Ἡρακλῆς — Euripides =================== ΕΥΡΙΠΙΔΟΥ ΗΡΑΚΛΗΣ Translation/edition: Greek text (Murray) Language: Ancient Greek Read in Plato Scroll: https://plato-scroll.com/s/eur-heracles/ This file: https://plato-scroll.com/text/eur-heracles-e.txt Other editions of this work: - E. P. Coleridge (1891), modernised by Perseus: https://plato-scroll.com/text/eur-heracles.txt Sources and licences: https://plato-scroll.com/attribution.html Numbers in [brackets] are the edition's reference loci (Stephanus, Bekker, book.line, page...). Superscript numerals refer to the Notes at the end. ## Ἡρακλῆς [1] ἈΜΦΙΤΡΎΩΝ: Τίς τὸν Διὸς σύλλεκτρον οὐκ οἶδεν βροτῶν, Ἀργεῖον Ἀμφιτρύων’, ὃν Ἀλκαῖός ποτε ἔτιχθ’ ὁ Περσέως, πατέρα τόνδ’ Ἡρακλέους; ὃς τάσδε Θήβας ἔσχον, ἔνθ’ ὁ γηγενὴς σπαρτῶν στάχυς ἔβλαστεν, ὧν γένους Ἄρης ἔσωσ’ ἀριθμὸν ὀλίγον, οἳ Κάδμου πόλιν τεκνοῦσι παίδων παισίν. ἔνθεν ἐξέφυ Κρέων Μενοικέως παῖς, ἄναξ τῆσδε χθονός. Κρέων δὲ Μεγάρας τῆσδε γίγνεται πατήρ, ἣν πάντες ὑμεναίοισι Καδμεῖοί ποτε λωτῷ συνηλάλαξαν, ἡνίκ’ εἰς ἐμοὺς δόμους ὁ κλεινὸς Ἡρακλῆς νιν ἤγετο. λιπὼν δὲ Θήβας, οὗ κατῳκίσθην ἐγώ, Μεγάραν τε τήνδε πενθερούς τε παῖς ἐμὸς Ἀργεῖα τείχη καὶ Κυκλωπίαν πόλιν ὠρέξατ’ οἰκεῖν, ἣν ἐγὼ φεύγω κτανὼν Ἠλεκτρύωνα· συμφορὰς δὲ τὰς ἐμὰς ἐξευμαρίζων καὶ πάτραν οἰκεῖν θέλων, καθόδου δίδωσι μισθὸν Εὐρυσθεῖ μέγαν, ἐξημερῶσαι γαῖαν, εἴθ’ Ἥρας ὕπο κέντροις δαμασθεὶς εἴτε τοῦ χρεὼν μέτα. καὶ τοὺς μὲν ἄλλους ἐξεμόχθησεν πόνους, τὸ λοίσθιον δὲ Ταινάρου διὰ στόμα βέβηκ’ ἐς Ἅιδου, τὸν τρισώματον κύνα ἐς φῶς ἀνάξων, ἔνθεν οὐχ ἥκει πάλιν. γέρων δὲ δή τις ἔστι Καδμείων λόγος ὡς ἦν πάρος Δίρκης τις εὐνήτωρ Λύκος τὴν ἑπτάπυργον τήνδε δεσπόζων πόλιν, τὼ λευκοπώλω πρὶν τυραννῆσαι χθονὸς Ἀμφίον’ ἠδὲ Ζῆθον, ἐκγόνω Διός. οὗ ταὐτὸν ὄνομα παῖς πατρὸς κεκλημένος, Καδμεῖος οὐκ ὤν, ἀλλ’ ἀπ’ Εὐβοίας μολών, κτείνει Κρέοντα καὶ κτανὼν ἄρχει χθονός, στάσει νοσοῦσαν τήνδ’ ἐπεσπεσὼν πόλιν. ἡμῖν δὲ κῆδος ἐς Κρέοντ’ ἀνημμένον κακὸν μέγιστον, ὡς ἔοικε, γίγνεται. τοὐμοῦ γὰρ ὄντος παιδὸς ἐν μυχοῖς χθονὸς ὁ καινὸς οὗτος τῆσδε γῆς ἄρχων Λύκος τοὺς Ἡρακλείους παῖδας ἐξελεῖν θέλει κτανὼν δάμαρτά ⟨θ’⟩, ὡς φόνῳ σβέσῃ φόνον, κἄμ’ — εἴ τι δὴ χρὴ κἄμ’ ἐν ἀνδράσιν λέγειν γέροντ’ ἀχρεῖον — μή ποθ’ οἵδ’ ἠνδρωμένοι μήτρωσιν ἐκπράξωσιν αἵματος δίκην. ἐγὼ δέ — λείπει γάρ με τοῖσδ’ ἐν δώμασιν τροφὸν τέκνων οἰκουρόν, ἡνίκα χθονὸς μέλαιναν ὄρφνην εἰσέβαινε, παῖς ἐμός — σὺν μητρί, τέκνα μὴ θάνωσ’ Ἡρακλέους, βωμὸν καθίζω τόνδε σωτῆρος Διός, ὃν καλλινίκου δορὸς ἄγαλμ’ ἱδρύσατο Μινύας κρατήσας οὑμὸς εὐγενὴς τόκος. πάντων δὲ χρεῖοι τάσδ’ ἕδρας φυλάσσομεν, σίτων ποτῶν ἐσθῆτος, ἀστρώτῳ πέδῳ πλευρὰς τιθέντες· ἐκ γὰρ ἐσφραγισμένοι δόμων καθήμεθ’ ἀπορίᾳ σωτηρίας. φίλων δὲ τοὺς μὲν οὐ σαφεῖς ὁρῶ φίλους, οἳ δ’ ὄντες ὀρθῶς ἀδύνατοι προσωφελεῖν. τοιοῦτον ἀνθρώποισιν ἡ δυσπραξία· ἧς μήποθ’ ὅστις καὶ μέσως εὔνους ἐμοὶ τύχοι, φίλων ἔλεγχον ἀψευδέστατον. [60] ΜΕΓΆΡΑ: ὦ πρέσβυ, Ταφίων ὅς ποτ’ ἐξεῖλες πόλιν στρατηλατήσας κλεινὰ Καδμείων δορός, ὡς οὐδὲν ἀνθρώποισι τῶν θείων σαφές. ἐγὼ γὰρ οὔτ’ ἐς πατέρ’ ἀπηλάθην τύχης, ὃς οὕνεκ’ ὄλβου μέγας ἐκομπάσθη ποτέ, ἔχων τυραννίδ’, ἧς μακραὶ λόγχαι πέρι πηδῶσ’ ἔρωτι σώματ’ εἰς εὐδαίμονα, ἔχων δὲ τέκνα· κἄμ’ ἔδωκε παιδὶ σῷ ἐπίσημον εὐνὴν Ἡρακλεῖ συνοικίσας. καὶ νῦν ἐκεῖνα μὲν θανόντ’ ἀνέπτατο, ἐγὼ δὲ καὶ σὺ μέλλομεν θνῄσκειν, γέρον, οἵ θ’ Ἡράκλειοι παῖδες, οὓς ὑπὸ πτεροῖς σῴζω νεοσσοὺς ὄρνις ὣς ὑφειμένη. οἳ δ’ εἰς ἔλεγχον ἄλλος ἄλλοθεν πίτνων, Ὦ μῆτερ, αὐδᾷ, ποῖ πατὴρ ἄπεστι γῆς; τί δρᾷ, πόθ’ ἥξει; τῷ νέῳ δ’ ἐσφαλμένοι ζητοῦσι τὸν τεκόντ’· ἐγὼ δὲ διαφέρω λόγοισι, μυθεύουσα. θαυμάζων δ’ ὅταν πύλαι ψοφῶσι, πᾶς ἀνίστησιν πόδα, ὡς πρὸς πατρῷον προσπεσούμενοι γόνυ. νῦν οὖν τίν’ ἐλπίδ’ ἢ πέδον σωτηρίας ἐξευμαρίζῃ, πρέσβυ; πρὸς σὲ γὰρ βλέπω. ὡς οὔτε γαίας ὅρι’ ἂν ἐκβαῖμεν λάθρᾳ· φυλακαὶ γὰρ ἡμῶν κρείσσονες κατ’ ἐξόδους· οὔτ’ ἐν φίλοισιν ἐλπίδες σωτηρίας ἔτ’ εἰσὶν ἡμῖν. ἥντιν’ οὖν γνώμην ἔχεις λέγ’ ἐς τὸ κοινόν, μὴ θανεῖν ἕτοιμον ᾖ. [88] ἈΜΦΙΤΡΎΩΝ: ὦ θύγατερ, οὔτοι ῥᾴδιον τὰ τοιάδε φαύλως παραινεῖν, σπουδάσαντ’ ἄνευ πόνου· χρόνον δὲ μηκύνωμεν ὄντες ἀσθενεῖς. [90] ΜΕΓΆΡΑ: λύπης τι προσδεῖς ἢ φιλεῖς οὕτω φάος; [91] ἈΜΦΙΤΡΎΩΝ: καὶ τῷδε χαίρω καὶ φιλῶ τὰς ἐλπίδας. [92] ΜΕΓΆΡΑ: κἀγώ· δοκεῖν δὲ τἀδόκητ’ οὐ χρή, γέρον. [93] ἈΜΦΙΤΡΎΩΝ: ἐν ταῖς ἀναβολαῖς τῶν κακῶν ἔνεστ’ ἄκη. [94] ΜΕΓΆΡΑ: ὁ δ’ ἐν μέσῳ με λυπρὸς ὢν δάκνει χρόνος. [95] ἈΜΦΙΤΡΎΩΝ: ἔτ’ ἂν γένοιτ’, ὦ θύγατερ, οὔριος δρόμος ἐκ τῶν παρόντων τῶνδ’ ἐμοὶ καὶ σοὶ κακῶν, ἔλθοι τ’ ἔτ’ ἂν παῖς οὑμός, εὐνήτωρ δὲ σός. ἀλλ’ ἡσύχαζε καὶ δακρυρρόους τέκνων πηγὰς ἀφαίρει καὶ παρευκήλει λόγοις, κλέπτουσα μύθοις ἀθλίους κλοπὰς ὅμως. κάμνουσι γάρ τοι καὶ βροτῶν αἱ συμφοραί, καὶ πνεύματ’ ἀνέμων οὐκ ἀεὶ ῥώμην ἔχει· οἵ τ’ εὐτυχοῦντες διὰ τέλους οὐκ εὐτυχεῖς. ἐξίσταται γὰρ πάντ’ ἀπ’ ἀλλήλων δίχα. οὗτος δ’ ἀνὴρ ἄριστος ὅστις ἐλπίσι πέποιθεν αἰεί· τὸ δ’ ἀπορεῖν ἀνδρὸς κακοῦ. [107] ΧΟΡΌΣ: —ὑπώροφα μέλαθρα καὶ γεραιὰ δέμνι’, ἀμφὶ βάκτροις ἔρεισμα θέμενος, ἐστάλην ἰηλέμων γόων ἀοι- δὸς ὥστε πολιὸς ὄρνις, ἔπεα μόνον καὶ δόκη- μα νυκτερωπὸν ἐννύχων ὀνείρων, τρομερὰ μέν, ἀλλ’ ὅμως πρόθυμ’. ὦ τέκεα, τέκεα πατρὸς ἀπάτορ’, ὦ γεραιὲ σύ τε τάλαινα μᾶ- τερ, ἃ τὸν Ἀίδα δόμοις πόσιν ἀναστενάζεις. [119] ΧΟΡΌΣ: —μὴ προκάμητε πόδα βαρύ τε κῶλον ὥστε πρὸς πετραῖον λέπας †ζυγηφόρον πῶλον ἀνέντες ὡς βάρος φέρον τροχηλάτοιο πώλου†. λαβοῦ χερῶν καὶ πέπλων, ὅτου λέλοιπε ποδὸς ἀμαυρὸν ἴχνος· γέρων γέροντα παρακόμιζ’, ᾧ ξύνοπλα δόρατα νέα νέῳ τὸ πάρος ἐν ἡλίκων πόνοις ξυνῆν ποτ’, εὐκλεεστάτας [130] ΧΟΡΌΣ: —ἴδετε, πατέρος ὡς γορ- γῶπες αἵδε προσφερεῖς ὀμμάτων αὐγαί, τὸ δὲ κακοτυχὲς οὐ λέλοιπεν ἐκ τέκνων οὐδ’ ἀποίχεται χάρις. Ἑλλὰς ὦ ξυμμάχους οἵους οἵους ὀλέσα- σα τούσδ’ ἀποστερήσῃ. [138] ΧΟΡΌΣ: —ἀλλ’ εἰσορῶ γὰρ τῆσδε κοίρανον χθονὸς Λύκον περῶντα τῶνδε δωμάτων πέλας. [140] ΛΎΚΟΣ: τὸν Ἡράκλειον πατέρα καὶ ξυνάορον, εἰ χρή μ’, ἐρωτῶ· χρὴ δ’, ἐπεί γε δεσπότης ὑμῶν καθέστηχ’, ἱστορεῖν ἃ βούλομαι. τίν’ ἐς χρόνον ζητεῖτε μηκῦναι βίον; τίν’ ἐλπίδ’ ἀλκήν τ’ εἰσορᾶτε μὴ θανεῖν; ἢ τὸν παρ’ Ἅιδῃ πατέρα τῶνδε κείμενον πιστεύεθ’ ἥξειν; ὡς ὑπὲρ τὴν ἀξίαν τὸ πένθος αἴρεσθ’, εἰ θανεῖν ὑμᾶς χρεών, σὺ μὲν καθ’ Ἑλλάδ’ ἐκβαλὼν κόμπους κενούς, ὡς σύγγαμός σοι Ζεὺς τέκ⟨νου τε κ⟩οινεών, σὺ δ’ ὡς ἀρίστου φωτὸς ἐκλήθης δάμαρ. τί δὴ τὸ σεμνὸν σῷ κατείργασται πόσει, ὕδραν ἕλειον εἰ διώλεσε κτανὼν ἢ τὸν Νέμειον θῆρα; ὃν ἐν βρόχοις ἑλὼν βραχίονός φησ’ ἀγχόναισιν ἐξελεῖν. τοῖσδ’ ἐξαγωνίζεσθε; τῶνδ’ ἄρ’ οὕνεκα τοὺς Ἡρακλείους παῖδας οὐ θνῄσκειν χρεών; ὃς ἔσχε δόξαν οὐδὲν ὢν εὐψυχίας θηρῶν ἐν αἰχμῇ, τἄλλα δ’ οὐδὲν ἄλκιμος, ὃς οὔποτ’ ἀσπίδ’ ἔσχε πρὸς λαιᾷ χερὶ οὐδ’ ἦλθε λόγχης ἐγγύς, ἀλλὰ τόξ’ ἔχων, κάκιστον ὅπλον, τῇ φυγῇ πρόχειρος ἦν. ἀνδρὸς δ’ ἔλεγχος οὐχὶ τόξ’ εὐψυχίας, ἀλλ’ ὃς μένων βλέπει τε κἀντιδέρκεται δορὸς ταχεῖαν ἄλοκα τάξιν ἐμβεβώς. ἔχει δὲ τοὐμὸν οὐκ ἀναίδειαν, γέρον, ἀλλ’ εὐλάβειαν· οἶδα γὰρ κατακτανὼν Κρέοντα πατέρα τῆσδε καὶ θρόνους ἔχων. οὔκουν τραφέντων τῶνδε τιμωροὺς ἐμοὺς χρῄζω λιπέσθαι τῶν δεδραμένων δίκην. [170] ἈΜΦΙΤΡΎΩΝ: τῷ τοῦ Διὸς μὲν Ζεὺς ἀμυνέτω μέρει παιδός· τὸ δ’ εἰς ἔμ’, Ἡράκλεις, ἐμοὶ μέλει λόγοισι τὴν τοῦδ’ ἀμαθίαν ὑπὲρ σέθεν δεῖξαι· κακῶς γάρ σ’ οὐκ ἐατέον κλύειν. πρῶτον μὲν οὖν τἄρρητ’ — ἐν ἀρρήτοισι γὰρ τὴν σὴν νομίζω δειλίαν, Ἡράκλεες — σὺν μάρτυσιν θεοῖς δεῖ μ’ ἀπαλλάξαι σέθεν. Διὸς κεραυνόν τ’ ἠρόμην τέθριππά τε, ἐν οἷς βεβηκὼς τοῖσι γῆς βλαστήμασιν Γίγασι πλευροῖς πτήν’ ἐναρμόσας βέλη τὸν καλλίνικον μετὰ θεῶν ἐκώμασεν· τετρασκελές θ’ ὕβρισμα, Κενταύρων γένος, Φολόην ἐπελθών, ὦ κάκιστε βασιλέων, ἐροῦ τίν’ ἄνδρ’ ἄριστον ἐγκρίνειαν ἄν, ἢ οὐ παῖδα τὸν ἐμόν, ὃν σὺ φῂς εἶναι δοκεῖν. Δίρφυν τ’ ἐρωτῶν ἥ σ’ ἔθρεψ’ Ἀβαντίδα … οὐκ ἄν σ’ ἐπαινέσειεν· οὐ γὰρ ἔσθ’ ὅπου ἐσθλόν τι δράσας μάρτυρ’ ἂν λάβοις πάτραν. τὸ πάνσοφον δ’ εὕρημα, τοξήρη σαγήν, μέμφῃ· κλύων νῦν τἀπ’ ἐμοῦ σοφὸς γενοῦ. ἀνὴρ ὁπλίτης δοῦλός ἐστι τῶν ὅπλων καὶ τοῖσι συνταχθεῖσιν οὖσι μὴ ἀγαθοῖς αὐτὸς τέθνηκε δειλίᾳ τῇ τῶν πέλας, θραύσας τε λόγχην οὐκ ἔχει τῷ σώματι θάνατον ἀμῦναι, μίαν ἔχων ἀλκὴν μόνον· ὅσοι δὲ τόξοις χεῖρ’ ἔχουσιν εὔστοχον, ἓν μὲν τὸ λῷστον, μυρίους οἰστοὺς ἀφεὶς ἄλλοις τὸ σῶμα ῥύεται μὴ κατθανεῖν, ἑκὰς δ’ ἀφεστὼς πολεμίους ἀμύνεται τυφλοῖς ὁρῶντας οὐτάσας τοξεύμασιν τὸ σῶμά τ’ οὐ δίδωσι τοῖς ἐναντίοις, ἐν εὐφυλάκτῳ δ’ ἐστί· τοῦτο δ’ ἐν μάχῃ σοφὸν μάλιστα, δρῶντα πολεμίους κακῶς σῴζειν τὸ σῶμα, μὴ ’κ τύχης ὡρμισμένον. λόγοι μὲν οἵδε τοῖσι σοῖς ἐναντίαν γνώμην ἔχουσι τῶν καθεστώτων πέρι. παῖδας δὲ δὴ τί τούσδ’ ἀποκτεῖναι θέλεις; τί σ’ οἵδ’ ἔδρασαν; ἕν τί σ’ ἡγοῦμαι σοφόν, εἰ τῶν ἀρίστων τἄκγον’ αὐτὸς ὢν κακὸς δέδοικας. ἀλλὰ τοῦθ’ ὅμως ἡμῖν βαρύ, εἰ δειλίας σῆς κατθανούμεθ’ εἵνεκα, ὃ χρῆν σ’ ὑφ’ ἡμῶν τῶν ἀμεινόνων παθεῖν, εἰ Ζεὺς δικαίας εἶχεν εἰς ἡμᾶς φρένας. εἰ δ’ οὖν ἔχειν γῆς σκῆπτρα τῆσδ’ αὐτὸς θέλεις, ἔασον ἡμᾶς φυγάδας ἐξελθεῖν χθονός· βίᾳ δὲ δράσῃς μηδέν, ἢ πείσῃ βίαν, ὅταν θεοῦ σοι πνεῦμα μεταβαλὸν τύχῃ. [217] ἈΜΦΙΤΡΎΩΝ: φεῦ· ὦ γαῖα Κάδμου· καὶ γὰρ ἐς σὲ ἀφίξομαι λόγους ὀνειδιστῆρας ἐνδατούμενος· τοιαῦτ’ ἀμύνεθ’ Ἡρακλεῖ τέκνοισί τε; ὃς εἷς Μινύαισι πᾶσι διὰ μάχης μολὼν Θήβαις ἔθηκεν ὄμμ’ ἐλεύθερον βλέπειν. οὐδ’ Ἑλλάδ’ ᾔνεσ’ — οὐδ’ ἀνέξομαί ποτε σιγῶν — κακίστην λαμβάνων ἐς παῖδ’ ἐμόν, ἣν χρῆν νεοσσοῖς τοῖσδε πῦρ λόγχας ὅπλα φέρουσαν ἐλθεῖν, ποντίων καθαρμάτων χέρσου τ’ ἀμοιβάς — ὧν ἐμόχθησας χάριν. τὰ δ’, ὦ τέκν’, ὑμῖν οὔτε Θηβαίων πόλις οὔθ’ Ἑλλὰς ἀρκεῖ· πρὸς δ’ ἔμ’ ἀσθενῆ φίλον δεδόρκατ’, οὐδὲν ὄντα πλὴν γλώσσης ψόφον. ῥώμη γὰρ ἐκλέλοιπεν ἣν πρὶν εἴχομεν, γήρᾳ δὲ τρομερὰ γυῖα κἀμαυρὸν σθένος. εἰ δ’ ἦ νέος τε κἄτι σώματος κρατῶν, λαβὼν ἂν ἔγχος τοῦδε τοὺς ξανθοὺς πλόκους καθῃμάτωσ’ ἄν, ὥστ’ Ἀτλαντικῶν πέραν φεύγειν ὅρων ἂν δειλίᾳ τοὐμὸν δόρυ. [236] ΧΟΡΌΣ: ἆρ’ οὐκ ἀφορμὰς τοῖς λόγοισιν ἁγαθοὶ θνητῶν ἔχουσι, κἂν βραδύς τις ᾖ λέγειν; [238] ΛΎΚΟΣ: σὺ μὲν λέγ’ ἡμᾶς οἷς πεπύργωσαι λόγοις, ἐγὼ δὲ δράσω σ’ ἀντὶ τῶν λόγων κακῶς. ἄγ’, οἳ μὲν Ἑλικῶν’, οἳ δὲ Παρνασοῦ πτυχὰς τέμνειν ἄνωχθ’ ἐλθόντες ὑλουργοὺς δρυὸς κορμούς· ἐπειδὰν δ’ ἐσκομισθῶσιν πόλει, βωμὸν πέριξ νήσαντες ἀμφήρη ξύλα ἐμπίμπρατ’ αὐτῶν καὶ πυροῦτε σώματα πάντων, ἵν’ εἰδῶσ’ οὕνεκ’ οὐχ ὁ κατθανὼν κρατεῖ χθονὸς τῆσδ’, ἀλλ’ ἐγὼ τὰ νῦν τάδε. ὑμεῖς δέ, πρέσβεις, ταῖς ἐμαῖς ἐναντίοι γνώμαισιν ὄντες, οὐ μόνον στενάξετε τοὺς Ἡρακλείους παῖδας, ἀλλὰ καὶ δόμου τύχας, ὅταν πάσχῃ τι, μεμνήσεσθε δὲ δοῦλοι γεγῶτες τῆς ἐμῆς τυραννίδος. [252] ΧΟΡΌΣ: — ὦ γῆς λοχεύμαθ’, οὓς Ἄρης σπείρει ποτὲ λάβρον δράκοντος ἐξερημώσας γένυν, οὐ σκῆπτρα, χειρὸς δεξιᾶς ἐρείσματα, ἀρεῖτε καὶ τοῦδ’ ἀνδρὸς ἀνόσιον κάρα καθαιματώσεθ’, ὅστις οὐ Καδμεῖος ὢν ἄρχει κάκιστος τῶν νέων ἔπηλυς ὤν; ἀλλ’ οὐκ ἐμοῦ γε δεσπόσεις χαίρων ποτέ. — οὐδ’ ἁπόνησα πόλλ’ ἐγὼ καμὼν χερὶ ἕξεις. ἀπέρρων δ’ ἔνθεν ἦλθες ἐνθάδε, ὕβριζ’. ἐμοῦ γὰρ ζῶντος οὐ κτενεῖς ποτε τοὺς Ἡρακλείους παῖδας. οὐ τοσόνδε γῆς ἔνερθ’ ἐκεῖνος κρύπτεται λιπὼν τέκνα. — ἐπεὶ σὺ μὲν γῆν τήνδε διολέσας ἔχεις, ὃ δ’ ὠφελήσας ἀξίων οὐ τυγχάνει. — κἄπειτα πράσσω πόλλ’ ἐγώ, φίλους ἐμοὺς θανόντας εὖ δρῶν, οὗ φίλων μάλιστα δεῖ; — ὦ δεξιὰ χείρ, ὡς ποθεῖς λαβεῖν δόρυ, ἐν δ’ ἀσθενείᾳ τὸν πόθον διώλεσας. ἐπεί σ’ ἔπαυσ’ ἂν δοῦλον ἐννέποντά με καὶ τάσδε Θήβας εὐκλεῶς ᾠκήσαμεν. ἐν αἷς σὺ χαίρεις· οὐ γὰρ εὖ φρονεῖ πόλις στάσει νοσοῦσα καὶ κακοῖς βουλεύμασιν. οὐ γάρ ποτ’ ἂν σὲ δεσπότην ἐκτήσατο. [275] ΜΕΓΆΡΑ: γέροντες, αἰνῶ· τῶν φίλων γὰρ οὕνεκα ὀργὰς δικαίας τοὺς φίλους ἔχειν χρεών· ἡμῶν δ’ ἕκατι δεσπόταις θυμούμενοι πάθητε μηδέν. τῆς δ’ ἐμῆς, Ἀμφιτρύων, γνώμης ἄκουσον, ἤν τί σοι δοκῶ λέγειν. ἐγὼ φιλῶ μὲν τέκνα· πῶς γὰρ οὐ φιλῶ ἅτικτον, ἁμόχθησα; καὶ τὸ κατθανεῖν δεινὸν νομίζω· τῷ δ’ ἀναγκαίῳ τρόπῳ ὃς ἀντιτείνει σκαιὸν ἡγοῦμαι βροτόν. ἡμᾶς δ’, ἐπειδὴ δεῖ θανεῖν, θνῄσκειν χρεὼν μὴ πυρὶ καταξανθέντας, ἐχθροῖσιν γέλων διδόντας, οὑμοὶ τοῦ θανεῖν μεῖζον κακόν. ὀφείλομεν γὰρ πολλὰ δώμασιν καλά· σὲ μὲν δόκησις ἔλαβεν εὐκλεὴς δορός, ὥστ’ οὐκ ἀνεκτὸν δειλίας θανεῖν σ’ ὕπο· οὑμὸς δ’ ἀμαρτύρητος εὐκλεὴς πόσις, ὡς τούσδε παῖδας οὐκ ἂν ἐκσῶσαι θέλοι δόξαν κακὴν λαβόντας· οἱ γὰρ εὐγενεῖς κάμνουσι τοῖς αἰσχροῖσι τῶν τέκνων ὕπερ, ἐμοί τε μίμημ’ ἀνδρὸς οὐκ ἀπωστέον. [295] ΜΕΓΆΡΑ: σκέψαι δὲ τὴν σὴν ἐλπίδ’ ᾗ λογίζομαι· ἥξειν νομίζεις παῖδα σὸν γαίας ὕπο; καὶ τίς θανόντων ἦλθεν ἐξ Ἅιδου πάλιν; ἀλλ’ ὡς λόγοισι τόνδε μαλθάξαιμεν ἄν; ἥκιστα· φεύγειν σκαιὸν ἄνδρ’ ἐχθρὸν χρεών, σοφοῖσι δ’ εἴκειν καὶ τεθραμμένοις καλῶς· ῥᾷον γὰρ αἰδοῦς ὑπολαβὼν φίλ’ ἂν τέμοις. ἤδη δ’ ἐσῆλθέ μ’ εἰ παραιτησαίμεθα φυγὰς τέκνων τῶνδ’· ἀλλὰ καὶ τόδ’ ἄθλιον, πενίᾳ σὺν οἰκτρᾷ περιβαλεῖν σωτηρίαν· ὡς τὰ ξένων πρόσωπα φεύγουσιν φίλοις ἓν ἦμαρ ἡδὺ βλέμμ’ ἔχειν φασὶν μόνον. τόλμα μεθ’ ἡμῶν θάνατον, ὃς μένει σ’ ὅμως. προκαλούμεθ’ εὐγένειαν, ὦ γέρον, σέθεν· τὰς τῶν θεῶν γὰρ ὅστις ἐκμοχθεῖ τύχας, πρόθυμός ἐστιν, ἡ προθυμία δ’ ἄφρων· ὃ χρὴ γὰρ οὐδεὶς μὴ χρεὼν θήσει ποτέ. [312] ΧΟΡΌΣ: εἰ μὲν σθενόντων τῶν ἐμῶν βραχιόνων ἦν τίς σ’ ὑβρίζων, ῥᾳδίως ἐπαύσατ’ ἄν· νῦν δ’ οὐδέν ἐσμεν. σὸν δὲ τοὐντεῦθεν σκοπεῖν ὅπως διώσῃ τὰς τύχας, Ἀμφιτρύων. [316] ἈΜΦΙΤΡΎΩΝ: οὔτοι τὸ δειλὸν οὐδὲ τοῦ βίου πόθος θανεῖν ἐρύκει μ’, ἀλλὰ παιδὶ βούλομαι σῷσαι τέκν’· ἄλλως δ’ ἀδυνάτων ἔοικ’ ἐρᾶν. ἰδοὺ πάρεστιν ἥδε φασγάνῳ δέρη κεντεῖν φονεύειν, ἱέναι πέτρας ἄπο. μίαν δὲ νῷν δὸς χάριν, ἄναξ, ἱκνούμεθα· κτεῖνόν με καὶ τήνδ’ ἀθλίαν παίδων πάρος, ὡς μὴ τέκν’ εἰσίδωμεν, ἀνόσιον θέαν, ψυχορραγοῦντα καὶ καλοῦντα μητέρα πατρός τε πατέρα. τἄλλα δ’, εἰ πρόθυμος εἶ, πρᾶσσ’· οὐ γὰρ ἀλκὴν ἔχομεν ὥστε μὴ θανεῖν. [327] ΜΕΓΆΡΑ: κἀγώ σ’ ἱκνοῦμαι χάριτι προσθεῖναι χάριν, ⟨ἡμῖν⟩ ἵν’ ἀμφοῖν εἷς ὑπουργήσῃς διπλᾶ· κόσμον πάρες μοι παισὶ προσθεῖναι νεκρῶν, δόμους ἀνοίξας — νῦν γὰρ ἐκκεκλῄμεθα — ὡς ἀλλὰ ταῦτά γ’ ἀπολάχωσ’ οἴκων πατρός. [332] ΛΎΚΟΣ: ἔσται τάδ’· οἴγειν κλῇθρα προσπόλοις λέγω. κοσμεῖσθ’ ἔσω μολόντες· οὐ φθονῶ πέπλων. ὅταν δὲ κόσμον περιβάλησθε σώμασιν, ἥξω πρὸς ὑμᾶς νερτέρᾳ δώσων χθονί. [336] ΜΕΓΆΡΑ: ὦ τέκν’, ὁμαρτεῖτ’ ἀθλίῳ μητρὸς ποδὶ πατρῷον ἐς μέλαθρον, οὗ τῆς οὐσίας ἄλλοι κρατοῦσι, τὸ δ’ ὄνομ’ ἔσθ’ ἡμῶν ἔτι. [339] ἈΜΦΙΤΡΎΩΝ: ὦ Ζεῦ, μάτην ἄρ’ ὁμόγαμόν σ’ ἐκτησάμην, μάτην δὲ παιδὸς κοινεῶν’ ἐκλῄζομεν· σὺ δ’ ἦσθ’ ἄρ’ ἥσσων ἢ ’δόκεις εἶναι φίλος. ἀρετῇ σε νικῶ θνητὸς ὢν θεὸν μέγαν· παῖδας γὰρ οὐ προύδωκα τοὺς Ἡρακλέους. σὺ δ’ ἐς μὲν εὐνὰς κρύφιος ἠπίστω μολεῖν, τἀλλότρια λέκτρα δόντος οὐδενὸς λαβών, σῴζειν δὲ τοὺς σοὺς οὐκ ἐπίστασαι φίλους. ἀμαθής τις εἶ θεός, ἢ δίκαιος οὐκ ἔφυς. [348] ΧΟΡΌΣ: —αἲ Λίνον μὲν ἐπ’ εὐτυχεῖ μολπᾷ Φοῖβος ἰαχεῖ τὸν κάλλει φθιτόν, κιθάραν ἐλαύνων πλήκτρῳ χρυσέῳ· ἐγὼ δὲ τὸν γᾶς ἐνέρων τ’ ἐς ὄρφναν μολόντα, παῖδ’ εἴτε Διός νιν εἴπω, εἴτ’ Ἀμφιτρύωνος ἶνιν, ὑμνῆσαι στεφάνωμα μό- χθων δι’ εὐλογίας θέλω. γενναίων δ’ ἀρεταὶ πόνων τοῖς θανοῦσιν ἄγαλμα. [359] ΧΟΡΌΣ: —πρῶτον μὲν Διὸς ἄλσος ἠρήμωσε λέοντος, πυρσῷ δ’ ἀμφεκαλύφθη ξανθὸν κρᾶτ’ ἐπινωτίσας δεινῷ χάσματι θηρός· [364] ΧΟΡΌΣ: —τάν τ’ ὀρεινόμον ἀγρίων Κενταύρων ποτὲ γένναν ἔστρωσεν τόξοις φονίοις, ἐναίρων πτανοῖς βέλεσιν. ξύνοιδε Πηνειὸς ὁ καλ- λιδίνας μακραί τ’ ἄρου- ραι πεδίων ἄκαρποι καὶ Πηλιάδες θεράπναι σύγχορτοί τ’ Ὀμόλας ἔναυ- λοι, πεύκαισιν ὅθεν χέρας πληροῦντες χθόνα Θεσσαλῶν ἱππείαις ἐδάμαζον· [375] ΧΟΡΌΣ: —τάν τε χρυσοκάρανον δόρκαν ποικιλόνωτον συλήτειραν ἀγρωστᾶν κτείνας, θηροφόνον θεὰν Οἰνωᾶτιν ἀγάλλει· [380] ΧΟΡΌΣ: —τεθρίππων τ’ ἐπέβα καὶ ψαλίοις ἐδάμασε πώλους Διομήδεος, αἳ φονίαισι φάτναις ἀχάλιν’ ἐθόα- ζον κάθαιμα σῖτα γένυσι, χαρμοναῖσιν ἀνδροβρῶσι δυστράπεζοι· πέραν δ’ ἀργυρορρύτων Ἕβρου διεπέρασεν ὄχθων, Μυκηναίῳ πονῶν τυράννῳ. [389] ΧΟΡΌΣ: —ἄν τε Πηλιάδ’ ἀκτὰν Ἀναύρου παρὰ πηγὰς Κύκνον ξεινοδαΐκταν τόξοις ὤλεσεν, Ἀμφαναί- ας οἰκήτορ’ ἄμεικτον· [394] ΧΟΡΌΣ: —ὑμνῳδούς τε κόρας ἤλυθεν ἑσπέριον ἐς αὐλάν, χρυσέων πετάλων ἄπο μηλοφόρον χερὶ καρπὸν ἀμέρ- ξων, δράκοντα πυρσόνωτον, ὅς ⟨σφ’⟩ ἄπλατον ἀμφελικτὸς ἕλικ’ ἐφρούρει, κτανών· ποντίας θ’ ἁλὸς μυχοὺς εἰσέβαινε, θνατοῖς γαλανείας τιθεὶς ἐρετμοῖς· [403] ΧΟΡΌΣ: —οὐρανοῦ θ’ ὑπὸ μέσσαν ἐλαύνει χέρας ἕδραν, Ἄτλαντος δόμον ἐλθών, ἀστρωπούς τε κατέσχεν οἴ- κους εὐανορίᾳ θεῶν· [408] ΧΟΡΌΣ: —τὸν ἱππευτάν τ’ Ἀμαζό- νων στρατὸν Μαιῶτιν ἀμφὶ πολυπόταμον ἔβα δι’ Ἄ- ξεινον οἶδμα λίμνας, τίν’ οὐκ ἀφ’ Ἑλλανίας ἄγορον ἁλίσας φίλων, †κόρας Ἀρείας πέπλων χρυσεόστολον φάρος,† ζωστῆρος ὀλεθρίους ἄγρας. τὰ κλεινὰ δ’ Ἑλλὰς ἔλαβε βαρ- βάρου κόρας λάφυρα, καὶ σῴζεται Μυκήναις. [419] ΧΟΡΌΣ: —τάν τε μυριόκρανον πολύφονον κύνα Λέρνας ὕδραν ἐξεπύρωσεν, βέλεσί τ’ ἀμφέβαλ’ ⟨ἰόν⟩, τὸν τρισώματον οἷσιν ἔ- κτα βοτῆρ’ Ἐρυθείας. [425] ΧΟΡΌΣ: —δρόμων τ’ ἄλλων ἀγάλματ’ εὐτυχῆ διῆλθε· τόν τε πολυδάκρυον ἔπλευσ’ ἐς Ἅι- δαν, πόνων τελευτάν, ἵν’ ἐκπεραίνει τάλας βίοτον, οὐδ’ ἔβα πάλιν. στέγαι δ’ ἔρημοι φίλων, τὰν δ’ ἀνόστιμον τέκνων Χάρωνος ἐπιμένει πλάτα βίου κέλευθον ἄθεον ἄδι- κον· ἐς δὲ σὰς χέρας βλέπει δώματ’ οὐ παρόντος. [436] ΧΟΡΌΣ: —εἰ δ’ ἐγὼ σθένος ἥβων δόρυ τ’ ἔπαλλον ἐν αἰχμᾷ, Καδμείων τε σύνηβοι, τέκεσιν ἂν προπαρέσταν ἀλκᾷ· νῦν δ’ ἀπολείπομαι τᾶς εὐδαίμονος ἥβας. [442] ΧΟΡΌΣ: —ἀλλ’ ἐσορῶ γὰρ τούσδε φθιμένων ἔνδυτ’ ἔχοντας, τοὺς τοῦ μεγάλου δή ποτε παῖδας τὸ πρὶν Ἡρακλέους, ἄλοχόν τε φίλην ὑπὸ σειραίοις ποσὶν ἕλκουσαν τέκνα, καὶ γεραιὸν πατέρ’ Ἡρακλέους. δύστηνος ἐγώ, δακρύων ὡς οὐ δύναμαι κατέχειν γραίας ὄσσων ἔτι πηγάς. [451] ΜΕΓΆΡΑ: εἶἑν· τίς ἱερεύς, τίς σφαγεὺς τῶν δυσπότμων [ἢ τῆς ταλαίνης τῆς ἐμῆς ψυχῆς φονεύς;] ἕτοιμ’ ἄγειν τὰ θύματ’ εἰς Ἅιδου τάδε. ὦ τέκν’, ἀγόμεθα ζεῦγος οὐ καλὸν νεκρῶν, ὁμοῦ γέροντες καὶ νέοι καὶ μητέρες. ὦ μοῖρα δυστάλαιν’ ἐμή τε καὶ τέκνων τῶνδ’, οὓς πανύστατ’ ὄμμασιν προσδέρκομαι … ἔτεκον μὲν ὑμᾶς, πολεμίοις δ’ ἐθρεψάμην ὕβρισμα κἀπίχαρμα καὶ διαφθοράν. φεῦ· ἦ πολύ με δόξης ἐξέπαισαν ἐλπίδες, ἣν πατρὸς ὑμῶν ἐκ λόγων ποτ’ ἤλπισα. σοὶ μὲν γὰρ Ἄργος ἔνεμ’ ὁ κατθανὼν πατήρ, Εὐρυσθέως δ’ ἔμελλες οἰκήσειν δόμους τῆς καλλικάρπου κράτος ἔχων Πελασγίας, στολήν τε θηρὸς ἀμφέβαλλε σῷ κάρᾳ λέοντος, ᾗπερ αὐτὸς ἐξωπλίζετο· σὺ δ’ ἦσθα Θηβῶν τῶν φιλαρμάτων ἄναξ, ἔγκληρα πεδία τἀμὰ γῆς κεκτημένος, ὡς ἐξέπειθες τὸν κατασπείραντά σε· ἐς δεξιάν τε σὴν ἀλεξητήριον ξύλον καθίει δαίδαλον, ψευδῆ δόσιν. σοὶ δ’ ἣν ἔπερσε τοῖς ἑκηβόλοις ποτὲ τόξοισι δώσειν Οἰχαλίαν ὑπέσχετο. τρεῖς δ’ ὄντας ⟨ὑμᾶς⟩ τριπτύχοις τυραννίσι πατὴρ ἐπύργου, μέγα φρονῶν εὐανδρίᾳ· ἐγὼ δὲ νύμφας ἠκροθινιαζόμην, κήδη συνάψουσ’, ἔκ τ’ Ἀθηναίων χθονὸς Σπάρτης τε Θηβῶν θ’, ὡς ἀνημμένοι κάλῳς πρυμνησίοισι βίον ἔχοιτ’ εὐδαίμονα. καὶ ταῦτα φροῦδα· μεταβαλοῦσα δ’ ἡ τύχη νύμφας μὲν ὑμῖν Κῆρας ἀντέδωκ’ ἔχειν, ἐμοὶ δὲ δάκρυα λουτρά — δύστηνος φρενῶν. πατὴρ δὲ πατρὸς ἑστιᾷ γάμους ὅδε, Ἅιδην νομίζων πενθερόν, κῆδος πατρός. ὤμοι, τίν’ ὑμῶν πρῶτον ἢ τίν’ ὕστατον πρὸς στέρνα θῶμαι; τῷ προσαρμόσω στόμα; τίνος λάβωμαι; πῶς ἂν ὡς ξουθόπτερος μέλισσα συνενέγκαιμ’ ἂν ἐκ πάντων γόους, ἐς ἓν δ’ ἐνεγκοῦσ’ ἀθρόον ἀποδοίην δάκρυ; ὦ φίλτατ’, εἴ τις φθόγγος εἰσακούεται θνητῶν παρ’ Ἅιδῃ, σοὶ τάδ’, Ἡράκλεις, λέγω· θνῄσκει πατὴρ σὸς καὶ τέκν’, ὄλλυμαι δ’ ἐγώ, ἣ πρὶν μακαρία διὰ σ’ ἐκλῃζόμην βροτοῖς. ἄρηξον, ἐλθέ· καὶ σκιὰ φάνηθί μοι· ἅλις γὰρ ἐλθὼν κἂν ὄναρ γένοιο σύ· κακοὶ γάρ εἰσιν οἳ τέκνα κτείνουσι σά. [497] ἈΜΦΙΤΡΎΩΝ: σὺ μὲν τὰ νέρθεν εὐτρεπῆ ποιοῦ, γύναι· ἐγὼ δὲ σέ, ὦ Ζεῦ, χεῖρ’ ἐς οὐρανὸν δικὼν αὐδῶ, τέκνοισιν εἴ τι τοισίδ’ ὠφελεῖν μέλλεις, ἀμύνειν, ὡς τάχ’ οὐδὲν ἀρκέσεις. καίτοι κέκλησαι πολλάκις· μάτην πονῶ· θανεῖν γάρ, ὡς ἔοικ’, ἀναγκαίως ἔχει. ἀλλ’, ὦ γέροντες, μικρὰ μὲν τὰ τοῦ βίου, τοῦτον δ’ ὅπως ἥδιστα διαπεράσετε, ἐξ ἡμέρας ἐς νύκτα μὴ λυπούμενοι. ὡς ἐλπίδας μὲν ὁ χρόνος οὐκ ἐπίσταται σῴζειν, τὸ δ’ αὑτοῦ σπουδάσας διέπτατο. ὁρᾶτ’ ἔμ’ ὅσπερ ἦ περίβλεπτος βροτοῖς ὀνομαστὰ πράσσων, καί μ’ ἀφείλεθ’ ἡ τύχη ὥσπερ πτερὸν πρὸς αἰθέρ’ ἡμέρᾳ μιᾷ. ὁ δ’ ὄλβος ὁ μέγας ἥ τε δόξ’ οὐκ οἶδ’ ὅτῳ βέβαιός ἐστι. χαίρετ’· ἄνδρα γὰρ φίλον πανύστατον νῦν, ἥλικες, δεδόρκατε. [514] ΜΕΓΆΡΑ: ἔα· ὦ πρέσβυ, λεύσσω τἀμὰ φίλτατ’· ἢ τί φῶ; [515] ἈΜΦΙΤΡΎΩΝ: οὐκ οἶδα, θύγατερ· ἀφασία δὲ κἄμ’ ἔχει. [516] ΜΕΓΆΡΑ: ὅδ’ ἐστὶν ὃν γῆς νέρθεν εἰσηκούομεν, εἰ μή γ’ ὄνειρον ἐν φάει τι λεύσσομεν. τί φημί; ποῖ’ ὄνειρα κηραίνουσ’ ὁρῶ; οὐκ ἔσθ’ ὅδ’ ἄλλος ἀντὶ σοῦ παιδός, γέρον. δεῦρ’, ὦ τέκν’, ἐκκρίμνασθε πατρῴων πέπλων, ἴτ’ ἐγκονεῖτε, μὴ μεθῆτ’, ἐπεὶ Διὸς σωτῆρος ὑμῖν οὐδέν ἐσθ’ ὅδ’ ὕστερος. [523] ἩΡΑΚΛΗ͂Σ: ὦ χαῖρε, μέλαθρον πρόπυλά θ’ ἑστίας ἐμῆς, ὡς ἄσμενός σ’ ἐσεῖδον ἐς φάος μολών. ἔα· τί χρῆμα; τέκν’ ὁρῶ πρὸ δωμάτων στολμοῖσι νεκρῶν κρᾶτας ἐξεστεμμένα, ὄχλῳ τ’ ἐν ἀνδρῶν τὴν ἐμὴν ξυνάορον, πατέρα τε δακρύοντα — συμφορὰς τίνας; φέρ’ ἐκπύθωμαι τῶνδε πλησίον σταθείς· γύναι, τί καινὸν ἦλθε δώμασιν χρέος; [531] ΜΕΓΆΡΑ: ὦ φίλτατ’ ἀνδρῶν … [531] ἈΜΦΙΤΡΎΩΝ: ὦ φάος μολὼν πατρί … [532] ΜΕΓΆΡΑ: ἥκεις, ἐσώθης εἰς ἀκμὴν ἐλθὼν φίλοις; [533] ἩΡΑΚΛΗ͂Σ: τί φῄς; τίν’ ἐς ταραγμὸν ἥκομεν, πάτερ; [534] ΜΕΓΆΡΑ: διολλύμεσθα· σὺ δέ, γέρον, σύγγνωθί μοι, εἰ πρόσθεν ἥρπασ’ ἃ σὲ λέγειν πρὸς τόνδ’ ἐχρῆν· τὸ θῆλυ γάρ πως μᾶλλον οἰκτρὸν ἀρσένων, καὶ τἄμ’ ἔθνῃσκε τέκν’, ἀπωλλύμην δ’ ἐγώ. [538] ἩΡΑΚΛΗ͂Σ: Ἄπολλον, οἵοις φροιμίοις ἄρχῃ λόγου. [539] ΜΕΓΆΡΑ: τεθνᾶσ’ ἀδελφοὶ καὶ πατὴρ οὑμὸς γέρων. [540] ἩΡΑΚΛΗ͂Σ: πῶς φῄς; τί δράσας ἢ δορὸς ποίου τυχών; [541] ΜΕΓΆΡΑ: Λύκος σφ’ ὁ καινὸς γῆς ἄναξ διώλεσεν. [542] ἩΡΑΚΛΗ͂Σ: ὅπλοις ἀπαντῶν ἢ νοσησάσης χθονός; [543] ΜΕΓΆΡΑ: στάσει· τὸ Κάδμου δ’ ἑπτάπυλον ἔχει κράτος. [544] ἩΡΑΚΛΗ͂Σ: τί δῆτα πρὸς σὲ καὶ γέροντ’ ἦλθεν φόβος; [545] ΜΕΓΆΡΑ: κτείνειν ἔμελλε πατέρα κἀμὲ καὶ τέκνα. [546] ἩΡΑΚΛΗ͂Σ: τί φῄς; τί ταρβῶν