Ἰφιγένεια ἡ ἐν Ταύροις — Euripides ================================== ΕΥΡΙΠΙΔΟΥ ΙΦΙΓΕΝΕΙΑ Η ΕΝ ΤΑΥΡΟΙΣ Translation/edition: Greek text (Murray) Language: Ancient Greek Read in Plato Scroll: https://plato-scroll.com/s/eur-iphigenia-tauris/ This file: https://plato-scroll.com/text/eur-iphigenia-tauris-e.txt Other editions of this work: - E. P. Coleridge (1891), modernised by Perseus: https://plato-scroll.com/text/eur-iphigenia-tauris.txt Sources and licences: https://plato-scroll.com/attribution.html Numbers in [brackets] are the edition's reference loci (Stephanus, Bekker, book.line, page...). Superscript numerals refer to the Notes at the end. ## Ἰφιγένεια ἡ ἐν Ταύροις [1] ἸΦΙΓΈΝΕΙΑ: Πέλοψ ὁ Ταντάλειος ἐς Πῖσαν μολὼν θοαῖσιν ἵπποις Οἰνομάου γαμεῖ κόρην, ἐξ ἧς Ἀτρεὺς ἔβλαστεν· Ἀτρέως δὲ παῖς Μενέλαος Ἀγαμέμνων τε· τοῦ δ’ ἔφυν ἐγώ τῆς Τυνδαρείας θυγατρὸς Ἰφιγένεια παῖς, ἣν ἀμφὶ δίναις ἃς θάμ’ Εὔριπος πυκναῖς αὔραις ἑλίσσων κυανέαν ἅλα στρέφει, ἔσφαξεν Ἑλένης οὕνεχ’, ὡς δοκεῖ, πατὴρ Ἀρτέμιδι κλειναῖς ἐν πτυχαῖσιν Αὐλίδος. ἐνταῦθα γὰρ δὴ χιλίων ναῶν στόλον Ἑλληνικὸν συνήγαγ’ Ἀγαμέμνων ἄναξ, τὸν καλλίνικον στέφανον Ἰλίου θέλων λαβεῖν Ἀχαιοῖς τούς θ’ ὑβρισθέντας γάμους Ἑλένης μετελθεῖν, Μενέλεῳ χάριν φέρων. δεινῆς δ’ ἀπλοίας πνευμάτων τε τυγχάνων, ἐς ἔμπυρ’ ἦλθε, καὶ λέγει Κάλχας τάδε· ὦ τῆσδ’ ἀνάσσων Ἑλλάδος στρατηγίας, Ἀγάμεμνον, οὐ μὴ ναῦς ἀφορμίσῃ χθονός, πρὶν ἂν κόρην σὴν Ἰφιγένειαν Ἄρτεμις λάβῃ σφαγεῖσαν· ὅ τι γὰρ ἐνιαυτὸς τέκοι κάλλιστον, ηὔξω φωσφόρῳ θύσειν θεᾷ. παῖδ’ οὖν ἐν οἴκοις σὴ Κλυταιμήστρα δάμαρ τίκτει — τὸ καλλιστεῖον εἰς ἔμ’ ἀναφέρων — ἣν χρή σε θῦσαι. καί μ’ Ὀδυσσέως τέχναις μητρὸς παρείλοντ’ ἐπὶ γάμοις Ἀχιλλέως. ἐλθοῦσα δ’ Αὐλίδ’ ἡ τάλαιν’ ὑπὲρ πυρᾶς μεταρσία ληφθεῖσ’ ἐκαινόμην ξίφει· ἀλλ’ ἐξέκλεψεν ἔλαφον ἀντιδοῦσά μου Ἄρτεμις Ἀχαιοῖς, διὰ δὲ λαμπρὸν αἰθέρα πέμψασά μ’ ἐς τήνδ’ ᾤκισεν Ταύρων χθόνα, οὗ γῆς ἀνάσσει βαρβάροισι βάρβαρος Θόας, ὃς ὠκὺν πόδα τιθεὶς ἴσον πτεροῖς ἐς τοὔνομ’ ἦλθε τόδε ποδωκείας χάριν. ναοῖσι δ’ ἐν τοῖσδ’ ἱερέαν τίθησί με· ὅθεν νόμοισι τοῖσιν ἥδεται θεὰ Ἄρτεμις, ἑορτῆς, τοὔνομ’ ἧς καλὸν μόνον — τὰ δ’ ἄλλα σιγῶ, τὴν θεὸν φοβουμένη — [θύω γὰρ ὄντος τοῦ νόμου καὶ πρὶν πόλει, ὃς ἂν κατέλθῃ τήνδε γῆν Ἕλλην ἀνήρ.] κατάρχομαι μέν, σφάγια δ’ ἄλλοισιν μέλει ἄρρητ’ ἔσωθεν τῶνδ’ ἀνακτόρων θεᾶς. [42] ἸΦΙΓΈΝΕΙΑ: ἃ καινὰ δ’ ἥκει νὺξ φέρουσα φάσματα, λέξω πρὸς αἰθέρ’, εἴ τι δὴ τόδ’ ἔστ’ ἄκος. ἔδοξ’ ἐν ὕπνῳ τῆσδ’ ἀπαλλαχθεῖσα γῆς οἰκεῖν ἐν Ἄργει, παρθένοισι δ’ ἐν μέσαις εὕδειν, χθονὸς δὲ νῶτα σεισθῆναι σάλῳ, φεύγειν δὲ κἄξω στᾶσα θριγκὸν εἰσιδεῖν δόμων πίτνοντα, πᾶν δ’ ἐρείψιμον στέγος βεβλημένον πρὸς οὖδας ἐξ ἄκρων σταθμῶν. μόνος λελεῖφθαι στῦλος εἷς ἔδοξέ μοι δόμων πατρῴων, ἐκ δ’ ἐπικράνων κόμας ξανθὰς καθεῖναι, φθέγμα δ’ ἀνθρώπου λαβεῖν, κἀγὼ τέχνην τήνδ’ ἣν ἔχω ξενοκτόνον τιμῶσ’ ὑδραίνειν αὐτὸν ὡς θανούμενον, κλαίουσα. τοὔναρ δ’ ὧδε συμβάλλω τόδε· τέθνηκ’ Ὀρέστης, οὗ κατηρξάμην ἐγώ. στῦλοι γὰρ οἴκων παῖδές εἰσιν ἄρσενες· θνῄσκουσι δ’ οὓς ἂν χέρνιβες βάλωσ’ ἐμαί. [οὐδ’ αὖ συνάψαι τοὔναρ ἐς φίλους ἔχω· Στροφίῳ γὰρ οὐκ ἦν παῖς, ὅτ’ ὠλλύμην ἐγώ.] νῦν οὖν ἀδελφῷ βούλομαι δοῦναι χοὰς παροῦσ’ ἀπόντι — ταῦτα γὰρ δυναίμεθ’ ἄν — σὺν προσπόλοισιν, ἃς ἔδωχ’ ἡμῖν ἄναξ Ἑλληνίδας γυναῖκας. ἀλλ’ ἐξ αἰτίας οὔπω τίνος πάρεισιν; εἶμ’ ἔσω δόμων ἐν οἷσι ναίω τῶνδ’ ἀνακτόρων θεᾶς. [67] ὈΡΈΣΤΗΣ: ὅρα, φυλάσσου μή τις ἐν στίβῳ βροτῶν. [68] ΠΥΛΆΔΗΣ: ὁρῶ, σκοποῦμαι δ’ ὄμμα πανταχῆ στρέφων. [69] ὈΡΈΣΤΗΣ: Πυλάδη, δοκεῖ σοι μέλαθρα ταῦτ’ εἶναι θεᾶς ἔνθ’ Ἀργόθεν ναῦν ποντίαν ἐστείλαμεν; [71] ΠΥΛΆΔΗΣ: ἔμοιγ’, Ὀρέστα· σοὶ δὲ συνδοκεῖν χρεών. [72] ὈΡΈΣΤΗΣ: καὶ βωμός, Ἕλλην οὗ καταστάζει φόνος; [73] ΠΥΛΆΔΗΣ: ἐξ αἱμάτων γοῦν ξάνθ’ ἔχει τριχώματα. [74] ὈΡΈΣΤΗΣ: θριγκοῖς δ’ ὑπ’ αὐτοῖς σκῦλ’ ὁρᾷς ἠρτημένα; [75] ΠΥΛΆΔΗΣ: τῶν κατθανόντων γ’ ἀκροθίνια ξένων. ἀλλ’ ἐγκυκλοῦντ’ ὀφθαλμὸν εὖ σκοπεῖν χρεών. [77] ὈΡΈΣΤΗΣ: ὦ Φοῖβε, ποῖ μ’ αὖ τήνδ’ ἐς ἄρκυν ἤγαγες χρήσας, ἐπειδὴ πατρὸς αἷμ’ ἐτεισάμην, μητέρα κατακτάς, διαδοχαῖς δ’ Ἐρινύων ἠλαυνόμεσθα φυγάδες ἔξεδροι χθονὸς δρόμους τε πολλοὺς ἐξέπλησα καμπίμους, ἐλθὼν δέ σ’ ἠρώτησα πῶς τροχηλάτου μανίας ἂν ἔλθοιμ’ ἐς τέλος πόνων τ’ ἐμῶν, οὓς ἐξεμόχθουν περιπολῶν καθ’ Ἑλλάδα — σὺ δ’ εἶπας ἐλθεῖν Ταυρικῆς μ’ ὅρους χθονός, ἔνθ’ Ἄρτεμίς σοι σύγγονος βωμοὺς ἔχοι, λαβεῖν τ’ ἄγαλμα θεᾶς, ὅ φασιν ἐνθάδε ἐς τούσδε ναοὺς οὐρανοῦ πεσεῖν ἄπο· λαβόντα δ’ ἢ τέχναισιν ἢ τύχῃ τινί, κίνδυνον ἐκπλήσαντ’, Ἀθηναίων χθονὶ δοῦναι — τὸ δ’ ἐνθένδ’ οὐδὲν ἐρρήθη πέρα — καὶ ταῦτα δράσαντ’ ἀμπνοὰς ἕξειν πόνων. ἥκω δὲ πεισθεὶς σοῖς λόγοισιν ἐνθάδε ἄγνωστον ἐς γῆν, ἄξενον. σὲ δ’ ἱστορῶ, Πυλάδη — σὺ γάρ μοι τοῦδε συλλήπτωρ πόνου — τί δρῶμεν; ἀμφίβληστρα γὰρ τοίχων ὁρᾷς ὑψηλά· πότερα δωμάτων προσαμβάσεις ἐκβησόμεσθα; πῶς ἂν οὖν λάθοιμεν ἄν; ἢ χαλκότευκτα κλῇθρα λύσαντες μοχλοῖς — ὧν οὐδὲν ἴσμεν; ἢν δ’ ἀνοίγοντες πύλας ληφθῶμεν ἐσβάσεις τε μηχανώμενοι, θανούμεθ’. ἀλλὰ πρὶν θανεῖν, νεὼς ἔπι φεύγωμεν, ᾗπερ δεῦρ’ ἐναυστολήσαμεν. [104] ΠΥΛΆΔΗΣ: φεύγειν μὲν οὐκ ἀνεκτὸν οὐδ’ εἰώθαμεν, τὸν τοῦ θεοῦ δὲ χρησμὸν οὐ κακιστέον· ναοῦ δ’ ἀπαλλαχθέντε κρύψωμεν δέμας κατ’ ἄντρ’ ἃ πόντος νοτίδι διακλύζει μέλας — νεὼς ἄπωθεν, μή τις εἰσιδὼν σκάφος βασιλεῦσιν εἴπῃ κᾆτα ληφθῶμεν βίᾳ. ὅταν δὲ νυκτὸς ὄμμα λυγαίας μόλῃ, τολμητέον τοι ξεστὸν ἐκ ναοῦ λαβεῖν ἄγαλμα πάσας προσφέροντε μηχανάς. ὅρα δέ γ’ εἴσω τριγλύφων ὅποι κενὸν δέμας καθεῖναι· τοὺς πόνους γὰρ ἁγαθοὶ τολμῶσι, δειλοὶ δ’ εἰσὶν οὐδὲν οὐδαμοῦ. [116] ὈΡΈΣΤΗΣ: οὔ τοι μακρὸν μὲν ἤλθομεν κώπῃ πόρον, ἐκ τερμάτων δὲ νόστον ἀροῦμεν πάλιν. ἀλλ’ εὖ γὰρ εἶπας, πειστέον· χωρεῖν χρεὼν ὅποι χθονὸς κρύψαντε λήσομεν δέμας. οὐ γὰρ τὸ τοῦ θεοῦ γ’ αἴτιον γενήσεται πεσεῖν ἄχρηστον θέσφατον· τολμητέον· μόχθος γὰρ οὐδεὶς τοῖς νέοις σκῆψιν φέρει. [123] ΧΟΡΌΣ: εὐφαμεῖτ’, ὦ πόντου δισσὰς συγχωρούσας πέτρας Ἀξείνου ναίοντες. ὦ παῖ τᾶς Λατοῦς, Δίκτυνν’ οὐρεία, πρὸς σὰν αὐλάν, εὐστύλων ναῶν χρυσήρεις θριγκούς, πόδα παρθένιον ὅσιον ὁσίας κλῃδούχου δούλα πέμπω, Ἑλλάδος εὐίππου πύργους καὶ τείχη χόρτων τ’ εὐδένδρων ἐξαλλάξασ’ Εὐρώπαν, πατρῴων οἴκων ἕδρας. ἔμολον· τί νέον; τίνα φροντίδ’ ἔχεις; τί με πρὸς ναοὺς ἄγαγες ἄγαγες, ὦ παῖ τοῦ τᾶς Τροίας πύργους ἐλθόντος κλεινᾷ σὺν κώπᾳ χιλιοναύτα μυριοτευχοῦς Ἀτρείδα; [τῶν κλεινῶν;] [143] ἸΦΙΓΈΝΕΙΑ: ἰὼ δμωαί, δυσθρηνήτοις ὡς θρήνοις ἔγκειμαι, τᾶς οὐκ εὐμούσου μολπᾶς [βοὰν] ἀλύροις ἐλέγοις, αἰαῖ, αἰαῖ, κηδείοις οἴκτοισιν· αἵ μοι συμβαίνουσ’ ἆται, σύγγονον ἁμὸν κατακλαιομένα ζωᾶς, οἵαν ⟨οἵαν⟩ ἰδόμαν ὄψιν ὀνείρων νυκτός, τᾶς ἐξῆλθ’ ὄρφνα. ὀλόμαν ὀλόμαν· οὐκ εἴσ’ οἶκοι πατρῷοι· οἴμοι ⟨μοι⟩ φροῦδος γέννα. φεῦ φεῦ τῶν Ἄργει μόχθων. ἰὼ δαῖμον, μόνον ὅς με κασίγνητον συλᾷς Ἀίδᾳ πέμψας, ᾧ τάσδε χοὰς μέλλω κρατῆρά τε τὸν φθιμένων ὑδραίνειν γαίας ἐν νώτοις πηγάς τ’ οὐρείων ἐκ μόσχων Βάκχου τ’ οἰνηρὰς λοιβὰς ξουθᾶν τε πόνημα μελισσᾶν, ἃ νεκροῖς θελκτήρια κεῖται. ἀλλ’ ἔνδος μοι πάγχρυσον τεῦχος καὶ λοιβὰν Ἅιδα. ὦ κατὰ γαίας Ἀγαμεμνόνιον θάλος, ὡς φθιμένῳ τάδε σοι πέμπω· δέξαι δ’· οὐ γὰρ πρὸς τύμβον σοι ξανθὰν χαίταν, οὐ δάκρυ’ οἴσω. τηλόσε γὰρ δὴ σᾶς ἀπενάσθην πατρίδος καὶ ἐμᾶς, ἔνθα δοκήμασι κεῖμαι σφαχθεῖσ’ ἁ τλάμων. [178] ΧΟΡΌΣ: ἀντιψάλμους ᾠδὰς ὕμνων τ’ Ἀσιητᾶν σοι βάρβαρον ἀχὰν δεσποίνᾳ γ’ ἐξαυδάσω, τὰν ἐν θρήνοισιν μοῦσαν νέκυσι μελομέναν, τὰν ἐν μολπαῖς Ἅιδας ὑμνεῖ δίχα παιάνων. οἴμοι, τῶν Ἀτρειδᾶν οἴκων· ἔρρει φῶς σκήπτρων, οἴμοι, πατρῴων οἴκων. ἦν ἐκ τῶν εὐόλβων Ἄργει βασιλέων ἀρχά, μόχθος δ’ ἐκ μόχθων ᾄσσει· δινευούσαις ἵπποισι ⟨ῥιφαὶ⟩ ⟨Πέλοπος⟩ πταναῖς· ἀλλάξας δ’ ἐξ ἕδρας ἱερὸν ⟨ἱερὸν⟩ ὄμμ’ αὐγᾶς ἅλιος. ἄλλαις δ’ ἄλλα προσέβα χρυσέας ἀρνὸς μελάθροις ὀδύνα, †φόνος ἐπὶ φόνῳ, ἄχεα ἄχεσιν† ἔνθεν τῶν πρόσθεν δμαθέντων Τανταλιδᾶν ἐκβαίνει ποινά γ’ εἰς οἴκους, σπεύδει