκαιὲ κἀπαίδευτε, Θεογένης ἔφη τῷ κοπρολόγῳ καὶ ταῦτα λοιδορούμενος, 1185 μῦς καὶ γαλᾶς μέλλεις λέγειν ἐν ἀνδράσιν; ΦΙΛΟΚΛΈΩΝ: ποίους τινὰς δὲ χρὴ λέγειν; ΒΔΕΛΥΚΛΈΩΝ: μεγαλοπρεπεῖς, ὡς ξυνεθεώρεις Ἀνδροκλεῖ καὶ Κλεισθένει. ΦΙΛΟΚΛΈΩΝ: ἐγὼ δὲ τεθεώρηκα ποώποτ᾽ οὐδαμοῖ πλὴν ἐς Πάρον, καὶ ταῦτα δὔ ὀβολὼ φέρων. [1190] ΒΔΕΛΥΚΛΈΩΝ: ἀλλ᾽ οὖν λέγειν χρή σ᾽ ὡς ἐμάχετό γ᾽ αὐτίκα Ἐφουδίων παγκράτιον Ἀσκώνδᾳ καλῶς, ἤδη γέρων ὢν καὶ πολιός, ἔχων δέ τοι πλευρὰν βαθυτάτην καὶ χέρας καὶ λαγόνα καὶ θώρακ᾽ ἄριστον. ΦΙΛΟΚΛΈΩΝ: παῦε παῦ᾽, οὐδὲν λέγεις. 1195 πῶς ἂν μαχέσαιτο παγκράτιον θώρακ᾽ ἔχων; ΒΔΕΛΥΚΛΈΩΝ: οὕτω διηγεῖσθαι νομίζουσ᾽ οἱ σοφοί. ἀλλ᾽ ἕτερον εἰπέ μοι: παρ᾽ ἀνδράσι ξένοις πίνων σεαυτοῦ ποῖον ἂν λέξαι δοκεῖς ἐπὶ νεότητος ἔργον ἀνδρικώτατον; [1200] ΦΙΛΟΚΛΈΩΝ: ἐκεῖν᾽ ἐκεῖν᾽ ἀνδρειότατόν γε τῶν ἐμῶν, ὅτ᾽ Ἐργασίωνος τὰς χάρακας ὑφειλόμην. ΒΔΕΛΥΚΛΈΩΝ: ἀπολεῖς με. ποίας χάρακας; ἀλλ᾽ ὡς ἢ κάπρον ἐδιώκαθές ποτ᾽ ἢ λαγών, ἢ λαμπάδα ἔδραμες, ἀνευρὼν ὅ τι νεανικώτατον. [1205] ΦΙΛΟΚΛΈΩΝ: ἐγᾦδα τοίνυν τό γε νεανικώτατον: ὅτε τὸν δρομέα Φάυλλον ὢν βούπαις ἔτι εἶλον διώκων λοιδορίας ψήφοιν δυοῖν. ΒΔΕΛΥΚΛΈΩΝ: παὖ: ἀλλὰ δευρὶ κατακλινεὶς προσμάνθανε ξυμποτικὸς εἶναι καὶ ξυνουσιαστικός. [1210] ΦΙΛΟΚΛΈΩΝ: πῶς οὖν κατακλινῶ; φράζ᾽ ἀνύσας. ΒΔΕΛΥΚΛΈΩΝ: εὐσχημόνως. ΦΙΛΟΚΛΈΩΝ: ὡδὶ κελεύεις κατακλινῆναι; ΒΔΕΛΥΚΛΈΩΝ: μηδαμῶς. ΦΙΛΟΚΛΈΩΝ: πῶς δαί; ΒΔΕΛΥΚΛΈΩΝ: τὰ γόνατ᾽ ἔκτεινε καὶ γυμναστικῶς ὑγρὸν χύτλασον σεαυτὸν ἐν τοῖς στρώμασιν. ἔπειτ᾽ ἐπαίνεσόν τι τῶν χαλκωμάτων, 1215 ὀροφὴν θέασαι, κρεκάδι᾽ αὐλῆς θαύμασον: ὕδωρ κατὰ χειρός: τὰς τραπέζας ἐσφέρειν: δειπνοῦμεν: ἀπονενίμμεθ᾽: ἤδη σπένδομεν. ΦΙΛΟΚΛΈΩΝ: πρὸς τῶν θεῶν ἐνύπνιον ἑστιώμεθα; ΒΔΕΛΥΚΛΈΩΝ: αὑλητρὶς ἐνεφύσησεν: οἱ δὲ συμπόται 1220 εἰσὶν Θέωρος Αἰσχίνης Φᾶνος Κλέων, ξένος τις ἕτερος πρὸς κεφαλῆς Ἀκέστορος. τούτοις ξυνὼν τὰ σκόλι᾽ ὅπως δέξει