Φοίνισσαι — Euripides ===================== ΕΥΡΙΠΙΔΟΥ ΦΟΙΝΙΣΣΑΙ Translation/edition: Greek text (Murray) Language: Ancient Greek Read in Plato Scroll: https://plato-scroll.com/s/eur-phoenician-women/ This file: https://plato-scroll.com/text/eur-phoenician-women-e.txt Other editions of this work: - E. P. Coleridge (1891), modernised by Perseus: https://plato-scroll.com/text/eur-phoenician-women.txt Sources and licences: https://plato-scroll.com/attribution.html Numbers in [brackets] are the edition's reference loci (Stephanus, Bekker, book.line, page...). Superscript numerals refer to the Notes at the end. ## Φοίνισσαι [1] ἸΟΚΆΣΤΗ: ὦ τὴν ἐν ἄστροις οὐρανοῦ τέμνων ὁδὸν καὶ χρυσοκολλήτοισιν ἐμβεβὼς δίφροις Ἥλιε, θοαῖς ἵπποισιν εἱλίσσων φλόγα, ὡς δυστυχῆ Θήβαισι τῇ τόθ’ ἡμέρᾳ ἀκτῖν’ ἐφῆκας, Κάδμος ἡνίκ’ ἦλθε γῆν τήνδ’, ἐκλιπὼν Φοίνισσαν ἐναλίαν χθόνα· ὃς παῖδα γήμας Κύπριδος Ἁρμονίαν ποτὲ Πολύδωρον ἐξέφυσε, τοῦ δὲ Λάβδακον φῦναι λέγουσιν, ἐκ δὲ τοῦδε Λάιον. ἐγὼ δὲ παῖς μὲν κλῄζομαι Μενοικέως, — Κρέων τ’ ἀδελφὸς μητρὸς ἐκ μιᾶς ἔφυ — καλοῦσι δ’ Ἰοκάστην με· τοῦτο γὰρ πατὴρ ἔθετο. γαμεῖ δὲ Λάιός μ’· ἐπεὶ δ’ ἄπαις ἦν χρόνια λέκτρα τἄμ’ ἔχων ἐν δώμασιν, ἐλθὼν ἐρωτᾷ Φοῖβον ἐξαιτεῖ θ’ ἅμα παίδων ἐς οἴκους ἀρσένων κοινωνίαν. ὃ δ’ εἶπεν· ὦ Θήβαισιν εὐίπποις ἄναξ, μὴ σπεῖρε τέκνων ἄλοκα δαιμόνων βίᾳ· εἰ γὰρ τεκνώσεις παῖδ’, ἀποκτενεῖ σ’ ὁ φύς, καὶ πᾶς σὸς οἶκος βήσεται δι’ αἵματος. ὃ δ’ ἡδονῇ δοὺς ἔς τε βακχείαν πεσὼν ἔσπειρεν ἡμῖν παῖδα· καὶ σπείρας, †βρέφος† γνοὺς τἀμπλάκημα τοῦ θεοῦ τε τὴν φάτιν, λειμῶν’ ἐς Ἥρας καὶ Κιθαιρῶνος λέπας δίδωσι βουκόλοισιν ἐκθεῖναι βρέφος, σφυρῶν σιδηρᾶ κέντρα διαπείρας μέσον· ὅθεν νιν Ἑλλὰς ὠνόμαζεν Οἰδίπουν. Πολύβου δέ νιν λαβόντες ἱπποβουκόλοι φέρουσ’ ἐς οἴκους ἔς τε δεσποίνης χέρας ἔθηκαν. ἣ δὲ τὸν ἐμὸν ὠδίνων πόνον μαστοῖς ὑφεῖτο καὶ πόσιν πείθει τεκεῖν. ἤδη δὲ πυρσαῖς γένυσιν ἐξανδρούμενος παῖς οὑμὸς ἢ γνοὺς ἤ τινος μαθὼν πάρα ἔστειχε τοὺς φύσαντας ἐκμαθεῖν θέλων πρὸς δῶμα Φοίβου, Λάιός θ’, οὑμὸς πόσις, τὸν ἐκτεθέντα παῖδα μαστεύων μαθεῖν εἰ μηκέτ’ εἴη. καὶ ξυνάπτετον πόδα ἐς ταὐτὸν ἄμφω Φωκίδος σχιστῆς ὁδοῦ. καί νιν κελεύει Λαΐου τροχηλάτης· ὦ ξένε, τυράννοις ἐκποδὼν μεθίστασο. ὃ δ’ εἷρπ’ ἄναυδος, μέγα φρονῶν. πῶλοι δέ νιν χηλαῖς τένοντας ἐξεφοίνισσον ποδῶν. ὅθεν — τί τἀκτὸς τῶν κακῶν με δεῖ λέγειν; — παῖς πατέρα καίνει καὶ λαβὼν ὀχήματα Πολύβῳ τροφεῖ δίδωσιν. ὡς δ’ ἐπεζάρει Σφὶγξ ἁρπαγαῖσι πόλιν ἐμός τ’ οὐκ ἦν πόσις, Κρέων ἀδελφὸς τἀμὰ κηρύσσει λέχη, ὅστις σοφῆς αἴνιγμα παρθένου μάθοι, τούτῳ ξυνάψειν λέκτρα. τυγχάνει δέ πως μούσας ἐμὸς παῖς Οἰδίπους Σφιγγὸς μαθών· [ὅθεν τύραννος τῆσδε γῆς καθίσταται] καὶ σκῆπτρ’ ἔπαθλα τῆσδε λαμβάνει χθονός. γαμεῖ δὲ τὴν τεκοῦσαν οὐκ εἰδὼς τάλας οὐδ’ ἡ τεκοῦσα παιδὶ συγκοιμωμένη. [55] ἸΟΚΆΣΤΗ: τίκτω δὲ παῖδας παιδὶ δύο μὲν ἄρσενας, Ἐτεοκλέα κλεινήν τε Πολυνείκους βίαν, κόρας τε δισσάς· τὴν μὲν Ἰσμήνην πατὴρ ὠνόμασε, τὴν δὲ πρόσθεν Ἀντιγόνην ἐγώ. μαθὼν δὲ τἀμὰ λέκτρα μητρῴων γάμων ὁ πάντ’ ἀνατλὰς Οἰδίπους παθήματα ἐς ὄμμαθ’ αὑτοῦ δεινὸν ἐμβάλλει φόνον, χρυσηλάτοις πόρπαισιν αἱμάξας κόρας. ἐπεὶ δὲ τέκνων γένυς ἐμῶν σκιάζεται, κλῄθροις ἔκρυψαν πατέρ’, ἵν’ ἀμνήμων τύχη γένοιτο πολλῶν δεομένη σοφισμάτων· ζῶν δ’ ἔστ’ ἐν οἴκοις. πρὸς δὲ τῆς τύχης νοσῶν ἀρὰς ἀρᾶται παισὶν ἀνοσιωτάτας, θηκτῷ σιδήρῳ δῶμα διαλαχεῖν τόδε. τὼ δ’ ἐς φόβον πεσόντε, μὴ τελεσφόρους εὐχὰς θεοὶ κραίνωσιν οἰκούντων ὁμοῦ, ξυμβάντ’ ἔταξαν τὸν νεώτερον πάρος φεύγειν ἑκόντα τήνδε Πολυνείκη χθόνα, Ἐτεοκλέα δὲ σκῆπτρ’ ἔχειν μένοντα γῆς, ἐνιαυτὸν ἀλλάσσοντε. ἐπεὶ δ’ ἐπὶ ζυγοῖς καθέζετ’ ἀρχῆς, οὐ μεθίσταται θρόνων, φυγάδα δ’ ἀπωθεῖ τῆσδε Πολυνείκη χθονός. ὃ δ’ Ἄργος ἐλθών, κῆδος Ἀδράστου λαβών, πολλὴν ἀθροίσας ἀσπίδ’ Ἀργείων ἄγει· ἐπ’ αὐτὰ δ’ ἐλθὼν ἑπτάπυλα τείχη τάδε, πατρῷ’ ἀπαιτεῖ σκῆπτρα καὶ μέρη χθονός. ἐγὼ δ’ ἔριν λύουσ’ ὑπόσπονδον μολεῖν ἔπεισα παιδὶ παῖδα πρὶν ψαῦσαι δορός. ἥξειν δ’ ὁ πεμφθείς φησιν αὐτὸν ἄγγελος. ἀλλ’, ὦ φαεννὰς οὐρανοῦ ναίων πτυχὰς Ζεῦ, σῶσον ἡμᾶς, δὸς δὲ σύμβασιν τέκνοις. χρὴ δ’, εἰ σοφὸς πέφυκας, οὐκ ἐᾶν βροτὸν τὸν αὐτὸν αἰεὶ δυστυχῆ καθεστάναι. [88] ΠΑΙΔΑΓΩΓΌΣ: ὦ κλεινὸν οἴκοις Ἀντιγόνη θάλος πατρί, ἐπεί σε μήτηρ παρθενῶνας ἐκλιπεῖν μεθῆκε μελάθρων ἐς διῆρες ἔσχατον στράτευμ’ ἰδεῖν Ἀργεῖον ἱκεσίαισι σαῖς, ἐπίσχες, ὡς ἂν προυξερευνήσω στίβον, μή τις πολιτῶν ἐν τρίβῳ φαντάζεται, κἀμοὶ μὲν ἔλθῃ φαῦλος ὡς δούλῳ ψόγος, σοὶ δ’ ὡς ἀνάσσῃ· πάντα δ’ ἐξειδὼς φράσω ἅ τ’ εἶδον εἰσήκουσά τ’ Ἀργείων πάρα, σπονδὰς ὅτ’ ἦλθον σῷ κασιγνήτῳ φέρων ἐνθένδ’ ἐκεῖσε, δεῦρό τ’ αὖ κείνων πάρα. ἀλλ’ οὔτις ἀστῶν τοῖσδε χρίμπτεται δόμοις, κέδρου παλαιὰν κλίμακ’ ἐκπέρα ποδί· σκόπει δὲ πεδία καὶ παρ’ Ἰσμηνοῦ ῥοὰς Δίρκης τε νᾶμα πολεμίων στράτευμ’ ὅσον. [103] ἈΝΤΙΓΌΝΗ: ὄρεγέ νυν ὄρεγε γεραιὰν νέᾳ χεῖρ’ ἀπὸ κλιμάκων ποδὸς ἴχνος ἐπαντέλλων. [106] ΠΑΙΔΑΓΩΓΌΣ: ἰδοὺ ξύναψον, παρθέν’· ἐς καιρὸν δ’ ἔβης· κινούμενον γὰρ τυγχάνει Πελασγικὸν στράτευμα, χωρίζουσι δ’ ἀλλήλων λόχους. [109] ἈΝΤΙΓΌΝΗ: ἰὼ πότνια παῖ Λατοῦς Ἑκάτα, κατάχαλκον ἅπαν πεδίον ἀστράπτει. [112] ΠΑΙΔΑΓΩΓΌΣ: οὐ γάρ τι φαύλως ἦλθε Πολυνείκης χθόνα, πολλοῖς μὲν ἵπποις, μυρίοις δ’ ὅπλοις βρέμων. [114] ἈΝΤΙΓΌΝΗ: ἆρα πύλαι κλῄθροις — χαλκόδετ’ ἆρ’ ἔμβολα λαϊνέοισιν Ἀμφίονος ὀργάνοις τείχεος ἥρμοσται; [117] ΠΑΙΔΑΓΩΓΌΣ: θάρσει· τά γ’ ἔνδον ἀσφαλῶς ἔχει πόλις. ἀλλ’ εἰσόρα τὸν πρῶτον, εἰ βούλῃ μαθεῖν. [119] ἈΝΤΙΓΌΝΗ: τίς οὗτος ὁ λευκολόφας, πρόπαρ ὃς ἁγεῖται στρατοῦ πάγχαλκον ἀσπίδ’ ἀμφὶ βραχίονι κουφίζων; [123] ΠΑΙΔΑΓΩΓΌΣ: λοχαγός, ὦ δέσποινα. [123] ἈΝΤΙΓΌΝΗ: τίς, πόθεν γεγώς; αὔδασον, ὦ γεραιέ, τίς ὀνομάζεται; [125] ΠΑΙΔΑΓΩΓΌΣ: οὗτος Μυκηναῖος μὲν αὐδᾶται γένος, Λερναῖα δ’ οἰκεῖ νάμαθ’, Ἱππομέδων ἄναξ. [127] ἈΝΤΙΓΌΝΗ: ἒ ἒ ὡς γαῦρος, ὡς φοβερὸς εἰσιδεῖν, γίγαντι γηγενέτᾳ προσόμοιος ἀστερωπὸς ἐν γραφαῖσιν, οὐχὶ πρόσφορος ἁμερίῳ γέννᾳ. [131] ΠΑΙΔΑΓΩΓΌΣ: τὸν δ’ ἐξαμείβοντ’ οὐχ ὁρᾷς Δίρκης ὕδωρ; [132] ἈΝΤΙΓΌΝΗ: ἄλλος ἄλλος ὅδε τευχέων τρόπος. τίς δ’ ἐστὶν οὗτος; [133] ΠΑΙΔΑΓΩΓΌΣ: παῖς μὲν Οἰνέως ἔφυ Τυδεύς, Ἄρη δ’ Αἰτωλὸν ἐν στέρνοις ἔχει. [135] ἈΝΤΙΓΌΝΗ: οὗτος ὁ τᾶς Πολυνείκεος, ὦ γέρον, αὐτοκασιγνήτᾳ νύμφας ὁμόγαμος κυρεῖ; ὡς ἀλλόχρως ὅπλοισι, μειξοβάρβαρος. [139] ΠΑΙΔΑΓΩΓΌΣ: σακεσφόροι γὰρ πάντες Αἰτωλοί, τέκνον, λόγχαις τ’ ἀκοντιστῆρες εὐστοχώτατοι. [141] ἈΝΤΙΓΌΝΗ: [σὺ δ’, ὦ γέρον, πῶς αἰσθάνῃ σαφῶς τάδε;] [142] ΠΑΙΔΑΓΩΓΌΣ: [σημεῖ’ ἰδὼν τότ’ ἀσπίδων ἐγνώρισα, σπονδὰς ὅτ’ ἦλθον σῷ κασιγνήτῳ φέρων ἃ προσδεδορκὼς οἶδα τοὺς ὡπλισμένους.] [145] ἈΝΤΙΓΌΝΗ: τίς δ’ οὗτος ἀμφὶ μνῆμα τὸ Ζήθου περᾷ καταβόστρυχος, ὄμμασι γοργὸς εἰσιδεῖν νεανίας, λοχαγός, ὡς ὄχλος νιν ὑστέρῳ ποδὶ πάνοπλος ἀμφέπει; [150] ΠΑΙΔΑΓΩΓΌΣ: ὅδ’ ἐστὶ Παρθενοπαῖος, Ἀταλάντης γόνος. [151] ἈΝΤΙΓΌΝΗ: ἀλλά νιν ἁ κατ’ ὄρη μετὰ ματέρος Ἄρτεμις ἱεμένα τόξοις δαμάσασ’ ὀλέσειεν, ὃς ἐπ’ ἐμὰν πόλιν ἔβα πέρσων. [154] ΠΑΙΔΑΓΩΓΌΣ: εἴη τάδ’, ὦ παῖ. σὺν δίκῃ δ’ ἥκουσι γῆν· ὃ καὶ δέδοικα μὴ σκοπῶσ’ ὀρθῶς θεοί. [156] ἈΝΤΙΓΌΝΗ: ποῦ δ’ ὃς ἐμοὶ μιᾶς ἐγένετ’ ἐκ ματρὸς πολυπόνῳ μοίρᾳ; ὦ φίλτατ’, εἰπέ, ποῦ ’στι Πολυνείκης, γέρον. [159] ΠΑΙΔΑΓΩΓΌΣ: ἐκεῖνος ἑπτὰ παρθένων τάφου πέλας Νιόβης Ἀδράστῳ πλησίον παραστατεῖ. ὁρᾷς; [161] ἈΝΤΙΓΌΝΗ: ὁρῶ δῆτ’ οὐ σαφῶς, ὁρῶ δέ πως μορφῆς τύπωμα στέρνα τ’ ἐξῃκασμένα. ἀνεμώκεος εἴθε δρόμον νεφέλας ποσὶν ἐξανύσαιμι δι’ αἰθέρος πρὸς ἐμὸν ὁμογενέτορα, περὶ δ’ ὠλένας δέρᾳ φιλτάτᾳ βάλοιμ’ ⟨ἐν⟩ χρόνῳ φυγάδα μέλεον. ὡς ὅπλοισι χρυσέοισιν ἐκπρεπής, γέρον, ἑῴοις ὅμοια φλεγέθων βολαῖς [ἀελίου]. [170] ΠΑΙΔΑΓΩΓΌΣ: ἥξει δόμους τούσδ’, ὥστε σ’ ἐμπλῆσαι χαρᾶς, ἔνσπονδος. [171] ἈΝΤΙΓΌΝΗ: οὗτος δ’, ὦ γεραιέ, τίς κυρεῖ, ὃς ἅρμα λευκὸν ἡνιοστροφεῖ βεβώς; [173] ΠΑΙΔΑΓΩΓΌΣ: ὁ μάντις Ἀμφιάραος, ὦ δέσποιν’, ὅδε· σφάγια δ’ ἅμ’ αὐτῷ, γῆς φιλαίματοι ῥοαί. [175] ἈΝΤΙΓΌΝΗ: ὦ λιπαροζώνου θύγατερ Ἀελίου Σελαναία, χρυσεόκυκλον φέγγος, ὡς ἀτρεμαῖα κέντρα καὶ σώφρονα πώλοις μεταφέρων ἰθύνει. ποῦ δ’ ὃς τὰ δεινὰ τῇδ’ ἐφυβρίζει πόλει; [180] ΠΑΙΔΑΓΩΓΌΣ: Καπανεύς; ἐκεῖνος προσβάσεις τεκμαίρεται πύργων ἄνω τε καὶ κάτω τείχη μετρῶν. [182] ἈΝΤΙΓΌΝΗ: ἰώ, Νέμεσι καὶ Διὸς βαρύβρομοι βρονταί, κεραυνῶν τε φῶς αἰθαλόεν, σύ τοι μεγαλαγορίαν ὑπεράνορα κοιμίζεις· ὅδ’ ἐστίν, αἰχμαλώτιδας ὃς δορὶ Θηβαίας Μυκηνηΐσιν Λερναίᾳ τε δώσειν τριαίνᾳ, Ποσειδανίοις Ἀμυμωνίοις ὕδασι δουλείαν περιβαλών — μήποτε μήποτε τάνδ’, ὦ πότνια, χρυσεοβόστρυχον ὦ Διὸς ἔρνος Ἄρτεμι, δουλοσύναν τλαίην. [193] ΠΑΙΔΑΓΩΓΌΣ: ὦ τέκνον, ἔσβα δῶμα καὶ κατὰ στέγας ἐν παρθενῶσι μίμνε σοῖς, ἐπεὶ πόθου ἐς τέρψιν ἦλθες ὧν ἔχρῃζες εἰσιδεῖν. ὄχλος γάρ, ὡς ταραγμὸς εἰσῆλθεν πόλιν, χωρεῖ γυναικῶν πρὸς δόμους τυραννικούς, φιλόψογον δὲ χρῆμα θηλειῶν ἔφυ, σμικράς τ’ ἀφορμὰς ἢν λάβωσι τῶν λόγων, πλείους ἐπεσφέρουσιν· ἡδονὴ δέ τις γυναιξὶ μηδὲν ὑγιὲς ἀλλήλας λέγειν. [202] ΧΟΡΌΣ: Τύριον οἶδμα λιποῦσ’ ἔβαν ἀκροθίνια Λοξίᾳ Φοινίσσας ἀπὸ νάσου Φοίβῳ δούλα μελάθρων, ἵν’ ὑπὸ δειράσι νιφοβόλοις Παρνασοῦ κατενάσθη, Ἰόνιον κατὰ πόντον ἐλά- τᾳ πλεύσασα περιρρύτῳ ὑπὲρ ἀκαρπίστων πεδίων Σικελίας Ζεφύρου πνοαῖς ἱππεύσαντος, ἐν οὐρανῷ κάλλιστον κελάδημα. [214] ΧΟΡΌΣ: πόλεος ἐκπροκριθεῖσ’ ἐμᾶς καλλιστεύματα Λοξίᾳ Καδμείων ἔμολον γᾶν, κλεινῶν Ἀγηνοριδᾶν ὁμογενεῖς ἐπὶ Λαΐου πεμφθεῖσ’ ἐνθάδε πύργους. ἴσα δ’ ἀγάλμασι χρυσοτεύ- κτοις Φοίβῳ λάτρις ἐγενόμαν· ἔτι δὲ Κασταλίας ὕδωρ περιμένει με κόμας ἐμᾶς δεῦσαι παρθένιον χλιδὰν Φοιβείαισι λατρείαις. [226] ΧΟΡΌΣ: ἰὼ λάμπουσα πέτρα πυρὸς δικόρυφον σέλας ὑπὲρ ἄκρων βακχειῶν Διονύσου, οἴνα θ’ ἃ καθαμέριον στάζεις τὸν πολύκαρπον οἰνάνθας ἱεῖσα βότρυν, ζάθεά τ’ ἄντρα δράκοντος οὔ- ρειαί τε σκοπιαὶ θεῶν νιφόβολόν τ’ ὄρος ἱερόν, εἱ- λίσσων ἀθανάτας θεοῦ χορὸς γενοίμαν ἄφοβος παρὰ μεσόμφαλα γύαλα Φοί- βου Δίρκαν προλιποῦσα. [239] ΧΟΡΌΣ: νῦν δέ μοι πρὸ τειχέων θούριος μολὼν Ἄρης αἷμα δάιον φλέγει τᾷδ’, ὃ μὴ τύχοι, πόλει· κοινὰ γὰρ φίλων ἄχη, κοινὰ δ’, εἴ τι πείσεται ἑπτάπυργος ἅδε γᾶ, Φοινίσσᾳ χώρᾳ. φεῦ φεῦ. κοινὸν αἷμα, κοινὰ τέκεα τᾶς κερασφόρου πέφυκεν Ἰοῦς· ὧν μέτεστί μοι πόνων. [250] ΧΟΡΌΣ: ἀμφὶ δὲ πτόλιν νέφος ἀσπίδων πυκνὸν φλέγει σχῆμα φοινίου μάχης, ἃν Ἄρης τάχ’ εἴσεται παισὶν Οἰδίπου φέρων πημονὰν Ἐρινύων. Ἄργος ὦ Πελασγικόν, δειμαίνω τὰν σὰν ἀλκάν, καὶ τὸ θεόθεν· οὐ γὰρ ἄδικον εἰς ἀγῶνα τόνδ’ ἔνοπλος ὁρμᾷ [παῖς] ὃς μετέρχεται δόμους. [261] ΠΟΛΥΝΕΊΚΗΣ: τὰ μὲν πυλωρῶν κλῇθρά μ’ εἰσεδέξατο δι’ εὐπετείας τειχέων ἔσω μολεῖν. ὃ καὶ δέδοικα μή με δικτύων ἔσω λαβόντες οὐκ ἐκφρῶσ’ ἀναίμακτον χρόα. ὧν οὕνεκ’ ὄμμα πανταχῇ διοιστέον κἀκεῖσε καὶ τὸ δεῦρο, μὴ δόλος τις ᾖ. ὡπλισμένος δὲ χεῖρα τῷδε φασγάνῳ τὰ πίστ’ ἐμαυτῷ τοῦ θράσους παρέξομαι. ὠή, τίς οὗτος; ἢ κτύπον φοβούμεθα; ἅπαντα γὰρ τολμῶσι δεινὰ φαίνεται, ὅταν δι’ ἐχθρᾶς ποὺς ἀμείβηται χθονός. πέποιθα μέντοι μητρί, κοὐ πέποιθ’ ἅμα, ἥτις μ’ ἔπεισε δεῦρ’ ὑπόσπονδον μολεῖν. ἀλλ’ ἐγγὺς ἀλκή· βώμιοι γὰρ ἐσχάραι πέλας πάρεισι, κοὐκ ἔρημα δώματα. φέρ’ ἐς σκοτεινὰς περιβολὰς μεθῶ ξίφος καὶ τάσδ’ ἔρωμαι, τίνες ἐφεστᾶσιν δόμοις. ξέναι γυναῖκες, εἴπατ’, ἐκ ποίας πάτρας Ἑλληνικοῖσι δώμασιν πελάζετε; [280] ΧΟΡΌΣ: Φοίνισσα μὲν γῆ πατρὶς ἡ θρέψασά με, Ἀγήνορος δὲ παῖδες ἐκ παίδων δορὸς Φοίβῳ μ’ ἔπεμψαν ἐνθάδ’ ἀκροθίνιον. μέλλων δὲ πέμπειν μ’ Οἰδίπου κλεινὸς γόνος μαντεῖα σεμνὰ Λοξίου τ’ ἐπ’ ἐσχάρας — ἐν τῷδ’ ἐπεστράτευσαν Ἀργεῖοι πόλιν. σὺ δ’ ἀντάμειψαί μ’, ὅστις ὢν ἐλήλυθας ἑπτάστομον πύργωμα Θηβαίας χθονός. [288] ΠΟΛΥΝΕΊΚΗΣ: πατὴρ μὲν ἡμῖν Οἰδίπους ὁ Λαΐου, ἔτικτε δ’ Ἰοκάστη με, παῖς Μενοικέως· καλεῖ δὲ Πολυνείκη με Θηβαῖος λεώς. [291] ΧΟΡΌΣ: ὦ συγγένεια τῶν Ἀγήνορος τέκνων, ἐμῶν τυράννων, ὧν ἀπεστάλην ὕπο — γονυπετεῖς ἕδρας προσπίτνω σ’, ἄναξ, τὸν οἴκοθεν νόμον σέβουσ’ — ἔβας ὢ χρόνῳ γᾶν πατρῴαν. ἰὼ ἰώ· πότνια, μόλε πρόδομος, ἀμπέτασον πύλας. κλύεις, ὦ τεκοῦσα τόνδε μᾶτερ; τί μέλλεις