δ’ ἀσπούδαστ’ ἐπὶ σοὶ δαίμων. [203] ἸΦΙΓΈΝΕΙΑ: ἐξ ἀρχᾶς μοι δυσδαίμων δαίμων τᾶς ματρὸς ζώνας καὶ νυκτὸς κείνας· ἐξ ἀρχᾶς λόχιαι στερρὰν παιδείαν Μοῖραι ξυντείνουσιν θεαί, τᾷ μναστευθείσᾳ ’ξ Ἑλλάνων, ἃν πρωτόγονον θάλος ἐν θαλάμοις Λήδας ἁ τλάμων κούρα σφάγιον πατρῴᾳ λώβᾳ καὶ θῦμ’ οὐκ εὐγάθητον ἔτεκεν, ἔτρεφεν εὐκταίαν· ἱππείοις δ’ ἐν δίφροισι ψαμάθων Αὐλίδος ἐπέβασαν νύμφαιον, οἴμοι, δύσνυμφον τῷ τᾶς Νηρέως κούρας, αἰαῖ. νῦν δ’ ἀξείνου πόντου ξείνα δυσχόρτους οἴκους ναίω, ἄγαμος ἄτεκνος ἄπολις ἄφιλος, οὐ τὰν Ἄργει μέλπουσ’ Ἥραν οὐδ’ ἱστοῖς ἐν καλλιφθόγγοις κερκίδι Παλλάδος Ἀτθίδος εἰκὼ ⟨καὶ⟩ Τιτάνων ποικίλλουσ’, ἀλλ’ αἱμόρραντον δυσφόρμιγγα ξείνων †αἱμάσσουσ’ ἄταν βωμούς,† οἰκτράν τ’ αἰαζόντων αὐδὰν οἰκτρόν τ’ ἐκβαλλόντων δάκρυον. καὶ νῦν κείνων μέν μοι λάθα, τὸν δ’ Ἄργει δμαθέντα κλαίω σύγγονον, ὃν ἔλιπον ἐπιμαστίδιον, ἔτι βρέφος, ἔτι νέον, ἔτι θάλος ἐν χερσὶν ματρὸς πρὸς στέρνοις τ’ Ἄργει σκηπτοῦχον Ὀρέσταν. [236] ΧΟΡΌΣ: καὶ μὴν ὅδ’ ἀκτὰς ἐκλιπὼν θαλασσίους βουφορβὸς ἥκει σημανῶν τί σοι νέον. [238] ΒΟΥΚΌΛΟΣ: Ἀγαμέμνονός τε καὶ Κλυταιμήστρας τέκνον, ἄκουε καινῶν ἐξ ἐμοῦ κηρυγμάτων. [240] ἸΦΙΓΈΝΕΙΑ: τί δ’ ἔστι τοῦ παρόντος ἐκπλῆσσον λόγου; [241] ΒΟΥΚΌΛΟΣ: ἥκουσιν ἐς γῆν, κυανέαν Συμπληγάδα πλάτῃ φυγόντες, δίπτυχοι νεανίαι, θεᾷ φίλον πρόσφαγμα καὶ θυτήριον Ἀρτέμιδι. χέρνιβας δὲ καὶ κατάργματα οὐκ ἂν φθάνοις ἂν εὐτρεπῆ ποιουμένη. [246] ἸΦΙΓΈΝΕΙΑ: ποδαποί; τίνος γῆς σχῆμ’ ἔχουσιν οἱ ξένοι; [247] ΒΟΥΚΌΛΟΣ: Ἕλληνες· ἓν τοῦτ’ οἶδα κοὐ περαιτέρω. [248] ἸΦΙΓΈΝΕΙΑ: οὐδ’ ὄνομ’ ἀκούσας οἶσθα τῶν ξένων φράσαι; [249] ΒΟΥΚΌΛΟΣ: Πυλάδης ἐκλῄζεθ’ ἅτερος πρὸς θατέρου. [250] ἸΦΙΓΈΝΕΙΑ: τοῦ ξυζύγου δὲ τοῦ ξένου τί τοὔνομ’ ἦν; [251] ΒΟΥΚΌΛΟΣ: οὐδεὶς τόδ’ οἶδεν· οὐ γὰρ εἰσηκούσαμεν. [252] ἸΦΙΓΈΝΕΙΑ: πῶς δ’ εἴδετ’ αὐτοὺς κἀντυχόντες εἵλετε; [253] ΒΟΥΚΌΛΟΣ: ἄκραις ἐπὶ ῥηγμῖσιν ἀξένου πόρου — [254] ἸΦΙΓΈΝΕΙΑ: καὶ τίς θαλάσσης βουκόλοις κοινωνία; [255] ΒΟΥΚΌΛΟΣ: βοῦς ἤλθομεν νίψοντες ἐναλίᾳ δρόσῳ. [256] ἸΦΙΓΈΝΕΙΑ: ἐκεῖσε δὴ ’πάνελθε, πῶς νιν εἵλετε τρόπῳ θ’ ὁποίῳ· τοῦτο γὰρ μαθεῖν θέλω. χρόνιοι γὰρ ἥκουσ’· οὐδέ πω βωμὸς θεᾶς Ἑλληνικαῖσιν ἐξεφοινίχθη ῥοαῖς. [260] ΒΟΥΚΌΛΟΣ: ἐπεὶ τὸν ἐσρέοντα διὰ Συμπληγάδων βοῦς ὑλοφορβοὺς πόντον εἰσεβάλλομεν, ἦν τις διαρρὼξ κυμάτων πολλῷ σάλῳ κοιλωπὸς ἀγμός, πορφυρευτικαὶ στέγαι. ἐνταῦθα δισσοὺς εἶδέ τις νεανίας βουφορβὸς ἡμῶν, κἀπεχώρησεν πάλιν ἄκροισι δακτύλοισι πορθμεύων ἴχνος. ἔλεξε δ’· Οὐχ ὁρᾶτε; δαίμονές τινες θάσσουσιν οἵδε. — θεοσεβὴς δ’ ἡμῶν τις ὢν ἀνέσχε χεῖρα καὶ προσηύξατ’ εἰσιδών· ὦ ποντίας παῖ Λευκοθέας, νεῶν φύλαξ, δέσποτα Παλαῖμον, ἵλεως ἡμῖν γενοῦ, εἴτ’ οὖν ἐπ’ ἀκταῖς θάσσετον Διοσκόρω, ἢ Νηρέως ἀγάλμαθ’, ὃς τὸν εὐγενῆ ἔτικτε πεντήκοντα Νηρῄδων χορόν. [275] ΒΟΥΚΌΛΟΣ: ἄλλος δέ τις μάταιος, ἀνομίᾳ θρασύς, ἐγέλασεν εὐχαῖς, ναυτίλους δ’ ἐφθαρμένους θάσσειν φάραγγ’ ἔφασκε τοῦ νόμου φόβῳ, κλύοντας ὡς θύοιμεν ἐνθάδε ξένους. ἔδοξε δ’ ἡμῶν εὖ λέγειν τοῖς πλείοσι, θηρᾶν τε τῇ θεῷ σφάγια τἀπιχώρια. κἀν τῷδε πέτραν ἅτερος λιπὼν ξένοιν ἔστη κάρα τε διετίναξ’ ἄνω κάτω κἀπεστέναξεν ὠλένας τρέμων ἄκρας, μανίαις ἀλαίνων, καὶ βοᾷ κυναγὸς ὥς· Πυλάδη, δέδορκας τήνδε; τήνδε δ’ οὐχ ὁρᾷς Ἅιδου δράκαιναν, ὥς με βούλεται κτανεῖν δειναῖς ἐχίδναις εἰς ἔμ’ ἐστομωμένη; ἣ δ’ ἐκ χιτώνων πῦρ πνέουσα καὶ φόνον πτεροῖς ἐρέσσει, μητέρ’ ἀγκάλαις ἐμὴν ἔχουσα — πέτρινον ὄχθον, ὡς ἐπεμβάλῃ. οἴμοι, κτενεῖ με· ποῖ φύγω; [291] ΒΟΥΚΌΛΟΣ: παρῆν δ’ ὁρᾶν οὐ ταῦτα μορφῆς σχήματ’, ἀλλ’ ἠλλάσσετο φθογγάς τε μόσχων καὶ κυνῶν ὑλάγματα, †ἃς φᾶσ’† Ἐρινῦς ἱέναι μιμήματα. ἡμεῖς δὲ συσταλέντες, ὡς θαμβούμενοι, σιγῇ καθήμεθ’· ὃ δὲ χερὶ σπάσας ξίφος, μόσχους ὀρούσας ἐς μέσας λέων ὅπως, παίει σιδήρῳ λαγόνας ἐς πλευράς θ’ ἱείς, δοκῶν Ἐρινῦς θεὰς ἀμύνεσθαι τάδε, ὡς αἱματηρὸν πέλαγος ἐξανθεῖν ἁλός. κἀν τῷδε πᾶς τις, ὡς ὁρᾷ βουφόρβια πίπτοντα καὶ πορθούμεν’, ἐξωπλίζετο, κόχλους τε φυσῶν συλλέγων τ’ ἐγχωρίους· πρὸς εὐτραφεῖς γὰρ καὶ νεανίας ξένους φαύλους μάχεσθαι βουκόλους ἡγούμεθα. πολλοὶ δ’ ἐπληρώθημεν ἐν μακρῷ χρόνῳ. πίπτει δὲ μανίας πίτυλον ὁ ξένος μεθείς, στάζων ἀφρῷ γένειον· ὡς δ’ ἐσείδομεν προύργου πεσόντα, πᾶς ἀνὴρ ἔσχεν πόνον βάλλων ἀράσσων. ἅτερος δὲ τοῖν ξένοιν ἀφρόν τ’ ἀπέψη σώματός τ’ ἐτημέλει πέπλων τε προυκάλυπτεν εὐπήνους ὑφάς, καραδοκῶν μὲν τἀπιόντα τραύματα, φίλον δὲ θεραπείαισιν ἄνδρ’ εὐεργετῶν. ἔμφρων δ’ ἀνᾴξας ὁ ξένος πεσήματος ἔγνω κλύδωνα πολεμίων προσκείμενον καὶ τὴν παροῦσαν συμφορὰν αὐτοῖν πέλας, ᾤμωξέ θ’· ἡμεῖς δ’ οὐκ ἀνίεμεν πέτροις βάλλοντες, ἄλλος ἄλλοθεν προσκείμενοι. οὗ δὴ τὸ δεινὸν παρακέλευσμ’ ἠκούσαμεν· Πυλάδη, θανούμεθ’, ἀλλ’ ὅπως θανούμεθα κάλλισθ’· ἕπου μοι, φάσγανον σπάσας χερί. — [323] ΒΟΥΚΌΛΟΣ: ὡς δ’ εἴδομεν δίπαλτα πολεμίων ξίφη, φυγῇ λεπαίας ἐξεπίμπλαμεν νάπας. ἀλλ’, εἰ φύγοι τις, ἅτεροι προσκείμενοι ἔβαλλον αὐτούς· εἰ δὲ τούσδ’ ὠσαίατο, αὖθις τὸ νῦν ὑπεῖκον ἤρασσεν πέτροις. ἀλλ’ ἦν ἄπιστον· μυρίων γὰρ ἐκ χερῶν οὐδεὶς τὰ τῆς θεοῦ θύματ’ εὐτύχει βαλών. μόλις δέ νιν τόλμῃ μὲν οὐ χειρούμεθα, κύκλῳ δὲ περιβαλόντες ἐξεκλέψαμεν πέτροισι χειρῶν φάσγαν’, ἐς δὲ γῆν γόνυ καμάτῳ καθεῖσαν. πρὸς δ’ ἄνακτα τῆσδε γῆς κομίζομέν νιν. ὃ δ’ ἐσιδὼν ὅσον τάχος ἐς χέρνιβάς τε καὶ σφαγεῖ’ ἔπεμπέ σοι. ηὔχου δὲ τοιάδ’, ὦ νεᾶνί, σοι ξένων σφάγια παρεῖναι· κἂν ἀναλίσκῃς ξένους τοιούσδε, τὸν σὸν Ἑλλὰς ἀποτείσει φόνον δίκας τίνουσα τῆς ἐν Αὐλίδι σφαγῆς. [340] ΧΟΡΌΣ: θαυμάστ’ ἔλεξας τὸν μανένθ’, ὅστις ποτὲ Ἕλληνος ἐκ γῆς πόντον ἦλθεν ἄξενον. [342] ἸΦΙΓΈΝΕΙΑ: εἶἑν· σὺ μὲν κόμιζε τοὺς ξένους μολών, τὰ δ’ ἐνθάδ’ ἡμεῖς ὅσια φροντιούμεθα — ὦ καρδία τάλαινα, πρὶν μὲν ἐς ξένους γαληνὸς ἦσθα καὶ φιλοικτίρμων ἀεί, ἐς θοὑμόφυλον ἀναμετρουμένη δάκρυ, Ἕλληνας ἄνδρας ἡνίκ’ ἐς χέρας λάβοις. νῦν δ’ ἐξ ὀνείρων οἷσιν ἠγριώμεθα, δοκοῦσ’ Ὀρέστην μηκέθ’ ἥλιον βλέπειν, δύσνουν με λήψεσθ’, οἵτινές ποθ’ ἥκετε. καὶ τοῦτ’ ἄρ’ ἦν ἀληθές, ᾐσθόμην, φίλαι· οἱ δυστυχεῖς γὰρ τοῖσι δυστυχεστέροις αὐτοὶ κακῶς πράξαντες οὐ φρονοῦσιν εὖ. ἀλλ’ οὔτε πνεῦμα Διόθεν ἦλθε πώποτε, οὐ πορθμίς, ἥτις διὰ πέτρας Συμπληγάδας Ἑλένην ἀπήγαγ’ ἐνθάδ’, ἥ μ’ ἀπώλεσεν, Μενέλεών θ’, ἵν’ αὐτοὺς ἀντετιμωρησάμην, τὴν ἐνθάδ’ Αὖλιν ἀντιθεῖσα τῆς ἐκεῖ, οὗ μ’ ὥστε μόσχον Δαναΐδαι χειρούμενοι ἔσφαζον, ἱερεὺς δ’ ἦν ὁ γεννήσας πατήρ. [361] ἸΦΙΓΈΝΕΙΑ: οἴμοι — κακῶν γὰρ τῶν τότ’ οὐκ ἀμνημονῶ — ὅσας γενείου χεῖρας ἐξηκόντισα γονάτων τε τοῦ τεκόντος, ἐξαρτωμένη, λέγουσα τοιάδ’· ὦ πάτερ, νυμφεύομαι νυμφεύματ’ αἰσχρὰ πρὸς σέθεν· μήτηρ δ’ ἐμὲ σέθεν κατακτείνοντος Ἀργεῖαί τε νῦν ὑμνοῦσιν ὑμεναίοισιν, αὐλεῖται δὲ πᾶν μέλαθρον· ἡμεῖς δ’ ὀλλύμεσθα πρὸς σέθεν. Ἅιδης Ἀχιλλεὺς ἦν ἄρ’, οὐχ ὁ Πηλέως, ὅν μοι προσείσας πόσιν, ἐν ἁρμάτων ὄχοις ἐς αἱματηρὸν γάμον ἐπόρθμευσας δόλῳ. ἐγὼ δὲ λεπτῶν ὄμμα διὰ καλυμμάτων ἔχουσ’, ἀδελφόν τ’ οὐκ ἀνειλόμην χεροῖν, — ὃς νῦν ὄλωλεν — οὐ κασιγνήτῃ στόμα συνῆψ’ ὑπ’ αἰδοῦς, ὡς ἰοῦσ’ ἐς Πηλέως μέλαθρα· πολλὰ δ’ ἀπεθέμην ἀσπάσματα ἐς αὖθις, ὡς ἥξουσ’ ἐς Ἄργος αὖ πάλιν. [378] ἸΦΙΓΈΝΕΙΑ: ὦ τλῆμον, εἰ τέθνηκας, ἐξ οἵων καλῶν ἔρρεις, Ὀρέστα, καὶ πατρὸς ζηλωμάτων — τὰ τῆς θεοῦ δὲ μέμφομαι σοφίσματα, ἥτις βροτῶν μὲν ἤν τις ἅψηται φόνου, ἢ καὶ λοχείας ἢ νεκροῦ θίγῃ χεροῖν, βωμῶν ἀπείργει, μυσαρὸν ὡς ἡγουμένη, αὐτὴ δὲ θυσίαις ἥδεται βροτοκτόνοις. οὐκ ἔσθ’ ὅπως ἔτεκεν ἂν ἡ Διὸς δάμαρ Λητὼ τοσαύτην ἀμαθίαν. ἐγὼ μὲν οὖν τὰ Ταντάλου θεοῖσιν ἑστιάματα ἄπιστα κρίνω, παιδὸς ἡσθῆναι βορᾷ, τοὺς δ’ ἐνθάδ’, αὐτοὺς ὄντας ἀνθρωποκτόνους, ἐς τὴν θεὸν τὸ φαῦλον ἀναφέρειν δοκῶ· οὐδένα γὰρ οἶμαι δαιμόνων εἶναι κακόν. [392] ΧΟΡΌΣ: κυάνεαι κυάνεαι σύνοδοι θαλάσσας, ἵν’ οἶ- στρος ὁ πετόμενος Ἀργόθεν ἄ- ξενον ἐπ’ οἶδμα διεπέρασεν — Ἀσιήτιδα γαῖαν Εὐρώπας διαμείψας. τίνες ποτ’ ἄρα τὸν εὔυδρον δονακόχλοα λιπόντες Εὐρώταν ἢ ῥεύματα σεμνὰ Δίρκας ἔβασαν ἔβασαν ἄμεικτον αἶαν, ἔνθα κούρᾳ δίᾳ τέγγει