Ὕμνοι καὶ Ἐπιγράμματα — Callimachus =================================== ΚΑΛΛΙΜΑΧΟΥ ΥΜΝΟΙ ΚΑΙ ΕΠΙΓΡΑΜΜΑΤΑ Translation/edition: Greek text (Wilamowitz) Language: Ancient Greek Read in Plato Scroll: https://plato-scroll.com/s/callimachus-hymns/ This file: https://plato-scroll.com/text/callimachus-hymns-e.txt Other editions of this work: - J. Banks (1856): https://plato-scroll.com/text/callimachus-hymns.txt Sources and licences: https://plato-scroll.com/attribution.html Numbers in [brackets] are the edition's reference loci (Stephanus, Bekker, book.line, page...). Superscript numerals refer to the Notes at the end. ## Ὕμνοι καὶ Ἐπιγράμματα ### Εἰς Δία [H1] Ζηνὸς ἔοι τί κεν ἄλλο παρὰ σπονδῆισιν ἀείδειν λώιον ἢ θεὸν αὐτόν, ἀεὶ μέγαν, αἰὲν ἄνακτα, Πηλαγόνων ἐλατῆρα, δικασπόλον οὐρανίδηισι; [H1] πῶς καί μιν, Δικταῖον ἀείσομεν ἠὲ Λυκαῖον; ἐν δοιῆι μάλα θυμός, ἐπεὶ γένος ἀμφήριστον. Ζεῦ σὲ μὲν Ἰδαίοισιν ἐν οὔρεσί φασι γενέσθαι, Ζεῦ σὲ δ’ ἐν Ἀρκαδίηι· πότεροι, πάτερ, ἐψεύσαντο; ‘Κρῆτες ἀεὶ ψεῦσται’· καὶ γὰρ τάφον, ὦ ἄνα, σεῖο Κρῆτες ἐτεκτήναντο· σὺ δ’ οὐ θάνες, ἐσσὶ γὰρ αἰεί. ἐν δέ σε Παρρασίηι Ῥείη τέκεν, ἧχι μάλιστα ἔσκεν ὄρος θάμνοισι περισκεπές (ἔνθεν ὁ χῶρος ἱερός, οὐδέ τί μιν κεχρημένον Εἰλειθυίης ἑρπετὸν οὐδὲ γυνὴ ἐπιμίσγεται, ἀλλά ἑ Ῥείης ὠγύγιον καλέουσι λεχώιον Ἀπιδανῆες)· ἔνθα σ’ ἐπεὶ μήτηρ μεγάλων ἀπεθήκατο κόλπων, αὐτίκα δίζητο ῥόον ὕδατος ὧι κε τόκοιο λύματα χυτλώσαιτο τεὸν δ’ ἐνὶ χρῶτα λοέσσαι. [H1] Λάδων ἀλλ’ οὔπω μέγας ἔρρεεν οὐδ’ Ἐρύμανθος, λευκότατος ποταμῶν, ἔτι δ’ ἄβροχος ἦεν ἅπασα Ἀρκαδίη· μέλλεν δὲ μάλ’ εὔυδρος καλέεσθαι αὖτις· ἐπεὶ τημόσδε, Ῥέη ὅτ’ ἐλύσατο μίτρην, ἦ πολλὰς ἐφύπερθε σαρωνίδας ὑγρὸς Ἰάων ἤειρεν, πολλὰς δὲ Μέλας ὤκχησεν ἁμάξας, πολλὰ δὲ Καρίωνος ἄνω διεροῦ περ ἐόντος ἰλυοὺς ἐβάλοντο κινώπετα, νίσσετο δ’ ἀνήρ πεζὸς ὑπὲρ Κρᾶθίν τε πολύστιόν τε Μετώπην διψαλέος· τὸ δὲ πολλὸν ὕδωρ ὑπὸ ποσσὶν ἔκειτο. καί ῥ’ ὑπ’ ἀμηχανίης σχομένη φάτο πότνια Ῥείη ‘Γαῖα φίλη τέκε καὶ σύ· τεαὶ δ’ ὠδῖνες ἐλαφραί.’ εἶπε καὶ ἀντανύσασα θεὴ μέγαν ὑψόθι πῆχυν πλῆξεν ὄρος σκήπτρωι· τὸ δέ οἱ δίχα πουλὺ διέστη, ἐκ δ’ ἔχεεν μέγα χεῦμα· τόθι χρόα φαιδρύνασα ὦνα τεὸν σπείρωσε, Νέδηι δέ σε δῶκε κομίζειν κευθμὸν ἔσω Κρηταῖον, ἵνα κρύφα παιδεύοιο, πρεσβυτάτηι Νυμφέων, αἵ μιν τότε μαιώσαντο πρωτίστη γενεὴ μετά γε Στύγα τε Φιλύρην τε. [H1] οὐδ’ ἁλίην ἀπέτεισε θεὴ χάριν, ἀλλὰ τὸ χεῦμα κεῖνο Νέδην ὀνόμηνε· τὸ μέν ποθι πουλὺ κατ’ αὐτό Καυκώνων πτολίεθρον, ὃ Λέπρειον πεφάτισται, συμφέρεται Νηρῆι, παλαιότατον δέ μιν ὕδωρ υἱωνοὶ πίνουσι Λυκαονίης ἄρκτοιο. εὖτε Θενὰς ἀπέλειπεν ἐπὶ Κνωσοῖο φέρουσα Ζεῦ πάτερ ἡ Νύμφη σε (Θεναὶ δ’ ἔσαν ἐγγύθι Κνωσοῦ), τουτάκι τοι πέσε δαῖμον ἄπ’ ὀμφαλός· ἔνθεν ἐκεῖνο ὀμφάλιον μετέπειτα πέδον καλέουσι Κύδωνες. Ζεῦ σὲ δὲ Κυρβάντων ἑτάραι προσεπηχύναντο Δικταῖαι Μελίαι, σὲ δ’ ἐκοίμισεν Ἀδρήστεια λίκνωι ἐνὶ χρυσέωι, σὺ δ’ ἐθήσαο πίονα μαζόν αἰγὸς Ἀμαλθείης, ἐπὶ δὲ γλυκὺ κηρίον ἔβρως. γέντο γὰρ ἐξαπιναῖα Πανακρίδος ἔργα μελίσσης Ἰδαίοις ἐν ὄρεσσι, τά τε κλείουσι Πάνακρα. οὖλα δὲ Κούρητές σε περὶ πρύλιν ὠρχήσαντο τεύχεα πεπλήγοντες, ἵνα Κρόνος οὔασιν ἠχήν ἀσπίδος εἰσαΐοι καὶ μή σεο κουρίζοντος. [H1] καλὰ μὲν ἠέξευ, καλὰ δ’ ἔτραφες οὐράνιε Ζεῦ, ὀξὺ δ’ ἀνήβησας, ταχινοὶ δέ τοι ἦλθον ἴουλοι. ἀλλ’ ἔτι παιδνὸς ἐὼν ἐφράσσαο πάντα τέλεια· τῶι τοι καὶ γνωτοὶ προτερηγενέες περ ἐόντες οὐρανὸν οὐκ ἐμέγηραν ἔχειν ἐπιδαίσιον οἶκον. δηναιοὶ δ’ οὐ πάμπαν ἀληθέες ἦσαν ἀοιδοί· φάντο πάλον Κρονίδηισι διάτριχα δώματα νεῖμαι· τίς δέ κ’ ἐπ’ οὐλύμπωι τε καὶ ἄιδι κλῆρον ἐρύσσαι, ὃς μάλα μὴ νενίηλος; ἐπ’ ἰσαίηι γὰρ ἔοικε πήλασθαι· τὰ δὲ τόσσον ὅσον διὰ πλεῖστον ἔχουσι. ψευδοίμην ἀίοντος ἅ κεν πεπίθοιεν ἀκουήν. οὔ σε θεῶν ἐσσῆνα πάλοι θέσαν, ἔργα δὲ χειρῶν, σή τε βίη τό τε κάρτος, ὃ καὶ πέλας εἵσαο δίφρου. θήκαο δ’ οἰωνῶν μέγ’ ὑπείροχον ἀγγελιώτην σῶν τεράων· ἅ τ’ ἐμοῖσι φίλοις ἐνδέξια φαίνοις. [H1] εἵλεο δ’ αἰζηῶν ὅ τι φέρτατον· οὐ σύ γε νηῶν ἐμπεράμους, οὐκ ἄνδρα σακέσπαλον, οὐ μὲν ἀοιδόν· ἀλλὰ τὰ μὲν μακάρεσσιν ὀλίζοσιν αὖθι παρῆκας ἄλλα μέλειν ἑτέροισι, σὺ δ’ ἐξέλεο πτολιάρχους αὐτούς, ὧν ὑπὸ χεῖρα γεωμόρος, ὧν ἴδρις αἰχμῆς, ὧν ἐρέτης, ὧν πάντα· τί δ’ οὐ κρατέοντος ὑπ’ ἰσχύν; αὐτίκα χαλκῆας μὲν ὑδείομεν Ἡφαίστοιο, τευχηστὰς δ’ Ἄρηος, ἐπακτῆρας δὲ Χιτώνης Ἀρτέμιδος, Φοίβου δὲ λύρης εὖ εἰδότας οἴμους· ‘ἐκ δὲ Διὸς βασιλῆες’· ἐπὶ χθονὸς οὐδὲν ἀνάκτων θειότερον· τῶι καί σφε τεὴν ἐκρίναο λάξιν. δῶκας δὲ πτολίεθρα φυλασσέμεν, ἵζεο δ’ αὐτὸς ἄκρηισ’ ἐν πολίεσσιν, ἐπόψιος οἵ τε δίκηισι λαὸν ὑπὸ σκολιῆισ’ οἵ τ’ ἔμπαλιν ἰθύνουσιν· ἐν δὲ ῥυηφενίην ἔβαλές σφισιν, ἐν δ’ ἅλις ὄλβον· πᾶσι μέν, οὐ μάλα δ’ ἶσον. ἔοικε δὲ τεκμήρασθαι ἡμετέρωι μεδέοντι· περιπρὸ γὰρ εὐρὺ βέβηκεν. ἑσπέριος κεῖνός γε τελεῖ τά κεν ἦρι νοήσηι· ἑσπέριος τὰ μέγιστα, τὰ μείονα δ’, εὖτε νοήσηι. οἳ δὲ τὰ μὲν πλειῶνι, τὰ δ’ οὐχ ἑνί, τῶν δ’ ἀπὸ πάμπαν αὐτὸς ἄνην ἐκόλουσας, ἐνέκλασσας δὲ μενοινήν. [H1] χαῖρε μέγα Κρονίδη πανυπέρτατε, δῶτορ ἐάων, δῶτορ ἀπημονίης. τεὰ δ’ ἔργματα τίς κεν ἀείδοι; οὐ γένετ’, οὐκ ἔσται· τίς καὶ Διὸς ἔργματ’ ἀείσει; χαῖρε πάτερ, χαῖρ’ αὖθι· δίδου δ’ ἀρετήν τ’ ἄφενός τε. οὔτ’ ἀρετῆς ἄτερ ὄλβος ἐπίσταται ἄνδρας ἀέξειν οὔτ’ ἀρετὴ ἀφένοιο· δίδου δ’ ἀρετήν τε καὶ ὄλβον. ### Εἰς Ἀπόλλωνα [H2] οἷον ὁ τὠπόλλωνος ἐσείσατο δάφνινος ὅρπηξ, οἷα δ’ ὅλον τὸ μέλαθρον· ἑκὰς ἑκὰς ὅστις ἀλιτρός. καὶ δή που τὰ θύρετρα καλῶι ποδὶ Φοῖβος ἀράσσει· οὐχ ὁράαις; ἐπένευσεν ὁ Δήλιος ἡδύ τι φοῖνιξ ἐξαπίνης, ὁ δὲ κύκνος ἐν ἠέρι καλὸν ἀείδει. αὐτοὶ νῦν κατοχῆες ἀνακλίνεσθε πυλάων, αὐταὶ δὲ κληῖδες· ὁ γὰρ θεὸς οὐκ ἔτι μακρήν. οἱ δὲ νέοι μολπήν τε καὶ ἐς χορὸν ἐντύνεσθε. ὡπόλλων οὐ παντὶ φαείνεται, ἀλλ’ ὅ τις ἐσθλός· ὅς μιν ἴδηι, μέγας οὗτος, ὃς οὐκ ἴδε, λιτὸς ἐκεῖνος. ὀψόμεθ’, ὦ Ἑκάεργε, καὶ ἐσσόμεθ’ οὔποτε λιτοί. μήτε σιωπηλὴν κίθαριν μήτ’ ἄψοφον ἴχνος τοῦ Φοίβου τοὺς παῖδας ἔχειν ἐπιδημήσαντος, εἰ τελέειν μέλλουσι γάμον πολιήν τε κερεῖσθαι, ἑστήξειν δὲ τὸ τεῖχος ἐπ’ ἀρχαίοισι θεμέθλοις. ἠγασάμην τοὺς παῖδας, ἐπεὶ χέλυς οὐκέτ’ ἀεργός. [H2] εὐφημεῖτ’ ἀίοντες ἐπ’ Ἀπόλλωνος ἀοιδῆι. εὐφημεῖ καὶ πόντος, ὅτε κλείουσιν ἀοιδοί ἢ κίθαριν ἢ τόξα, Λυκωρέος ἔντεα Φοίβου. οὐδὲ Θέτις Ἀχιλῆα κινύρεται αἴλινα μήτηρ, ὁππόθ’ ἱὴ παιῆον ἱὴ παιῆον ἀκούσηι. καὶ μὲν ὁ δακρυόεις ἀναβάλλεται ἄλγεα πέτρος, ὅστις ἐνὶ Φρυγίηι διερὸς λίθος ἐστήρικται, μάρμαρον ἀντὶ γυναικὸς ὀιζυρόν τι χανούσης. ἱὴ ἱὴ φθέγγεσθε· κακὸν μακάρεσσιν ἐρίζειν. ὃς μάχεται μακάρεσσιν, ἐμῶι βασιλῆι μάχοιτο· ὅστις ἐμῶι βασιλῆι, καὶ Ἀπόλλωνι μάχοιτο. τὸν χορὸν ὡπόλλων, ὅ τι οἱ κατὰ θυμὸν ἀείδει, τιμήσει· δύναται γάρ, ἐπεὶ Διὶ δεξιὸς ἧσται. οὐδ’ ὁ χορὸς τὸν Φοῖβον ἐφ’ ἓν μόνον ἦμαρ ἀείσει, ἔστι γὰρ εὔυμνος· τίς ἂν οὐ ῥέα Φοῖβον ἀείδοι; [H2] χρύσεα τὠπόλλωνι τό τ’ ἐνδυτὸν ἥ τ’ ἐπιπορπίς ἥ τε λύρη τό τ’ ἄεμμα τὸ Λύκτιον ἥ τε φαρέτρη, χρύσεα καὶ τὰ πέδιλα· πολύχρυσος γὰρ Ἀπόλλων. καὶ δὲ πολυκτέανος· Πυθῶνί κε τεκμήραιο. καὶ μὲν ἀεὶ καλὸς καὶ ἀεὶ νέος· οὔποτε Φοίβου θηλείηισ’ οὐδ’ ὅσσον ἐπὶ χνόος ἦλθε παρειαῖς. αἱ δὲ κόμαι θυόεντα πέδωι λείβουσιν ἔλαια. οὐ λίπος Ἀπόλλωνος ἀποστάζουσιν ἔθειραι, ἀλλ’ αὐτὴν πανάκειαν· ἐν ἄστεϊ δ’ ὦι κεν ἐκεῖναι πρῶκες ἔραζε πέσωσιν ἀκήρια πάντ’ ἐγένοντο. [H2] τέχνηι δ’ ἀμφιλαφὴς οὔ τις τόσον ὅσσον Ἀπόλλων· κεῖνος ὀιστευτὴν ἔλαχ’ ἀνέρα, κεῖνος ἀοιδόν (Φοίβωι γὰρ καὶ τόξον ἐπιτρέπεται καὶ ἀοιδή), κείνου δὲ θριαὶ καὶ μάντιες· ἐκ δέ νυ Φοίβου ἰητροὶ δεδάασιν ἀνάβλησιν θανάτοιο. [H2] Φοῖβον καὶ Νόμιον κικλήσκομεν ἐξέτι κείνου, ἐξότ’ ἐπ’ Ἀμφρυσσῶι ζευγίτιδας ἔτρεφεν ἵππους ἠιθέου ὑπ’ ἔρωτι κεκαυμένος Ἀδμήτοιο. ῥεῖά κε βουβόσιον τελέθοι πλέον, οὐδέ κεν αἶγες δεύοιντο βρεφέων ἐπιμηλάδες ἧισιν Ἀπόλλων βοσκομένηισ’ ὀφθαλμὸν ἐπήγαγεν· οὐδ’ ἀγάλακτες οἴιες οὐδ’ ἄκυθοι, πᾶσαι δέ κεν εἶεν ὕπαρνοι, ἡ δέ κε μουνοτόκος διδυμητόκος αἶψα γένοιτο. [H2] Φοίβωι δ’ ἑσπόμενοι πόλιας διεμετρήσαντο ἄνθρωποι· Φοῖβος γὰρ ἀεὶ πολίεσσι φιληδεῖ κτιζομένηισ’, αὐτὸς δὲ θεμείλια Φοῖβος ὑφαίνει. τετραέτης τὰ πρῶτα θεμείλια Φοῖβος ἔπηξε καλῆι ἐν Ὀρτυγίηι περιηγέος