Ἠλέκτρα — Euripides =================== ΕΥΡΙΠΙΔΟΥ ΗΛΕΚΤΡΑ Translation/edition: Greek text (Murray) Language: Ancient Greek Read in Plato Scroll: https://plato-scroll.com/s/eur-electra/ This file: https://plato-scroll.com/text/eur-electra-e.txt Other editions of this work: - E. P. Coleridge (1891), modernised by Perseus: https://plato-scroll.com/text/eur-electra.txt Sources and licences: https://plato-scroll.com/attribution.html Numbers in [brackets] are the edition's reference loci (Stephanus, Bekker, book.line, page...). Superscript numerals refer to the Notes at the end. ## Ἠλέκτρα [1] ΑΥ̓ΤΟΥΡΓΌΣ: ὦ γῆς παλαιὸν ἄργος, Ἰνάχου ῥοαί, ὅθεν ποτ’ ἄρας ναυσὶ χιλίαις Ἄρη ἐς γῆν ἔπλευσε Τρῳάδ’ Ἀγαμέμνων ἄναξ. κτείνας δὲ τὸν κρατοῦντ’ ἐν Ἰλιάδι χθονὶ Πρίαμον, ἑλών τε Δαρδάνου κλεινὴν πόλιν, ἀφίκετ’ ἐς τόδ’ Ἄργος, ὑψηλῶν δ’ ἐπὶ ναῶν ἔθηκε σκῦλα πλεῖστα βαρβάρων. κἀκεῖ μὲν εὐτύχησεν· ἐν δὲ δώμασι θνῄσκει γυναικὸς πρὸς Κλυταιμήστρας δόλῳ καὶ τοῦ Θυέστου παιδὸς Αἰγίσθου χερί. χὣ μὲν παλαιὰ σκῆπτρα Ταντάλου λιπὼν ὄλωλεν, Αἴγισθος δὲ βασιλεύει χθονός, ἄλοχον ἐκείνου Τυνδαρίδα κόρην ἔχων. οὓς δ’ ἐν δόμοισιν ἔλιφ’ ὅτ’ ἐς Τροίαν ἔπλει, ἄρσενά τ’ Ὀρέστην θῆλύ τ’ Ἠλέκτρας θάλος, τὸν μὲν πατρὸς γεραιὸς ἐκκλέπτει τροφεὺς μέλλοντ’ Ὀρέστην χερὸς ὑπ’ Αἰγίσθου θανεῖν Στροφίῳ τ’ ἔδωκε Φωκέων ἐς γῆν τρέφειν· ἣ δ’ ἐν δόμοις ἔμεινεν Ἠλέκτρα πατρός, ταύτην ἐπειδὴ θαλερὸς εἶχ’ ἥβης χρόνος, μνηστῆρες ᾔτουν Ἑλλάδος πρῶτοι χθονός. δείσας δὲ μή τῳ παῖδ’ ἀριστέων τέκοι Ἀγαμέμνονος ποινάτορ’, εἶχεν ἐν δόμοις Αἴγισθος οὐδ’ ἥρμοζε νυμφίῳ τινί. [25] ΑΥ̓ΤΟΥΡΓΌΣ: ἐπεὶ δὲ καὶ τοῦτ’ ἦν φόβου πολλοῦ πλέων, μή τῳ λαθραίως τέκνα γενναίῳ τέκοι, κτανεῖν σφε βουλεύσαντος, ὠμόφρων ὅμως μήτηρ νιν ἐξέσῳσεν Αἰγίσθου χερός. ἐς μὲν γὰρ ἄνδρα σκῆψιν εἶχ’ ὀλωλότα, παίδων δ’ ἔδεισε μὴ φθονηθείη φόνῳ. ἐκ τῶνδε δὴ τοιόνδ’ ἐμηχανήσατο Αἴγισθος· ὃς μὲν γῆς ἀπηλλάχθη φυγὰς Ἀγαμέμνονος παῖς, χρυσὸν εἶφ’ ὃς ἂν κτάνῃ, ἡμῖν δὲ δὴ δίδωσιν Ἠλέκτραν ἔχειν δάμαρτα, πατέρων μὲν Μυκηναίων ἄπο γεγῶσιν — οὐ δὴ τοῦτό γ’ ἐξελέγχομαι· λαμπροὶ γὰρ ἐς γένος γε, χρημάτων δὲ δὴ πένητες, ἔνθεν ηὑγένει’ ἀπόλλυται — ὡς ἀσθενεῖ δοὺς ἀσθενῆ λάβοι φόβον. εἰ γάρ νιν ἔσχεν ἀξίωμ’ ἔχων ἀνήρ, εὕδοντ’ ἂν ἐξήγειρε τὸν Ἀγαμέμνονος φόνον δίκη τ’ ἂν ἦλθεν Αἰγίσθῳ τότε. ἣν οὔποθ’ ἁνὴρ ὅδε — σύνοιδέ μοι Κύπρις — ᾔσχυνεν εὐνῇ· παρθένος δ’ ἔτ’ ἐστὶ δή. αἰσχύνομαι γὰρ ὀλβίων ἀνδρῶν τέκνα λαβὼν ὑβρίζειν, οὐ κατάξιος γεγώς. στένω δὲ τὸν λόγοισι κηδεύοντ’ ἐμοὶ ἄθλιον Ὀρέστην, εἴ ποτ’ εἰς Ἄργος μολὼν γάμους ἀδελφῆς δυστυχεῖς ἐσόψεται. ὅστις δέ μ’ εἶναί φησι μῶρον, εἰ λαβὼν νέαν ἐς οἴκους παρθένον μὴ θιγγάνω, γνώμης πονηροῖς κανόσιν ἀναμετρούμενος τὸ σῶφρον ἴστω καὐτὸς αὖ τοιοῦτος ὤν. [54] ἨΛΈΚΤΡΑ: ὦ νὺξ μέλαινα, χρυσέων ἄστρων τροφέ, ἐν ᾗ τόδ’ ἄγγος τῷδ’ ἐφεδρεῦον κάρᾳ φέρουσα πηγὰς ποταμίας μετέρχομαι — οὐ δή τι χρείας ἐς τοσόνδ’ ἀφιγμένη, ἀλλ’ ὡς ὕβριν δείξωμεν Αἰγίσθου θεοῖς — γόους τ’ ἀφίημ’ αἰθέρ’ ἐς μέγαν πατρί. ἡ γὰρ πανώλης Τυνδαρίς, μήτηρ ἐμή, ἐξέβαλέ μ’ οἴκων, χάριτα τιθεμένη πόσει· τεκοῦσα δ’ ἄλλους παῖδας Αἰγίσθῳ πάρα πάρεργ’ Ὀρέστην κἀμὲ ποιεῖται δόμων — [64] ΑΥ̓ΤΟΥΡΓΌΣ: τί γὰρ τάδ’, ὦ δύστην’, ἐμὴν μοχθεῖς χάριν πόνους ἔχουσα, πρόσθεν εὖ τεθραμμένη, καὶ ταῦτ’ ἐμοῦ λέγοντος οὐκ ἀφίστασαι; [67] ἨΛΈΚΤΡΑ: ἐγώ σ’ ἴσον θεοῖσιν ἡγοῦμαι φίλον· ἐν τοῖς ἐμοῖς γὰρ οὐκ ἐνύβρισας κακοῖς. μεγάλη δὲ θνητοῖς μοῖρα συμφορᾶς κακῆς ἰατρὸν εὑρεῖν, ὡς ἐγὼ σὲ λαμβάνω. δεῖ δή με κἀκέλευστον εἰς ὅσον σθένω μόχθου ’πικουφίζουσαν, ὡς ῥᾷον φέρῃς, συνεκκομίζειν σοι πόνους. ἅλις δ’ ἔχεις τἄξωθεν ἔργα· τἀν δόμοις δ’ ἡμᾶς χρεὼν ἐξευτρεπίζειν. εἰσιόντι δ’ ἐργάτῃ θύραθεν ἡδὺ τἄνδον εὑρίσκειν καλῶς. [77] ΑΥ̓ΤΟΥΡΓΌΣ: εἴ τοι δοκεῖ σοι, στεῖχε· καὶ γὰρ οὐ πρόσω πηγαὶ μελάθρων τῶνδ’. ἐγὼ δ’ ἅμ’ ἡμέρᾳ βοῦς εἰς ἀρούρας ἐσβαλὼν σπερῶ γύας. ἀργὸς γὰρ οὐδεὶς θεοὺς ἔχων ἀνὰ στόμα βίον δύναιτ’ ἂν ξυλλέγειν ἄνευ πόνου. [82] ὈΡΈΣΤΗΣ: Πυλάδη, σὲ γὰρ δὴ πρῶτον ἀνθρώπων ἐγὼ πιστὸν νομίζω καὶ φίλον ξένον τ’ ἐμοί· μόνος δ’ Ὀρέστην τόνδ’ ἐθαύμαζες φίλων, πράσσονθ’ ἃ πράσσω δείν’ ὑπ’ Αἰγίσθου παθών, ὅς μου κατέκτα πατέρα — χἡ πανώλεθρος μήτηρ. ἀφῖγμαι δ’ ἐκ θεοῦ μυστηρίων Ἀργεῖον οὖδας οὐδενὸς ξυνειδότος, φόνον φονεῦσι πατρὸς ἀλλάξων ἐμοῦ. νυκτὸς δὲ τῆσδε πρὸς τάφον μολὼν πατρὸς δάκρυά τ’ ἔδωκα καὶ κόμης ἀπηρξάμην πυρᾷ τ’ ἐπέσφαξ’ αἷμα μηλείου φόνου, λαθὼν τυράννους οἳ κρατοῦσι τῆσδε γῆς. καὶ τειχέων μὲν ἐντὸς οὐ βαίνω πόδα, δυοῖν δ’ ἅμιλλαν ξυντιθεὶς ἀφικόμην πρὸς τέρμονας γῆς τῆσδ’, ἵν’ ἐκβάλω ποδὶ ἄλλην ἐπ’ αἶαν, εἴ μέ τις γνοίη σκοπῶν, ζητῶν τ’ ἀδελφήν· φασὶ γάρ νιν ἐν γάμοις ζευχθεῖσαν οἰκεῖν οὐδὲ παρθένον μένειν· ὡς συγγένωμαι καὶ φόνου ξυνεργάτιν λαβὼν τά γ’ εἴσω τειχέων σαφῶς μάθω. νῦν οὖν — ἕως γὰρ λευκὸν ὄμμ’ ἀναίρεται — ἔξω τρίβου τοῦδ’ ἴχνος ἀλλαξώμεθα. ἢ γάρ τις ἀροτὴρ ἤ τις οἰκέτις γυνὴ φανήσεται νῷν, ἥντιν’ ἱστορήσομεν εἰ τούσδε ναίει σύγγονος τόπους ἐμή. ἀλλ’ — εἰσορῶ γὰρ τήνδε προσπόλον τινά, πηγαῖον ἄχθος ἐν κεκαρμένῳ κάρᾳ φέρουσαν — ἑζώμεσθα κἀκπυθώμεθα δούλης γυναικός, ἤν τι δεξώμεσθ’ ἔπος ἐφ’ οἷσι, Πυλάδη, τήνδ’ ἀφίγμεθα χθόνα. [112] ἨΛΈΚΤΡΑ: σύντειν’ — ὥρα — ποδὸς ὁρμάν· ὤ, ἔμβα, ἔμβα κατακλαίουσα· ἰώ μοί μοι. ἐγενόμαν Ἀγαμέμνονος καί μ’ ἔτεκεν Κλυταιμήστρα στυγνὰ Τυνδάρεω κόρα, κικλήσκουσι δέ μ’ ἀθλίαν Ἠλέκτραν πολιῆται. φεῦ φεῦ σχετλίων πόνων καὶ στυγερᾶς ζόας. ὦ πάτερ, σὺ δ’ ἐν Ἀΐδα κεῖσαι, σᾶς ἀλόχου σφαγαῖς Αἰγίσθου τ’, Ἀγάμεμνον. [125] ἨΛΈΚΤΡΑ: ἴθι τὸν αὐτὸν ἔγειρε γόον, ἄναγε πολύδακρυν ἁδονάν. [127] ἨΛΈΚΤΡΑ: σύντειν’ — ὥρα — ποδὸς ὁρμάν· ὤ, ἔμβα, ἔμβα, κατακλαίουσα· ἰώ μοί μοι. τίνα πόλιν, τίνα δ’ οἶκον, ὦ τλᾶμον σύγγον’, ἀλατεύεις οἰκτρὰν ἐν θαλάμοις λιπὼν πατρῴοις ἐπὶ συμφοραῖς ἀλγίσταισιν ἀδελφάν; ἔλθοις τῶνδε πόνων ἐμοὶ τᾷ μελέᾳ λυτήρ, ὦ Ζεῦ Ζεῦ, πατρί θ’ αἱμάτων ἐχθίστων ἐπίκουρος, Ἄρ- γει κέλσας πόδ’ ἀλάταν. [140] ἨΛΈΚΤΡΑ: θὲς τόδε τεῦχος ἐμῆς ἀπὸ κρατὸς ἑ- λοῦσ’, ἵνα πατρὶ γόους νυχίους ἐπορθροβοάσω, ἰαχάν, Ἀΐδα μέλος, Ἀΐδα, πάτερ, σοι κατὰ γᾶς ἐνέπω γόους οἷς ἀεὶ τὸ κατ’ ἦμαρ διέπομαι, κατὰ μὲν φίλαν ὄνυχι τεμνομένα δέραν χέρα τε κρᾶτ’ ἐπὶ κούριμον τιθεμένα θανάτῳ σῷ. [150] ἨΛΈΚΤΡΑ: αἶ αἶ, δρύπτε κάρα· οἷα δέ τις κύκνος ἀχέτας ποταμίοις παρὰ χεύμασιν πατέρα φίλτατον καλεῖ, ὀλόμενον δολίοις βρόχων ἕρκεσιν, ὣς σὲ τὸν ἄθλιον, πάτερ, ἐγὼ κατακλαίομαι, [157] ἨΛΈΚΤΡΑ: λουτρὰ πανύσταθ’ ὑδρανάμενον χροῒ κοίτᾳ ἐν οἰκτροτάτᾳ θανάτου. ἰώ μοι, ⟨ἰώ⟩ μοι πικρᾶς μὲν πελέκεως τομᾶς σᾶς, πάτερ, πικρᾶς δ’ ἐκ Τροΐας ὁδίου βουλᾶς· οὐ μίτραισι γυνή σε δέξατ’ οὐδ’ ἐπὶ στεφάνοις, ξίφεσι δ’ ἀμφιτόμοις λυγρὰν Αἰγίσθου λώβαν θεμένα δόλιον ἔσχεν ἀκοίταν. [167] ΧΟΡΌΣ: Ἀγαμέμνονος ὦ κόρα, ἤλυθον, Ἠλέκτρα, ποτὶ σὰν ἀγρότειραν αὐλάν. ἔμολέ τις ἔμολεν γαλακτοπότας ἀνὴρ Μυκηναῖος ὀρειβάτας· ἀγγέλλει δ’ ὅτι νῦν τριταί- αν καρύσσουσιν θυσίαν Ἀργεῖοι, πᾶσαι δὲ παρ’ Ἥ- ραν μέλλουσιν παρθενικαὶ στείχειν. [175] ἨΛΈΚΤΡΑ: οὐκ ἐπ’ ἀγλαΐαις, φίλαι, θυμὸν οὐδ’ ἐπὶ χρυσέοις ὅρμοις ἐκπεπόταμαι τάλαιν’, οὐδ’ ἱστᾶσα χοροὺς Ἀργείαις ἅμα νύμφαις εἱλικτὸν κρούσω πόδ’ ἐμόν. δάκρυσι