ὑπώροφα μέλαθρα περᾶν θιγεῖν τ’ ὠλέναισιν τέκνου; [301] ἸΟΚΆΣΤΗ: Φοίνισσαν βοὰν κλύουσ’, ὦ νεάνιδες, γηραιὸν πόδ’ ἕλκω, τρομερὰν βάσιν· ἰὼ τέκνον, χρόνῳ σὸν ὄμμα μυρίαις τ’ ἐν ἁμέραις προσεῖδον· ἀμφίβαλλε μα- στὸν ὠλέναισι ματέρος, παρηίδων τ’ ὄρεγμα βο- στρύχων τε κυανόχρωτα χαί- τας πλόκαμον, δέραν σκιάζων ἁμάν. ἰὼ ἰώ, μόλις φανεὶς ἄελπτα κἀδόκητα ματρὸς ὠλέναις. τί φῶ σε; πῶς ἅπαντα καὶ χερσὶ καὶ λόγοισι πολυέλικτον ἁδονὰν [ἐκεῖσε καὶ τὸ δεῦρο] περιχορεύουσα τέρψιν παλαιᾶν λάβω χαρμονᾶν; ἰὼ τέκος, ἔρημον πατρῷον ἔλιπες δόμον φυγὰς ἀποσταλεὶς ὁμαίμου λώβᾳ, ἦ ποθεινὸς φίλοις, ἦ ποθεινὸς Θήβαις. ὅθεν ἐμάν τε λευκόχροα κείρομαι δακρυόεσσ’ ἀνεῖσα πένθει κόμαν, ἄπεπλος φαρέων λευκῶν, ⟨ὦ⟩ τέκνον, δυσόρφναια δ’ ἀμφὶ τρύχη τάδε σκότι’ ἀμείβομαι. ὁ δ’ ἐν δόμοισι πρέσβυς ὀμματοστερὴς ἀπήνας ὁμοπτέρου τᾶς ἀπο- ζυγείσας δόμων πόθον ἀμφιδάκρυτον ἀεὶ κατ- έχων ἀνῇξε μὲν ξίφους ἐπ’ αὐτόχειρά τε σφαγάν, ὑπὲρ τέραμνά τ’ ἀγχόνας, στενάζων ἀρὰς τέκνοις· σὺν ἀλαλαῖσι δ’ αἰὲν αἰαγμάτων σκότια κρύπτεται. σὲ δ’, ὦ τέκνον, [καὶ] γάμοισι δὴ κλύω ζυγέντα παιδοποιὸν ἁδονὰν ξένοισιν ἐν δόμοις ἔχειν ξένον τε κῆδος ἀμφέπειν, ἄλαστα ματρὶ τᾷδε Λα- ίῳ τε τῷ παλαιγενεῖ, γάμων ἐπακτὸν ἄταν. ἐγὼ δ’ οὔτε σοι πυρὸς ἀνῆψα φῶς νόμιμον ἐν γάμοις [ὡς πρέπει] ματέρι μακαρίᾳ· ἀνυμέναια δ’ Ἰσμηνὸς ἐκηδεύθη λουτροφόρου χλιδᾶς, ἀνὰ δὲ Θηβαίαν πόλιν ἐσιγάθη σᾶς ἔσοδοι νύμφας. ὄλοιτο, τάδ’ εἴτε σίδαρος εἴτ’ ἔρις εἴτε πατὴρ ὁ σὸς αἴτιος, εἴτε τὸ δαιμόνιον κατεκώμασε δώμασιν Οἰδιπόδα· πρὸς ἐμὲ γὰρ κακῶν ἔμολε τῶνδ’ ἄχη. [355] ΧΟΡΌΣ: δεινὸν γυναιξὶν αἱ δι’ ὠδίνων γοναί, καὶ φιλότεκνόν πως πᾶν γυναικεῖον γένος. [357] ΠΟΛΥΝΕΊΚΗΣ: μῆτερ, φρονῶν εὖ κοὐ φρονῶν ἀφικόμην ἐχθροὺς ἐς ἄνδρας· ἀλλ’ ἀναγκαίως ἔχει πατρίδος ἐρᾶν ἅπαντας· ὃς δ’ ἄλλως λέγει, λόγοισι χαίρει τὸν δὲ νοῦν ἐκεῖσ’ ἔχει. οὕτω δ’ ἐτάρβουν ἐς φόβον τ’ ἀφικόμην, μή τις δόλος με πρὸς κασιγνήτου κτάνῃ, ὥστε ξιφήρη χεῖρ’ ἔχων δι’ ἄστεως κυκλῶν πρόσωπον ἦλθον. ἓν δέ μ’ ὠφελεῖ, σπονδαί τε καὶ σὴ πίστις, ἥ μ’ ἐσήγαγε τείχη πατρῷα· πολύδακρυς δ’ ἀφικόμην, χρόνιος ἰδὼν μέλαθρα καὶ βωμοὺς θεῶν γυμνάσιά θ’ οἷσιν ἐνετράφην Δίρκης θ’ ὕδωρ· ὧν οὐ δικαίως ἀπελαθεὶς ξένην πόλιν ναίω, δι’ ὄσσων νᾶμ’ ἔχων δακρύρροον. ἀλλ’ ἐκ γὰρ ἄλγους ἄλγος αὖ σὲ δέρκομαι [κάρα ξυρῆκες καὶ πέπλους μελαγχίμους] ἔχουσαν, οἴμοι τῶν ἐμῶν ἐγὼ κακῶν. ὡς δεινὸν ἔχθρα, μῆτερ, οἰκείων φίλων [καὶ δυσλύτους ἔχουσα τὰς διαλλαγάς]. τί γὰρ πατήρ μοι πρέσβυς ἐν δόμοισι δρᾷ, σκότον δεδορκώς; τί δὲ κασίγνηται δύο; ἦ που στένουσι τλήμονες φυγὰς ἐμάς; [379] ἸΟΚΆΣΤΗ: κακῶς θεῶν τις Οἰδίπου φθείρει γένος· οὕτω γὰρ ἤρξατ’, ἄνομα μὲν τεκεῖν ἐμέ, κακῶς δὲ γῆμαι πατέρα σὸν φῦναί τε σέ. ἀτὰρ τί ταῦτα; δεῖ φέρειν τὰ τῶν θεῶν. ὅπως δ’ ἔρωμαι, μή τι σὴν δάκω φρένα, δέδοιχ’, ἃ χρῄζω· διὰ πόθου δ’ ἐλήλυθα. [385] ΠΟΛΥΝΕΊΚΗΣ: ἀλλ’ ἐξερώτα, μηδὲν ἐνδεὲς λίπῃς· ἃ γὰρ σὺ βούλῃ, ταὔτ’ ἐμοί, μῆτερ, φίλα. [387] ἸΟΚΆΣΤΗ: καὶ δή σ’ ἐρωτῶ πρῶτον ὧν χρῄζω τυχεῖν, τί τὸ στέρεσθαι πατρίδος; ἦ κακὸν μέγα; [389] ΠΟΛΥΝΕΊΚΗΣ: μέγιστον· ἔργῳ δ’ ἐστὶ μεῖζον ἢ λόγῳ. [390] ἸΟΚΆΣΤΗ: τίς ὁ τρόπος αὐτοῦ; τί φυγάσιν τὸ δυσχερές; [391] ΠΟΛΥΝΕΊΚΗΣ: ἓν μὲν μέγιστον, οὐκ ἔχει παρρησίαν. [392] ἸΟΚΆΣΤΗ: δούλου τόδ’ εἶπας, μὴ λέγειν ἅ τις φρονεῖ. [393] ΠΟΛΥΝΕΊΚΗΣ: τὰς τῶν κρατούντων ἀμαθίας φέρειν χρεών. [394] ἸΟΚΆΣΤΗ: καὶ τοῦτο λυπρόν, συνασοφεῖν τοῖς μὴ σοφοῖς. [395] ΠΟΛΥΝΕΊΚΗΣ: ἀλλ’ ἐς τὸ κέρδος παρὰ φύσιν δουλευτέον. [396] ἸΟΚΆΣΤΗ: αἱ δ’ ἐλπίδες βόσκουσι φυγάδας, ὡς λόγος. [397] ΠΟΛΥΝΕΊΚΗΣ: καλοῖς βλέπουσαί γ’ ὄμμασιν, μέλλουσι δέ. [398] ἸΟΚΆΣΤΗ: οὐδ’ ὁ χρόνος αὐτὰς διεσάφησ’ οὔσας κενάς; [399] ΠΟΛΥΝΕΊΚΗΣ: ἔχουσιν Ἀφροδίτην τιν’ ἡδεῖαν κακῶν. [400] ἸΟΚΆΣΤΗ: πόθεν δ’ ἐβόσκου, πρὶν γάμοις εὑρεῖν βίον; [401] ΠΟΛΥΝΕΊΚΗΣ: ποτὲ μὲν ἐπ’ ἦμαρ εἶχον, εἶτ’ οὐκ εἶχον ἄν. [402] ἸΟΚΆΣΤΗ: φίλοι δὲ πατρὸς καὶ ξένοι σ’ οὐκ ὠφέλουν; [403] ΠΟΛΥΝΕΊΚΗΣ: εὖ πρᾶσσε· τὰ φίλων δ’ οὐδέν, ἤν τι δυστυχῇς. [404] ἸΟΚΆΣΤΗ: οὐδ’ ηὑγένειά σ’ ἦρεν εἰς ὕψος μέγαν; [405] ΠΟΛΥΝΕΊΚΗΣ: κακὸν τὸ μὴ ἔχειν· τὸ γένος οὐκ ἔβοσκέ με. [406] ἸΟΚΆΣΤΗ: ἡ πατρίς, ὡς ἔοικε, φίλτατον βροτοῖς. [407] ΠΟΛΥΝΕΊΚΗΣ: οὐδ’ ὀνομάσαι δύναι’ ἂν ὡς ἐστὶν φίλον. [408] ἸΟΚΆΣΤΗ: πῶς δ’ ἦλθες Ἄργος; τίν’ ἐπίνοιαν ἔσχεθες; [409] ΠΟΛΥΝΕΊΚΗΣ: ἔχρησ’ Ἀδράστῳ Λοξίας χρησμόν τινα. [410] ἸΟΚΆΣΤΗ: ποῖον; τί τοῦτ’ ἔλεξας; οὐκ ἔχω μαθεῖν. [411] ΠΟΛΥΝΕΊΚΗΣ: κάπρῳ λέοντί θ’ ἁρμόσαι παίδων γάμους. [412] ἸΟΚΆΣΤΗ: καὶ σοὶ τί θηρῶν ὀνόματος μετῆν, τέκνον; [413] ΠΟΛΥΝΕΊΚΗΣ: οὐκ οἶδ’· ὁ δαίμων μ’ ἐκάλεσεν πρὸς τὴν τύχην. [414] ἸΟΚΆΣΤΗ: σοφὸς γὰρ ὁ θεός· τίνι τρόπῳ δ’ ἔσχες λέχος; [415] ΠΟΛΥΝΕΊΚΗΣ: νὺξ ἦν, Ἀδράστου δ’ ἦλθον ἐς παραστάδας. [416] ἸΟΚΆΣΤΗ: κοίτας ματεύων, ᾗ φυγὰς πλανώμενος; [417] ΠΟΛΥΝΕΊΚΗΣ: ἦν ταῦτα· κᾆτά γ’ ἦλθεν ἄλλος αὖ φυγάς. [418] ἸΟΚΆΣΤΗ: τίς οὗτος; ὡς ἄρ’ ἄθλιος κἀκεῖνος ἦν. [419] ΠΟΛΥΝΕΊΚΗΣ: Τυδεύς, ὃν Οἰνέως φασὶν ἐκφῦναι πατρός. [420] ἸΟΚΆΣΤΗ: τί θηρσὶν ὑμᾶς δῆτ’ Ἄδραστος ᾔκασεν; [421] ΠΟΛΥΝΕΊΚΗΣ: στρωμνῆς ἐς ἀλκὴν οὕνεκ’ ἤλθομεν πέρι. [422] ἸΟΚΆΣΤΗ: ἐνταῦθα Ταλαοῦ παῖς συνῆκε θέσφατα; [423] ΠΟΛΥΝΕΊΚΗΣ: κἄδωκέ γ’ ἡμῖν δύο δυοῖν νεάνιδας. [424] ἸΟΚΆΣΤΗ: ἆρ’ εὐτυχεῖς οὖν τοῖς γάμοις ἢ δυστυχεῖς; [425] ΠΟΛΥΝΕΊΚΗΣ: οὐ μεμπτὸς ἡμῖν ὁ γάμος ἐς τόδ’ ἡμέρας. [426] ἸΟΚΆΣΤΗ: πῶς δ’ ἐξέπεισας δεῦρό σοι σπέσθαι στρατόν; [427] ΠΟΛΥΝΕΊΚΗΣ: δισσοῖς Ἄδραστος ὤμοσεν γαμβροῖς τόδε, [Τυδεῖ τε κἀμοί· σύγγαμος γάρ ἐστ’ ἐμός·] ἄμφω κατάξειν ἐς πάτραν, πρόσθεν δ’ ἐμέ. πολλοὶ δὲ Δαναῶν καὶ Μυκηναίων ἄκροι πάρεισι, λυπρὰν χάριν, ἀναγκαίαν δ’, ἐμοὶ διδόντες· ἐπὶ γὰρ τὴν ἐμὴν στρατεύομαι πόλιν. θεοὺς δ’ ἐπώμοσ’ ὡς ἀκουσίως τοῖς φιλτάτοις ἑκοῦσιν ἠράμην δόρυ. ἀλλ’ ἐς σὲ τείνει τῶνδε διάλυσις κακῶν, μῆτερ, διαλλάξασαν ὁμογενεῖς φίλους παῦσαι πόνων με καὶ σὲ καὶ πᾶσαν πόλιν. πάλαι μὲν οὖν ὑμνηθέν, ἀλλ’ ὅμως ἐρῶ· τὰ χρήματ’ ἀνθρώποισι τιμιώτατα, δύναμίν τε