ἐγγύθι λίμνης. Ἄρτεμις ἀγρώσσουσα καρήατα συνεχὲς αἰγῶν Κυνθιάδων φορέεσκεν, ὃ δ’ ἔπλεκε βωμὸν Ἀπόλλων. δείματο μὲν κεράεσσιν ἐδέθλια, πῆξε δὲ βωμὸν ἐκ κεράων, κεραοὺς δὲ πέριξ ὑπεβάλλετο τοίχους. ὧδ’ ἔμαθεν τὰ πρῶτα θεμείλια Φοῖβος ἐγείρειν. Φοῖβος καὶ βαθύγειον ἐμὴν πόλιν ἔφρασε Βάττωι καὶ Λιβύην ἐσιόντι κόραξ ἡγήσατο λαῶι δεξιὸς οἰκιστῆρι καὶ ὤμοσε τείχεα δώσειν ἡμετέροις βασιλεῦσιν· ἀεὶ δ’ εὔορκος Ἀπόλλων. ὤπολλον, πολλοί σε Βοηδρόμιον καλέουσι, πολλοὶ δὲ Κλάριον, πάντη δέ τοι οὔνομα πουλύ· αὐτὰρ ἐγὼ Καρνεῖον· ἐμοὶ πατρώιον οὕτω. Σπάρτη τοι Καρνεῖε τὸ δὴ πρώτιστον ἔδεθλον, δεύτερον αὖ Θήρη, τρίτατόν γε μὲν ἄστυ Κυρήνης. [H2] ἐκ μέν σε Σπάρτης ἕκτον γένος Οἰδιπόδαο ἤγαγε Θηραίην ἐς ἀπόκτισιν· ἐκ δέ σε Θήρης οὖλος Ἀριστοτέλης Ἀσβυστίδι πάρθετο γαίηι, δεῖμε δέ τοι μάλα καλὸν ἀνάκτορον, ἐν δὲ πόληι θῆκε τελεσφορίην ἐπετήσιον, ἧι ἐνὶ πολλοί ὑστάτιον πίπτουσιν ἐπ’ ἰσχίον, ὦ ἄνα, ταῦροι. ἱὴ ἱὴ Καρνεῖε πολύλλιτε, σεῖο δὲ βωμοί ἄνθεα μὲν φορέουσιν ἐν εἴαρι τόσσα περ Ὧραι ποικίλ’ ἀγινεῦσι ζεφύρου πνείοντος ἐέρσην, χείματι δὲ κρόκον ἡδύν· ἀεὶ δέ τοι ἀέναον πῦρ, οὐδέ ποτε χθιζὸν περιβόσκεται ἄνθρακα τέφρη. ἦ ῥ’ ἐχάρη μέγα Φοῖβος, ὅτε ζωστῆρες Ἐνυοῦς ἀνέρες ὠρχήσαντο μετὰ ξανθῆισι Λιβύσσαις, τέθμιαι εὖτέ σφιν Καρνειάδες ἤλυθον ὧραι. οἳ δ’ οὔπω πηγῆισι Κύρης ἐδύναντο πελάσσαι Δωριέες, πυκινὴν δὲ νάπαις Ἄζιλιν ἔναιον. τοὺς μὲν ἄναξ ἴδεν αὐτός, ἑῆι δ’ ἐπεδείξατο νύμφηι στὰς ἐπὶ Μυρτούσσης κερατώδεος, ἧχι λέοντα Ὑψηὶς κατέπεφνε βοῶν σίνιν Εὐρυπύλοιο. [H2] οὐ κείνου χορὸν εἶδε θεώτερον ἄλλον Ἀπόλλων, οὐδὲ πόλει τόσ’ ἔνειμεν ὀφέλσιμα, τόσσα Κυρήνηι, μνωόμενος προτέρης ἁρπακτύος. οὐδὲ μὲν αὐτοί Βαττιάδαι Φοίβοιο πλέον θεὸν ἄλλον ἔτεισαν. ἱὴ ἱὴ παιῆον ἀκούομεν, οὕνεκα τοῦτο Δελφός τοι πρώτιστον ἐφύμνιον εὕρετο λαός, ἦμος ἑκηβολίην χρυσέων ἐπεδείκνυσο τόξων. Πυθώ τοι κατιόντι συνήντετο δαιμόνιος θήρ, αἰνὸς ὄφις. τὸν μὲν σὺ κατήναρες ἄλλον ἐπ’ ἄλλωι βάλλων ὠκὺν ὀιστόν, ἐπηύτησε δὲ λαός, ‘ἱὴ ἱὴ παιῆον, ἵει βέλος, εὐθύ σε μήτηρ γείνατ’ ἀοσσητῆρα’· τὸ δ’ ἐξέτι κεῖθεν ἀείδηι. ὁ Φθόνος Ἀπόλλωνος ἐπ’ οὔατα λάθριος εἶπεν ‘οὐκ ἄγαμαι τὸν ἀοιδὸν ὃς οὐδ’ ὅσα πόντος ἀείδει’. τὸν Φθόνον ὡπόλλων ποδί τ’ ἤλασεν ὧδέ τ’ ἔειπεν· ‘Ἀσσυρίου ποταμοῖο μέγας ῥόος, ἀλλὰ τὰ πολλά λύματα γῆς καὶ πολλὸν ἐφ’ ὕδατι συρφετὸν ἕλκει. Δηοῖ δ’ οὐκ ἀπὸ παντὸς ὕδωρ φορέουσι μέλισσαι, ἀλλ’ ἥτις καθαρή τε καὶ ἀχράαντος ἀνέρπει πίδακος ἐξ ἱερῆς ὀλίγη λιβὰς ἄκρον ἄωτον’. χαῖρε ἄναξ· ὁ δὲ Μῶμος, ἵν’ ὁ Φθόνος, ἔνθα νέοιτο. ### Εἰς Ἄρτεμιν [H3] Ἄρτεμιν (οὐ γὰρ ἐλαφρὸν ἀειδόντεσσι λαθέσθαι) ὑμνέομεν, τῆι τόξα λαγωβολίαι τε μέλονται καὶ χορὸς ἀμφιλαφὴς καὶ ἐν οὔρεσιν ἑψιάασθαι, ἄρχμενοι, ὡς ὅτε πατρὸς ἐφεζομένη γονάτεσσι παῖς ἔτι κουρίζουσα τάδε προσέειπε γονῆα ‘δός μοι παρθενίην αἰώνιον ἄππα φυλάσσειν, καὶ πολυωνυμίην, ἵνα μή μοι Φοῖβος ἐρίζηι. δὸς δ’ ἰοὺς καὶ τόξα — ἔα πάτερ, οὔ σε φαρέτρην οὐδ’ αἰτέω μέγα τόξον· ἐμοὶ Κύκλωπες ὀιστοὺς αὐτίκα τεχνήσονται, ἐμοὶ δ’ εὐκαμπὲς ἄεμμα· ἀλλὰ φαεσφορίην τε καὶ ἐς γόνυ μέχρι χιτῶνα ζώννυσθαι λεγνωτόν, ἵν’ ἄγρια θηρία καίνω. δὸς δέ μοι ἑξήκοντα χορίτιδας Ὠκεανίνας, πάσας εἰνέτεας, πάσας ἔτι παῖδας ἀμίτρους. δὸς δέ μοι ἀμφιπόλους Ἀμνισίδας εἴκοσι νύμφας, αἵ τέ μοι ἐνδρομίδας τε καί, ὁππότε μηκέτι λύγκας μήτ’ ἐλάφους βάλλοιμι, θοοὺς κύνας εὖ κομέοιεν, δὸς δέ μοι οὔρεα πάντα· πόλιν δέ μοι ἥντινα νεῖμον ἥντινα λῆις· σπαρνὸν γὰρ ὅτ’ Ἄρτεμις ἄστυ κάτεισιν· οὔρεσιν οἰκήσω, πόλεσιν δ’ ἐπιμείξομαι ἀνδρῶν μοῦνον ὅτ’ ὀξείηισιν ὑπ’ ὠδίνεσσι γυναῖκες τειρόμεναι καλέουσι βοηθόον, ἧισί με Μοῖραι γεινομένην τὸ πρῶτον ἐπεκλήρωσαν ἀρήγειν, ὅττι με καὶ τίκτουσα καὶ οὐκ ἤλγησε φέρουσα μήτηρ, ἀλλ’ ἀμογητὶ φίλων ἀπεθήκατο γυίων’. [H3] ὣς ἡ παῖς εἰποῦσα γενειάδος ἤθελε πατρὸς ἅψασθαι, πολλὰς δὲ μάτην ἐτανύσσατο χεῖρας, μέχρις ἵνα ψαύσειε. πατὴρ δ’ ἐπένευσε γελάσσας, φῆ δὲ καταρρέζων ‘ὅτε μοι τοιαῦτα θέαιναι τίκτοιεν, τυτθόν κεν ἐγὼ ζηλήμονος Ἥρης χωομένης ἀλέγοιμι. φέρευ τέκος ὅσσ’ ἐθελημός αἰτίζεις, καὶ δ’ ἄλλα πατὴρ ἔτι μείζονα δώσει. τρὶς δέκα τοι πτολίεθρα καὶ οὐχ ἕνα πύργον ὀπάσσω, τρὶς δέκα τοι πτολίεθρα, τὰ μὴ θεὸν ἄλλον ἀέξειν εἴσεται ἀλλὰ μόνην σὲ καὶ Ἀρτέμιδος καλέεσθαι· πολλὰς δὲ ξυνῆι πόλιας διαμετρήσασθαι μεσσόγεως νήσους τε· καὶ ἐν πάσηισιν ἔσονται Ἀρτέμιδος βωμοί τε καὶ ἄλσεα. καὶ μὲν ἀγυιαῖς ἔσσηι καὶ λιμένεσσιν ἐπίσκοπος’. ὣς ὃ μὲν εἰπὼν μῦθον ἐπεκρήηνε καρήατι. βαῖνε δὲ κούρη λευκὸν ἐπὶ Κρηταῖον ὄρος κεκομημένον ὕληι· ἔνθεν ἐπ’ Ὠκεανόν· πολέας δ’ ἐπελέξατο νύμφας, [πάσας εἰνέτεας, πάσας ἔτι παῖδας ἀμίτρους.] χαῖρε δὲ Καίρατος ποταμὸς μέγα, χαῖρε δὲ Τηθύς, οὕνεκα θυγατέρας Λητωίδι πέμπον ἀμορβούς. [H3] αὖθι δὲ Κύκλωπας μετεκίαθε· τοὺς μὲν ἔτετμε νήσωι ἐνὶ Λιπάρηι (Λιπάρη νέον, ἀλλὰ τότ’ ἔσκεν οὔνομά οἱ Μελιγουνίς) ἐπ’ ἄκμοσιν Ἡφαίστοιο ἑσταότας περὶ μύδρον· ἐπείγετο γὰρ μέγα ἔργον· ἱππείην τετύκοντο Ποσειδάωνι ποτίστρην. αἱ νύμφαι δ’ ἔδδεισαν, ὅπως ἴδον αἰνὰ πέλωρα πρηόσιν †ὀσσείοισιν ἐοικότα, πᾶσι δ’ ὑπ’ ὀφρύν φάεα μουνόγληνα σάκει ἴσα τετραβοείωι δεινὸν ὑπογλαύσσοντα, καὶ ὁππότε δοῦπον ἄκουσαν ἄκμονος ἠχήσαντος ἐπὶ μέγα πουλύ τ’ ἄημα φυσάων αὐτῶν τε βαρὺν στόνον· αὖε γὰρ Αἴτνη, αὖε δὲ Τρινακίη, Σικανῶν ἕδος, αὖε δὲ γείτων Ἰταλίη, μεγάλην δὲ βοὴν ἐπὶ Κύρνος ἀύτει, εὖθ’ οἵ γε ρῥαιστῆρας ἀειράμενοι ὑπὲρ ὤμων ἢ χαλκὸν ζείοντα καμινόθεν ἠὲ σίδηρον ἀμβολαδὶς τετυπόντες ἐπὶ μέγα μοχθήσειαν. τῶι σφέας οὐκ ἐτάλασσαν ἀκηδέες Ὠκεανῖναι οὔτ’ ἄντην ἰδέειν οὔτε κτύπον οὔασι δέχθαι. οὐ νέμεσις· κείνους γε καὶ αἱ μάλα μηκέτι τυτθαί οὐδέποτ’ ἀφρικτὶ μακάρων ὁρόωσι θύγατρες. [H3] ἀλλ’ ὅτε κουράων τις ἀπειθέα μητέρι τεύχοι, μήτηρ μὲν Κύκλωπας ἑῆι ἐπὶ παιδὶ καλιστρεῖ, Ἄργην ἢ Στερόπην· ὃ δὲ δώματος ἐκ μυχάτοιο ἔρχεται Ἑρμείης σποδιῆι κεχριμένος αἰθῆι· αὐτίκα τὴν κούρην μορμύσσεται, ἣ δὲ τεκούσης δύνει ἔσω κόλπους θεμένη ἐπὶ φάεσι χεῖρας. κοῦρα σὺ δὲ προτέρω περ, ἔτι τριέτηρος ἐοῦσα, εὖτ’ ἔμολεν Λητώ σε μετ’ ἀγκαλίδεσσι φέρουσα, Ἡφαίστου καλέοντος ὅπως ὀπτήρια δοίη, Βρόντεώ σε στιβαροῖσιν ἐφεσσαμένου γονάτεσσι, στήθεος ἐκ μεγάλου λασίης ἐδράξαο χαίτης, ὤλοψας δὲ βίηιφι· τὸ δ’ ἄτριχον εἰσέτι καὶ νῦν μεσσάτιον στέρνοιο μένει μέρος, ὡς ὅτε κόρσηι φωτὸς ἐνιδρυθεῖσα κόμην ἐπενείματ’ ἀλώπηξ. τῶι μάλα θαρσαλέη σφε τάδε προσελέξαο τῆμος ‘Κύκλωπες κἠμοί τι Κυδώνιον εἰ δ’ ἄγε τόξον ἠδ’ ἰοὺς κοίλην τε κατακληῖδα βελέμνων τεύξατε· καὶ γὰρ ἐγὼ Λητωιὰς ὥσπερ Ἀπόλλων. αἰ δέ κ’ ἐγὼ τόξοις μονιὸν δάκος ἤ τι πέλωρον θηρίον ἀγρεύσω, τὸ δέ κεν Κύκλωπες ἔδοιεν’. ἔννεπες· οἳ δ’ ἐτέλεσσαν· ἄφαρ δ’ ὡπλίσσαο δαῖμον. [H3] αἶψα δ’ ἐπὶ σκύλακας πάλιν ἤιες· ἵκεο δ’ αὖλιν Ἀρκαδικὴν ἔπι Πανός. ὃ δὲ κρέα λυγκὸς ἔταμνε Μαιναλίης, ἵνα οἱ τοκάδες κύνες εἶδαρ ἔδοιεν. τὶν δ’ ὁ γενειήτης δύο μὲν κύνας ἥμισυ πηγούς τρεῖς δὲ παρουαίους ἕνα δ’ αἰόλον, οἵ ῥα λέοντας αὐτοὺς αὖ ἐρύοντας, ὅτε δράξαιντο δεράων, εἷλκον ἔτι ζώοντας ἐπ’ αὐλίον, ἑπτὰ δ’ ἔδωκε θάσσονας αὐράων Κυνοσουρίδας, αἵ ῥα διῶξαι ὤκισται νεβρούς τε καὶ οὐ μύοντα λαγωόν, καὶ κοίτην ἐλάφοιο καὶ ὕστριχος ἔνθα καλιαί σημῆναι, καὶ ζορκὸς ἐπ’ ἴχνιον ἡγήσασθαι. ἔνθεν ἀπερχομένη (μετὰ καὶ κύνες ἐσσεύοντο) εὗρες ἐπὶ προμολῆισ’ ὄρεος τοῦ Παρρασίοιο σκαιρούσας ἐλάφους, μέγα τι χρέος· αἳ μὲν ἐπ’ ὄχθηις αἰὲν ἐβουκολέοντο μελαμψήφιδος ἀναύρου, μάσσονες ἢ ταῦροι, κεράων δ’ ἀπελάμπετο χρυσός· ἐξαπίνης δ’ ἔταφές τε καὶ ὃν ποτὶ θυμὸν ἔειπες ‘τοῦτό κεν Ἀρτέμιδος πρωτάγριον ἄξιον εἴη’. πέντ’ ἔσαν αἱ πᾶσαι· πίσυρας δ’ ἕλες ὦκα θέουσα νόσφι κυνοδρομίης, ἵνα τοι θοὸν ἅρμα φέρωσι. τὴν δὲ μίαν Κελάδοντος ὑπὲρ ποταμοῖο φυγοῦσαν Ἥρης ἐννεσίηισιν, ἀέθλιον Ἡρακλῆι ὕστερον ὄφρα γένοιτο, πάγος Κερύνειος ἔδεκτο. [H3] Ἄρτεμι Παρθενίη Τιτυοκτόνε, χρύσεα μέν τοι ἔντεα καὶ ζώνη, χρύσεον δ’ ἐζεύξαο δίφρον, ἐν δ’ ἐβάλευ χρύσεια θεὴ κεμάδεσσι χαλινά. ποῦ δέ σε τὸ πρῶτον κερόεις ὄχος ἤρξατ’ ἀείρειν; Αἵμωι ἐπὶ Θρήικι, τόθεν βορέαο κατᾶιξ ἔρχεται ἀχλαίνοισι δυσαέα κρυμὸν ἄγουσα. ποῦ δ’ ἔταμες πεύκην, ἀπὸ δὲ φλογὸς ἥψαο ποίης; Μυσῶι ἐν Οὐλύμπωι, φάεος δ’ ἐνέηκας ἀυτμήν ἀσβέστου, τό ῥα πατρὸς