βωμοὺς καὶ περικίονας ναοὺς αἷμα βρότειον; [407] ΧΟΡΌΣ: ἦ ῥοθίοις εἰλατίνας δικρότοισι κώπας ἔπλευ- σαν ἐπὶ πόντια κύματα, νά- ιον ὄχημα λινοπόροις αὔραις, φιλόπλουτον ἅμιλλαν αὔξοντες μελάθροισιν; φίλα γὰρ ἐλπίς γ’, ἐπί τε πήμασιν βροτῶν ἄπληστος ἀνθρώποις, ὄλ- βου βάρος οἳ φέρονται πλάνητες ἐπ’ οἶδμα πόλεις τε βαρβάρους περῶντες, κοινᾷ δόξᾳ· γνώμα δ’ οἷς μὲν ἄκαιρος ὄλ- βου, τοῖς δ’ ἐς μέσον ἥκει. [421] ΧΟΡΌΣ: πῶς πέτρας τὰς συνδρομάδας, πῶς Φινεϊδᾶν ἀΰ- πνους ἀκτὰς ἐπέρασαν παρ’ ἅλιον αἰγιαλὸν ἐπ’ Ἀμφιτρί- τας ῥοθίῳ δραμόντες, ὅπου πεντήκοντα κορᾶν Νηρῄδων … χοροὶ μέλπουσιν ἐγκύκλιοι, πλησιστίοισι πνοαῖς συριζόντων κατὰ πρύμναν εὐναίων πηδαλίων αὔραις ⟨σὺν⟩ νοτίαις ἢ πνεύμασι Ζεφύρου, τὰν πολυόρνιθον ἐπ’ αἶ- αν, λευκὰν ἀκτάν, Ἀχιλῆ- ος δρόμους καλλισταδίους, ἄξεινον κατὰ πόντον; [439] ΧΟΡΌΣ: εἴθ’ εὐχαῖσιν δεσποσύνοις Λήδας Ἑλένα φίλα παῖς ἐλθοῦσα τύχοι τὰν Τρῳάδα λι- ποῦσα πόλιν, ἵν’ ἀμφὶ χαί- τᾳ δρόσον αἱματηρὰν ἑλιχθεῖσα λαιμοτόμῳ δεσποίνας χειρὶ θάνοι ποινὰς δοῦσ’ ἀντιπάλους. ἁδίσταν δ’ ἀγγελίαν δεξαίμεσθ’, Ἑλλάδος ἐκ γᾶς πλωτήρων εἴ τις ἔβα, δουλείας ἐμέθεν δειλαίας παυσίπονος· κἀν γὰρ ὀνείροισι συνεί- ην δόμοις πόλει τε πατρῴ- ᾳ, τερπνῶν ὕπνων ἀπόλαυ- σιν, κοινὰν χάριν ὄλβου. [456] ΧΟΡΌΣ: ἀλλ’ οἵδε χέρας δεσμοῖς δίδυμοι συνερεισθέντες χωροῦσι, νέον πρόσφαγμα θεᾶς· σιγᾶτε, φίλαι. τὰ γὰρ Ἑλλήνων ἀκροθίνια δὴ ναοῖσι πέλας τάδε βαίνει· οὐδ’ ἀγγελίας ψευδεῖς ἔλακεν βουφορβὸς ἀνήρ. ὦ πότνι’, εἴ σοι τάδ’ ἀρεσκόντως πόλις ἥδε τελεῖ, δέξαι θυσίας, ἃς ὁ παρ’ ἡμῖν νόμος οὐχ ὁσίας [Ἕλλησι διδοὺς] ἀναφαίνει. [467] ἸΦΙΓΈΝΕΙΑ: εἶἑν· τὰ τῆς θεοῦ μὲν πρῶτον ὡς καλῶς ἔχῃ φροντιστέον μοι. μέθετε τῶν ξένων χέρας, ὡς ὄντες ἱεροὶ μηκέτ’ ὦσι δέσμιοι. ναοῦ δ’ ἔσω στείχοντες εὐτρεπίζετε ἃ χρὴ ’πὶ τοῖς παροῦσι καὶ νομίζεται. φεῦ· τίς ἆρα μήτηρ ἡ τεκοῦσ’ ὑμᾶς ποτε πατήρ τ’; ἀδελφή τ’, εἰ γεγῶσα τυγχάνει — οἵων στερεῖσα διπτύχων νεανιῶν ἀνάδελφος ἔσται. — τὰς τύχας τίς οἶδ’ ὅτῳ τοιαίδ’ ἔσονται; πάντα γὰρ τὰ τῶν θεῶν ἐς ἀφανὲς ἕρπει, κοὐδὲν οἶδ’ οὐδεὶς κακὸν ⟨…⟩ ἡ γὰρ τύχη παρήγαγ’ ἐς τὸ δυσμαθές. πόθεν ποθ’ ἥκετ’, ὦ ταλαίπωροι ξένοι; ὡς διὰ μακροῦ μὲν τήνδ’ ἐπλεύσατε χθόνα, μακρὸν δ’ ἀπ’ οἴκων χρόνον ἔσεσθ’ ἀεὶ κάτω. [482] ὈΡΈΣΤΗΣ: τί ταῦτ’ ὀδύρῃ, κἀπὶ τοῖς μέλλουσι νῷν κακοῖσι λυπεῖς, ἥτις εἶ ποτ’, ὦ γύναι; οὔτοι νομίζω σοφόν, ὃς ἂν μέλλων κτενεῖν οἴκτῳ τὸ δεῖμα τοὐλέθρου νικᾶν θέλῃ. οὐχ ὅστις Ἅιδην ἐγγὺς ὄντ’ οἰκτίζεται σωτηρίας ἄνελπις· ὡς δύ’ ἐξ ἑνὸς κακὼ συνάπτει, μωρίαν τ’ ὀφλισκάνει θνῄσκει θ’ ὁμοίως· τὴν τύχην δ’ ἐᾶν χρεών. ἡμᾶς δὲ μὴ θρήνει σύ· τὰς γὰρ ἐνθάδε θυσίας ἐπιστάμεσθα καὶ γιγνώσκομεν. [492] ἸΦΙΓΈΝΕΙΑ: πότερος ἄρ’ ὑμῶν ἐνθάδ’ ὠνομασμένος Πυλάδης κέκληται; τόδε μαθεῖν πρῶτον θέλω. [494] ὈΡΈΣΤΗΣ: ὅδ’, εἴ τι δή σοι τοῦτ’ ἐν ἡδονῇ μαθεῖν. [495] ἸΦΙΓΈΝΕΙΑ: ποίας πολίτης πατρίδος Ἕλληνος γεγώς; [496] ὈΡΈΣΤΗΣ: τί δ’ ἂν μαθοῦσα τόδε πλέον λάβοις, γύναι; [497] ἸΦΙΓΈΝΕΙΑ: πότερον ἀδελφὼ μητρός ἐστον ἐκ μιᾶς; [498] ὈΡΈΣΤΗΣ: φιλότητί γ’· ἐσμὲν δ’ οὐ κασιγνήτω, γύναι. [499] ἸΦΙΓΈΝΕΙΑ: σοὶ δ’ ὄνομα ποῖον ἔθεθ’ ὁ γεννήσας πατήρ; [500] ὈΡΈΣΤΗΣ: τὸ μὲν δίκαιον Δυστυχὴς καλοίμεθ’ ἄν. [501] ἸΦΙΓΈΝΕΙΑ: οὐ τοῦτ’ ἐρωτῶ· τοῦτο μὲν δὸς τῇ τύχῃ. [502] ὈΡΈΣΤΗΣ: ἀνώνυμοι θανόντες οὐ γελῴμεθ’ ἄν. [503] ἸΦΙΓΈΝΕΙΑ: τί δὲ φθονεῖς τοῦτο; ἦ φρονεῖς οὕτω μέγα; [504] ὈΡΈΣΤΗΣ: τὸ σῶμα θύσεις τοὐμόν, οὐχὶ τοὔνομα. [505] ἸΦΙΓΈΝΕΙΑ: οὐδ’ ἂν πόλιν φράσειας ἥτις ἐστί σοι; [506] ὈΡΈΣΤΗΣ: ζητεῖς γὰρ οὐδὲν κέρδος, ὡς θανουμένῳ. [507] ἸΦΙΓΈΝΕΙΑ: χάριν δὲ δοῦναι τήνδε κωλύει τί σε; [508] ὈΡΈΣΤΗΣ: τὸ κλεινὸν Ἄργος πατρίδ’ ἐμὴν ἐπεύχομαι. [509] ἸΦΙΓΈΝΕΙΑ: πρὸς θεῶν, ἀληθῶς, ὦ ξέν’, εἶ κεῖθεν γεγώς; [510] ὈΡΈΣΤΗΣ: ἐκ τῶν Μυκηνῶν ⟨γ’⟩, αἵ ποτ’ ἦσαν ὄλβιαι. [511] ἸΦΙΓΈΝΕΙΑ: φυγὰς ⟨δ’⟩ ἀπῆρας πατρίδος, ἢ ποίᾳ τύχῃ; [512] ὈΡΈΣΤΗΣ: φεύγω τρόπον γε δή τιν’ οὐχ ἑκὼν ἑκών. [513] ἸΦΙΓΈΝΕΙΑ: ἆρ’ ἄν τί μοι φράσειας ὧν ἐγὼ θέλω; [514] ὈΡΈΣΤΗΣ: ὡς ἐν παρέργῳ τῆς ἐμῆς δυσπραξίας. [515] ἸΦΙΓΈΝΕΙΑ: καὶ μὴν ποθεινός γ’ ἦλθες ἐξ Ἄργους μολών. [516] ὈΡΈΣΤΗΣ: οὔκουν ἐμαυτῷ γ’· εἰ δὲ σοί, σὺ τοῦτ’ ἔρα. [517] ἸΦΙΓΈΝΕΙΑ: Τροίαν ἴσως οἶσθ’, ἧς ἁπανταχοῦ λόγος. [518] ὈΡΈΣΤΗΣ: ὡς μήποτ’ ὤφελόν γε μηδ’ ἰδὼν ὄναρ. [519] ἸΦΙΓΈΝΕΙΑ: φασίν νιν οὐκέτ’ οὖσαν οἴχεσθαι δορί. [520] ὈΡΈΣΤΗΣ: ἔστιν γὰρ οὕτως οὐδ’ ἄκραντ’ ἠκούσατε. [521] ἸΦΙΓΈΝΕΙΑ: Ἑλένη δ’ ἀφῖκται δῶμα Μενέλεω πάλιν; [522] ὈΡΈΣΤΗΣ: ἥκει, κακῶς γ’ ἐλθοῦσα τῶν ἐμῶν τινι. [523] ἸΦΙΓΈΝΕΙΑ: καὶ ποῦ ’στι; κἀμοὶ γάρ τι προυφείλει κακόν. [524] ὈΡΈΣΤΗΣ: Σπάρτῃ ξυνοικεῖ τῷ πάρος ξυνευνέτῃ. [525] ἸΦΙΓΈΝΕΙΑ: ὦ μῖσος εἰς Ἕλληνας, οὐκ ἐμοὶ μόνῃ. [526] ὈΡΈΣΤΗΣ: ἀπέλαυσα κἀγὼ δή τι τῶν κείνης γάμων. [527] ἸΦΙΓΈΝΕΙΑ: νόστος δ’ Ἀχαιῶν ἐγένεθ’, ὡς κηρύσσεται; [528] ὈΡΈΣΤΗΣ: ὡς πάνθ’ ἅπαξ με συλλαβοῦσ’ ἀνιστορεῖς. [529] ἸΦΙΓΈΝΕΙΑ: πρὶν γὰρ θανεῖν σε, τοῦδ’ ἐπαυρέσθαι θέλω. [530] ὈΡΈΣΤΗΣ: ἔλεγχ’, ἐπειδὴ τοῦδ’ ἐρᾷς· λέξω δ’ ἐγώ. [531] ἸΦΙΓΈΝΕΙΑ: Κάλχας τις ἦλθε μάντις ἐκ Τροίας πάλιν; [532] ὈΡΈΣΤΗΣ: ὄλωλεν, ὡς ἦν ἐν Μυκηναίοις λόγος. [533] ἸΦΙΓΈΝΕΙΑ: ὦ πότνι’, ὡς εὖ. — τί γὰρ ὁ Λαέρτου γόνος; [534] ὈΡΈΣΤΗΣ: οὔπω νενόστηκ’ οἶκον, ἔστι δ’, ὡς λόγος. [535] ἸΦΙΓΈΝΕΙΑ: ὄλοιτο, νόστου μήποτ’ ἐς πάτραν τυχών. [536] ὈΡΈΣΤΗΣ: μηδὲν κατεύχου· πάντα τἀκείνου νοσεῖ. [537] ἸΦΙΓΈΝΕΙΑ: Θέτιδος δ’ ὁ τῆς Νηρῇδος ἔστι παῖς ἔτι; [538] ὈΡΈΣΤΗΣ: οὐκ ἔστιν· ἄλλως λέκτρ’ ἔγημ’ ἐν Αὐλίδι. [539] ἸΦΙΓΈΝΕΙΑ: δόλια γάρ, ὡς ἴσασιν οἱ πεπονθότες. [540] ὈΡΈΣΤΗΣ: τίς εἶ ποθ’; ὡς εὖ πυνθάνῃ τἀφ’ Ἑλλάδος. [541] ἸΦΙΓΈΝΕΙΑ: ἐκεῖθέν εἰμι· παῖς ἔτ’ οὖσ’ ἀπωλόμην. [542] ὈΡΈΣΤΗΣ: ὀρθῶς ποθεῖς ἄρ’ εἰδέναι τἀκεῖ, γύναι. [543] ἸΦΙΓΈΝΕΙΑ: τί δ’ ὁ στρατηγός, ὃν λέγουσ’ εὐδαιμονεῖν; [544] ὈΡΈΣΤΗΣ: τίς; οὐ γὰρ ὅν γ’ ἐγᾦδα τῶν εὐδαιμόνων. [545] ἸΦΙΓΈΝΕΙΑ: Ἀτρέως ἐλέγετο δή τις Ἀγαμέμνων ἄναξ. [546] ὈΡΈΣΤΗΣ: οὐκ οἶδ’· ἄπελθε τοῦ λόγου τούτου, γύναι. [547] ἸΦΙΓΈΝΕΙΑ: μὴ πρὸς θεῶν, ἀλλ’ εἴφ’, ἵν’ εὐφρανθῶ, ξένε. [548] ὈΡΈΣΤΗΣ: τέθνηχ’ ὁ τλήμων, πρὸς δ’ ἀπώλεσέν τινα. [549] ἸΦΙΓΈΝΕΙΑ: τέθνηκε; ποίᾳ συμφορᾷ; τάλαιν’ ἐγώ. [550] ὈΡΈΣΤΗΣ: τί δ’ ἐστέναξας τοῦτο; μῶν προσῆκέ σοι; [551] ἸΦΙΓΈΝΕΙΑ: τὸν ὄλβον αὐτοῦ τὸν πάροιθ’ ἀναστένω. [552] ὈΡΈΣΤΗΣ: δεινῶς γὰρ ἐκ γυναικὸς οἴχεται σφαγείς. [553] ἸΦΙΓΈΝΕΙΑ: ὦ πανδάκρυτος ἡ κτανοῦσα … χὡ κτανών. [554] ὈΡΈΣΤΗΣ: παῦσαί νυν ἤδη μηδ’ ἐρωτήσῃς πέρα. [555] ἸΦΙΓΈΝΕΙΑ: τοσόνδε γ’, εἰ ζῇ τοῦ ταλαιπώρου δάμαρ. [556] ὈΡΈΣΤΗΣ: οὐκ ἔστι· παῖς νιν ὃν ἔτεχ’, οὗτος ὤλεσεν. [557] ἸΦΙΓΈΝΕΙΑ: ὦ συνταραχθεὶς οἶκος. ὡς τί δὴ θέλων; [558] ὈΡΈΣΤΗΣ: πατρὸς θανόντος τήνδε τιμωρούμενος. [559] ἸΦΙΓΈΝΕΙΑ: φεῦ· ὡς εὖ κακὸν δίκαιον εἰσεπράξατο. [560] ὈΡΈΣΤΗΣ: ἀλλ’ οὐ τὰ πρὸς θεῶν εὐτυχεῖ δίκαιος ὤν. [561] ἸΦΙΓΈΝΕΙΑ: λείπει δ’ ἐν οἴκοις ἄλλον Ἀγαμέμνων γόνον; [562] ὈΡΈΣΤΗΣ: λέλοιπεν Ἠλέκτραν γε παρθένον μίαν. [563] ἸΦΙΓΈΝΕΙΑ: τί δέ; σφαγείσης θυγατρὸς ἔστι τις λόγος; [564] ὈΡΈΣΤΗΣ: οὐδείς γε, πλὴν θανοῦσαν οὐχ ὁρᾶν φάος. [565] ἸΦΙΓΈΝΕΙΑ: τάλαιν’ ἐκείνη χὡ κτανὼν αὐτὴν πατήρ. [566] ὈΡΈΣΤΗΣ: κακῆς γυναικὸς χάριν ἄχαριν ἀπώλετο. [567] ἸΦΙΓΈΝΕΙΑ: ὁ τοῦ θανόντος δ’ ἔστι παῖς Ἄργει πατρός; [568] ὈΡΈΣΤΗΣ: ἔστ’, ἄθλιός γε, κοὐδαμοῦ καὶ πανταχοῦ. [569] ἸΦΙΓΈΝΕΙΑ: ψευδεῖς ὄνειροι, χαίρετ’· οὐδὲν ἦτ’ ἄρα. [570] ὈΡΈΣΤΗΣ: οὐδ’ οἱ σοφοί γε δαίμονες κεκλημένοι πτηνῶν ὀνείρων εἰσὶν ἀψευδέστεροι. πολὺς ταραγμὸς ἔν τε τοῖς θείοις ἔνι κἀν τοῖς βροτείοις· ἓν δὲ λυπεῖται μόνον, ὃς οὐκ ἄφρων ὢν μάντεων πεισθεὶς λόγοις ὄλωλεν — ὡς ὄλωλε τοῖσιν εἰδόσιν. [576] ΧΟΡΌΣ: φεῦ φεῦ· τί δ’ ἡμεῖς οἵ τ’ ἐμοὶ γεννήτορες; ἆρ’ εἰσίν; ἆρ’ οὐκ εἰσί; τίς φράσειεν ἄν; [578] ἸΦΙΓΈΝΕΙΑ: ἀκούσατ’· ἐς γὰρ δή τιν’ ἥκομεν λόγον, ὑμῖν τ’ ὄνησιν, ὦ ξένοι, σπουδῆς ἅμα κἀμοί. τὸ δ’ εὖ μάλιστά γ’ οὕτω γίγνεται, εἰ πᾶσι ταὐτὸν πρᾶγμ’ ἀρεσκόντως ἔχει. θέλοις ἄν, εἰ σῴσαιμί σ’, ἀγγεῖλαί τί μοι πρὸς Ἄργος ἐλθὼν τοῖς ἐμοῖς ἐκεῖ φίλοις, δέλτον τ’ ἐνεγκεῖν, ἥν τις οἰκτίρας ἐμὲ ἔγραψεν αἰχμάλωτος, οὐχὶ τὴν ἐμὴν φονέα νομίζων χεῖρα, τοῦ νόμου δ’ ὕπο θνῄσκειν τὰ τῆς θεοῦ, τάδε δίκαι’ ἡγουμένης; οὐδένα γὰρ εἶχον ὅστις ἀγγείλαι μολὼν ἐς Ἄργος αὖθις, τάς ⟨τ’⟩ ἐμὰς ἐπιστολὰς πέμψειε σωθεὶς τῶν ἐμῶν φίλων τινί. σὺ δ’ — εἶ γάρ, ὡς ἔοικας, οὔτε δυσμενὴς καὶ τὰς Μυκήνας οἶσθα χοὓς κἀγὼ θέλω — σώθητι, καὶ σὺ μισθὸν οὐκ αἰσχρὸν λαβών, κούφων ἕκατι γραμμάτων σωτηρίαν. οὗτος δ’, ἐπείπερ πόλις ἀναγκάζει τάδε, θεᾷ γενέσθω θῦμα χωρισθεὶς σέθεν. [597] ὈΡΈΣΤΗΣ: καλῶς ἔλεξας τἄλλα πλὴν ἕν, ὦ ξένη· τὸ γὰρ σφαγῆναι τόνδε μοι βάρος μέγα. ὁ ναυστολῶν γάρ εἰμ’ ἐγὼ τὰς συμφοράς, οὗτος δὲ συμπλεῖ τῶν ἐμῶν μόχθων χάριν. οὔκουν δίκαιον ἐπ’ ὀλέθρῳ τῷ τοῦδ’ ἐμὲ χάριν τίθεσθαι καὐτὸν ἐκδῦναι κακῶν. ἀλλ’ ὣς γενέσθω· τῷδε μὲν δέλτον δίδου· πέμψει γὰρ Ἄργος, ὥστε σοι καλῶς ἔχειν· ἡμᾶς δ’ ὁ χρῄζων κτεινέτω. τὰ τῶν φίλων αἴσχιστον ὅστις καταβαλὼν ἐς ξυμφορὰς αὐτὸς σέσῳσται. τυγχάνει δ’ ὅδ’ ὢν φίλος, ὃν οὐδὲν ἧσσον ἢ ’μὲ φῶς ὁρᾶν θέλω. [609] ἸΦΙΓΈΝΕΙΑ: ὦ λῆμ’ ἄριστον, ὡς ἀπ’ εὐγενοῦς τινος ῥίζης πέφυκας τοῖς φίλοις τ’ ὀρθῶς φίλος. τοιοῦτος εἴη τῶν ἐμῶν ὁμοσπόρων ὅσπερ λέλειπται. καὶ γὰρ οὐδ’ ἐγώ, ξένοι, ἀνάδελφός εἰμι, πλὴν ὅσ’ οὐχ ὁρῶσά νιν. ἐπεὶ δὲ βούλῃ ταῦτα, τόνδε πέμψομεν δέλτον φέροντα, σὺ δὲ θανῇ· πολλὴ δέ τις προθυμία σε τοῦδ’ ἔχουσα τυγχάνει. [617] ὈΡΈΣΤΗΣ: θύσει δὲ τίς με καὶ τὰ δεινὰ τλήσεται; [618] ἸΦΙΓΈΝΕΙΑ: ἐγώ· θεᾶς γὰρ τῆσδε προστροπὴν ἔχω. [619] ὈΡΈΣΤΗΣ: ἄζηλά γ’, ὦ νεᾶνι, κοὐκ εὐδαίμονα. [620] ἸΦΙΓΈΝΕΙΑ: ἀλλ’ εἰς ἀνάγκην κείμεθ’, ἣν φυλακτέον. [621] ὈΡΈΣΤΗΣ: αὐτὴ ξίφει θύουσα θῆλυς ἄρσενας; [622] ἸΦΙΓΈΝΕΙΑ: οὔκ, ἀλλὰ χαίτην ἀμφὶ σὴν χερνίψομαι. [623] ὈΡΈΣΤΗΣ: ὁ δὲ σφαγεὺς τίς; εἰ τάδ’ ἱστορεῖν με χρή. [624] ἸΦΙΓΈΝΕΙΑ: ἔσω δόμων τῶνδ’ εἰσὶν οἷς μέλει τάδε. [625] ὈΡΈΣΤΗΣ: τάφος δὲ ποῖος δέξεταί μ’, ὅταν θάνω; [626] ἸΦΙΓΈΝΕΙΑ: πῦρ ἱερὸν ἔνδον χάσμα τ’ εὐρωπὸν πέτρας. [627] ὈΡΈΣΤΗΣ: φεῦ· πῶς ἄν μ’ ἀδελφῆς χεὶρ περιστείλειεν ἄν; [628] ἸΦΙΓΈΝΕΙΑ: μάταιον εὐχήν, ὦ τάλας, ὅστις ποτ’ εἶ, ηὔξω· μακρὰν γὰρ βαρβάρου ναίει χθονός. οὐ μήν, ἐπειδὴ τυγχάνεις Ἀργεῖος ὤν, ἀλλ’ ὧν γε δυνατὸν οὐδ’ ἐγὼ λείψω χάριν. πολύν τε γάρ σοι κόσμον ἐνθήσω τάφῳ, ξανθῷ τ’ ἐλαίῳ σῶμα σὸν κατασβέσω, καὶ τῆς ὀρείας ἀνθεμόρρυτον γάνος ξουθῆς μελίσσης ἐς πυρὰν βαλῶ σέθεν. ἀλλ’ εἶμι δέλτον τ’ ἐκ θεᾶς ἀνακτόρων οἴσω· τὸ μέντοι δυσμενὲς μὴ ’μοὶ λάβῃς. φυλάσσετ’ αὐτούς, πρόσπολοι, δεσμῶν ἄτερ — ἴσως ἄελπτα τῶν ἐμῶν φίλων τινὶ πέμψω πρὸς Ἄργος, ὃν μάλιστ’ ἐγὼ φιλῶ, καὶ δέλτος αὐτῷ ζῶντας οὓς δοκεῖ θανεῖν λέγουσα πιστὰς ἡδονὰς ἀπαγγελεῖ. [644] ΧΟΡΌΣ: κατολοφύρομαι σὲ τὸν χερνίβων ῥανίσι μελόμενον αἱμακταῖς. [646] ὈΡΈΣΤΗΣ: οἶκτος γὰρ οὐ ταῦτ’, ἀλλὰ χαίρετ’, ὦ ξέναι. [647] ΧΟΡΌΣ: σὲ δὲ τύχας μάκαρος, ὦ νεανία, σεβόμεθ’, ἐς πάτραν ὅτι ποτ’ ἐπεμβάσῃ. [650] ΠΥΛΆΔΗΣ: ἄζηλά τοι φίλοισι, θνῃσκόντων φίλων. [651] ΧΟΡΌΣ: ὦ σχέτλιοι πομπαί. φεῦ φεῦ, διόλλυσαι. αἰαῖ αἰαῖ. πότερος ὁ μᾶλλον; ἔτι γὰρ ἀμφίλογα δίδυμα μέμονε φρήν, σὲ πάρος ἢ σὲ ἀναστενάξω γόοις. [658] ὈΡΈΣΤΗΣ: Πυλάδη, πέπονθας ταὐτὸ πρὸς θεῶν ἐμοί; [659] ΠΥΛΆΔΗΣ: οὐκ οἶδ’· ἐρωτᾷς οὐ λέγειν ἔχοντά με. [660] ὈΡΈΣΤΗΣ: τίς ἐστὶν ἡ νεᾶνις; ὡς Ἑλληνικῶς ἀνήρεθ’ ἡμᾶς τούς τ’ ἐν Ἰλίῳ πόνους νόστον τ’ Ἀχαιῶν τόν τ’ ἐν οἰωνοῖς σοφὸν Κάλχαντ’ Ἀχιλλέως τ’ ὄνομα, καὶ τὸν ἄθλιον Ἀγαμέμνον’ ὡς ᾤκτιρ’ ἀνηρώτα τέ με γυναῖκα παῖδάς τε. ἔστιν ἡ ξένη γένος ἐκεῖθεν Ἀργεία τις· οὐ γὰρ ἄν ποτε δέλτον τ’ ἔπεμπε καὶ τάδ’ ἐξεμάνθανεν, ὡς κοινὰ πράσσουσ’, Ἄργος εἰ πράσσει καλῶς. [669] ΠΥΛΆΔΗΣ: ἔφθης με μικρόν· ταὐτὰ δὲ φθάσας λέγεις, πλὴν ἕν· τὰ γὰρ τῶν βασιλέων παθήματα ἴσασι πάντες, ὧν ἐπιστροφή τις ἦν. ἀτὰρ διῆλθον χἅτερον λόγον τινά. [673] ὈΡΈΣΤΗΣ: τίν’; ἐς τὸ κοινὸν δοὺς ἄμεινον ἂν μάθοις. [674] ΠΥΛΆΔΗΣ: αἰσχρὸν θανόντος σοῦ βλέπειν ἡμᾶς φάος· κοινῇ τ’ ἔπλευσα … δεῖ με καὶ κοινῇ θανεῖν. καὶ δειλίαν γὰρ καὶ κάκην κεκτήσομαι Ἄργει τε Φωκέων τ’ ἐν πολυπτύχῳ χθονί, δόξω δὲ τοῖς πολλοῖσι — πολλοὶ γὰρ κακοί — προδοὺς σεσῷσθαί σ’ αὐτὸς εἰς οἴκους μόνος ἢ καὶ φονεύσας ἐπὶ νοσοῦσι δώμασι ῥάψαι μόρον σοι σῆς τυραννίδος χάριν, ἔγκληρον ὡς δὴ σὴν κασιγνήτην γαμῶν. ταῦτ’ οὖν φοβοῦμαι καὶ δι’ αἰσχύνης ἔχω, κοὐκ ἔσθ’ ὅπως οὐ χρὴ συνεκπνεῦσαί μέ σοι καὶ σὺν σφαγῆναι καὶ πυρωθῆναι δέμας, φίλον γεγῶτα καὶ φοβούμενον ψόγον. [687] ὈΡΈΣΤΗΣ: εὔφημα φώνει· τἀμὰ δεῖ φέρειν κακά, ἁπλᾶς δὲ λύπας ἐξόν, οὐκ οἴσω διπλᾶς. ὃ γὰρ σὺ λυπρὸν κἀπονείδιστον λέγεις, ταὔτ’ ἔστιν ἡμῖν, εἴ σε συμμοχθοῦντ’ ἐμοὶ κτενῶ· τὸ μὲν γὰρ εἰς ἔμ’ οὐ κακῶς ἔχει, πράσσονθ’ ἃ πράσσω πρὸς θεῶν, λῦσαι βίον. σὺ δ’ ὄλβιός τ’ εἶ, καθαρά τ’, οὐ νοσοῦντ’, ἔχεις μέλαθρ’, ἐγὼ δὲ δυσσεβῆ καὶ δυστυχῆ. σωθεὶς δέ, παῖδας ἐξ ἐμῆς ὁμοσπόρου κτησάμενος, ἣν ἔδωκά σοι δάμαρτ’ ἔχειν — ὄνομά τ’ ἐμοῦ γένοιτ’ ἄν, οὐδ’ ἄπαις δόμος πατρῷος οὑμὸς ἐξαλειφθείη ποτ’ ἄν. ἀλλ’ ἕρπε καὶ ζῆ καὶ δόμους οἴκει πατρός. ὅταν δ’ ἐς Ἑλλάδ’ ἵππιόν τ’ Ἄργος μόλῃς, πρὸς δεξιᾶς σε τῆσδ’ ἐπισκήπτω τάδε· τύμβον τε χῶσον κἀπίθες μνημεῖά μοι, καὶ δάκρυ’ ἀδελφὴ καὶ κόμας δότω τάφῳ. ἄγγελλε δ’ ὡς ὄλωλ’ ὑπ’ Ἀργείας τινὸς γυναικός, ἀμφὶ βωμὸν ἁγνισθεὶς φόνῳ. καὶ μὴ προδῷς μου τὴν κασιγνήτην ποτέ, ἔρημα κήδη καὶ δόμους ὁρῶν πατρός. καὶ χαῖρ’· ἐμῶν γὰρ φίλτατόν σ’ ηὗρον φίλων, ὦ συγκυναγὲ καὶ συνεκτραφεὶς ἐμοί, ὦ πόλλ’ ἐνεγκὼν τῶν ἐμῶν ἄχθη κακῶν. ἡμᾶς δ’ ὁ Φοῖβος μάντις ὢν ἐψεύσατο· τέχνην δὲ θέμενος ὡς προσώταθ’ Ἑλλάδος ἀπήλασ’, αἰδοῖ τῶν πάρος μαντευμάτων. ᾧ πάντ’ ἐγὼ δοὺς τἀμὰ καὶ πεισθεὶς λόγοις, μητέρα κατακτὰς αὐτὸς ἀνταπόλλυμαι. [716] ΠΥΛΆΔΗΣ: ἔσται τάφος σοι, καὶ κασιγνήτης λέχος οὐκ ἂν προδοίην, ὦ τάλας, ἐπεί σ’ ἐγὼ θανόντα μᾶλλον ἢ βλέπονθ’ ἕξω φίλον. ἀτὰρ τὸ τοῦ θεοῦ σ’ οὐ διέφθορέν γέ πω μάντευμα· καίτοι γ’ ἐγγὺς ἕστηκας φόνου. ἀλλ’ ἔστιν, ἔστιν, ἡ λίαν δυσπραξία λίαν διδοῦσα μεταβολάς, ὅταν τύχῃ. [723] ὈΡΈΣΤΗΣ: σίγα· τὰ Φοίβου δ’ οὐδὲν ὠφελεῖ μ’ ἔπη· γυνὴ γὰρ ἥδε δωμάτων ἔξω περᾷ. [725] ἸΦΙΓΈΝΕΙΑ: ἀπέλθεθ’ ὑμεῖς καὶ παρευτρεπίζετε τἄνδον μολόντες τοῖς ἐφεστῶσι σφαγῇ. δέλτου μὲν αἵδε πολύθυροι διαπτυχαί, ξένοι, πάρεισιν· ἃ δ’ ἐπὶ τοῖσδε βούλομαι, ἀκούσατ’. οὐδεὶς αὑτὸς ἐν πόνοις ⟨τ’⟩ ἀνὴρ ὅταν τε πρὸς τὸ θάρσος ἐκ φόβου πέσῃ. ἐγὼ δὲ ταρβῶ μὴ ἀπονοστήσας χθονὸς θῆται παρ’ οὐδὲν τὰς ἐμὰς ἐπιστολὰς ὁ τήνδε μέλλων δέλτον εἰς Ἄργος φέρειν. [734] ὈΡΈΣΤΗΣ: τί δῆτα βούλῃ; τίνος ἀμηχανεῖς πέρι; [735] ἸΦΙΓΈΝΕΙΑ: ὅρκον δότω μοι τάσδε πορθμεύσειν γραφὰς πρὸς Ἄργος, οἷσι βούλομαι πέμψαι φίλων. [737] ὈΡΈΣΤΗΣ: ἦ κἀντιδώσεις τῷδε τοὺς αὐτοὺς λόγους; [738] ἸΦΙΓΈΝΕΙΑ: τί χρῆμα δράσειν ἢ τί μὴ δράσειν; λέγε. [739] ὈΡΈΣΤΗΣ: ἐκ γῆς ἀφήσειν μὴ θανόντα βαρβάρου. [740] ἸΦΙΓΈΝΕΙΑ: δίκαιον εἶπας· πῶς γὰρ ἀγγείλειεν ἄν; [741] ὈΡΈΣΤΗΣ: ἦ καὶ τύραννος ταῦτα συγχωρήσεται; [742] ἸΦΙΓΈΝΕΙΑ: ναί. πείσω σφε, καὐτὴ ναὸς εἰσβήσω σκάφος. [743] ὈΡΈΣΤΗΣ: ὄμνυ· σὺ δ’ ἔξαρχ’ ὅρκον ὅστις εὐσεβής. [744] ἸΦΙΓΈΝΕΙΑ: δώσω, λέγειν χρή, τήνδε τοῖσι σοῖς φίλοις. [745] ΠΥΛΆΔΗΣ: τοῖς σοῖς φίλοισι γράμματ’ ἀποδώσω τάδε. [746] ἸΦΙΓΈΝΕΙΑ: κἀγὼ σὲ σώσω κυανέας ἔξω πέτρας. [747] ΠΥΛΆΔΗΣ: τίν’ οὖν ἐπόμνυς τοισίδ’ ὅρκιον θεῶν; [748] ἸΦΙΓΈΝΕΙΑ: Ἄρτεμιν, ἐν ἧσπερ δώμασιν τιμὰς ἔχω. [749] ΠΥΛΆΔΗΣ: ἐγὼ δ’ ἄνακτά γ’ οὐρανοῦ, σεμνὸν Δία. [750] ἸΦΙΓΈΝΕΙΑ: εἰ δ’ ἐκλιπὼν τὸν ὅρκον ἀδικοίης ἐμέ; [751] ΠΥΛΆΔΗΣ: ἄνοστος εἴην· τί δὲ σύ, μὴ σῴσασά με; [752] ἸΦΙΓΈΝΕΙΑ: μήποτε κατ’ Ἄργος ζῶσ’ ἴχνος θείην ποδός. [753] ΠΥΛΆΔΗΣ: ἄκουε δή νυν ὃν παρήλθομεν λόγον. [754] ἸΦΙΓΈΝΕΙΑ: ἀλλ’ αὖθις ἔσται καινός, ἢν καλῶς ἔχῃ. [755] ΠΥΛΆΔΗΣ: ἐξαίρετόν μοι δὸς τόδ’, ἤν τι ναῦς πάθῃ, χἡ δέλτος ἐν κλύδωνι χρημάτων μέτα ἀφανὴς γένηται, σῶμα δ’ ἐκσῴσω μόνον, τὸν ὅρκον εἶναι τόνδε μηκέτ’ ἔμπεδον. [759] ἸΦΙΓΈΝΕΙΑ: ἀλλ’ οἶσθ’ ὃ δράσω; πολλὰ γὰρ πολλῶν κυρεῖ· τἀνόντα κἀγγεγραμμέν’ ἐν δέλτου πτυχαῖς λόγῳ φράσω σοι πάντ’ ἀναγγεῖλαι φίλοις. ἐν ἀσφαλεῖ γάρ· ἢν μὲν ἐκσῴσῃς γραφήν, αὐτὴν φράσει σιγῶσα τἀγγεγραμμένα· ἢν δ’ ἐν θαλάσσῃ γράμματ’ ἀφανισθῇ τάδε, τὸ σῶμα σῴσας τοὺς λόγους σῴσεις ἐμοί. [766] ΠΥΛΆΔΗΣ: καλῶς ἔλεξας τῶν θεῶν ἐμοῦ θ’ ὕπερ. σήμαινε δ’ ᾧ χρὴ τάσδ’ ἐπιστολὰς φέρειν πρὸς Ἄργος ὅ τι τε χρὴ κλύοντα σοῦ λέγειν. [769] ἸΦΙΓΈΝΕΙΑ: ἄγγελλ’ Ὀρέστῃ, παιδὶ τῷ Ἀγαμέμνονος· Ἡ ’ν Αὐλίδι σφαγεῖσ’ ἐπιστέλλει τάδε ζῶσ’ Ἰφιγένεια, τοῖς ἐκεῖ δ’ οὐ ζῶσ’ ἔτι — [772] ὈΡΈΣΤΗΣ: ποῦ δ’ ἔστ’ ἐκείνη; κατθανοῦσ’ ἥκει πάλιν; [773] ἸΦΙΓΈΝΕΙΑ: ἥδ’ ἣν ὁρᾷς σύ· μὴ λόγοις ἔκπλησσέ με. Κόμισαί μ’ ἐς Ἄργος, ὦ σύναιμε, πρὶν θανεῖν, ἐκ βαρβάρου γῆς καὶ μετάστησον θεᾶς σφαγίων, ἐφ’ οἷσι ξενοφόνους τιμὰς ἔχω. [777] ὈΡΈΣΤΗΣ: Πυλάδη, τί λέξω; ποῦ ποτ’ ὄνθ’ ηὑρήμεθα; [778] ἸΦΙΓΈΝΕΙΑ: ἢ σοῖς ἀραία δώμασιν γενήσομαι. [779] ΠΥΛΆΔΗΣ: Ὀρέστα —; [779] ἸΦΙΓΈΝΕΙΑ: ἵν’ αὖθις ὄνομα δὶς κλύων μάθῃς. [780] ΠΥΛΆΔΗΣ: ὦ θεοί. [780] ἸΦΙΓΈΝΕΙΑ: τί τοὺς θεοὺς ἀνακαλεῖς ἐν τοῖς ἐμοῖς; [781] ΠΥΛΆΔΗΣ: οὐδέν· πέραινε δ’· ἐξέβην γὰρ ἄλλοσε. τάχ’ οὐκ ἐρωτῶν σ’ εἰς ἄπιστ’ ἀφίξομαι. [783] ἸΦΙΓΈΝΕΙΑ: λέγ’ οὕνεκ’ ἔλαφον ἀντιδοῦσά μου θεὰ Ἄρτεμις ἔσῳσέ μ’, ἣν ἔθυσ’ ἐμὸς πατήρ, δοκῶν ἐς ἡμᾶς ὀξὺ φάσγανον βαλεῖν, ἐς τήνδε δ’ ᾤκισ’ αἶαν. αἵδ’ ἐπιστολαί, τάδ’ ἐστὶ τἀν δέλτοισιν ἐγγεγραμμένα. [788] ΠΥΛΆΔΗΣ: ὦ ῥᾳδίοις ὅρκοισι περιβαλοῦσά με, κάλλιστα δ’ ὀμόσασ’, οὐ πολὺν σχήσω χρόνον, τὸν δ’ ὅρκον ὃν κατώμοσ’ ἐμπεδώσομεν. ἰδού, φέρω σοι δέλτον ἀποδίδωμί τε, Ὀρέστα, τῆσδε σῆς κασιγνήτης πάρα. [793] ὈΡΈΣΤΗΣ: δέχομαι· παρεὶς δὲ γραμμάτων διαπτυχὰς τὴν ἡδονὴν πρῶτ’ οὐ λόγοις αἱρήσομαι. ὦ φιλτάτη μοι σύγγον’, ἐκπεπληγμένος ὅμως σ’ ἀπίστῳ περιβαλὼν βραχίονι ἐς τέρψιν εἶμι, πυθόμενος θαυμάστ’ ἐμοί. [798] ΧΟΡΌΣ: ξέν’, οὐ δικαίως τῆς θεοῦ τὴν πρόσπολον χραίνεις ἀθίκτοις περιβαλὼν πέπλοις χέρα. [800] ὈΡΈΣΤΗΣ: ὦ συγκασιγνήτη τε κἀκ ταὐτοῦ πατρὸς Ἀγαμέμνονος γεγῶσα, μή μ’ ἀποστρέφου, ἔχουσ’ ἀδελφόν, οὐ δοκοῦσ’ ἕξειν ποτέ. [803] ἸΦΙΓΈΝΕΙΑ: ἐγώ σ’ ἀδελφὸν τὸν ἐμόν; οὐ παύσῃ λέγων; τὸ δ’ Ἄργος αὐτοῦ μεστὸν ἥ τε Ναυπλία. [805] ὈΡΈΣΤΗΣ: οὐκ ἔστ’ ἐκεῖ σός, ὦ τάλαινα, σύγγονος. [806] ἸΦΙΓΈΝΕΙΑ: ἀλλ’ ἡ Λάκαινα Τυνδαρίς σ’ ἐγείνατο; [807] ὈΡΈΣΤΗΣ: Πέλοπός γε παιδὶ παιδός, οὗ ’κπέφυκ’ ἐγώ. [808] ἸΦΙΓΈΝΕΙΑ: τί φῄς; ἔχεις τι τῶνδέ μοι τεκμήριον; [809] ὈΡΈΣΤΗΣ: ἔχω· πατρῴων ἐκ δόμων τι πυνθάνου. [810] ἸΦΙΓΈΝΕΙΑ: οὐκοῦν λέγειν μὲν χρὴ σέ, μανθάνειν δ’ ἐμέ. [811] ὈΡΈΣΤΗΣ: λέγοιμ’ ἄν, ἀκοῇ πρῶτον Ἠλέκτρας τάδε· Ἀτρέως Θυέστου τ’ οἶσθα γενομένην ἔριν; [813] ἸΦΙΓΈΝΕΙΑ: ἤκουσα· χρυσῆς ἀρνὸς ἦν νείκη πέρι. [814] ὈΡΈΣΤΗΣ: ταῦτ’ οὖν ὑφήνασ’ οἶσθ’ ἐν εὐπήνοις ὑφαῖς; [815] ἸΦΙΓΈΝΕΙΑ: ὦ φίλτατ’, ἐγγὺς τῶν ἐμῶν κάμπτεις φρενῶν. [816] ὈΡΈΣΤΗΣ: εἰκώ τ’ ἐν ἱστοῖς ἡλίου μετάστασιν; [817] ἸΦΙΓΈΝΕΙΑ: ὕφηνα καὶ τόδ’ εἶδος εὐμίτοις πλοκαῖς. [818] ὈΡΈΣΤΗΣ: καὶ λούτρ’ ἐς Αὖλιν μητρὸς ἀνεδέξω πάρα; [819] ἸΦΙΓΈΝΕΙΑ: οἶδ’· οὐ γὰρ ὁ γάμος ἐσθλὸς ὤν μ’ ἀφείλετο. [820] ὈΡΈΣΤΗΣ: τί γάρ; κόμας σὰς μητρὶ δοῦσα σῇ φέρειν; [821] ἸΦΙΓΈΝΕΙΑ: μνημεῖά γ’ ἀντὶ σώματος τοὐμοῦ τάφῳ. [822] ὈΡΈΣΤΗΣ: ἃ δ’ εἶδον αὐτός, τάδε φράσω τεκμήρια· Πέλοπος παλαιὰν ἐν δόμοις λόγχην πατρός, ἣν χερσὶ πάλλων παρθένον Πισάτιδα ἐκτήσαθ’ Ἱπποδάμειαν, Οἰνόμαον κτανών, ἐν παρθενῶσι τοῖσι σοῖς κεκρυμμένην. [827] ἸΦΙΓΈΝΕΙΑ: ὦ φίλτατ’, οὐδὲν ἄλλο, φίλτατος γὰρ εἶ, ἔχω σ’, Ὀρέστα, τηλύγετον [χθονὸς] ἀπὸ πατρίδος Ἀργόθεν, ὦ φίλος. [831] ὈΡΈΣΤΗΣ: κἀγώ σε τὴν θανοῦσαν, ὡς δοξάζεται. κατὰ δὲ δάκρυ, κατὰ δὲ γόος ἅμα χαρᾷ τὸ σὸν νοτίζει βλέφαρον, ὡσαύτως δ’ ἐμόν. [834] ἸΦΙΓΈΝΕΙΑ: τόδ’ ἔτι βρέφος ἔλιπον ἀγκάλαισι νεαρὸν τροφοῦ νεαρὸν ἐν δόμοις. ὦ κρεῖσσον ἢ λόγοισιν εὐτυχοῦσά μου ψυχά, τί φῶ; θαυμάτων πέρα καὶ λόγου πρόσω τάδ’ ἐπέβα. [841] ὈΡΈΣΤΗΣ: τὸ λοιπὸν εὐτυχοῖμεν ἀλλήλων μέτα. [842] ἸΦΙΓΈΝΕΙΑ: ἄτοπον ἁδονὰν ἔλαβον, ὦ φίλαι· δέδοικα δ’ ἐκ χερῶν με μὴ πρὸς αἰθέρα ἀμπτάμενος φύγῃ· ἰὼ Κυκλωπὶς ἑστία· ἰὼ πατρίς, Μυκήνα φίλα, χάριν ἔχω ζόας, χάριν ἔχω τροφᾶς, ὅτι μοι συνομαίμονα τόνδε δόμοις ἐξεθρέψω φάος. [850] ὈΡΈΣΤΗΣ: γένει μὲν εὐτυχοῦμεν, ἐς δὲ συμφοράς, ὦ σύγγον’, ἡμῶν δυστυχὴς ἔφυ βίος. [852] ἸΦΙΓΈΝΕΙΑ: ἐγᾦδ’ ἁ μέλεος, οἶδ’, ὅτε φάσγανον δέρᾳ θῆκέ μοι μελεόφρων πατήρ. [855] ὈΡΈΣΤΗΣ: οἴμοι. δοκῶ γὰρ οὐ παρών σ’ ὁρᾶν ἐκεῖ. [856] ἸΦΙΓΈΝΕΙΑ: ἀνυμέναιος, ⟨ὦ⟩ σύγγον’, Ἀχιλλέως ἐς κλισίαν λέκτρων δολίαν ὅτ’ ἀγόμαν· παρὰ δὲ βωμὸν ἦν δάκρυα καὶ γόοι. φεῦ φεῦ χερνίβων ⟨τῶν⟩ ἐκεῖ. [862] ὈΡΈΣΤΗΣ: ᾤμωξα κἀγὼ τόλμαν ἣν ἔτλη πατήρ. [864] ἸΦΙΓΈΝΕΙΑ: ἀπάτορ’ ἀπάτορα πότμον ἔλαχον. ἄλλα δ’ ἐξ ἄλλων κυρεῖ δαίμονος τύχᾳ τινός. [866] ὈΡΈΣΤΗΣ: εἰ σόν γ’ ἀδελφόν, ὦ τάλαιν’, ἀπώλεσας. [868] ἸΦΙΓΈΝΕΙΑ: ὦ μελέα δεινᾶς τόλμας. δείν’ ἔτλαν δείν’ ἔτλαν, ὤμοι σύγγονε. παρὰ δ’ ὀλίγον ἀπέφυγες ὄλεθρον ἀνόσιον ἐξ ἐμᾶν δαϊχθεὶς χερῶν. ἁ δ’ ἐπ’ αὐτοῖσι τίς τελευτά; τίς τύχα μοι συγχωρήσει; τίνα σοι πόρον εὑρομένα — πάλιν ἀπὸ πόλεως, ἀπὸ φόνου πέμψω πατρίδ’ ἐς Ἀργείαν, πρὶν ἐπὶ ξίφος αἵματι σῷ πελάσαι; τόδε τόδε σόν, ὦ μελέα ψυχά, χρέος ἀνευρίσκειν. πότερον κατὰ χέρσον, οὐχὶ ναΐ —; ἀλλὰ ποδῶν ῥιπᾷ θανάτῳ πελάσεις ἄρα βάρβαρα φῦλα καὶ δι’ ὁδοὺς ἀνόδους στείχων· διὰ κυανέας μὴν στενοπόρου πέτρας μακρὰ κέλευθα να- ΐοισιν δρασμοῖς. τάλαινα, τάλαινα. τίς ἂν οὖν τάδ’ ἂν ἢ θεὸς ἢ βροτὸς ἢ τί τῶν ἀδοκήτων, πόρον ἄπορον ἐξανύσας, δυοῖν τοῖν μόνοιν Ἀτρείδαιν ⟨φαίνοι⟩ κακῶν ἔκλυσιν; [900] ΧΟΡΌΣ: ἐν τοῖσι θαυμαστοῖσι καὶ μύθων πέρα τάδ’ εἶδον αὐτὴ κοὐ κλύουσ’ ἀπαγγελῶ. [902] ΠΥΛΆΔΗΣ: τὸ μὲν φίλους ἐλθόντας εἰς ὄψιν φίλων, Ὀρέστα, χειρῶν περιβολὰς εἰκὸς λαβεῖν· λήξαντα δ’ οἴκτων κἀπ’ ἐκεῖν’ ἐλθεῖν χρεών, ὅπως τὸ κλεινὸν ὄνομα τῆς σωτηρίας λαβόντες ἐκ γῆς βησόμεσθα βαρβάρου. σοφῶν γὰρ ἀνδρῶν ταῦτα, μὴ ’κβάντας τύχης, καιρὸν λαβόντας, ἡδονὰς ἄλλας λαβεῖν. [909] ὈΡΈΣΤΗΣ: καλῶς ἔλεξας· τῇ τύχῃ δ’ οἶμαι μέλειν τοῦδε ξὺν ἡμῖν· ἢν δέ τις πρόθυμος ᾖ, σθένειν τὸ θεῖον μᾶλλον εἰκότως ἔχει. [912] ἸΦΙΓΈΝΕΙΑ: μηδέν μ’ ἐπίσχῃ γ’· οὐδ’ ἀποστήσει λόγου, πρῶτον πυθέσθαι τίνα ποτ’ Ἠλέκτρα πότμον εἴληχε βιότου· φίλα γὰρ ἔστε πάντ’ ἐμοί. [915] ὈΡΈΣΤΗΣ: τῷδε ξυνοικεῖ βίον ἔχουσ’ εὐδαίμονα. [916] ἸΦΙΓΈΝΕΙΑ: οὗτος δὲ ποδαπὸς καὶ τίνος πέφυκε παῖς; [917] ὈΡΈΣΤΗΣ: Στρόφιος ὁ Φωκεὺς τοῦδε κλῄζεται πατήρ. [918] ἸΦΙΓΈΝΕΙΑ: ὁ δ’ ἐστί γ’ Ἀτρέως θυγατρός, ὁμογενὴς ἐμός; [919] ὈΡΈΣΤΗΣ: ἀνεψιός γε, μόνος ἐμοὶ σαφὴς φίλος. [920] ἸΦΙΓΈΝΕΙΑ: οὐκ ἦν τόθ’ οὗτος ὅτε πατὴρ ἔκτεινέ με. [921] ὈΡΈΣΤΗΣ: οὐκ ἦν· χρόνον γὰρ Στρόφιος ἦν ἄπαις τινά. [922] ἸΦΙΓΈΝΕΙΑ: χαῖρ’ ὦ πόσις μοι τῆς ἐμῆς ὁμοσπόρου. [923] ὈΡΈΣΤΗΣ: κἀμός γε σωτήρ, οὐχὶ συγγενὴς μόνον. [924] ἸΦΙΓΈΝΕΙΑ: τὰ δεινὰ δ’ ἔργα πῶς ἔτλης μητρὸς πέρι; [925] ὈΡΈΣΤΗΣ: σιγῶμεν αὐτά· πατρὶ τιμωρῶν ἐμῷ. [926] ἸΦΙΓΈΝΕΙΑ: ἡ δ’ αἰτία τίς ἀνθ’ ὅτου κτείνει πόσιν; [927] ὈΡΈΣΤΗΣ: ἔα τὰ μητρός· οὐδὲ σοὶ κλύειν καλόν. [928] ἸΦΙΓΈΝΕΙΑ: σιγῶ· τὸ δ’ Ἄργος πρὸς σὲ νῦν ἀποβλέπει; [929] ὈΡΈΣΤΗΣ: Μενέλαος ἄρχει· φυγάδες ἐσμὲν ἐκ πάτρας. [930] ἸΦΙΓΈΝΕΙΑ: οὔ που νοσοῦντας θεῖος ὕβρισεν δόμους; [931] ὈΡΈΣΤΗΣ: οὔκ, ἀλλ’ Ἐρινύων δεῖμά μ’ ἐκβάλλει χθονός. [932] ἸΦΙΓΈΝΕΙΑ: ταῦτ’ ἆρ’ ἐπ’ ἀκταῖς κἀνθάδ’ ἠγγέλης μανείς; [933] ὈΡΈΣΤΗΣ: ὤφθημεν οὐ νῦν πρῶτον ὄντες ἄθλιοι. [934] ἸΦΙΓΈΝΕΙΑ: ἔγνωκα· μητρός σ’ οὕνεκ’ ἠλάστρουν θεαί. [935] ὈΡΈΣΤΗΣ: ὥσθ’ αἱματηρὰ στόμι’ ἐπεμβαλεῖν ἐμοί. [936] ἸΦΙΓΈΝΕΙΑ: τί γάρ ποτ’ ἐς γῆν τήνδ’ ἐπόρθμευσας πόδα; [937] ὈΡΈΣΤΗΣ: Φοίβου κελευσθεὶς θεσφάτοις ἀφικόμην. [938] ἸΦΙΓΈΝΕΙΑ: τί χρῆμα δράσειν; ῥητὸν ἢ σιγώμενον; [939] ὈΡΈΣΤΗΣ: λέγοιμ’ ἄν· ἀρχαὶ δ’ αἵδε μοι πολλῶν πόνων. ἐπεὶ τὰ μητρὸς ταῦθ’ ἃ σιγῶμεν κακὰ ἐς χεῖρας ἦλθε, μεταδρομαῖς Ἐρινύων ἠλαυνόμεσθα φυγάδες, ἔνθεν μοι πόδα ἐς τὰς Ἀθήνας δῆτ’ ἔπεμψε Λοξίας, δίκην παρασχεῖν ταῖς ἀνωνύμοις θεαῖς. ἔστιν γὰρ ὁσία ψῆφος, ἣν Ἄρει ποτὲ Ζεὺς εἵσατ’ ἔκ του δὴ χερῶν μιάσματος. ἐλθὼν δ’ ἐκεῖσε — πρῶτα μέν μ’ οὐδεὶς ξένων ἑκὼν ἐδέξαθ’, ὡς θεοῖς στυγούμενον· οἳ δ’ ἔσχον αἰδῶ, ξένια μονοτράπεζά