πλείστην τῶν ἐν ἀνθρώποις ἔχει. ἁγὼ μεθήκω δεῦρο μυρίαν ἄγων λόγχην· πένης γὰρ οὐδὲν εὐγενὴς ἀνήρ. [443] ΧΟΡΌΣ: καὶ μὴν Ἐτεοκλῆς ἐς διαλλαγὰς ὅδε χωρεῖ· σὸν ἔργον, μῆτερ Ἰοκάστη, λέγειν τοιούσδε μύθους οἷς διαλλάξεις τέκνα. [446] ἘΤΕΟΚΛΗ͂Σ: μῆτερ, πάρειμι· τὴν χάριν δὲ σοὶ διδοὺς ἦλθον. τί χρὴ δρᾶν; ἀρχέτω δέ τις λόγου· ὡς ἀμφὶ τείχη καὶ ξυνωρίδας λόχων τάσσων ἐπέσχον πόλιν, ὅπως κλύοιμί σου κοινὰς βραβείας, αἷς ὑπόσπονδον μολεῖν τόνδ’ εἰσεδέξω τειχέων πείσασά με. [452] ἸΟΚΆΣΤΗ: ἐπίσχες· οὔτοι τὸ ταχὺ τὴν δίκην ἔχει, βραδεῖς δὲ μῦθοι πλεῖστον ἀνύουσιν σοφόν. σχάσον δὲ δεινὸν ὄμμα καὶ θυμοῦ πνοάς· οὐ γὰρ τὸ λαιμότμητον εἰσορᾷς κάρα Γοργόνος, ἀδελφὸν δ’ εἰσορᾷς ἥκοντα σόν. σύ τ’ αὖ πρόσωπον πρὸς κασίγνητον στρέφε, Πολύνεικες· ἐς γὰρ ταὐτὸν ὄμμασιν βλέπων λέξεις τ’ ἄμεινον τοῦδέ τ’ ἐνδέξῃ λόγους. παραινέσαι δὲ σφῷν τι βούλομαι σοφόν· ὅταν φίλος τις ἀνδρὶ θυμωθεὶς φίλῳ ἐς ἓν συνελθὼν ὄμματ’ ὄμμασιν διδῷ, ἐφ’ οἷσιν ἥκει, ταῦτα χρὴ μόνον σκοπεῖν, κακῶν δὲ τῶν πρὶν μηδενὸς μνείαν ἔχειν. λόγος μὲν οὖν σὸς πρόσθε, Πολύνεικες τέκνον· σὺ γὰρ στράτευμα Δαναϊδῶν ἥκεις ἄγων, ἄδικα πεπονθώς, ὡς σὺ φῄς· κριτὴς δέ τις θεῶν γένοιτο καὶ διαλλακτὴς κακῶν. [469] ΠΟΛΥΝΕΊΚΗΣ: ἁπλοῦς ὁ μῦθος τῆς ἀληθείας ἔφυ, κοὐ ποικίλων δεῖ τἄνδιχ’ ἑρμηνευμάτων· ἔχει γὰρ αὐτὰ καιρόν· ὁ δ’ ἄδικος λόγος νοσῶν ἐν αὑτῷ φαρμάκων δεῖται σοφῶν. ἐγὼ δὲ πατρὸς δωμάτων προυσκεψάμην τοὐμόν τε καὶ τοῦδ’, ἐκφυγεῖν χρῄζων ἀρὰς ἃς Οἰδίπους ἐφθέγξατ’ εἰς ἡμᾶς ποτε, ἐξῆλθον ἔξω τῆσδ’ ἑκὼν αὐτὸς χθονός, δοὺς τῷδ’ ἀνάσσειν πατρίδος ἐνιαυτοῦ κύκλον, ὥστ’ αὐτὸς ἄρχειν αὖθις ἀνὰ μέρος λαβὼν καὶ μὴ δι’ ἔχθρας τῷδε καὶ φθόνου μολὼν κακόν τι δρᾶσαι καὶ παθεῖν, ἃ γίγνεται. ὃ δ’ αἰνέσας ταῦθ’ ὁρκίους τε δοὺς θεούς, ἔδρασεν οὐδὲν ὧν ὑπέσχετ’, ἀλλ’ ἔχει τυραννίδ’ αὐτὸς καὶ δόμων ἐμῶν μέρος. καὶ νῦν ἕτοιμός εἰμι τἀμαυτοῦ λαβὼν στρατὸν μὲν ἔξω τῆσδ’ ἀποστεῖλαι χθονός, οἰκεῖν δὲ τὸν ἐμὸν οἶκον ἀνὰ μέρος λαβὼν καὶ τῷδ’ ἀφεῖναι τὸν ἴσον αὖθις ⟨αὖ⟩ χρόνον, καὶ μήτε πορθεῖν πατρίδα μήτε προσφέρειν πύργοισι πηκτῶν κλιμάκων προσαμβάσεις, ἃ μὴ κυρήσας τῆς δίκης πειράσομαι δρᾶν. μάρτυρας δὲ τῶνδε δαίμονας καλῶ, ὡς πάντα πράσσων σὺν δίκῃ, δίκης ἄτερ ἀποστεροῦμαι πατρίδος ἀνοσιώτατα. ταῦτ’ αὔθ’ ἕκαστα, μῆτερ, οὐχὶ περιπλοκὰς λόγων ἀθροίσας εἶπον, ἀλλὰ καὶ σοφοῖς καὶ τοῖσι φαύλοις ἔνδιχ’, ὡς ἐμοὶ δοκεῖ. [497] ΧΟΡΌΣ: ἐμοὶ μέν, εἰ καὶ μὴ καθ’ Ἑλλήνων χθόνα τεθράμμεθ’, ἀλλ’ οὖν ξυνετά μοι δοκεῖς λέγειν. [499] ἘΤΕΟΚΛΗ͂Σ: εἰ πᾶσι ταὐτὸν καλὸν ἔφυ σοφόν θ’ ἅμα, οὐκ ἦν ἂν ἀμφίλεκτος ἀνθρώποις ἔρις· νῦν δ’ οὔθ’ ὅμοιον οὐδὲν οὔτ’ ἴσον βροτοῖς, πλὴν ὀνόμασαι· τὸ δ’ ἔργον οὐκ ἔστιν τόδε. ἐγὼ γὰρ οὐδέν, μῆτερ, ἀποκρύψας ἐρῶ· ἄστρων ἂν ἔλθοιμ’ ἡλίου πρὸς ἀντολὰς καὶ γῆς ἔνερθεν, δυνατὸς ὢν δρᾶσαι τάδε, τὴν θεῶν μεγίστην ὥστ’ ἔχειν Τυραννίδα. τοῦτ’ οὖν τὸ χρηστόν, μῆτερ, οὐχὶ βούλομαι ἄλλῳ παρεῖναι μᾶλλον ἢ σῴζειν ἐμοί· ἀνανδρία γάρ, τὸ πλέον ὅστις ἀπολέσας τοὔλασσον ἔλαβε. πρὸς δὲ τοῖσδ’ αἰσχύνομαι, ἐλθόντα σὺν ὅπλοις τόνδε καὶ πορθοῦντα γῆν τυχεῖν ἃ χρῄζει· ταῖς γὰρ ἂν Θήβαις τόδε γένοιτ’ ὄνειδος, εἰ Μυκηναίου δορὸς φόβῳ παρείην σκῆπτρα τἀμὰ τῷδ’ ἔχειν. χρῆν δ’ αὐτὸν οὐχ ὅπλοισι τὰς διαλλαγάς, μῆτερ, ποιεῖσθαι· πᾶν γὰρ ἐξαιρεῖ λόγος ὃ καὶ σίδηρος πολεμίων δράσειεν ἄν. ἀλλ’, εἰ μὲν ἄλλως τήνδε γῆν οἰκεῖν θέλει, ἔξεστ’· ἐκεῖνο δ’ οὐχ ἑκὼν μεθήσομαι. ἄρχειν παρόν μοι, τῷδε δουλεύσω ποτέ; πρὸς ταῦτ’ ἴτω μὲν πῦρ, ἴτω δὲ φάσγανα, ζεύγνυσθε δ’ ἵππους, πεδία πίμπλαθ’ ἁρμάτων, ὡς οὐ παρήσω τῷδ’ ἐμὴν τυραννίδα. εἴπερ γὰρ ἀδικεῖν χρή, τυραννίδος πέρι κάλλιστον ἀδικεῖν, τἄλλα δ’ εὐσεβεῖν χρεών. [526] ΧΟΡΌΣ: οὐκ εὖ λέγειν χρὴ μὴ ’πὶ τοῖς ἔργοις καλοῖς· οὐ γὰρ καλὸν τοῦτ’, ἀλλὰ τῇ δίκῃ πικρόν. [528] ἸΟΚΆΣΤΗ: ὦ τέκνον, οὐχ ἅπαντα τῷ γήρᾳ κακά, Ἐτεόκλεες, πρόσεστιν· ἀλλ’ ἡμπειρία ἔχει τι λέξαι τῶν νέων σοφώτερον. τί τῆς κακίστης δαιμόνων ἐφίεσαι Φιλοτιμίας, παῖ; μὴ σύ γ’· ἄδικος ἡ θεός· πολλοὺς δ’ ἐς οἴκους καὶ πόλεις εὐδαίμονας ἐσῆλθε κἀξῆλθ’ ἐπ’ ὀλέθρῳ τῶν χρωμένων· ἐφ’ ᾗ σὺ μαίνῃ. κεῖνο κάλλιον, τέκνον, Ἰσότητα τιμᾶν, ἣ φίλους ἀεὶ φίλοις πόλεις τε πόλεσι συμμάχους τε συμμάχοις συνδεῖ· τὸ γὰρ ἴσον μόνιμον ἀνθρώποις ἔφυ, τῷ πλέονι δ’ αἰεὶ πολέμιον καθίσταται τοὔλασσον ἐχθρᾶς θ’ ἡμέρας κατάρχεται. καὶ γὰρ μέτρ’ ἀνθρώποισι καὶ μέρη σταθμῶν Ἰσότης ἔταξε κἀριθμὸν διώρισε, νυκτός τ’ ἀφεγγὲς βλέφαρον ἡλίου τε φῶς ἴσον βαδίζει τὸν ἐνιαύσιον κύκλον, κοὐδέτερον αὐτῶν φθόνον ἔχει νικώμενον. εἶθ’ ἥλιος μὲν νύξ τε δουλεύει βροτοῖς σὺ δ’ οὐκ ἀνέξῃ δωμάτων ἔχων ἴσον καὶ τῷδε νεῖμαι; κᾆτα ποῦ ’στιν ἡ δίκη; τί τὴν τυραννίδ’, ἀδικίαν εὐδαίμονα, τιμᾷς ὑπέρφευ καὶ μέγ’ ἥγησαι τόδε; περιβλέπεσθαι τίμιον; κενὸν μὲν οὖν. ἢ πολλὰ μοχθεῖν πόλλ’ ἔχων ἐν δώμασι βούλῃ; τί δ’ ἔστι τὸ πλέον; ὄνομ’ ἔχει μόνον· ἐπεὶ τά γ’ ἀρκοῦνθ’ ἱκανὰ τοῖς γε σώφροσιν. οὔτοι τὰ χρήματ’ ἴδια κέκτηνται βροτοί, τὰ τῶν θεῶν δ’ ἔχοντες ἐπιμελούμεθα· ὅταν δὲ χρῄζωσ’, αὔτ’ ἀφαιροῦνται πάλιν. [ὁ δ’ ὄλβος οὐ βέβαιος, ἀλλ’ ἐφήμερος.] ἄγ’, ἤν σ’ ἔρωμαι δύο λόγω προθεῖσ’ ἅμα, πότερα τυραννεῖν ἢ πόλιν σῷσαι θέλεις, ἐρεῖς τυραννεῖν; ἢν δὲ νικήσῃ σ’ ὅδε; [Ἀργεῖά τ’ ἔγχη δόρυ τὸ Καδμείων ἕλῃ,] ὄψῃ δαμασθὲν ἄστυ Θηβαῖον τόδε, ὄψῃ δὲ πολλὰς αἰχμαλωτίδας κόρας βίᾳ πρὸς ἀνδρῶν πολεμίων πορθουμένας. ὀδυνηρὸς ἆρ’ ὁ πλοῦτος, ὃν ζητεῖς ἔχειν, γενήσεται Θήβαισι, φιλότιμος δὲ σύ. σοὶ μὲν τάδ’ αὐδῶ. σοὶ δέ, Πολύνεικες, λέγω· ἀμαθεῖς Ἄδραστος χάριτας ἔς σ’ ἀνήψατο, ἀσύνετα δ’ ἦλθες καὶ σὺ πορθήσων πόλιν. φέρ’, ἢν ἕλῃς γῆν τήνδ’ — ὃ μὴ τύχοι ποτέ — πρὸς θεῶν, τρόπαια πῶς ἀναστήσεις Διί; πῶς δ’ αὖ κατάρξῃ θυμάτων, ἑλὼν πάτραν, καὶ σκῦλα γράψεις πῶς ἐπ’ Ἰνάχου ῥοαῖς; “Θήβας πυρώσας τάσδε Πολυνείκης θεοῖς” “ἀσπίδας ἔθηκε;” μήποτ’, ὦ τέκνον, κλέος τοιόνδε σοι γένοιθ’ ὑφ’ Ἑλλήνων λαβεῖν. ἢν δ’ αὖ κρατηθῇς καὶ τὰ τοῦδ’ ὑπερδράμῃ, πῶς Ἄργος ἥξεις μυρίους λιπὼν νεκρούς; ἐρεῖ δὲ δή