νυχεύ- ω, δακρύων δέ μοι μέλει δειλαίᾳ τὸ κατ’ ἦμαρ. σκέψαι μου πιναρὰν κόμαν καὶ τρύχη τάδ’ ἐμῶν πέπλων, εἰ πρέποντ’ Ἀγαμέμνονος κούρᾳ ’σται βασιλείᾳ τᾷ Τροίᾳ θ’, ἃ ’μοῦ πατέρος μέμναταί ποθ’ ἁλοῦσα. [190] ΧΟΡΌΣ: μεγάλα θεός· ἀλλ’ ἴθι, καὶ παρ’ ἐμοῦ χρῆσαι πολύ- πηνα φάρεα δῦναι, χρύσεά τε — χαρίσαι — προσθήματ’ ἀγλαΐας. δοκεῖς τοῖσι σοῖς δακρύοις μὴ τιμῶσα θεούς, κρατή- σειν ἐχθρῶν; οὔτοι στοναχαῖς, ἀλλ’ εὐχαῖσι θεοὺς σεβί- ζουσ’ ἕξεις εὐαμερίαν, ὦ παῖ. [198] ἨΛΈΚΤΡΑ: οὐδεὶς θεῶν ἐνοπᾶς κλύει τᾶς δυσδαίμονος, οὐ παλαι- ῶν πατρὸς σφαγιασμῶν. οἴμοι τοῦ καταφθιμένου τοῦ τε ζῶντος ἀλάτα, ὅς που γᾶν ἄλλαν κατέχει, μέλεος ἀλαί- νων ποτὶ θῆσσαν ἑστίαν, τοῦ κλεινοῦ πατρὸς ἐκφύς. αὐτὰ δ’ ἐν χερνῆσι δόμοις ναίω ψυχὰν τακομένα δωμάτων πατρίων φυγάς, οὐρείας ἀν’ ἐρίπνας. μάτηρ δ’ ἐν λέκτροις φονίοις ἄλλῳ σύγγαμος οἰκεῖ. [213] ΧΟΡΌΣ: πολλῶν κακῶν Ἕλλησιν αἰτίαν ἔχει σῆς μητρὸς Ἑλένη σύγγονος δόμοις τε σοῖς. [215] ἨΛΈΚΤΡΑ: οἴμοι, γυναῖκες, ἐξέβην θρηνημάτων. ξένοι τινὲς παρ’ οἶκον οἵδ’ ἐφεστίους εὐνὰς ἔχοντες ἐξανίστανται λόχου· φυγῇ σὺ μὲν κατ’ οἶμον, ἐς δόμους δ’ ἐγὼ φῶτας κακούργους ἐξαλύξωμεν ποδί. [220] ὈΡΈΣΤΗΣ: μέν’, ὦ τάλαινα· μὴ τρέσῃς ἐμὴν χέρα. [221] ἨΛΈΚΤΡΑ: ὦ Φοῖβ’ Ἄπολλον· προσπίτνω σε μὴ θανεῖν. [222] ὈΡΈΣΤΗΣ: ἄλλους κτάνοιμι μᾶλλον ἐχθίους σέθεν. [223] ἨΛΈΚΤΡΑ: ἄπελθε, μὴ ψαῦ’ ὧν σε μὴ ψαύειν χρεών. [224] ὈΡΈΣΤΗΣ: οὐκ ἔσθ’ ὅτου θίγοιμ’ ἂν ἐνδικώτερον. [225] ἨΛΈΚΤΡΑ: καὶ πῶς ξιφήρης πρὸς δόμοις λοχᾷς ἐμοῖς; [226] ὈΡΈΣΤΗΣ: μείνασ’ ἄκουσον, καὶ τάχ’ οὐκ ἄλλως ἐρεῖς. [227] ἨΛΈΚΤΡΑ: ἕστηκα· πάντως δ’ εἰμὶ σή· κρείσσων γὰρ εἶ. [228] ὈΡΈΣΤΗΣ: ἥκω φέρων σοι σοῦ κασιγνήτου λόγους. [229] ἨΛΈΚΤΡΑ: ὦ φίλτατ’, ἆρα ζῶντος ἢ τεθνηκότος; [230] ὈΡΈΣΤΗΣ: ζῇ· πρῶτα γάρ σοι τἀγάθ’ ἀγγέλλειν θέλω. [231] ἨΛΈΚΤΡΑ: εὐδαιμονοίης, μισθὸν ἡδίστων λόγων. [232] ὈΡΈΣΤΗΣ: κοινῇ δίδωμι τοῦτο νῷν ἀμφοῖν ἔχειν. [233] ἨΛΈΚΤΡΑ: ποῦ γῆς ὁ τλήμων τλήμονας φυγὰς ἔχων; [234] ὈΡΈΣΤΗΣ: οὐχ ἕνα νομίζων φθείρεται πόλεως νόμον. [235] ἨΛΈΚΤΡΑ: οὔ που σπανίζων τοῦ καθ’ ἡμέραν βίου; [236] ὈΡΈΣΤΗΣ: ἔχει μέν, ἀσθενὴς δὲ δὴ φεύγων ἀνήρ. [237] ἨΛΈΚΤΡΑ: λόγον δὲ δὴ τίν’ ἦλθες ἐκ κείνου φέρων; [238] ὈΡΈΣΤΗΣ: εἰ ζῇς, ὅπως τε ζῶσα συμφορᾶς ἔχεις. [239] ἨΛΈΚΤΡΑ: οὐκοῦν ὁρᾷς μου πρῶτον ὡς ξηρὸν δέμας. [240] ὈΡΈΣΤΗΣ: λύπαις γε συντετηκός, ὥστε με στένειν. [241] ἨΛΈΚΤΡΑ: καὶ κρᾶτα πλόκαμόν τ’ ἐσκυθισμένον ξυρῷ. [242] ὈΡΈΣΤΗΣ: δάκνει σ’ ἀδελφὸς ὅ τε θανὼν ἴσως πατήρ. [243] ἨΛΈΚΤΡΑ: οἴμοι, τί γάρ μοι τῶνδέ γ’ ἐστὶ φίλτερον; [244] ὈΡΈΣΤΗΣ: φεῦ φεῦ· τί δαὶ σὺ σῷ κασιγνήτῳ, δοκεῖς; [245] ἨΛΈΚΤΡΑ: ἀπὼν ἐκεῖνος, οὐ παρὼν ἡμῖν φίλος. [246] ὈΡΈΣΤΗΣ: ἐκ τοῦ δὲ ναίεις ἐνθάδ’ ἄστεως ἑκάς; [247] ἨΛΈΚΤΡΑ: ἐγημάμεσθ’, ὦ ξεῖνε, θανάσιμον γάμον. [248] ὈΡΈΣΤΗΣ: ᾤμωξ’ ἀδελφὸν σόν. Μυκηναίων τίνι; [249] ἨΛΈΚΤΡΑ: οὐχ ᾧ πατήρ μ’ ἤλπιζεν ἐκδώσειν ποτέ. [250] ὈΡΈΣΤΗΣ: εἴφ’, ὡς ἀκούσας σῷ κασιγνήτῳ λέγω. [251] ἨΛΈΚΤΡΑ: ἐν τοῖσδ’ ἐκείνου τηλορὸς ναίω δόμοις. [252] ὈΡΈΣΤΗΣ: σκαφεύς τις ἢ βουφορβὸς ἄξιος δόμων. [253] ἨΛΈΚΤΡΑ: πένης ἀνὴρ γενναῖος ἔς τ’ ἔμ’ εὐσεβής. [254] ὈΡΈΣΤΗΣ: ἡ δ’ εὐσέβεια τίς πρόσεστι σῷ πόσει; [255] ἨΛΈΚΤΡΑ: οὐπώποτ’ εὐνῆς τῆς ἐμῆς ἔτλη θιγεῖν. [256] ὈΡΈΣΤΗΣ: ἅγνευμ’ ἔχων τι θεῖον ἤ σ’ ἀπαξιῶν; [257] ἨΛΈΚΤΡΑ: γονέας ὑβρίζειν τοὺς ἐμοὺς οὐκ ἠξίου. [258] ὈΡΈΣΤΗΣ: καὶ πῶς γάμον τοιοῦτον οὐχ ἥσθη λαβών; [259] ἨΛΈΚΤΡΑ: οὐ κύριον τὸν δόντα μ’ ἡγεῖται, ξένε. [260] ὈΡΈΣΤΗΣ: ξυνῆκ’· Ὀρέστῃ μή ποτ’ ἐκτείσῃ δίκην. [261] ἨΛΈΚΤΡΑ: τοῦτ’ αὐτὸ ταρβῶν, πρὸς δὲ καὶ σώφρων ἔφυ. [262] ὈΡΈΣΤΗΣ: φεῦ· γενναῖον ἄνδρ’ ἔλεξας, εὖ τε δραστέον. [263] ἨΛΈΚΤΡΑ: εἰ δή ποθ’ ἥξει γ’ ἐς δόμους ὁ νῦν ἀπών. [264] ὈΡΈΣΤΗΣ: μήτηρ δέ σ’ ἡ τεκοῦσα ταῦτ’ ἠνέσχετο; [265] ἨΛΈΚΤΡΑ: γυναῖκες ἀνδρῶν, ὦ ξέν’, οὐ παίδων φίλαι. [266] ὈΡΈΣΤΗΣ: τίνος δέ σ’ οὕνεχ’ ὕβρισ’ Αἴγισθος τάδε; [267] ἨΛΈΚΤΡΑ: τεκεῖν μ’ ἐβούλετ’ ἀσθενῆ, τοιῷδε δούς. [268] ὈΡΈΣΤΗΣ: ὡς δῆθε παῖδας μὴ τέκοις ποινάτορας; [269] ἨΛΈΚΤΡΑ: τοιαῦτ’ ἐβούλευσ’· ὧν ἐμοὶ δοίη δίκην. [270] ὈΡΈΣΤΗΣ: οἶδεν δέ σ’ οὖσαν παρθένον μητρὸς πόσις; [271] ἨΛΈΚΤΡΑ: οὐκ οἶδε· σιγῇ τοῦθ’ ὑφαιρούμεσθά νιν. [272] ὈΡΈΣΤΗΣ: αἵδ’ οὖν φίλαι σοι τούσδ’ ἀκούουσιν λόγους; [273] ἨΛΈΚΤΡΑ: ὥστε στέγειν γε τἀμὰ καὶ σ’ ἔπη καλῶς. [274] ὈΡΈΣΤΗΣ: τί δῆτ’ Ὀρέστης πρὸς τόδ’, Ἄργος ἢν μόλῃ; [275] ἨΛΈΚΤΡΑ: ἤρου τόδ’; αἰσχρόν γ’ εἶπας· οὐ γὰρ νῦν ἀκμή; [276] ὈΡΈΣΤΗΣ: ἐλθὼν δὲ δὴ πῶς φονέας ἂν κτάνοι πατρός; [277] ἨΛΈΚΤΡΑ: τολμῶν ὑπ’ ἐχθρῶν οἷ’ ἐτολμήθη πατήρ. [278] ὈΡΈΣΤΗΣ: ἦ καὶ μετ’ αὐτοῦ μητέρ’ ἂν τλαίης κτανεῖν; [279] ἨΛΈΚΤΡΑ: ταὐτῷ γε πελέκει τῷ πατὴρ ἀπώλετο. [280] ὈΡΈΣΤΗΣ: λέγω τάδ’ αὐτῷ, καὶ βέβαια τἀπὸ σοῦ; [281] ἨΛΈΚΤΡΑ: θάνοιμι μητρὸς αἷμ’ ἐπισφάξασ’ ἐμῆς. [282] ὈΡΈΣΤΗΣ: φεῦ· εἴθ’ ἦν Ὀρέστης πλησίον κλύων τάδε. [283] ἨΛΈΚΤΡΑ: ἀλλ’, ὦ ξέν’, οὐ γνοίην ἂν εἰσιδοῦσά νιν. [284] ὈΡΈΣΤΗΣ: νέα γάρ, οὐδὲν θαῦμ’, ἀπεζεύχθης νέου. [285] ἨΛΈΚΤΡΑ: εἷς ἂν μόνος νιν τῶν ἐμῶν γνοίη φίλων. [286] ὈΡΈΣΤΗΣ: ἆρ’ ὃν λέγουσιν αὐτὸν ἐκκλέψαι φόνου; [287] ἨΛΈΚΤΡΑ: πατρός γε παιδαγωγὸς ἀρχαῖος γέρων. [288] ὈΡΈΣΤΗΣ: ὁ κατθανὼν δὲ σὸς πατὴρ τύμβου κυρεῖ; [289] ἨΛΈΚΤΡΑ: ἔκυρσεν ὡς ἔκυρσεν, ἐκβληθεὶς δόμων. [290] ὈΡΈΣΤΗΣ: οἴμοι, τόδ’ οἷον εἶπας· — αἴσθησις γὰρ οὖν κἀκ τῶν θυραίων πημάτων δάκνει βροτούς. λέξον δ’, ἵν’ εἰδὼς σῷ κασιγνήτῳ φέρω λόγους ἀτερπεῖς, ἀλλ’ ἀναγκαίους κλύειν. ἔνεστι δ’ οἶκτος ἀμαθίᾳ μὲν οὐδαμοῦ, σοφοῖσι δ’ ἀνδρῶν· καὶ γὰρ οὐδ’ ἀζήμιον γνώμην ἐνεῖναι τοῖς σοφοῖς λίαν σοφήν. [297] ΧΟΡΌΣ: κἀγὼ τὸν αὐτὸν τῷδ’ ἔρον ψυχῆς ἔχω. πρόσω γὰρ ἄστεως οὖσα τἀν πόλει κακὰ οὐκ οἶδα, νῦν δὲ βούλομαι κἀγὼ μαθεῖν. [300] ἨΛΈΚΤΡΑ: λέγοιμ’ ἄν, εἰ χρή — χρὴ δὲ πρὸς φίλον λέγειν — τύχας βαρείας τὰς ἐμὰς κἀμοῦ πατρός. ἐπεὶ δὲ κινεῖς μῦθον, ἱκετεύω, ξένε, ἄγγελλ’ Ὀρέστῃ τἀμὰ καὶ κείνου κακά, πρῶτον μὲν οἵοις ἐν πέπλοις αὐλίζομαι, πίνῳ θ’ ὅσῳ βέβριθ’, ὑπὸ στέγαισί τε οἵαισι ναίω βασιλικῶν ἐκ δωμάτων, αὐτὴ μὲν ἐκμοχθοῦσα κερκίσιν πέπλους, ἢ γυμνὸν ἕξω σῶμα κἀστερήσομαι, αὐτὴ δὲ πηγὰς ποταμίους φορουμένη, ἀνέορτος ἱερῶν καὶ χορῶν τητωμένη. ἀναίνομαι γυναῖκας οὖσα παρθένος, ἀναίνομαι δὲ Κάστορ’, ᾧ πρὶν ἐς θεοὺς ἐλθεῖν ἔμ’ ἐμνήστευον, οὖσαν ἐγγενῆ. μήτηρ δ’ ἐμὴ Φρυγίοισιν ἐν σκυλεύμασιν θρόνῳ κάθηται, πρὸς δ’ ἕδραισιν Ἀσίδες δμωαὶ στατίζουσ’, ἃς ἔπερσ’ ἐμὸς πατήρ, Ἰδαῖα φάρη χρυσέαις ἐζευγμέναι πόρπαισιν. αἷμα δ’ ἔτι πατρὸς κατὰ στέγας μέλαν σέσηπεν, ὃς δ’ ἐκεῖνον ἔκτανεν, ἐς ταὐτὰ βαίνων ἅρματ’ ἐκφοιτᾷ πατρί, καὶ σκῆπτρ’ ἐν οἷς Ἕλλησιν ἐστρατηλάτει μιαιφόνοισι χερσὶ γαυροῦται λαβών. Ἀγαμέμνονος δὲ τύμβος ἠτιμασμένος οὔπω χοάς ποτ’ οὐδὲ κλῶνα μυρσίνης ἔλαβε, πυρὰ δὲ χέρσος ἀγλαϊσμάτων. μέθῃ δὲ βρεχθεὶς τῆς ἐμῆς μητρὸς πόσις ὁ κλεινός, ὡς λέγουσιν, ἐνθρῴσκει τάφῳ πέτροις τε λεύει μνῆμα λάινον πατρός, καὶ τοῦτο τολμᾷ τοὔπος εἰς ἡμᾶς λέγειν· ποῦ παῖς Ὀρέστης; ἆρά σοι τύμβῳ καλῶς παρὼν ἀμύνει; — ταῦτ’ ἀπὼν ὑβρίζεται. ἀλλ’, ὦ ξέν’, ἱκετεύω σ’, ἀπάγγειλον τάδε. πολλοὶ δ’ ἐπιστέλλουσιν, ἑρμηνεὺς δ’ ἐγώ, αἱ χεῖρες ἡ γλῶσσ’ ἡ ταλαίπωρός τε φρήν, κάρα τ’ ἐμὸν ξυρῆκες, ὅ τ’ ἐκεῖνον τεκών. αἰσχρὸν γάρ, εἰ πατὴρ μὲν ἐξεῖλεν Φρύγας, ὁ δ’ ἄνδρ’ ἕν’ εἷς ὢν οὐ δυνήσεται