ἀποστάζουσι κεραυνοί. ποσσάκι δ’ ἀργυρέοιο θεὴ πειρήσαο τόξου; πρῶτον ἐπὶ πτελέην, τὸ δὲ δεύτερον ἧκας ἐπὶ δρῦν, τὸ τρίτον αὖτ’ ἐπὶ θῆρα. τὸ τέτρατον οὐκέτ’ ἐπὶ δρῦν, … [H3] ἀλλά μιν εἰς ἀδίκων ἔβαλες πόλιν, οἵ τε περὶ σφέας οἵ τε περὶ ξείνους ἀλιτήμονα πολλὰ τέλεσκον, σχέτλιοι· οἷς τύνη χαλεπὴν ἐμμάξεαι ὀργήν· κτήνεά φιν λοιμὸς καταβόσκεται, ἔργα δὲ πάχνη, κείρονται δὲ γέροντες ἐφ’ υἱάσιν, αἱ δὲ γυναῖκες ἢ βληταὶ θνήισκουσι λεχωίδες ἠὲ φυγοῦσαι τίκτουσιν τῶν οὐδὲν ἐπὶ σφυρὸν ὀρθὸν ἀνέστη. οἷς δέ κεν εὐμειδής τε καὶ ἵλαος αὐγάσσηαι, κείνοις εὖ μὲν ἄρουρα φέρει στάχυν, εὖ δὲ γενέθλη τετραπόδων, εὖ δ’ ὄλβος ἀέξεται· οὐδ’ ἐπὶ σῆμα ἔρχονται πλὴν εὖτε πολυχρόνιόν τι φέρωσιν· οὐδὲ διχοστασίη τρώει γένος, ἥ τε καὶ εὖ περ οἴκους ἑστηῶτας ἐσίνατο· ταὶ δὲ θυωρόν εἰνάτερες γαλόωι τε μίαν πέρι δίφρα τίθενται. πότνια, τῶν εἴη μὲν ἐμοὶ φίλος ὅστις ἀληθής, εἴην δ’ αὐτός, ἄνασσα, μέλοι δέ μοι αἰὲν ἀοιδή· τῆι ἔνι μὲν Λητοῦς γάμος ἔσσεται, ἐν δὲ σὺ πολλή, ἐν δὲ καὶ Ἀπόλλων, ἐν δ’ οἵ σεο πάντες ἄεθλοι, ἐν δὲ κύνες καὶ τόξα καὶ ἄντυγες, αἵ τέ σε ῥεῖα θηητὴν φορέουσιν, ὅτ’ ἐς Διὸς οἶκον ἐλαύνεις. [H3] ἔνθα τοι ἀντιόωντες ἐνὶ προμολῆισι δέχονται ὅπλα μὲν Ἑρμείης Ἀκακήσιος, αὐτὰρ Ἀπόλλων θηρίον ὅττι φέρηισθα· πάροιθέ γέ, πρίν περ ἱκέσθαι καρτερὸν Ἀλκεΐδην· νῦν δ’ οὐκέτι τοῦτον ἄεθλον Φοῖβος ἔχει, τοῖος γὰρ ἀεὶ Τιρύνθιος ἄκμων ἕστηκε πρὸ πυλέων ποτιδέγμενος, εἴ τι φέρουσα νεῖαι πῖον ἔδεσμα· θεοὶ δ’ ἐπὶ πάντες ἐκείνωι ἄλληκτον γελόωσι, μάλιστα δὲ πενθερὴ αὐτή, ταῦρον ὅτ’ ἐκ δίφροιο μάλα μέγαν ἢ ὅ γε χλούνην κάπρον ὀπισθιδίοιο φέροι ποδὸς ἀσπαίροντα· κερδαλέωι μύθωι σε θεὴ μάλα τῶιδε πινύσκει ‘βάλλε κακοὺς ἐπὶ θῆρας, ἵνα θνητοί σε βοηθόν ὡς ἐμὲ κικλήσκωσιν. ἔα πρόκας ἠδὲ λαγωούς οὔρεα βόσκεσθαι· τί κέ μιν πρόκες ἠὲ λαγωοί ῥέξειαν; σύες ἔργα, σύες φυτὰ λυμαίνονται. καὶ βόες ἀνθρώποισι κακὸν μέγα· βάλλ’ ἐπὶ καὶ τούς.’ ὣς ἔνεπεν, ταχινὸς δὲ μέγαν περὶ θῆρα πονεῖτο. οὐ γὰρ ὅ γε Φρυγίηι περ ὑπὸ δρυὶ γυῖα θεωθείς παύσατ’ ἀδηφαγίης· ἔτι οἱ πάρα νηδὺς ἐκείνη, τῆι ποτ’ ἀροτριόωντι συνήντετο Θειοδάμαντι. σοὶ δ’ Ἀμνισιάδες μὲν ὑπὸ ζεύγληφι λυθείσας ψήχουσιν κεμάδας, παρὰ δέ σφισι πουλὺ νέμεσθαι Ἥρης ἐκ λειμῶνος ἀμησάμεναι φορέουσιν ὠκύθοον τριπέτηλον, ὃ καὶ Διὸς ἵπποι ἔδουσιν· ἐν καὶ χρυσείας ὑποληνίδας ἐπλήσαντο ὕδατος, ὄφρ’ ἐλάφοισι ποτὸν θυμάρμενον εἴη. αὐτὴ δ’ ἐς πατρὸς δόμον ἔρχεαι· οἳ δέ σ’ ἐφ’ ἕδρην πάντες ὁμῶς καλέουσι· σὺ δ’ Ἀπόλλωνι παρίζεις. [H3] ἡνίκα δ’ αἱ νύμφαι σε χορῶι ἔνι κυκλώσονται ἀγχόθι πηγάων Αἰγυπτίου Ἰνωποῖο ἢ Πιτάνης (καὶ γὰρ Πιτάνη σέθεν) ἢ ἐνὶ Λίμναις, ἢ ἵνα δαῖμον Ἀλὰς Ἀραφηνίδας οἰκήσουσα ἦλθες ἀπὸ Σκυθίης, ἀπὸ δ’ εἴπαο τέθμια Ταύρων, μὴ νειὸν τημοῦτος ἐμαὶ βόες εἵνεκα μισθοῦ τετράγυον τέμνοιεν ὑπ’ ἀλλοτρίωι ἀροτῆρι· ἦ γάρ κεν γυιαί τε καὶ αὐχένα κεκμηυῖαι κόπρον ἔπι προγένοιντο, καὶ εἰ Στυμφαιίδες εἶεν εἰναετιζόμεναι κεραελκέες, αἳ μέγ’ ἄρισται τέμνειν ὦλκα βαθεῖαν· ἐπεὶ θεὸς οὔποτ’ ἐκεῖνον ἦλθε παρ’ Ἠέλιος καλὸν χορόν, ἀλλὰ θεῆται δίφρον ἐπιστήσας, τὰ δὲ φάεα μηκύνονται. τίς δέ νύ τοι νήσων, ποῖον δ’ ὄρος εὔαδε πλεῖστον, τίς δὲ λιμήν, ποίη δὲ πόλις; τίνα δ’ ἔξοχα νυμφέων φίλαο, καὶ ποίας ἡρωίδας ἔσχες ἑταίρας; εἰπὲ θεὴ σὺ μὲν ἄμμιν, ἐγὼ δ’ ἑτέροισιν ἀείσω. [H3] νήσων μὲν Δολίχη, πολίων δέ τοι εὔαδε Πέργη, Τηύγετον δ’ ὀρέων, λιμένες γε μὲν Εὐρίποιο. ἔξοχα δ’ ἀλλάων Γορτυνίδα φίλαο νύμφην, ἐλλοφόνον Βριτόμαρτιν ἐύσκοπον· ἧς ποτε Μίνως πτοιηθεὶς ὑπ’ ἔρωτι κατέδραμεν οὔρεα Κρήτης. ἣ δ’ ὁτὲ μὲν λασίηισιν ὑπὸ δρυσὶ κρύπτετο νύμφη, ἄλλοτε δ’ εἱαμενῆισιν· ὃ δ’ ἐννέα μῆνας ἐφοίτα παίπαλά τε κρημνούς τε καὶ οὐκ ἀνέπαυσε διωκτύν, μέσφ’ ὅτε μαρπτομένη καὶ δὴ σχεδὸν ἥλατο πόντον πρηόνος ἐξ ὑπάτοιο καὶ ἔνθορεν εἰς ἁλιήων δίκτυα, τά σφ’ ἐσάωσαν· ὅθεν μετέπειτα Κύδωνες νύμφην μὲν Δίκτυναν, ὄρος δ’ ὅθεν ἥλατο νύμφη Δικταῖον καλέουσιν, ἀνεστήσαντο δὲ βωμούς ἱερά τε ῥέζουσι· τὸ δὲ στέφος ἤματι κείνωι ἢ πίτυς ἢ σχῖνος, μύρτοιο δὲ χεῖρες ἄθικτοι· δὴ τότε γὰρ πέπλοισιν ἐνέσχετο μύρσινος ὄζος τῆς κούρης, ὅτ’ ἔφευγεν· ὅθεν μέγα χώσατο μύρτωι. Οὖπι ἄνασσ’ εὐῶπι φαεσφόρε, καὶ δὲ σὲ κείνην Κρηταέες καλέουσιν ἐπωνυμίην ἀπὸ νύμφης. [H3] καὶ μὴν Κυρήνην ἑταρίσσαο, τῆι ποτ’ ἔδωκας αὐτὴ θηρητῆρε δύω κύνε, τοῖς ἔνι κούρη Ὑψηὶς παρὰ τύμβον Ἰώλκιον ἔμμορ’ ἀέθλου. καὶ Κεφάλου ξανθὴν ἄλοχον Δηιονίδαο πότνια σὴν ὁμόθηρον ἐθήκαο· καὶ δὲ σὲ φασί καλὴν Ἀντίκλειαν ἴσον φαέεσσι φιλῆσαι, αἳ πρῶται θοὰ τόξα καὶ ἀμφ’ ὤμοισι φαρέτρας ἰοδόκους ἐφόρησαν· ἀσύλλωτοι δέ φιν ὦμοι δεξιτεροὶ καὶ γυμνὸς ἀεὶ παρεφαίνετο μαζός. ἤινησας δ’ ἔτι πάγχυ ποδορρώρην Ἀταλάντην, κούρην Ἰασίοιο συοκτόνον Ἀρκασίδαο, καί ἑ κυνηλασίην τε καὶ εὐστοχίην ἐδίδαξας. οὔ μιν ἐπίκλητοι Καλυδωνίου ἀγρευτῆρες μέμφονται κάπροιο· τὰ γὰρ σημήια νίκης Ἀρκαδίην εἰσῆλθεν, ἔχει δ’ ἔτι θηρὸς ὀδόντας· οὐδὲ μὲν Ὑλαῖόν τε καὶ ἄφρονα Ῥοῖκον ἔολπα οὐδέ περ ἐχθαίροντας ἐν Ἄιδι μωμήσασθαι τοξότιν· οὐ γάρ σφιν λαγόνες συνεπιψεύσονται, τάων Μαιναλίη νᾶεν φόνωι ἀκρώρεια. [H3] πότνια πουλυμέλαθρε πολύπτολι χαῖρε Χιτώνη Μιλήτωι ἐπίδημε· σὲ γὰρ ποιήσατο Νηλεύς ἡγεμόνην, ὅτε νηυσὶν ἀνήγετο Κεκροπίηθεν. Χησιὰς Ἰμβρασίη πρωτόθρονε, σοὶ δ’ Ἀγαμέμνων πηδάλιον νηὸς σφετέρης ἐγκάτθετο νηῶι μείλιον ἀπλοΐης, ὅτε οἱ κατέδησας ἀήτας, Τευκρῶν ἡνίκα νῆες Ἀχαιίδες ἄστεα κήδειν ἔπλεον ἀμφ’ Ἑλένηι Ῥαμνουσίδι θυμωθεῖσαι. ἦ μέν τοι Προῖτός γε δύω ἐκαθίσσατο νηούς, ἄλλον μὲν Κορίης, ὅτι οἱ συνελέξαο κούρας οὔρεα πλαζομένας Ἀζήνια, τὸν δ’ ἐνὶ Λούσοις Ἡμέρηι, οὕνεκα θυμὸν ἀπ’ ἄγριον εἵλεο παίδων. σοὶ καὶ Ἀμαζονίδες πολέμου ἐπιθυμήτειραι ἔν ποτε παρραλίηι Ἐφέσωι βρέτας ἱδρύσαντο φηγῶι ὑπὸ πρέμνωι, τέλεσεν δέ τοι ἱερὸν Ἱππώ· αὐταὶ δ’, Οὖπι ἄνασσα, περὶ πρύλιν ὠρχήσαντο πρῶτα μὲν ἐν σακέεσσιν ἐνόπλιον, αὖθι δὲ κύκλωι στησάμεναι χορὸν εὐρύν· ὑπήεισαν δὲ λίγειαι λεπταλέον σύριγγες, ἵνα ῥήσσωσιν ὁμαρτῆι (οὐ γάρ πω νέβρεια δι’ ὀστέα τετρήναντο, ἔργον Ἀθηναίης ἐλάφωι κακόν)· ἔδραμε δ’ ἠχώ Σάρδιας ἔς τε νομὸν Βερεκύνθιον. αἳ δὲ πόδεσσιν οὖλα κατεκροτάλιζον, ἐπεψόφεον δὲ φαρέτραι. [H3] κεῖνο δέ τοι μετέπειτα περὶ βρέτας εὐρὺ θέμειλον δωμήθη, τοῦ δ’ οὔτι θεώτερον ὄψεται ἠώς οὐδ’ ἀφνειότερον· ῥέα κεν Πυθῶνα παρέλθοι. τῶι ῥα καὶ ἠλαίνων ἀλαπαξέμεν ἠπείλησε Λύγδαμις ὑβριστής· ἐπὶ δὲ στρατὸν ἱππημολγῶν ἤγαγε Κιμμερίων ψαμάθωι ἴσον, οἵ ῥα παρ’ αὐτόν κεκλιμένοι ναίουσι βοὸς πόρον Ἰναχιώνης. ἆ δειλὸς βασιλέων, ὅσον ἤλιτεν· οὐ γὰρ ἔμελλεν οὔτ’ αὐτὸς Σκυθίηνδε παλιμπετὲς οὔτε τις ἄλλος ὅσσων ἐν λειμῶνι Καϋστρίωι ἔσταν ἅμαζαι νοστήσειν· Ἐφέσου γὰρ ἀεὶ τεὰ τόξα πρόκειται. πότνια Μουνιχίη λιμενοσκόπε, χαῖρε Φεραίη. μή τις ἀτιμήσηι τὴν Ἄρτεμιν (οὐδὲ γὰρ Οἰνεῖ βωμὸν ἀτιμάσσαντι καλοὶ πόλιν ἦλθον ἀγῶνες), μηδ’ ἐλαφηβολίην μηδ’ εὐστοχίην ἐριδαίνειν (οὐδὲ γὰρ Ἀτρεΐδης ὀλίγωι ἔπι κόμπασε μισθῶι), μηδέ τινα μνᾶσθαι τὴν παρθένον (οὐδὲ γὰρ Ὦτος, οὐδὲ μὲν Ὠαρίων ἀγαθὸν γάμον ἐμνήστευσαν), μηδὲ χορὸν φεύγειν ἐνιαύσιον (οὐδὲ γὰρ Ἱππώ ἀκλαυτεὶ περὶ βωμὸν ἀπείπατο κυκλώσασθαι)· χαῖρε μέγα κρείουσα καὶ εὐάντησον ἀοιδῆι. ### Εἰς Δῆλον [H4] τὴν ἱερήν, ὦ θυμέ, τίνα χρόνον ἢ πότ’ ἀείσεις δῆλον, Ἀπόλλωνος κουροτρόφον; ἦ μὲν ἅπασαι Κυκλάδες, αἳ νήσων ἱερώταται εἰν ἁλὶ κεῖνται, εὔυμνοι· δῆλος δ’ ἐθέλει τὰ πρῶτα φέρεσθαι ἐκ Μουσέων, ὅτι Φοῖβον ἀοιδάων μεδέοντα λοῦσέ τε καὶ σπείρωσε καὶ ὡς θεὸν ἤινεσε πρώτη. ὡς Μοῦσαι τὸν ἀοιδὸν ὃ μὴ Πίμπλειαν ἀείσηι ἔχθουσιν, τὼς Φοῖβος ὅτις Δήλοιο λάθηται. Δήλωι νῦν οἴμης ἀποδάσσομαι, ὡς ἂν Ἀπόλλων Κύνθιος αἰνήσηι με φίλης ἀλέγοντα τιθήνης. κείνη δ’ ἠνεμόεσσα καὶ ἄτροπος οἷά θ’ ἁλιπλήξ αἰθυίηις καὶ μᾶλλον ἐπίδρομος ἠέπερ ἵπποις πόντωι ἐνεστήρικται· ὃ δ’ ἀμφί ἑ πουλὺς ἑλίσσων Ἰκαρίου πολλὴν ἀπομάσσεται ὕδατος ἄχνην· τῶι σφε καὶ ἰχθυβολῆες ἁλίπλοοι ἐννάσσαντο. ἀλλά οἱ οὐ νεμεσητὸν ἐνὶ πρώτηισι λέγεσθαι, ὁππότ’ ἐς Ὠκεανόν τε καὶ ἐς Τιτηνίδα Τηθύν νῆσοι ἀολλίζονται, ἀεὶ δ’ ἔξαρχος ὁδεύει. ἣ δ’ ὄπιθεν Φοίνισσα μετ’ ἴχνια Κύρνος ὀπηδεῖ οὐκ ὀνοτὴ καὶ Μάκρις Ἀβαντιὰς Ἐλλοπιήων Σαρδώ θ’ ἱμερόεσσα καὶ ἣν ἐπενήξατο Κύπρις ἐξ ὕδατος τὰ πρῶτα, σαοῖ δέ μιν ἀντ’ ἐπιβάθρων. [H4] κεῖναι