τις· ὦ κακὰ μνηστεύματα Ἄδραστε προσθείς, διὰ μιᾶς νύμφης γάμον ἀπωλόμεσθα. δύο κακὼ σπεύδεις, τέκνον, κείνων στέρεσθαι τῶνδέ τ’ ἐν μέσῳ πεσεῖν. μέθετον τὸ λίαν, μέθετον· ἀμαθία δυοῖν, ἐς ταὔθ’ ὅταν μόλητον, ἔχθιστον κακόν. [586] ΧΟΡΌΣ: ὦ θεοί, γένοισθε τῶνδ’ ἀπότροποι κακῶν καὶ ξύμβασίν τιν’ Οἰδίπου τέκνοις δότε. [588] ἘΤΕΟΚΛΗ͂Σ: μῆτερ, οὐ λόγων ἔθ’ ἁγών, ἀλλ’ ἀναλοῦται χρόνος οὑν μέσῳ μάτην, περαίνει δ’ οὐδὲν ἡ προθυμία· οὐ γὰρ ἂν ξυμβαῖμεν ἄλλως ἢ ’πὶ τοῖς εἰρημένοις, ὥστ’ ἐμὲ σκήπτρων κρατοῦντα τῆσδ’ ἄνακτ’ εἶναι χθονός· τῶν μακρῶν δ’ ἀπαλλαγεῖσα νουθετημάτων μ’ ἔα. καὶ σὺ τῶνδ’ ἔξω κομίζου τειχέων, ἢ κατθανῇ. [594] ΠΟΛΥΝΕΊΚΗΣ: πρὸς τίνος; τίς ὧδ’ ἄτρωτος, ὅστις εἰς ἡμᾶς ξίφος φόνιον ἐμβαλὼν τὸν αὐτὸν οὐκ ἀποίσεται μόρον; [596] ἘΤΕΟΚΛΗ͂Σ: ἐγγύς, οὐ πρόσω βέβηκεν· ἐς χέρας λεύσσεις ἐμάς; [597] ΠΟΛΥΝΕΊΚΗΣ: εἰσορῶ· δειλὸν δ’ ὁ πλοῦτος καὶ φιλόψυχον κακόν. [598] ἘΤΕΟΚΛΗ͂Σ: κᾆτα σὺν πολλοῖσιν ἦλθες πρὸς τὸν οὐδὲν ἐς μάχην; [599] ΠΟΛΥΝΕΊΚΗΣ: ἀσφαλὴς γάρ ἐστ’ ἀμείνων ἢ θρασὺς στρατηλάτης. [600] ἘΤΕΟΚΛΗ͂Σ: κομπὸς εἶ σπονδαῖς πεποιθώς, αἵ σε σῴζουσιν θανεῖν. [601] ΠΟΛΥΝΕΊΚΗΣ: καὶ σέ· δεύτερον δ’ ἀπαιτῶ σκῆπτρα καὶ μέρη χθονός. [602] ἘΤΕΟΚΛΗ͂Σ: οὐκ ἀπαιτούμεσθ’· ἐγὼ γὰρ τὸν ἐμὸν οἰκήσω δόμον. [603] ΠΟΛΥΝΕΊΚΗΣ: τοῦ μέρους ἔχων τὸ πλεῖον; [603] ἘΤΕΟΚΛΗ͂Σ: φήμ’· ἀπαλλάσσου δὲ γῆς. [604] ΠΟΛΥΝΕΊΚΗΣ: ὦ θεῶν βωμοὶ πατρῴων — [604] ἘΤΕΟΚΛΗ͂Σ: οὓς σὺ πορθήσων πάρει. [605] ΠΟΛΥΝΕΊΚΗΣ: κλύετέ μου — [605] ἘΤΕΟΚΛΗ͂Σ: τίς δ’ ἂν κλύοι σου πατρίδ’ ἐπεστρατευμένου; [606] ΠΟΛΥΝΕΊΚΗΣ: καὶ θεῶν τῶν λευκοπώλων δώματα — [606] ἘΤΕΟΚΛΗ͂Σ: οἳ στυγοῦσί σε. [607] ΠΟΛΥΝΕΊΚΗΣ: ἐξελαυνόμεσθα πατρίδος — [607] ἘΤΕΟΚΛΗ͂Σ: καὶ γὰρ ἦλθες ἐξελῶν. [608] ΠΟΛΥΝΕΊΚΗΣ: ἀδικίᾳ γ’, ὦ θεοί. [608] ἘΤΕΟΚΛΗ͂Σ: Μυκήναις, μὴ ’νθάδ’ ἀνακάλει θεούς. [609] ΠΟΛΥΝΕΊΚΗΣ: ἀνόσιος πέφυκας — [609] ἘΤΕΟΚΛΗ͂Σ: ἀλλ’ οὐ πατρίδος, ὡς σύ, πολέμιος. [610] ΠΟΛΥΝΕΊΚΗΣ: ὅς μ’ ἄμοιρον ἐξελαύνεις. [610] ἘΤΕΟΚΛΗ͂Σ: καὶ κατακτενῶ γε πρός. [611] ΠΟΛΥΝΕΊΚΗΣ: ὦ πάτερ, κλύεις ἃ πάσχω; [611] ἘΤΕΟΚΛΗ͂Σ: καὶ γὰρ οἷα δρᾷς κλύει. [612] ΠΟΛΥΝΕΊΚΗΣ: καὶ σύ, μῆτερ; [612] ἘΤΕΟΚΛΗ͂Σ: ἀθέμιτόν σοι μητρὸς ὀνομάζειν κάρα. [613] ΠΟΛΥΝΕΊΚΗΣ: ὦ πόλις. [613] ἘΤΕΟΚΛΗ͂Σ: μολὼν ἐς Ἄργος ἀνακάλει Λέρνης ὕδωρ. [614] ΠΟΛΥΝΕΊΚΗΣ: εἶμι, μὴ πόνει· σὲ δ’ αἰνῶ, μῆτερ. [614] ἘΤΕΟΚΛΗ͂Σ: ἔξιθι χθονός. [615] ΠΟΛΥΝΕΊΚΗΣ: ἔξιμεν· πατέρα δέ μοι δὸς εἰσιδεῖν. [615] ἘΤΕΟΚΛΗ͂Σ: οὐκ ἂν τύχοις. [616] ΠΟΛΥΝΕΊΚΗΣ: ἀλλὰ παρθένους ἀδελφάς. [616] ἘΤΕΟΚΛΗ͂Σ: οὐδὲ τάσδ’ ὄψῃ ποτέ. [617] ΠΟΛΥΝΕΊΚΗΣ: ὦ κασίγνηται. [617] ἘΤΕΟΚΛΗ͂Σ: τί ταύτας ἀνακαλεῖς ἔχθιστος ὤν; [618] ΠΟΛΥΝΕΊΚΗΣ: μῆτερ, ἀλλά μοι σὺ χαῖρε. [618] ἸΟΚΆΣΤΗ: χαρτὰ γοῦν πάσχω, τέκνον. [619] ΠΟΛΥΝΕΊΚΗΣ: οὐκέτ’ εἰμὶ παῖς σός. [619] ἸΟΚΆΣΤΗ: ἐς πόλλ’ ἀθλία πέφυκ’ ἐγώ. [620] ΠΟΛΥΝΕΊΚΗΣ: ὅδε γὰρ εἰς ἡμᾶς ὑβρίζει. [620] ἘΤΕΟΚΛΗ͂Σ: καὶ γὰρ ἀνθυβρίζομαι. [621] ΠΟΛΥΝΕΊΚΗΣ: ποῦ ποτε στήσῃ πρὸ πύργων; [621] ἘΤΕΟΚΛΗ͂Σ: ὡς τί μ’ ἱστορεῖς τόδε; [622] ΠΟΛΥΝΕΊΚΗΣ: ἀντιτάξομαι κτενῶν σε. [622] ἘΤΕΟΚΛΗ͂Σ: κἀμὲ τοῦδ’ ἔρως ἔχει. [623] ἸΟΚΆΣΤΗ: ὦ τάλαιν’ ἐγώ· τί δράσετ’, ὦ τέκνα; [623] ΠΟΛΥΝΕΊΚΗΣ: αὐτὸ σημανεῖ. [624] ἸΟΚΆΣΤΗ: πατρὸς οὐ φεύξεσθ’ Ἐρινῦς; [624] ἘΤΕΟΚΛΗ͂Σ: ἐρρέτω πρόπας δόμος. [625] ΠΟΛΥΝΕΊΚΗΣ: ὡς τάχ’ οὐκέθ’ αἱματηρὸν τοὐμὸν ἀργήσει ξίφος. τὴν δὲ θρέψασάν με γαῖαν καὶ θεοὺς μαρτύρομαι, ὡς ἄτιμος οἰκτρὰ πάσχων ἐξελαύνομαι χθονός, δοῦλος ὥς, ἀλλ’ οὐχὶ ταὐτοῦ πατρὸς Οἰδίπου γεγώς· κἄν τί σοι, πόλις, γένηται, μὴ ἐμέ, τόνδε δ’ αἰτιῶ· οὐχ ἑκὼν γὰρ ἦλθον, ἄκων δ’ ἐξελαύνομαι χθονός. καὶ σύ, Φοῖβ’ ἄναξ Ἀγυιεῦ, καὶ μέλαθρα, χαίρετε, ἥλικές θ’ οὑμοί, θεῶν τε δεξίμηλ’ ἀγάλματα. οὐ γὰρ οἶδ’ εἴ μοι προσειπεῖν αὖθις ἔσθ’ ὑμᾶς ποτε· ἐλπίδες δ’ οὔπω καθεύδουσ’, αἷς πέποιθα σὺν θεοῖς τόνδ’ ἀποκτείνας κρατήσειν τῆσδε Θηβαίας χθονός. [636] ἘΤΕΟΚΛΗ͂Σ: ἔξιθ’ ἐκ χώρας· ἀληθῶς δ’ ὄνομα Πολυνείκη πατὴρ ἔθετό σοι θείᾳ προνοίᾳ νεικέων ἐπώνυμον. [638] ΧΟΡΌΣ: Κάδμος ἔμολε τάνδε γᾶν Τύριος, ᾧ τετρασκελὴς μόσχος ἀδάματον πέσημα δίκε τελεσφόρον διδοῦσα χρησμόν, οὗ κατοικίσαι πεδία νιν τὸ θέσφατον πυροφόρα δόμων ἔχρη, καλλιπόταμος ὕδατος ἵνα τε νοτὶς ἐπέρχεται γύας, Δίρκας χλοηφόρους καὶ βαθυσπόρους γύας· Βρόμιον ἔνθα τέκετο μά- τηρ Διὸς γάμοισι, κισσὸς ὃν περιστεφὴς ἕλικος εὐθὺς ἔτι βρέφος χλοηφόροισιν ἔρνεσιν κατασκίοισιν ὀλβίσας ἐνώτισεν, Βάκχιον χόρευμα παρθένοισι Θηβαΐαισι καὶ γυναιξὶν εὐίοις. [657] ΧΟΡΌΣ: ἔνθα φόνιος ἦν δράκων Ἄρεος ὠμόφρων φύλαξ νάματ’ ἔνυδρα καὶ ῥέεθρα χλοερὰ δεργμάτων κόραισι πολυπλάνοις ἐπισκοπῶν· ὃν ἐπὶ χέρνιβας μολὼν Κάδμος ὄλεσε μαρμάρῳ· κρᾶτα φόνιον ὀλεσίθηρος ὠλένας δικὼν βολαῖς, δίας ἀμάτορος ⟨δ’⟩ ἐς βαθυσπόρους γύας γαπετεῖς δικὼν ὀδόν- τας [Παλλάδος] φραδαῖσιν· ἔνθεν ἐξανῆκε γᾶ πάνοπλον ὄψιν ὑπὲρ ἄκρων ὅρων χθονός· σιδαρόφρων δέ νιν φόνος πάλιν ξυνῆψε γᾷ φίλᾳ. αἵματος δ’ ἔδευσε γαῖαν, ἅ νιν εὐηλίοισι δεῖξεν αἰθέρος πνοαῖς. [676] ΧΟΡΌΣ: καὶ σέ, τὸν προμάτορος Ἰοῦς ποτ’ ἔκγονον Ἔπαφον, ὦ Διὸς γένεθλον, [ἐκάλεσ’] ἐκάλεσα βαρβάρῳ βοᾷ, ἰώ, βαρβάροις λιταῖς· βᾶθι βᾶθι τάνδε γᾶν· — σοί νιν ἔκγονοι κτίσαν καὶ διώνυμοι θεαί, Περσέφασσα καὶ φίλα Δαμάτηρ θεά, πάντων ἄνασσα, πάντων δὲ Γᾶ τροφός, κτήσαντο — πέμπε πυρφόρους θεάς, ἄμυνε τᾷδε γᾷ· πάντα δ’ εὐπετῆ θεοῖς. [690] ἘΤΕΟΚΛΗ͂Σ: χώρει σὺ καὶ κόμιζε τὸν Μενοικέως Κρέοντ’, ἀδελφὸν μητρὸς Ἰοκάστης ἐμῆς, λέγων τάδ’, ὡς οἰκεῖα καὶ κοινὰ χθονὸς θέλω πρὸς αὐτὸν συμβαλεῖν βουλεύματα, πρὶν ἐς μάχην τε καὶ δορὸς τάξιν μολεῖν. καίτοι ποδῶν σῶν μόχθον ἐκλύει παρών· ὁρῶ γὰρ αὐτὸν πρὸς δόμους στείχοντ’ ἐμούς. [697] ΚΡΈΩΝ: ἦ πόλλ’ ἐπῆλθον εἰσιδεῖν χρῄζων σ’, ἄναξ Ἐτεόκλεες, πέριξ δὲ Καδμείων πύλας φυλακάς τ’ ἐπῆλθον σὸν δέμας θηρώμενος. [700] ἘΤΕΟΚΛΗ͂Σ: καὶ μὴν ἐγὼ σ’ ἔχρῃζον εἰσιδεῖν, Κρέον· πολλῷ γὰρ ηὗρον ἐνδεεῖς διαλλαγάς ὡς ἐς λόγους συνῆψα Πολυνείκει μολών. [703] ΚΡΈΩΝ: ἤκουσα μεῖζον αὐτὸν ἢ Θήβας φρονεῖν, κήδει τ’ Ἀδράστου καὶ στρατῷ πεποιθότα. ἀλλ’ ἐς θεοὺς χρὴ ταῦτ’ ἀναρτήσαντ’ ἔχειν· ἃ δ’ ἐμποδὼν μάλιστα, ταῦθ’ ἥκω φράσων. [707] ἘΤΕΟΚΛΗ͂Σ: τὰ ποῖα ταῦτα; τὸν λόγον γὰρ ἀγνοῶ. [708] ΚΡΈΩΝ: ἥκει τις αἰχμάλωτος Ἀργείων πάρα. [709] ἘΤΕΟΚΛΗ͂Σ: λέγει δὲ δὴ τί τῶν ἐκεῖ νεώτερον; [710] ΚΡΈΩΝ: μέλλειν [πέριξ πύργοισι Καδμείων πόλιν ὅπλοις] ἑλίξειν αὐτίκ’ Ἀργείων στρατόν. [712] ἘΤΕΟΚΛΗ͂Σ: ἐξοιστέον τἄρ’ ὅπλα Καδμείων πόλει. [713] ΚΡΈΩΝ: ποῖ; μῶν νεάζων οὐχ ὁρᾷς ἃ χρή σ’ ὁρᾶν; [714] ἘΤΕΟΚΛΗ͂Σ: ἐκτὸς τάφρων τῶνδ’, ὡς μαχουμένους τάχα. [715] ΚΡΈΩΝ: σμικρὸν τὸ πλῆθος τῆσδε γῆς, οἳ δ’ ἄφθονοι. [716] ἘΤΕΟΚΛΗ͂Σ: ἐγᾦδα κείνους τοῖς λόγοις ὄντας θρασεῖς. [717] ΚΡΈΩΝ: ἔχει τιν’ ὄγκον τἄργος Ἑλλήνων πάρα. [718] ἘΤΕΟΚΛΗ͂Σ: θάρσει· τάχ’ αὐτῶν πεδίον ἐμπλήσω φόνου. [719] ΚΡΈΩΝ: θέλοιμ’ ἄν· ἀλλὰ τοῦθ’ ὁρῶ πολλοῦ πόνου. [720] ἘΤΕΟΚΛΗ͂Σ: ὡς οὐ καθέξω τειχέων ἔσω στρατόν. [721] ΚΡΈΩΝ: καὶ μὴν τὸ νικᾶν ἐστι πᾶν εὐβουλία. [722] ἘΤΕΟΚΛΗ͂Σ: βούλῃ τράπωμαι δῆθ’ ὁδοὺς ἄλλας τινάς; [723] ΚΡΈΩΝ: πάσας γε, πρὶν κίνδυνον εἰς ἅπαξ μολεῖν. [724] ἘΤΕΟΚΛΗ͂Σ: εἰ νυκτὸς αὐτοῖς προσβάλοιμεν ἐκ λόχου; [725] ΚΡΈΩΝ: εἴπερ σφαλείς γε δεῦρο σωθήσῃ πάλιν. [726] ἘΤΕΟΚΛΗ͂Σ: ἴσον φέρει νύξ, τοῖς δὲ τολμῶσιν πλέον. [727] ΚΡΈΩΝ: ἐνδυστυχῆσαι δεινὸν εὐφρόνης κνέφας. [728] ἘΤΕΟΚΛΗ͂Σ: ἀλλ’ ἀμφὶ δεῖπνον οὖσι προσβάλω δόρυ; [729] ΚΡΈΩΝ: ἔκπληξις ἂν γένοιτο· νικῆσαι δὲ δεῖ. [730] ἘΤΕΟΚΛΗ͂Σ: βαθύς γέ τοι Διρκαῖος ἀναχωρεῖν πόρος. [731] ΚΡΈΩΝ: ἅπαν κάκιον τοῦ φυλάσσεσθαι καλῶς. [732] ἘΤΕΟΚΛΗ͂Σ: τί δ’, εἰ καθιππεύσαιμεν Ἀργείων στρατόν; [733] ΚΡΈΩΝ: κἀκεῖ πέφρακται λαὸς ἅρμασιν πέριξ. [734] ἘΤΕΟΚΛΗ͂Σ: τί δῆτα δράσω; πολεμίοισι δῶ πόλιν; [735] ΚΡΈΩΝ: μὴ δῆτα· βουλεύου δ’, ἐπείπερ εἶ σοφός. [736] ἘΤΕΟΚΛΗ͂Σ: τίς οὖν πρόνοια γίγνεται σοφωτέρα; [737] ΚΡΈΩΝ: ἕπτ’ ἄνδρας αὐτοῖς φασιν, ὡς ἤκουσ’ ἐγώ — [738] ἘΤΕΟΚΛΗ͂Σ: τί προστετάχθαι δρᾶν; τὸ γὰρ σθένος βραχύ. [739] ΚΡΈΩΝ: †λόχων ἀνάσσειν† ἑπτὰ προσκεῖσθαι πύλαις. [740] ἘΤΕΟΚΛΗ͂Σ: τί δῆτα δρῶμεν; ἀπορίαν γὰρ οὐ μενῶ. [741] ΚΡΈΩΝ: ἕπτ’ ἄνδρας αὐτοῖς καὶ σὺ πρὸς πύλαις ἑλοῦ. [742] ἘΤΕΟΚΛΗ͂Σ: λόχων ἀνάσσειν ἢ μονοστόλου δορός; [743] ΚΡΈΩΝ: λόχων, προκρίνας οἵπερ ἀλκιμώτατοι. [744] ἘΤΕΟΚΛΗ͂Σ: ξυνῆκ’· ἀμύνειν τειχέων προσαμβάσεις. [745] ΚΡΈΩΝ: καὶ ξυστρατήγους ⟨γ’⟩· εἷς δ’ ἀνὴρ οὐ πάνθ’ ὁρᾷ. [746] ἘΤΕΟΚΛΗ͂Σ: θάρσει προκρίνας ἢ φρενῶν εὐβουλίᾳ; [747] ΚΡΈΩΝ: ἀμφότερον· ἀπολειφθὲν γὰρ οὐδὲν θάτερον. [748] ἘΤΕΟΚΛΗ͂Σ: ἔσται τάδ’· ἐλθὼν ἑπτάπυργον ἐς πόλιν τάξω λοχαγοὺς πρὸς πύλαισιν, ὡς λέγεις, ἴσους ἴσοισι πολεμίοισιν ἀντιθείς. ὄνομα δ’ ἑκάστου διατριβὴ πολλὴ λέγειν, ἐχθρῶν ὑπ’ αὐτοῖς τείχεσιν καθημένων. ἀλλ’ εἶμ’, ὅπως ἂν μὴ καταργῶμεν χέρα. καί μοι γένοιτ’ ἀδελφὸν ἀντήρη λαβεῖν καὶ ξυσταθέντα διὰ μάχης ἑλεῖν δορί. [κτανεῖν θ’, ὃς ἦλθε πατρίδα πορθήσων ἐμήν.] γάμους δ’ ἀδελφῆς Ἀντιγόνης παιδός τε σοῦ Αἵμονος, ἐάν τι τῆς τύχης ἐγὼ σφαλῶ, σοὶ χρὴ μέλεσθαι· τὴν δόσιν δ’ ἐχέγγυον τὴν πρόσθε ποιῶ νῦν ἐπ’ ἐξόδοις ἐμαῖς. μητρὸς δ’ ἀδελφὸς εἶ· τί δεῖ μακρηγορεῖν; τρέφ’ ἀξίως νιν σοῦ τε τήν τ’ ἐμὴν χάριν. πατὴρ δ’ ἐς αὑτὸν ἀμαθίαν ὀφλισκάνει, ὄψιν τυφλώσας· οὐκ ἄγαν σφ’ ἐπῄνεσα· ἡμᾶς δ’ ἀραῖσιν, ἢν τύχῃ, κατακτενεῖ. ἓν δ’ ἐστὶν ἡμῖν ἀργόν, εἴ τι θέσφατον οἰωνόμαντις Τειρεσίας ἔχει φράσαι, τοῦδ’ ἐκπυθέσθαι ταῦτ’· ἐγὼ δὲ παῖδα σὸν Μενοικέα, σοῦ πατρὸς αὐτεπώνυμον, λαβόντα πέμψω δεῦρο Τειρεσίαν, Κρέον· σοὶ μὲν γὰρ ἡδὺς ἐς λόγους ἀφίξεται, ἐγὼ δὲ τέχνην μαντικὴν ἐμεμψάμην ἤδη πρὸς αὐτόν, ὥστε μοι μομφὰς ἔχειν. πόλει δὲ καὶ σοὶ ταῦτ’ ἐπισκήπτω, Κρέον· ἤνπερ κρατήσῃ τἀμά, Πολυνείκους νέκυν μήποτε ταφῆναι τῇδε Θηβαίᾳ χθονί, θνῄσκειν δὲ τὸν θάψαντα, κἂν φίλων τις ᾖ. [σοὶ μὲν τάδ’ εἶπον· προσπόλοις δ’ ἐμοῖς λέγω·] ἐκφέρετε τεύχη πάνοπλά τ’ ἀμφιβλήματα, ὡς εἰς ἀγῶνα τὸν προκείμενον δορὸς ὁρμώμεθ’ ἤδη ξὺν δίκῃ νικηφόρῳ. τῇ δ’ Εὐλαβείᾳ, χρησιμωτάτῃ θεῶν, προσευχόμεσθα τήνδε διασῷσαι πόλιν. [784] ΧΟΡΌΣ: ὦ πολύμοχθος Ἄρης, τί ποθ’ αἵματι καὶ θανάτῳ κατέχῃ Βρομίου παράμουσος ἑορταῖς; οὐκ ἐπὶ καλλιχόροις στεφάνοισι νεάνιδος ὥρας βόστρυχον ἀμπετάσας λωτοῦ κατὰ πνεύματα μέλπῃ μοῦσαν, ἐν ᾇ χάριτες χοροποιοί, ἀλλὰ σὺν ὁπλοφόροις στρατὸν Ἀργείων ἐπιπνεύσας αἵματι Θήβας κῶμον ἀναυλότατον προχορεύεις. οὐδ’ ὑπὸ θυρσομανεῖ νεβρίδων μέτα δίνᾳ, ἅρμασι καὶ ψαλίων τετραβάμοσι μωνυχοπώλων ἱππείαις ἐπὶ χεύμασι βαίνων Ἰσμηνοῖο θοάζεις, Ἀργείοις ἐπιπνεύσας Σπαρτῶν γένναν, ἀσπιδοφέρμονα θίασον ἐνόπλιον, ἀντίπαλον κατὰ λάινα τείχεα χαλκῷ κοσμήσας. ἦ δεινά τις Ἔρις θεός, ἃ τάδε μήσατο πήματα γᾶς βασιλεῦσιν, Λαβδακίδαις πολυμόχθοις. [801] ΧΟΡΌΣ: ὦ ζαθέων πετάλων πολυθηρότα- τον νάπος, Ἀρτέμιδος χιονοτρόφον ὄμμα Κιθαιρών, μήποτε τὸν θανάτῳ προτεθέντα, λόχευμ’ Ἰοκάστας, ὤφελες Οἰδιπόδαν θρέψαι, βρέφος ἔκβολον οἴκων, χρυσοδέτοις περόναις ἐπίσαμον· μηδὲ τὸ παρθένιον πτερόν, οὔρειον τέρας, ἐλθεῖν πένθεα γαίας Σφιγγὸς ἀμουσοτάταισι σὺν ᾠδαῖς, ἅ ποτε Καδμογενῆ τετραβάμοσι χαλαῖς τείχεσι χριμπτομένα φέρεν αἰθέρος εἰς ἄβατον φῶς γένναν, ἃν ὁ κατὰ χθονὸς Ἅιδας Καδμείοις ἐπιπέμπει· δυσδαίμων δ’ ἔρις ἄλλα θάλλει παίδων Οἰδιπόδα κατὰ δώματα καὶ πόλιν. οὐ γὰρ ὃ μὴ καλὸν οὔποτ’ ἔφυ καλόν, οὐδ’ οἱ μὴ νόμιμοι †παῖδες ματρὶ λόχευμα, μίασμα πατρός· ἣ δὲ συναίμονος ἐς λέχος ἦλθεν.