κτανεῖν, νέος πεφυκὼς κἀξ ἀμείνονος πατρός. [339] ΧΟΡΌΣ: καὶ μὴν δέδορκα τόνδε, σὸν λέγω πόσιν, λήξαντα μόχθου πρὸς δόμους ὡρμημένον. [341] ΑΥ̓ΤΟΥΡΓΌΣ: ἔα· τίνας τούσδ’ ἐν πύλαις ὁρῶ ξένους; τίνος δ’ ἕκατι τάσδ’ ἐπ’ ἀγραύλους πύλας προσῆλθον; ἦ ’μοῦ δεόμενοι; γυναικί τοι αἰσχρὸν μετ’ ἀνδρῶν ἑστάναι νεανιῶν. [345] ἨΛΈΚΤΡΑ: ὦ φίλτατ’, εἰς ὕποπτα μὴ μόλῃς ἐμοί· τὸν ὄντα δ’ εἴσῃ μῦθον· οἵδε γὰρ ξένοι ἥκουσ’ Ὀρέστου πρός με κήρυκες λόγων. ἀλλ’, ὦ ξένοι, σύγγνωτε τοῖς εἰρημένοις. [349] ΑΥ̓ΤΟΥΡΓΌΣ: τί φασίν; ἁνὴρ ἔστι καὶ λεύσσει φάος; [350] ἨΛΈΚΤΡΑ: ἔστιν λόγῳ γοῦν, φασὶ δ’ οὐκ ἄπιστ’ ἐμοί. [351] ΑΥ̓ΤΟΥΡΓΌΣ: ἦ καί τι πατρὸς σῶν τε μέμνηται κακῶν; [352] ἨΛΈΚΤΡΑ: ἐν ἐλπίσιν ταῦτ’· ἀσθενὴς φεύγων ἀνήρ. [353] ΑΥ̓ΤΟΥΡΓΌΣ: ἦλθον δ’ Ὀρέστου τίν’ ἀγορεύοντες λόγον; [354] ἨΛΈΚΤΡΑ: σκοποὺς ἔπεμψε τούσδε τῶν ἐμῶν κακῶν. [355] ΑΥ̓ΤΟΥΡΓΌΣ: οὐκοῦν τὰ μὲν λεύσσουσι, τὰ δὲ σύ που λέγεις. [356] ἨΛΈΚΤΡΑ: ἴσασιν, οὐδὲν τῶνδ’ ἔχουσιν ἐνδεές. [357] ΑΥ̓ΤΟΥΡΓΌΣ: οὐκοῦν πάλαι χρῆν τοῖσδ’ ἀνεπτύχθαι πύλας; χωρεῖτ’ ἐς οἴκους· ἀντὶ γὰρ χρηστῶν λόγων ξενίων κυρήσεθ’, οἷ’ ἐμὸς κεύθει δόμος. αἴρεσθ’, ὀπαδοί, τῶνδ’ ἔσω τεύχη δόμων. καὶ μηδὲν ἀντείπητε, παρὰ φίλου φίλοι μολόντες ἀνδρός· καὶ γὰρ εἰ πένης ἔφυν, οὔτοι τό γ’ ἦθος δυσγενὲς παρέξομαι. [364] ὈΡΈΣΤΗΣ: πρὸς θεῶν, ὅδ’ ἁνὴρ ὃς συνεκκλέπτει γάμους τοὺς σούς, Ὀρέστην οὐ καταισχύνειν θέλων; [366] ἨΛΈΚΤΡΑ: οὗτος κέκληται πόσις ἐμὸς τῆς ἀθλίας. [367] ὈΡΈΣΤΗΣ: φεῦ· οὐκ ἔστ’ ἀκριβὲς οὐδὲν εἰς εὐανδρίαν· ἔχουσι γὰρ ταραγμὸν αἱ φύσεις βροτῶν. ἤδη γὰρ εἶδον ἄνδρα γενναίου πατρὸς τὸ μηδὲν ὄντα, χρηστά τ’ ἐκ κακῶν τέκνα, λιμόν τ’ ἐν ἀνδρὸς πλουσίου φρονήματι, γνώμην τε μεγάλην ἐν πένητι σώματι. πῶς οὖν τις αὐτὰ διαλαβὼν ὀρθῶς κρινεῖ; πλούτῳ; πονηρῷ τἄρα χρήσεται κριτῇ. ἢ τοῖς ἔχουσι μηδέν; ἀλλ’ ἔχει νόσον πενία, διδάσκει δ’ ἄνδρα τῇ χρείᾳ κακόν. ἀλλ’ εἰς ὅπλ’ ἔλθω; τίς δὲ πρὸς λόγχην βλέπων μάρτυς γένοιτ’ ἂν ὅστις ἐστὶν ἁγαθός; κράτιστον εἰκῇ ταῦτ’ ἐᾶν ἀφειμένα. οὗτος γὰρ ἁνὴρ οὔτ’ ἐν Ἀργείοις μέγας οὔτ’ αὖ δοκήσει δωμάτων ὠγκωμένος, ἐν τοῖς δὲ πολλοῖς ὤν, ἄριστος ηὑρέθη. οὐ μὴ ἀφρονήσεθ’, οἳ κενῶν δοξασμάτων πλήρεις πλανᾶσθε, τῇ δ’ ὁμιλίᾳ βροτοὺς κρινεῖτε καὶ τοῖς ἤθεσιν τοὺς εὐγενεῖς; οἱ γὰρ τοιοῦτοι καὶ πόλεις οἰκοῦσιν εὖ καὶ δώμαθ’· αἱ δὲ σάρκες αἱ κεναὶ φρενῶν ἀγάλματ’ ἀγορᾶς εἰσιν. οὐδὲ γὰρ δόρυ μᾶλλον βραχίων σθεναρὸς ἀσθενοῦς μένει· ἐν τῇ φύσει δὲ τοῦτο κἀν εὐψυχίᾳ. ἀλλ’ — ἄξιος γὰρ ὅ τε παρὼν ὅ τ’ οὐ παρὼν Ἀγαμέμνονος παῖς, οὗπερ οὕνεχ’ ἥκομεν — δεξώμεθ’ οἴκων καταλύσεις. χωρεῖν χρεών, δμῶες, δόμων τῶνδ’ ἐντός. ὡς ἐμοὶ πένης εἴη πρόθυμος πλουσίου μᾶλλον ξένος. αἰνῶ μὲν οὖν τοῦδ’ ἀνδρὸς ἐσδοχὰς δόμων, ἐβουλόμην δ’ ἄν, εἰ κασίγνητός με σὸς ἐς εὐτυχοῦντας ἦγεν εὐτυχῶν δόμους. ἴσως δ’ ἂν ἔλθοι· Λοξίου γὰρ ἔμπεδοι χρησμοί, βροτῶν δὲ μαντικὴν χαίρειν ἐῶ. [401] ΧΟΡΌΣ: νῦν ἢ πάροιθεν μᾶλλον, Ἠλέκτρα, χαρᾷ θερμαινόμεσθα καρδίαν· ἴσως γὰρ ἂν μόλις προβαίνουσ’ ἡ τύχη σταίη καλῶς. [404] ἨΛΈΚΤΡΑ: ὦ τλῆμον, εἰδὼς δωμάτων χρείαν σέθεν τί τούσδ’ ἐδέξω μείζονας σαυτοῦ ξένους; [406] ΑΥ̓ΤΟΥΡΓΌΣ: τί δ’; εἴπερ εἰσὶν ὡς δοκοῦσιν εὐγενεῖς, οὐκ ἔν τε μικροῖς ἔν τε μὴ στέρξουσ’ ὁμῶς; [408] ἨΛΈΚΤΡΑ: ἐπεί νυν ἐξήμαρτες ἐν σμικροῖσιν ὤν, ἔλθ’ ὡς παλαιὸν τροφὸν ἐμοῦ φίλον πατρός, ὃς ἀμφὶ ποταμὸν Τάναον Ἀργείας ὅρους τέμνοντα γαίας Σπαρτιάτιδός τε γῆς ποίμναις ὁμαρτεῖ πόλεος ἐκβεβλημένος· κέλευε δ’ αὐτὸν τῶνδ’ ἐμοὐσαφιγμένων ἐλθεῖν, ξένων τ’ ἐς δαῖτα πορσῦναί τινα. ἡσθήσεταί τοι καὶ προσεύξεται θεοῖς, ζῶντ’ εἰσακούσας παῖδ’ ὃν ἐκσῴζει ποτέ. οὐ γὰρ πατρῴων ἐκ δόμων μητρὸς πάρα λάβοιμεν ἄν τι· πικρὰ δ’ ἀγγείλαιμεν ἄν, εἰ ζῶντ’ Ὀρέστην ἡ τάλαιν’ αἴσθοιτ’ ἔτι. [420] ΑΥ̓ΤΟΥΡΓΌΣ: ἀλλ’, εἰ δοκεῖ σοι, τούσδ’ ἀπαγγελῶ λόγους γέροντι· χώρει δ’ ἐς δόμους ὅσον τάχος καὶ τἄνδον ἐξάρτυε. πολλά τοι γυνὴ χρῄζουσ’ ἂν εὕροι δαιτὶ προσφορήματα. ἔστιν δὲ δὴ τοσαῦτά γ’ ἐν δόμοις ἔτι, ὥσθ’ ἕν γ’ ἐπ’ ἦμαρ τούσδε πληρῶσαι βορᾶς. ἐν τοῖς τοιούτοις δ’ ἡνίκ’ ἂν γνώμης πέσω, σκοπῶ τὰ χρήμαθ’ ὡς ἔχει μέγα σθένος, ξένοις τε δοῦναι σῶμά τ’ ἐς νόσους πεσὸν δαπάναισι σῷσαι· τῆς δ’ ἐφ’ ἡμέραν βορᾶς ἐς σμικρὸν ἥκει· πᾶς γὰρ ἐμπλησθεὶς ἀνὴρ ὁ πλούσιός τε χὡ πένης ἴσον φέρει. [432] ΧΟΡΌΣ: κλειναὶ νᾶες, αἵ ποτ’ ἔβατε Τροίαν τοῖς ἀμετρήτοις ἐρετμοῖς πέμπουσαι χοροὺς μετὰ Νηρῄδων, ἵν’ ὁ φίλαυλος ἔπαλλε δελ- φὶς πρῴραις κυανεμβόλοι- σιν εἱλισσόμενος, πορεύων τὸν τᾶς Θέτιδος κοῦφον ἅλμα ποδῶν Ἀχιλῆ σὺν Ἀγαμέμνονι Τρωίας ἐπὶ Σιμουντίδας ἀκτάς. [442] ΧΟΡΌΣ: Νηρῇδες δ’ Εὐβοῖδας ἄκρας λιποῦσαι μόχθους ἀσπιστὰς ἀκμόνων Ἡφαίστου χρυσέων ἔφερον τευχέων, ἀνά τε Πήλιον ἀνά τε πρυ- μνὰς Ὄσσας ἱερᾶς νάπας †Νυμφαίας σκοπιὰς κόρας μάτευσ’,† ἔνθα πατὴρ ἱππότας τρέφεν Ἑλλάδι φῶς Θέτιδος εἰνάλιον γόνον ταχύπορον πόδ’ Ἀτρείδαις. [452] ΧΟΡΌΣ: Ἰλιόθεν δ’ ἔκλυόν τινος ἐν λιμέσιν Ναυπλίοισι βεβῶτος τᾶς σᾶς, ὦ Θέτιδος παῖ, κλεινᾶς ἀσπίδος ἐν κύκλῳ τοιάδε σήματα, δείματα Φρύγια, τετύχθαι· περιδρόμῳ μὲν ἴτυος ἕδρᾳ Περσέα λαιμοτόμαν ὑπὲρ ἁλὸς ποτανοῖσι πεδί- λοισι φυὰν Γοργόνος ἴ- σχειν, Διὸς ἀγγέλῳ σὺν Ἑρ- μᾷ, τῷ Μαί- ας ἀγροτῆρι κούρῳ· [464] ΧΟΡΌΣ: ἐν δὲ μέσῳ κατέλαμπε σάκει φαέθων κύκλος ἀελίοιο ἵπποις ἂμ πτεροέσσαις ἄστρων τ’ αἰθέριοι χοροί, Πλειάδες, Ὑάδες, Ἕκτορος ὄμμασι τροπαῖοι· ἐπὶ δὲ χρυσοτύπῳ κράνει Σφίγγες ὄνυξιν ἀοίδιμον ἄγραν φέρουσαι· περιπλεύ- ρῳ δὲ κύτει πύρπνοος ἔ- σπευδε δρόμῳ λέαινα χαλ- αῖς Πειρη- ναῖον ὁρῶσα πῶλον. [476] ΧΟΡΌΣ: ἄορι δ’ ἐν φονίῳ τετραβάμονες ἵπποι ἔπαλ- λον, κελαινὰ δ’ ἀμφὶ νῶθ’ ἵετο κόνις. τοιῶνδ’ ἄνακτα δοριπόνων ἔκανεν ἀνδρῶν, Τυνδαρίς, σὰ λέχεα, κακόφρων κούρα. τοιγάρ σέ ποτ’ οὐρανίδαι πέμψουσιν θανάτοις· ἦ σὰν ἔτ’ ἔτι φόνιον ὑπὸ δέραν ὄψομαι αἷμα χυθὲν σιδάρῳ. [487] ΠΡΈΣΒΥΣ: ποῦ ποῦ νεᾶνις πότνι’ ἐμὴ δέσποινά τε, Ἀγαμέμνονος παῖς, ὅν ποτ’ ἐξέθρεψ’ ἐγώ; ὡς πρόσβασιν τῶνδ’ ὀρθίαν οἴκων ἔχει ῥυσῷ γέροντι τῷδε προσβῆναι ποδί. ὅμως δὲ πρός γε τοὺς φίλους ἐξελκτέον διπλῆν ἄκανθαν καὶ παλίρροπον γόνυ. ὦ θύγατερ — ἄρτι γάρ σε πρὸς δόμοις ὁρῶ — ἥκω φέρων σοι τῶν ἐμῶν βοσκημάτων ποίμνης νεογνὸν θρέμμ’ ὑποσπάσας τόδε στεφάνους τε τευχέων τ’ ἐξελὼν τυρεύματα, παλαιόν τε θησαύρισμα Διονύσου τόδε ὀσμῇ κατῆρες, μικρόν, ἀλλ’ ἐπεσβαλεῖν ἡδὺ σκύφον τοῦδ’ ἀσθενεστέρῳ ποτῷ. ἴτω φέρων τις τοῖς ξένοις τάδ’ ἐς δόμους· ἐγὼ δὲ τρύχει τῷδ’ ἐμῶν πέπλων κόρας δακρύοισι τέγξας ἐξομόρξασθαι θέλω. [503] ἨΛΈΚΤΡΑ: τί δ’, ὦ γεραιέ, διάβροχον τόδ’ ὄμμ’ ἔχεις; μῶν τἀμὰ διὰ χρόνου σ’ ἀνέμνησεν κακά; ἢ τὰς Ὀρέστου τλήμονας φυγὰς στένεις καὶ πατέρα τὸν ἐμόν, ὅν ποτ’ ἐν χεροῖν ἔχων ἀνόνητ’ ἔθρεψας σοί τε καὶ τοῖς σοῖς φίλοις; [508] ΠΡΈΣΒΥΣ: ἀνόνηθ’· ὅμως δ’ οὖν τοῦτό γ’ οὐκ ἠνεσχόμην. ἦλθον γὰρ αὐτοῦ πρὸς τάφον πάρεργ’ ὁδοῦ καὶ προσπεσὼν ἔκλαυσ’ ἐρημίας τυχών, σπονδάς τε, λύσας ἀσκὸν ὃν φέρω ξένοις, ἔσπεισα, τύμβῳ δ’ ἀμφέθηκα μυρσίνας. πυρᾶς δ’ ἐπ’ αὐτῆς οἶν μελάγχιμον πόκῳ σφάγιον ἐσεῖδον αἷμά τ’ οὐ πάλαι χυθὲν ξανθῆς τε χαίτης βοστρύχους κεκαρμένους. κἀθαύμασ’, ὦ παῖ, τίς ποτ’ ἀνθρώπων ἔτλη πρὸς τύμβον ἐλθεῖν· οὐ γὰρ Ἀργείων γέ τις. ἀλλ’ ἦλθ’ ἴσως που σὸς κασίγνητος λάθρᾳ, μολὼν δ’ ἐθαύμασ’ ἄθλιον τύμβον