μὲν πύργοισι περισκεπέεσσιν ἐρυμναί, δῆλος δ’ Ἀπόλλωνι· τί δὲ στιβαρώτερον ἕρκος; τείχεα μὲν καὶ λᾶες ὑπαὶ ῥιπῆς κε πέσοιεν Στρυμονίου βορέαο· θεὸς δ’ ἀεὶ ἀστυφέλικτος· Δῆλε φίλη, τοῖός σε βοηθόος ἀμφιβέβηκεν. εἰ δὲ λίην πολέες σε περιτροχόωσιν ἀοιδαί, ποίηι ἐνιπλέξω σε; τί τοι θυμῆρες ἀκοῦσαι; ἢ ὡς τὰ πρώτιστα μέγας θεὸς οὔρεα θείνων ἄορι τριγλώχινι, τό οἱ Τελχῖνες ἔτευξαν, νήσους εἰναλίας εἰργάζετο, νέρθε δ’ ἐλάσσας ἐκ νεάτων ὤχλισσε καὶ εἰσεκύλισε θαλάσσηι; καὶ τὰς μὲν κατὰ βυσσόν, ἵν’ ἠπείροιο λάθωνται, πρυμνόθεν ἐρρίζωσε· σὲ δ’ οὐκ ἔθλιψεν ἀνάγκη, ἀλλ’ ἄφετος πελάγεσσιν ἐπέπλεες, οὔνομα δ’ ἦν τοι Ἀστερίη τὸ παλαιόν, ἐπεὶ βαθὺν ἥλαο τάφρον οὐρανόθεν φεύγουσα Διὸς γάμον ἀστέρι ἴση. τόφρα μὲν οὔπω τοι χρυσέη ἐπεμίσγετο Λητώ, τόφρα δ’ ἔτ’ Ἀστερίη σὺ καὶ οὐδέπω ἔκλεο Δῆλος. πολλάκι σε Τροιζῆνος ἀπὸ ξάνθοιο πολίχνης ἐρχόμενοι Ἐφύρηνδε Σαρωνικοῦ ἔνδοθι κόλπου ναῦται ἐπεσκέψαντο, καὶ ἐξ Ἐφύρης ἀνιόντες οἳ μὲν ἔτ’ οὐκ ἴδον αὖθι, σὺ δὲ στεινοῖο παρ’ ὀξύν ἔδραμες Εὐρίποιο πόρον καναχηδὰ ῥέοντος, Χαλκιδικῆς δ’ αὐτῆμαρ ἀνηναμένη ἁλὸς ὕδωρ μέσφ’ ἐς Ἀθηναίων προσενήξαο Σούνιον ἄκρον ἢ Χίον ἢ νήσοιο διάβροχον ὕδατι μαστόν παρθενίης (οὔπω γὰρ ἔην Σάμος), ἧχί σε νύμφαι γείτονες Ἀγκαίου Μυκαλησσίδες ἐξείνισσαν. [H4] ἡνίκα δ’ Ἀπόλλωνι γενέθλιον οὖδας ὑπέσχες, τοῦτό τοι ἀντημοιβὸν ἁλίπλοοι οὔνομ’ ἔθεντο, οὕνεκεν οὐκέτ’ ἄδηλος ἐπέπλεες, ἀλλ’ ἐνὶ πόντου κύμασιν Αἰγαίοιο ποδῶν ἐνεθήκαο ῥίζας. οὐδ’ Ἥρην κοτέουσαν ὑπέτρεσας· ἣ μὲν ἁπάσαις δεινὸν ἐπεβρωμᾶτο λεχωίσιν αἳ Διὶ παῖδας ἐξέφερον, Λητοῖ δὲ διακριδόν, οὕνεκα μούνη Ζηνὶ τεκεῖν ἤμελλε φιλαίτερον Ἄρεος υἷα. τῶι ῥα καὶ αὐτὴ μὲν σκοπιὴν ἔχεν αἰθέρος εἴσω σπερχομένη μέγα δή τι καὶ οὐ φατόν, εἶργε δὲ Λητώ τειρομένην ὠδῖσι· δύω δέ οἱ εἵατο φρουροί γαῖαν ἐποπτεύοντες, ὃ μὲν πέδον ἠπείροιο ἥμενος ὑψηλῆς κορυφῆς ἔπι Θρήικος Αἵμου θοῦρος Ἄρης ἐφύλασσε σὺν ἔντεσι, τὼ δέ οἱ ἵππω ἑπτάμυχον βορέαο παρὰ σπέος ηὐλίζοντο· ἣ δ’ ἐπὶ νησάων ἑτέρη σκοπὸς εὐρειάων ἧστο κόρη Θαύμαντος ἐπαΐξασα Μίμαντι. ἔνθ’ οἳ μὲν πολίεσσιν ὅσαις ἐπεβάλλετο Λητώ μίμνον ἀπειλητῆρες, ἀπετρώπων δὲ δέχεσθαι. [H4] φεῦγε μὲν Ἀρκαδίη, φεῦγεν δ’ ὄρος ἱερὸν Αὔγης Παρθένιον, φεῦγεν δ’ ὁ γέρων μετόπισθε Φενειός. φεῦγε δ’ ὅλη Πελοπηὶς ὅση παρακέκλιται Ἰσθμῶι, ἔμπλην Αἰγιαλοῦ γε καὶ Ἄργεος· οὐ γὰρ ἐκείνας ἀτραπιτοὺς ἐπάτησεν, ἐπεὶ λάχεν Ἴναχον Ἥρη. φεῦγε καὶ Ἀονίη τὸν ἕνα δρόμον, αἳ δ’ ἐφέποντο Δίρκη τε Στροφίη τε μελαμψήφιδος ἔχουσαι Ἰσμηνοῦ χέρα πατρός, ὃ δ’ εἵπετο πολλὸν ὄπισθεν Ἀσωπὸς βαρύγουνος, ἐπεὶ πεπάλακτο κεραυνῶι. ἣ δ’ ὑποδινηθεῖσα χοροῦ ἀπεπαύσατο νύμφη αὐτόχθων Μελίη καὶ ὑπόχλοον ἔσχε παρειήν ἥλικος ἀσθμαίνουσα περὶ δρυός, ὡς ἴδε χαίτην σειομένην Ἑλικῶνος. ἐμαὶ θεαί, εἴπατε Μοῦσαι, ἦ ῥ’ ἐτεὸν ἐγένοντο τότε δρύες ἡνίκα Νύμφαι; ‘νύμφαι μὲν χαίρουσιν, ὅτε δρύας ὄμβρος ἀέξει, νύμφαι δ’ αὖ κλαίουσιν, ὅτε δρυσὶν οὐκέτι φύλλα.’ [H4] ταῖς μὲν ἔτ’ Ἀπόλλων ὑποκόλπιος αἰνὰ χολώθη, φθέγξατο δ’ οὐκ ἀτέλεστον ἀπειλήσας ἐπὶ Θήβηι· ‘Θήβη τίπτε τάλαινα τὸν αὐτίκα πότμον ἐλέγχεις; μήπω μή μ’ ἀέκοντα βιάζεο μαντεύεσθαι. οὔπω μοι Πυθῶνι μέλει τριποδήιος ἕδρη, οὐδέ τί πω τέθνηκεν ὄφις μέγας, ἀλλ’ ἔτι κεῖνο θηρίον αἰνογένειον ἀπὸ Πλειστοῖο καθέρπον Παρνησὸν νιφόεντα περιστέφει ἐννέα κύκλοις· ἀλλ’ ἔμπης ἐρέω τι τορώτερον ἢ ἀπὸ δάφνης. φεῦγε πρόσω· ταχινός σε κιχήσομαι αἵματι λούσων τόξον ἐμόν· σὺ δὲ τέκνα κακογλώσσοιο γυναικός ἔλλαχες. οὐ σύ γ’ ἐμεῖο φίλη τροφὸς οὐδὲ Κιθαιρών ἔσσεται· εὐαγέων δὲ καὶ εὐαγέεσσι μελοίμην’. ὣς ἄρ’ ἔφη. Λητὼ δὲ μετάτροπος αὖτις ἐχώρει. ἀλλ’ ὅτ’ Ἀχαιιάδες μιν ἀπηρνήσαντο πόληες ἐρχομένην, Ἑλίκη τε Ποσειδάωνος ἑταίρη Βοῦρά τε Δεξαμενοῖο βοόστασις Οἰκιάδαο, ἄψ δ’ ἐπὶ Θεσσαλίην πόδας ἔτρεπε, φεῦγε δ’ Ἄναυρος καὶ μεγάλη Λάρισα καὶ αἱ Χειρωνίδες ἄκραι, φεῦγε δὲ καὶ Πηνειὸς ἑλισσόμενος διὰ Τεμπέων· [H4] Ἥρη σοὶ δ’ ἔτι τῆμος ἀνηλεὲς ἦτορ ἔκειτο οὐδὲ κατεκλάσθης τε καὶ ὤικτισας, ἡνίκα πήχεις ἀμφοτέρους ὀρέγουσα μάτην ἐφθέγξατο τοῖα ‘Νύμφαι Θεσσαλίδες, ποταμοῦ γένος, εἴπατε πατρί κοιμῆσαι μέγα χεῦμα· περιπλέξασθε γενείωι λισσόμεναι τὰ Ζηνὸς ἐν ὕδατι τέκνα τεκέσθαι. Πηνειὲ Φθιῶτα, τί νῦν ἀνέμοισιν ἐρίζεις; ὦ πάτερ, οὐ μὴν ἵππον ἀέθλιον ἀμφιβέβηκας. ἦ ῥά τοι ὧδ’ αἰεὶ ταχινοὶ πόδες, ἢ ἐπ’ ἐμεῖο μοῦνοι ἐλαφρίζουσι, πεποίησαι δὲ πέτεσθαι σήμερον ἐξαπίνης;’ ὃ δ’ ἀνήκοος. ‘ὦ ἐμὸν ἄχθος, ποῖ σε φέρω; μέλεοι γὰρ ἀπειρήκασι τένοντες. Πήλιον ὦ Φιλύρης νυμφήιον, ἀλλὰ σὺ μεῖνον, μεῖνον, ἐπεὶ καὶ θῆρες ἐν οὔρεσι πολλάκι σεῖο ὠμοτόκους ὠδῖνας ἀπηρείσαντο λέαιναι.’ [H4] τὴν δ’ ἄρα καὶ Πηνειὸς ἀμείβετο δάκρυα λείβων ‘λητοῖ, Ἀναγκαίη μεγάλη θεός. οὐ γὰρ ἔγωγε πότνια σὰς ὠδῖνας ἀναίνομαι (οἶδα καὶ ἄλλας λουσαμένας ἀπ’ ἐμεῖο λεχωίδας)· ἀλλά μοι Ἥρη δαψιλὲς ἠπείλησεν. ἀπαύγασαι, οἷος ἔφεδρος οὔρεος ἐξ ὑπάτου σκοπιὴν ἔχει, ὅς κέ με ῥεῖα βυσσόθεν ἐξερύσειε. τί μήσομαι; ἢ ἀπολέσθαι ἡδύ τί τοι Πηνειόν; ἴτω πεπρωμένον ἦμαρ· τλήσομαι εἵνεκα σεῖο καὶ εἰ μέλλοιμι ῥοάων διψαλέην ἄμπωτιν ἔχων αἰώνιον ἔρρειν καὶ μόνος ἐν ποταμοῖσιν ἀτιμότατος καλέεσθαι. ἠνίδ’ ἐγώ· τί περισσά; κάλει μόνον Εἰλήθυιαν.’ εἶπε καὶ ἠρώησε μέγαν ῥόον. ἀλλά οἱ Ἄρης Παγγαίου προθέλυμνα καρήατα μέλλεν ἀείρας ἐμβαλέειν δίνηισιν, ἀποκρύψαι δὲ ῥέεθρα· ὑψόθε δ’ ἐσμαράγησε καὶ ἀσπίδα τύψεν ἀκωκῆι δούρατος· ἣ δ’ ἐλέλιξεν ἐνόπλιον· ἔτρεμε δ’ Ὄσσης οὔρεα καὶ πεδίον Κραννώνιον αἵ τε δυσαεῖς ἐσχατιαὶ Πίνδοιο, φόβωι δ’ ὠρχήσατο πᾶσα Θεσσαλίη· τοῖος γὰρ ἀπ’ ἀσπίδος ἔβραμεν ἦχος. [H4] ὡς δ’ ὁπότ’ Αἰτναίου ὄρεος πυρὶ τυφομένοιο σείονται μυχὰ πάντα κατουδαίοιο γίγαντος εἰς ἑτέρην Βριαρῆος ἐπωμίδα κινυμένοιο, θερμάστραι τε βρέμουσιν ὑφ’ Ἡφαίστοιο πυράγρης ἔργα θ’ ὁμοῦ, δεινὸν δὲ πυρίκμητοί τε λέβητες καὶ τρίποδες πίπτοντες ἐπ’ ἀλλήλοις ἰαχεῦσι· τῆμος ἔγεντ’ ἄραβος σάκεος τόσος εὐκύκλοιο· Πηνειὸς δ’ οὐκ αὖτις ἐχάζετο, μίμνε δ’ ὁμοίως καρτερὸς ὡς τὰ πρῶτα, θοὰς δ’ ἐστήσατο δίνας, εἰσόκε οἱ Κοιηὶς ἐκέκλετο ‘σώιζεο χαίρων, σώιζεο· μὴ σύ γ’ ἐμεῖο πάθηις κακὸν εἵνεκα τῆσδε ἀντ’ ἐλεημοσύνης, χάριτος δέ τοι ἔσσετ’ ἀμοιβή’. [H4] ἦ καὶ πολλὰ πάροιθεν ἐπεὶ κάμεν ἔστιχε νήσους εἰναλίας· αἳ δ’ οὔ μιν ἐπερχομένην ἐδέχοντο, οὐ λιπαρὸν νήεσσιν Ἐχινάδες ὅρμον ἔχουσαι, οὐδ’ ἥτις Κέρκυρα φιλοξεινωτάτη ἄλλων, Ἶρις ἐπεὶ πάσηισιν ἐφ’ ὑψηλοῖο Μίμαντος σπερχομένη μάλα πολλὸν ἀπέτραπεν· αἳ δ’ ὑπ’ ὀμοκλῆς πανσυδίηι φοβέοντο κατὰ ρῥόον ἥντινα τέτμοι. ὠγυγίην δἤπειτα Κόων, Μεροπηίδα νῆσον, ἵκετο, Χαλκιόπης ἱερὸν μυχὸν ἡρωίνης. ἀλλά ἑ παιδὸς ἔρυκεν ἔπος τόδε ‘μὴ σύ γε μῆτερ τῆι με τέκοις. οὔτ’ οὖν ἐπιμέμφομαι οὐδὲ μεγαίρω νῆσον, ἐπεὶ λιπαρή τε καὶ εὔβοτος, εἴ νύ τις ἄλλη· ἀλλά οἱ ἐκ Μοιρέων τις ὀφειλόμενος θεὸς ἄλλος ἐστί, Σαωτήρων ὕπατον γένος· ὧι ὑπὸ μίτρην ἵξεται οὐκ ἀέκουσα Μακηδόνι κοιρανέεσθαι ἀμφοτέρη μεσόγεια καὶ αἳ πελάγεσσι κάθηνται, μέχρις ὅπου περάτη τε καὶ ὁππόθεν ὠκέες ἵπποι ἠέλιον φορέουσιν· ὃ δ’ εἴσεται ἤθεα πατρός. [H4] καί νύ ποτε ξυνός τις ἐλεύσεται ἄμμιν ἄεθλος ὕστερον, ὁππότ’ ἂν οἳ μὲν ἐφ’ Ἑλλήνεσσι μάχαιραν βαρβαρικὴν καὶ Κελτὸν ἀναστήσαντες Ἄρηα ὀψίγονοι Τιτῆνες ἀφ’ ἑσπέρου ἐσχατόωντος ῥώσωνται νιφάδεσσιν ἐοικότες ἢ ἰσάριθμοι τείρεσιν, ἡνίκα πλεῖστα κατ’ ἠέρα βουκολέονται, φρούρια καὶ … καὶ πεδία Κρισσαῖα καὶ ἤπειροι … ἀμφιπεριστείνωνται, ἴδωσι δὲ πίονα καπνὸν γείτονος αἰθομένοιο, καὶ οὐκέτι μοῦνον ἀκουῆι, ἀλλ’ ἤδη παρὰ νηὸν ἀπαυγάζωνται † φάλαγγες δυσμενέων, ἤδη δὲ παρὰ τριπόδεσσιν ἐμεῖο φάσγανα καὶ ζωστῆρας ἀναιδέας ἐχθομένας τε ἀσπίδας, αἳ Γαλάτηισι κακὴν ὁδὸν ἄφρονι φύλωι στήσονται· τέων αἳ μὲν ἐμοὶ γέρας, αἳ δ’ ἐπὶ Νείλωι ἐν πυρὶ τοὺς φορέοντας ἀποπνεύσαντας ἰδοῦσαι κείσονται βασιλῆος ἀέθλια πολλὰ καμόντος. [H4] ἐσσόμενε Πτολεμαῖε, τά τοι μαντήια φαίνω. αἰνήσεις μέγα δή τι τὸν εἰσέτι γαστέρι μάντιν ὕστερον ἤματα πάντα· σὺ δὲ ξυμβάλλεο μῆτερ· ἔστι διειδομένη τις ἐν ὕδατι νήσος ἀραιή, πλαζομένη πελάγεσσι· πόδες δέ οἱ οὐχ ἑνὶ χώρωι, ἀλλὰ παλιρροίηι ἐπινήχεται ἀνθέρικος ὥς, ἔνθα νότος, ἔνθ’ εὖρος, ὅπη φορέηισι θάλασσα. τῆι με φέροις· κείνην γὰρ ἐλεύσεαι εἰς ἐθέλουσαν.’ αἳ μὲν τόσσα λέγοντος ἀπέτρεχον εἰν ἁλὶ νῆσοι· Ἀστερίη φιλόμολπε, σὺ δ’ Εὐβοίηθε κατήιεις, Κυκλάδας ὀψομένη περιηγέας, οὔ τι παλαιόν, ἀλλ’ ἔτι τοι μετόπισθε Γεραίστιον εἵπετο φῦκος· … … φλεξας ἐπεὶ περικαίεο πυρί, τλήμον’ ὑπ’ ὠδίνεσσι βαρυνομένην ὁρόωσα· ‘Ἥρη τοῦτό με ῥέξον ὅ τοι φίλον· οὐ γάρ ἀπειλὰς ὑμετέρας ἐφύλαξα· πέρα, πέρα εἰς ἐμὲ Λητοῖ’. [H4] ἔννεπες· ἣ δ’ ἀρητὸν ἄλης ἀπεπαύσατο λυγρῆς, ἕζετο δ’ Ἰνωποῖο παρὰ ρῥόον, ὅντε βάθιστον γαῖα τότ’ ἐξανίησιν, ὅτε πλήθοντι ῥεέθρωι Νεῖλος ἀπὸ κρημνοῖο κατέρχεται Αἰθιοπῆος· λύσατο δὲ ζώνην, ἀπὸ δ’ ἐκλίθη ἔμπαλιν ὤμοις φοίνικος ποτὶ πρέμνον ἀμηχανίης ὑπὸ λυγρῆς τειρομένη· νότιος δὲ διὰ χροὸς ἔρρεεν ἱδρώς. εἶπε δ’ ἀλυσθμαίνουσα ‘τί μητέρα κοῦρε βαρύνεις; αὕτη τοι φίλε νῆσος ἐπιπλώουσα θαλάσσηι. γείνεο, γείνεο κοῦρε καὶ ἤπιος ἔξιθι κόλπου’. νύμφα Διὸς βαρύθυμε, σὺ δ’ οὐκ ἄρ’ ἔμελλες ἄπυστος δὴν ἔμεναι· τοίη σε προσέδραμεν ἀγγελιῶτις, εἶπε δ’ ἔτ’ ἀσθμαίνουσα, φόβωι δ’ ἀνεμίσγετο μῦθος, ‘Ἥρη τιμηέσσα, πολὺ προὔχουσα θεάων σὴ μὲν ἐγώ, σὰ δὲ πάντα, σὺ δὲ κρείουσα κάθησαι γνησίη Οὐλύμποιο, καὶ οὐ χέρα δείδιμεν ἄλλην θηλυτέρην, σὺ δ’ ἄνασσα τὸν αἴτιον εἴσεαι ὀργῆς. Λητώ τοι μίτρην ἀναλύεται ἔνδοθι νήσου. [H4] ἄλλαι μὲν πᾶσαί μιν ἀπέστυγον οὐδ’ ἐδέχοντο· Ἀστερίη δ’ ὀνομαστὶ παρερχομένην ἐκάλεσσεν, Ἀστερίη, πόντοιο κακὸν σάρον· οἶσθα καὶ αὐτή. ἀλλὰ φίλη, δύνασαι γάρ, ἀμύνειν πότνια δούλοις ὑμετέροις, οἳ σεῖο πέδον πατέουσιν ἐφετμῆι’. ἦ καὶ ὑπὸ χρύσειον ἐδέθλιον ἷζε κύων ὥς, Ἀρτέμιδος ἥτις τε, θοῆς ὅτε παύσεται ἄγρης, ἵζει θηρήτειρα παρ’ ἴχνεσιν, οὔατα δ’ αὐτῆς ὀρθὰ μάλ’, αἰὲν ἑτοῖμα θεῆς ὑποδέχθαι ὀμοκλήν· τῆι ἰκέλη Θαύμαντος ὑπὸ θρόνον ἵζετο κούρη. κείνη δ’ οὐδέποτε σφετέρης ἐπιλήθεται ἕδρης, οὐδ’ ὅτε οἱ ληθαῖον ἐπὶ πτερὸν ὕπνος ἐρείσει, ἀλλ’ αὐτοῦ μεγάλοιο ποτὶ γλωχῖνα θρόνοιο τυτθὸν ἀποκλίνασα καρήατα λέχριος εὕδει. [H4] οὐδέ ποτε ζώνην ἀναλύεται οὐδὲ ταχείας ἐνδρομίδας, μή οἵ τι καὶ αἰφνίδιον ἔπος εἴπηι δεσπότις. ἣ δ’ ἀλεγεινὸν ἀλαστήσασα προσηύδα ‘οὕτω νῦν, ὦ Ζηνὸς ὀνείδεα, καὶ γαμέοισθε λάθρια καὶ τίκτοιτε κεκρυμμένα, μηδ’ ὅθι δειλαί δυστοκέες μογέουσιν ἀλετρίδες, ἀλλ’ ὅθι φῶκαι εἰνάλιαι τίκτουσιν, ἐνὶ σπιλάδεσσιν ἐρήμοις. Ἀστερίηι δ’ οὐδέν τι βαρύνομαι εἵνεκα τῆσδε ἀμπλακίης, οὐδ’ ἔστιν ὅπως ἀποθύμια ῥέξω· τόσσα δέω· μάλα γάρ τε κακῶς ἐχαρίσσατο Λητοῖ· ἀλλά μιν ἔκπαγλόν τι σεβίζομαι, οὕνεκ’ ἐμεῖο δέμνιον οὐκ ἐπάτησε, Διὸς δ’ ἀνθείλετο πόντον’. ἣ μὲν ἔφη· κύκνοι δὲ θεοῦ μέλποντες ἄοζοι Μηιόνιον Πακτωλὸν ἐκυκλώσαντο λιπόντες ἑβδομάκις περὶ Δῆλον, ἐπήεισαν δὲ λοχείηι Μουσάων ὄρνιθες, ἀοιδότατοι πετεηνῶν· ἔνθεν ὁ παῖς τοσσάσδε λύρηι ἐνεδήσατο χορδάς ὕστερον, ὁσσάκι κύκνοι ἐπ’ ὠδίνεσσιν ἄεισαν. ὄγδοον οὐκέτ’ ἄεισαν, ὃ δ’ ἔκθορεν, αἳ δ’ ἐπὶ μακρὸν νύμφαι Δηλιάδες, ποταμοῦ γένος ἀρχαίοιο, εἶπαν Ἐλειθυίης ἱερὸν μέλος, αὐτίκα δ’ αἰθήρ χάλκεος ἀντήχησε διαπρυσίην ὀλολυγήν, οὐδ’ Ἥρη νεμέσησεν, ἐπεὶ χόλον ἐξέλετο Ζεύς. [H4] χρύσεά τοι τότε πάντα θεμείλια γείνετο Δῆλε, χρυσῶι δὲ τροχόεσσα πανήμερος ἔρρεε λίμνη, χρύσειον δ’ ἐκόμησε γενέθλιον ἔρνος ἐλαίης, χρυσῶι δὲ πλήμυρε βαθὺς Ἰνωπὸς ἑλιχθείς. αὐτὴ δὲ χρυσέοιο ἀπ’ οὔδεος εἵλεο παῖδα, ἐν δ’ ἐβάλευ κόλποισιν, ἔπος δ’ ἐφθέγξαο τοῖον ‘ὦ μεγάλη πολύβωμε πολύπτολι πολλὰ φέρουσα, πίονες ἤπειροί τε καὶ αἳ περιναίετε νῆσοι· αὕτη ἐγὼ τοιήδε· δυσήροτος, ἀλλ’ ἀπ’ ἐμεῖο Δήλιος Ἀπόλλων κεκλήσεται, οὐδέ τις ἄλλη γαιάων τοσσόνδε θεῶι πεφιλήσεται ἄλλωι, οὐ Κερχνὶς κρείοντι Ποσειδάωνι Λεχαίου, οὐ πάγος Ἑρμείηι Κυλλήνιος, οὐ Διὶ Κρήτη, ὡς ἐγὼ Ἀπόλλωνι· καὶ ἔσσομαι οὐκέτι πλαγκτή.’ ὧδε σὺ μὲν κατέλεξας· ὃ δὲ γλυκὺν ἔσπασε μαζόν. [H4] τῶι καὶ νησάων ἁγιωτάτη ἐξέτι κείνου κλήζηι, Ἀπόλλωνος κουροτρόφος· οὐδέ σ’ Ἐνυώ οὐδ’ Ἀίδης οὐδ’ ἵπποι ἐπιστείβουσιν Ἄρηος· ἀλλά τοι ἀμφιετεῖς δεκατηφόροι αἰὲν ἀπαρχαί πέμπονται, πᾶσαι δὲ χοροὺς ἀνάγουσι πόληες, αἵ τε πρὸς ἠοίην αἵ θ’ ἕσπερον αἵ τ’ ἀνὰ μέσσην κλήρους ἐστήσαντο, καὶ οἳ καθύπερθε βορείης οἰκία θινὸς ἔχουσι, πολυχρονιώτατον αἷμα. οἳ μέν τοι καλάμην τε καὶ ἱερὰ δράγματα πρῶτοι ἀσταχύων φορέουσιν· ἃ Δωδώνηθι Πελασγοί τηλόθεν ἐκβαίνοντα πολὺ πρώτιστα δέχονται, γηλεχέες θεράποντες ἀσιγήτοιο λέβητος· δεύτερον Ἱερὸν ἄστυ καὶ οὔρεα Μηλίδος αἴης ἔρχονται· κεῖθεν δὲ διαπλώουσιν Ἀβάντων εἰς ἀγαθὸν πεδίον Ληλάντιον· οὐδ’ ἔτι μακρός ὁ πλόος Εὐβοίηθεν, ἐπεὶ σέο γείτονες ὅρμοι. πρῶταί τοι τάδ’ ἔνεικαν ἀπὸ ξανθῶν Ἀριμασπῶν Οὖπίς τε Λοξώ τε καὶ εὐαίων Ἑκαέργη, θυγατέρες Βορέαο, καὶ ἄρσενες οἳ τότ’ ἄριστοι ἠιθέων· οὐδ’ οἵ γε παλιμπετὲς οἴκαδ’ ἵκοντο, εὔμοιροι δ’ ἐγένοντο, καὶ ἀκλέες οὔποτ’ ἐκεῖνοι. ἦ τοι Δηλιάδες μέν, ὅτ’ εὐήχης ὑμέναιος ἤθεα κουράων μορμύσσεται, ἥλικα χαίτην παρθενικαῖς, παῖδες δὲ θέρος τὸ πρῶτον ἰούλων ἄρσενες ἠιθέοισιν ἀπαρχόμενοι φορέουσιν. [H4] Ἀστερίη θυόεσσα, σὲ μὲν περί τ’ ἀμφί τε νῆσοι κύκλον ἐποιήσαντο καὶ ὡς χορὸν ἀμφεβάλοντο· οὔτε σιωπηλὴν οὔτ’ ἄψοφον οὖλος ἐθείραις ἕσπερος, ἀλλ’ αἰεί σε καταβλέπει ἀμφιβόητον. οἳ μὲν ὑπαείδουσι νόμον Λυκίοιο γέροντος, ὅν τοι ἀπὸ Ξάνθοιο θεοπρόπος ἤγαγεν Ὠλήν· αἳ δὲ ποδὶ πλήσσουσι χορίτιδες ἀσφαλὲς οὖδας. δὴ τότε καὶ στεφάνοισι βαρύνεται ἱρὸν ἄγαλμα Κύπριδος ἀρχαίης ἀριήκοον, ἥν ποτε Θησεύς εἵσατο σὺν παίδεσσιν, ὅτε Κρήτηθεν ἀνέπλει. οἳ χαλεπὸν μύκημα καὶ ἄγριον υἷα φυγόντες Πασιφάης καὶ γναμπτὸν ἕδος σκολιοῦ λαβυρίνθου πότνια σὸν περὶ βωμὸν ἐγειρομένου κιθαρισμοῦ κύκλιον ὠρχήσαντο, χοροῦ δ’ ἡγήσατο Θησεύς. ἔνθεν ἀειζώοντα θεωρίδος ἱερὰ Φοίβωι Κεκροπίδαι πέμπουσι, τοπήια νηὸς ἐκείνης. Ἀστερίη πολύβωμε πολύλλιτε, τίς δέ σε ναύτης ἔμπορος Αἰγαίοιο παρήλυθε νηὶ θεούσηι; οὐχ οὕτω μεγάλοι μιν ἐπιπνείουσιν ἀῆται, χρειὼ δ’ ὅττι τάχιστον ἄγει πλόον, ἀλλὰ τὰ λαίφη ὠκέες ἐστείλαντο καὶ οὐ πάλιν αὖτις ἔβησαν, πρὶν μεγάλη σέο βωμὸν ὑπὸ πληγῆισιν ἑλίξαι ῥησσόμενον καὶ πρέμνον ὀδακτάσαι ἁγνὸν ἐλαίης χεῖρας ἀποστρέψαντας· ἃ Δηλιὰς εὕρετο νύμφη παίγνια κουρίζοντι καὶ Ἀπόλλωνι γελαστύν. [H4] ἱστίη ὦ νήσων εὐέστιε χαῖρε μὲν αὐτή, χαίροι δ’ Ἀπόλλων τε καὶ ἣν ἐλοχεύσαο Λητώ. ### Εἰς λουτρὰ τῆς Παλλάδος [H5] Ὅσσαι λωτροχόοι τᾶς Παλλάδος ἔξιτε πᾶσαι, ἔξιτε· τᾶν ἵππων ἄρτι φρυασσομενᾶν τᾶν ἱερᾶν ἐσάκουσα, καὶ ἁ θεὸς εὔτυκος ἕρπειν· σοῦσθέ νυν, ὦ ξανθαί σοῦσθε Πελασγιάδες. οὔποκ’ Ἀθαναία μεγάλως ἀπενίψατο πάχεις πρὶν κόνιν ἱππειᾶν ἐξελάσαι λαγόνων, οὐδ’ ὅκα δὴ λύθρωι πεπαλαγμένα πάντα φέροισα τεύχεα τῶν ἀδίκων ἦνθ’ ἀπὸ γηγενέων, ἀλλὰ πολὺ πράτιστον ὑφ’ ἅρματος αὐχένας ἵππων λυσαμένα παγαῖς ἔκλυσεν Ὠκεανῶ ἱδρῶ καὶ ῥαθάμιγγας, ἐφοίβασεν δὲ παγέντα πάντα χαλινοφάγων ἀφρὸν ἀπὸ στομάτων. ὦ ἴτ’ Ἀχαιιάδες, καὶ μὴ μύρα μηδ’ ἀλαβάστρως (συρίγγων ἀίω φθόγγον ὑπαξονίων), μὴ μύρα λωτροχόοι τᾶι Παλλάδι μηδ’ ἀλαβάστρως (οὐ γὰρ Ἀθαναία χρίματα μεικτὰ φιλεῖ) οἴσετε μηδὲ κάτοπτρον· ἀεὶ καλὸν ὄμμα τὸ τήνας οὐδ’ ὅκα τὰν Ἴδαι Φρὺξ ἐδίκαζεν ἔριν, οὔτ’ ἐς ὀρείχαλκον μεγάλα θεὸς οὔτε Σιμοῦντος ἔβλεψεν δίναν ἐς διαφαινομέναν· [H5] οὐδ’ Ἥρα· Κύπρις δὲ διαυγέα χαλκὸν ἑλοῖσα πολλάκι τὰν αὐτὰν δὶς μετέθηκε κόμαν· ἃ δέ, δὶς ἑξήκοντα διαθρέξασα διαύλως, οἷα παρ’ Εὐρώται τοὶ Λακεδαιμόνιοι ἀστέρες, ἐμπεράμως ἐνετρίψατο λιτὰ βαλοῖσα χρίματα, τᾶς ἰδίας ἔκγονα φυταλιᾶς· ὦ κῶραι, τὸ δ’ ἔρευθος ἀνέδραμε, πρώιον οἵαν ἢ ῥόδον ἢ σίβδας κόκκος ἔχει χροΐαν. τῶι καὶ νῦν ἄρσεν τι κομίξατε μῶνον ἔλαιον, ὧι Κάστωρ, ὧι καὶ χρίεται Ἡρακλέης· οἴσετε καὶ κτένα οἱ παγχρύσεον, ὡς ἀπὸ χαίταν πέξηται, λιπαρὸν σμασαμένα πλόκαμον. [H5] ἔξιθ’ Ἀθαναία· πάρα τοι καταθύμιος ἴλα, παρθενικαὶ μεγάλων παῖδες Ἀρεστοριδᾶν· ὠθάνα, φέρεται δὲ καὶ ἁ Διομήδεος ἀσπίς, ὡς ἔθος Ἀργείων τοῦτο παλαιότερον· … … Εὐμήδης ἐδίδαξε, τεὶν κεχαρισμένος ἱρεύς· ὅς ποκα βωλευτὸν γνοὺς ἐπί οἱ θάνατον δᾶμον ἑτοιμάζοντα φυγᾶι τεὸν ἱρὸν ἄγαλμα ὤιχετ’ ἔχων, Κρεῖον δ’ εἰς ὄρος ὠικίσατο· κρεῖον ὄρος· σὲ δὲ δαῖμον ἀπορρώγεσσιν ἔθηκεν ἐν πέτραις, αἷς νῦν οὔνομα Παλλατίδες. ἔξιθ’ Ἀθαναία περσέπτολι χρυσεοπήληξ, ἵππων καὶ σακέων ἁδομένα πατάγωι. σάμερον ὑδροφόροι μὴ βάπτετε — σάμερον Ἄργος πίνετ’ ἀπὸ κρανᾶν μηδ’ ἀπὸ τῶ ποταμῶ, σάμερον αἱ δῶλαι τὰς κάλπιδας ἢ ’ς Φυσάδειαν ἢ ἐς Ἀμυμώναν οἴσετε τὰν Δαναῶ. καὶ γὰρ δὴ χρυσῶι τε καὶ ἄνθεσιν