ὀρφάνευμ’ ἐμῶν τέκνων; [547] ΜΕΓΆΡΑ: μή ποτε Κρέοντος θάνατον ἐκτεισαίατο. [548] ἩΡΑΚΛΗ͂Σ: κόσμος δὲ παίδων τίς ὅδε νερτέροις πρέπων; [549] ΜΕΓΆΡΑ: θανάτου τάδ’ ἤδη περιβόλαι’ ἀνήμμεθα. [550] ἩΡΑΚΛΗ͂Σ: καὶ πρὸς βίαν ἐθνῄσκετ’; ὦ τλήμων ἐγώ. [551] ΜΕΓΆΡΑ: φίλων ⟨γ’⟩ ἔρημοι· σὲ δὲ θανόντ’ ἠκούομεν. [552] ἩΡΑΚΛΗ͂Σ: πόθεν δ’ ἐς ὑμᾶς ἥδ’ ἐσῆλθ’ ἀθυμία; [553] ΜΕΓΆΡΑ: Εὐρυσθέως κήρυκες ἤγγελλον τάδε. [554] ἩΡΑΚΛΗ͂Σ: τί δ’ ἐξελείπετ’ οἶκον ἑστίαν τ’ ἐμήν; [555] ΜΕΓΆΡΑ: βίᾳ, πατὴρ μὲν ἐκπεσὼν στρωτοῦ λέχους … [556] ἩΡΑΚΛΗ͂Σ: κοὐκ ἔσχεν αἰδῶ τὸν γέροντ’ ἀτιμάσαι; [557] ΜΕΓΆΡΑ: αἰδώς γ’ ἀποικεῖ τῆσδε τῆς θεοῦ πρόσω. [558] ἩΡΑΚΛΗ͂Σ: οὕτω δ’ ἀπόντες ἐσπανίζομεν φίλων; [559] ΜΕΓΆΡΑ: φίλοι γάρ εἰσιν ἀνδρὶ δυστυχεῖ τίνες; [560] ἩΡΑΚΛΗ͂Σ: μάχας δὲ Μινυῶν ἃς ἔτλην ἀπέπτυσαν; [561] ΜΕΓΆΡΑ: ἄφιλον, ἵν’ αὖθίς σοι λέγω, τὸ δυστυχές. [562] ἩΡΑΚΛΗ͂Σ: οὐ ῥίψεθ’ Ἅιδου τάσδε περιβολὰς κόμης καὶ φῶς ἀναβλέψεσθε, τοῦ κάτω σκότου φίλας ἀμοιβὰς ὄμμασιν δεδορκότες; ἐγὼ δέ — νῦν γὰρ τῆς ἐμῆς ἔργον χερός — πρῶτον μὲν εἶμι καὶ κατασκάψω δόμους καινῶν τυράννων, κρᾶτα δ’ ἀνόσιον τεμὼν ῥίψω κυνῶν ἕλκημα· Καδμείων δ’ ὅσους κακοὺς ἐφηῦρον εὖ παθόντας ἐξ ἐμοῦ, τῷ καλλινίκῳ τῷδ’ ὅπλῳ χειρώσομαι· τοὺς δὲ πτερωτοῖς διαφορῶν τοξεύμασι νεκρῶν ἅπαντ’ Ἰσμηνὸν ἐμπλήσω φόνου, Δίρκης τε νᾶμα λευκὸν αἱμαχθήσεται. τῷ γάρ μ’ ἀμύνειν μᾶλλον ἢ δάμαρτι χρὴ καὶ παισὶ καὶ … γέροντι; χαιρόντων πόνοι· μάτην γὰρ αὐτοὺς τῶνδε μᾶλλον ἤνυσα. καὶ δεῖ μ’ ὑπὲρ τῶνδ’, εἴπερ οἵδ’ ὑπὲρ πατρός, θνῄσκειν ἀμύνοντ’· ἢ τί φήσομεν καλὸν ὕδρᾳ μὲν ἐλθεῖν ἐς μάχην λέοντί τε Εὐρυσθέως πομπαῖσι, τῶν δ’ ἐμῶν τέκνων οὐκ ἐκπονήσω θάνατον; οὐκ ἄρ’ Ἡρακλῆς ὁ καλλίνικος ὡς πάροιθε λέξομαι. [583] ΧΟΡΌΣ: δίκαια τοὺς τεκόντας ὠφελεῖν τέκνα, πατέρα τε πρέσβυν τήν τε κοινωνὸν γάμων. [585] ἈΜΦΙΤΡΎΩΝ: πρὸς σοῦ μέν, ὦ παῖ, τοῖς φίλοις ⟨τ’⟩ εἶναι φίλον τά τ’ ἐχθρὰ μισεῖν· ἀλλὰ μὴ ’πείγου λίαν. [587] ἩΡΑΚΛΗ͂Σ: τί δ’ ἐστὶ τῶνδε θᾶσσον ἢ χρεών, πάτερ; [588] ἈΜΦΙΤΡΎΩΝ: πολλοὺς πένητας, ὀλβίους δὲ τῷ λόγῳ δοκοῦντας εἶναι συμμάχους ἄναξ ἔχει, οἳ στάσιν ἔθηκαν καὶ διώλεσαν πόλιν ἐφ’ ἁρπαγαῖσι τῶν πέλας, τὰ δ’ ἐν δόμοις δαπάναισι φροῦδα διαφυγόνθ’ ὑπ’ ἀργίας. ὤφθης ἐσελθὼν πόλιν· ἐπεὶ δ’ ὤφθης, ὅρα ἐχθροὺς ἀθροίσας μὴ παρὰ γνώμην πέσῃς. [595] ἩΡΑΚΛΗ͂Σ: μέλει μὲν οὐδὲν εἴ με πᾶσ’ εἶδεν πόλις· ὄρνιν δ’ ἰδών τιν’ οὐκ ἐν αἰσίοις ἕδραις, ἔγνων πόνον τιν’ ἐς δόμους πεπτωκότα· ὥστ’ ἐκ προνοίας κρύφιος εἰσῆλθον χθόνα. [599] ἈΜΦΙΤΡΎΩΝ: καλῶς· παρελθὼν νῦν πρόσειπέ θ’ ἑστίαν καὶ δὸς πατρῴοις δώμασιν σὸν ὄμμ’ ἰδεῖν. ἥξει γὰρ αὐτὸς σὴν δάμαρτα καὶ τέκνα ἕλξων φονεύσων κἄμ’ ἐπισφάξων ἄναξ· μένοντι δ’ αὐτοῦ πάντα σοι γενήσεται τῇ τ’ ἀσφαλείᾳ κερδανεῖς· πόλιν δὲ σὴν μὴ πρὶν ταράξῃς πρὶν τόδ’ εὖ θέσθαι, τέκνον. [606] ἩΡΑΚΛΗ͂Σ: δράσω τάδ’· εὖ γὰρ εἶπας· εἶμ’ ἔσω δόμων. χρόνῳ δ’ ἀνελθὼν ἐξ ἀνηλίων μυχῶν Ἅιδου Κόρης ⟨τ’⟩ ἔνερθεν, οὐκ ἀτιμάσω θεοὺς προσειπεῖν πρῶτα τοὺς κατὰ στέγας. [610] ἈΜΦΙΤΡΎΩΝ: ἦλθες γὰρ ὄντως δώματ’ εἰς Ἅιδου, τέκνον; [611] ἩΡΑΚΛΗ͂Σ: καὶ θῆρά γ’ ἐς φῶς τὸν τρίκρανον ἤγαγον. [612] ἈΜΦΙΤΡΎΩΝ: μάχῃ κρατήσας ἢ θεᾶς δωρήμασιν; [613] ἩΡΑΚΛΗ͂Σ: μάχῃ· τὰ μυστῶν δ’ ὄργι’ εὐτύχησ’ ἰδών. [614] ἈΜΦΙΤΡΎΩΝ: ἦ καὶ κατ’ οἴκους ἐστὶν Εὐρυσθέως ὁ θήρ; [615] ἩΡΑΚΛΗ͂Σ: Χθονίας νιν ἄλσος Ἑρμιών τ’ ἔχει πόλις. [616] ἈΜΦΙΤΡΎΩΝ: οὐδ’ οἶδεν Εὐρυσθεύς σε γῆς ἥκοντ’ ἄνω; [617] ἩΡΑΚΛΗ͂Σ: οὐκ οἶδ’· ἵν’ ἐλθὼν τἀνθάδ’ εἰδείην πάρος. [618] ἈΜΦΙΤΡΎΩΝ: χρόνον δὲ πῶς τοσοῦτον ἦσθ’ ὑπὸ χθονί; [619] ἩΡΑΚΛΗ͂Σ: Θησέα κομίζων ἐχρόνισ’ ⟨ἐξ⟩ Ἅιδου, πάτερ. [620] ἈΜΦΙΤΡΎΩΝ: καὶ ποῦ ’στιν; ἢ γῆς πατρίδος οἴχεται πέδον; [621] ἩΡΑΚΛΗ͂Σ: βέβηκ’ Ἀθήνας νέρθεν ἄσμενος φυγών. ἀλλ’ εἶ’, ὁμαρτεῖτ’, ὦ τέκν’, ἐς δόμους πατρί· καλλίονές τἄρ’ εἴσοδοι τῶν ἐξόδων πάρεισιν ὑμῖν. ἀλλὰ θάρσος ἴσχετε καὶ νάματ’ ὄσσων μηκέτ’ ἐξανίετε· σύ τ’, ὦ γύναι μοι, σύλλογον ψυχῆς λαβὲ τρόμου τε παῦσαι, καὶ μέθεσθ’ ἐμῶν πέπλων· οὐ γὰρ πτερωτὸς οὐδὲ φευξείω φίλους. ἆ, οἵδ’ οὐκ ἀφιᾶσ’, ἀλλ’ ἀνάπτονται πέπλων τοσῷδε μᾶλλον· ὧδ’ ἔβητ’ ἐπὶ ξυροῦ; ἄξω λαβών γε τούσδ’ ἐφολκίδας χεροῖν, ναῦς δ’ ὣς ἐφέλξω· καὶ γὰρ οὐκ ἀναίνομαι θεράπευμα τέκνων. πάντα τἀνθρώπων ἴσα· φιλοῦσι παῖδας οἵ τ’ ἀμείνονες βροτῶν οἵ τ’ οὐδὲν ὄντες· χρήμασιν δὲ διάφοροι· ἔχουσιν, οἳ δ’ οὔ· πᾶν δὲ φιλότεκνον γένος. [637] ΧΟΡΌΣ: ἁ νεότας μοι φίλον αἰ- εί· τὸ δὲ γῆρας ἄχθος βαρύτερον Αἴτνας σκοπέλων ἐπὶ κρατὶ κεῖται, βλεφάρων σκοτεινὸν φάος ἐπικαλύψαν. μή μοι μήτ’ Ἀσιήτιδος τυραννίδος ὄλβος εἴη, μὴ χρυσοῦ δώματα πλήρη τᾶς ἥβας ἀντιλαβεῖν, ἃ καλλίστα μὲν ἐν ὄλβῳ, καλλίστα δ’ ἐν πενίᾳ. τὸ δὲ λυγρὸν φόνιόν τε γῆ- ρας μισῶ· κατὰ κυμάτων δ’ ἔρροι, μηδέ ποτ’ ὤφελεν θνατῶν δώματα καὶ πόλεις ἐλθεῖν, ἀλλὰ κατ’ αἰθέρ’ αἰ- εὶ πτεροῖσι φορείσθω. [655] ΧΟΡΌΣ: εἰ δὲ θεοῖς ἦν ξύνεσις καὶ σοφία κατ’ ἄνδρας, δίδυμον ἂν ἥβαν ἔφερον φανερὸν χαρακτῆρ’ ἀρετᾶς ὅσοισιν μέτα, κατθανόντες τ’ εἰς αὐγὰς πάλιν ἁλίου δισσοὺς ἂν ἔβαν διαύλους, ἁ δυσγένεια δ’ ἁπλοῦν ἂν εἶχεν ζόας βίοτον, καὶ τῷδ’ ἦν τούς τε κακοὺς ἂν γνῶναι καὶ τοὺς ἀγαθούς, ἴσον ἅτ’ ἐν νεφέλαισιν ἄ- στρων ναύταις ἀριθμὸς πέλει. νῦν δ’ οὐδεὶς ὅρος ἐκ θεῶν χρηστοῖς οὐδὲ κακοῖς σαφής, ἀλλ’ εἱλισσόμενός τις αἰ- ὼν πλοῦτον μόνον αὔξει. [673] ΧΟΡΌΣ: οὐ παύσομαι τὰς Χάριτας Μούσαις συγκαταμειγνύς, ἁδίσταν συζυγίαν. μὴ ζῴην μετ’ ἀμουσίας, αἰεὶ δ’ ἐν στεφάνοισιν εἴ- ην· ἔτι τοι γέρων ἀοι- δὸς κελαδεῖ Μναμοσύναν· ἔτι τὰν Ἡρακλέους καλλίνικον ἀείδω παρά τε Βρόμιον οἰνοδόταν παρά τε χέλυος ἑπτατόνου μολπὰν καὶ Λίβυν αὐλόν· οὔπω καταπαύσομεν Μούσας, αἵ μ’ ἐχόρευσαν. [687] ΧΟΡΌΣ: παιᾶνα μὲν Δηλιάδες ὑμνοῦσ’ ἀμφὶ πύλας τὸν Λατοῦς εὔπαιδα γόνον εἱλίσσουσαι καλλίχορον· παιᾶνας δ’ ἐπὶ σοῖς μελά- θροις κύκνος ὣς γέρων ἀοι- δὸς πολιᾶν ἐκ γενύων κελαδήσω· τὸ γὰρ εὖ τοῖς ὕμνοισιν ὑπάρχει· Διὸς ὁ παῖς· τᾶς δ’ εὐγενίας πλέον ὑπερβάλλων ⟨ἀρετᾷ⟩ μοχθήσας τὸν ἄκυμον θῆκεν βίοτον βροτοῖς πέρσας δείματα θηρῶν. [701] ΛΎΚΟΣ: ἐς καιρὸν οἴκων Ἀμφιτρύων ἔξω περᾷ· χρόνος γὰρ ἤδη δαρὸς ἐξ ὅτου πέπλοις κοσμεῖσθε σῶμα καὶ νεκρῶν ἀγάλμασιν. ἀλλ’ εἶα, παῖδας καὶ δάμαρθ’ Ἡρακλέους ἔξω κέλευε τῶνδε φαίνεσθαι δόμων, ἐφ’ οἷς ὑπέστητ’ αὐτεπάγγελτοι θανεῖν. [707] ἈΜΦΙΤΡΎΩΝ: ἄναξ, διώκεις μ’ ἀθλίως πεπραγότα ὕβριν θ’ ὑβρίζεις ἐπὶ θανοῦσι τοῖς ἐμοῖς· ἃ χρῆν σε μετρίως, κεἰ κρατεῖς, σπουδὴν ἔχειν. ἐπεὶ δ’ ἀνάγκην προστίθης ἡμῖν θανεῖν, στέργειν ἀνάγκη· δραστέον δ’ ἃ σοὶ δοκεῖ. [712] ΛΎΚΟΣ: ποῦ δῆτα Μεγάρα; ποῦ τέκν’ Ἀλκμήνης γόνου; [713] ἈΜΦΙΤΡΎΩΝ: δοκῶ μὲν αὐτήν, ὡς θύραθεν εἰκάσαι — [714] ΛΎΚΟΣ: τί χρῆμα δόξης; τοῦ δ’ ἔχεις τεκμήριον; [715] ἈΜΦΙΤΡΎΩΝ: ἱκέτιν πρὸς ἁγνοῖς Ἑστίας θάσσειν βάθροις … [716] ΛΎΚΟΣ: ἀνόνητά γ’ ἱκετεύουσαν ἐκσῷσαι βίον. [717] ἈΜΦΙΤΡΎΩΝ: καὶ τὸν θανόντα γ’ ἀνακαλεῖν μάτην πόσιν. [718] ΛΎΚΟΣ: ὃ δ’ οὐ πάρεστιν οὐδὲ μὴ μόλῃ ποτέ. [719] ἈΜΦΙΤΡΎΩΝ: οὔκ, εἴ γε μή τις θεῶν ἀναστήσειέ νιν. [720] ΛΎΚΟΣ: χώρει πρὸς αὐτὴν κἀκκόμιζε δωμάτων. [721] ἈΜΦΙΤΡΎΩΝ: μέτοχος ἂν εἴην τοῦ φόνου δράσας τόδε. [722] ΛΎΚΟΣ: ἡμεῖς, ἐπειδὴ σοὶ τόδ’ ἔστ’ ἐνθύμιον, οἱ δειμάτων ἔξωθεν ἐκπορεύσομεν σὺν μητρὶ παῖδας. δεῦρ’ ἕπεσθε, πρόσπολοι, ὡς ἂν σχολὴν λύσωμεν ἄσμενοι πόνων. [726] ἈΜΦΙΤΡΎΩΝ: σὺ δ’ οὖν ἴθ’, ἔρχῃ δ’ οἷ χρεών· τὰ δ’ ἄλλ’ ἴσως