μοι παρέσχον, οἴκων ὄντες ἐν ταὐτῷ στέγει, σιγῇ δ’ ἐτεκτήναντ’ ἀπόφθεγκτόν μ’, ὅπως δαιτὸς γενοίμην πώματός τ’ αὐτοῖς δίχα, ἐς δ’ ἄγγος ἴδιον ἴσον ἅπασι βακχίου μέτρημα πληρώσαντες εἶχον ἡδονήν. κἀγὼ ’ξελέγξαι μὲν ξένους οὐκ ἠξίουν, ἤλγουν δὲ σιγῇ κἀδόκουν οὐκ εἰδέναι, μέγα στενάζων οὕνεκ’ ἦ μητρὸς φονεύς. κλύω δ’ Ἀθηναίοισι τἀμὰ δυστυχῆ τελετὴν γενέσθαι, κἄτι τὸν νόμον μένειν, χοῆρες ἄγγος Παλλάδος τιμᾶν λεών. ὡς δ’ εἰς Ἄρειον ὄχθον ἧκον, ἐς δίκην ἔστην, ἐγὼ μὲν θάτερον λαβὼν βάθρον, τὸ δ’ ἄλλο πρέσβειρ’ ἥπερ ἦν Ἐρινύων. εἰπὼν ⟨δ’⟩ ἀκούσας θ’ αἵματος μητρὸς πέρι, Φοῖβός μ’ ἔσῳσε μαρτυρῶν, ἴσας δέ μοι ψήφους διηρίθμησε Παλλὰς ὠλένῃ· νικῶν δ’ ἀπῆρα φόνια πειρατήρια. ὅσαι μὲν οὖν ἕζοντο πεισθεῖσαι δίκῃ, ψῆφον παρ’ αὐτὴν ἱερὸν ὡρίσαντ’ ἔχειν· ὅσαι δ’ Ἐρινύων οὐκ ἐπείσθησαν νόμῳ, δρόμοις ἀνιδρύτοισιν ἠλάστρουν μ’ ἀεί, ἕως ἐς ἁγνὸν ἦλθον αὖ Φοίβου πέδον, καὶ πρόσθεν ἀδύτων ἐκταθείς, νῆστις βορᾶς, ἐπώμοσ’ αὐτοῦ βίον ἀπορρήξειν θανών, εἰ μή με σώσει Φοῖβος, ὅς μ’ ἀπώλεσεν. ἐντεῦθεν αὐδὴν τρίποδος ἐκ χρυσοῦ λακὼν Φοῖβός μ’ ἔπεμψε δεῦρο, διοπετὲς λαβεῖν ἄγαλμ’ Ἀθηνῶν τ’ ἐγκαθιδρῦσαι χθονί. ἀλλ’ ἥνπερ ἡμῖν ὥρισεν σωτηρίαν, σύμπραξον· ἢν γὰρ θεᾶς κατάσχωμεν βρέτας, μανιῶν τε λήξω καὶ σὲ πολυκώπῳ σκάφει στείλας Μυκήναις ἐγκαταστήσω πάλιν. ἀλλ’, ὦ φιληθεῖσ’, ὦ κασίγνητον κάρα, σῷσον πατρῷον οἶκον, ἔκσῳσον δ’ ἐμέ· ὡς τἄμ’ ὄλωλε πάντα καὶ τὰ Πελοπιδῶν, οὐράνιον εἰ μὴ ληψόμεσθα θεᾶς βρέτας. [987] ΧΟΡΌΣ: δεινή τις ὀργὴ δαιμόνων ἐπέζεσε τὸ Ταντάλειον σπέρμα διὰ πόνων τ’ ἄγει. [989] ἸΦΙΓΈΝΕΙΑ: τὸ μὲν πρόθυμον, πρίν σε δεῦρ’ ἐλθεῖν, ἔχω Ἄργει γενέσθαι καὶ σέ, σύγγον’, εἰσιδεῖν. θέλω δ’ ἅπερ σύ, σέ τε μεταστῆσαι πόνων νοσοῦντά τ’ οἶκον, οὐχὶ τῷ κτανόντι με θυμουμένη, πατρῷον ὀρθῶσαι· θέλω· σφαγῆς τε γὰρ σῆς χεῖρ’ ἀπαλλάξαιμεν ἂν σῴσαιμί τ’ οἴκους. τὴν θεὸν δ’ ὅπως λάθω δέδοικα καὶ τύραννον, ἡνίκ’ ἂν κενὰς κρηπῖδας εὕρῃ λαΐνας ἀγάλματος. πῶς δ’ οὐ θανοῦμαι; τίς δ’ ἔνεστί μοι λόγος; ἀλλ’, εἰ μὲν — ἕν τι — τοῦθ’ ὁμοῦ γενήσεται, ἄγαλμά τ’ οἴσεις κἄμ’ ἐπ’ εὐπρύμνου νεὼς ἄξεις, τὸ κινδύνευμα γίγνεται καλόν· τούτου δὲ χωρισθεῖσ’ — ἐγὼ μὲν ὄλλυμαι, σὺ δ’ ἂν τὸ σαυτοῦ θέμενος εὖ νόστου τύχοις. οὐ μήν τι φεύγω γ’, οὐδέ σ’ εἰ θανεῖν χρεὼν σῴσασαν· οὐ γὰρ ἀλλ’ ἀνὴρ μὲν ἐκ δόμων θανὼν ποθεινός, τὰ δὲ γυναικὸς ἀσθενῆ. [1007] ὈΡΈΣΤΗΣ: οὐκ ἂν γενοίμην σοῦ τε καὶ μητρὸς φονεύς· ἅλις τὸ κείνης αἷμα· κοινόφρων δὲ σοὶ καὶ ζῆν θέλοιμ’ ἂν καὶ θανὼν λαχεῖν ἴσον. ἄξω δέ γ’, ἤνπερ καὐτὸς ἐνταυθοῖ περῶ, πρὸς οἶκον, ἢ σοῦ κατθανὼν μενῶ μέτα. γνώμης δ’ ἄκουσον· εἰ πρόσαντες ἦν τόδε Ἀρτέμιδι, πῶς ἂν Λοξίας ἐθέσπισε κομίσαι μ’ ἄγαλμα θεᾶς πόλισμ’ ἐς Παλλάδος ⟨…⟩ καὶ σὸν πρόσωπον εἰσιδεῖν; ἅπαντα γὰρ συνθεὶς τάδ’ εἰς ἓν νόστον ἐλπίζω λαβεῖν. [1017] ἸΦΙΓΈΝΕΙΑ: πῶς οὖν γένοιτ’ ἂν ὥστε μήθ’ ἡμᾶς θανεῖν, λαβεῖν θ’ ἃ βουλόμεσθα; τῇδε γὰρ νοσεῖ νόστος πρὸς οἴκους· ἡ δὲ βούλησις πάρα. [1020] ὈΡΈΣΤΗΣ: ἆρ’ ἂν τύραννον διολέσαι δυναίμεθ’ ἄν; [1021] ἸΦΙΓΈΝΕΙΑ: δεινὸν τόδ’ εἶπας, ξενοφονεῖν ἐπήλυδας. [1022] ὈΡΈΣΤΗΣ: ἀλλ’, εἰ σὲ σώσει κἀμέ, κινδυνευτέον. [1023] ἸΦΙΓΈΝΕΙΑ: οὐκ ἂν δυναίμην· τὸ δὲ πρόθυμον ᾔνεσα. [1024] ὈΡΈΣΤΗΣ: τί δ’, εἴ με ναῷ τῷδε κρύψειας λάθρα; [1025] ἸΦΙΓΈΝΕΙΑ: ὡς δὴ σκότον λαβόντες ἐκσωθεῖμεν ἄν; [1026] ὈΡΈΣΤΗΣ: κλεπτῶν γὰρ ἡ νύξ, τῆς δ’ ἀληθείας τὸ φῶς. [1027] ἸΦΙΓΈΝΕΙΑ: εἴσ’ ἔνδον ἱεροὶ φύλακες, οὓς οὐ λήσομεν. [1028] ὈΡΈΣΤΗΣ: οἴμοι, διεφθάρμεσθα· πῶς σωθεῖμεν ἄν; [1029] ἸΦΙΓΈΝΕΙΑ: ἔχειν δοκῶ μοι καινὸν ἐξεύρημά τι. [1030] ὈΡΈΣΤΗΣ: ποῖόν τι; δόξης μετάδος, ὡς κἀγὼ μάθω. [1031] ἸΦΙΓΈΝΕΙΑ: ταῖς σαῖς ἀνίαις χρήσομαι σοφίσμασι. [1032] ὈΡΈΣΤΗΣ: δειναὶ γὰρ αἱ γυναῖκες εὑρίσκειν τέχνας. [1033] ἸΦΙΓΈΝΕΙΑ: φονέα σε φήσω μητρὸς ἐξ Ἄργους μολεῖν. [1034] ὈΡΈΣΤΗΣ: χρῆσαι κακοῖσι τοῖς ἐμοῖς, εἰ κερδανεῖς. [1035] ἸΦΙΓΈΝΕΙΑ: ὡς οὐ θέμις γε λέξομεν θύειν θεᾷ, [1036] ὈΡΈΣΤΗΣ: τίν’ αἰτίαν ἔχουσ’; ὑποπτεύω τι γάρ. [1037] ἸΦΙΓΈΝΕΙΑ: οὐ καθαρὸν ὄντα· τὸ δ’ ὅσιον δώσω φόβῳ. [1038] ὈΡΈΣΤΗΣ: τί δῆτα μᾶλλον θεᾶς ἄγαλμ’ ἁλίσκεται; [1039] ἸΦΙΓΈΝΕΙΑ: πόντου σε πηγαῖς ἁγνίσαι βουλήσομαι, [1040] ὈΡΈΣΤΗΣ: ἔτ’ ἐν δόμοισι βρέτας, ἐφ’ ᾧ πεπλεύκαμεν. [1041] ἸΦΙΓΈΝΕΙΑ: κἀκεῖνο νίψαι, σοῦ θιγόντος ὥς, ἐρῶ. [1042] ὈΡΈΣΤΗΣ: ποῖ δῆτα; πόντου νοτερὸν εἶπας ἔκβολον; [1043] ἸΦΙΓΈΝΕΙΑ: οὗ ναῦς χαλινοῖς λινοδέτοις ὁρμεῖ σέθεν. [1044] ὈΡΈΣΤΗΣ: σὺ δ’ ἤ τις ἄλλος ἐν χεροῖν οἴσει βρέτας; [1045] ἸΦΙΓΈΝΕΙΑ: ἐγώ· θιγεῖν γὰρ ὅσιόν ἐστ’ ἐμοὶ μόνῃ. [1046] ὈΡΈΣΤΗΣ: Πυλάδης δ’ ὅδ’ ἡμῖν ποῦ τετάξεται πόνου; [1047] ἸΦΙΓΈΝΕΙΑ: ταὐτὸν χεροῖν σοὶ λέξεται μίασμ’ ἔχων. [1048] ὈΡΈΣΤΗΣ: λάθρα δ’ ἄνακτος ἢ εἰδότος δράσεις τάδε; [1049] ἸΦΙΓΈΝΕΙΑ: πείσασα μύθοις· οὐ γὰρ ἂν λάθοιμί γε. [1050] ὈΡΈΣΤΗΣ: καὶ μὴν νεώς γε πίτυλος εὐήρης πάρα. [1051] ἸΦΙΓΈΝΕΙΑ: σοὶ δὴ μέλειν χρὴ τἄλλ’ ὅπως ἕξει καλῶς. [1052] ὈΡΈΣΤΗΣ: ἑνὸς μόνου δεῖ, τάσδε συγκρύψαι τάδε. ἀλλ’ ἀντίαζε καὶ λόγους πειστηρίους εὕρισκ’· ἔχει τοι δύναμιν εἰς οἶκτον γυνή. τὰ δ’ ἄλλ’ ἴσως —. ἅπαντα συμβαίη καλῶς. [1056] ἸΦΙΓΈΝΕΙΑ: ὦ φίλταται γυναῖκες, εἰς ὑμᾶς βλέπω, καὶ τἄμ’ ἐν ὑμῖν ἐστιν ἢ καλῶς ἔχειν ἢ μηδὲν εἶναι καὶ στερηθῆναι πάτρας φίλου τ’ ἀδελφοῦ φιλτάτης τε συγγόνου. καὶ πρῶτα μέν μοι τοῦ λόγου τάδ’ ἀρχέτω· γυναῖκές ἐσμεν, φιλόφρον ἀλλήλαις γένος σῴζειν τε κοινὰ πράγματ’ ἀσφαλέσταται. σιγήσαθ’ ἡμῖν καὶ συνεκπονήσατε φυγάς. καλόν τοι γλῶσσ’ ὅτῳ πιστὴ παρῇ. ὁρᾶτε δ’ ὡς τρεῖς μία τύχη τοὺς φιλτάτους, ἢ γῆς πατρῴας νόστον ἢ θανεῖν ἔχει. σωθεῖσα δ’, ὡς ἂν καὶ σὺ κοινωνῇς τύχης, σώσω σ’ ἐς Ἑλλάδ’. ἀλλὰ πρός σε δεξιᾶς σὲ καὶ σὲ ἱκνοῦμαι, σὲ δὲ φίλης παρηίδος, γονάτων τε καὶ τῶν ἐν δόμοισι φιλτάτων μητρὸς πατρός τε καὶ τέκνων ὅτῳ κυρεῖ. τί φατέ; τίς ὑμῶν φησιν ἢ τίς οὐ θέλειν — φθέγξασθε — ταῦτα; μὴ γὰρ αἰνουσῶν λόγους ὄλωλα κἀγὼ καὶ κασίγνητος τάλας. [1075] ΧΟΡΌΣ: θάρσει, φίλη δέσποινα, καὶ σῴζου μόνον· ὡς ἔκ γ’ ἐμοῦ σοι πάντα σιγηθήσεται — ἴστω μέγας Ζεύς — ὧν ἐπισκήπτεις πέρι. [1078] ἸΦΙΓΈΝΕΙΑ: ὄναισθε μύθων καὶ γένοισθ’ εὐδαίμονες. σὸν ἔργον ἤδη καὶ σὸν ἐσβαίνειν δόμους· ὡς αὐτίχ’ ἥξει τῆσδε κοίρανος χθονός, θυσίαν ἐλέγχων εἰ κατείργασται ξένων. ὦ πότνι’, ἥπερ μ’ Αὐλίδος κατὰ πτυχὰς δεινῆς ἔσωσας ἐκ πατροκτόνου χερός, σῶσόν με καὶ νῦν τούσδε τ’· ἢ τὸ Λοξίου οὐκέτι βροτοῖσι διὰ σὲ ἐτήτυμον στόμα. ἀλλ’ εὐμενὴς ἔκβηθι βαρβάρου χθονὸς ἐς τὰς Ἀθήνας· καὶ γὰρ ἐνθάδ’ οὐ πρέπει ναίειν, παρόν σοι πόλιν ἔχειν εὐδαίμονα. [1089] ΧΟΡΌΣ: ὄρνις, ἃ παρὰ πετρίνας πόντου δειράδας, ἀλκυών, ἔλεγον οἶτον ἀείδεις, εὐξύνετον ξυνετοῖς βοάν, ὅτι πόσιν κελαδεῖς ἀεὶ μολπαῖς, ἐγώ σοι παραβάλλομαι θρήνους, ἄπτερος ὅρνις, ποθοῦσ’ Ἑλλάνων ἀγόρους, ποθοῦσ’ Ἄρτεμιν λοχίαν, ἃ παρὰ Κύνθιον ὄχθον οἰ- κεῖ φοίνικά θ’ ἁβροκόμαν δάφναν τ’ εὐερνέα καὶ γλαυκᾶς θαλλὸν ἱερὸν ἐλαί- ας, Λατοῦς ὠδῖνα φίλαν, λίμναν θ’ εἱλίσσουσαν ὕδωρ κύκλιον, ἔνθα κύκνος μελῳ- δὸς Μούσας θεραπεύει. [1106] ΧΟΡΌΣ: ὦ πολλαὶ δακρύων λιβάδες, αἳ παρηίδας εἰς ἐμὰς ἔπεσον, ἁνίκα πύργων ὀλομένων ἐν ναυσὶν ἔβαν πολεμίων ἐρετμοῖσι καὶ λόγχαις. ζαχρύσου δὲ δι’ ἐμπολᾶς νόστον βάρβαρον ἦλθον, ἔνθα τᾶς ἐλαφοκτόνου θεᾶς ἀμφίπολον κόραν παῖδ’ Ἀγαμεμνονίαν λατρεύ- ω βωμούς τ’ οὐ μηλοθύτας, ζηλοῦσ’ ἄταν διὰ παν- τὸς δυσδαίμον’· ἐν γὰρ ἀνάγ- καις οὐ κάμνεις σύντροφος ὤν. μεταβάλλει δυσδαιμονία· τὸ δὲ μετ’ εὐτυχίας κακοῦ- σθαι θνατοῖς βαρὺς αἰών. [1123] ΧΟΡΌΣ: καὶ σὲ μέν, πότνι’, Ἀργεία πεντηκόντορος οἶκον ἄξει· συρίζων θ’ ὁ κηροδέτας κάλαμος οὐρείου Πανὸς κώπαις ἐπιθωΰξει, ὁ Φοῖβός θ’ ὁ μάντις ἔχων κέλαδον ἑπτατόνου λύρας ἀείδων ἄξει λιπαρὰν εὖ σ’ Ἀθηναίων ἐπὶ γᾶν. ἐμὲ δ’ αὐτοῦ λιποῦσα βήσῃ ῥοθίοισι πλάταις· ἀέρι δὲ [ἱστία] πρότονοι κατὰ πρῷραν ὑ- πὲρ στόλον ἐκπετάσουσι πόδα ναὸς ὠκυπόμπου. [1138] ΧΟΡΌΣ: λαμπροὺς ἱπποδρόμους βαίην, ἔνθ’ εὐάλιον ἔρχεται πῦρ· οἰκείων δ’ ὑπὲρ θαλάμων πτέρυγας ἐν νώτοις ἁμοῖς λήξαιμι θοάζουσα· χοροῖς