† … [818] ΧΟΡΌΣ: ἔτεκες, ὦ Γαῖ’, ἔτεκές ποτε, βάρβαρον ὡς ἀκοὰν ἐδάην ἐδάην ποτ’ ἐν οἴκοις, τὰν ἀπὸ θηροτρόφου φοινικολόφοιο δράκοντος γένναν ὀδοντοφυῆ, Θήβαις κάλλιστον ὄνειδος· Ἁρμονίας δέ ποτ’ εἰς ὑμεναίους ἤλυθον οὐρανίδαι, φόρμιγγί τε τείχεα Θήβας τᾶς Ἀμφιονίας τε λύρας ὕπο πύργος ἀνέστα διδύμων ποταμῶν πόρον ἀμφὶ μέσον, Δίρκα χλοεροτρόφον ᾇ πεδίον πρόπαρ Ἰσμηνοῦ καταδεύει· Ἰώ θ’, ἁ κερόεσσα προμάτωρ, Καδμείων βασιλῆας ἐγείνατο, μυριάδας δ’ ἀγαθῶν ἑτέροις ἑτέ- ρας μεταμειβομένα πόλις ἅδ’ ἐπ’ ἄκροις ἕστακ’ Ἀρηΐοις στεφάνοισιν. [834] ΤΕΙΡΕΣΊΑΣ: ἡγοῦ πάροιθε, θύγατερ· ὡς τυφλῷ ποδὶ ὀφθαλμὸς εἶ σύ, ναυβάταισιν ἄστρον ὥς· δεῦρ’ ἐς τὸ λευρὸν πέδον ἴχνος τιθεῖσ’ ἐμόν, πρόβαινε, μὴ σφαλῶμεν· ἀσθενὴς πατήρ· κλήρους τέ μοι φύλασσε παρθένῳ χερί, οὓς ἔλαβον οἰωνίσματ’ ὀρνίθων μαθὼν θάκοισιν ἐν ἱεροῖσιν, οὗ μαντεύομαι. τέκνον Μενοικεῦ, παῖ Κρέοντος, εἰπέ μοι πόση τις ἡ ’πίλοιπος ἄστεως ὁδὸς πρὸς πατέρα τὸν σόν· ὡς ἐμὸν κάμνει γόνυ, πυκνὴν δὲ βαίνων ἤλυσιν μόλις περῶ. [845] ΚΡΈΩΝ: θάρσει· πέλας γάρ, Τειρεσία, φίλοισι σοῖς ἐξώρμισαι σὸν πόδα· λαβοῦ δ’ αὐτοῦ, τέκνον· ὡς πᾶσ’ ἀπήνη πούς τε πρεσβύτου φιλεῖ χειρὸς θυραίας ἀναμένειν κουφίσματα. [849] ΤΕΙΡΕΣΊΑΣ: εἶἑν, πάρεσμεν· τί με καλεῖς σπουδῇ, Κρέον; [850] ΚΡΈΩΝ: οὔπω λελήσμεθ’· ἀλλὰ σύλλεξαι σθένος καὶ πνεῦμ’ ἄθροισον, αἶπος ἐκβαλὼν ὁδοῦ. [852] ΤΕΙΡΕΣΊΑΣ: κόπῳ παρεῖμαι γοῦν Ἐρεχθειδῶν ἄπο δεῦρ’ ἐκκομισθεὶς τῆς πάροιθεν ἡμέρας· κἀκεῖ γὰρ ἦν τις πόλεμος Εὐμόλπου δορός, οὗ καλλινίκους Κεκροπίδας ἔθηκ’ ἐγώ· καὶ τόνδε χρυσοῦν στέφανον, ὡς ὁρᾷς, ἔχω λαβὼν ἀπαρχὰς πολεμίων σκυλευμάτων. [858] ΚΡΈΩΝ: οἰωνὸν ἐθέμην καλλίνικα σὰ στέφη· ἐν γὰρ κλύδωνι κείμεθ’, ὥσπερ οἶσθα σύ, δορὸς Δαναϊδῶν, καὶ μέγας Θήβαις ἀγών. βασιλεὺς μὲν οὖν βέβηκε κοσμηθεὶς ὅπλοις ἤδη πρὸς ἀλκὴν Ἐτεοκλῆς Μυκηνίδα· ἐμοὶ δ’ ἐπέσταλκ’ ἐκμαθεῖν σέθεν πάρα, τί δρῶντες ἂν μάλιστα σώσαιμεν πόλιν. [865] ΤΕΙΡΕΣΊΑΣ: Ἐτεοκλέους μὲν οὕνεκ’ ἂν κλῄσας στόμα χρησμοὺς ἐπέσχον· σοὶ δ’, ἐπεὶ χρῄζεις μαθεῖν, λέξω. νοσεῖ γὰρ ἥδε γῆ πάλαι, Κρέον, ἐξ οὗ ’τεκνώθη Λάιος βίᾳ θεῶν πόσιν τ’ ἔφυσε μητρὶ μέλεον Οἰδίπουν· αἵ θ’ αἱματωποὶ δεργμάτων διαφθοραὶ θεῶν σόφισμα κἀπίδειξις Ἑλλάδι. ἃ συγκαλύψαι παῖδες Οἰδίπου χρόνῳ χρῄζοντες, ὡς δὴ θεοὺς ὑπεκδραμούμενοι, ἥμαρτον ἀμαθῶς· οὔτε γὰρ γέρα πατρὶ οὔτ’ ἔξοδον διδόντες, ἄνδρα δυστυχῆ ἐξηγρίωσαν· ἐκ δ’ ἔπνευσ’ αὐτοῖς ἀρὰς δεινάς, νοσῶν τε καὶ πρὸς ἠτιμασμένος. ἁγὼ τί ⟨οὐ⟩ δρῶν, ποῖα δ’ οὐ λέγων ἔπη ἐς ἔχθος ἦλθον παισὶ τοῖσιν Οἰδίπου; ἐγγὺς δὲ θάνατος αὐτόχειρ αὐτοῖς, Κρέον· πολλοὶ δὲ νεκροὶ περὶ νεκροῖς πεπτωκότες Ἀργεῖα καὶ Καδμεῖα μείξαντες βέλη πικροὺς γόους δώσουσι Θηβαίᾳ χθονί. σύ τ’ ὦ τάλαινα συγκατασκάπτῃ πόλι, εἰ μὴ λόγοισι τοῖς ἐμοῖς τὶς πείσεται. ἐκεῖνο μὲν γὰρ πρῶτον ἦν, τῶν Οἰδίπου μηδένα πολίτην μηδ’ ἄνακτ’ εἶναι χθονός, ὡς δαιμονῶντας κἀνατρέψοντας πόλιν. ἐπεὶ δὲ κρεῖσσον τὸ κακόν ἐστι τἀγαθοῦ, μί’ ἔστιν ἄλλη μηχανὴ σωτηρίας. ἀλλ’ — οὐ γὰρ εἰπεῖν οὔτ’ ἐμοὶ τόδ’ ἀσφαλὲς πικρόν τε τοῖσι τὴν τύχην κεκτημένοις πόλει παρασχεῖν φάρμακον σωτηρίας — ἄπειμι. χαίρεθ’· εἷς γὰρ ὢν πολλῶν μέτα τὸ μέλλον, εἰ χρή, πείσομαι· τί γὰρ πάθω; [896] ΚΡΈΩΝ: ἐπίσχες αὐτοῦ, πρέσβυ. [896] ΤΕΙΡΕΣΊΑΣ: μὴ ’πιλαμβάνου. [897] ΚΡΈΩΝ: μεῖνον, τί φεύγεις; [897] ΤΕΙΡΕΣΊΑΣ: ἡ τύχη σ’, ἀλλ’ οὐκ ἐγώ. [898] ΚΡΈΩΝ: φράσον πολίταις καὶ πόλει σωτηρίαν. [899] ΤΕΙΡΕΣΊΑΣ: βούλῃ σὺ μέντοι κοὐχὶ βουλήσῃ τάχα. [900] ΚΡΈΩΝ: καὶ πῶς πατρῴαν γαῖαν οὐ σῷσαι θέλω; [901] ΤΕΙΡΕΣΊΑΣ: θέλεις ἀκοῦσαι δῆτα καὶ σπουδὴν ἔχεις; [902] ΚΡΈΩΝ: ἐς γὰρ τί μᾶλλον δεῖ προθυμίαν ἔχειν; [903] ΤΕΙΡΕΣΊΑΣ: κλύοις ἂν ἤδη τῶν ἐμῶν θεσπισμάτων. πρῶτον δ’ ἐκεῖνο βούλομαι σαφῶς μαθεῖν, ποῦ ’στιν Μενοικεύς, ὅς με δεῦρ’ ἐπήγαγεν; [906] ΚΡΈΩΝ: ὅδ’ οὐ μακρὰν ἄπεστι, πλησίον δὲ σοῦ. [907] ΤΕΙΡΕΣΊΑΣ: ἀπελθέτω νυν θεσφάτων ἐμῶν ἑκάς. [908] ΚΡΈΩΝ: ἐμὸς πεφυκὼς παῖς ἃ δεῖ σιγήσεται. [909] ΤΕΙΡΕΣΊΑΣ: βούλῃ παρόντος δῆτά σοι τούτου φράσω; [910] ΚΡΈΩΝ: κλύων γὰρ ἂν τέρποιτο τῆς σωτηρίας. [911] ΤΕΙΡΕΣΊΑΣ: ἄκουε δή νυν θεσφάτων ἐμῶν ὁδόν· [ἃ δρῶντες ἂν σώσαιτε Καδμείων πόλιν] σφάξαι Μενοικέα τόνδε δεῖ σ’ ὑπὲρ πάτρας, σὸν παῖδ’, ἐπειδὴ τὴν τύχην αὐτὸς καλεῖς. [915] ΚΡΈΩΝ: τί φῄς; τίν’ εἶπας τόνδε μῦθον, ὦ γέρον; [916] ΤΕΙΡΕΣΊΑΣ: ἅπερ πέφυκε, ταῦτα κἀνάγκη σὲ δρᾶν. [917] ΚΡΈΩΝ: ὦ πολλὰ λέξας ἐν βραχεῖ χρόνῳ κακά. [918] ΤΕΙΡΕΣΊΑΣ: σοί γ’, ἀλλὰ πατρίδι μεγάλα καὶ σωτήρια. [919] ΚΡΈΩΝ: οὐκ ἔκλυον, οὐκ ἤκουσα· χαιρέτω πόλις. [920] ΤΕΙΡΕΣΊΑΣ: ἁνὴρ ὅδ’ οὐκέθ’ αὑτός· ἐκνεύει πάλιν. [921] ΚΡΈΩΝ: χαίρων ἴθ’· οὐ γὰρ σῶν με δεῖ μαντευμάτων. [922] ΤΕΙΡΕΣΊΑΣ: ἀπόλωλεν ἡ ἀλήθει’, ἐπεὶ σὺ δυστυχεῖς; [923] ΚΡΈΩΝ: ὦ πρός σε γονάτων καὶ γερασμίου τριχὸς — [924] ΤΕΙΡΕΣΊΑΣ: τί προσπίτνεις με; δυσφύλακτ’ αἰτῇ κακά. [925] ΚΡΈΩΝ: σίγα· πόλει δὲ τούσδε μὴ λέξῃς λόγους. [926] ΤΕΙΡΕΣΊΑΣ: ἀδικεῖν κελεύεις μ’· οὐ σιωπήσαιμεν ἄν. [927] ΚΡΈΩΝ: τί δή με δράσεις; παῖδά μου κατακτενεῖς; [928] ΤΕΙΡΕΣΊΑΣ: ἄλλοις μελήσει ταῦτ’, ἐμοὶ δ’ εἰρήσεται. [929] ΚΡΈΩΝ: ἐκ τοῦ δ’ ἐμοὶ τόδ’ ἦλθε καὶ τέκνῳ κακόν; [930] ΤΕΙΡΕΣΊΑΣ: ὀρθῶς μ’ ἐρωτᾷς κεἰς ἀγῶν’ ἔρχῃ λόγων. δεῖ τόνδε θαλάμαις, οὗ δράκων ὁ γηγενὴς ἐγένετο Δίρκης ναμάτων ἐπίσκοπος, σφαγέντα φόνιον αἷμα γῇ δοῦναι χοὰς Κάδμου, παλαιῶν Ἄρεος ἐκ μηνιμάτων, ὃς γηγενεῖ δράκοντι τιμωρεῖ φόνον. καὶ ταῦτα δρῶντες σύμμαχον κτήσεσθ’ Ἄρη. χθὼν δ’ ἀντὶ καρποῦ καρπὸν ἀντί θ’ αἵματος αἷμ’ ἢν λάβῃ βρότειον, ἕξετ’ εὐμενῆ γῆν, ἥ ποθ’ ἡμῖν χρυσοπήληκα στάχυν σπαρτῶν ἀνῆκεν· ἐκ γένους δὲ δεῖ θανεῖν τοῦδ’, ὃς δράκοντος γένυος ἐκπέφυκε παῖς. σὺ δ’ ἐνθάδ’ ἡμῖν λοιπὸς εἶ σπαρτῶν γένους ἀκέραιος, ἔκ τε μητρὸς ἀρσένων τ’ ἄπο, οἱ σοί τε παῖδες. Αἵμονος μὲν οὖν γάμοι σφαγὰς ἀπείργουσ’. οὐ γάρ ἐστιν ᾔθεος· κεἰ μὴ γὰρ εὐνῆς ἥψατ’, ἀλλ’ ἔχει λέχος. οὗτος δὲ πῶλος τῇδ’ ἀνειμένος πόλει θανὼν πατρῴαν γαῖαν ἐκσώσειεν ἄν. πικρὸν δ’ Ἀδράστῳ νόστον Ἀργείοισί τε θήσει, μέλαιναν κῆρ’ ἐπ’ ὄμμασιν βαλών, κλεινάς τε Θήβας. τοῖνδ’ ἑλοῦ δυοῖν πότμοιν τὸν ἕτερον· ἢ γὰρ παῖδα σῷσον ἢ πόλιν. τὰ μὲν παρ’ ἡμῶν πάντ’ ἔχεις· ἡγοῦ, τέκνον, πρὸς οἶκον. ὅστις δ’ ἐμπύρῳ χρῆται τέχνῃ, μάταιος· ἢν μὲν ἐχθρὰ σημήνας τύχῃ, πικρὸς καθέστηχ’ οἷς ἂν οἰωνοσκοπῇ· ψευδῆ δ’ ὑπ’ οἴκτου τοῖσι χρωμένοις λέγων ἀδικεῖ τὰ τῶν θεῶν. Φοῖβον ἀνθρώποις μόνον χρῆν θεσπιῳδεῖν, ὃς δέδοικεν οὐδένα. [960] ΧΟΡΌΣ: Κρέον, τί σιγᾷς γῆρυν ἄφθογγον σχάσας; κἀμοὶ γὰρ οὐδὲν ἧσσον ἔκπληξις πάρα. [962] ΚΡΈΩΝ: τί δ’ ἄν τις εἴποι; δῆλον οἵ γ’ ἐμοὶ λόγοι. ἐγὼ γὰρ οὔποτ’ ἐς τόδ’ εἶμι συμφορᾶς, ὥστε σφαγέντα παῖδα προσθεῖναι πόλει. πᾶσιν γὰρ ἀνθρώποισι φιλότεκνος