καλῶς. ΦΙΛΟΚΛΈΩΝ: ἄληθες; ὡς οὐδεὶς Διακρίων δέξεται. ΒΔΕΛΥΚΛΈΩΝ: ἐγὼ εἴσομαι: καὶ δὴ γάρ εἰμ᾽ ἐγὼ Κλέων, 1225 ᾁδω δὲ πρῶτος Ἁρμοδίου: δέξαι δὲ σύ. ‘οὐδεὶς πώποτ᾽ ἀνὴρ ἔγεντ᾽ Ἀθήναις’ — ΦΙΛΟΚΛΈΩΝ: οὐχ οὕτω γε πανοῦργος οὐδὲ κλέπτης. ΒΔΕΛΥΚΛΈΩΝ: τουτὶ σὺ δράσεις; παραπολεῖ βοώμενος: φήσει γὰρ ἐξολεῖν σε καὶ διαφθερεῖν 1230 καὶ τῆσδε τῆς γῆς ἐξελᾶν. ΦΙΛΟΚΛΈΩΝ: ἐγὼ δέ γε, ἐὰν ἀπειλῇ, νὴ Δί᾽ ἕτερ᾽ ἀντᾴσομαι: ΦΙΛΟΚΛΈΩΝ: ‘ὦνθρωφ᾽, οὖτος ὁ μαιόμενος τὸ μέγα κράτος, 1235 ἀντρέψεις ἔτι τὰν πόλιν: ἁ δ᾽ ἔχεται ῥοπᾶς.’ ΒΔΕΛΥΚΛΈΩΝ: τί δ᾽ ὅταν Θέωρος πρὸς ποδῶν κατακείμενος ᾁδῃ Κλέωνος λαβόμενος τῆς δεξιᾶς: ΒΔΕΛΥΚΛΈΩΝ: ‘Ἀδμήτου λόγον ὦταῖρε μαθὼν τοὺς ἀγαθοὺς φίλει.’ [1240] ΒΔΕΛΥΚΛΈΩΝ: τούτῳ τί λέξεις σκόλιον; ΦΙΛΟΚΛΈΩΝ: ᾠδικῶς ἐγώ. ΦΙΛΟΚΛΈΩΝ: ‘οὐκ ἔστιν ἀλωπεκίζειν, οὐδ᾽ ἀμφοτέροισι γίγνεσθαι φίλον.’ ΒΔΕΛΥΚΛΈΩΝ: μετὰ τοῦτον Αἰσχίνης ὁ Σέλλου δέξεται, ἀυὴρ σοφὸς καὶ μουσικός, κᾆτ᾽ ᾁσεται: [1245] ΒΔΕΛΥΚΛΈΩΝ: ‘χρήματα καὶ βίαν Κλειταγόρᾳ τε κἀμοὶ μετὰ Θετταλῶν’ — ΦΙΛΟΚΛΈΩΝ: πολλὰ δὴ διεκόμπασας σὺ κἀγώ. ΒΔΕΛΥΚΛΈΩΝ: τουτὶ μὲν ἐπιεικῶς σύ γ᾽ ἐξεπίστασαι: 1250 ὅπως δ᾽ ἐπὶ δεῖπνον ἐς Φιλοκτήμονος ἴμεν. παῖ παῖ, τὸ δεῖπνον Χρυσὲ συσκεύαζε νῷν, ἵνα καὶ μεθυσθῶμεν διὰ χρόνου. ΦΙΛΟΚΛΈΩΝ: μηδαμῶς. κακὸν τὸ πίνειν: ἀπὸ γὰρ οἴνου γίγνεται καὶ θυροκοπῆσαι καὶ πατάξαι καὶ βαλεῖν, 1255 κἄπειτ᾽ ἀποτίνειν ἀργύριον ἐκ κραιπάλης. ΒΔΕΛΥΚΛΈΩΝ: οὔκ, ἢν ξυνῇς γ᾽ ἀνδράσι καλοῖς τε κἀγαθοῖς. ἢ γὰρ παρῃτήσαντο τὸν πεπονθότα, ἢ λόγον ἔλεξας αὐτὸς ἀστεῖόν τινα, Αἰσωπικὸν γέλοιον ἢ Συβαριτικόν, 1260 ὧν ἔμαθες ἐν τῷ συμποσίῳ: κᾆτ᾽ ἐς γέλων τὸ πρᾶγμ᾽ ἔτρεψας, ὥστ᾽ ἀφείς σ᾽ ἀποιχεται. ΦΙΛΟΚΛΈΩΝ: μαθητέον τἄρ᾽ ἐστὶ πολλοὺς τῶν λόγων, εἴπερ ἀποτείσω μηδέν, ἤν τι δρῶ κακόν. ΒΔΕΛΥΚΛΈΩΝ: ἄγε νυν ἴωμεν: μηδὲν ἡμᾶς ἰσχέτω. [1265] ΧΟΡΌΣ: πολλάκις δὴ ‘δοξ᾽ ἐμαυτῷ δεξειὸς πεφυκέναι καὶ σκαιὸς οὐδεπώποτε: ἀλλ᾽ Ἀμυνίας ὁ Σέλλου μᾶλλον οὑκ τῶν Κρωβύλων, οὗτος ὅν γ᾽ ἐγώ ποτ᾽ εἶδον ἀντὶ μήλου καὶ ῥοᾶς δειπνοῦντα μετὰ Λεωγόρου: 1270 πεινῇ γὰρ ᾗπερ Ἀντιφῶν: ἀλλὰ πρεσβεύων γὰρ ἐς Φάρσαλον ᾤχετ᾽, εἶτ᾽ ἐκεῖ μόνος μόνοις τοῖς Πενέσταισι ξυνῆν τοῖς Θετταλῶν, αὐτὸς πενέστης ὢν ἔλαττων οὐδενός. [1275] ΧΟΡΌΣ: ὦ μακάρι᾽ Αὐτόμενες ὥς σε μακαρίζομεν, παῖδας ἐφύτευσας ὅτι χειροτεχνικωτάτους: πρῶτα μὲν ἅπασι φίλον ἄνδρα τε σοφώτατον, τὸν κιφαραοιδότατον, ᾧ χάρις ἐφέσπετο: τὸν δ᾽ ὑποκριτὴν ἕτερον ἀργαλέον ὡς σοφόν: 1280 εἶτ᾽ Ἀριφράδην πολύ τι θυμοσοφικώτατον, ὅντινά ποτ᾽ ὤμοσε μαθόντα παρὰ μηδενός, ἀλλ᾽ ἀπὸ σοφῆς φύσεος αὐτόματον ἐκμαθεῖν γλωττοποιεῖν ἐς τὰ πορνεῖ᾽ εἰσιόνθ᾽ ἑκάστοτε. ΧΟΡΌΣ: εἰσί τινες οἵ μ᾽ ἔλεγον ὡς καταδιηλλάγην, 1285 ἡνίκα Κλέων μ᾽ ὑπετάραττεν ἐπικείμενος † καί με κακίσταις † ἔκνισε: κᾆθ᾽ ὅτ᾽ ἀπεδειρόμην, οὑκτὸς ἐγέλων μέγα κεκραγότα θεώμενοι, οὐδὲν ἄρ᾽ ἐμοῦ μέλον, ὅσον δὲ μόνον εἰδέναι σκωμμάτιον εἴποτέ τι θλιβόμενος ἐκβαλῶ. 1290 ταῦτα κατιδὼν ὑπό τι μικρὸν ἐπιθήκισα: εἶτα νῦν ἐξηπάτησεν ἡ χάραξ τὴν ἄμπελον. Ξανθίας ΧΟΡΌΣ: ἰὼ χελῶναι μακάριαι τοῦ δέρματος, καὶ τρὶς μακάριαι τοῦ ‘πὶ ταῖς πλευραῖς τέγους. ὡς εὖ κατηρέψασθε καὶ νουβυστικῶς 1295 κεράμῳ τὸ νῶτον ὥστε τὰς πληγὰς στέγειν. ἐγὼ δ᾽ ἀπόλωλα στιζόμενος βακτηρίᾳ. ΧΟΡΌΣ: τί δ᾽ ἔστιν ὦ παῖ; παῖδα γάρ, κἂν ᾖ γέρων, καλεῖν δίκαιον ὅστις ἂν πληγὰς λάβῃ. ΞΑΝΘΊΑΣ: οὐ γὰρ ὁ γέρων ἀτηρότατον ἄρ᾽ ἦν κακὸν 1300 καὶ τῶν ξυνόντων πολὺ παροινικώτατος; καίτοι παρῆν Ἵππυλλος Ἀντιφῶν Λύκων Λυσίστρατος Θούφραστος οἱ περὶ Φρύνιχον. τούτων ἁπάντων ἦν ὑβριστότατος μακρῷ. εὐθὺς γὰρ ὡς ἐνέπλητο πολλῶν κἀγαθῶν, 1305 ἐνήλατ᾽ ἐσκίρτα ‘πεπόρδει κατεγέλα ὥσπερ καχρύων ὀνίδιον εὐωχημένον κἄτυπτεν ἐμὲ νεανικῶς ‘παῖ παῖ’ καλῶν. εἶτ᾽ αὐτὸν ὡς εἶδ᾽ ᾔκασεν Λυσίστρατος: ‘ἔοικας ὦ πρεσβῦτα νεοπλούτῳ τρυγὶ 1310 κλητῆρί τ᾽ εἰς ἀχυρμὸν ἀποδεδρακότι.’ ὁ δ᾽ ἀνακραγὼν ἀντῄκασ᾽ αὐτὸν πάρνοπι τὰ θρῖα τοῦ τρίβωνος ἀποβεβληκότι, Σθενέλῳ τε τὰ σκευάρια διακεκαρμένῳ. οἱ δ᾽ ἀνεκρότησαν, πλήν γε Θουφράστου μόνου: 1315 οὗτος δὲ διεμύλλαινεν ὡς δὴ δεξιός. ὁ γέρων δὲ τὸν Θούφραστον ἤρετ᾽: ‘εἰπέ μοι, ἐπὶ τῷ κομᾷς καὶ κομψὸς εἶναι προσποιεῖ, κωμῳδολοιχῶν περὶ τὸν εὖ πράττοντ᾽ ἀεί;᾽ τοιαῦτα περιύβριζεν αὐτοὺς ἐν μέρει, 1320 σκώπτων ἀγροίκως καὶ προσέτι λόγους λέγων ἀμαθέστατ᾽ οὐδὲν εἰκότας τῷ πράγματι. ἔπειτ᾽ ἐπειδὴ ‘μέθυεν, οἴκαδ᾽ ἔρχεται τύπτων ἅπαντας, ἤν τις αὐτῷ ξυντύχῃ. ὁδὶ δὲ καὶ δὴ σφαλλόμενος προσέρχεται. 1325 ἀλλ᾽ ἐκποδὼν ἄπειμι πρὶν πληγὰς λαβεῖν. ΦΙΛΟΚΛΈΩΝ: ἄνεχε πάρεχε: κλαύσεταί τις τῶν ὄπισθεν ἐπακολουθούντων ἐμοί: οἷον, εἰ μὴ ‘ρρήσεθ᾽, ὑμᾶς 1330 ὦ πόνηροι ταυτῃὶ τῇ δᾳδὶ φρυκτοὺς σκευάσω. ΞΥΜΌΤΗΣ ΤΙΣ: ἦ μὴν σὺ δώσεις αὔριον τούτων δίκην ἡμῖν ἅπασι, κεἰ σφόδρ᾽ εἶ νεανίας. ἁθρόοι γὰρ ἥξομέν σε προσκαλούμενοι. [1335] ΦΙΛΟΚΛΈΩΝ: ἰὴ ἰεῦ, καλούμενοι. ἀρχαῖά γ᾽ ὑμῶν: ἆρά γ᾽ ἴσθ᾽ ὡς οὐδ᾽ ἀκούων ἀνέχομαι δικῶν; ἰαιβοῖ, αἰβοῖ. τάδε μ᾽ ἀρέσκει: βάλλε κημούς. 1340 οὐκ ἄπεισι; ποῦ ‘στιν ἡμῖν ἡλιαστής; ἐκποδών. Φιλοκλέων ΦΙΛΟΚΛΈΩΝ: ἀνάβαινε δεῦρο χρυσομηλολόνθιον, τῇ χειρὶ τουδὶ λαβομένη τοῦ σχοινίου. ἔχου: φυλάττου δ᾽, ὡς σαπρὸν τὸ σχοινίον: ὅμως γε μέντοι τριβόμενον οὐκ ἄχθεται. 1345 ὁρᾷς ἐγώ σ᾽ ὡς δεξιῶς ὑφειλόμην μέλλουσαν ἤδη λεσβιᾶν τοὺς ξυμπότας: ὧν οὕνεκ᾽ ἀπόδος τῷ πέει τῳδὶ χάριν. ἀλλ᾽ οὐκ ἀποδώσεις οὐδ᾽ ἐφιαλεῖς οἶδ᾽ ὅτι, ἀλλ᾽ ἐξαπατήσεις κἀγχανεῖ τούτῳ μέγα: 1350 πολλοῖς γὰρ ἤδη χἀτέροις αὔτ᾽ ἠργάσω. ἐὰν γένῃ δὲ μὴ κακὴ νυνὶ γυνή, ἐγώ σ᾽ ἐπειδὰν οὑμὸς υἱὸς ἀποθάνῃ, λυσάμενος ἕξω παλλακὴν ὦ χοιρίον. νῦν δ᾽ οὐ κρατῶ ‘γὼ τῶν ἐμαυτοῦ χρημάτων 1355 νέος γάρ εἰμι καὶ φυλάττομαι σφόδρα. τὸ γὰρ υἵδιον τηρεῖ με, κἄστι δύσκολον κἄλλως κυμινοπριστοκαρδαμογλύφον. ταῦτ᾽ οὖν περί μου δέδοικε μὴ διαφθαρῶ. πατὴρ γὰρ οὐδείς ἐστιν αὐτῷ πλὴν ἐμοῦ. 1360 ὁδὶ δὲ καὐτὸς ἐπὶ σὲ κἄμ᾽ ἔοικε θεῖν. ἀλλ᾽ ὡς τάχιστα στῆθι τάσδε τὰς δετὰς λαβοῦσ᾽, ἵν᾽ αὐτὸν τωθάσω νεανικῶς, οἵοις ποθ᾽ οὗτος ἐμὲ πρὸ τῶν μυστηρίων. ΒΔΕΛΥΚΛΈΩΝ: ὦ οὗτος οὗτος τυφεδανὲ καὶ χοιρόθλιψ, 1365 ποθεῖν ἐρᾶν τ᾽ ἔοικας ὡραίας σοροῦ. οὔτοι καταπροίξει μὰ τὸν Ἀπόλλω τοῦτο δρῶν. ΦΙΛΟΚΛΈΩΝ: ὡς ἡδέως φάγοις ἂν ἐξ ὄξους δίκην. ΒΔΕΛΥΚΛΈΩΝ: οὐ δεινὰ τωθάζειν σε τὴν αὐλητρίδα τῶν ξυμποτῶν κλέψαντα; ΦΙΛΟΚΛΈΩΝ: ποίαν αὐλητρίδα; 1370 τί ταῦτα ληρεῖς ὥσπερ ἀπὸ τύμβου πεσών; ΒΔΕΛΥΚΛΈΩΝ: νὴ τὸν Δί᾽ αὕτη πού ‘στί σοί γ᾽ ἡ Δαρδανίς. ΦΙΛΟΚΛΈΩΝ: οὔκ, ἀλλ᾽ ἐν ἀγορᾷ τοῖς θεοῖς δᾲς κάεται. ΒΔΕΛΥΚΛΈΩΝ: δᾲς ἥδε; ΦΙΛΟΚΛΈΩΝ: δᾲς δῆτ᾽. οὐχ ὁρᾷς ἐστιγμένην; ΒΔΕΛΥΚΛΈΩΝ: τί δὲ τὸ μέλαν τοῦτ᾽ ἐστὶν αὐτῆς τοὐν μέσῳ; [1375] ΦΙΛΟΚΛΈΩΝ: ἡ πίττα δήπου καομένης ἐξέρχεται. ΒΔΕΛΥΚΛΈΩΝ: ὁ δ᾽ ὄπισθεν οὐχὶ πρωκτός ἐστιν οὑτοσί; ΦΙΛΟΚΛΈΩΝ: ὄζος μὲν οὖν τῆς δᾳδὸς οὗτος ἐξέχει. ΒΔΕΛΥΚΛΈΩΝ: τί λέγεις σύ; ποῖος ὄζος; οὐκ εἶ δεῦρο σύ; ΦΙΛΟΚΛΈΩΝ: ἆ ἆ τί μέλλεις δρᾶν; ΒΔΕΛΥΚΛΈΩΝ: ἄγειν ταύτην λαβὼν 1380 ἀφελόμενός σε καὶ νομίσας εἶναι σαπρὸν κοὐδὲν δύνασθαι δρᾶν. ΦΙΛΟΚΛΈΩΝ: ἄκουσόν νυν ἐμοῦ. Ὀλυμπίασιν, ἡνίκ᾽ ἐθεώρουν ἐγώ, Ἐφουδίων ἐμαχέσατ᾽ Ἀσκώνδᾳ καλῶς ἤδη γέρων ὤν: εἶτα τῇ πυγμῇ θενὼν 1385 ὁ πρεσβύτερος κατέβαλε τὸν νεώτερον. πρὸς ταῦτα τηροῦ μὴ λάβῃς ὑπώπια. ΒΔΕΛΥΚΛΈΩΝ: νὴ τὸν Δί᾽ ἐξέμαθές γε τὴν Ὀλυμπίαν. ΑΡΤΌΠΩΛΙΣ: ἴθι μοι παράστηθ᾽, ἀντιβολῶ πρὸς τῶν θεῶν. ὁδὶ γὰρ ἁνήρ ἐστιν ὅς μ᾽ ἀπώλεσεν 1390 τῇ δᾳδὶ παίων, κἀξέβαλεν ἐντευθενὶ ἄρτους δέκ᾽ ὀβολῶν κἀπιθήκην τέτταρας. ΒΔΕΛΥΚΛΈΩΝ: ὁρᾷς ἃ δέδρακας; πράγματ᾽ αὖ δεῖ καὶ δίκας ἔχειν διὰ τὸν σὸν οἶνον. ΦΙΛΟΚΛΈΩΝ: οὐδαμῶς γ᾽, ἐπεὶ λόγοι διαλλάξουσιν αὐτὰ δεξιοί: 1395 ὥστ᾽ οἶδ᾽ ὁτιὴ ταύτῃ διαλλαχθήσομαι. ΑΡΤΌΠΩΛΙΣ: οὔτοι μὰ τὼ θεὼ καταπροίξει Μυρτίας τῆς Ἀγκυλίωνος θυγατέρος καὶ Σωστράτης, οὕτω διαφθείρας ἐμοῦ τὰ φορτία. ΦΙΛΟΚΛΈΩΝ: ἄκουσον ὦ γύναι: λόγον σοι βούλομαι 1400 λέξαι χαρίεντα. ΑΡΤΌΠΩΛΙΣ: μὰ Δία μὴ ‘μοί γ᾽ ὦ μέλε. ΦΙΛΟΚΛΈΩΝ: Αἴσωπον ἀπὸ δείπνου βαδίζονθ᾽ ἑσπέρας θρασεῖα καὶ μεθύση τις ὑλάκτει κύων. κἄπειτ᾽ ἐκεῖνος εἶπεν, ‘ὦ κύον κύον, εἰ νὴ Δί᾽ ἀντὶ τῆς κακῆς γλώττης ποθὲν 1405 πυροὺς πρίαιο, σωφρονεῖν ἄν μοι δοκεῖς.’ ΑΡΤΌΠΩΛΙΣ: καὶ καταγελᾷς μου; προσκαλοῦμαί σ᾽ ὅστις εἶ πρὸς τοὺς ἀγορανόμους βλάβης τῶν φορτίων, κλητῆρ᾽ ἔχουσα Χαιρεφῶντα τουτονί. ΦΙΛΟΚΛΈΩΝ: μὰ Δί᾽ ἀλλ᾽ ἄκουσον, ἤν τί σοι δόξω λέγειν. 1410 Λᾶσός ποτ᾽ ἀντεδίδασκε καὶ Σιμωνίδης: ἔπειθ᾽ ὁ Λᾶσος εἶπεν, ‘ὀλίγον μοι μέλει.’ ΑΡΤΌΠΩΛΙΣ: ἄληθες οὗτος; ΦΙΛΟΚΛΈΩΝ: καὶ σὺ δή μοι Χαιρεφῶν γυναικὶ † κλητεύειν ἐοικὼς † θαψίνῃ, Ἰνοῖ κρεμαμένῃ πρὸς ποδῶν Εὐριπίδου. [1415] ΒΔΕΛΥΚΛΈΩΝ: ὁδί τις ἕτερος, ὡς ἔοικεν, ἔρχεται καλούμενός σε: τόν γέ τοι κλητῆρ᾽ ἔχει. ΚΑΤΉΓΟΡΟΣ: οἴμοι κακοδαίμων. προσκαλοῦμαί σ᾽ ὦ γέρον ὕβρεως. ΒΔΕΛΥΚΛΈΩΝ: ὕβρεως; μὴ μὴ καλέσῃ πρὸς τῶν θεῶν: ἐγὼ γὰρ ὑπὲρ αὐτοῦ δίκην δίδωμί σοι 1420 ἣν ἂν σὺ τάξῃς, καὶ χάριν προσείσομαι. ΦΙΛΟΚΛΈΩΝ: ἐγὼ μὲν οὖν αὐτῷ διαλλαχθήσομαι ἑκών: ὁμολογῶ γὰρ πατάξαι καὶ βαλεῖν. ἀλλ᾽ ἐλθὲ δευρί: πότερον ἐπιτρέπεις ἐμοί, ὅ τι χρή μ᾽ ἀποτείσαντ᾽ ἀργύριον τοῦ πράγματος 1425 εἶναι φίλον τὸ λοιπόν, ἢ σύ μοι φράσεις; ΚΑΤΉΓΟΡΟΣ: σὺ λέγε. δικῶν γὰρ οὐ δέομ᾽ οὐδὲ πραγμάτων. ΦΙΛΟΚΛΈΩΝ: ἀνὴρ Συβαρίτης ἐξέπεσεν ἐξ ἅρματος, καί πως κατεάγη τῆς κεφαλῆς μέγα σφόδρα: ἐτύγχανεν γὰρ οὐ τρίβων ὢν ἱππικῆς. 1430 κἄπειτ᾽ ἐπιστὰς εἶπ᾽ ἀνὴρ αὐτῷ φίλος: ‘ἔρδοι τις ἣν ἕκαστος εἰδείη τέχνην.’ οὕτω δὲ καὶ σὺ παράτρεχ᾽ ἐς τὰ Πιττάλου. ΒΔΕΛΥΚΛΈΩΝ: οὕμοιά σου καὶ ταῦτα τοῖς ἄλλοις τρόποις. ΚΑΤΉΓΟΡΟΣ: ἀλλ᾽ οὖν σὺ μέμνησ᾽ αὐτὸς ἁπεκρίνατο. [1435] ΦΙΛΟΚΛΈΩΝ: ἄκουε, μὴ φεῦγ᾽. ἐν Συβάρει γυνή ποτε κατέαξ᾽ ἐχῖνον. ΚΑΤΉΓΟΡΟΣ: ταῦτ᾽ ἐγὼ μαρτύρομαι. ΦΙΛΟΚΛΈΩΝ: οὑχῖνος οὖν ἔχων τιν᾽ ἐπεμαρτύρατο: εἶθ᾽ ἡ Συβαρῖτις εἶπεν, ‘εἰ ναὶ τὰν κόραν τὴν μαρτυρίαν ταύτην ἐάσας ἐν τάχει 1440 ἐπίδεσμον ἐπρίω, νοῦν ἂν εἶχες πλείονα.’ ΚΑΤΉΓΟΡΟΣ: ὕβριζ᾽ ἕως ἂν τὴν δίκην ἅρχων καλῇ. ΒΔΕΛΥΚΛΈΩΝ: οὔτοι μὰ τὴν Δήμητρ᾽ ἔτ᾽ ἐνταυθοῖ μενεῖς, ἀλλ᾽ ἀράμενος οἴσω σε — ΦΙΛΟΚΛΈΩΝ: τί ποιεῖς; ΒΔΕΛΥΚΛΈΩΝ: ὅ τι ποιῶ; εἴσω φέρω σ᾽ ἐντεῦθεν: εἰ δὲ μή, τάχα 1445 κλητῆρες ἐπιλείψουσι τοὺς καλουμένους. ΦΙΛΟΚΛΈΩΝ: Αἴσωπον οἱ Δελφοί ποτ᾽ — ΒΔΕΛΥΚΛΈΩΝ: ὀλίγον μοι μέλει. ΦΙΛΟΚΛΈΩΝ: φιάλην ἐπῃτιῶντο κλέψαι τοῦ θεοῦ: ὁ δ᾽ ἔλεξεν αὐτοῖς, ὡς ὁ κάνθαρός ποτε — ΒΔΕΛΥΚΛΈΩΝ: οἴμ᾽ ὡς ἀπολῶ σ᾽ αὐτοῖσι τοῖσι κανθάροις. [1450] ΧΟΡΌΣ: ζηλῶ γε τῆς εὐτυχίας τὸν πρέσβυν οἷ μετέστη ξηρῶν τρόπων καὶ βιοτῆς: ἕτερα δὲ νῦν ἀντιμαθὼν ἦ μέγα τι μεταπεσεῖται 1455 ἐπὶ τὸ τρυφῶν καὶ μαλακόν. τάχα δ᾽ ἂν ἴσως οὐκ ἐθέλοι. τὸ γὰρ ἀποστῆναι χαλεπὸν φύσεος, ἣν ἔχοι τις ἀεί. καίτοι πολλοὶ ταῦτ᾽ ἔπαθον: 1460 ξυνόντες γνώμαις ἑτέρων μετεβάλοντο τοὺς τρόπους. Χορός ΧΟΡΌΣ: πολλοῦ δ᾽ ἐπαίνου παρ᾽ ἐμοὶ καὶ τοῖσιν εὖ φρονοῦσιν τυχὼν ἄπεισιν διὰ τὴν 1465 φιλοπατρίαν καὶ σοφίαν ὁ παῖς ὁ Φιλοκλέωνος. οὐδενὶ γὰρ οὕτως ἀγανῷ ξυνεγενόμην, οὐδὲ τρόποις ἐπεμάνην οὐδ᾽ ἐξεχύθην. 1470 τί γὰρ ἐκεῖνος ἀντιλέγων οὐ κρείττων ἦν, βουλόμενος τὸν φύσαντα σεμνοτέροις κατακοσμῆσαι πράγμασιν; Ξανθίας ΧΟΡΌΣ: νὴ τὸν Διόνυσον ἄπορά γ᾽ ἡμῖν πράγματα 1475 δαίμων τις ἐσκεκύκληκεν ἐς τὴν οἰκίαν. ὁ γὰρ γέρων ὡς ἔπιε διὰ πολλοῦ χρόνου ἤκουσέ τ᾽ αὐλοῦ, περιχαρὴς τῷ πράγματι ὀρχούμενος τῆς νυκτὸς οὐδὲν παύεται τἀρχαἶ ἐκεῖν᾽ οἷς Θέσπις ἠγωνίζετο: 1480 καὶ τοὺς τραγῳδούς φησιν ἀποδείξειν κρόνους τοὺς νῦν διορχησάμενος ὀλίγον ὕστερον. ΦΙΛΟΚΛΈΩΝ: τίς ἐπ᾽ αὐλείοισι θύραις θάσσει; ΞΑΝΘΊΑΣ: τουτὶ καὶ δὴ χωρεῖ τὸ κακόν. ΦΙΛΟΚΛΈΩΝ: κλῇθρα χαλάσθω τάδε. καὶ δὴ γὰρ 1485 σχήματος ἀρχὴ — ΞΑΝΘΊΑΣ: μᾶλλον δέ γ᾽ ἴσως μανίας ἀρχή. ΦΙΛΟΚΛΈΩΝ: πλευρὰν λυγίσαντος ὑπὸ ῥώμης: οἶον μυκτὴρ μυκᾶται καὶ σφόνδυλος ἀχεῖ. ΞΑΝΘΊΑΣ: πῖθ᾽ ἑλλέβορον. [1490] ΦΙΛΟΚΛΈΩΝ: πτήσσει Φρύνιχος ὥς τις ἀλέκτωρ — ΞΑΝΘΊΑΣ: τάχα βαλλήσεις. ΦΙΛΟΚΛΈΩΝ: σκέλος οὐράνιόν γ᾽ ἐκλακτίζων. πρωκτὸς χάσκει. ΞΑΝΘΊΑΣ: κατὰ σαυτὸν ὅρα. ΦΙΛΟΚΛΈΩΝ: νῦν γὰρ ἐν ἄρθροις τοῖς ἡμετέροις 1495 στρέφεται χαλαρὰ κοτυληδών. ΦΙΛΟΚΛΈΩΝ: οὐκ εὖ; ΒΔΕΛΥΚΛΈΩΝ: μὰ Δί᾽ οὐ δῆτ᾽, ἀλλὰ μανικὰ πράγματα. ΦΙΛΟΚΛΈΩΝ: θέρε νυν ἀνείπω κἀνταγωνιστὰς καλῶ. εἴ τις τραγῳδός φησιν ὀρχεῖσθαι καλῶς, ἐμοὶ διορχησόμενος ἐνθάδ᾽ εἰσίτω. 1500 φησίν τις ἢ οὐδείς; ΞΑΝΘΊΑΣ: εἶς γ᾽ ἐκεινοσὶ μόνος. ΦΙΛΟΚΛΈΩΝ: τίς ὁ κακοδαίμων ἐστίν; ΞΑΝΘΊΑΣ: υἱὸς Καρκίνου ὁ μέσατος. ΦΙΛΟΚΛΈΩΝ: ἀλλ᾽ οὗτός γε καταποθήσεται: ἀπολῶ γὰρ αὐτὸν ἐμμελείᾳ κονδύλου. ἐν τῷ ῥυθμῷ γὰρ οὐδέν ἐστ᾽. ΞΑΝΘΊΑΣ: ἀλλ᾽ ᾠζυρὲ 1505 ἕτερος τραγῳδὸς Καρκινίτης ἔρχεται, ἀδελφὸς αὐτοῦ. ΦΙΛΟΚΛΈΩΝ: νὴ Δί᾽ ὠψώνηκ᾽ ἄρα. ΞΑΝΘΊΑΣ: μὰ τὸν Δί᾽ οὐδέν γ᾽ ἄλλο πλήν γε καρκίνους: προσέρχεται γὰρ ἕτερος αὖ τῶν Καρκίνου. ΦΙΛΟΚΛΈΩΝ: τουτὶ τί ἦν τὸ προσέρπον; ὀξὶς ἢ φάλαγξ; [1510] ΞΑΝΘΊΑΣ: ὁ πινοτήρης οὗτός ἐστι τοῦ γένους, ὁ σμικρότατος, ὃς τὴν τραγῳδίαν ποιεῖ. ΦΙΛΟΚΛΈΩΝ: ὦ Καρκίν᾽ ὦ μακάριε τῆς εὐπαιδίας, ὅσον τὸ πλῆθος κατέπεσεν τῶν ὀρχίλων. ἀτὰρ καταβατέον γ᾽ ἐπ᾽ αὐτούς μ᾽: ᾠζυρέ, 1515 ἅλμην κύκα τούτοισιν, ἢν ἐγὼ κρατῶ. ΧΟΡΌΣ: φέρε νυν ἡμεῖς αὐτοῖς ὀλίγον ξυγχωρήσωμεν ἅπαντες, ἵν᾽ ἐφ᾽ ἡσυχίας ἡμῶν πρόσθεν βεμβικίζωσιν ἑαυτούς. Χορός ἄγ᾽ ὦ μεγαλώνυμα τέκνα τοῦ θαλασσίου θεοῦ, 1520 πηδᾶτε παρὰ ψάμαθον καὶ θῖν᾽ ἁλὸς ἀτρυγέτου, καρίδων ἀδελφοί: Χορός ΧΟΡΌΣ: ταχὺν πόδα κυκλοσοβεῖτε, καὶ τὸ Φρυνίχειον 1525 ἐκλακτισάτω τις, ὅπως ἰδόντες ἄνω σκέλος ὤζωσιν οἱ θεαταί. Χορός ΧΟΡΌΣ: στρόβει, παράβαινε κύκλῳ καὶ γάστρισον σεαυτόν, 1530 ῥῖπτε σκέλος οὐράνιον: βέμβικες ἐγγενέσθων. καὐτὸς γὰρ ὁ ποντομέδων ἄναξ πατὴρ προσέρπει ἡσθεὶς ἐπὶ τοῖσιν ἑαυτοῦ παισὶ τοῖς τριόρχοις. 1535 ἀλλ᾽ ἐξάγετ᾽, εἴ τι φιλεῖτ᾽ ὀρχούμενοι, θύραζε ἡμᾶς ταχύ: τοῦτο γὰρ οὐδείς πω πάρος δέδρακεν, ὀρχούμενον ὅστις ἀπήλλαξεν χορὸν τρυγῳδῶν.