ὕδατα μείξας ἡξεῖ φορβαίων Ἴναχος ἐξ ὀρέων τἀθάναι τὸ λοετρὸν ἄγων καλόν. ἀλλὰ Πελασγέ φράζεο μὴ οὐκ ἐθέλων τὰν βασίλειαν ἴδηις. ὅς κεν ἴδηι γυμνὰν τὰν Παλλάδα τὰν πολιοῦχον, τὦργος ἐσοψεῖται τοῦτο πανυστάτιον. [H5] πότνι’ Ἀθαναία τὺ μὲν ἔξιθι· μέσφα δ’ ἐγώ τι ταῖσδ’ ἐρέω. μῦθος δ’ οὐκ ἐμός, ἀλλ’ ἑτέρων. παῖδες, Ἀθαναία νύμφαν μίαν ἔν ποκα Θήβαις πουλύ τι καὶ πέρι δὴ φίλατο τᾶν ἑταρᾶν, ματέρα Τειρεσίαο, καὶ οὔποκα χωρὶς ἔγεντο· ἀλλὰ καὶ ἀρχαίων εὖτ’ ἐπὶ Θεσπιέων …; ἢ εἰς Ἁλίαρτον ἐλαύνοι ἵππως, Βοιωτῶν ἔργα διερχομένα, ἢ ’πὶ Κορωνείας, ἵνα οἱ τεθυωμένον ἄλσος καὶ βωμοὶ ποταμῶι κεῖντ’ ἐπὶ Κουραλίωι· πολλάκις ἁ δαίμων νιν ἑῶ ἐπεβάσατο δίφρω, οὐδ’ ὄαροι νυμφᾶν οὐδὲ χοροστασίαι ἁδεῖαι τελέθεσκον, ὅκ’ οὐχ ἁγεῖτο Χαρικλώ· ἀλλ’ ἔτι καὶ τήναν δάκρυα πόλλ’ ἔμενεν, καίπερ Ἀθαναίαι καταθύμιον ἔσσαν ἑταίραν. δή ποκα γὰρ πέπλων λυσομένα περόνας ἵππω ἐπὶ κράναι Ἑλικωνίδι καλὰ ῥεοίσαι λῶντο· μεσαμβρινὰ δ’ εἶχ’ ὄρος ἁσυχία. ἀμφότεραι λώοντο, μεσαμβριναὶ δ’ ἔσαν ὧραι, πολλὰ δ’ ἁσυχία τῆνο κατεῖχεν ὄρος. [H5] Τειρεσίας δ’ ἔτι μῶνος ἁμᾶ κυσὶν ἄρτι γένεια περκάζων ἱερὸν χῶρον ἀνεστρέφετο· διψάσας δ’ ἄφατόν τι ποτὶ ρῥόον ἤλυθε κράνας, σχέτλιος· οὐκ ἐθέλων δ’ εἶδε τὰ μὴ θεμιτά· τὸν δὲ χολωσαμένα περ ὅμως προσέφασεν Ἀθάνα ‘τίς σε, τὸν ὀφθαλμὼς οὐκέτ’ ἀποισόμενον, ὦ Εὐηρείδα, χαλεπὰν ὁδὸν ἄγαγε δαίμων;’ ἃ μὲν ἔφα, παιδὸς δ’ ὄμματα νὺξ ἔλαβεν. ἑστάκη δ’ ἄφθογγος, ἐκόλλασαν γὰρ ἀνῖαι γώνατα καὶ φωνὰν ἔσχεν ἀμηχανία. ἁ νύμφα δ’ ἐβόασε ‘τί μοι τὸν κῶρον ἔρεξας πότνια; τοιαῦται δαίμονες ἐστὲ φίλαι; ὄμματά μοι τῶ παιδὸς ἀφείλεο. τέκνον ἄλαστε εἶδες Ἀθαναίας στήθεα καὶ λαγόνας, ἀλλ’ οὐκ ἀέλιον πάλιν ὄψεαι. ὦ ἐμὲ δειλάν, ὦ ὄρος, ὦ Ἑλικὼν οὐκέτι μοι παριτέ, ἦ μεγάλ’ ἀντ’ ὀλίγων ἐπράξαο· δόρκας ὀλέσσας καὶ πρόκας οὐ πολλὰς φάεα παιδὸς ἔχεις.’ [H5] † ἁ μὲν ἀμφοτέραισι φίλον περὶ παῖδα λαβοῖσα † μάτηρ μὲν γοερᾶν οἶτον ἀηδονίδων ἆγε βαρὺ κλαίοισα, θεὰ δ’ ἐλέησεν ἑταίραν καί νιν Ἀθαναία πρὸς τόδ’ ἔλεξεν ἔπος ‘δῖα γύναι μετὰ πάντα βαλεῦ πάλιν ὅσσα δι’ ὀργάν εἶπας· ἐγὼ δ’ οὔ τοι τέκνον ἔθηκ’ ἀλαόν. οὐ γὰρ Ἀθαναίαι γλυκερὸν πέλει ὄμματα παίδων ἁρπάζειν· Κρόνιοι δ’ ὧδε λέγοντι νόμοι· ὅς κε τιν’ ἀθανάτων, ὅκα μὴ θεὸς αὐτὸς ἕληται, ἀθρήσηι, μισθῶ τοῦτον ἰδεῖν μεγάλω. δῖα γύναι, τὸ μὲν οὐ παλινάγρετον αὖθι γένοιτο ἔργον· ἐπεὶ μοιρᾶν ὧδ’ ἐπένησε λίνα, ἁνίκα τὸ πρᾶτόν νιν ἐγείναο· νῦν δὲ κομίζευ, ὦ Εὐηρείδα, τέλθος ὀφειλόμενον. πόσσα μὲν ἁ Καδμηὶς ἐς ὕστερον ἔμπυρα καυσεῖ, πόσσα δ’ Ἀρισταῖος, τὸν μόνον εὐχόμενοι παῖδα, τὸν ἁβατὰν Ἀκταίονα, τυφλὸν ἰδέσθαι. καὶ τῆνος μεγάλας σύνδρομος Ἀρτέμιδος ἐσσεῖτ’· ἀλλ’ οὐκ αὐτὸν ὅ τε δρόμος αἵ τ’ ἐν ὄρεσσι ῥυσεῦνται ξυναὶ τᾶμος ἑκαβολίαι, ὁππόκα κοὐκ ἐθέλων περ ἴδηι χαρίεντα λοετρά δαίμονος· ἀλλ’ αὐταὶ τὸν πρὶν ἄνακτα κύνες τουτάκι δειπνησεῦντι· τὰ δ’ υἱέος ὀστέα μάτηρ λεξεῖται δρυμὼς πάντας ἐπερχομένα· ὀλβίσταν ἐρέει σε καὶ εὐαίωνα γενέσθαι, ἐξ ὀρέων ἀλαὸν παῖδ’ ἀποδεξαμέναν. [H5] ὦ ἑτάρα, τῶι μή τι μινύρεο· τῶιδε γὰρ ἄλλα τεῦ χάριν ἐξ ἐμέθεν πολλὰ μενεῦντι γέρα. μάντιν ἐπεὶ θησῶ νιν ἀοίδιμον ἐσσομένοισιν, ἦ μέγα τῶν ἄλλων δή τι περισσότερον, γνωσεῖται δ’ ὄρνιχας, ὃς αἴσιος οἵ τε πέτονται ἤλιθα καὶ ποίων οὐκ ἀγαθαὶ πτέρυγες. πολλὰ δὲ Βοιωτοῖσι θεοπρόπα, πολλὰ δὲ Κάδμωι χρησεῖ, καὶ μεγάλοις ὕστερα Λαβδακίδαις. δωσῶ καὶ μέγα βάκτρον, ὅ οἱ πόδας ἐς δέον ἀξεῖ, δωσῶ καὶ βιότω τέρμα πολυχρόνιον. καὶ μόνος, εὖτε θάνηι, πεπνυμένος ἐν νεκύεσσι φοιτασεῖ, μεγάλωι τίμιος Ἁγεσίλαι.’ ὣς φαμένα κατένευσε· τὸ δ’ ἐντελές ὧι κ’ ἔπι νεύσηι Παλλάς, ἐπεὶ μώναι Ζεὺς τό γε θυγατέρων δῶκεν Ἀθαναίαι, πατρώια πάντα φέρεσθαι, λωτροχόοι, μάτηρ δ’ οὔτις ἔτικτε θεάν, ἀλλὰ Διὸς κορυφά. κορυφὰ Διὸς οὐκ ἐπινεύει ψεύδεα … αι θυγάτηρ. ἔρχετ’ Ἀθαναία νῦν ἀτρεκές· ἀλλὰ δέχεσθε τὰν θεόν, ὦ κῶραι, τὦργον ὅσαις μέλεται, σύν τ’ εὐαγορίαι σύν τ’ εὔγμασι σύν τ’ ὀλολυγαῖς. χαῖρε θεά, κάδευ δ’ Ἄργεος Ἰναχίω. χαῖρε καὶ ἐξελάοισα, καὶ ἐς πάλιν αὖτις ἐλάσσαις ἵππως, καὶ Δαναῶν κλᾶρον ἅπαντα σάω. ### Εἰς Δήμητρα [H6] τῶ καλάθω κατιόντος ἐπιφθέγξασθε γυναῖκες ‘Δάματερ μέγα χαῖρε πολύτροφε πουλυμέδιμνε’. τὸν κάλαθον κατιόντα χαμαὶ θασεῖσθε βέβαλοι, μηδ’ ἀπὸ τῶ τέγεος μηδ’ ὑψόθεν αὐγάσσησθε μὴ παῖς μηδὲ γυνὰ μηδ’ ἃ κατεχεύατο χαίταν, μηδ’ ὅκ’ ἀφ’ αὑαλέων στομάτων πτύωμες ἄπαστοι. ἕσπερος ἐκ νεφέων ἐσκέψατο (πανίκα νεῖται;), ἕσπερος, ὅστε πιεῖν Δαμάτερα μῶνος ἔπεισεν, ἁρπαγίμας ὅκ’ ἄπυστα μετέστιχεν ἴχνια κώρας. πότνια πῶς σε δύναντο πόδες φέρεν ἔστ’ ἐπὶ δυθμάς, ἔστ’ ἐπὶ τὼς μέλανας καὶ ὅπα τὰ χρύσεα μᾶλα; οὐ πίες οὐδ’ ἄρ’ ἔδες τῆνον χρόνον οὐδὲ λοέσσα. τρὶς μὲν δὴ διέβας Ἀχελώιον ἀργυροδίναν, τοσσάκι δ’ ἀενάων ποταμῶν ἐπέρασας ἕκαστον, τρὶς δ’ ἐπὶ Καλλιχόρωι χαμάδις ἐκαθίσσαο φρητί αὐσταλέα ἄποτός τε καὶ οὐ φάγες οὐδὲ λοέσσα. μὴ μὴ ταῦτα λέγωμες ἃ δάκρυον ἄγαγε Δηοῖ· κάλλιον, ὡς πολίεσσιν ἑαδότα τέθμια δῶκε· κάλλιον, ὡς καλάμαν τε καὶ ἱερὰ δράγματα πράτα ἀσταχύων ἀπέκοψε καὶ ἐν βόας ἧκε πατῆσαι, ἁνίκα Τριπτόλεμος ἀγαθὰν ἐδιδάσκετο τέχναν· [H6] κάλλιον, ὡς (ἵνα καί τις ὑπερβασίας ἀλέηται) π … οὔπω τὰν Κνιδίαν, ἔτι Δώτιον ἱρὸν ἔναιον, τεῖ δ’ αὐτᾶι καλὸν ἄλσος ἐποιήσαντο Πελασγοί δένδρεσιν ἀμφιλαφές· διά κεν μόλις ἦνθεν ὀιστός· ἐν πίτυς, ἐν μεγάλαι πτελέαι ἔσαν, ἐν δὲ καὶ ὄχναι, ἐν δὲ καλὰ γλυκύμαλα· τὸ δ’ ὥστ’ ἀλέκτρινον ὕδωρ ἐξ ἀμαρᾶν ἀνέθυε. θεὰ δ’ ἐπεμαίνετο χώρωι ὅσσον Ἐλευσῖνι, Τριόπαι θ’ ὅσον ὁκκόσον Ἔνναι. ἀλλ’ ὅκα Τριοπίδαισιν ὁ δεξιὸς ἄχθετο δαίμων, τουτάκις ἁ χείρων Ἐρυσίχθονος ἅψατο βωλά· σεύατ’ ἔχων θεράποντας ἐείκοσι, πάντας ἐν ἀκμᾶι, πάντας δ’ ἀνδρογίγαντας ὅλαν πόλιν ἀρκίος ἆραι, ἀμφότερον πελέκεσσι καὶ ἀξίναισιν ὁπλίσσας ἐς δὲ τὸ τᾶς Δάματρος ἀναιδέες ἔδραμον ἄλσος. ἦς δέ τις αἴγειρος, μέγα δένδρεον αἰθέρι κῦρον, τῶι ἔπι ταὶ νύμφαι ποτὶ τὤνδιον ἑψιόωντο, ἃ πράτα πλαγεῖσα κακὸν μέλος ἴαχεν ἄλλαις. ἄισθετο Δαμάτηρ ὅτι οἱ ξύλον ἱερὸν ἄλγει, εἶπε δὲ χωσαμένα ‘τίς μοι καλὰ δένδρεα κόπτει;’ αὐτίκα Νικίππαι, τὰν οἱ πόλις ἀράτειραν δαμοσίαν ἔστασαν, ἐείσατο, γέντο δὲ χειρί στέμματα καὶ μάκωνα, κατωμαδίαν δ’ ἔχε κλαῖδα. [H6] φᾶ δὲ παραψύχοισα κακὸν καὶ ἀναιδέα φῶτα ‘τέκνον, ὅτις τὰ θεοῖσιν ἀνειμένα δένδρεα κόπτεις, τέκνον ἐλίνυσον, τέκνον πολύθεστε τοκεῦσι, παύεο καὶ θεράποντας ἀπότρεπε, μή τι χαλεφθῆι πότνια Δαμάτηρ, τᾶς ἱερὸν ἐκκεραΐζεις’. τὰν δ’ ἄρ’ ὑποβλέψας χαλεπώτερον ἠὲ κυναγὸν ὤρεσιν ἐν Τμαρίοισιν ὑποβλέπει ἄνδρα λέαινα ὠμοτόκος, τᾶς φαντὶ πέλειν βλοσυρώτατον ὄμμα, ‘χάζευ’ ἔφα ‘μή τοι πέλεκυν μέγαν ἐν χροῒ παξῶ. ταῦτα δ’ ἐμὸν θησεῖ στεγανὸν δόμον, ὧι ἔνι δαῖτας αἰὲν ἐμοῖς ἑτάροισιν ἄδην θυμαρέας ἀξῶ.’ εἶπεν ὁ παῖς, Νέμεσις δὲ κακὰν ἐγράψατο φωνάν. Δαμάτηρ δ’ ἄφατόν τι κοτέσσατο, εἴσατο δ’ ἁ θεύς· ἴθματα μὲν χέρσω, κεφαλὰ δέ οἱ ἅψατ’ Ὀλύμπω. οἳ μὲν ἄρ’ ἡμιθνῆτες, ἐπεὶ τὰν πότνιαν εἶδον, ἐξαπίνας ἀπόρουσαν ἐνὶ δρυσὶ χαλκὸν ἀφέντες. ἃ δ’ ἄλλως μὲν ἔασεν, ἀναγκαίαι γὰρ ἕποντο δεσποτικὰν ὑπὸ χεῖρα, βαρὺν δ’ ἀπαμείψατ’ ἄνακτα ‘ναὶ ναί, τεύχεο δῶμα κύον κύον ὧι ἔνι δαῖτας ποιησεῖς· θαμιναὶ γὰρ ἐς ὕστερον εἰλαπίναι τοι.’ ἃ μὲν τόσσ’ εἰποῖσ’ Ἐρυσίχθονι τεῦχε πονηρά. [H6] αὐτίκα οἱ χαλεπόν τε καὶ ἄγριον ἔμβαλε λιμόν αἴθωνα κρατερόν, μεγάλαι δ’ ἐστρεύγετο νούσωι. σχέτλιος, ὅσσα πάσαιτο τόσων ἔχεν ἵμερος αὖτις. εἴκατι δαῖτα πένοντο, δυώδεκα δ’ οἶνον ἄφυσσον· τόσσα Διώνυσον γὰρ ἃ καὶ Δάματρα χαλέπτει· † καὶ γὰρ τᾶι Δάματρι συνωργίσθη Διόνυσος. οὔτε νιν εἰς ἐράνως οὔτε ξυνδείπνια πέμπον αἰδόμενοι γονέες, προχανὰ δ’ εὑρίσκετο πᾶσα. ἦνθον Ἰτωνιάδος νιν Ἀθαναίας ἐπ’ ἄεθλα Ὀρμενίδαι καλέοντες· ἀπ’ ὦν ἀρνήσατο μάτηρ ‘οὐκ ἔνδοι, χθιζὸς γὰρ ἐπὶ Κραννῶνα βέβακε τέλθος ἀπαιτησῶν ἑκατὸν βόας’. ἦνθε Πολυξώ, μάτηρ Ἀκτορίωνος, ἐπεὶ γάμον ἄρτυε παιδί, ἀμφότερον Τριόπαν τε καὶ υἱέα κικλήσκοισα. τὰν δὲ γυνὰ βαρύθυμος ἀμείβετο δάκρυ χέοισα ‘νεῖταί τοι Τριόπας, Ἐρυσίχθονα δ’ ἤλασε κάπρος Πίνδον ἀν’ εὐάγκειαν, ὃ δ’ ἐννέα φάεα κεῖται’. δειλαία φιλότεκνε, τί δ’ οὐκ ἐψεύσαο, μᾶτερ; [H6] δαίνυεν εἰλαπίναν τις· ‘ἐν ἀλλοτρίοις Ἐρυσίχθων’. ἄγετό τις νύμφαν· ‘Ἐρυσίχθονα δίσκος ἔτυψεν,’ ἢ ‘ἔπεσ’ ἐξ ἵππων’, ἢ ‘ἐν Ὄθρυϊ ποίμνι’ ἀμιθρεῖ’. ἐνδόμυχος δἤπειτα πανάμερος εἰλαπιναστάς ἤσθιε μυρία πάντα· κακὰ δ’ ἐξάλλετο γαστήρ αἰεὶ μᾶλλον ἔδοντι, τὰ δ’ ἐς βυθὸν οἷα θαλάσσας ἀλεμάτως ἀχάριστα κατέρρεεν εἴδατα πάντα. ὡς δὲ Μίμαντι χιών, ὡς ἀελίωι ἔνι πλαγγών, καὶ τούτων † ἔτι μεῖζον ἐτάκετο μέσφ’ ἐπὶ νευράς· δειλαίωι ἶνές τε καὶ ὀστέα μῶνον ἔλειφθεν. κλαῖε μὲν ἁ μάτηρ, βαρὺ δ’ ἔστενον αἱ δύ’ ἀδελφαί χὡ μαστὸς τὸν ἔπωνε καὶ αἱ δέκα πολλάκι δῶλαι. καὶ δ’ αὐτὸς Τριόπας πολιαῖς ἐπὶ χεῖρας ἔβαλλε, τοῖα τὸν οὐκ ἀίοντα Ποσειδάωνα καλιστρέων· ‘ψευδοπάτωρ ἰδὲ τόνδε τεοῦ τρίτον, εἴπερ ἐγὼ μέν σεῦ τε καὶ Αἰολίδος Κανάκας γένος, αὐτὰρ ἐμεῖο τοῦτο τὸ δείλαιον γένετο βρέφος· αἴθε γὰρ αὐτόν βλητὸν ὑπ’ Ἀπόλλωνος ἐμαὶ χέρες ἐκτερέιξαν· νῦν δὲ κακὰ βούβρωστις ἐν ὀφθαλμοῖσι κάθηται. [H6] ἤ οἱ ἀπόστασον χαλεπὰν νόσον ἠέ νιν αὐτός βόσκε λαβών· ἁμαὶ γὰρ ἀπειρήκαντι τράπεζαι. χῆραι μὲν μάνδραι, κενεαὶ δέ μοι αὔλιες ἤδη τετραπόδων, ἤδη γὰρ ἀπαρνήσαντο μάγειροι.’ ἀλλὰ καὶ οὐρῆας μεγαλᾶν ὑπέλυσαν ἁμαξᾶν, καὶ τὰν βῶν ἔφαγεν, τὰν Ἑστίαι ἔτρεφε μάτηρ, καὶ τὸν ἀεθλοφόρον καὶ τὸν πολεμήιον ἵππον, καὶ τὰν αἴλουρον, τὰν ἔτρεμε θηρία μικκά. μέσφ’ ὅκα μὲν Τριόπαο δόμοις ἔνι χρήματα κεῖτο, μῶνοι ἄρ’ οἰκεῖοι θάλαμοι κακὸν ἠπίσταντο. ἀλλ’ ὅκα τὸν βαθὺν οἶκον ἀνεξήραναν ὀδόντες, καὶ τόχ’ ὁ τῶ βασιλῆος ἐνὶ τριόδοισι καθῆστο αἰτίζων ἀκόλως τε καὶ ἔκβολα λύματα δαιτός. Δάματερ, μὴ τῆνος ἐμὶν φίλος, ὅς τοι ἀπεχθής, εἴη μηδ’ ὁμότοιχος· ἐμοὶ κακογείτονες ἐχθροί. ἄισατε παρθενικαί, καὶ ἐπιφθέγξασθε τεκοῖσαι ‘Δάματερ μέγα χαῖρε πολύτροφε πουλυμέδιμνε’. [H6] χὠς αἱ τὸν κάλαθον λευκότριχες ἵπποι ἄγοντι τέσσαρες, ὣς ἁμὶν μεγάλα θεὸς εὐρυάνασσα λευκὸν ἔαρ, λευκὸν δὲ θέρος καὶ χεῖμα φέροισα ἡξεῖ καὶ φθινόπωρον, ἔτος δ’ εἰς ἄλλο φυλαξεῖ. ὡς δ’ ἀπεδίλωτοι καὶ ἀνάμπυκες ἄστυ πατεῦμες, ὣς πόδας, ὣς κεφαλὰς παναπηρέας ἕξομες αἰεί. ὡς δ’ αἱ λικνοφόροι χρυσῶ πλέα λίκνα φέροντι, ὣς ἁμὲς τὸν χρυσὸν ἀφειδέα πασαίμεσθα. μέσφα τὰ τᾶς πόλιος πρυτανήια τὰς ἀτελέστως, τὰς δὲ τελεσφορέας ποτὶ τὰν θεὸν ἄχρις ὁμαρτεῖν, αἵτινες ἑξήκοντα κατώτεραι· αἱ δὲ βαρεῖαι χἄτις Ἐλειθυίαι τείνει χέρα χἄτις ἐν ἄλγει, ὣς ἅλις, ὡς αὐτᾶν ἱκανὸν γόνυ· ταῖσι δὲ Δηώ δωσεῖ πάντ’ ἐπίμεστα καὶ ὡς ποτὶ ναὸν ἵκωνται. χαῖρε θεὰ καὶ τάνδε σάω πόλιν ἔν θ’ ὁμονοίαι ἔν τ’ εὐηπελίαι, φέρε δ’ ἀγρόθι νόστιμα πάντα· φέρβε βόας, φέρε μᾶλα, φέρε στάχυν, οἶσε θερισμόν, φέρβε καὶ εἰράναν, ἵν’ ὃς ἄροσε τῆνος ἀμάσηι. ἵλαθί μοι τρίλλιστε μέγα κρείοισα θεάων. ### Ἐπιγράμματα [E.1] ξεῖνος Ἀταρνείτης τις ἀνήρετο Πιττακὸν οὕτω τὸν Μυτιληναῖον, παῖδα τὸν Ὑρράδιον· ‘ἄττα γέρον, δοιός με καλεῖ γάμος· ἡ μία μὲν δή νύμφη καὶ πλούτωι καὶ γενεῆι κατ’ ἐμέ, ἡ δ’ ἑτέρη προβέβηκε· τί λώιον; εἰ δ’ ἄγε σύμ μοι βούλευσον, ποτέρην εἰς ὑμέναιον ἄγω.’ εἶπεν· ὁ δὲ σκίπωνα, γεροντικὸν ὅπλον, ἀείρας, ‘ἠνίδε, κεῖνοί τοι πᾶν ἐρέουσιν ἔπος.’ οἳ δ’ ἄρ’ ὑπὸ πληγῆισι θοὰς βέμβικας ἔχοντες ἔστρεφον εὐρείηι παῖδες ἐνὶ τριόδωι. ‘κείνων ἔρχεο’ φησὶ ‘μετ’ ἴχνια’. χὠ μὲν ἐπέστη πλησίον· οἳ δ’ ἔλεγον· ‘τὴν κατὰ σαυτὸν ἔλα’. ταῦτ’ ἀίων ὁ ξεῖνος ἐφείσατο μείζονος οἴκου δράξασθαι παίδων κληδόνι συνθέμενος. τὴν δ’ ὀλίγην ὡς κεῖνος ἐς οἰκίον ἤγετο νύμφην, οὕτω καὶ σύ, Δίων, τὴν κατὰ σαυτὸν ἔλα. [E.2] εἶπέ τις Ἡράκλειτε τεὸν μόρον, ἐς δέ με δάκρυ ἤγαγεν, ἐμνήσθην δ’ ὁσσάκις ἀμφότεροι ἥλιον ἐν λέσχηι κατεδύσαμεν· ἀλλὰ σὺ μέν που ξεῖν’ Ἁλικαρνησεῦ τετράπαλαι σποδιή· αἱ δὲ τεαὶ ζώουσιν ἀηδόνες, ἧισιν ὁ πάντων ἁρπακτὴς Ἀίδης οὐκ ἐπὶ χεῖρα βαλεῖ. [E.III] Τίμων μισάνθρωπος ἐνοικέω. ἀλλὰ πάρελθε οἰμώζειν εἴπας πολλά, πάρελθε μόνον. [E.3] μὴ χαίρειν εἴπῃς με, κακὸν κέαρ, ἀλλὰ πάρελθε· ἶσον ἐμοὶ χαίρειν ἐστὶ τὸ μὴ σὲ γελᾶν. [E.4] Τίμων, οὐ γὰρ ἔτ’ ἐσσί, τί τοι, σκότος ἢ φάος ἐχθρόν; ‘τὸ σκότος· ὑμέων γὰρ πλείονες εἰν Ἀίδηι’. [E.5] κόγχος ἐγὼ Ζεφυρῖτι πάλαι τέρας· ἀλλὰ σὺ νῦν με Κύπρι Σεληναίης ἄνθεμα πρῶτον ἔχεις, ναυτίλος ὃς πελάγεσσιν ἐπέπλεον, εἰ μὲν ἀῆται, τείνας οἰκείων λαῖφος ἀπὸ προτόνων, εἰ δὲ Γαληναίη, λιπαρὴ θεός, οὖλος ἐρέσσων ποσσί νιν, ὥστ’ ἔργωι τοὔνομα συμφέρεται, ἔστ’ ἔπεσον παρὰ θῖνας Ἰουλίδας, ὄφρα γένωμαι σοὶ τὸ περίσκεπτον παίγνιον, Ἀρσινόη, μηδέ μοι ἐν θαλάμηισιν ἔθ’ ὡς πάρος, εἰμὶ γὰρ ἄπνους, τίκτηται νοτερῆισ’ ὤεον ἁλκυονίς. Κλεινίου ἀλλὰ θυγατρὶ δίδου χάριν, οἶδε γὰρ ἐσθλά ῥέζειν καὶ Σμύρνης ἐστὶν ἀπ’ Αἰολίδος. [E.6] τοῦ Σαμίου πόνος εἰμὶ δόμωι ποτὲ θεῖον ἀοιδόν δεξαμένου, κλείω δ’ Εὔρυτον, ὅσσ’ ἔπαθεν, καὶ ξανθὴν Ἰόλειαν, Ὁμήρειον δὲ καλεῦμαι γράμμα· Κρεωφύλωι, Ζεῦ φίλε, τοῦτο μέγα. [E.VII] στήλην μητρυιῆς, μικρὰν λίθον, ἔστεφε κοῦρος, ὡς βίον ἠλλάχθαι καὶ τρόπον οἰόμενος· ἡ δὲ τάφῳ κλινθέντα κατέκτανε παῖδα πεσοῦσα· φεύγετε μητρυιῆς καὶ τάφον οἱ πρόγονοι. [E.7] ἦλθε Θεαίτητος καθαρὴν ὁδόν. εἰ δ’ ἐπὶ κισσόν τὸν τεὸν οὐχ αὕτη, Βάκχε, κέλευθος ἄγει· ἄλλων μὲν κήρυκες ἐπὶ βραχὺν οὔνομα καιρόν φθέγξονται, κείνου δ’ Ἑλλὰς ἀεὶ σοφίην. [E.8] μικρή τις Διόνυσε καλὰ πρήσσοντι ποιητῆι ῥῆσις· ὃ μὲν ‘νικῶ’ φησὶ τὸ μακρότατον, ὧι δὲ σὺ μὴ πνεύσηις ἐπιδέξιος, ἤν τις ἔρηται ‘πῶς ἔβαλες’; φησί ‘σκληρὰ τὰ γιγνόμενα’. τῶι μερμηρίξαντι τὰ μὴ ’νδικα τοῦτο γένοιτο τοὖπος· ἐμοὶ δ’, ὦναξ, ἡ βραχυσυλλαβίη. [E.9] Τῆιδε Σάων ὁ Δίκωνος Ἀκάνθιος ἱερὸν ὕπνον κοιμᾶται· θνήισκειν μὴ λέγε τοὺς ἀγαθούς. [E.10] Ἢν δίζηι Τίμαρχον ἐν Ἄιδος, ὄφρα πύθηαι ἤ τι περὶ ψυχῆς ἢ πάλι πῶς ἔσεαι, δίζησθαι φυλῆς Πτολεμαίδος υἱέα πατρός Παυσανίου· δήεις δ’ αὐτὸν ἐν εὐσεβέων. [E.11] σύντομος ἦν ὁ ξεῖνος, ὃ καὶ στίχος οὐ μακρὰ λέξων ‘Θῆρις Ἀρισταίου Κρής’ ἐπ’ ἐμοὶ δολιχός. [E.12] Κύζικον ἢν ἔλθηις, ὀλίγος πόνος Ἱππακὸν εὑρεῖν καὶ Διδύμην· ἀφανὴς οὔ τι γὰρ ἡ γενεή. καί σφιν ἀνιηρὸν μὲν ἐρεῖς ἔπος, ἔμπα δὲ λέξαι τοῦθ’, ὅτι τὸν κείνων ὧδ’ ἐπέχω Κριτίην. [E.13] Ἦ ῥ’ ὑπὸ σοὶ Χαρίδας ἀναπαύεται; ‘εἰ τὸν Ἀρίμμα τοῦ Κυρηναίου παῖδα λέγεις, ὑπ’ ἐμοί.’ ὦ Χαρίδα, τί τὰ νέρθε; ‘πολὺ σκότος’. αἱ δ’ ἄνοδοι τί; ‘ψεῦδος’. ὁ δὲ Πλούτων; ‘μῦθος’. ἀπωλόμεθα. ‘οὗτος ἐμὸς λόγος ὔμμιν ἀληθινός· εἰ δὲ τὸν ἡδύν βούλει, Πελλαίου βοῦς μέγας εἰν Ἀίδηι.’ [E.14] δαίμονα τίς δ’ εὖ οἶδε τὸν Αὔριον; ἁνίκα καὶ σέ Χάρμι τὸν ὀφθαλμοῖς χθιζὸν ἐν ἁμετέροις τᾶι ἑτέραι κλαύσαντες ἐθάπτομεν· οὐδὲν ἐκείνου εἶδε πατὴρ Διοφῶν χρῆμ’ ἀνιαρότερον. [E.15] ‘Τιμονόη.’ τίς δ’ ἐσσί; μὰ δαίμονας, οὔ σ’ ἂν ἐπέγνων, εἰ μὴ Τιμοθέου πατρὸς ἐπῆν ὄνομα στήληι καὶ Μήθυμνα, τεὴ πόλις. ἦ μέγα φημί χῆρον ἀνιᾶσθαι σὸν πόσιν Εὐθυμένη. [E.16] Κρηθίδα τὴν πολύμυθον ἐπισταμένην καλὰ παίζειν δίζηνται Σαμίων πολλάκι θυγατέρες, ἡδίστην συνέριθον ἀεὶ λάλον· ἣ δ’ ἀποβρίζει ἐνθάδε τὸν πάσαις ὕπνον ὀφειλόμενον. [E.17] ὤφελε μηδ’ ἐγένοντο θοαὶ νέες· οὐ γὰρ ἂν ἡμεῖς παῖδα Διοκλείδου Σώπολιν ἐστένομεν. νῦν δ’ ὃ μὲν εἰν ἁλί που φέρεται νέκυς, ἀντὶ δ’ ἐκείνου οὔνομα καὶ κενεὸν σῆμα παρερχόμεθα. [E.18] Νάξιος οὐκ ἐπὶ γῆς ἔθανεν Λύκος, ἀλλ’ ἐνὶ πόντωι ναῦν ἅμα καὶ ψυχὴν εἶδεν ἀπολλυμένην, ἔμπορος Αἰγίνηθεν ὅτ’ ἔπλεε. χὢ μὲν ἐν ὑγρῆι νεκρός, ἐγὼ δ’ ἄλλως οὔνομα τύμβος ἔχων κηρύσσω πανάληθες ἔπος τόδε ‘φεῦγε θαλάσσηι συμμίσγειν ἐρίφων ναυτίλε δυομένων’. [E.19] Δωδεκέτη τὸν παῖδα πατὴρ ἀπέθηκε Φίλιππος ἐνθάδε τὴν πολλὴν ἐλπίδα Νικοτέλην. [E.20] Ἠῶιοι Μελάνιππον ἐθάπτομεν, ἠελίου δέ δυομένου Βασιλὼ κάτθανε παρθενική αὐτοχερί· ζώειν γὰρ ἀδελφεὸν ἐν πυρὶ θεῖσα οὐκ ἔτλη. δίδυμον δ’ οἶκος ἐπεῖδε κακόν πατρὸς Ἀριστίπποιο, κατήφησεν δὲ Κυρήνη πᾶσα τὸν εὔτεκνον χῆρον ἰδοῦσα δόμον. [E.21] Ὅστις ἐμὸν παρὰ σῆμα φέρεις πόδα, Καλλιμάχου με ἴσθι Κυρηναίου παῖδά τε καὶ γενέτην. εἰδείης δ’ ἄμφω κεν· ὃ μέν κοτε πατρίδος ὅπλων ἦρξεν, ὃ δ’ ἤεισεν κρέσσονα βασκανίης· οὐ νέμεσις· Μοῦσαι γὰρ ὅσους ἴδον ὄμματι παῖδας μὴ λοξῶι, πολιοὺς οὐκ ἀπέθεντο φίλους. … [E.22] Ἀστακίδην τὸν Κρῆτα τὸν αἰπόλον ἥρπασε Νύμφη ἐξ ὄρεος, καὶ νῦν ἱερὸς Ἀστακίδης. οὐκέτι Δικταίηισιν ὑπὸ δρυσίν, οὐκέτι Δάφνιν ποιμένες, Ἀστακίδην δ’ αἰὲν ἀεισόμεθα. [E.23] εἴπας ‘Ἥλιε χαῖρε’ Κλεόμβροτος Ὡμβρακιώτης ἥλατ’ ἀφ’ ὑψηλοῦ τείχεος εἰς Ἀίδην, ἄξιον οὐδὲν ἰδὼν θανάτου κακόν, ἀλλὰ Πλάτωνος ἓν τὸ περὶ ψυχῆς γράμμ’ ἀναλεξάμενος. [E.24] Ἥρως Αἰετίωνος ἐπίσταθμος Ἀμφιπολίτεω