δ’ ἑσταίην, ὅθι καὶ παρθένος, εὐδοκίμων γάμων, παρὰ πόδ’ εἱλίσσουσα φίλας ματρὸς ἡλίκων θιάσους, χαρίτων εἰς ἁμίλλας, χαίτας ἁβρόπλουτον ἔριν, ὀρνυμένα, πολυποίκιλα φάρεα καὶ πλοκάμους περιβαλλομένα γένυσιν ἐσκίαζον. [1153] ΘΌΑΣ: ποῦ ’σθ’ ἡ πυλωρὸς τῶνδε δωμάτων γυνὴ Ἑλληνίς; ἤδη τῶν ξένων κατήρξατο; ἀδύτοις ἐν ἁγνοῖς σῶμα λάμπονται πυρί; [1156] ΧΟΡΌΣ: ἥδ’ ἐστίν, ἥ σοι πάντ’, ἄναξ, ἐρεῖ σαφῶς. [1157] ΘΌΑΣ: ἔα· τί τόδε μεταίρεις ἐξ ἀκινήτων βάθρων, Ἀγαμέμνονος παῖ, θεᾶς ἄγαλμ’ ἐν ὠλέναις; [1159] ἸΦΙΓΈΝΕΙΑ: ἄναξ, ἔχ’ αὐτοῦ πόδα σὸν ἐν παραστάσιν. [1160] ΘΌΑΣ: τί δ’ ἔστιν, Ἰφιγένεια, καινὸν ἐν δόμοις; [1161] ἸΦΙΓΈΝΕΙΑ: ἀπέπτυσ’· Ὁσίᾳ γὰρ δίδωμ’ ἔπος τόδε. [1162] ΘΌΑΣ: τί φροιμιάζῃ νεοχμόν; ἐξαύδα σαφῶς. [1163] ἸΦΙΓΈΝΕΙΑ: οὐ καθαρά μοι τὰ θύματ’ ἠγρεύσασθ’, ἄναξ. [1164] ΘΌΑΣ: τί τοὐκδιδάξαν τοῦτό σ’; ἢ δόξαν λέγεις; [1165] ἸΦΙΓΈΝΕΙΑ: βρέτας τὸ τῆς θεοῦ πάλιν ἕδρας ἀπεστράφη. [1166] ΘΌΑΣ: αὐτόματον, ἤ νιν σεισμὸς ἔστρεψε χθονός; [1167] ἸΦΙΓΈΝΕΙΑ: αὐτόματον· ὄψιν δ’ ὀμμάτων ξυνήρμοσεν. [1168] ΘΌΑΣ: ἡ δ’ αἰτία τίς; ἦ τὸ τῶν ξένων μύσος; [1169] ἸΦΙΓΈΝΕΙΑ: ἥδ’, οὐδὲν ἄλλο· δεινὰ γὰρ δεδράκατον. [1170] ΘΌΑΣ: ἀλλ’ ἦ τιν’ ἔκανον βαρβάρων ἀκτῆς ἔπι; [1171] ἸΦΙΓΈΝΕΙΑ: οἰκεῖον ἦλθον τὸν φόνον κεκτημένοι. [1172] ΘΌΑΣ: τίν’; εἰς ἔρον γὰρ τοῦ μαθεῖν πεπτώκαμεν. [1173] ἸΦΙΓΈΝΕΙΑ: μητέρα κατειργάσαντο κοινωνῷ ξίφει. [1174] ΘΌΑΣ: Ἄπολλον, οὐδ’ ἐν βαρβάροις ἔτλη τις ἄν. [1175] ἸΦΙΓΈΝΕΙΑ: πάσης διωγμοῖς ἠλάθησαν Ἑλλάδος. [1176] ΘΌΑΣ: ἦ τῶνδ’ ἕκατι δῆτ’ ἄγαλμ’ ἔξω φέρεις; [1177] ἸΦΙΓΈΝΕΙΑ: σεμνόν γ’ ὑπ’ αἰθέρ’, ὡς μεταστήσω φόνου. [1178] ΘΌΑΣ: μίασμα δ’ ἔγνως τοῖν ξένοιν ποίῳ τρόπῳ; [1179] ἸΦΙΓΈΝΕΙΑ: ἤλεγχον, ὡς θεᾶς βρέτας ἀπεστράφη πάλιν. [1180] ΘΌΑΣ: σοφήν σ’ ἔθρεψεν Ἑλλάς, ὡς ᾔσθου καλῶς. [1181] ἸΦΙΓΈΝΕΙΑ: καὶ μὴν καθεῖσαν δέλεαρ ἡδύ μοι φρενῶν. [1182] ΘΌΑΣ: τῶν Ἀργόθεν τι φίλτρον ἀγγέλλοντέ σοι; [1183] ἸΦΙΓΈΝΕΙΑ: τὸν μόνον Ὀρέστην ἐμὸν ἀδελφὸν εὐτυχεῖν. [1184] ΘΌΑΣ: ὡς δή σφε σῴσαις ἡδοναῖς ἀγγελμάτων. [1185] ἸΦΙΓΈΝΕΙΑ: καὶ πατέρα γε ζῆν καὶ καλῶς πράσσειν ἐμόν. [1186] ΘΌΑΣ: σὺ δ’ ἐς τὸ τῆς θεοῦ γ’ ἐξένευσας εἰκότως. [1187] ἸΦΙΓΈΝΕΙΑ: πᾶσάν γε μισοῦσ’ Ἑλλάδ’, ἥ μ’ ἀπώλεσεν. [1188] ΘΌΑΣ: τί δῆτα δρῶμεν, φράζε, τοῖν ξένοιν πέρι; [1189] ἸΦΙΓΈΝΕΙΑ: τὸν νόμον ἀνάγκη τὸν προκείμενον σέβειν. [1190] ΘΌΑΣ: οὔκουν ἐν ἔργῳ χέρνιβες ξίφος τε σόν; [1191] ἸΦΙΓΈΝΕΙΑ: ἁγνοῖς καθαρμοῖς πρῶτά νιν νίψαι θέλω. [1192] ΘΌΑΣ: πηγαῖσιν ὑδάτων ἢ θαλασσίᾳ δρόσῳ; [1193] ἸΦΙΓΈΝΕΙΑ: θάλασσα κλύζει πάντα τἀνθρώπων κακά. [1194] ΘΌΑΣ: ὁσιώτερον γοῦν τῇ θεῷ πέσοιεν ἄν. [1195] ἸΦΙΓΈΝΕΙΑ: καὶ τἀμά γ’ οὕτω μᾶλλον ἂν καλῶς ἔχοι. [1196] ΘΌΑΣ: οὔκουν πρὸς αὐτὸν ναὸν ἐκπίπτει κλύδων; [1197] ἸΦΙΓΈΝΕΙΑ: ἐρημίας δεῖ· καὶ γὰρ ἄλλα δράσομεν. [1198] ΘΌΑΣ: ἄγ’ ἔνθα χρῄζεις· οὐ φιλῶ τἄρρηθ’ ὁρᾶν. [1199] ἸΦΙΓΈΝΕΙΑ: ἁγνιστέον μοι καὶ τὸ τῆς θεοῦ βρέτας. [1200] ΘΌΑΣ: εἴπερ γε κηλὶς ἔβαλέ νιν μητροκτόνος. [1201] ἸΦΙΓΈΝΕΙΑ: οὐ γάρ ποτ’ ἄν νιν ἠράμην βάθρων ἄπο. [1202] ΘΌΑΣ: δίκαιος ηὑσέβεια καὶ προμηθία. [1203] ἸΦΙΓΈΝΕΙΑ: οἶσθά νυν ἅ μοι γενέσθω; [1203] ΘΌΑΣ: σὸν τὸ σημαίνειν τόδε. [1204] ἸΦΙΓΈΝΕΙΑ: δεσμὰ τοῖς ξένοισι πρόσθες. [1204] ΘΌΑΣ: ποῖ δέ σ’ ἐκφύγοιεν ἄν; [1205] ἸΦΙΓΈΝΕΙΑ: πιστὸν Ἑλλὰς οἶδεν οὐδέν. [1205] ΘΌΑΣ: ἴτ’ ἐπὶ δεσμά, πρόσπολοι. [1206] ἸΦΙΓΈΝΕΙΑ: κἀκκομιζόντων δὲ δεῦρο τοὺς ξένους — [1206] ΘΌΑΣ: ἔσται τάδε. [1207] ἸΦΙΓΈΝΕΙΑ: κρᾶτα κρύψαντες πέπλοισιν. [1207] ΘΌΑΣ: ἡλίου πρόσθεν φλογός. [1208] ἸΦΙΓΈΝΕΙΑ: σῶν τέ μοι σύμπεμπ’ ὀπαδῶν. [1208] ΘΌΑΣ: οἵδ’ ὁμαρτήσουσί σοι. [1209] ἸΦΙΓΈΝΕΙΑ: καὶ πόλει πέμψον τιν’ ὅστις σημανεῖ — [1209] ΘΌΑΣ: ποίας τύχας; [1210] ἸΦΙΓΈΝΕΙΑ: ἐν δόμοις μίμνειν ἅπαντας. [1210] ΘΌΑΣ: μὴ συναντῷεν φόνῳ; [1211] ἸΦΙΓΈΝΕΙΑ: μυσαρὰ γὰρ τὰ τοιάδ’ ἐστί. [1211] ΘΌΑΣ: στεῖχε καὶ σήμαινε σύ — [1212] ἸΦΙΓΈΝΕΙΑ: μηδέν’ εἰς ὄψιν πελάζειν. [1212] ΘΌΑΣ: εὖ γε κηδεύεις πόλιν. [1213] ἸΦΙΓΈΝΕΙΑ: καὶ φίλων γ’ οὓς δεῖ μάλιστα. [1213] ΘΌΑΣ: τοῦτ’ ἔλεξας εἰς ἐμέ. [1214] ἸΦΙΓΈΝΕΙΑ: … [1214] ΘΌΑΣ: ὡς εἰκότως σε πᾶσα θαυμάζει πόλις. [1215] ἸΦΙΓΈΝΕΙΑ: σὺ δὲ μένων αὐτοῦ πρὸ ναῶν τῇ θεῷ — [1215] ΘΌΑΣ: τί χρῆμα δρῶ; [1216] ἸΦΙΓΈΝΕΙΑ: ἅγνισον πυρσῷ μέλαθρον. [1216] ΘΌΑΣ: καθαρὸν ὡς μόλῃς πάλιν. [1217] ἸΦΙΓΈΝΕΙΑ: ἡνίκ’ ἂν δ’ ἔξω περῶσιν οἱ ξένοι — [1217] ΘΌΑΣ: τί χρή με δρᾶν; [1218] ἸΦΙΓΈΝΕΙΑ: πέπλον ὀμμάτων προθέσθαι. [1218] ΘΌΑΣ: μὴ παλαμναῖον λάβω. [1219] ἸΦΙΓΈΝΕΙΑ: ἢν δ’ ἄγαν δοκῶ χρονίζειν — [1219] ΘΌΑΣ: τοῦδ’ ὅρος τίς ἐστί μοι; [1220] ἸΦΙΓΈΝΕΙΑ: θαυμάσῃς μηδέν. [1220] ΘΌΑΣ: τὰ τῆς θεοῦ πρᾶσσ’ — ἐπεὶ σχολή — καλῶς. [1221] ἸΦΙΓΈΝΕΙΑ: εἰ γὰρ ὡς θέλω καθαρμὸς ὅδε πέσοι. [1221] ΘΌΑΣ: συνεύχομαι. [1222] ἸΦΙΓΈΝΕΙΑ: τούσδ’ ἄρ’ ἐκβαίνοντας ἤδη δωμάτων ὁρῶ ξένους καὶ θεᾶς κόσμους νεογνούς τ’ ἄρνας, ὡς φόνῳ φόνον μυσαρὸν ἐκνίψω, σέλας τε λαμπάδων τά τ’ ἄλλ’ ὅσα προυθέμην ἐγὼ ξένοισι καὶ θεᾷ καθάρσια. ἐκποδὼν δ’ αὐδῶ πολίταις τοῦδ’ ἔχειν μιάσματος, εἴ τις ἢ ναῶν πυλωρὸς χεῖρας ἁγνεύει θεοῖς ἢ γάμον στείχει συνάψων ἢ τόκοις βαρύνεται, φεύγετ’, ἐξίστασθε, μή τῳ προσπέσῃ μύσος τόδε. ὦ Διὸς Λητοῦς τ’ ἄνασσα παρθέν’, ἢν νίψω φόνον τῶνδε καὶ θύσωμεν οὗ χρή, καθαρὸν οἰκήσεις δόμον, εὐτυχεῖς δ’ ἡμεῖς ἐσόμεθα. τἄλλα δ’ οὐ λέγουσ’, ὅμως τοῖς τὰ πλείον’ εἰδόσιν θεοῖς σοί τε σημαίνω, θεά. [1234] ΧΟΡΌΣ: εὔπαις ὁ Λατοῦς γόνος, τόν ποτε Δηλιὰς ἐν καρποφόροις γυάλοις ⟨ἔτικτε,⟩ χρυσοκόμαν ἐν κιθάρᾳ σοφόν, ἅ τ’ ἐπὶ τόξων εὐστοχίᾳ γάνυται· φέρε ⟨δ’ αὐτά⟩ νιν ἀπὸ δειράδος εἰναλίας, λοχεῖα κλεινὰ λιποῦσα μά- τηρ, τὰν ἀστάκτων ὑδάτων βακχεύουσαν Διονύ- σῳ Παρνάσιον κορυφάν· ὅθι ποικιλόνωτος οἰ- νωπὸς δράκων, σκιερᾷ κατάχαλκος εὐ- φύλλῳ δάφνᾳ, γᾶς πελώριον τέρας, ἄμφεπε μαντεῖ- ον Χθόνιον. ἔτι μιν ἔτι βρέφος, ἔτι φίλας ἐπὶ ματέρος ἀγκάλαισι θρῴσκων ἔκανες, ὦ Φοῖβε, μαντείων δ’ ἐπέβας ζαθέων, τρίποδί τ’ ἐν χρυσέῳ θάσσεις, ἐν ἀψευδεῖ θρόνῳ μαντείας βροτοῖς θεσφάτων νέμων ἀδύτων ὕπο, Κασταλίας ῥεέθρων γείτων, μέσον γᾶς ἔχων μέλαθρον. [1259] ΧΟΡΌΣ: Θέμιν δ’ ἐπεὶ γᾶς ἰὼν παῖδ’ ἀπενάσσατο ⟨Πυθῶνος⟩ ἀπὸ ζαθέων χρηστηρίων, νύχια Χθὼν ἐτεκνώσατο φάσματ’ ὀ⟨νείρων⟩, οἳ πολέσιν μερόπων τά τε πρῶτα, τά τ’ ἔπειθ’, ὅσσα τ’ ἔμελλε τυχεῖν, ὕπνου κατὰ δνοφερὰς γᾶς εὐ- νὰς ἔφραζον· Γαῖα δὲ τὰν μαντεῖον ἀφείλετο τι- μὰν Φοῖβον, φθόνῳ θυγατρός. ταχύπους δ’ ἐς Ὄλυμπον ὁρ- μαθεὶς ἄναξ χέρα παιδνὸν ἕλιξεν ἐκ Διὸς θρόνων Πυθίων δόμων χθονίαν ἀφελεῖν μῆ- νιν θεᾶς. [νυχίους τ’ ἐνοπὰς.] γέλασε δ’, ὅτι τέκος ἄφαρ ἔβα πολύχρυσα θέλων λατρεύματα σχεῖν· ἐπὶ δ’ ἔσεισεν κόμαν, παῦσαι νυχίους ἐνοπάς, ἀπὸ δ’ ἀλαθοσύναν νυκτωπὸν ἐξεῖλεν βροτῶν, καὶ τιμὰς πάλιν θῆκε Λοξίᾳ, πολυάνορι δ’ ἐν ξενόεντι θρόνῳ θάρση βροτοῖς θεσφάτων ἀοιδαῖς. [1284] ἌΓΓΕΛΟΣ: ὦ ναοφύλακες βώμιοί τ’ ἐπιστάται, Θόας ἄναξ γῆς τῆσδε ποῦ κυρεῖ βεβώς; καλεῖτ’ ἀναπτύξαντες εὐγόμφους πύλας ἔξω μελάθρων τῶνδε κοίρανον χθονός. [1288] ΧΟΡΌΣ: τί δ’ ἔστιν, εἰ χρὴ μὴ κελευσθεῖσαν λέγειν; [1289] ἌΓΓΕΛΟΣ: βεβᾶσι φροῦδοι δίπτυχοι νεανίαι Ἀγαμεμνονείας παιδὸς ἐκ βουλευμάτων φεύγοντες ἐκ γῆς τῆσδε καὶ σεμνὸν βρέτας λαβόντες ἐν κόλποισιν Ἑλλάδος νεώς. [1293] ΧΟΡΌΣ: ἄπιστον εἶπας μῦθον· ὃν δ’ ἰδεῖν θέλεις ἄνακτα χώρας, φροῦδος ἐκ ναοῦ συθείς. [1295] ἌΓΓΕΛΟΣ: ποῖ; δεῖ γὰρ αὐτὸν εἰδέναι τὰ δρώμενα. [1296] ΧΟΡΌΣ: οὐκ ἴσμεν· ἀλλὰ στεῖχε καὶ δίωκέ νιν ὅπου κυρήσας τούσδ’ ἀπαγγελεῖς λόγους. [1298] ἌΓΓΕΛΟΣ: ὁρᾶτ’, ἄπιστον ὡς γυναικεῖον γένος· μέτεστι χὑμῖν τῶν πεπραγμένων μέρος. [1300] ΧΟΡΌΣ: μαίνῃ· τί δ’ ἡμῖν τῶν ξένων δρασμοῦ μέτα; οὐκ εἶ κρατούντων πρὸς πύλας ὅσον τάχος; [1302] ἌΓΓΕΛΟΣ: οὔ, πρίν γ’ ἂν εἴπῃ τοὔπος ἑρμηνεὺς ὅδε, εἴτ’ ἔνδον εἴτ’ οὐκ ἔνδον ἀρχηγὸς χθονός. ὠή, χαλᾶτε κλῇθρα, τοῖς ἔνδον λέγω, καὶ δεσπότῃ σημήναθ’ οὕνεκ’ ἐν πύλαις πάρειμι, καινῶν φόρτον ἀγγέλλων κακῶν. [1307] ΘΌΑΣ: τίς ἀμφὶ δῶμα θεᾶς τόδ’ ἵστησιν βοήν, πύλας ἀράξας καὶ ψόφον πέμψας ἔσω; [1309] ἌΓΓΕΛΟΣ: φεῦ· πῶς ἔλεγον αἵδε, καί μ’ ἀπήλαυνον δόμων, ὡς ἐκτὸς εἴης· σὺ δὲ κατ’ οἶκον ἦσθ’ ἄρα. [1311] ΘΌΑΣ: τί προσδοκῶσαι κέρδος ἢ θηρώμεναι; [1312] ἌΓΓΕΛΟΣ: αὖθις τὰ τῶνδε σημανῶ· τὰ δ’ ἐν ποσὶ παρόντ’ ἄκουσον. ἡ νεᾶνις ἣ ’νθάδε βωμοῖς παρίστατ’, Ἰφιγένει’, ἔξω χθονὸς σὺν τοῖς ξένοισιν οἴχεται, σεμνὸν θεᾶς ἄγαλμ’ ἔχουσα· δόλια δ’ ἦν καθάρματα. [1317] ΘΌΑΣ: πῶς φῄς; τί πνεῦμα συμφορᾶς κεκτημένη; [1318] ἌΓΓΕΛΟΣ: σῴζουσ’ Ὀρέστην· τοῦτο γὰρ σὺ θαυμάσῃ. [1319] ΘΌΑΣ: τὸν ποῖον; ἆρ’ ὃν Τυνδαρὶς τίκτει κόρη; [1320] ἌΓΓΕΛΟΣ: ὃν τοῖσδε βωμοῖς θεὰ καθωσιώσατο. [1321] ΘΌΑΣ: ὦ θαῦμα — πῶς σε μεῖζον ὀνομάσας τύχω; [1322] ἌΓΓΕΛΟΣ: μὴ ’νταῦθα τρέψῃς σὴν φρέν’, ἀλλ’ ἄκουέ μου· σαφῶς δ’ ἀθρήσας καὶ κλύων ἐκφρόντισον διωγμὸς ὅστις τοὺς ξένους θηράσεται. [1325] ΘΌΑΣ: λέγ’· εὖ γὰρ εἶπας· οὐ γὰρ ἀγχίπλουν πόρον φεύγουσιν, ὥστε διαφυγεῖν τοὐμὸν δόρυ. [1327] ἌΓΓΕΛΟΣ: ἐπεὶ πρὸς ἀκτὰς ἤλθομεν θαλασσίας, οὗ ναῦς Ὀρέστου κρύφιος ἦν ὡρμισμένη, ἡμᾶς μέν, οὓς σὺ δεσμὰ συμπέμπεις ξένων ἔχοντας, ἐξένευσ’ ἀποστῆναι πρόσω Ἀγαμέμνονος παῖς, ὡς ἀπόρρητον φλόγα θύουσα καὶ καθαρμὸν ὃν μετῴχετο, αὐτὴ δ’ ὄπισθε δέσμ’ ἔχουσα τοῖν ξένοιν ἔστειχε χερσί. καὶ τάδ’ ἦν ὕποπτα μέν, ἤρεσκε μέντοι σοῖσι προσπόλοις, ἄναξ. χρόνῳ δ’, ἵν’ ἡμῖν δρᾶν τι δὴ δοκοῖ πλέον, ἀνωλόλυξε καὶ κατῇδε βάρβαρα μέλη μαγεύουσ’, ὡς φόνον νίζουσα δή. ἐπεὶ δὲ δαρὸν ἦμεν ἥμενοι χρόνον, ἐσῆλθεν ἡμᾶς μὴ λυθέντες οἱ ξένοι κτάνοιεν αὐτὴν δραπέται τ’ οἰχοίατο. φόβῳ δ’ ἃ μὴ χρῆν εἰσορᾶν καθήμεθα σιγῇ· τέλος δὲ πᾶσιν ἦν αὑτὸς λόγος στείχειν ἵν’ ἦσαν, καίπερ οὐκ ἐωμένοις. [1345] ἌΓΓΕΛΟΣ: κἀνταῦθ’ ὁρῶμεν Ἑλλάδος νεὼς σκάφος ταρσῷ κατήρει πίτυλον ἐπτερωμένον, ναύτας τε πεντήκοντ’ ἐπὶ σκαλμῶν πλάτας ἔχοντας, ἐκ δεσμῶν δὲ τοὺς νεανίας ἐλευθέρους πρύμνηθεν ἑστῶτας νεώς. κοντοῖς δὲ πρῷραν εἶχον, οἳ δ’ ἐπωτίδων ἄγκυραν ἐξανῆπτον· οἳ δέ, κλίμακας σπεύδοντες, ἦγον διὰ χερῶν πρυμνήσια, πόντῳ δὲ δόντες τοῖν ξένοιν καθίεσαν. ἡμεῖς δ’ ἀφειδήσαντες, ὡς ἐσείδομεν δόλια τεχνήματ’, εἰχόμεσθα τῆς ξένης πρυμνησίων τε, καὶ δι’ εὐθυντηρίας οἴακας ἐξῃροῦμεν εὐπρύμνου νεώς. λόγοι δ’ ἐχώρουν· Τίνι λόγῳ πορθμεύετε κλέπτοντες ἐκ γῆς ξόανα καὶ θυηπόλους; τίνος τίς ὢν σὺ τήνδ’ ἀπεμπολᾷς χθονός; ὁ δ’ εἶπ’· Ὀρέστης, τῆσδ’ ὅμαιμος, ὡς μάθῃς, Ἀγαμέμνονος παῖς, τήνδ’ ἐμὴν κομίζομαι λαβὼν ἀδελφήν, ἣν ἀπώλεσ’ ἐκ δόμων. [1364] ἌΓΓΕΛΟΣ: ἀλλ’ οὐδὲν ἧσσον εἰχόμεσθα τῆς ξένης καὶ πρὸς σὲ ἕπεσθαι διεβιαζόμεσθά νιν· ὅθεν τὰ δεινὰ πλήγματ’ ἦν γενειάδων. κεῖνοί τε γὰρ σίδηρον οὐκ εἶχον χεροῖν ἡμεῖς τε· πυγμαί τ’ ἦσαν ἐγκροτούμεναι, καὶ κῶλ’ ἀπ’ ἀμφοῖν τοῖν νεανίαιν ἅμα ἐς πλευρὰ καὶ πρὸς ἧπαρ ἠκοντίζετο, ὡς τῷ ξυνάπτειν καὶ συναποκαμεῖν μέλη. δεινοῖς δὲ σημάντροισιν ἐσφραγισμένοι ἐφεύγομεν πρὸς κρημνόν, οἳ μὲν ἐν κάρᾳ κάθαιμ’ ἔχοντες τραύμαθ’, οἳ δ’ ἐν ὄμμασιν· ὄχθοις δ’ ἐπισταθέντες εὐλαβεστέρως ἐμαρνάμεσθα καὶ πέτρους ἐβάλλομεν. ἀλλ’ εἶργον ἡμᾶς τοξόται πρύμνης ἔπι σταθέντες ἰοῖς, ὥστ’ ἀναστεῖλαι πρόσω. κἀν τῷδε — δεινὸς γὰρ κλύδων ὤκειλε ναῦν πρὸς γῆν, φόβος δ’ ἦν ⟨παρθένῳ⟩ τέγξαι πόδα — λαβὼν Ὀρέστης ὦμον εἰς ἀριστερόν, βὰς ἐς θάλασσαν κἀπὶ κλίμακος θορών, ἔθηκ’ ἀδελφὴν ἐντὸς εὐσήμου νεώς, τό τ’ οὐρανοῦ πέσημα, τῆς Διὸς κόρης ἄγαλμα. ναὸς ⟨δ’⟩ ἐκ μέσης ἐφθέγξατο βοή τις· ὦ γῆς Ἑλλάδος ναῦται, νεὼς λάβεσθε κώπαις ῥόθιά τ’ ἐκλευκαίνετε· ἔχομεν γὰρ ὧνπερ οὕνεκ’ ἄξενον πόρον Συμπληγάδων ἔσωθεν εἰσεπλεύσαμεν. [1390] ἌΓΓΕΛΟΣ: οἳ δὲ στεναγμὸν ἡδὺν ἐκβρυχώμενοι ἔπαισαν ἅλμην. ναῦς δ’, ἕως μὲν ἐντὸς ἦν λιμένος, ἐχώρει στόμια, διαπερῶσα δὲ λάβρῳ κλύδωνι συμπεσοῦσ’ ἠπείγετο· δεινὸς γὰρ ἐλθὼν ἄνεμος ἐξαίφνης νεὼς ὠθεῖ παλίμπρυμν’ ἱστί’· οἳ δ’ ἐκαρτέρουν πρὸς κῦμα λακτίζοντες· ἐς δὲ γῆν πάλιν κλύδων παλίρρους ἦγε ναῦν. σταθεῖσα δὲ Ἀγαμέμνονος παῖς ηὔξατ’· ὦ Λητοῦς κόρη σῷσόν με τὴν σὴν ἱερέαν πρὸς Ἑλλάδα ἐκ βαρβάρου γῆς καὶ κλοπαῖς σύγγνωθ’ ἐμαῖς. φιλεῖς δὲ καὶ σὺ σὸν κασίγνητον, θεά· φιλεῖν δὲ κἀμὲ τοὺς ὁμαίμονας δόκει. ναῦται δ’ ἐπευφήμησαν εὐχαῖσιν κόρης παιᾶνα, γυμνὰς ἐκ ⟨πέπλων⟩ ἐπωμίδας κώπῃ προσαρμόσαντες ἐκ κελεύσματος. μᾶλλον δὲ μᾶλλον πρὸς πέτρας ᾔει σκάφος· χὣ μέν τις ἐς θάλασσαν ὡρμήθη ποσίν, ἄλλος δὲ πλεκτὰς ἐξανῆπτεν ἀγκύλας. κἀγὼ μὲν εὐθὺς πρὸς σὲ δεῦρ’ ἀπεστάλην, σοὶ τὰς ἐκεῖθεν σημανῶν, ἄναξ, τύχας. ἀλλ’ ἕρπε, δεσμὰ καὶ βρόχους λαβὼν χεροῖν· εἰ μὴ γὰρ οἶδμα νήνεμον γενήσεται, οὐκ ἔστιν ἐλπὶς τοῖς ξένοις σωτηρίας. πόντου δ’ ἀνάκτωρ Ἴλιόν τ’ ἐπισκοπεῖ σεμνὸς Ποσειδῶν, Πελοπίδαις ἐναντίος, καὶ νῦν παρέξει τὸν Ἀγαμέμνονος γόνον σοὶ καὶ πολίταις, ὡς ἔοικεν, ἐν χεροῖν λαβεῖν, ἀδελφήν θ’, ἣ φόνον τὸν Αὐλίδι ἀμνημόνευτον θεᾷ προδοῦσ’ ἁλίσκεται. [1420] ΧΟΡΌΣ: ὦ τλῆμον Ἰφιγένεια, συγγόνου μέτα θανῇ πάλιν μολοῦσα δεσποτῶν χέρας. [1422] ΘΌΑΣ: ὦ πάντες ἀστοὶ τῆσδε βαρβάρου χθονός, οὐκ εἶα πώλοις ἐμβαλόντες ἡνίας παράκτιοι δραμεῖσθε κἀκβολὰς νεὼς Ἑλληνίδος δέξεσθε, σὺν δὲ τῇ θεῷ σπεύδοντες ἄνδρας δυσσεβεῖς θηράσετε, οἳ δ’ ὠκυπομποὺς ἕλξετ’ ἐς πόντον πλάτας; ὡς ἐκ θαλάσσης ἔκ τε γῆς ἱππεύμασι λαβόντες αὐτοὺς ἢ κατὰ στύφλου πέτρας ῥίψωμεν, ἢ σκόλοψι πήξωμεν δέμας. ὑμᾶς δὲ τὰς τῶνδ’ ἴστορας βουλευμάτων, γυναῖκες, αὖθις, ἡνίκ’ ἂν σχολὴν λάβω, ποινασόμεσθα· νῦν δὲ τὴν προκειμένην σπουδὴν ἔχοντες οὐ μενοῦμεν ἥσυχοι. [1435] ἈΘΉΝΑ: ποῖ ποῖ διωγμὸν τόνδε πορθμεύεις, ἄναξ Θόας; ἄκουσον τῆσδ’ Ἀθηναίας λόγους. παῦσαι διώκων ῥεῦμά τ’ ἐξορμῶν στρατοῦ· πεπρωμένος γὰρ θεσφάτοισι Λοξίου δεῦρ’ ἦλθ’ Ὀρέστης, τόν τ’ Ἐρινύων χόλον φεύγων ἀδελφῆς τ’ Ἄργος ἐσπέμψων δέμας ἄγαλμά θ’ ἱερὸν εἰς ἐμὴν ἄξων χθόνα, τῶν νῦν παρόντων πημάτων ἀναψυχάς. πρὸς μὲν σὲ ὅδ’ ἡμῖν μῦθος· ὃν δ’ ἀποκτενεῖν δοκεῖς Ὀρέστην ποντίῳ λαβὼν σάλῳ, ἤδη Ποσειδῶν χάριν ἐμὴν ἀκύμονα πόντου τίθησι νῶτα πορθμεύειν πλάτῃ. μαθὼν δ’, Ὀρέστα, τὰς ἐμὰς ἐπιστολάς — κλύεις γὰρ αὐδὴν καίπερ οὐ παρὼν θεᾶς — χώρει λαβὼν ἄγαλμα σύγγονόν τε σήν. ὅταν δ’ Ἀθήνας τὰς θεοδμήτους μόλῃς, χῶρός τις ἔστιν Ἀτθίδος πρὸς ἐσχάτοις ὅροισι, γείτων δειράδος Καρυστίας, ἱερός, Ἁλάς νιν οὑμὸς ὀνομάζει λεώς· ἐνταῦθα τεύξας ναὸν ἵδρυσαι βρέτας, ἐπώνυμον γῆς Ταυρικῆς πόνων τε σῶν, οὓς ἐξεμόχθεις περιπολῶν καθ’ Ἑλλάδα οἴστροις Ἐρινύων. Ἄρτεμιν δέ νιν βροτοὶ τὸ λοιπὸν ὑμνήσουσι Ταυροπόλον θεάν. νόμον τε θὲς τόνδ’· ὅταν ἑορτάζῃ λεώς, τῆς σῆς σφαγῆς ἄποιν’ ἐπισχέτω ξίφος δέρῃ πρὸς ἀνδρὸς αἷμά τ’ ἐξανιέτω, ὁσίας ἕκατι θεά θ’ ὅπως τιμὰς ἔχῃ. σὲ δ’ ἀμφὶ σεμνάς, Ἰφιγένεια, κλίμακας Βραυρωνίας δεῖ τῇδε κλῃδουχεῖν θεᾷ· οὗ καὶ τεθάψῃ κατθανοῦσα, καὶ πέπλων ἄγαλμά σοι θήσουσιν εὐπήνους ὑφάς, ἃς ἂν γυναῖκες ἐν τόκοις ψυχορραγεῖς λίπωσ’ ἐν οἴκοις. τάσδε δ’ ἐκπέμπειν χθονὸς Ἑλληνίδας γυναῖκας ἐξεφίεμαι γνώμης δικαίας οὕνεκ’ ⟨…⟩ ἐκσῴσασα δὲ καὶ πρίν σ’ Ἀρείοις ἐν πάγοις ψήφους ἴσας κρίνασ’, Ὀρέστα· καὶ νόμισμ’ ἔσται τόδε, νικᾶν ἰσήρεις ὅστις ἂν ψήφους λάβῃ. ἀλλ’ ἐκκομίζου σὴν κασιγνήτην χθονός, Ἀγαμέμνονος παῖ. — καὶ σὺ μὴ θυμοῦ, Θόας. [1475] ΘΌΑΣ: ἄνασσ’ Ἀθάνα, τοῖσι τῶν θεῶν λόγοις ὅστις κλύων ἄπιστος, οὐκ ὀρθῶς φρονεῖ. ἐγὼ δ’ Ὀρέστῃ τ’, εἰ φέρων βρέτας θεᾶς βέβηκ’, ἀδελφῇ τ’ οὐχὶ θυμοῦμαι· τί γὰρ πρὸς τοὺς σθένοντας θεοὺς ἁμιλλᾶσθαι καλόν; ἴτωσαν ἐς σὴν σὺν θεᾶς ἀγάλματι γαῖαν, καθιδρύσαιντό τ’ εὐτυχῶς βρέτας. πέμψω δὲ καὶ τάσδ’ Ἑλλάδ’ εἰς εὐδαίμονα γυναῖκας, ὥσπερ σὸν κέλευσμ’ ἐφίεται. παύσω δὲ λόγχην ἣν ἐπαίρομαι ξένοις ναῶν τ’ ἐρετμά, σοὶ τάδ’ ὡς δοκεῖ, θεά. [1486] ἈΘΉΝΑ: αἰνῶ· τὸ γὰρ χρεὼν σοῦ τε καὶ θεῶν κρατεῖ. ἴτ’, ὦ πνοαί, ναυσθλοῦσθε τὸν Ἀγαμέμνονος παῖδ’ εἰς Ἀθήνας· συμπορεύσομαι δ’ ἐγὼ σῴζουσ’ ἀδελφῆς τῆς ἐμῆς σεμνὸν βρέτας. [1490] ΧΟΡΌΣ: ἴτ’ ἐπ’ εὐτυχίᾳ τῆς σῳζομένης μοίρας εὐδαίμονες ὄντες. ἀλλ’, ὦ σεμνὴ παρά τ’ ἀθανάτοις καὶ παρὰ θνητοῖς, Παλλὰς Ἀθάνα, δράσομεν οὕτως ὡς σὺ κελεύεις. μάλα γὰρ τερπνὴν κἀνέλπιστον φήμην ἀκοαῖσι δέδεγμαι. — — — ὦ μέγα σεμνὴ Νίκη, τὸν ἐμὸν βίοτον κατέχοις καὶ μὴ λήγοις στεφανοῦσα.