πατρός. σκέψαι δὲ χαίτην προστιθεῖσα σῇ κόμῃ, εἰ χρῶμα ταὐτὸν κουρίμης ἔσται τριχός· φιλεῖ γάρ, αἷμα ταὐτὸν οἷς ἂν ᾖ πατρός, τὰ πόλλ’ ὅμοια σώματος πεφυκέναι. [524] ἨΛΈΚΤΡΑ: οὐκ ἄξι’ ἀνδρός, ὦ γέρον, σοφοῦ λέγεις, εἰ κρυπτὸν ἐς γῆν τήνδ’ ἂν Αἰγίσθου φόβῳ δοκεῖς ἀδελφὸν τὸν ἐμὸν εὐθαρσῆ μολεῖν. ἔπειτα χαίτης πῶς συνοίσεται πλόκος, ὁ μὲν παλαίστραις ἀνδρὸς εὐγενοῦς τραφείς, ὁ δὲ κτενισμοῖς θῆλυς; ἀλλ’ ἀμήχανον. πολλοῖς δ’ ἂν εὕροις βοστρύχους ὁμοπτέρους καὶ μὴ γεγῶσιν αἵματος ταὐτοῦ, γέρον. [532] ΠΡΈΣΒΥΣ: σὺ δ’ εἰς ἴχνος βᾶσ’ ἀρβύλης σκέψαι βάσιν εἰ σύμμετρος σῷ ποδὶ γενήσεται, τέκνον. [534] ἨΛΈΚΤΡΑ: πῶς δ’ ἂν γένοιτ’ ἂν ἐν κραταιλέῳ πέδῳ γαίας ποδῶν ἔκμακτρον; εἰ δ’ ἔστιν τόδε, δυοῖν ἀδελφοῖν ποὺς ἂν οὐ γένοιτ’ ἴσος ἀνδρός τε καὶ γυναικός, ἀλλ’ ἅρσην κρατεῖ. [538] ΠΡΈΣΒΥΣ: οὐκ ἔστιν, εἰ καὶ γῆν κασίγνητος μολών, … κερκίδος ὅτῳ γνοίης ἂν ἐξύφασμα σῆς, ἐν ᾧ ποτ’ αὐτὸν ἐξέκλεψα μὴ θανεῖν; [541] ἨΛΈΚΤΡΑ: οὐκ οἶσθ’, Ὀρέστης ἡνίκ’ ἐκπίπτει χθονός, νέαν μ’ ἔτ’ οὖσαν; εἰ δὲ κἄκρεκον πέπλους, πῶς ἂν τότ’ ὢν παῖς ταὐτὰ νῦν ἔχοι φάρη, εἰ μὴ ξυναύξοινθ’ οἱ πέπλοι τῷ σώματι; ἀλλ’ ἤ τις αὐτοῦ τάφον ἐποικτίρας ξένος †ἐκείρατ’, ἢ τῆσδε σκοποὺς λαβὼν χθονὸς —† [547] ΠΡΈΣΒΥΣ: οἱ δὲ ξένοι ποῦ; βούλομαι γὰρ εἰσιδὼν αὐτοὺς ἔρεσθαι σοῦ κασιγνήτου πέρι. [549] ἨΛΈΚΤΡΑ: οἵδ’ ἐκ δόμων βαίνουσι λαιψηρῷ ποδί. [550] ΠΡΈΣΒΥΣ: ἀλλ’ εὐγενεῖς μέν, ἐν δὲ κιβδήλῳ τόδε· πολλοὶ γὰρ ὄντες εὐγενεῖς εἰσιν κακοί. ὅμως δέ. — χαίρειν τοὺς ξένους προσεννέπω. [553] ὈΡΈΣΤΗΣ: χαῖρ’, ὦ γεραιέ. — τοῦ ποτ’, Ἠλέκτρα, τόδε παλαιὸν ἀνδρὸς λείψανον φίλων κυρεῖ; [555] ἨΛΈΚΤΡΑ: οὗτος τὸν ἁμὸν πατέρ’ ἔθρεψεν, ὦ ξένε. [556] ὈΡΈΣΤΗΣ: τί φῄς; ὅδ’ ὃς σὸν ἐξέκλεψε σύγγονον; [557] ἨΛΈΚΤΡΑ: ὅδ’ ἔσθ’ ὁ σώσας κεῖνον, εἴπερ ἔστ’ ἔτι. [558] ὈΡΈΣΤΗΣ: ἔα· τί μ’ ἐσδέδορκεν ὥσπερ ἀργύρου σκοπῶν λαμπρὸν χαρακτῆρ’; ἢ προσεικάζει μέ τῳ; [560] ἨΛΈΚΤΡΑ: ἴσως Ὀρέστου σ’ ἥλιχ’ ἥδεται βλέπων. [561] ὈΡΈΣΤΗΣ: φίλου γε φωτός. τί δὲ κυκλεῖ πέριξ πόδα; [562] ἨΛΈΚΤΡΑ: καὐτὴ τόδ’ εἰσορῶσα θαυμάζω, ξένε. [563] ΠΡΈΣΒΥΣ: ὦ πότνι’, εὔχου, θύγατερ Ἠλέκτρα, θεοῖς. [564] ἨΛΈΚΤΡΑ: τί τῶν ἀπόντων ἢ τί τῶν ὄντων πέρι; [565] ΠΡΈΣΒΥΣ: λαβεῖν φίλον θησαυρόν, ὃν φαίνει θεός. [566] ἨΛΈΚΤΡΑ: ἰδού· καλῶ θεούς. ἢ τί δὴ λέγεις, γέρον; [567] ΠΡΈΣΒΥΣ: βλέψον νυν ἐς τόνδ’, ὦ τέκνον, τὸν φίλτατον. [568] ἨΛΈΚΤΡΑ: πάλαι δέδορκα, μὴ σύ γ’ οὐκέτ’ εὖ φρονῇς. [569] ΠΡΈΣΒΥΣ: οὐκ εὖ φρονῶ ’γὼ σὸν κασίγνητον βλέπων; [570] ἨΛΈΚΤΡΑ: πῶς εἶπας, ὦ γεραί’, ἀνέλπιστον λόγον; [571] ΠΡΈΣΒΥΣ: ὁρᾶν Ὀρέστην τόνδε τὸν Ἀγαμέμνονος. [572] ἨΛΈΚΤΡΑ: ποῖον χαρακτῆρ’ εἰσιδών, ᾧ πείσομαι; [573] ΠΡΈΣΒΥΣ: οὐλὴν παρ’ ὀφρύν, ἥν ποτ’ ἐν πατρὸς δόμοις νεβρὸν διώκων σοῦ μέθ’ ᾑμάχθη πεσών. [575] ἨΛΈΚΤΡΑ: πῶς φῄς; ὁρῶ μὲν πτώματος τεκμήριον. [576] ΠΡΈΣΒΥΣ: ἔπειτα μέλλεις προσπίτνειν τοῖς φιλτάτοις; [577] ἨΛΈΚΤΡΑ: ἀλλ’ οὐκέτ’, ὦ γεραιέ· συμβόλοισι γὰρ τοῖς σοῖς πέπεισμαι θυμόν. — ὦ χρόνῳ φανείς, ἔχω σ’ ἀέλπτως — [579] ὈΡΈΣΤΗΣ: κἀξ ἐμοῦ γ’ ἔχῃ χρόνῳ. [580] ἨΛΈΚΤΡΑ: οὐδέποτε δόξασα. [580] ὈΡΈΣΤΗΣ: οὐδ’ ἐγὼ γὰρ ἤλπισα. [581] ἨΛΈΚΤΡΑ: ἐκεῖνος εἶ σύ; [581] ὈΡΈΣΤΗΣ: σύμμαχός γέ σοι μόνος. ἢν δ’ ἀνσπάσωμαί γ’ ὃν μετέρχομαι βόλον — πέποιθα δ’· ἢ χρὴ μηκέθ’ ἡγεῖσθαι θεούς, εἰ τἄδικ’ ἔσται τῆς δίκης ὑπέρτερα. [585] ΧΟΡΌΣ: ἔμολες ἔμολες, ὤ, χρόνιος ἁμέρα, κατέλαμψας, ἔδειξας ἐμφανῆ πόλει πυρσόν, ὃς παλαιᾷ φυγᾷ πατρίων ἀπὸ δωμάτων τάλας ἀλαίνων ἔβα. θεὸς αὖ θεὸς ἁμετέραν τις ἄγει νίκαν, ὦ φίλα. ἄνεχε χέρας, ἄνεχε λόγον, ἵει λιτὰς ἐς θεούς, τύχᾳ σοι τύχᾳ κασίγνητον ἐμβατεῦσαι πόλιν. [596] ὈΡΈΣΤΗΣ: εἶἑν· φίλας μὲν ἡδονὰς ἀσπασμάτων ἔχω, χρόνῳ δὲ καὖθις αὐτὰ δώσομεν. σὺ δ’, ὦ γεραιέ — καίριος γὰρ ἤλυθες — λέξον, τί δρῶν ἂν φονέα τεισαίμην πατρός; [μητέρα τε κοινωνὸν ἀνοσίων γάμων;] ἔστιν τί μοι κατ’ Ἄργος εὐμενὲς φίλων; ἢ πάντ’ ἀνεσκευάσμεθ’, ὥσπερ αἱ τύχαι; τῷ ξυγγένωμαι; νύχιος ἢ καθ’ ἡμέραν; ποίαν ὁδὸν τραπώμεθ’ εἰς ἐχθροὺς ἐμούς; [605] ΠΡΈΣΒΥΣ: ὦ τέκνον, οὐδεὶς δυστυχοῦντί σοι φίλος. εὕρημα γάρ τοι χρῆμα γίγνεται τόδε, κοινῇ μετασχεῖν τἀγαθοῦ καὶ τοῦ κακοῦ. σὺ δ’ — ἐκ βάθρων γὰρ πᾶς ἀνῄρησαι φίλοις οὐδ’ ἐλλέλοιπας ἐλπίδ’ — ἴσθι μου κλύων, ἐν χειρὶ τῇ σῇ πάντ’ ἔχεις καὶ τῇ τύχῃ, πατρῷον οἶκον καὶ πόλιν λαβεῖν σέθεν. [612] ὈΡΈΣΤΗΣ: τί δῆτα δρῶντες τοῦδ’ ἂν ἐξικοίμεθα; [613] ΠΡΈΣΒΥΣ: κτανὼν Θυέστου παῖδα σήν τε μητέρα. [614] ὈΡΈΣΤΗΣ: ἥκω ’πὶ τόνδε στέφανον· ἀλλὰ πῶς λάβω; [615] ΠΡΈΣΒΥΣ: τειχέων μὲν ἐλθὼν ἐντὸς οὐδ’ ἂν εἰ θέλοις. [616] ὈΡΈΣΤΗΣ: φρουραῖς κέκασται δεξιαῖς τε δορυφόρων; [617] ΠΡΈΣΒΥΣ: ἔγνως· φοβεῖται γάρ σε κοὐχ εὕδει σαφῶς. [618] ὈΡΈΣΤΗΣ: εἶἑν· σὺ δὴ τοὐνθένδε βούλευσον, γέρον. [619] ΠΡΈΣΒΥΣ: κἀμοῦ γ’ ἄκουσον· ἄρτι γάρ μ’ ἐσῆλθέ τι. [620] ὈΡΈΣΤΗΣ: ἐσθλόν τι μηνύσειας, αἰσθοίμην δ’ ἐγώ. [621] ΠΡΈΣΒΥΣ: Αἴγισθον εἶδον, ἡνίχ’ εἷρπον ἐνθάδε. [622] ὈΡΈΣΤΗΣ: προσηκάμην τὸ ῥηθέν. ἐν ποίοις τόποις; [623] ΠΡΈΣΒΥΣ: ἀγρῶν πέλας τῶνδ’ ἱπποφορβίων ἔπι. [624] ὈΡΈΣΤΗΣ: τί δρῶνθ’; ὁρῶ γὰρ ἐλπίδ’ ἐξ ἀμηχάνων. [625] ΠΡΈΣΒΥΣ: Νύμφαις ἐπόρσυν’ ἔροτιν, ὡς ἔδοξέ μοι. [626] ὈΡΈΣΤΗΣ: τροφεῖα παίδων ἢ πρὸ μέλλοντος τόκου; [627] ΠΡΈΣΒΥΣ: οὐκ οἶδα πλὴν ἕν· βουσφαγεῖν ὡπλίζετο. [628] ὈΡΈΣΤΗΣ: πόσων μετ’ ἀνδρῶν; ἢ μόνος δμώων μέτα; [629] ΠΡΈΣΒΥΣ: οὐδεὶς παρῆν Ἀργεῖος, οἰκεία δὲ χείρ. [630] ὈΡΈΣΤΗΣ: οὔ πού τις ὅστις γνωριεῖ μ’ ἰδών, γέρον; [631] ΠΡΈΣΒΥΣ: δμῶες μέν εἰσιν, οἳ σέ γ’ οὐκ εἶδόν ποτε. [632] ὈΡΈΣΤΗΣ: ἡμῖν ἂν εἶεν, εἰ κρατοῖμεν, εὐμενεῖς; [633] ΠΡΈΣΒΥΣ: δούλων γὰρ ἴδιον τοῦτο, σοὶ δὲ σύμφορον. [634] ὈΡΈΣΤΗΣ: πῶς οὖν ἂν αὐτῷ πλησιασθείην ποτέ; [635] ΠΡΈΣΒΥΣ: στείχων ὅθεν σε βουθυτῶν ἐσόψεται. [636] ὈΡΈΣΤΗΣ: ὁδὸν παρ’ αὐτήν, ὡς ἔοικ’, ἀγροὺς ἔχει; [637] ΠΡΈΣΒΥΣ: ὅθεν γ’ ἰδών σε δαιτὶ κοινωνὸν καλεῖ. [638] ὈΡΈΣΤΗΣ: πικρόν γε συνθοινάτορ’, ἢν θεὸς θέλῃ. [639] ΠΡΈΣΒΥΣ: τοὐνθένδε πρὸς τὸ πῖπτον αὐτὸς ἐννόει. [640] ὈΡΈΣΤΗΣ: καλῶς ἔλεξας. — ἡ τεκοῦσα δ’ ἐστὶ ποῦ; [641] ΠΡΈΣΒΥΣ: Ἄργει· παρέσται δ’ οὖν πόσει θοίνην ἔπι. [642] ὈΡΈΣΤΗΣ: τί δ’ οὐχ ἅμ’ ἐξωρμᾶτ’ ἐμὴ μήτηρ πόσει; [643] ΠΡΈΣΒΥΣ: ψόγον τρέμουσα δημοτῶν ἐλείπετο. [644] ὈΡΈΣΤΗΣ: ξυνῆχ’· ὕποπτος οὖσα γιγνώσκει πόλει. [645] ΠΡΈΣΒΥΣ: τοιαῦτα· μισεῖται γὰρ ἀνόσιος γυνή. [646] ὈΡΈΣΤΗΣ: πῶς οὖν ἐκείνην τόνδε τ’ ἐν ταὐτῷ κτενῶ; [647] ἨΛΈΚΤΡΑ: ἐγὼ φόνον γε μητρὸς ἐξαρτύσομαι. [648] ὈΡΈΣΤΗΣ: καὶ μὴν ἐκεῖνά γ’ ἡ τύχη θήσει καλῶς. [649] ἨΛΈΚΤΡΑ: ὑπηρετείτω μὲν δυοῖν ὄντοιν ὅδε. [650] ΠΡΈΣΒΥΣ: ἔσται τάδ’· εὑρίσκεις δὲ μητρὶ πῶς φόνον; [651] ἨΛΈΚΤΡΑ: λέγ’, ὦ γεραιέ, τάδε Κλυταιμήστρᾳ μολών· λεχώ μ’ ἀπάγγελλ’ οὖσαν ἄρσενος τόκῳ. [653] ΠΡΈΣΒΥΣ: πότερα πάλαι τεκοῦσαν ἢ νεωστὶ δή; [654] ἨΛΈΚΤΡΑ: δέχ’ ἡλίους, ἐν οἷσιν ἁγνεύει λεχώ. [655] ΠΡΈΣΒΥΣ: καὶ δὴ τί τοῦτο μητρὶ προσβάλλει φόνον; [656] ἨΛΈΚΤΡΑ: ἥξει κλύουσα λόχιά μου νοσήματα. [657] ΠΡΈΣΒΥΣ: πόθεν; τί δ’ αὐτῇ σοῦ μέλειν δοκεῖς, τέκνον; [658] ἨΛΈΚΤΡΑ: ναί· καὶ δακρύσει γ’ ἀξίωμ’ ἐμῶν τόκων. [659] ΠΡΈΣΒΥΣ: ἴσως· πάλιν τοι μῦθον ἐς καμπὴν ἄγε. [660] ἨΛΈΚΤΡΑ: ἐλθοῦσα μέντοι δῆλον ὡς ἀπόλλυται. [661] ΠΡΈΣΒΥΣ: καὶ μὴν ἐπ’ αὐτάς γ’ εἶσι σῶν δόμων πύλας. [662] ἨΛΈΚΤΡΑ: οὐκοῦν τραπέσθαι σμικρὸν εἰς Ἅιδου τόδε; [663] ΠΡΈΣΒΥΣ: εἰ γὰρ θάνοιμι τοῦτ’ ἰδὼν ἐγώ ποτε. [664] ἨΛΈΚΤΡΑ: πρώτιστα μέν νυν τῷδ’ ὑφήγησαι, γέρον — [665] ΠΡΈΣΒΥΣ: Αἴγισθος ἔνθα νῦν θυηπολεῖ θεοῖς; [666] ἨΛΈΚΤΡΑ: ἔπειτ’ ἀπαντῶν μητρὶ τἀπ’ ἐμοῦ φράσον. [667] ΠΡΈΣΒΥΣ: ὥστ’ αὐτά γ’ ἐκ σοῦ στόματος εἰρῆσθαι δοκεῖν. [668] ἨΛΈΚΤΡΑ: σὸν ἔργον ἤδη· πρόσθεν εἴληχας φόνου. [669] ὈΡΈΣΤΗΣ: στείχοιμ’ ἄν, εἴ τις ἡγεμὼν γίγνοιθ’ ὁδοῦ. [670] ΠΡΈΣΒΥΣ: καὶ μὴν ἐγὼ πέμποιμ’ ἂν οὐκ ἀκουσίως. [671] ὈΡΈΣΤΗΣ: ὦ Ζεῦ Πατρῷε, καὶ Τροπαῖ’ ἐχθρῶν γενοῦ — [672] ἨΛΈΚΤΡΑ: οἴκτιρέ θ’ ἡμᾶς· οἰκτρὰ γὰρ πεπόνθαμεν — [673] ΠΡΈΣΒΥΣ: οἴκτιρε δῆτα σούς γε φύντας ἐκγόνους. [674] ἨΛΈΚΤΡΑ: Ἥρα τε, βωμῶν ἣ Μυκηναίων κρατεῖς — [675] ὈΡΈΣΤΗΣ: νίκην δὸς ἡμῖν, εἰ δίκαι’ αἰτούμεθα. [676] ΠΡΈΣΒΥΣ: δὸς δῆτα πατρὸς τοῖσδε τιμωρὸν δίκην. [677] ὈΡΈΣΤΗΣ: σύ τ’, ὦ κάτω γῆς ἀνοσίως οἰκῶν πάτερ — [678] ἨΛΈΚΤΡΑ: καὶ Γαῖ’ ἄνασσα, χεῖρας ᾗ δίδωμ’ ἐμὰς — [679] ΠΡΈΣΒΥΣ: ἄμυν’ ἄμυνε τοῖσδε φιλτάτοις τέκνοις. [680] ὈΡΈΣΤΗΣ: νῦν πάντα νεκρὸν ἐλθὲ σύμμαχον λαβών. [681] ἨΛΈΚΤΡΑ: οἵπερ γε σὺν σοὶ Φρύγας ἀνήλωσαν δορὶ — [683] ΠΡΈΣΒΥΣ: χὥσοι στυγοῦσιν ἀνοσίους μιάστορας. [682] ἨΛΈΚΤΡΑ: ἤκουσας, ὦ δείν’ ἐξ ἐμῆς μητρὸς παθών; [684] ΠΡΈΣΒΥΣ: πάντ’, οἶδ’, ἀκούει τάδε πατήρ· στείχειν δ’ ἀκμή. [685] ἨΛΈΚΤΡΑ: καί σοι προφωνῶ πρὸς τάδ’ Αἴγισθον θανεῖν· ὡς εἰ παλαισθεὶς πτῶμα θανάσιμον πεσῇ, τέθνηκα κἀγώ, μηδέ με ζῶσαν λέγε· παίσω γὰρ ἧπαρ τοὐμὸν ἀμφήκει ξίφει. δόμων ἔσω βᾶσ’ εὐτρεπὲς ποήσομαι. ὡς ἢν μὲν ἔλθῃ πύστις εὐτυχὴς σέθεν, ὀλολύξεται πᾶν δῶμα· θνῄσκοντος δέ σου τἀναντί’ ἔσται τῶνδε· ταῦτά σοι λέγω. [693] ὈΡΈΣΤΗΣ: πάντ’ οἶδα. [693] ἨΛΈΚΤΡΑ: πρὸς τάδ’ ἄνδρα γίγνεσθαί σε χρή. ὑμεῖς δέ μοι, γυναῖκες, εὖ πυρσεύετε κραυγὴν ἀγῶνος τοῦδε· φρουρήσω δ’ ἐγὼ πρόχειρον ἔγχος χειρὶ βαστάζουσ’ ἐμῇ. οὐ γάρ ποτ’ ἐχθροῖς τοῖς ἐμοῖς νικωμένη δίκην ὑφέξω, σῶμ’ ἐμὸν καθυβρίσαι. [699] ΧΟΡΌΣ: ἀταλᾶς ὑπὸ ματρὸς ⟨ἄρν’⟩ Ἀργείων ὀρέων ποτὲ κληδὼν ἐν πολιαῖσι μένει φήμαις εὐαρμόστοις ἐν καλάμοις Πᾶνα μοῦσαν ἡδύθροον πνέοντ’, ἀγρῶν ταμίαν, χρυσέαν καλλιπλόκαμον πορεῦσαι. πετρίνοις δ’ ἐπι- στὰς κᾶρυξ ἰάχει βάθροις· Ἀγορὰν ἀγοράν, Μυκη- ναῖοι, στείχετε μακαρίων ὀψόμενοι τυράννων φάσματα †δείματα … χοροὶ δ’ Ἀτρει- δᾶν† ἐγέραιρον οἴκους· [713] ΧΟΡΌΣ: θυμέλαι δ’ ἐπίτναντο χρυ- σήλατοι, σελαγεῖτο δ’ ἀν’ ἄστυ πῦρ ἐπιβώμιον Ἀργείων· λωτὸς δὲ φθόγγον κελάδει κάλλιστον, Μουσᾶν θεράπων· μολπαὶ δ’ ηὔξοντ’ ἐραταί, χρυσέας ἀρνὸς ἐπίλογοι, Θυέστου· κρυφίαις γὰρ εὐ- ναῖς πείσας ἄλοχον φίλαν Ἀτρέως, τέρας ἐκκομί- ζει πρὸς δώματα· νεόμενος δ’ εἰς ἀγόρους ἀυτεῖ τὰν κερόεσσαν ἔχειν χρυσεόμαλ- λον κατὰ δῶμα ποίμναν. [726] ΧΟΡΌΣ: τότε δὴ τότε φαεν- νὰς ἄστρων μετέβασ’ ὁδοὺς Ζεὺς καὶ φέγγος ἀελίου λευκόν τε πρόσωπον ἀ- οῦς, τὰ δ’ ἕσπερα νῶτ’ ἐλαύ- νει θερμᾷ φλογὶ θεοπύρῳ, νεφέλαι δ’ ἔνυδροι πρὸς ἄρ- κτον, ξηραί τ’ Ἀμμωνίδες ἕ- δραι φθίνουσ’ ἀπειρόδροσοι, καλλίστων ὄμβρων Διόθεν στερεῖσαι. [737] ΧΟΡΌΣ: λέγεται, τὰν δὲ πί- στιν σμικρὰν παρ’ ἔμοιγ’ ἔχει, στρέψαι θερμὰν ἀέλιον χρυσωπὸν ἕδραν ἀλλά- ξαντα δυστυχίᾳ βροτεί- ῳ θνατᾶς ἕνεκεν δίκας. φοβεροὶ δὲ βροτοῖσι μῦ- θοι κέρδος πρὸς θεῶν θεραπεί- αν. ὧν οὐ μνασθεῖσα πόσιν κτείνεις, κλεινῶν συγγενέτειρ’ ἀδελφῶν. [747] ΧΟΡΌΣ: ἔα ἔα· φίλαι, βοῆς ἠκούσατ’ — ἢ δοκὼ κενὴ ὑπῆλθέ μ’; — ὥστε νερτέρα βροντὴ Διός; ἰδού, τάδ’ οὐκ ἄσημα πνεύματ’ αἴρεται· δέσποιν’, ἄμειψον δώματ’, Ἠλέκτρα, τάδε. [751] ἨΛΈΚΤΡΑ: φίλαι, τί χρῆμα; πῶς ἀγῶνος ἥκομεν; [752] ΧΟΡΌΣ: οὐκ οἶδα πλὴν ἕν· φόνιον οἰμωγὴν κλύω. [753] ἨΛΈΚΤΡΑ: ἤκουσα κἀγώ, τηλόθεν μέν, ἀλλ’ ὅμως. [754] ΧΟΡΌΣ: μακρὰν γὰρ ἕρπει γῆρυς, ἐμφανής γε μήν. [755] ἨΛΈΚΤΡΑ: Ἀργεῖος ὁ στεναγμός· ἦ φίλων ἐμῶν; [756] ΧΟΡΌΣ: οὐκ οἶδα· πᾶν γὰρ μείγνυται μέλος βοῆς. [757] ἨΛΈΚΤΡΑ: σφαγὴν ἀυτεῖς τήνδε μοι· τί μέλλομεν; [758] ΧΟΡΌΣ: ἔπισχε, τρανῶς ὡς μάθῃς τύχας σέθεν. [759] ἨΛΈΚΤΡΑ: οὐκ ἔστι· νικώμεσθα· ποῦ γὰρ ἄγγελοι; [760] ΧΟΡΌΣ: ἥξουσιν· οὔτοι βασιλέα φαῦλον κτανεῖν. [761] ἌΓΓΕΛΟΣ: ὦ καλλίνικοι παρθένοι Μυκηνίδες, νικῶντ’ Ὀρέστην πᾶσιν ἀγγέλλω φίλοις, Ἀγαμέμνονος δὲ φονέα κείμενον πέδῳ Αἴγισθον· ἀλλὰ θεοῖσιν εὔχεσθαι χρεών. [765] ἨΛΈΚΤΡΑ: τίς δ’ εἶ σύ; πῶς μοι πιστὰ σημαίνεις τάδε; [766] ἌΓΓΕΛΟΣ: οὐκ οἶσθ’ ἀδελφοῦ μ’ εἰσορῶσα πρόσπολον; [767] ἨΛΈΚΤΡΑ: ὦ φίλτατ’, ἔκ τοι δείματος δυσγνωσίαν εἶχον προσώπου· νῦν δὲ γιγνώσκω σε δή. τί φῄς; τέθνηκε πατρὸς ἐμοῦ στυγνὸς φονεύς; [770] ἌΓΓΕΛΟΣ: τέθνηκε· δίς σοι ταὔθ’, ἃ γοῦν βούλῃ, λέγω. [771] ἨΛΈΚΤΡΑ: ὦ θεοί, Δίκη τε πάνθ’ ὁρῶσ’, ἦλθές ποτε. ποίῳ τρόπῳ δὲ καὶ τίνι ῥυθμῷ φόνου κτείνει Θυέστου παῖδα; βούλομαι μαθεῖν. [774] ἌΓΓΕΛΟΣ: ἐπεὶ μελάθρων τῶνδ’ ἀπήραμεν πόδα, ἐσβάντες ᾖμεν δίκροτον εἰς ἁμαξιτὸν ἔνθ’ ἦν ὁ κλεινὸς τῶν Μυκηναίων ἄναξ. κυρεῖ δὲ κήποις ἐν καταρρύτοις βεβώς, δρέπων τερείνης μυρσίνης κάρᾳ πλόκους· ἰδών τ’ ἀυτεῖ· Χαίρετ’, ὦ ξένοι· τίνες πόθεν πορεύεσθ’; ἔστε τ’ ἐκ ποίας χθονός; ὁ δ’ εἶπ’ Ὀρέστης· Θεσσαλοί· πρὸς δ’ Ἀλφεὸν θύσοντες ἐρχόμεσθ’ Ὀλυμπίῳ Διί. κλύων δὲ ταῦτ’ Αἴγισθος ἐννέπει τάδε· νῦν μὲν παρ’ ἡμῖν χρὴ συνεστίους ἐμοὶ θοίνης γενέσθαι· τυγχάνω δὲ βουθυτῶν νύμφαις· ἑῷοι δ’ ἐξαναστάντες λέχους ἐς ταὐτὸν ἥξετ’. ἀλλ’ ἴωμεν ἐς δόμους — καὶ ταῦθ’ ἅμ’ ἠγόρευε καὶ χερὸς λαβὼν παρῆγεν ἡμᾶς — οὐδ’ ἀπαρνεῖσθαι χρεών· [ἐπεὶ δ’ ἐν οἴκοις ἦμεν, ἐννέπει τάδε·] λούτρ’ ὡς τάχιστα τοῖς ξένοις τις αἰρέτω, ὡς ἀμφὶ βωμὸν στῶσι χερνίβων πέλας. ἀλλ’ εἶπ’ Ὀρέστης· Ἀρτίως ἡγνίσμεθα λουτροῖσι καθαροῖς ποταμίων ῥείθρων ἄπο. εἰ δὲ ξένους ἀστοῖσι συνθύειν χρεών, Αἴγισθ’, ἕτοιμοι κοὐκ ἀπαρνούμεσθ’, ἄναξ. τοῦτον μὲν οὖν μεθεῖσαν ἐκ μέσου λόγον· λόγχας δὲ θέντες δεσπότου φρουρήματα δμῶες πρὸς ἔργον πάντες ἵεσαν χέρας· οἳ μὲν σφαγεῖον ἔφερον, οἳ δ’ ᾖρον κανᾶ, ἄλλοι δὲ πῦρ ἀνῆπτον ἀμφί τ’ ἐσχάρας λέβητας ὤρθουν· πᾶσα δ’ ἐκτύπει στέγη. λαβὼν δὲ προχύτας μητρὸς εὐνέτης σέθεν ἔβαλλε βωμούς, τοιάδ’ ἐννέπων ἔπη· νύμφαι πετραῖαι, πολλάκις με βουθυτεῖν καὶ τὴν κατ’ οἴκους Τυνδαρίδα δάμαρτ’ ἐμὴν πράσσοντας ὡς νῦν, τοὺς δ’ ἐμοὺς ἐχθροὺς κακῶς — λέγων Ὀρέστην καὶ σέ. δεσπότης δ’ ἐμὸς τἀναντί’ ηὔχετ’, οὐ γεγωνίσκων λόγους, λαβεῖν πατρῷα δώματ’. ἐκ κανοῦ δ’ ἑλὼν Αἴγισθος ὀρθὴν σφαγίδα, μοσχείαν τρίχα τεμὼν ἐφ’ ἁγνὸν πῦρ ἔθηκε δεξιᾷ, κἄσφαξ’ ἐπ’ ὤμων μόσχον ὡς ἦραν χεροῖν δμῶες, λέγει δὲ σῷ κασιγνήτῳ τάδε· Ἐκ τῶν καλῶν κομποῦσι τοῖσι Θεσσαλοῖς εἶναι τόδ’, ὅστις ταῦρον ἀρταμεῖ καλῶς ἵππους τ’ ὀχμάζει· λαβὲ σίδηρον, ὦ ξένε, δεῖξόν τε φήμην ἔτυμον ἀμφὶ Θεσσαλῶν. ὁ δ’ εὐκρότητον Δωρίδ’ ἁρπάσας χεροῖν, ῥίψας ἀπ’ ὤμων εὐπρεπῆ πορπάματα, Πυλάδην μὲν εἵλετ’ ἐν πόνοις ὑπηρέτην, δμῶας δ’ ἀπωθεῖ· καὶ λαβὼν μόσχου πόδα, λευκὰς ἐγύμνου σάρκας ἐκτείνων χέρα· θᾶσσον δὲ βύρσαν ἐξέδειρεν ἢ δρομεὺς δισσοὺς διαύλους ἱππίους διήνυσε, κἀνεῖτο λαγόνας. ἱερὰ δ’ ἐς χεῖρας λαβὼν Αἴγισθος ἤθρει. καὶ λοβὸς μὲν οὐ προσῆν σπλάγχνοις, πύλαι δὲ καὶ δοχαὶ χολῆς πέλας κακὰς ἔφαινον τῷ σκοποῦντι προσβολάς. χὣ μὲν σκυθράζει, δεσπότης δ’ ἀνιστορεῖ· τί χρῆμ’ ἀθυμεῖς; — ὦ ξέν’, ὀρρωδῶ τινα δόλον θυραῖον. ἔστι δ’ ἔχθιστος βροτῶν Ἀγαμέμνονος παῖς πολέμιός τ’ ἐμοῖς δόμοις· ὃ δ’ εἶπε· φυγάδος δῆτα δειμαίνεις δόλον, πόλεως ἀνάσσων; οὐχ, ὅπως παστήρια θοινασόμεσθα, Φθιάδ’ ἀντὶ Δωρικῆς οἴσει τις ἡμῖν κοπίδ’, ἀπορρήξω χέλυν; λαβὼν δὲ κόπτει. σπλάγχνα δ’ Αἴγισθος λαβὼν ἤθρει διαιρῶν. τοῦ δὲ νεύοντος κάτω ὄνυχας ἐπ’ ἄκρους στὰς κασίγνητος σέθεν ἐς σφονδύλους ἔπαισε, νωτιαῖα δὲ ἔρρηξεν ἄρθρα· πᾶν δὲ σῶμ’ ἄνω κάτω ἤσπαιρεν ἠλάλαζε δυσθνῄσκων φόνῳ. δμῶες δ’ ἰδόντες εὐθὺς ᾖξαν ἐς δόρυ, πολλοὶ μάχεσθαι πρὸς δύ’· ἀνδρείας δ’ ὕπο ἔστησαν ἀντίπρῳρα σείοντες βέλη Πυλάδης Ὀρέστης τ’. εἶπε δ’· οὐχὶ δυσμενὴς ἥκω πόλει τῇδ’ οὐδ’ ἐμοῖς ὀπάοσιν, φονέα δὲ πατρὸς ἀντετιμωρησάμην τλήμων Ὀρέστης· ἀλλὰ μή με καίνετε, πατρὸς παλαιοὶ δμῶες. οἳ δ’, ἐπεὶ λόγων ἤκουσαν, ἔσχον κάμακας· ἐγνώσθη δ’ ὑπὸ γέροντος ἐν δόμοισιν ἀρχαίου τινός. στέφουσι δ’ εὐθὺς σοῦ κασιγνήτου κάρα χαίροντες ἀλαλάζοντες. ἔρχεται δὲ σοὶ κάρα ’πιδείξων οὐχὶ Γοργόνος φέρων, ἀλλ’ ὃν στυγεῖς Αἴγισθον· αἷμα δ’ αἵματος πικρὸς δανεισμὸς ἦλθε τῷ θανόντι νῦν. [859] ΧΟΡΌΣ: θὲς ἐς χορόν, ὦ φίλα, ἴχνος, ὡς νεβρὸς οὐράνιον πήδημα κουφίζουσα σὺν ἀγλαΐᾳ. νικᾷ στεφαναφορίαν †κρείσσω τοῖς† παρ’ Ἀλφειοῦ ῥεέθροισι τελέσσας κασίγνητος σέθεν· ἀλλ’ ἐπάειδε καλλίνικον ᾠδὰν ἐμῷ χορῷ. [866] ἨΛΈΚΤΡΑ: ὦ φέγγος, ὦ τέθριππον ἡλίου σέλας, ὦ γαῖα καὶ νὺξ ἣν ἐδερκόμην πάρος, νῦν ὄμμα τοὐμὸν ἀμπτυχαί τ’ ἐλεύθεροι, ἐπεὶ πατρὸς πέπτωκεν Αἴγισθος φονεύς. φέρ’, οἷα δὴ χω καὶ δόμοι κεύθουσί μου κόμης ἀγάλματ’ ἐξενέγκωμαι, φίλαι, στέψω τ’ ἀδελφοῦ κρᾶτα τοῦ νικηφόρου. [873] ΧΟΡΌΣ: σὺ μέν νυν ἀγάλματ’ ἄειρε κρατί· τὸ δ’ ἁμέτερον χωρήσεται Μούσαισι χόρευμα φίλον. νῦν οἱ πάρος ἁμέτεροι γαίας τυραννεύσουσι φίλοι βασιλῆες, δικαίως … τοὺς ἀδίκους καθελόντες. ἀλλ’ ἴτω ξύναυλος βοὰ χαρᾷ. [880] ἨΛΈΚΤΡΑ: ὦ καλλίνικε, πατρὸς ἐκ νικηφόρου γεγώς, Ὀρέστα, τῆς ὑπ’ Ἰλίῳ μάχης, δέξαι κόμης σῆς βοστρύχων ἀνδήματα. ἥκεις γὰρ οὐκ ἀχρεῖον ἔκπλεθρον δραμὼν ἀγῶν’ ἐς οἴκους, ἀλλὰ πολέμιον κτανὼν Αἴγισθον, ὃς σὸν πατέρα κἀμὸν ὤλεσε. σύ τ’, ὦ παρασπίστ’, ἀνδρὸς εὐσεβεστάτου παίδευμα Πυλάδη, στέφανον ἐξ ἐμῆς χερὸς δέχου· φέρῃ γὰρ καὶ σὺ τῷδ’ ἴσον μέρος ἀγῶνος· αἰεὶ δ’ εὐτυχεῖς φαίνοισθέ μοι. [890] ὈΡΈΣΤΗΣ: θεοὺς μὲν ἡγοῦ πρῶτον, Ἠλέκτρα, τύχης ἀρχηγέτας τῆσδ’, εἶτα κἄμ’ ἐπαίνεσον τὸν τῶν θεῶν τε τῆς τύχης θ’ ὑπηρέτην. ἥκω γὰρ οὐ λόγοισιν ἀλλ’ ἔργοις κτανὼν Αἴγισθον· ὡς δὲ τῷ σάφ’ εἰδέναι τάδε προσθῶμεν, αὐτὸν τὸν θανόντα σοι φέρω, ὃν εἴτε χρῄζεις θηρσὶν ἁρπαγὴν πρόθες, ἢ σκῦλον οἰωνοῖσιν, αἰθέρος τέκνοις, πήξασ’ ἔρεισον σκόλοπι· σὸς γάρ ἐστι νῦν [δοῦλος, πάροιθε δεσπότης κεκλημένος.] [900] ἨΛΈΚΤΡΑ: αἰσχύνομαι μέν, βούλομαι δ’ εἰπεῖν ὅμως. [901] ὈΡΈΣΤΗΣ: τί χρῆμα; λέξον· ὡς φόβου γ’ ἔξωθεν εἶ. [902] ἨΛΈΚΤΡΑ: νεκροὺς ὑβρίζειν, μή μέ τις φθόνῳ βάλῃ. [903] ὈΡΈΣΤΗΣ: οὐκ ἔστιν οὐδεὶς ὅστις ἂν μέμψαιτό σε. [904] ἨΛΈΚΤΡΑ: δυσάρεστος ἡμῶν καὶ φιλόψογος πόλις. [905] ὈΡΈΣΤΗΣ: λέγ’, εἴ τι χρῄζεις, σύγγον’· ἀσπόνδοισι γὰρ νόμοισιν ἔχθραν τῷδε συμβεβλήκαμεν. [907] ἨΛΈΚΤΡΑ: εἶἑν· τίν’ ἀρχὴν πρῶτά σ’ ἐξείπω κακῶν, ποίας τελευτάς; τίνα μέσον τάξω λόγον; καὶ μὴν δι’ ὄρθρων γ’ οὔποτ’ ἐξελίμπανον θρυλοῦσ’ ἅ γ’ εἰπεῖν ἤθελον κατ’ ὄμμα σόν, εἰ δὴ γενοίμην δειμάτων ἐλευθέρα τῶν πρόσθε. νῦν οὖν ἐσμεν· ἀποδώσω δέ σοι ἐκεῖν’ ἅ σε ζῶντ’ ἤθελον λέξαι κακά. ἀπώλεσάς με κὠρφανὴν φίλου πατρὸς καὶ τόνδ’ ἔθηκας, οὐδὲν ἠδικημένος, κἄγημας αἰσχρῶς μητέρ’ ἄνδρα τ’ ἔκτανες στρατηλατοῦνθ’ Ἕλλησιν, οὐκ ἐλθὼν Φρύγας. ἐς τοῦτο δ’ ἦλθες ἀμαθίας ὥστ’ ἤλπισας ὡς ἐς σὲ ἐμὴν δὴ μητέρ’ οὐχ ἕξοις κακὴν γήμας, ἐμοῦ δὲ πατρὸς ἠδίκεις λέχη. ἴστω δ’, ὅταν τις διολέσας δάμαρτά του κρυπταῖσιν εὐναῖς εἶτ’ ἀναγκασθῇ λαβεῖν, δύστηνός ἐστιν, εἰ δοκεῖ τὸ σωφρονεῖν ἐκεῖ μὲν αὐτὴν οὐκ ἔχειν, παρ’ οἷ δ’ ἔχειν. ἄλγιστα δ’ ᾤκεις, οὐ δοκῶν οἰκεῖν κακῶς· ᾔδησθα γὰρ δῆτ’ ἀνόσιον γήμας γάμον, μήτηρ δὲ σ’ ἄνδρα δυσσεβῆ κεκτημένη. ἄμφω πονηρὼ δ’ ὄντ’ ἀνῃρεῖσθον τύχην †κείνη τε τὴν σὴν καὶ σὺ τοὐκείνης κακόν.† πᾶσιν δ’ ἐν Ἀργείοισιν ἤκουες τάδε· Ὁ τῆς γυναικός — οὐχὶ τἀνδρὸς ἡ γυνή. καίτοι τόδ’ αἰσχρόν, προστατεῖν γε δωμάτων γυναῖκα, μὴ τὸν ἄνδρα· κἀκείνους στυγῶ τοὺς παῖδας, ὅστις τοῦ μὲν ἄρσενος πατρὸς οὐκ ὠνόμασται, τῆς δὲ μητρὸς ἐν πόλει. ἐπίσημα γὰρ γήμαντι καὶ μείζω λέχη τἀνδρὸς μὲν οὐδείς, τῶν δὲ θηλειῶν λόγος. ὃ δ’ ἠπάτα σε πλεῖστον οὐκ ἐγνωκότα, ηὔχεις τις εἶναι τοῖσι χρήμασι σθένων· τὰ δ’ οὐδὲν εἰ μὴ βραχὺν ὁμιλῆσαι χρόνον. ἡ γὰρ φύσις βέβαιος, οὐ τὰ χρήματα. ἣ μὲν γὰρ αἰεὶ παραμένουσ’ αἴρει κακά· ὁ δ’ ὄλβος ἀδίκως καὶ μετὰ σκαιῶν ξυνὼν ἐξέπτατ’ οἴκων, σμικρὸν ἀνθήσας χρόνον. [945] ἨΛΈΚΤΡΑ: ἃ δ’ ἐς γυναῖκας — παρθένῳ γὰρ οὐ καλὸν λέγειν — σιωπῶ, γνωρίμως δ’ αἰνίξομαι. ὕβριζες, ὡς δὴ βασιλικοὺς ἔχων δόμους κάλλει τ’ ἀραρώς. ἀλλ’ ἔμοιγ’ εἴη πόσις μὴ παρθενωπός, ἀλλὰ τἀνδρείου τρόπου. τὰ γὰρ τέκν’ αὐτῶν Ἄρεος ἐκκρεμάννυται, τὰ δ’ εὐπρεπῆ δὴ κόσμος ἐν χοροῖς μόνον. ἔρρ’, οὐδὲν εἰδὼς ὧν ἐφευρεθεὶς χρόνῳ δίκην δέδωκας. — ὧδέ τις κακοῦργος ὢν μή μοι τὸ πρῶτον βῆμ’ ἐὰν δράμῃ καλῶς, νικᾶν δοκείτω τὴν Δίκην, πρὶν ἂν πέλας γραμμῆς ἵκηται καὶ τέλος κάμψῃ βίου. [957] ΧΟΡΌΣ: ἔπραξε δεινά, δεινὰ δ’ ἀντέδωκε σοὶ καὶ τῷδ’· ἔχει γὰρ ἡ Δίκη μέγα σθένος. [959] ἨΛΈΚΤΡΑ: εἶἑν· κομίζειν τοῦδε σῶμ’ ἔσω χρεὼν σκότῳ τε δοῦναι, δμῶες, ὡς, ὅταν μόλῃ μήτηρ, σφαγῆς πάροιθε μὴ εἰσίδῃ νεκρόν. [962] ὈΡΈΣΤΗΣ: ἐπίσχες· ἐμβάλωμεν εἰς ἄλλον λόγον. [963] ἨΛΈΚΤΡΑ: τί δ’; ἐκ Μυκηνῶν μῶν βοηδρόμους ὁρῶ; [964] ὈΡΈΣΤΗΣ: οὔκ, ἀλλὰ τὴν τεκοῦσαν ἥ μ’ ἐγείνατο. [965] ἨΛΈΚΤΡΑ: καλῶς ἄρ’ ἄρκυν ἐς μέσην πορεύεται — καὶ μὴν ὄχοις γε καὶ στολῇ λαμπρύνεται. [967] ὈΡΈΣΤΗΣ: τί δῆτα δρῶμεν; μητέρ’ ἦ φονεύσομεν; [968] ἨΛΈΚΤΡΑ: μῶν σ’ οἶκτος εἷλε, μητρὸς ὡς εἶδες δέμας; [969] ὈΡΈΣΤΗΣ: φεῦ· πῶς γὰρ κτάνω νιν, ἥ μ’ ἔθρεψε κἄτεκεν; [970] ἨΛΈΚΤΡΑ: ὥσπερ πατέρα σὸν ἥδε κἀμὸν ὤλεσεν. [971] ὈΡΈΣΤΗΣ: ὦ Φοῖβε, πολλήν γ’ ἀμαθίαν ἐθέσπισας — [972] ἨΛΈΚΤΡΑ: ὅπου δ’ Ἀπόλλων σκαιὸς ᾖ, τίνες σοφοί; [973] ὈΡΈΣΤΗΣ: ὅστις μ’ ἔχρησας μητέρ’, ἣν οὐ χρῆν, κτανεῖν. [974] ἨΛΈΚΤΡΑ: βλάπτῃ δὲ δὴ τί πατρὶ τιμωρῶν σέθεν; [975] ὈΡΈΣΤΗΣ: μητροκτόνος νῦν φεύξομαι, τόθ’ ἁγνὸς ὤν. [976] ἨΛΈΚΤΡΑ: καὶ μή γ’ ἀμύνων πατρὶ δυσσεβὴς ἔσῃ. [977] ὈΡΈΣΤΗΣ: ἐγὼ δὲ μητρὸς —; τῷ φόνου δώσω δίκας; [978] ἨΛΈΚΤΡΑ: τῷ δ’ ἢν πατρῴαν διαμεθῇς τιμωρίαν; [979] ὈΡΈΣΤΗΣ: ἆρ’ αὔτ’ ἀλάστωρ εἶπ’ ἀπεικασθεὶς θεῷ; [980] ἨΛΈΚΤΡΑ: ἱερὸν καθίζων τρίποδ’; ἐγὼ μὲν οὐ δοκῶ. [981] ὈΡΈΣΤΗΣ: οὐδ’ ἂν πιθοίμην εὖ μεμαντεῦσθαι τάδε. [982] ἨΛΈΚΤΡΑ: οὐ μὴ κακισθεὶς εἰς ἀνανδρίαν πεσῇ. [983] ὈΡΈΣΤΗΣ: ἀλλ’ ἦ τὸν αὐτὸν τῇδ’ ὑποστήσω δόλον; [984] ἨΛΈΚΤΡΑ: ᾧ καὶ πόσιν καθεῖλες, Αἴγισθον κτανών. [985] ὈΡΈΣΤΗΣ: ἔσειμι· δεινοῦ δ’ ἄρχομαι προβλήματος καὶ δεινὰ δράσω γε — εἰ θεοῖς δοκεῖ τάδε, ἔστω· πικρὸν δὲ χἡδὺ τἀγώνισμά μοι. [988] ΧΟΡΌΣ: [ἰώ,] βασίλεια γύναι χθονὸς Ἀργείας, παῖ Τυνδάρεω, καὶ τοῖν ἀγαθοῖν ξύγγονε κούροιν Διός, οἳ φλογερὰν αἰθέρ’ ἐν ἄστροις ναίουσι, βροτῶν ἐν ἁλὸς ῥοθίοις τιμὰς σωτῆρας ἔχοντες· χαῖρε, σεβίζω σ’ ἴσα καὶ μάκαρας πλούτου μεγάλης τ’ εὐδαιμονίας. τὰς σὰς δὲ τύχας θεραπεύεσθαι καιρός. ⟨χαῖρ’,⟩ ὦ βασίλεια. [998] ΚΛΥΤΑΙΜΉΣΤΡΑ: ἔκβητ’ ἀπήνης, Τρῳάδες, χειρὸς δ’ ἐμῆς λάβεσθ’, ἵν’ ἔξω τοῦδ’ ὄχου στήσω πόδα. σκύλοισι μὲν γὰρ θεῶν κεκόσμηνται δόμοι Φρυγίοις, ἐγὼ δὲ τάσδε, Τρῳάδος χθονὸς