ἵδρυμαι μικρῶι μικρὸς ἐπὶ προθύρωι λοξὸν ὄφιν καὶ μοῦνον ἔχων ξίφος· ἀνδρὶ † ιπειωι θυμωθεὶς πεζὸν κἀμὲ παρωικίσατο. [E.25] ὤμοσε Καλλίγνωτος Ἰωνίδι μήποτ’ ἐκείνης ἕξειν μήτε φίλον κρέσσονα μήτε φίλην. ὤμοσεν· ἀλλὰ λέγουσιν ἀληθέα τοὺς ἐν ἔρωτι ὅρκους μὴ δύνειν οὔατ’ ἐς ἀθανάτων. νῦν δ’ ὃ μὲν ἀρσενικῶι θέρεται πυρί· τῆς δὲ ταλαίνης νύμφης ὡς Μεγαρέων οὐ λόγος οὐδ’ ἀριθμός. [E.XXVII] … [E.26] εἶχον ἀπὸ σμικρῶν ὀλίγον βίον οὔτε τι δεινόν ῥέζων οὔτ’ ἀδικέων οὐδένα. γαῖα φίλη, Μικύλος εἴ τι πονηρὸν ἐπήινεσα, μήτε σὺ κούφη γίνεο μήθ’ ἵλεω δαίμονες οἵ μ’ ἔχετε. [E.27] Ἡσιόδου τό τ’ ἄεισμα καὶ ὁ τρόπος· οὐ τὸν ἀοιδόν ἔσχατον, ἀλλ’ ὀκνέω μὴ τὸ μελιχρότατον τῶν ἐπέων ὁ Σολεὺς ἀπεμάξατο· χαίρετε λεπταί ῥήσιες, Ἀρήτου σύμβολον ἀγρυπνίης. [E.28] ἐχθαίρω τὸ ποίημα τὸ κυκλικόν, οὐδὲ κελεύθωι χαίρω τίς πολλοὺς ὧδε καὶ ὧδε φέρει, μισέω καὶ περίφοιτον ἐρώμενον, οὐδ’ ἀπὸ κρήνης πίνω· σικχαίνω πάντα τὰ δημόσια. Λυσανίη σὺ δὲ ναιχὶ καλὸς καλός — ἀλλὰ πρὶν εἰπεῖν τοῦτο σαφῶς, Ἠχώ φησί τις ‘ἄλλος ἔχει’. [E.29] ἔγχει καὶ πάλιν εἰπὲ ‘Διοκλέος’. οὐδ’ Ἀχελῶιος κείνου τῶν ἱερῶν αἰσθάνεται κυάθων. καλὸς ὁ παῖς Ἀχελῶιε λίην καλός, εἰ δέ τις οὐχί φησίν — ἐπισταίμην μοῦνος ἐγὼ τὰ καλά. [E.30] Θεσσαλικὲ Κλεόνικε τάλαν, τάλαν, οὐ μὰ τὸν ὀξύν ἥλιον, οὐκ ἔγνων· σχέτλιε ποῦ γέγονας; ὀστέα σοὶ καὶ μοῦνον ἔτι τρίχες· ἦ ῥά σε δαίμων οὑμὸς ἔχει, χαλεπῆι δ’ ἤντεο θευμορίηι; ἔγνων· Εὐξίθεός σε συνήρπασε, καὶ σὺ γὰρ ἐλθών τὸν καλόν, ὦ μοχθήρ’, ἔβλεπες ἀμφοτέροις. [E.31] Ὡγρευτὴς Ἐπίκυδες ἐν οὔρεσι πάντα λαγωόν διφᾶι καὶ πάσης ἴχνια δορκαλίδος στείβηι καὶ νιφετῶι κεχαρημένος, ἢν δέ τις εἴπηι ‘τῆ, τόδε βέβληται θηρίον’ οὐκ ἔλαβεν. χοὐμὸς ἔρως τοιόσδε· τὰ γὰρ φεύγοντα διώκειν οἶδε, τὰ δ’ ἐν μέσσωι κείμενα παρπέτεται. [E.32] οἶδ’ ὅτι μου πλούτου κενεαὶ χέρες, ἀλλὰ Μένιππε μὴ λέγε πρὸς Χαρίτων τοὐμὸν ὄνειρον ἐμοί. ἀλγέω τὴν διὰ παντὸς ἔπος τόδε πικρὸν ἀκούων· ναὶ φίλε, τῶν παρὰ σοῦ τοῦτ’ ἀνεραστότατον. [E.33] Ἄρτεμι τὶν τόδ’ ἄγαλμα Φιληρατὶς εἵσατο τῆιδε· ἀλλὰ σὺ μὲν δέξαι πότνια, τὴν δὲ σάω. [E.34] τίν με λεοντάγχ’ ὦνα συοκτόνε φήγινον ὄζον θῆκε ‘τίς’; Ἀρχῖνος ‘ποῖος’; ὁ Κρής ‘δέχομαι’. [E.35] Βαττιάδεω παρὰ σῆμα φέρεις πόδας εὖ μὲν ἀοιδήν εἰδότος, εὖ δ’ οἴνωι καίρια συγγελάσαι. [E.36] … [E.37] ὁ Λύκτιος Μενοίτας τὰ τόξα ταῦτ’ ἐπειπών ἔθηκε ‘τῆ, κέρας τοι δίδωμι καὶ φαρέτρην Σάραπι· τοὺς δ’ ὀιστούς ἔχουσιν Ἑσπερῖται’. [E.38] τὰ δῶρα τἀφροδίτηι Σῖμον ἡ περίφοιτος, εἰκόν’ αὑτῆς, ἔθηκε, τήν τε μίτρην † ἡμᾶς τοὺς ἐφίλησε τόν τε πᾶνα † καὶ τοὺς αὐτοὺς ὁρῆι τάλαινα θάρσους. [E.39] Δήμητρι τῆι Πυλαίηι, τῆι τοῦτον οὑκ Πελασγῶν Ἀκρίσιος τὸν νηὸν ἐδείματο, ταῦθ’ ὁ Ναυκρατίτης καὶ τῆι κάτω θυγατρί τὰ δῶρα Τιμόδημος εἵσατο τῶν κερδέων δεκατεύματα· καὶ γὰρ εὔξαθ’ οὕτως. [E.40] Ἱερέη Δήμητρος ἐγώ ποτε καὶ πάλιν Καβείρων, ὦνερ, καὶ μετέπειτα Δινδυμήνης ἡ γρῆυς γενόμην, ἡ νῦν κόνις, ἡ Νο … πολλῶν προστασίη νέων γυναικῶν. καί μοι τέκν’ ἐγένοντο δύ’ ἄρσενα, κἠπέμυσ’ ἐκείνων εὐγήρως ἐνὶ χερσίν· ἕρπε χαίρων. [E.41] ἥμισύ μευ ψυχῆς ἔτι τὸ πνέον, ἥμισυ δ’ οὐκ οἶδ’ εἴτ’ Ἔρος εἴτ’ Ἀίδης ἥρπασε, πλὴν ἀφανές. ἦ ῥά τιν’ ἐς παίδων πάλιν ὤιχετο; καὶ μὲν ἀπεῖπον πολλάκι ‘τὴν δρῆστιν μὴ ὑποδέχεσθε νέοι’. † ουκισυνιφησον· ἐκεῖσε γὰρ ἡ λιθόλευστος κείνη καὶ δύσερως οἶδ’ ὅτι που στρέφεται. [E.42] εἰ μὲν ἑκὼν Ἀρχῖν’ ἐπεκώμασα, μυρία μέμφου, εἰ δ’ ἄκων ἥκω, τὴν προπέτειαν ἔα. Ἄκρητος καὶ Ἔρως μ’ ἠνάγκασαν, ὧν ὃ μὲν αὐτῶν εἷλκεν, ὃ δ’ οὐκ εἴα τὴν προπέτειαν ἐᾶν. ἐλθὼν δ’ οὐκ ἐβόησα, τίς ἢ τίνος, ἀλλ’ ἐφίλησα τὴν φλιήν· εἰ τοῦτ’ ἔστ’ ἀδίκημ’, ἀδικέω. [E.43] ἕλκος ἔχων ὁ ξεῖνος ἐλάνθανεν· ὡς ἀνιηρόν πνεῦμα διὰ στηθέων (εἶδες;) ἀνηγάγετο, τὸ τρίτον ἡνίκ’ ἔπινε, τὰ δὲ ῥόδα φυλλοβολεῦντα τὠνδρὸς ἀπὸ στεφάνων πάντ’ ἐγένοντο χαμαί· ὤπτηται μέγα δή τι· μὰ δαίμονας οὐκ ἀπὸ ῥυσμοῦ εἰκάζω, φωρὸς δ’ ἴχνια φὼρ ἔμαθον. [E.44] ἔστι τι ναὶ τὸν Πᾶνα κεκρυμμένον, ἔστι τι ταύτηι ναὶ μὰ Διώνυσον πῦρ ὑπὸ τῆι σποδιῆι· οὐ θαρσέω· μὴ δή με περίπλεκε. πολλάκι λήθει τοῖχον ὑποτρώγων ἡσύχιος ποταμός· τῶι καὶ νῦν δείδοικα, Μενέξενε, μή με παρεισδύς οὗτος † ὁσειγαρνης εἰς τὸν ἔρωτα βάληι. [E.XLVII] … [E.45] ‘Ληφθήσει, περίφευγε Μενέκρατες’ εἶπα Πανήμου εἰκάδι, καὶ Λώιου τῆι τίνι; τῆι δεκάτηι ἦλθεν ὁ βοῦς ὑπ’ ἄροτρον ἑκούσιος. εὖ γ’, ἐμὸς Ἑρμῆς, εὖ γ’, ἐμός· οὐ παρὰ τὰς εἴκοσι μεμφόμεθα. [E.46] ὡς ἀγαθὰν Πολύφαμος ἀνεύρετο τὰν ἐπαοιδάν τὠραμένωι· ναὶ Γᾶν, οὐκ ἀμαθὴς ὁ Κύκλωψ· αἱ Μοῦσαι τὸν ἔρωτα κατισχαίνοντι Φίλιππε· ἦ πανακὲς πάντων φάρμακον ἁ σοφία. τοῦτο, δοκέω, χἀ λιμὸς ἔχει μόνον ἐς τὰ πονηρά τὠγαθόν· ἐκκόπτει τὰν φιλόπαιδα νόσον. ἔσθ’ ἁμὶν † χἀκαστὰς ἀφείδεα ποττὸν Ἔρωτα τοῦτ’ εἶπαι ‘κείρευ τὰ πτερὰ παιδάριον, οὐδ’ ὅσον ἀττάραγόν τυ δεδοίκαμες’· αἱ γὰρ ἐπωιδαί οἴκοι τῶ χαλεπῶ τραύματος ἀμφότεραι. [E.L] … [E.47] τὴν ἁλίην Εὔδημος, ἀφ’ ἧς ἅλα λιτὸν ἐπέσθων χειμῶνας μεγάλους ἐξέφυγεν δανέων, θῆκε θεοῖς Σαμόθρηιξι λέγων ὅτι τήνδε κατ’ εὐχήν, ὦ μεγάλοι, σωθεὶς ἐξ ἁλὸς ὧδ’ ἔθετο. [E.48] Εὐμαθίην ἠιτεῖτο διδοὺς ἐμὲ Σῖμος ὁ Μίκκου ταῖς Μούσαις· αἳ δὲ Γλαῦκος ὅκως ἔδοσαν ἀντ’ ὀλίγου μέγα δῶρον. ἐγὼ δ’ ἀνὰ τῆιδε κεχηνώς κεῖμαι τοῦ Σαμίου διπλόον ὁ τραγικός παιδαρίων Διόνυσος ἐπήκοος· οἳ δὲ λέγουσιν ‘ἱερὸς ὁ πλόκαμος’ τοὐμὸν ὄνειαρ ἐμοί. [E.49] τῆς Ἀγοράνακτός με λέγε ξένε κωμικὸν ὄντως ἀγκεῖσθαι νίκης μάρτυρα τοῦ Ῥοδίου Πάμφιλον, οὐ μὲν ἔρωτι δεδαγμένον, ἥμισυ δ’ ὀπτῆι ἰσχάδι καὶ λύχνοις Ἴσιδος εἰδόμενον. [E.50] τὴν Φρυγίην Αἴσχρην, ἀγαθὸν γάλα, πᾶσιν ἐν ἐσθλοῖς Μίκκος καὶ ζωὴν οὖσαν ἐγηροκόμει καὶ φθιμένην ἀνέθηκεν, ἐπεσσομένοισιν ὁρᾶσθαι, ἡ γρῆυς μαστῶν ὡς ἀπέχει χάριτας. [E.51] τέσσαρες αἱ Χάριτες, ποτὶ γὰρ μία ταῖς τρισὶ τήναις ἄρτι ποτεπλάσθη κἤτι μύροισι νοτεῖ. εὐαίων ἐν πᾶσιν ἀρίζαλος Βερενίκα, ἇς ἄτερ οὐδ’ αὐταὶ ταὶ Χάριτες Χάριτες. [E.52] τὸν τὸ καλὸν μελανεῦντα Θεόκριτον, εἰ μὲν ἔμ’ ἔχθει, τετράκι μισοίης, εἰ δὲ φιλεῖ, φιλέοις· ναιχὶ πρὸς εὐχαίτεω Γανυμήδεος, οὐράνιε Ζεῦ· καὶ σύ ποτ’ ἠράσθης — οὐκέτι μακρὰ λέγω. [E.53] καὶ πάλιν Εἰλήθυια Λυκαινίδος ἐλθὲ καλεύσης εὔλοχος ὠδίνων ὧδε σὺν εὐτοκίηι, ὡς τόδε νῦν μέν, ἄνασσα, κόρης ὕπερ, ἀντὶ δὲ παιδός ὕστερον εὐώδης ἄλλο τι νηὸς ἔχοι. [E.54] τὸ χρέος ὡς ἀπέχεις Ἀσκλήπιε, τὸ πρὸ γυναικός Δημοδίκης Ἀκέσων ὤφελεν εὐξάμενος, γινώσκειν, ἤν δ’ ἆρα λάθηι καί † μιν ἀπαιτῆις, φησὶ παρέξεσθαι μαρτυρίην ὁ πίναξ. [E.55] τῶι με Κανωπίται Καλλίστιον εἴκοσι μύξαις πλούσιον ἁ Κριτίου λύχνον ἔθηκε θεῶι εὐξαμένα περὶ παιδὸς Ἀπελλίδος· ἐς δ’ ἐμὰ φέγγη ἀθρήσας φάσεις ‘Ἕσπερε πῶς ἔπεσες’. [E.56] φησὶν ὅ με στήσας Εὐαίνετος (οὐ γὰρ ἔγωγε γινώσκω) νίκης ἀντί με τῆς ἰδίης ἀγκεῖσθαι χάλκειον ἀλέκτορα Τυνδαρίδηισι· πιστεύω Φαίδρου παιδὶ Φιλοξενίδεω. [E.57] Ἰναχίης ἕστηκεν ἐν Ἴσιδος ἡ Θάλεω παῖς Αἰσχυλὶς Εἰρήνης μητρὸς ὑποσχεσίηι. [E.58] τίς, ξένος ὦ ναυηγέ; Λεόντιχος ἐνθάδε νεκρόν εὗρέ σ’ ἐπ’ αἰγιαλοῦ χῶσέ τε τῶιδε τάφωι δακρύσας ἐπίκηρον ἑὸν βίον· οὐδὲ γὰρ αὐτός ἥσυχον, αἰθυίηι δ’ ἶσα θαλασσοπορεῖ. [E.59] εὐδαίμων ὅτι τἄλλα μανεὶς ὡρχαῖος Ὀρέστας, † λευκαρετανμαν οὐκ ἐμάνη μανίαν οὐδ’ ἔλαβ’ ἐξέτασιν τῶ Φωκέος ἅτις ἐλέγχει τὸν φίλον, † ἀλλαιχ’ ἓν δρᾶμ’ ἐδίδαξε μόνον· ἦ τάχα κα τὸν ἑταῖρον ἀπώλεσε τοῦτο ποήσας — κἠγὼ τὼς πολλὼς οὐκέτ’ ἔχω Πυλάδας. [E.60] οἵτινες Ἀλείοιο παρέρπετε σῆμα Κίμωνος, ἴστε τὸν Ἱππαίου παῖδα παρερχόμενοι. [E.61] Αἴνιε, καὶ σὺ γὰρ ὧδε, Μενέκρατες, οὐκ ἐπὶ πουλύ ἦσθα· τί σε, ξείνων λῶιστε, κατειργάσατο; ἦ ῥα τὸ καὶ Κένταυρον; ‘ὅ μοι πεπρωμένος ὕπνος ἦλθεν, ὁ δὲ τλήμων οἶνος ἔχει πρόφασιν’. [E.LXVI] … [E.LXVII] … [E.LXVIII] … [E.LXIX] … [E.LXX] … [E.LXXI] … [E.LXXII] … [E.62] Κυνθιάδες θαρσεῖτε, τὰ γὰρ τοῦ Κρητὸς Ἐχέμμα κεῖται ἐν Ὀρτυγίηι τόξα παρ’ Ἀρτέμιδι, οἷς ὑμέων ἐκένωσεν ὄρος μέγα· νῦν δὲ πέπαυται, αἶγες, ἐπεὶ σπονδὰς ἡ θεὸς εἰργάσατο. [E.63] οὕτως ὑπνώσαις Κωνώπιον, ὡς ἐμὲ ποιεῖς κοιμᾶσθαι ψυχροῖς τοῖσδε παρὰ προθύροις. οὕτως ὑπνώσαις ἀδικωτάτη, ὡς τὸν ἐραστήν κοιμίζεις, ἐλέου δ’ οὐδ’ ὄναρ ἠντίασας. γείτονες οἰκτείρουσι, σὺ δ’ οὐδ’ ὄναρ. ἡ πολιὴ δέ αὐτίκ’ ἀναμνήσει ταῦτά σε πάντα κόμη.