ἄλλῳ μελήσει. προσδόκα δὲ δρῶν κακῶς κακόν τι πράξειν. ὦ γέροντες, ἐς καλὸν στείχει, βρόχοισι δ’ ἀρκύων γενήσεται ξιφηφόροισι, τοὺς πέλας δοκῶν κτενεῖν ὁ παγκάκιστος. εἶμι δ’, ὡς ἴδω νεκρὸν πίπτοντ’· ἔχει γὰρ ἡδονὰς θνῄσκων ἀνὴρ ἐχθρὸς τίνων τε τῶν δεδραμένων δίκην. [735] ΧΟΡΌΣ: —μεταβολὰ κακῶν· μέγας ὁ πρόσθ’ ἄναξ πάλιν ὑποστρέφει βίοτον ἐξ Ἅιδα. ἰώ· δίκα καὶ θεῶν παλίρρους πότμος. —ἦλθες χρόνῳ μὲν οὗ δίκην δώσεις θανών, ὕβρεις ὑβρίζων εἰς ἀμείνονας σέθεν. —χαρμοναὶ δακρύων ἔδοσαν ἐκβολάς· πάλιν ἔμολεν — ἃ πάρος οὔποτε διὰ φρενὸς ἤλπισ’ ἂν παθεῖν — γᾶς ἄναξ. —ἀλλ’, ὦ γεραιοί, καὶ τὰ δωμάτων ἔσω σκοπῶμεν, εἰ πράσσει τις ὡς ἐγὼ θέλω. [750] ΛΎΚΟΣ: ἰώ μοί μοι. [751] ΧΟΡΌΣ: —τόδε κατάρχεται μέλος ἐμοὶ κλύειν φίλιον ἐν δόμοις· θάνατος οὐ πόρσω. βοᾷ φόνου φροίμιον στενάζων ἄναξ. [754] ΛΎΚΟΣ: ὦ πᾶσα Κάδμου γαῖ’, ἀπόλλυμαι δόλῳ. [755] ΧΟΡΌΣ: —καὶ γὰρ διώλλυς· ἀντίποινα δ’ ἐκτίνων τόλμα, διδούς γε τῶν δεδραμένων δίκην. —τίς ὁ θεοὺς ἀνομίᾳ χραίνων, θνητὸς ὤν, ἄφρονα λόγον οὐρανίων μακάρων κατέβαλ’, ὡς ἄρ’ οὐ σθένουσιν θεοί; — γέροντες, οὐκέτ’ ἔστι δυσσεβὴς ἀνήρ. — σιγᾷ μέλαθρα· πρὸς χοροὺς τραπώμεθα. — φίλοι γὰρ εὐτυχοῦσιν οὓς ἐγὼ θέλω. [763] ΧΟΡΌΣ: —χοροὶ χοροὶ καὶ θαλίαι μέλουσι Θή- βας ἱερὸν κατ’ ἄστυ. μεταλλαγαὶ γὰρ δακρύων, μεταλλαγαὶ συντυχίας ⟨νέας⟩ ἔτεκον ἀοιδάς. βέβακ’ ἄναξ ὁ καινός, ὁ δὲ παλαίτερος κρατεῖ, λιμένα λιπών γε τὸν Ἀχερόντιον. δοκημάτων ἐκτὸς ἦλθεν ἐλπίς. [772] ΧΟΡΌΣ: θεοὶ θεοὶ τῶν ἀδίκων μέλουσι καὶ τῶν ὁσίων ἐπᾴειν. ὁ χρυσὸς ἅ τ’ εὐτυχία φρενῶν βροτοὺς ἐξάγεται, δύνασιν ἄδικον ἐφέλκων. Χρόνου γὰρ οὔτις τὸ πάλιν εἰσορᾶν ἔτλα· νόμον παρέμενος, ἀνομίᾳ χάριν διδοὺς ἔθραυσεν ὄλ- βου κελαινὸν ἅρμα. [781] ΧΟΡΌΣ: Ἰσμήν’ ὦ στεφαναφόρει, ξεσταί θ’ ἑπταπύλου πόλεως ἀναχορεύσατ’ ἀγυιαί, Δίρκα θ’ ἁ καλλιρρέεθρος, σύν τ’ Ἀσωπιάδες κόραι, πατρὸς ὕδωρ βᾶτε λιποῦσαι συναοιδοί, Νύμφαι, τὸν Ἡρακλέους καλλίνικον ἀγῶνα. Πυθίου δενδρῶτι πέτρα Μουσῶν θ’ Ἑλικωνιάδων δώματ’, ὤ, ἥξετ’ εὐγαθεῖ κελάδῳ ἐμὰν πόλιν, ἐμὰ τείχη, Σπαρτῶν ἵνα γένος ἔφανε χαλκασπίδων λόχος, ὃς γᾶν τέκνων τέκνοις μεταμείβει, Θήβαις ἱερὸν φῶς. [798] ΧΟΡΌΣ: ὦ λέκτρων δύο συγγενεῖς εὐναί, θνατογενοῦς τε καὶ Διός, ὃς ἦλθεν ἐς εὐνὰν Νύμφας τᾶς Περσηίδος· ὡς πιστόν μοι τὸ παλαιὸν ἤ- δη λέχος, ὦ Ζεῦ, σὸν ἐπ’ οὐκ ἐλπίδι φάνθη, λαμπρὰν δ’ ἔδειξ’ ὁ χρόνος τὰν Ἡρακλέος ἀλκάν· γᾶς ὃς ἐξέβα θαλάμων Πλούτωνος δῶμα λιπὼν νέρτερον. κρείσσων μοι τύραννος ἔφυς ἢ δυσγένει’ ἀνάκτων, ἃ νῦν ἐσορᾶν ἔφανε ξιφηφόρων ἐς ἀγώνων ἅμιλλαν, εἰ τὸ δίκαιον θεοῖς ἔτ’ ἀρέσκει. [815] ΧΟΡΌΣ: — ἔα ἔα· ἆρ’ ἐς τὸν αὐτὸν πίτυλον ἥκομεν φόβου, γέροντες, οἷον φάσμ’ ὑπὲρ δόμων ὁρῶ; — φυγῇ φυγῇ νωθὲς πέδαιρε κῶλον, ἐκποδὼν ἔλα. — ὦναξ Παιάν, ἀπότροπος γένοιό μοι πημάτων. [822] ἾΡΙΣ: θαρσεῖτε Νυκτὸς τήνδ’ ὁρῶντες ἔκγονον Λύσσαν, γέροντες, κἀμὲ τὴν θεῶν λάτριν Ἶριν· πόλει γὰρ οὐδὲν ἥκομεν βλάβος, ἑνὸς δ’ ἐπ’ ἀνδρὸς σῶμα συστρατεύομεν, ὅν φασιν εἶναι Ζηνὸς Ἀλκμήνης τ’ ἄπο. πρὶν μὲν γὰρ ἄθλους ἐκτελευτῆσαι πικρούς, τὸ χρή νιν ἐξέσῳζεν, οὐδ’ εἴα πατὴρ Ζεύς νιν κακῶς δρᾶν οὔτ’ ἔμ’ οὔθ’ Ἥραν ποτέ· ἐπεὶ δὲ μόχθους διεπέρασ’ Εὐρυσθέως, Ἥρα προσάψαι καινὸν αἷμ’ αὐτῷ θέλει παῖδας κατακτείναντι, συνθέλω δ’ ἐγώ. ἀλλ’ εἶ’, ἄτεγκτον συλλαβοῦσα καρδίαν, Νυκτὸς κελαινῆς ἀνυμέναιε παρθένε, μανίας τ’ ἐπ’ ἀνδρὶ τῷδε καὶ παιδοκτόνους φρενῶν ταραγμοὺς καὶ ποδῶν σκιρτήματα ἔλαυνε, κίνει, φόνιον ἐξίει κάλων, ὡς ἂν πορεύσας δι’ Ἀχερούσιον πόρον τὸν καλλίπαιδα στέφανον αὐθέντῃ φόνῳ γνῷ μὲν τὸν Ἥρας οἷός ἐστ’ αὐτῷ χόλος, μάθῃ δὲ τὸν ἐμόν· ἢ θεοὶ μὲν οὐδαμοῦ, τὰ θνητὰ δ’ ἔσται μεγάλα, μὴ δόντος δίκην. [843] ΛΎΣΣΑ: ἐξ εὐγενοῦς μὲν πατρὸς ἔκ τε μητέρος πέφυκα, Νυκτὸς Οὐρανοῦ τ’ ἀφ’ αἵματος· †τιμάς τ’ ἔχω τάσδ’ οὐκ ἀγασθῆναι φίλοις† οὐδ’ ἥδομαι φοιτῶσ’ ἐπ’ ἀνθρώπων φίλους, παραινέσαι δέ, πρὶν σφαλεῖσαν εἰσιδεῖν, Ἥρᾳ θέλω σοί τ’, ἢν πίθησθ’ ἐμοῖς λόγοις. ἀνὴρ ὅδ’ οὐκ ἄσημος οὔτ’ ἐπὶ χθονὶ οὔτ’ ἐν θεοῖσιν, οὗ σύ μ’ ἐσπέμπεις δόμους· ἄβατον δὲ χώραν καὶ θάλασσαν ἀγρίαν ἐξημερώσας, θεῶν ἀνέστησεν μόνος τιμὰς πιτνούσας ἀνοσίων ἀνδρῶν ὕπο· … σοί τ’ οὐ παραινῶ μεγάλα βούλεσθαι κακά. [855] ἾΡΙΣ: μὴ σὺ νουθέτει τά θ’ Ἥρας κἀμὰ μηχανήματα. [856] ΛΎΣΣΑ: ἐς τὸ λῷον ἐμβιβάζω σ’ ἴχνος ἀντὶ τοῦ κακοῦ. [857] ἾΡΙΣ: οὐχὶ σωφρονεῖν γ’ ἔπεμψε δεῦρό σ’ ἡ Διὸς δάμαρ. [858] ΛΎΣΣΑ: Ἥλιον μαρτυρόμεσθα δρῶσ’ ἃ δρᾶν οὐ βούλομαι. εἰ δὲ δή μ’ Ἥρᾳ θ’ ὑπουργεῖν σοί τ’ ἀναγκαίως ἔχει τάχος ἐπιρροίβδην θ’ ὁμαρτεῖν ὡς κυνηγέτῃ κύνας, εἶμί γ’· οὔτε πόντος οὕτως κύμασιν στένων λάβρως οὔτε γῆς σεισμὸς κεραυνοῦ τ’ οἶστρος ὠδῖνας πνέων, οἷ’ ἐγὼ στάδια δραμοῦμαι στέρνον εἰς Ἡρακλέους· καὶ καταρρήξω μέλαθρα καὶ δόμους ἐπεμβαλῶ, τέκν’ ἀποκτείνασα πρῶτον· ὁ δὲ κανὼν οὐκ εἴσεται παῖδας οὓς ἔτικτ’ ἐναίρων, πρὶν ἂν ἐμὰς λύσσας ἀφῇ. ἢν ἰδού· καὶ δὴ τινάσσει κρᾶτα βαλβίδων ἄπο καὶ διαστρόφους ἑλίσσει σῖγα γοργωποὺς κόρας. ἀμπνοὰς δ’ οὐ σωφρονίζει, ταῦρος ὣς ἐς ἐμβολὴν †δεινός· μυκᾶται† δὲ Κῆρας ἀνακαλῶν τὰς Ταρτάρου. τάχα σ’ ἐγὼ μᾶλλον χορεύσω καὶ καταυλήσω φόβῳ. στεῖχ’ ἐς Οὔλυμπον πεδαίρουσ’, Ἶρι, γενναῖον πόδα· ἐς δόμους δ’ ἡμεῖς ἄφαντοι δυσόμεσθ’ Ἡρακλέους. [875] ΧΟΡΌΣ: —ὀτοτοτοτοτοῖ, στέναξον· ἀποκείρεται σὸν ἄνθος πόλεος, ὁ Διὸς ἔκγονος· μέλεος Ἑλλάς, ἃ τὸν εὐεργέταν ἀποβαλεῖς, ὀλεῖς μανίαισιν Λύσσας χορευθέντ’ ἐναύλοις. —βέβακεν ἐν δίφροισιν ἁ πολύστονος, ἅρμασι δ’ ἐνδίδωσι κέντρον ὡς ἐπὶ λώβᾳ Νυκτὸς Γοργὼν ἑκατογκεφάλοις ὄφεων ἰαχήμασι, Λύσσα μαρμαρωπός. —ταχὺ τὸν εὐτυχῆ μετέβαλεν δαίμων, ταχὺ δὲ πρὸς πατρὸς τέκν’ ἐκπνεύσεται. [887] ἈΜΦΙΤΡΎΩΝ: ἰώ μοι μέλεος. [888] ΧΟΡΌΣ: —ἰὼ Ζεῦ, τὸ σὸν γένος ἄγονον αὐτίκα λυσσάδες ὠμοβρῶτες ἄδικοι Ποιναὶ κακοῖσιν ἐκπετάσουσιν. [890] ἈΜΦΙΤΡΎΩΝ: ἰὼ στέγαι. [891] ΧΟΡΌΣ: —κατάρχεται χόρευμα τυμπάνων ἄτερ, οὐ βρομίῳ κεχαρισμένα θύρσῳ … [893] ἈΜΦΙΤΡΎΩΝ: ἰὼ δόμοι. [894] ΧΟΡΌΣ: πρὸς αἵματ’, οὐχὶ τᾶς Διονυσιάδος βοτρύων ἐπὶ χεύμασι λοιβᾶς. [896] ἈΜΦΙΤΡΎΩΝ: φυγῇ, τέκν’, ἐξορμᾶτε. [896] ΧΟΡΌΣ: —δάιον τόδε δάιον μέλος ἐπαυλεῖται. κυναγετεῖ τέκνων διωγμόν· οὔποτ’ ἄκραντα δόμοισι Λύσσα βακχεύσει. [900] ἈΜΦΙΤΡΎΩΝ: αἰαῖ κακῶν. [901] ΧΟΡΌΣ: —αἰαῖ δῆτα τὸν γεραιὸν ὡς στένω πατέρα τάν τε παιδοτρόφον, ⟨ᾇ⟩ μάταν τέκεα γεννᾶται. —ἰδοὺ ἰδού, θύελλα σείει δῶμα, συμπίπτει στέγη. [906] ἩΡΑΚΛΗ͂Σ: ἢ ἤ· τί δρᾷς, ὦ Διὸς παῖ, μελάθρῳ; τάραγμα ταρτάρειον, ὡς ἐπ’ Ἐγκελάδῳ ποτέ, Παλλάς, ἐς δόμους πέμπεις. [910] ἌΓΓΕΛΟΣ: ὦ λευκὰ γήρᾳ σώματ’ … [910] ΧΟΡΌΣ: ἀνακαλεῖς με τίνα βοάν; [911] ἌΓΓΕΛΟΣ: ἄλαστα τἀν δόμοισι. [911] ΧΟΡΌΣ: μάντιν οὐχ ἕτερον ἄξομαι. [913] ἌΓΓΕΛΟΣ: τεθνᾶσι παῖδες. [913] ΧΟΡΌΣ: αἰαῖ. [914] ἌΓΓΕΛΟΣ: στενάζεθ’, ὡς στενακτά. [914] ΧΟΡΌΣ: δάιοι φόνοι, δάιοι δὲ τοκέων χέρες· ὤ. [916] ἌΓΓΕΛΟΣ: οὐκ ἄν τις εἴποι μᾶλλον ἢ πεπόνθαμεν. [917] ΧΟΡΌΣ: πῶς παισὶ στενακτὰν ἄταν ἄταν πατέρος ἀμφαίνεις; λέγε, τίνα τρόπον ἔσυτο θεόθεν ἐπὶ μέλαθρα κακὰ τάδε, τλήμονάς τε παίδων τύχας; [922] ἌΓΓΕΛΟΣ: ἱερὰ μὲν ἦν πάροιθεν ἐσχάρας Διὸς καθάρσι’ οἴκων, γῆς ἄνακτ’ ἐπεὶ κτανὼν ἐξέβαλε τῶνδε δωμάτων Ἡρακλέης· χορὸς δὲ καλλίμορφος εἱστήκει τέκνων πατήρ τε Μεγάρα τ’· ἐν κύκλῳ δ’ ἤδη κανοῦν εἵλικτο βωμοῦ, φθέγμα δ’ ὅσιον εἴχομεν. μέλλων δὲ δαλὸν χειρὶ δεξιᾷ φέρειν, ἐς χέρνιβ’ ὡς βάψειεν, Ἀλκμήνης τόκος ἔστη σιωπῇ. καὶ χρονίζοντος πατρὸς παῖδες προσέσχον ὄμμ’· ὁ δ’ οὐκέθ’ αὑτὸς ἦν, ἀλλ’ ἐν στροφαῖσιν ὀμμάτων ἐφθαρμένος ῥίζας τ’ ἐν ὄσσοις αἱματῶπας ἐκβαλὼν ἀφρὸν κατέσταζ’ εὐτρίχου γενειάδος. ἔλεξε δ’ ἅμα γέλωτι παραπεπληγμένῳ· Πάτερ, τί θύω πρὶν κτανεῖν Εὐρυσθέα καθάρσιον πῦρ, καὶ πόνους διπλοῦς ἔχω; ἔργον μιᾶς μοι χειρὸς εὖ θέσθαι τάδε· ὅταν δ’ ἐνέγκω δεῦρο κρᾶτ’ Εὐρυσθέως, ἐπὶ τοῖσι νῦν θανοῦσιν ἁγνιῶ χέρας. ἐκχεῖτε πηγάς, ῥίπτετ’ ἐκ χειρῶν κανᾶ. τίς μοι δίδωσι τόξα; τίς ⟨δ’⟩ ὅπλον χερός; πρὸς τὰς Μυκήνας εἶμι· λάζυσθαι χρεὼν μοχλοὺς δικέλλας θ’, ὥστε Κυκλώπων βάθρα φοίνικι κανόνι καὶ τύκοις ἡρμοσμένα στρεπτῷ σιδήρῳ συντριαινῶσαι πάλιν. [947] ἌΓΓΕΛΟΣ: αὐτοῦ δὲ βαίνων ἅρματ’ οὐκ ἔχων ἔχειν ἔφασκε, δίφρου δ’ εἰσέβαινεν ἄντυγας κἄθεινε, κέντρον δῆθεν ὡς ἔχων, χερί. διπλοῦς δ’ ὀπαδοῖς ἦν γέλως φόβος θ’ ὁμοῦ. καί τις τόδ’ εἶπεν, ἄλλος εἰς ἄλλον δρακών· Παίζει πρὸς ἡμᾶς δεσπότης ἢ μαίνεται; ὁ δ’ εἷρπ’ ἄνω τε καὶ κάτω κατὰ στέγας, μέσον δ’ ἐς ἀνδρῶν’ ἐσπεσὼν Νίσου πόλιν ἥκειν ἔφασκε· δωμάτων τ’ ἔσω βεβώς, κλιθεὶς ἐς οὖδας, ὡς ἔχει, σκευάζεται θοίνην. διελθὼν δ’ ὡς βραχὺν χρόνον μονῆς Ἰσθμοῦ ναπαίας ἔλεγε προσβαίνειν πλάκας. κἀνταῦθα γυμνὸν σῶμα θεὶς πορπαμάτων, πρὸς οὐδέν’ ἡμιλλᾶτο κἀκηρύσσετο αὐτὸς πρὸς αὑτοῦ καλλίνικος οὐδενός, ἀκοὴν ὑπειπών. δεινὰ δ’ Εὐρυσθεῖ βρέμων ἦν ἐν Μυκήναις τῷ λόγῳ. πατὴρ δέ νιν θιγὼν κραταιᾶς χειρὸς ἐννέπει τάδε· Ὦ παῖ, τί πάσχεις; τίς ὁ τρόπος ξενώσεως τῆσδ’; οὔ τί που φόνος σ’ ἐβάκχευσεν νεκρῶν, οὓς ἄρτι καίνεις; ὁ δέ νιν Εὐρυσθέως δοκῶν πατέρα προταρβοῦνθ’ ἱκέσιον ψαύειν χερός, ὠθεῖ, φαρέτραν δ’ εὐτρεπῆ σκευάζεται καὶ τόξ’ ἑαυτοῦ παισί, τοὺς Εὐρυσθέως δοκῶν φονεύειν. οἳ δὲ ταρβοῦντες φόβῳ ὤρουον ἄλλος ἄλλοσ’, ἐς πέπλους ὁ μὲν μητρὸς ταλαίνης, ὁ δ’ ὑπὸ κίονος σκιάν, ἄλλος δὲ βωμὸν ὄρνις ὣς ἔπτηξ’ ὕπο. βοᾷ δὲ μήτηρ· Ὦ τεκών, τί δρᾷς; τέκνα κτείνεις; βοᾷ δὲ πρέσβυς οἰκετῶν τ’ ὄχλος. ὁ δ’ ἐξελίσσων παῖδα κίονος κύκλῳ, τόρνευμα δεινὸν ποδός, ἐναντίον σταθεὶς βάλλει πρὸς ἧπαρ· ὕπτιος δὲ λαΐνους ὀρθοστάτας ἔδευσεν ἐκπνέων βίον. ὁ δ’ ἠλάλαξε κἀπεκόμπασεν τάδε· Εἷς μὲν νεοσσὸς ὅδε θανὼν Εὐρυσθέως ἔχθραν πατρῴαν ἐκτίνων πέπτωκέ μοι. ἄλλῳ δ’ ἐπεῖχε τόξ’, ὃς ἀμφὶ βωμίαν ἔπτηξε κρηπῖδ’ ὡς λεληθέναι δοκῶν. φθάνει δ’ ὁ τλήμων γόνασι προσπεσὼν πατρός, καὶ πρὸς γένειον χεῖρα καὶ δέρην βαλών, Ὦ φίλτατ’, αὐδᾷ, μή μ’ ἀποκτείνῃς, πάτερ· σός εἰμι, σὸς παῖς· οὐ τὸν Εὐρυσθέως ὀλεῖς. [990] ἌΓΓΕΛΟΣ: ὁ δ’ ἀγριωπὸν ὄμμα Γοργόνος στρέφων, ὡς ἐντὸς ἔστη παῖς λυγροῦ τοξεύματος, μυδροκτύπον μίμημ’, ὑπὲρ κάρα βαλὼν ξύλον καθῆκε παιδὸς ἐς ξανθὸν κάρα, ἔρρηξε δ’ ὀστᾶ. δεύτερον δὲ παῖδ’ ἑλών, χωρεῖ τρίτον θῦμ’ ὡς ἐπισφάξων δυοῖν. ἀλλὰ φθάνει νιν ἡ τάλαιν’ ἔσω δόμων μήτηρ ὑπεκλαβοῦσα, καὶ κλῄει πύλας. ὁ δ’ ὡς ἐπ’ αὐτοῖς δὴ Κυκλωπίοισιν ὢν σκάπτει μοχλεύει θύρετρα, κἀκβαλὼν σταθμὰ δάμαρτα καὶ παῖδ’ ἑνὶ κατέστρωσεν βέλει. κἀνθένδε πρὸς γέροντος ἱππεύει φόνον· ἀλλ’ ἦλθεν εἰκών, ὡς ὁρᾶν ἐφαίνετο, Παλλὰς κραδαίνουσ’ ἔγχος †ἐπὶ λόφῳ κέαρ†, κἄρριψε πέτρον στέρνον εἰς Ἡρακλέους, ὅς νιν φόνου μαργῶντος ἔσχε, κεἰς ὕπνον καθῆκε· πίτνει δ’ ἐς πέδον, πρὸς κίονα νῶτον πατάξας, ὃς πεσήμασι στέγης διχορραγὴς ἔκειτο κρηπίδων ἔπι. ἡμεῖς δ’ ἐλευθεροῦντες ἐκ δρασμῶν πόδα σὺν τῷ γέροντι δεσμὰ σειραίων βρόχων ἀνήπτομεν πρὸς κίον’, ὡς λήξας ὕπνου μηδὲν προσεργάσαιτο τοῖς δεδραμένοις. εὕδει δ’ ὁ τλήμων ὕπνον οὐκ εὐδαίμονα, παῖδας φονεύσας καὶ δάμαρτ’. ἐγὼ μὲν οὖν οὐκ οἶδα θνητῶν ὅστις ἀθλιώτερος. [1016] ΧΟΡΌΣ: —ὁ φόνος ἦν ὃν Ἀργολὶς ἔχει πέτρα τότε μὲν περισαμότατος καὶ ἄπιστος Ἑλλάδι τῶν Δαναοῦ παίδων· τάδε δ’ ὑπερέβαλε, παρ- έδραμε τὰ τότε κακὰ … τάλανι διογενεῖ κόρῳ. —μονοτέκνου Πρόκνης φόνον ἔχω λέξαι θυόμενον Μούσαις· σὺ δὲ τέκνα τρίγον’, ὦ δάιε, τεκόμενος, λυσσάδι συγκατειργάσω μοίρᾳ. —αἰαῖ, τίνα στεναγμὸν ἢ γόον ἢ φθιτῶν ᾠδάν, ἢ τὸν Ἅιδα χορὸν ἀχήσω; —φεῦ φεῦ· ἴδεσθε, διάνδιχα κλῇθρα κλίνεται ὑψιπύλων δόμων. —ἰώ μοι· ἴδεσθε δὲ τέκνα πρὸ πατρὸς ἄθλια κείμενα δυστάνου, εὕδοντος ὕπνον δεινὸν ἐκ παίδων φόνου. —περὶ δὲ δεσμὰ καὶ πολύβροχ’ ἁμμάτων ἐρείσμαθ’ Ἡράκλειον ἀμφὶ δέμας τάδε λαΐνοις ἀνημμένα κίοσιν οἴκων. [1039] ΧΟΡΌΣ: —ὁ δ’ ὥς τις ὄρνις ἄπτερον καταστένων ὠδῖνα τέκνων, πρέσβυς ὑστέρῳ ποδὶ πικρὰν διώκων ἤλυσιν πάρεσθ’ ὅδε. [1042] ἈΜΦΙΤΡΎΩΝ: Καδμεῖοι γέροντες, οὐ σῖγα σῖ- γα τὸν ὕπνῳ παρειμένον ἐάσετ’ ἐκ- λαθέσθαι κακῶν; [1045] ΧΟΡΌΣ: κατὰ σὲ δακρύοις στένω, πρέσβυ, καὶ τέκεα καὶ τὸ καλλίνικον κάρα. [1047] ἈΜΦΙΤΡΎΩΝ: ἑκαστέρω πρόβατε, μὴ κτυπεῖτε, μὴ βοᾶτε, μὴ τὸν εὔδι’ ἰαύονθ’ ὑπνώδεά τ’ εὐνᾶς ἐγείρετε. [1050] ΧΟΡΌΣ: οἴμοι. φόνος ὅσος ὅδ’ … [1051] ἈΜΦΙΤΡΎΩΝ: ἆ ἆ, διά μ’ ὀλεῖτε. [1052] ΧΟΡΌΣ: κεχυμένος ἐπαντέλλει. [1053] ἈΜΦΙΤΡΎΩΝ: οὐκ ἀτρεμαῖα θρῆνον αἰ- άξετ’, ὦ γέροντες; ἢ δέσμ’ ἀνεγειρόμενος χαλάσας ἀπολεῖ πόλιν, ἀπὸ δὲ πατέρα, μέλαθρά τε καταράξει. [1057] ΧΟΡΌΣ: ἀδύνατ’ ἀδύνατά μοι. [1057] ἈΜΦΙΤΡΎΩΝ: σῖγα, πνοὰς μάθω· φέρε πρὸς οὖς βάλω. [1060] ΧΟΡΌΣ: εὕδει; [1060] ἈΜΦΙΤΡΎΩΝ: ναί, εὕδει ὕπνον γ’ ἄυπνον ὀλόμενον, ὃς ἔκανεν ἄλοχον, ἔκανε δὲ τέκεα, τοξήρει ψαλμῷ [τοξεύσας]. [1065] ΧΟΡΌΣ: στέναζέ νυν — [1065] ἈΜΦΙΤΡΎΩΝ: στενάζω. [1066] ΧΟΡΌΣ: τέκνων ὄλεθρον — [1066] ἈΜΦΙΤΡΎΩΝ: ὤμοι. [1067] ΧΟΡΌΣ: σέθεν τε παιδὸς — [1067] ἈΜΦΙΤΡΎΩΝ: αἰαῖ. [1068] ΧΟΡΌΣ: ὦ πρέσβυ … [1068] ἈΜΦΙΤΡΎΩΝ: σῖγα σῖγα· παλίντροπος ἐξεγειρόμενος στρέφεται· φέρε, ἀπόκρυφον δέμας ὑπὸ μέλαθρον κρύψω. [1071] ΧΟΡΌΣ: θάρσει· νὺξ ἔχει βλέφαρα παιδὶ σῷ. [1072] ἈΜΦΙΤΡΎΩΝ: ὁρᾶθ’ ὁρᾶτε. τὸ φάος ἐκ- λιπεῖν μὲν ἐπὶ κακοῖσιν οὐ φεύγω τάλας, ἀλλ’ εἴ με κανεῖ πατέρ’ ὄντα, πρὸς δὲ κακοῖς κακὰ μήσεται πρὸς Ἐρινύσι θ’ αἷμα σύγγονον ἕξει. [1078] ΧΟΡΌΣ: τότε θανεῖν σ’ ἐχρῆν, ὅτε δάμαρτι σᾷ φόνον ὁμοσπόρων ἔμολες ἐκπράξας Ταφίων περίκλυστον ἄστυ πέρσας. [1081] ἈΜΦΙΤΡΎΩΝ: φυγὰν φυγάν, γέροντες, ἀποπρὸ δωμάτων διώκετε· φεύγετε μάργον ἄνδρ’ ἐπεγειρόμενον. ⟨ἢ⟩ τάχα φόνον ἕτερον ἐπὶ φόνῳ βαλὼν ἀν’ αὖ βακχεύσει Καδμείων πόλιν. [1086] ΧΟΡΌΣ: ὦ Ζεῦ, τί παῖδ’ ἤχθηρας ὧδ’ ὑπερκότως τὸν σόν, κακῶν δὲ πέλαγος ἐς τόδ’ ἤγαγες; [1088] ἩΡΑΚΛΗ͂Σ: ἔα· ἔμπνους μέν εἰμι καὶ δέδορχ’ ἅπερ με δεῖ, αἰθέρα τε καὶ γῆν τόξα θ’ Ἡλίου τάδε … ὡς ἐν κλύδωνι καὶ φρενῶν ταράγματι πέπτωκα δεινῷ καὶ πνοὰς θερμὰς πνέω μετάρσι’, οὐ βέβαια, πνευμόνων ἄπο. ἰδού, τί δεσμοῖς ναῦς ὅπως ὡρμισμένος νεανίαν θώρακα καὶ βραχίονα, πρὸς ἡμιθραύστῳ λαΐνῳ τυκίσματι ἧμαι, νεκροῖσι γείτονας θάκους ἔχων; πτερωτά τ’ ἔγχη· τόξα δ’ ἔσπαρται πέδῳ, ἃ πρὶν παρασπίζοντ’ ἐμοῖς βραχίοσιν ἔσῳζε πλευρὰς ἐξ ἐμοῦ τ’ ἐσῴζετο. οὔ που κατῆλθον αὖθις εἰς Ἅιδου πάλιν, Εὐρυσθέως δίαυλον; εἰς Ἅιδου; πόθεν; ἀλλ’ οὔτε Σισύφειον εἰσορῶ πέτρον Πλούτωνά τ’, οὐδὲ σκῆπτρα Δήμητρος κόρης. ἔκ τοι πέπληγμαι· ποῦ ποτ’ ὢν ἀμηχανῶ; ὠή, τίς ἐγγὺς ἢ πρόσω φίλων ἐμῶν, δύσγνοιαν ὅστις τὴν ἐμὴν ἰάσεται; σαφῶς γὰρ οὐδὲν οἶδα τῶν εἰωθότων. [1109] ἈΜΦΙΤΡΎΩΝ: γέροντες, ἔλθω τῶν ἐμῶν κακῶν πέλας; [1110] ΧΟΡΌΣ: κἀγώ γε σὺν σοί, μὴ προδοὺς τὰς συμφοράς. [1111] ἩΡΑΚΛΗ͂Σ: πάτερ, τί κλαίεις καὶ συναμπίσχῃ κόρας, τοῦ φιλτάτου σοι τηλόθεν παιδὸς βεβώς; [1113] ἈΜΦΙΤΡΎΩΝ: ὦ τέκνον· εἶ γὰρ καὶ κακῶς πράσσων ἐμός. [1114] ἩΡΑΚΛΗ͂Σ: πράσσω δ’ ἐγὼ τί λυπρόν, οὗ δακρυρροεῖς; [1115] ἈΜΦΙΤΡΎΩΝ: ἃ κἂν θεῶν τις, εἰ μάθοι, καταστένοι. [1116] ἩΡΑΚΛΗ͂Σ: μέγας γ’ ὁ κόμπος, τὴν τύχην δ’ οὔπω λέγεις. [1117] ἈΜΦΙΤΡΎΩΝ: ὁρᾷς γὰρ αὐτός, εἰ φρονῶν ἤδη κυρεῖς. [1118] ἩΡΑΚΛΗ͂Σ: εἴπ’, εἴ τι καινὸν ὑπογράφῃ τὠμῷ βίῳ. [1119] ἈΜΦΙΤΡΎΩΝ: εἰ μηκέθ’ Ἅιδου βάκχος εἶ, φράσαιμεν ἄν. [1120] ἩΡΑΚΛΗ͂Σ: παπαῖ, τόδ’ ὡς ὕποπτον ᾐνίξω πάλιν. [1121] ἈΜΦΙΤΡΎΩΝ: καί σ’ εἰ βεβαίως εὖ φρονεῖς ἤδη σκοπῶ. [1122] ἩΡΑΚΛΗ͂Σ: οὐ γάρ τι βακχεύσας γε μέμνημαι φρένας. [1123] ἈΜΦΙΤΡΎΩΝ: λύσω, γέροντες, δεσμὰ παιδός; ἢ τί δρῶ; [1124] ἩΡΑΚΛΗ͂Σ: καὶ τόν γε δήσαντ’ εἴπ’· ἀναινόμεσθα γάρ. [1125] ἈΜΦΙΤΡΎΩΝ: τοσοῦτον ἴσθι τῶν κακῶν· τὰ δ’ ἄλλ’ ἔα. [1126] ἩΡΑΚΛΗ͂Σ: ἀρκεῖ σιωπὴ γὰρ μαθεῖν ὃ βούλομαι; [1127] ἈΜΦΙΤΡΎΩΝ: ὦ Ζεῦ, παρ’ Ἥρας ἆρ’ ὁρᾷς θρόνων τάδε; [1128] ἩΡΑΚΛΗ͂Σ: ἀλλ’ ἦ τι κεῖθεν πολέμιον πεπόνθαμεν; [1129] ἈΜΦΙΤΡΎΩΝ: τὴν θεὸν ἐάσας τὰ σὰ περιστέλλου κακά. [1130] ἩΡΑΚΛΗ͂Σ: ἀπωλόμεσθα· συμφορὰν λέξεις τινά. [1131] ἈΜΦΙΤΡΎΩΝ: ἰδού, θέασαι τάδε τέκνων πεσήματα. [1132] ἩΡΑΚΛΗ͂Σ: οἴμοι· τίν’ ὄψιν τήνδε δέρκομαι τάλας; [1133] ἈΜΦΙΤΡΎΩΝ: ἀπόλεμον, ὦ παῖ, πόλεμον ἔσπευσας τέκνοις. [1134] ἩΡΑΚΛΗ͂Σ: τί πόλεμον εἶπας; τούσδε τίς διώλεσε; [1135] ἈΜΦΙΤΡΎΩΝ: σὺ καὶ σὰ τόξα καὶ θεῶν ὃς αἴτιος. [1136] ἩΡΑΚΛΗ͂Σ: τί φῄς; τί δράσας; ὦ κάκ’ ἀγγέλλων πάτερ. [1137] ἈΜΦΙΤΡΎΩΝ: μανείς· ἐρωτᾷς δ’ ἄθλι’ ἑρμηνεύματα. [1138] ἩΡΑΚΛΗ͂Σ: ἦ καὶ δάμαρτός εἰμ’ ἐγὼ φονεὺς ἐμῆς; [1139] ἈΜΦΙΤΡΎΩΝ: μιᾶς ἅπαντα χειρὸς ἔργα σῆς τάδε. [1140] ἩΡΑΚΛΗ͂Σ: αἰαῖ· στεναγμῶν γάρ με περιβάλλει νέφος. [1141] ἈΜΦΙΤΡΎΩΝ: τούτων ἕκατι σὰς καταστένω τύχας. [1142] ἩΡΑΚΛΗ͂Σ: †ἦ γὰρ συνήραξ’ οἶκον ἢ βάκχευσ’ ἐμόν;† [1143] ἈΜΦΙΤΡΎΩΝ: οὐκ οἶδα πλὴν ἕν· πάντα δυστυχεῖ τὰ σά. [1144] ἩΡΑΚΛΗ͂Σ: ποῦ δ’ οἶστρος ἡμᾶς ἔλαβε; ποῦ διώλεσεν; [1145] ἈΜΦΙΤΡΎΩΝ: ὅτ’ ἀμφὶ βωμὸν χεῖρας ἡγνίζου πυρί. [1146] ἩΡΑΚΛΗ͂Σ: οἴμοι· τί δῆτα φείδομαι ψυχῆς ἐμῆς τῶν φιλτάτων μοι γενόμενος παίδων φονεύς; κοὐκ εἶμι πέτρας λισσάδος πρὸς ἅλματα ἢ φάσγανον πρὸς ἧπαρ ἐξακοντίσας τέκνοις δικαστὴς αἵματος γενήσομαι; ἢ σάρκα τὴν ἔμηνεν ἐμπρήσας πυρί, δύσκλειαν ἣ μένει μ’ ἀπώσομαι βίου; ἀλλ’ ἐμποδών μοι θανασίμων βουλευμάτων Θησεὺς ὅδ’ ἕρπει συγγενὴς φίλος τ’ ἐμός. ὀφθησόμεσθα, καὶ τεκνοκτόνον μύσος ἐς ὄμμαθ’ ἥξει φιλτάτῳ ξένων ἐμῶν. οἴμοι, τί δράσω; ποῖ κακῶν ἐρημίαν εὕρω, πτερωτὸς ἢ κατὰ χθονὸς μολών; †φέρ’ … ἄν τι† κρατὶ περιβάλω σκότον. αἰσχύνομαι γὰρ τοῖς δεδραμένοις κακοῖς· καὶ τῶνδε προστρόπαιον αἷμα προσλαβὼν οὐδὲν κακῶσαι τοὺς ἀναιτίους θέλω. [1163] ΘΗΣΕΎΣ: ἥκω σὺν ἄλλοις, οἳ παρ’ Ἀσωποῦ ῥοὰς μένουσιν, ἔνοπλοι γῆς Ἀθηναίων κόροι, σῷ παιδί, πρέσβυ, σύμμαχον φέρων δόρυ. κληδὼν γὰρ ἦλθεν εἰς Ἐρεχθειδῶν πόλιν ὡς σκῆπτρα χώρας τῆσδ’ ἀναρπάσας Λύκος ἐς πόλεμον ὑμῖν καὶ μάχην καθίσταται. τίνων δ’ ἀμοιβὰς ὧν ὑπῆρξεν Ἡρακλῆς σῴσας με νέρθεν, ἦλθον, εἴ τι δεῖ, γέρον, ἢ χειρὸς ὑμᾶς τῆς ἐμῆς ἢ συμμάχων. ἔα· τί νεκρῶν τῶνδε πληθύει πέδον; οὔ που λέλειμμαι καὶ νεωτέρων κακῶν ὕστερος ἀφῖγμαι; τίς τάδ’ ἔκτεινεν τέκνα; τίνος γεγῶσαν τήνδ’ ὁρῶ ξυνάορον; οὐ γὰρ δορός γε παῖδες ἵστανται πέλας, ἀλλ’ ἄλλο πού τι καινὸν εὑρίσκω κακόν. [1178] ἈΜΦΙΤΡΎΩΝ: ὦ τὸν ἐλαιοφόρον ὄχθον ἔχων ⟨ἄναξ⟩ … [1179] ΘΗΣΕΎΣ: τί χρῆμά μ’ οἰκτροῖς ἐκάλεσας προοιμίοις; [1180] ἈΜΦΙΤΡΎΩΝ: ἐπάθομεν πάθεα μέλεα πρὸς θεῶν. [1181] ΘΗΣΕΎΣ: οἱ παῖδες οἵδε τίνες, ἐφ’ οἷς δακρυρροεῖς; [1182] ἈΜΦΙΤΡΎΩΝ: ἔτεκε μέν ⟨νιν⟩ οὑμὸς ἶνις τάλας, τεκόμενος δ’ ἔκανε, φόνιον αἷμα τλάς. [1184] ΘΗΣΕΎΣ: εὔφημα φώνει. [1185] ἈΜΦΙΤΡΎΩΝ: βουλομένοισιν ἐπαγγέλλῃ. [1186] ΘΗΣΕΎΣ: ὦ δεινὰ λέξας. [1187] ἈΜΦΙΤΡΎΩΝ: οἰχόμεθ’ οἰχόμεθα πτανοί. [1188] ΘΗΣΕΎΣ: τί φῄς; τί δράσας; [1189] ἈΜΦΙΤΡΎΩΝ: μαινομένῳ πιτύλῳ πλαγχθεὶς ἑκατογκεφάλου ⟨τε⟩ βαφαῖς ὕδρας. [1191] ΘΗΣΕΎΣ: Ἥρας ὅδ’ ἁγών· τίς δ’ ὅδ’ οὑν νεκροῖς, γέρον; [1192] ἈΜΦΙΤΡΎΩΝ: ἐμὸς ἐμὸς ὅδε γόνος ὁ πολύπονος, ⟨ὃς⟩ ἐπὶ δόρυ γιγαντοφόνον ἦλθεν σὺν θεοῖ- σι Φλεγραῖον ἐς πεδίον ἀσπιστάς. [1195] ΘΗΣΕΎΣ: φεῦ φεῦ· τίς ἀνδρῶν ὧδε δυσδαίμων ἔφυ; [1196] ἈΜΦΙΤΡΎΩΝ: οὐκ ἂν εἰδείης ἕτερον πολυμοχθότερον πολυπλαγκτότερόν τε θνατῶν. [1198] ΘΗΣΕΎΣ: τί γὰρ πέπλοισιν ἄθλιον κρύπτει κάρα; [1199] ἈΜΦΙΤΡΎΩΝ: αἰδόμενος τὸ σὸν ὄμμα καὶ φιλίαν ὁμόφυλον αἷμά τε παιδοφόνον. [1202] ΘΗΣΕΎΣ: ἀλλ’, εἰ συναλγῶν γ’ ἦλθον, ἐκκάλυπτέ νιν. [1204] ἈΜΦΙΤΡΎΩΝ: ὦ τέκνον· πάρες ἀπ’ ὀμμάτων πέπλον, ἀπόδικε, ῥέθος ἀελίῳ δεῖξον. βάρος ἀντίπαλον, δακρύοις συναμιλλαταί, ἱκετεύομεν ἀμφὶ γενειάδα καὶ γόνυ καὶ χέρα σὰν προπίτνων, πολιόν τε δάκρυον ἐκβάλλων· ἰὼ παῖ, κατά- σχεθε λέοντος ἀγρίου θυμόν, ὡς βρόμον ἐπὶ φόνιον ἀνόσιον ἐξάγῃ, κακὰ θέλων κακοῖς συνάψαι, τέκνον. [1214] ΘΗΣΕΎΣ: εἶἑν· σὲ τὸν θάσσοντα δυστήνους ἕδρας αὐδῶ, φίλοισιν ὄμμα δεικνύναι τὸ σόν. οὐδεὶς σκότος γὰρ ὧδ’ ἔχει μέλαν νέφος, ὅστις κακῶν σῶν συμφορὰν κρύψειεν ἄν. τί μοι προσείων χεῖρα σημαίνεις φόνον; ὡς μὴ μύσος με σῶν βάλῃ προσφθεγμάτων; οὐδὲν μέλει μοι σύν γε σοὶ πράσσειν κακῶς· καὶ γάρ ποτ’ εὐτύχησα. ἐκεῖσ’ ἀνοιστέον, ὅτ’ ἐξέσῳσάς μ’ ἐς φάος νεκρῶν πάρα. χάριν δὲ γηράσκουσαν ἐχθαίρω φίλων, καὶ τῶν καλῶν μὲν ὅστις ἀπολαύειν θέλει, συμπλεῖν δὲ τοῖς φίλοισι δυστυχοῦσιν οὔ. ἀνίστασ’, ἐκκάλυψον ἄθλιον κάρα, βλέψον πρὸς ἡμᾶς. ὅστις εὐγενὴς βροτῶν, φέρει τά γ’ ἐκ θεῶν πτώματ’ οὐδ’ ἀναίνεται. [1229] ἩΡΑΚΛΗ͂Σ: Θησεῦ, δέδορκας τόνδ’ ἀγῶν’ ἐμῶν τέκνων; [1230] ΘΗΣΕΎΣ: ἤκουσα, καὶ βλέποντι σημαίνεις κακά. [1231] ἩΡΑΚΛΗ͂Σ: τί δῆτά μου κρᾶτ’ ἀνεκάλυψας ἡλίῳ; [1232] ΘΗΣΕΎΣ: τί δ’; οὐ μιαίνεις θνητὸς ὢν τὰ τῶν θεῶν. [1233] ἩΡΑΚΛΗ͂Σ: φεῦγ’, ὦ ταλαίπωρ’, ἀνόσιον μίασμ’ ἐμόν. [1234] ΘΗΣΕΎΣ: οὐδεὶς ἀλάστωρ τοῖς φίλοις ἐκ τῶν φίλων. [1235] ἩΡΑΚΛΗ͂Σ: ἐπῄνεσ’· εὖ δράσας δέ σ’ οὐκ ἀναίνομαι. [1236] ΘΗΣΕΎΣ: ἐγὼ δὲ πάσχων εὖ τότ’ οἰκτίρω σε νῦν. [1237] ἩΡΑΚΛΗ͂Σ: οἰκτρὸς γάρ εἰμι τἄμ’ ἀποκτείνας τέκνα. [1238] ΘΗΣΕΎΣ: κλαίω χάριν σὴν ἐφ’ ἑτέραισι συμφοραῖς. [1239] ἩΡΑΚΛΗ͂Σ: ηὗρες δέ γ’ ἄλλους ἐν κακοῖσι μείζοσιν; [1240] ΘΗΣΕΎΣ: ἅπτῃ κάτωθεν οὐρανοῦ δυσπραξίᾳ. [1241] ἩΡΑΚΛΗ͂Σ: τοιγὰρ παρεσκευάσμεθ’ ὥστε κατθανεῖν. [1242] ΘΗΣΕΎΣ: δοκεῖς ἀπειλῶν σῶν μέλειν τι δαίμοσιν; [1243] ἩΡΑΚΛΗ͂Σ: αὔθαδες ὁ θεός, πρὸς δὲ τοὺς θεοὺς ἐγώ. [1244] ΘΗΣΕΎΣ: ἴσχε στόμ’, ὡς μὴ μέγα λέγων μεῖζον πάθῃς. [1245] ἩΡΑΚΛΗ͂Σ: γέμω κακῶν δή, κοὐκέτ’ ἔσθ’ ὅπῃ τεθῇ. [1246] ΘΗΣΕΎΣ: δράσεις δὲ δὴ τί; ποῖ φέρῃ θυμούμενος; [1247] ἩΡΑΚΛΗ͂Σ: θανών, ὅθενπερ ἦλθον, εἶμι γῆς ὕπο. [1248] ΘΗΣΕΎΣ: εἴρηκας ἐπιτυχόντος ἀνθρώπου λόγους. [1249] ἩΡΑΚΛΗ͂Σ: σὺ δ’ ἐκτὸς ὤν γε συμφορᾶς με νουθετεῖς. [1250] ΘΗΣΕΎΣ: ὁ πολλὰ δὴ τλὰς Ἡρακλῆς λέγει τάδε; [1251] ἩΡΑΚΛΗ͂Σ: οὐκ οὖν τοσαῦτά γ’, εἰ μέτρῳ μοχθητέον. [1252] ΘΗΣΕΎΣ: εὐεργέτης βροτοῖσι καὶ μέγας φίλος; [1253] ἩΡΑΚΛΗ͂Σ: οἱ δ’ οὐδὲν ὠφελοῦσί μ’, ἀλλ’ Ἥρα κρατεῖ. [1254] ΘΗΣΕΎΣ: οὐκ ἄν ⟨σ’⟩ ἀνάσχοιθ’ Ἑλλὰς ἀμαθίᾳ θανεῖν. [1255] ἩΡΑΚΛΗ͂Σ: ἄκουε δή νυν, ὡς ἁμιλληθῶ λόγοις πρὸς νουθετήσεις σάς· ἀναπτύξω δέ σοι ἀβίωτον ἡμῖν νῦν τε καὶ πάροιθεν ὄν. πρῶτον μὲν ἐκ τοῦδ’ ἐγενόμην, ὅστις κτανὼν μητρὸς γεραιὸν πατέρα προστρόπαιος ὢν ἔγημε τὴν τεκοῦσαν Ἀλκμήνην ἐμέ. ὅταν δὲ κρηπὶς μὴ καταβληθῇ γένους ὀρθῶς, ἀνάγκη δυστυχεῖν τοὺς ἐκγόνους. Ζεὺς δ’ — ὅστις ὁ Ζεύς — πολέμιόν μ’ ἐγείνατο Ἥρᾳ — σὺ μέντοι μηδὲν ἀχθεσθῇς, γέρον· πατέρα γὰρ ἀντὶ Ζηνὸς ἡγοῦμαι σὲ ἐγώ· ἔτ’ ἐν γάλακτί τ’ ὄντι γοργωποὺς ὄφεις ἐπεισέφρησε σπαργάνοισι τοῖς ἐμοῖς ἡ τοῦ Διὸς σύλλεκτρος, ὡς ὀλοίμεθα. ἐπεὶ δὲ σαρκὸς περιβόλαι’ ἐκτησάμην ἡβῶντα, μόχθους οὓς ἔτλην τί δεῖ λέγειν; ποίους ποτ’ ἢ λέοντας ἢ τρισωμάτους Τυφῶνας ἢ Γίγαντας ἢ τετρασκελῆ κενταυροπληθῆ πόλεμον οὐκ ἐξήνυσα; τήν τ’ ἀμφίκρανον καὶ παλιμβλαστῆ κύνα ὕδραν φονεύσας μυρίων τ’ ἄλλων πόνων διῆλθον ἀγέλας κἀς νεκροὺς ἀφικόμην, Ἅιδου πυλωρὸν κύνα τρίκρανον ἐς φάος ὅπως πορεύσαιμ’ ἐντολαῖς Εὐρυσθέως. τὸν λοίσθιον δὲ τόνδ’ ἔτλην τάλας πόνον, παιδοκτονήσας δῶμα θριγκῶσαι κακοῖς. ἥκω δ’ ἀνάγκης ἐς τόδ’· οὔτ’ ἐμαῖς φίλαις Θήβαις ἐνοικεῖν ὅσιον· ἢν δὲ καὶ μένω, ἐς ποῖον ἱερὸν ἢ πανήγυριν φίλων εἶμ’; οὐ γὰρ ἄτας εὐπροσηγόρους ἔχω. ἀλλ’ Ἄργος ἔλθω; πῶς, ἐπεὶ φεύγω πάτραν; φέρ’ ἀλλ’ ἐς ἄλλην δή τιν’ ὁρμήσω πόλιν; κἄπειθ’ ὑποβλεπώμεθ’ ὡς ἐγνωσμένοι, γλώσσης πικροῖς κέντροισι κλῃδουχούμενοι· Οὐχ οὗτος ὁ Διός, ὃς τέκν’ ἔκτεινέν ποτε δάμαρτά τ’; οὐ γῆς τῆσδ’ ἀποφθαρήσεται; [1291] ἩΡΑΚΛΗ͂Σ: κεκλημένῳ δὲ φωτὶ μακαρίῳ ποτὲ αἱ μεταβολαὶ λυπηρόν· ᾧ δ’ ἀεὶ κακῶς ἔστ’, οὐδὲν ἀλγεῖ συγγενῶς δύστηνος ὤν. ἐς τοῦτο δ’ ἥξειν συμφορᾶς οἶμαί ποτε· φωνὴν γὰρ ἥσει χθὼν ἀπεννέπουσά με μὴ θιγγάνειν γῆς καὶ θάλασσα μὴ περᾶν πηγαί τε ποταμῶν, καὶ τὸν ἁρματήλατον Ἰξίον’ ἐν δεσμοῖσιν ἐκμιμήσομαι. καὶ ταῦτ’ ἄριστα μηδέν’ Ἑλλήνων μ’ ὁρᾶν, ἐν οἷσιν εὐτυχοῦντες ἦμεν ὄλβιοι. τί δῆτά με ζῆν δεῖ; τί κέρδος ἕξομεν βίον γ’ ἀχρεῖον ἀνόσιον κεκτημένοι; χορευέτω δὴ Ζηνὸς ἡ κλεινὴ δάμαρ †κρόουσ’ Ὀλυμπίου† Ζηνὸς ἀρβύλῃ πόδα. ἔπραξε γὰρ βούλησιν ἣν ἐβούλετο, ἄνδρ’ Ἑλλάδος τὸν πρῶτον αὐτοῖσιν βάθροις ἄνω κάτω στρέψασα. — τοιαύτῃ θεῷ τίς ἂν προσεύχοιθ’; ἣ γυναικὸς οὕνεκα λέκτρων φθονοῦσα Ζηνὶ τοὺς εὐεργέτας Ἑλλάδος ἀπώλεσ’ οὐδὲν ὄντας αἰτίους. [1311] ΧΟΡΌΣ: οὐκ ἔστιν ἄλλου δαιμόνων ἀγὼν ὅδε ἢ τῆς Διὸς δάμαρτος· εὖ τόδ’ αἰσθάνῃ. [1313] ΘΗΣΕΎΣ: … παραινέσαιμ’ ἂν μᾶλλον ἢ πάσχειν κακῶς. οὐδεὶς δὲ θνητῶν ταῖς τύχαις ἀκήρατος, οὐ θεῶν, ἀοιδῶν εἴπερ οὐ ψευδεῖς λόγοι. οὐ λέκτρ’ ἐν ἀλλήλοισιν, ὧν οὐδεὶς νόμος, συνῆψαν; οὐ δεσμοῖσι διὰ τυραννίδας πατέρας ἐκηλίδωσαν; ἀλλ’ οἰκοῦσ’ ὅμως Ὄλυμπον ἠνέσχοντό θ’ ἡμαρτηκότες. καίτοι τί φήσεις, εἰ σὺ μὲν θνητὸς γεγὼς φέρεις ὑπέρφευ τὰς τύχας, θεοὶ δὲ μή; Θήβας μὲν οὖν ἔκλειπε τοῦ νόμου χάριν, ἕπου δ’ ἅμ’ ἡμῖν πρὸς πόλισμα Παλλάδος. ἐκεῖ χέρας σὰς ἁγνίσας μιάσματος, δόμους τε δώσω χρημάτων τ’ ἐμῶν μέρος. ἃ δ’ ἐκ πολιτῶν δῶρ’ ἔχω σώσας κόρους δὶς ἑπτά, ταῦρον Κνώσιον κατακτανών, σοὶ ταῦτα δώσω. πανταχοῦ δέ μοι χθονὸς τεμένη δέδασται· ταῦτ’ ἐπωνομασμένα σέθεν τὸ λοιπὸν ἐκ βροτῶν κεκλήσεται ζῶντος· θανόντα δ’, εὖτ’ ἂν εἰς Ἅιδου μόλῃς, θυσίαισι λαΐνοισί τ’ ἐξογκώμασι τίμιον ἀνάξει πᾶσ’ Ἀθηναίων πόλις. καλὸς γὰρ ἀστοῖς στέφανος Ἑλλήνων ὕπο ἄνδρ’ ἐσθλὸν ὠφελοῦντας εὐκλείας τυχεῖν. κἀγὼ χάριν σοι τῆς ἐμῆς σωτηρίας τήνδ’ ἀντιδώσω· νῦν γὰρ εἶ χρεῖος φίλων. θεοὶ δ’ ὅταν τιμῶσιν, οὐδὲν δεῖ φίλων· ἅλις γὰρ ὁ θεὸς ὠφελῶν, ὅταν θέλῃ. [1340] ἩΡΑΚΛΗ͂Σ: οἴμοι· πάρεργα ⟨μὲν⟩ τάδ’ ἔστ’ ἐμῶν κακῶν, ἐγὼ δὲ τοὺς θεοὺς οὔτε λέκτρ’ ἃ μὴ θέμις στέργειν νομίζω, δεσμά τ’ ἐξάπτειν χεροῖν οὔτ’ ἠξίωσα πώποτ’ οὔτε πείσομαι, οὐδ’ ἄλλον ἄλλου δεσπότην πεφυκέναι. δεῖται γὰρ ὁ θεός, εἴπερ ἔστ’ ὀρθῶς θεός, οὐδενός· ἀοιδῶν οἵδε δύστηνοι λόγοι. ἐσκεψάμην δὲ καίπερ ἐν κακοῖσιν ὤν, μὴ δειλίαν ὄφλω τιν’ ἐκλιπὼν φάος· ταῖς συμφοραῖς γὰρ ὅστις οὐχ ὑφίσταται, οὐδ’ ἀνδρὸς ἂν δύναιθ’ ὑποστῆναι βέλος. ἐγκαρτερήσω βίοτον· εἶμι δ’ ἐς πόλιν τὴν σήν, χάριν τε μυρίων δώρων ἔχω. [1353] ἩΡΑΚΛΗ͂Σ: ἀτὰρ πόνων δὴ μυρίων ἐγευσάμην· ὧν οὔτ’ ἀπεῖπον οὐδέν’ οὔτ’ ἀπ’ ὀμμάτων ἔσταξα πηγάς, οὐδ’ ἂν ᾠόμην ποτὲ ἐς τοῦθ’ ἱκέσθαι, δάκρυ’ ἀπ’ ὀμμάτων βαλεῖν· νῦν δ’, ὡς ἔοικε, τῇ τύχῃ δουλευτέον. εἶἑν· γεραιέ, τὰς ἐμὰς φυγὰς ὁρᾷς, ὁρᾷς δὲ παίδων ὄντα μ’ αὐθέντην ἐμῶν· δὸς τούσδε τύμβῳ καὶ περίστειλον νεκροὺς δακρύοισι τιμῶν — ἐμὲ γὰρ οὐκ ἐᾷ νόμος — πρὸς στέρν’ ἐρείσας μητρὶ δούς τ’ ἐς ἀγκάλας, κοινωνίαν δύστηνον, ἣν ἐγὼ τάλας διώλεσ’ ἄκων. γῇ δ’ ἐπὴν κρύψῃς νεκρούς, οἴκει πόλιν τήνδ’, ἀθλίως μέν, ἀλλ’ ὅμως ψυχὴν βιάζου τἀμὰ συμφέρειν κακά. ὦ τέκν’, ὁ φύσας καὶ τεκὼν ὑμᾶς πατὴρ ἀπώλεσ’, οὐδ’ ὤνασθε τῶν ἐμῶν καλῶν, ἁγὼ παρεσκεύαζον ἐκμοχθῶν βίᾳ εὔκλειαν ὑμῖν, πατρὸς ἀπόλαυσιν καλήν. σέ τ’ οὐχ ὁμοίως, ὦ τάλαιν’, ἀπώλεσα ὥσπερ σὺ τἀμὰ λέκτρ’ ἔσῳζες ἀσφαλῶς, μακρὰς διαντλοῦσ’ ἐν δόμοις οἰκουρίας. οἴμοι δάμαρτος καὶ τέκνων, οἴμοι δ’ ἐμοῦ, ὡς ἀθλίως πέπραγα κἀποζεύγνυμαι τέκνων γυναικός τ’· ὦ λυγραὶ φιλημάτων τέρψεις, λυγραὶ δὲ τῶνδ’ ὅπλων κοινωνίαι. ἀμηχανῶ γὰρ πότερ’ ἔχω τάδ’ ἢ μεθῶ, ἃ πλευρὰ τἀμὰ προσπίτνοντ’ ἐρεῖ τάδε· Ἡμῖν τέκν’ εἷλες καὶ δάμαρθ’· ἡμᾶς ἔχεις παιδοκτόνους σούς. εἶτ’ ἐγὼ τάδ’ ὠλέναις οἴσω; τί φάσκων; ἀλλὰ γυμνωθεὶς ὅπλων, ξὺν οἷς τὰ κάλλιστ’ ἐξέπραξ’ ἐν Ἑλλάδι, ἐχθροῖς ἐμαυτὸν ὑποβαλὼν αἰσχρῶς θάνω; οὐ λειπτέον τάδ’, ἀθλίως δὲ σῳστέον. ἕν μοί τι, Θησεῦ, σύγκαμ’· ἀθλίου κυνὸς κόμιστρ’ ἐς Ἄργος συγκατάστησον μολών, λύπῃ τι παίδων μὴ πάθω μονούμενος. ὦ γαῖα Κάδμου πᾶς τε Θηβαῖος λεώς, κείρασθε, συμπενθήσατ’, ἔλθετ’ ἐς τάφον παίδων· ἅπαντας δ’ ἑνὶ λόγῳ πενθήσετε νεκρούς τε κἀμέ· πάντες ἐξολώλαμεν Ἥρας μιᾷ πληγέντες ἄθλιοι τύχῃ. [1394] ΘΗΣΕΎΣ: ἀνίστασ’, ὦ δύστηνε· δακρύων δ’ ἅλις. [1395] ἩΡΑΚΛΗ͂Σ: οὐκ ἂν δυναίμην· ἄρθρα γὰρ πέπηγέ μου. [1396] ΘΗΣΕΎΣ: καὶ τοὺς σθένοντας γὰρ καθαιροῦσιν τύχαι. [1397] ἩΡΑΚΛΗ͂Σ: φεῦ· αὐτοῦ γενοίμην πέτρος ἀμνήμων κακῶν. [1398] ΘΗΣΕΎΣ: παῦσαι· δίδου δὲ χεῖρ’ ὑπηρέτῃ φίλῳ. [1399] ἩΡΑΚΛΗ͂Σ: ἀλλ’ αἷμα μὴ σοῖς ἐξομόρξωμαι πέπλοις. [1400] ΘΗΣΕΎΣ: ἔκμασσε, φείδου μηδέν· οὐκ ἀναίνομαι. [1401] ἩΡΑΚΛΗ͂Σ: παίδων στερηθεὶς παῖδ’ ὅπως ἔχω σ’ ἐμόν. [1402] ΘΗΣΕΎΣ: δίδου δέρῃ σὴν χεῖρ’, ὁδηγήσω δ’ ἐγώ. [1403] ἩΡΑΚΛΗ͂Σ: ζεῦγός γε φίλιον· ἅτερος δὲ δυστυχής. ὦ πρέσβυ, τοιόνδ’ ἄνδρα χρὴ κτᾶσθαι φίλον. [1405] ἈΜΦΙΤΡΎΩΝ: ἡ γὰρ τεκοῦσα τόνδε πατρὶς εὔτεκνος. [1406] ἩΡΑΚΛΗ͂Σ: Θησεῦ, πάλιν με στρέψον, ὡς ἴδω τέκνα. [1407] ΘΗΣΕΎΣ: ὡς δὴ τί; φίλτρον τοῦτ’ ἔχων ῥᾴων ἔσῃ; [1408] ἩΡΑΚΛΗ͂Σ: ποθῶ· πατρός τε στέρνα προσθέσθαι θέλω. [1409] ἈΜΦΙΤΡΎΩΝ: ἰδοὺ τάδ’, ὦ παῖ· τἀμὰ γὰρ σπεύδεις φίλα. [1410] ΘΗΣΕΎΣ: οὕτως πόνων σῶν οὐκέτι μνήμην ἔχεις; [1411] ἩΡΑΚΛΗ͂Σ: ἅπαντ’ ἐλάσσω κεῖνα τῶνδ’ ἔτλην κακά. [1412] ΘΗΣΕΎΣ: εἴ σ’ ὄψεταί τις θῆλυν ὄντ’, οὐκ αἰνέσει. [1413] ἩΡΑΚΛΗ͂Σ: ζῶ σοι ταπεινός; ἀλλὰ πρόσθεν οὐ δοκῶ. [1414] ΘΗΣΕΎΣ: ἄγαν γ’· ὁ κλεινὸς Ἡρακλῆς οὐκ εἶ νοσῶν. [1415] ἩΡΑΚΛΗ͂Σ: σὺ ποῖος ἦσθα νέρθεν ἐν κακοῖσιν ὤν; [1416] ΘΗΣΕΎΣ: ὡς ἐς τὸ λῆμα παντὸς ἦν ἥσσων ἀνήρ. [1417] ἩΡΑΚΛΗ͂Σ: πῶς οὖν ἔτ’ †εἴπης† ὅτι συνέσταλμαι κακοῖς; [1418] ΘΗΣΕΎΣ: πρόβαινε. [1418] ἩΡΑΚΛΗ͂Σ: χαῖρ’, ὦ πρέσβυ. [1418] ἈΜΦΙΤΡΎΩΝ: καὶ σύ μοι, τέκνον. [1419] ἩΡΑΚΛΗ͂Σ: θάφθ’ ὥσπερ εἶπον παῖδας. [1419] ἈΜΦΙΤΡΎΩΝ: ἐμὲ δὲ τίς, τέκνον; [1420] ἩΡΑΚΛΗ͂Σ: ἐγώ. [1420] ἈΜΦΙΤΡΎΩΝ: πότ’ ἐλθών; [1420] ἩΡΑΚΛΗ͂Σ: ἡνίκ’ ἂν θάψῃς τέκνα. [1421] ἈΜΦΙΤΡΎΩΝ: πῶς; [1421] ἩΡΑΚΛΗ͂Σ: εἰς Ἀθήνας πέμψομαι Θηβῶν ἄπο. ἀλλ’ ἐσκόμιζε τέκνα δυσκόμιστα γῇ· ἡμεῖς δ’ ἀναλώσαντες αἰσχύναις δόμον, Θησεῖ πανώλεις ἑψόμεσθ’ ἐφολκίδες. ὅστις δὲ πλοῦτον ἢ σθένος μᾶλλον φίλων ἀγαθῶν πεπᾶσθαι βούλεται, κακῶς φρονεῖ. [1427] ΧΟΡΌΣ: στείχομεν οἰκτροὶ καὶ πολύκλαυτοι, τὰ μέγιστα φίλων ὀλέσαντες.