ἐξαίρετ’, ἀντὶ παιδὸς ἣν ἀπώλεσα σμικρὸν γέρας, καλὸν δὲ κέκτημαι δόμοις. [1004] ἨΛΈΚΤΡΑ: οὔκουν ἐγώ — δούλη γὰρ ἐκβεβλημένη δόμων πατρῴων δυστυχεῖς οἰκῶ δόμους — μῆτερ, λάβωμαι μακαρίας τῆς σῆς χερός; [1007] ΚΛΥΤΑΙΜΉΣΤΡΑ: δοῦλαι πάρεισιν αἵδε, μὴ σύ μοι πόνει. [1008] ἨΛΈΚΤΡΑ: τί δ’; αἰχμάλωτόν τοί μ’ ἀπῴκισας δόμων, ᾑρημένων δὲ δωμάτων ᾑρήμεθα, ὡς αἵδε, πατρὸς ὀρφαναὶ λελειμμέναι. [1011] ΚΛΥΤΑΙΜΉΣΤΡΑ: τοιαῦτα μέντοι σὸς πατὴρ βουλεύματα ἐς οὓς ἐχρῆν ἥκιστ’ ἐβούλευσεν φίλων. λέξω δὲ … καίτοι δόξ’ ὅταν λάβῃ κακὴ γυναῖκα, γλώσσῃ πικρότης ἔνεστί τις. ὡς μὲν παρ’ ἡμῖν, οὐ καλῶς· τὸ πρᾶγμα δὲ μαθόντας, ἢν μὲν ἀξίως μισεῖν ἔχῃ, στυγεῖν δίκαιον· εἰ δὲ μή, τί δεῖ στυγεῖν; ἡμᾶς ἔδωκε Τυνδάρεως τῷ σῷ πατρί, οὐχ ὥστε θνῄσκειν, οὐδ’ ἃ γειναίμην ἐγώ. κεῖνος δὲ παῖδα τὴν ἐμὴν Ἀχιλλέως λέκτροισι πείσας ᾤχετ’ ἐκ δόμων ἄγων πρυμνοῦχον Αὖλιν, ἔνθ’ ὑπερτείνας πυρᾶς λευκὴν διήμησ’ Ἰφιγόνης παρηΐδα. κεἰ μὲν πόλεως ἅλωσιν ἐξιώμενος, ἢ δῶμ’ ὀνήσων τἄλλα τ’ ἐκσῴζων τέκνα, ἔκτεινε πολλῶν μίαν ὕπερ, συγγνώστ’ ἂν ἦν· νῦν δ’ οὕνεχ’ Ἑλένη μάργος ἦν ὅ τ’ αὖ λαβὼν ἄλοχον κολάζειν προδότιν οὐκ ἠπίστατο, τούτων ἕκατι παῖδ’ ἐμὴν διώλεσεν. ἐπὶ τοῖσδε τοίνυν καίπερ ἠδικημένη οὐκ ἠγριώμην οὐδ’ ἂν ἔκτανον πόσιν· ἀλλ’ ἦλθ’ ἔχων μοι μαινάδ’ ἔνθεον κόρην λέκτροις τ’ ἐπεισέφρηκε, καὶ νύμφα δύο ἐν τοῖσιν αὐτοῖς δώμασιν κατείχομεν. [1035] ΚΛΥΤΑΙΜΉΣΤΡΑ: μῶρον μὲν οὖν γυναῖκες, οὐκ ἄλλως λέγω· ὅταν δ’, ὑπόντος τοῦδ’, ἁμαρτάνῃ πόσις τἄνδον παρώσας λέκτρα, μιμεῖσθαι θέλει γυνὴ τὸν ἄνδρα χἅτερον κτᾶσθαι φίλον. κἄπειτ’ ἐν ἡμῖν ὁ ψόγος λαμπρύνεται, οἱ δ’ αἴτιοι τῶνδ’ οὐ κλύουσ’ ἄνδρες κακῶς. εἰ δ’ ἐκ δόμων ἥρπαστο Μενέλεως λάθρᾳ, κτανεῖν μ’ Ὀρέστην χρῆν, κασιγνήτης πόσιν Μενέλαον ὡς σώσαιμι; σὸς δὲ πῶς πατὴρ ἠνέσχετ’ ἂν ταῦτ’; εἶτα τὸν μὲν οὐ θανεῖν κτείνοντα χρῆν τἄμ’, ἐμὲ δὲ πρὸς κείνου παθεῖν; ἔκτειν’, ἐτρέφθην ἥνπερ ἦν πορεύσιμον πρὸς τοὺς ἐκείνῳ πολεμίους. φίλων γὰρ ἂν τίς ἂν πατρὸς σοῦ φόνον ἐκοινώνησέ μοι; λέγ’, εἴ τι χρῄζεις, κἀντίθες παρρησίᾳ, ὅπως τέθνηκε σὸς πατὴρ οὐκ ἐνδίκως. [1051] ΧΟΡΌΣ: δίκαι’ ἔλεξας· ἡ δίκη δ’ αἰσχρῶς ἔχει. γυναῖκα γὰρ χρὴ πάντα συγχωρεῖν πόσει, ἥτις φρενήρης· ᾗ δὲ μὴ δοκεῖ τάδε, οὐδ’ εἰς ἀριθμὸν τῶν ἐμῶν ἥκει λόγων. [1055] ἨΛΈΚΤΡΑ: μέμνησο, μῆτερ, οὓς ἔλεξας ὑστάτους λόγους, διδοῦσα πρὸς σέ μοι παρρησίαν. [1057] ΚΛΥΤΑΙΜΉΣΤΡΑ: καὶ νῦν γέ φημι κοὐκ ἀπαρνοῦμαι, τέκνον. [1058] ἨΛΈΚΤΡΑ: †ἆρα† κλύουσα, μῆτερ, εἶτ’ ἔρξεις κακῶς; [1059] ΚΛΥΤΑΙΜΉΣΤΡΑ: οὐκ ἔστι, τῇ σῇ δ’ ἡδὺ προσθήσω φρενί. [1060] ἨΛΈΚΤΡΑ: λέγοιμ’ ἄν· ἀρχὴ δ’ ἥδε μοι προοιμίου· εἴθ’ εἶχες, ὦ τεκοῦσα, βελτίους φρένας. τὸ μὲν γὰρ εἶδος αἶνον ἄξιον φέρειν Ἑλένης τε καὶ σοῦ, δύο δ’ ἔφυτε συγγόνω, ἄμφω ματαίω Κάστορός τ’ οὐκ ἀξίω. ἣ μὲν γὰρ ἁρπασθεῖσ’ ἑκοῦσ’ ἀπώλετο, σὺ δ’ ἄνδρ’ ἄριστον Ἑλλάδος διώλεσας, σκῆψιν προτείνουσ’, ὡς ὑπὲρ τέκνου πόσιν ἔκτεινας· οὐ γάρ σ’ ὡς ἔγωγ’ ἴσασιν εὖ. ἥτις, θυγατρὸς πρὶν κεκυρῶσθαι σφαγάς, νέον τ’ ἀπ’ οἴκων ἀνδρὸς ἐξωρμημένου, ξανθὸν κατόπτρῳ πλόκαμον ἐξήσκεις κόμης. γυνὴ δ’, ἀπόντος ἀνδρός ἥτις ἐκ δόμων ἐς κάλλος ἀσκεῖ, διάγραφ’ ὡς οὖσαν κακήν. οὐδὲν γὰρ αὐτὴν δεῖ θύρασιν εὐπρεπὲς φαίνειν πρόσωπον, ἤν τι μὴ ζητῇ κακόν. μόνη δὲ πασῶν οἶδ’ ἐγὼ σ’ Ἑλληνίδων, εἰ μὲν τὰ Τρώων εὐτυχοῖ, κεχαρμένην, εἰ δ’ ἥσσον’ εἴη, συννεφοῦσαν ὄμματα, Ἀγαμέμνον’ οὐ χρῄζουσαν ἐκ Τροίας μολεῖν. καίτοι καλῶς γε σωφρονεῖν παρεῖχέ σοι· ἄνδρ’ εἶχες οὐ κακίον’ Αἰγίσθου πόσιν, ὃν Ἑλλὰς αὑτῆς εἵλετο στρατηλάτην· Ἑλένης δ’ ἀδελφῆς τοιάδ’ ἐξειργασμένης ἐξῆν κλέος σοι μέγα λαβεῖν· τὰ γὰρ κακὰ παράδειγμα τοῖς ἐσθλοῖσιν εἴσοψίν τ’ ἔχει. εἰ δ’, ὡς λέγεις, σὴν θυγατέρ’ ἔκτεινεν πατήρ, ἐγὼ τί σ’ ἠδίκησ’ ἐμός τε σύγγονος; πῶς οὐ πόσιν κτείνασα πατρῴους δόμους ἡμῖν προσῆψας, ἀλλ’ ἐπηνέγκω λέχει τἀλλότρια, μισθοῦ τοὺς γάμους ὠνουμένη; κοὔτ’ ἀντιφεύγει παιδὸς ἀντὶ σοῦ πόσις, οὔτ’ ἀντ’ ἐμοῦ τέθνηκε, δὶς τόσως ἐμὲ κτείνας ἀδελφῆς ζῶσαν. εἰ δ’ ἀμείψεται φόνον δικάζων φόνος, ἀποκτενῶ σ’ ἐγὼ καὶ παῖς Ὀρέστης πατρὶ τιμωρούμενοι· εἰ γὰρ δίκαι’ ἐκεῖνα, καὶ τάδ’ ἔνδικα. [ὅστις δὲ πλοῦτον ἢ εὐγένειαν εἰσιδὼν γαμεῖ πονηράν, μῶρός ἐστι· μικρὰ γὰρ μεγάλων ἀμείνω σώφρον’ ἐν δόμοις λέχη.] [1100] ΧΟΡΌΣ: [τύχη γυναικῶν ἐς γάμους. τὰ μὲν γὰρ εὖ, τὰ δ’ οὐ καλῶς πίπτοντα δέρκομαι βροτῶν.] [1102] ΚΛΥΤΑΙΜΉΣΤΡΑ: ὦ παῖ, πέφυκας πατέρα σὸν στέργειν ἀεί· ἔστιν δὲ καὶ τόδ’· οἳ μέν εἰσιν ἀρσένων, οἳ δ’ αὖ φιλοῦσι μητέρας μᾶλλον πατρός. συγγνώσομαί σοι· καὶ γὰρ οὐχ οὕτως ἄγαν χαίρω τι, τέκνον, τοῖς δεδραμένοις ἐμοί. σὺ δ’ ὧδ’ ἄλουτος καὶ δυσείματος χρόα λεχὼ νεογνῶν ἐκ τόκων πεπαυμένη; οἴμοι τάλαινα τῶν ἐμῶν βουλευμάτων· ὡς μᾶλλον ἢ χρῆν ἤλασ’ εἰς ὀργὴν πόσιν. [1111] ἨΛΈΚΤΡΑ: ὀψὲ στενάζεις, ἡνίκ’ οὐκ ἔχεις ἄκη. πατὴρ μὲν οὖν τέθνηκε· τὸν δ’ ἔξω χθονὸς πῶς οὐ κομίζῃ παῖδ’ ἀλητεύοντα σόν; [1114] ΚΛΥΤΑΙΜΉΣΤΡΑ: δέδοικα· τοὐμὸν δ’, οὐχὶ τοὐκείνου, σκοπῶ. πατρὸς γάρ, ὡς λέγουσι, θυμοῦται φόνῳ. [1116] ἨΛΈΚΤΡΑ: τί δαὶ πόσιν σὸν ἄγριον εἰς ἡμᾶς ἔχεις; [1117] ΚΛΥΤΑΙΜΉΣΤΡΑ: τρόποι τοιοῦτοι· καὶ σὺ δ’ αὐθάδης ἔφυς. [1118] ἨΛΈΚΤΡΑ: ἀλγῶ γάρ· ἀλλὰ παύσομαι θυμουμένη. [1119] ΚΛΥΤΑΙΜΉΣΤΡΑ: καὶ μὴν ἐκεῖνος οὐκέτ’ ἔσται σοι βαρύς. [1120] ἨΛΈΚΤΡΑ: φρονεῖ μέγ’· ἐν γὰρ τοῖς ἐμοῖς ναίει δόμοις. [1121] ΚΛΥΤΑΙΜΉΣΤΡΑ: ὁρᾷς; ἀν’ αὖ σὺ ζωπυρεῖς νείκη νέα. [1122] ἨΛΈΚΤΡΑ: σιγῶ· δέδοικα γάρ νιν ὡς δέδοικ’ ἐγώ. [1123] ΚΛΥΤΑΙΜΉΣΤΡΑ: παῦσαι λόγων τῶνδε. ἀλλὰ τί μ’ ἐκάλεις, τέκνον; [1124] ἨΛΈΚΤΡΑ: ἤκουσας, οἶμαι, τῶν ἐμῶν λοχευμάτων· τούτων ὕπερ μοι θῦσον — οὐ γὰρ οἶδ’ ἐγώ — δεκάτῃ σελήνῃ παιδὸς ὡς νομίζεται· τρίβων γὰρ οὐκ εἴμ’, ἄτοκος οὖσ’ ἐν τῷ πάρος. [1128] ΚΛΥΤΑΙΜΉΣΤΡΑ: ἄλλης τόδ’ ἔργον, ἥ σ’ ἔλυσεν ἐκ τόκων. [1129] ἨΛΈΚΤΡΑ: αὐτὴ ’λόχευον κἄτεκον μόνη βρέφος. [1130] ΚΛΥΤΑΙΜΉΣΤΡΑ: οὕτως ἀγείτων οἶκος ἵδρυται φίλων; [1131] ἨΛΈΚΤΡΑ: πένητας οὐδεὶς βούλεται κτᾶσθαι φίλους. [1132] ΚΛΥΤΑΙΜΉΣΤΡΑ: ἀλλ’ εἶμι, παιδὸς ἀριθμὸν ὡς τελεσφόρον θύσω θεοῖσι· σοὶ δ’ ὅταν πράξω χάριν τήνδ’, εἶμ’ ἐπ’ ἀγρὸν οὗ πόσις θυηπολεῖ νύμφαισιν. ἀλλὰ τούσδ’ ὄχους, ὀπάονες, φάτναις ἄγοντες πρόσθεθ’· ἡνίκ’ ἂν δέ με δοκῆτε θυσίας τῆσδ’ ἀπηλλάχθαι θεοῖς, πάρεστε· δεῖ γὰρ καὶ πόσει δοῦναι χάριν. [1139] ἨΛΈΚΤΡΑ: χώρει πένητας ἐς δόμους· φρούρει δέ μοι μή σ’ αἰθαλώσῃ πολύκαπνον στέγος πέπλους. θύσεις γὰρ οἷα χρή σε δαίμοσιν θύη. κανοῦν δ’ ἐνῆρκται καὶ τεθηγμένη σφαγίς, ἥπερ καθεῖλε ταῦρον, οὗ πέλας πεσῇ πληγεῖσα· νυμφεύσῃ δὲ κἀν Ἅιδου δόμοις ᾧπερ ξυνηῦδες ἐν φάει. τοσήνδ’ ἐγὼ δώσω χάριν σοι, σὺ δὲ δίκην ἐμοὶ πατρός. [1147] ΧΟΡΌΣ: ἀμοιβαὶ κακῶν· μετάτροποι πνέου- σιν αὖραι δόμων. τότε μὲν ⟨ἐν⟩ λουτροῖς ἔπεσεν ἐμὸς ἐμὸς ἀρχέτας, ἰάχησε δὲ στέγα λάινοί τε θριγκοὶ δόμων, τάδ’ ἐνέποντος· Ὦ σχέτλια· τί με, γύναι, φονεύσεις φίλαν πατρίδα δεκέτεσιν σποραῖσιν ἐλθόντ’ ἐμάν; … … [1155] ΧΟΡΌΣ: παλίρρους δὲ τάνδ’ ὑπάγεται δίκα διαδρόμου λέχους μέλεον ἃ πόσιν χρόνιον ἱκόμενον εἰς οἴκους Κυκλώπειά τ’ οὐράνια τείχε’ ὀξυθήκτου βέλους ἔκανεν αὐτόχειρ, πέλεκυν ἐν χεροῖν λαβοῦσ’· ἆ τλάμων πόσις, ὅ τί ποτε τὰν τάλαιναν ἔσχεν κακόν. ὀρεία τις ὡς λέαιν’ ὀργάδων δρύοχα νεμομένα, τάδε κατήνυσεν. [1165] ΚΛΥΤΑΙΜΉΣΤΡΑ: ὦ τέκνα, πρὸς θεῶν, μὴ κτάνητε μητέρα. [1166] ΧΟΡΌΣ: κλύεις ὑπώροφον βοάν; [1167] ΚΛΥΤΑΙΜΉΣΤΡΑ: ἰώ μοί μοι. [1168] ΧΟΡΌΣ: ᾤμωξα κἀγὼ πρὸς τέκνων χειρουμένης. νέμει τοι δίκαν θεός, ὅταν τύχῃ· σχέτλια μὲν ἔπαθες, ἀνόσια δ’ εἰργάσω, τάλαιν’, εὐνέταν. [1172] ΧΟΡΌΣ: ἀλλ’ οἵδε μητρὸς νεοφόνοις ἐν αἵμασι πεφυρμένοι βαίνουσιν ἐξ οἴκων πόδα, τροπαῖα δείγματ’ ἀθλίων προσφαγμάτων. οὐκ ἔστιν οὐδεὶς οἶκος ἀθλιώτερος τῶν Τανταλείων οὐδ’ ἔφυ ποτ’ ἐκγόνων. [1177] ὈΡΈΣΤΗΣ: ἰὼ Γᾶ καὶ Ζεῦ πανδερκέτα βροτῶν, ἴδετε τάδ’ ἔργα φόνι- α μυσαρά, δίγονα σώματ’ ἐν χθονὶ κείμενα πλαγᾷ χερὸς ὑπ’ ἐμᾶς, ἄποιν’ ἐμῶν πημάτων … … [1182] ἨΛΈΚΤΡΑ: δακρύτ’ ἄγαν, ὦ σύγγον’, αἰτία δ’ ἐγώ. διὰ πυρὸς ἔμολον ἁ τάλαινα ματρὶ τᾷδ’, ἅ μ’ ἔτικτε κούραν. [1185] ΧΟΡΌΣ: ἰὼ τύχας, σᾶς τύχας, μᾶτερ τεκοῦσ’ ⟨ἄλαστα⟩, ἄλαστα μέλεα καὶ πέρα παθοῦσα σῶν τέκνων ὑπαί. πατρὸς δ’ ἔτεισας φόνον δικαίως. [1190] ὈΡΈΣΤΗΣ: ἰὼ Φοῖβ’, ἀνύμνησας δίκαι’ ἄφαντα, φανερὰ δ’ ἐξέπρα- ξας ἄχεα, φόνια δ’ ὤπασας λάχε’ ἀπὸ γᾶς [τᾶς] Ἑλλανίδος. τίνα δ’ ἑτέραν μόλω πόλιν; τίς ξένος, τίς εὐσεβὴς ἐμὸν κάρα προσόψεται ματέρα κτανόντος; [1198] ἨΛΈΚΤΡΑ: ἰὼ ἰώ μοι. ποῖ δ’ ἐγώ, τίν’ ἐς χορόν, τίνα γάμον εἶμι; τίς πόσις με δέξεται νυμφικὰς ἐς εὐνάς; [1201] ΧΟΡΌΣ: πάλιν, πάλιν φρόνημα σὸν μετεστάθη πρὸς αὔραν· φρονεῖς γὰρ ὅσια νῦν, τότ’ οὐ φρονοῦσα, δεινὰ δ’ εἰργάσω, φίλα, κασίγνητον οὐ θέλοντα. [1206] ὈΡΈΣΤΗΣ: κατεῖδες, οἷον ἁ τάλαιν’ ἔξω πέπλων ἔβαλεν, ἔδειξε μαστὸν ἐν φοναῖσιν, ἰώ μοι, πρὸς πέδῳ τιθεῖσα γόνιμα μέλεα; τὰν κόμαν δ’ ἐγὼ — [1210] ΧΟΡΌΣ: σάφ’ οἶδα, δι’ ὀδύνας ἔβας, ἰήιον κλύων γόον ματρός, ἅ σ’ ἔτικτε. [1214] ὈΡΈΣΤΗΣ: βοὰν δ’ ἔλασκε τάνδε, πρὸς γένυν ἐμὰν τιθεῖσα χεῖρα· Τέκος ἐμόν, λιταίνω· παρῄδων τ’ ἐξ ἐμᾶν ἐκρίμναθ’, ὥστε χέρας ἐμὰς λιπεῖν βέλος. [1218] ΧΟΡΌΣ: τάλαινα· πῶς ἔτλας φόνον δι’ ὀμμάτων ἰδεῖν σέθεν ματρὸς ἐκπνεούσας; [1221] ὈΡΈΣΤΗΣ: ἐγὼ μὲν ἐπιβαλὼν φάρη κόραις ἐμαῖς φασγάνῳ κατηρξάμαν ματέρος ἔσω δέρας μεθείς. [1224] ἨΛΈΚΤΡΑ: ἐγὼ δ’ ἐπεγκέλευσά σοι ξίφους τ’ ἐφηψάμαν ἅμα. [1226] ΧΟΡΌΣ: δεινότατον παθέων ἔρεξας. [1227] ὈΡΈΣΤΗΣ: λαβοῦ, κάλυπτε μέλεα ματέρος πέπλοις ⟨καὶ⟩ καθάρμοσον σφαγάς. φονέας ἔτικτες ἆρά σοι. [1230] ἨΛΈΚΤΡΑ: ἰδού, φίλᾳ τε κοὐ φίλᾳ φάρεα τάδ’ ἀμφιβάλλομεν. [1232] ΧΟΡΌΣ: τέρμα κακῶν μεγάλων δόμοισιν. [1233] ΧΟΡΌΣ: ἀλλ’ οἵδε δόμων ὑπὲρ ἀκροτάτων φαίνουσι τίνες — δαίμονες ἢ θεῶν τῶν οὐρανίων; οὐ γὰρ θνητῶν γ’ ἥδε κέλευθος· τί ποτ’ ἐς φανερὰν ὄψιν βαίνουσι βροτοῖσιν; [1238] ΔΙΌΣΚΟΥΡΟΙ: Ἀγαμέμνονος παῖ, κλῦθι· δίπτυχοι δέ σε καλοῦσι μητρὸς σύγγονοι Διόσκοροι, Κάστωρ κασίγνητός τε Πολυδεύκης ὅδε. δεινὸν δὲ ναυσὶν ἀρτίως πόντου σάλον παύσαντ’ ἀφίγμεθ’ Ἄργος, ὡς ἐσείδομεν σφαγὰς ἀδελφῆς τῆσδε, μητέρος δὲ σῆς. δίκαια μέν νυν ἥδ’ ἔχει, σὺ δ’ οὐχὶ δρᾷς· Φοῖβός τε, Φοῖβος — ἀλλ’ ἄναξ γάρ ἐστ’ ἐμός, σιγῶ· σοφὸς δ’ ὢν οὐκ ἔχρησέ σοι σοφά. αἰνεῖν δ’ ἀνάγκη ταῦτα· τἀντεῦθεν δὲ χρὴ πράσσειν ἃ Μοῖρα Ζεύς τ’ ἔκρανε σοῦ πέρι. Πυλάδῃ μὲν Ἠλέκτραν δὸς ἄλοχον ἐς δόμους, σὺ δ’ Ἄργος ἔκλιπ’· οὐ γὰρ ἔστι σοι πόλιν τήνδ’ ἐμβατεύειν, μητέρα κτείναντι σήν. δειναὶ δὲ κῆρές ⟨σ’⟩ αἱ κυνώπιδες θεαὶ τροχηλατήσουσ’ ἐμμανῆ πλανώμενον. ἐλθὼν δ’ Ἀθήνας Παλλάδος σεμνὸν βρέτας πρόσπτυξον· εἵρξει γάρ νιν ἐπτοημένας δεινοῖς δράκουσιν ὥστε μὴ ψαύειν σέθεν, γοργῶφ’ ὑπερτείνουσα σῷ κάρᾳ κύκλον. ἔστιν δ’ Ἄρεώς τις ὄχθος, οὗ πρῶτον θεοὶ ἕζοντ’ ἐπὶ ψήφοισιν αἵματος πέρι, Ἁλιρρόθιον ὅτ’ ἔκταν’ ὠμόφρων Ἄρης, μῆνιν θυγατρὸς ἀνοσίων νυμφευμάτων, πόντου κρέοντος παῖδ’, ἵν’ εὐσεβεστάτη ψῆφος βεβαία τ’ ἐστὶν †ἔκ τε τοῦ† θεοῖς. ἐνταῦθα καὶ σὲ δεῖ δραμεῖν φόνου πέρι. ἴσαι δέ σ’ ἐκσῴζουσι μὴ θανεῖν δίκῃ ψῆφοι τεθεῖσαι· Λοξίας γὰρ αἰτίαν ἐς αὑτὸν οἴσει, μητέρος χρήσας φόνον. καὶ τοῖσι λοιποῖς ὅδε νόμος τεθήσεται, νικᾶν ἴσαις ψήφοισι τὸν φεύγοντ’ ἀεί. δειναὶ μὲν οὖν θεαὶ τῷδ’ ἄχει πεπληγμέναι πάγον παρ’ αὐτὸν χάσμα δύσονται χθονός, σεμνὸν βροτοῖσιν εὐσεβὲς χρηστήριον· σὲ δ’ Ἀρκάδων χρὴ πόλιν ἐπ’ Ἀλφειοῦ ῥοαῖς οἰκεῖν Λυκαίου πλησίον σηκώματος· ἐπώνυμος δὲ σοῦ πόλις κεκλήσεται. σοὶ μὲν τάδ’ εἶπον· τόνδε δ’ Αἰγίσθου νέκυν Ἄργους πολῖται γῆς καλύψουσιν τάφῳ. μητέρα δὲ τὴν σὴν ἄρτι Ναυπλίαν παρὼν Μενέλαος, ἐξ οὗ Τρωικὴν εἷλε χθόνα, Ἑλένη τε θάψει· Πρωτέως γὰρ ἐκ δόμων ἥκει λιποῦσ’ Αἴγυπτον οὐδ’ ἦλθεν Φρύγας· Ζεὺς δ’, ὡς ἔρις γένοιτο καὶ φόνος βροτῶν, εἴδωλον Ἑλένης ἐξέπεμψ’ ἐς Ἴλιον. Πυλάδης μὲν οὖν κόρην τε καὶ δάμαρτ’ ἔχων Ἀχαιίδος γῆς οἴκαδ’ ἐσπορευέτω, καὶ τὸν λόγῳ σὸν πενθερὸν κομιζέτω Φωκέων ἐς αἶαν καὶ δότω πλούτου βάρος· σὺ δ’ Ἰσθμίας γῆς αὐχέν’ ἐμβαίνω ποδὶ χώρει πρὸς ὄχθον Κεκροπίας εὐδαίμονα. πεπρωμένην γὰρ μοῖραν ἐκπλήσας φόνου εὐδαιμονήσεις τῶνδ’ ἀπαλλαχθεὶς πόνων. [1292] ΧΟΡΌΣ: ὦ παῖδε Διός, θέμις ἐς φθογγὰς τὰς ὑμετέρας ἡμῖν πελάθειν; [1294] ΔΙΌΣΚΟΥΡΟΙ: θέμις, οὐ μυσαραῖς τοῖσδε σφαγίοις. [1295] ἨΛΈΚΤΡΑ: κἀμοὶ μύθου μέτα, Τυνδαρίδαι; [1296] ΔΙΌΣΚΟΥΡΟΙ: καὶ σοί· Φοίβῳ τήνδ’ ἀναθήσω πρᾶξιν φονίαν. [1298] ΧΟΡΌΣ: πῶς ὄντε θεὼ τῆσδέ τ’ ἀδελφὼ τῆς καπφθιμένης οὐκ ἠρκέσατον κῆρας μελάθροις; [1301] ΔΙΌΣΚΟΥΡΟΙ: μοῖρά τ’ ἀνάγκης ἦγ’ ἐς τὸ χρεών, Φοίβου τ’ ἄσοφοι γλώσσης ἐνοπαί. [1303] ἨΛΈΚΤΡΑ: τίς δ’ ἔμ’ Ἀπόλλων, ποῖοι χρησμοὶ φονίαν ἔδοσαν μητρὶ γενέσθαι; [1305] ΔΙΌΣΚΟΥΡΟΙ: κοιναὶ πράξεις, κοινοὶ δὲ πότμοι, μία δ’ ἀμφοτέρους ἄτη πατέρων διέκναισεν. [1308] ὈΡΈΣΤΗΣ: ὦ σύγγονέ μοι, χρονίαν σ’ ἐσιδὼν τῶν σῶν εὐθὺς φίλτρων στέρομαι καὶ σ’ ἀπολείψω σοῦ λειπόμενος. [1311] ΔΙΌΣΚΟΥΡΟΙ: πόσις ἔστ’ αὐτῇ καὶ δόμος· οὐχ ἥδ’ οἰκτρὰ πέπονθεν, πλὴν ὅτι λείπει πόλιν Ἀργείων. [1314] ἨΛΈΚΤΡΑ: καὶ τίνες ἄλλαι στοναχαὶ μείζους ἢ γῆς πατρίας ὅρον ἐκλείπειν; [1316] ὈΡΈΣΤΗΣ: ἀλλ’ ἐγὼ οἴκων ἔξειμι πατρὸς καὶ ἐπ’ ἀλλοτρίαις ψήφοισι φόνον μητρὸς ὑφέξω. [1319] ΔΙΌΣΚΟΥΡΟΙ: θάρσει· Παλλάδος ὁσίαν ἥξεις πόλιν· ἀλλ’ ἀνέχου. [1321] ἨΛΈΚΤΡΑ: περί μοι στέρνοις στέρνα πρόσαψον, σύγγονε φίλτατε· διὰ γὰρ ζευγνῦσ’ ἡμᾶς πατρίων μελάθρων μητρὸς φόνιοι κατάραι. [1325] ὈΡΈΣΤΗΣ: βάλε, πρόσπτυξον σῶμα· θανόντος δ’ ὡς ἐπὶ τύμβῳ καταθρήνησον. [1327] ΔΙΌΣΚΟΥΡΟΙ: φεῦ φεῦ· δεινὸν τόδ’ ἐγηρύσω καὶ θεοῖσι κλύειν. ἔνι γὰρ κἀμοὶ τοῖς τ’ οὐρανίδαις οἶκτοι θνητῶν πολυμόχθων. [1331] ὈΡΈΣΤΗΣ: οὐκέτι σ’ ὄψομαι. [1332] ἨΛΈΚΤΡΑ: οὐδ’ ἐγὼ ἐς σὸν βλέφαρον πελάσω. [1333] ὈΡΈΣΤΗΣ: τάδε λοίσθιά μοι προσφθέγματά σου. [1334] ἨΛΈΚΤΡΑ: ὦ χαῖρε, πόλις· χαίρετε δ’ ὑμεῖς πολλά, πολίτιδες. [1336] ὈΡΈΣΤΗΣ: ὦ πιστοτάτη, στείχεις ἤδη; [1337] ἨΛΈΚΤΡΑ: στείχω βλέφαρον τέγγουσ’ ἁπαλόν. [1340] ὈΡΈΣΤΗΣ: Πυλάδη, χαίρων ἴθι, νυμφεύου δέμας Ἠλέκτρας. [1342] ΔΙΌΣΚΟΥΡΟΙ: τοῖσδε μελήσει γάμος· ἀλλὰ κύνας τάσδ’ ὑποφεύγων στεῖχ’ ἐπ’ Ἀθηνῶν· δεινὸν γὰρ ἴχνος βάλλουσ’ ἐπὶ σοὶ χειροδράκοντες χρῶτα κελαιναί, δεινῶν ὀδυνῶν καρπὸν ἔχουσαι· νὼ δ’ ἐπὶ πόντον Σικελὸν σπουδῇ σῴσοντε νεῶν πρῴρας ἐνάλους. διὰ δ’ αἰθερίας στείχοντε πλακὸς τοῖς μὲν μυσαροῖς οὐκ ἐπαρήγομεν, οἷσιν δ’ ὅσιον καὶ τὸ δίκαιον φίλον ἐν βιότῳ, τούτους χαλεπῶν ἐκλύοντες μόχθων σῴζομεν. οὕτως ἀδικεῖν μηδεὶς θελέτω μηδ’ ἐπιόρκων μέτα συμπλείτω· θεὸς ὢν θνητοῖς ἀγορεύω. [1357] ΧΟΡΌΣ: χαίρετε· χαίρειν δ’ ὅστις δύναται καὶ ξυντυχίᾳ μή τινι κάμνει θνητῶν, εὐδαίμονα πράσσει.