βίος, οὐδ’ ἂν τὸν αὑτοῦ παῖδά τις δοίη κτανεῖν. μή μ’ εὐλογείτω τἀμά τις κτείνων τέκνα. αὐτὸς δ’ — ἐν ὡραίῳ γὰρ ἕσταμεν βίου — θνῄσκειν ἕτοιμος πατρίδος ἐκλυτήριον. ἀλλ’ εἶα, τέκνον, πρὶν μαθεῖν πᾶσαν πόλιν, ἀκόλαστ’ ἐάσας μάντεων θεσπίσματα, φεῦγ’ ὡς τάχιστα τῆσδ’ ἀπαλλαχθεὶς χθονός· λέξει γὰρ ἀρχαῖς καὶ στρατηλάταις τάδε, [πύλας ἐφ’ ἑπτὰ καὶ λοχαγέτας μολών·] κἂν μὲν φθάσωμεν, ἔστι σοι σωτηρία· ἢν δ’ ὑστερήσῃς, οἰχόμεσθα, κατθανῇ. [977] ΜΕΝΟΙΚΕΎΣ: ποῖ δῆτα φεύγω; τίνα πόλιν; τίνα ξένων; [978] ΚΡΈΩΝ: ὅπου χθονὸς τῆσδ’ ἐκποδὼν μάλιστ’ ἔσῃ. [979] ΜΕΝΟΙΚΕΎΣ: οὐκοῦν σὲ φράζειν εἰκός, ἐκπονεῖν δ’ ἐμέ. [980] ΚΡΈΩΝ: Δελφοὺς περάσας — [980] ΜΕΝΟΙΚΕΎΣ: ποῖ με χρή, πάτερ, μολεῖν; [981] ΚΡΈΩΝ: Αἰτωλίδ’ ἐς γῆν. [981] ΜΕΝΟΙΚΕΎΣ: ἐκ δὲ τῆσδε ποῖ περῶ; [982] ΚΡΈΩΝ: Θεσπρωτὸν οὖδας. [982] ΜΕΝΟΙΚΕΎΣ: σεμνὰ Δωδώνης βάθρα; [983] ΚΡΈΩΝ: ἔγνως. [983] ΜΕΝΟΙΚΕΎΣ: τί δὴ τόδ’ ἔρυμά μοι γενήσεται; [984] ΚΡΈΩΝ: πόμπιμος ὁ δαίμων. [984] ΜΕΝΟΙΚΕΎΣ: χρημάτων δὲ τίς πόρος; [985] ΚΡΈΩΝ: ἐγὼ πορεύσω χρυσόν. [985] ΜΕΝΟΙΚΕΎΣ: εὖ λέγεις, πάτερ. χώρει νυν· ὡς σὴν πρὸς κασιγνήτην μολών, ἧς πρῶτα μαστὸν εἵλκυσ’, Ἰοκάστην λέγω, μητρὸς στερηθεὶς ὀρφανός τ’ ἀποζυγείς — [προσηγορήσων εἶμι καὶ σῴσων βίον.] ἀλλ’ εἶα, χώρει· μὴ τὸ σὸν κωλυέτω. — γυναῖκες, ὡς εὖ πατρὸς ἐξεῖλον φόβον, κλέψας λόγοισιν, ὥσθ’ ἃ βούλομαι τυχεῖν· ὅς μ’ ἐκκομίζει, πόλιν ἀποστερῶν τύχης, καὶ δειλίᾳ δίδωσι. καὶ συγγνωστὰ μὲν γέροντι, τοὐμὸν δ’ οὐχὶ συγγνώμην ἔχει, προδότην γενέσθαι πατρίδος ἥ μ’ ἐγείνατο. ὡς οὖν ἂν εἰδῆτ’, εἶμι καὶ σῴσω πόλιν ψυχήν τε δώσω τῆσδ’ ὑπερθανεῖν χθονός. αἰσχρὸν γάρ· οἱ μὲν θεσφάτων ἐλεύθεροι κοὐκ εἰς ἀνάγκην δαιμόνων ἀφιγμένοι στάντες παρ’ ἀσπίδ’ οὐκ ὀκνήσουσιν θανεῖν, πύργων πάροιθε μαχόμενοι πάτρας ὕπερ· ἐγὼ δέ, πατέρα καὶ κασίγνητον προδοὺς πόλιν τ’ ἐμαυτοῦ, δειλὸς ὣς ἔξω χθονὸς ἄπειμ’· ὅπου δ’ ἂν ζῶ, κακὸς φανήσομαι. μὰ τὸν μετ’ ἄστρων Ζῆν’ Ἄρη τε φοίνιον, ὃς τοὺς ὑπερτείλαντας ἐκ γαίας ποτὲ Σπαρτοὺς ἄνακτας τῆσδε γῆς ἱδρύσατο. ἀλλ’ εἶμι καὶ στὰς ἐξ ἐπάλξεων ἄκρων σφάξας ἐμαυτὸν σηκὸν ἐς μελαμβαθῆ δράκοντος, ἔνθ’ ὁ μάντις ἐξηγήσατο, ἐλευθερώσω γαῖαν· εἴρηται λόγος. στείχω δέ, θανάτου δῶρον οὐκ αἰσχρὸν πόλει δώσων, νόσου δὲ τήνδ’ ἀπαλλάξω χθόνα. εἰ γὰρ λαβὼν ἕκαστος ὅ τι δύναιτό τις χρηστὸν διέλθοι τοῦτο κἀς κοινὸν φέροι πατρίδι, κακῶν ἂν αἱ πόλεις ἐλασσόνων πειρώμεναι τὸ λοιπὸν εὐτυχοῖεν ἄν. [1019] ΧΟΡΌΣ: ἔβας ἔβας, ὦ πτεροῦσσα, γᾶς λόχευμα νερτέρου τ’ Ἐχίδνας, Καδμείων ἁρπαγά, πολύφθορος πολύστονος μειξοπάρθενος, δάιον τέρας, φοιτάσι πτεροῖς χαλαῖσί τ’ ὠμοσίτοις· Διρκαίων ἅ ποτ’ ἐκ τόπων νέους πεδαίρουσ’ ἄλυρον ἀμφὶ μοῦσαν ὀλομέναν τ’ Ἐρινὺν ἔφερες ἔφερες ἄχεα πατρίδι φόνια· φόνιος ἐκ θεῶν ὃς τάδ’ ἦν ὁ πράξας. ἰάλεμοι δὲ ματέρων, ἰάλεμοι δὲ παρθένων ἐστέναζον οἴκοις· ἰηιήιον βοάν, ἰηιήιον μέλος, ἄλλος ἄλλ’ ἐπωτότυζε διαδοχαῖς ἀνὰ πτόλιν. βροντᾷ δὲ στεναγμὸς ἀχά τ’ ἦν ὅμοιος, ὁπότε πόλεος ἀφανίσειεν ἁ πτεροῦσσα παρθένος τιν’ ἀνδρῶν. [1043] ΧΟΡΌΣ: χρόνῳ δ’ ἔβα Πυθίαις ἀποστολαῖσιν Οἰδίπους ὁ τλάμων Θηβαίαν τάνδε γᾶν τότ’ ἀσμένοις, πάλιν δ’ ἄχη· ματρὶ γὰρ γάμους δυσγάμους τάλας καλλίνικος ὢν αἰνιγμάτων συνάπτει, μιαίνει δὲ πτόλιν· δι’ αἱμάτων δ’ ἀμείβει μυσαρὸν εἰς ἀγῶνα καταβαλὼν ἀραῖσι τέκεα μέλεος. ἀγάμεθ’ ἀγάμεθ’, ὃς ἐπὶ θάνατον οἴχεται γᾶς ὑπὲρ πατρῴας, Κρέοντι μὲν λιπὼν γόους, τὰ δ’ ἑπτάπυργα κλῇθρα γᾶς καλλίνικα θήσων. γενοίμεθ’ ὧδε ματέρες γενοίμεθ’ εὔτεκνοι, φίλα Παλλάς, ἃ δράκοντος αἷμα λιθόβολον κατειργάσω, Καδμείαν μέριμναν ὁρμήσασ’ ἐπ’ ἔργον, ὅθεν ἐπέσυτο τάνδε γαῖαν ἁρπαγαῖσι δαιμόνων τις ἄτα. [1067] ἌΓΓΕΛΟΣ: ὠή, τίς ἐν πύλαισι δωμάτων κυρεῖ; ἀνοίγετ’· ἐκπορεύετ’ Ἰοκάστην δόμων. ὠὴ μάλ’ αὖθις· διὰ μακροῦ μέν, ἀλλ’ ὅμως ἔξελθ’, ἄκουσον, Οἰδίπου κλεινὴ δάμαρ, λήξασ’ ὀδυρμῶν πενθίμων τε δακρύων. [1072] ἸΟΚΆΣΤΗ: ὦ φίλτατ’, οὔ που ξυμφορὰν ἥκεις φέρων Ἐτεοκλέους θανόντος, οὗ παρ’ ἀσπίδα βέβηκας αἰεὶ πολεμίων εἴργων βέλη; [τί μοί ποθ’ ἥκεις καινὸν ἀγγελῶν ἔπος;] τέθνηκεν ἢ ζῇ παῖς ἐμός; σήμαινέ μοι. [1077] ἌΓΓΕΛΟΣ: ζῇ, μὴ τρέσῃς τόδ’, ὥς ⟨σ’⟩ ἀπαλλάξω φόβου. [1078] ἸΟΚΆΣΤΗ: τί δ’; ἑπτάπυργοι πῶς ἔχουσι περιβολαί; [1079] ἌΓΓΕΛΟΣ: ἑστᾶσ’ ἄθραυστοι, κοὐκ ἀνήρπασται πόλις. [1080] ἸΟΚΆΣΤΗ: ἦλθον δὲ πρὸς κίνδυνον Ἀργείου δορός; [1081] ἌΓΓΕΛΟΣ: ἀκμήν γ’ ἐπ’ αὐτήν· ἀλλ’ ὁ Καδμείων Ἄρης κρείσσων κατέστη τοῦ Μυκηναίου δορός. [1083] ἸΟΚΆΣΤΗ: ἓν εἰπὲ πρὸς θεῶν, εἴ τι Πολυνείκους πέρι οἶσθ’· ὡς μέλει μοι καὶ τόδ’, εἰ λεύσσει φάος. [1085] ἌΓΓΕΛΟΣ: ζῇ σοι ξυνωρὶς ἐς τόδ’ ἡμέρας τέκνων. [1086] ἸΟΚΆΣΤΗ: εὐδαιμονοίης. πῶς γὰρ Ἀργείων δόρυ πυλῶν ἀπεστήσασθε πυργηρούμενοι; λέξον, γέροντα τυφλὸν ὡς κατὰ στέγας ἐλθοῦσα τέρψω, τῆσδε γῆς σεσῳσμένης. [1090] ἌΓΓΕΛΟΣ: ἐπεὶ Κρέοντος παῖς ὁ γῆς ὑπερθανὼν πύργων ἐπ’ ἄκρων στὰς μελάνδετον ξίφος λαιμῶν διῆκε τῇδε γῇ σωτήριον, λόχους ἔνειμεν ἑπτὰ καὶ λοχαγέτας πύλας ἐφ’ ἑπτά, φύλακας Ἀργείου δορός, σὸς παῖς, ἐφέδρους ⟨δ’⟩ ἱππότας μὲν ἱππόταις ἔταξ’, ὁπλίτας δ’ ἀσπιδηφόροις ἔπι, ὡς τῷ νοσοῦντι τειχέων εἴη δορὸς ἀλκὴ δι’ ὀλίγου. περγάμων δ’ ἀπ’ ὀρθίων λεύκασπιν εἰσορῶμεν Ἀργείων στρατὸν Τευμησὸν ἐκλιπόντα, καὶ τάφρου πέλας δρόμῳ ξυνῆψαν ἄστυ Καδμείας χθονός. παιὰν δὲ καὶ σάλπιγγες ἐκελάδουν ὁμοῦ ἐκεῖθεν ἔκ τε τειχέων ἡμῶν πάρα. καὶ πρῶτα μὲν προσῆγε Νηίταις πύλαις λόχον πυκναῖσιν ἀσπίσιν πεφρικότα ὁ τῆς κυναγοῦ Παρθενοπαῖος ἔκγονος, ἐπίσημ’ ἔχων οἰκεῖον ἐν μέσῳ σάκει, ἑκηβόλοις τόξοισιν Ἀταλάντην κάπρον χειρουμένην Αἰτωλόν. ἐς δὲ Προιτίδας πύλας ἐχώρει σφάγι’ ἔχων ἐφ’ ἅρματι ὁ μάντις Ἀμφιάραος, οὐ σημεῖ’ ἔχων ὑβρισμέν’, ἀλλὰ σωφρόνως ἄσημ’ ὅπλα. Ὠγύγια δ’ ἐς πυλώμαθ’ Ἱππομέδων ἄναξ ἔστειχ’ ἔχων σημεῖον ἐν μέσῳ σάκει στικτοῖς Πανόπτην ὄμμασιν δεδορκότα, τὰ μὲν σὺν ἄστρων ἐπιτολαῖσιν ὄμματα βλέποντα, τὰ δὲ κρύπτοντα δυνόντων μέτα, ὡς ὕστερον θανόντος εἰσορᾶν παρῆν. Ὁμολωίσιν δὲ τάξιν εἶχε πρὸς πύλαις Τυδεύς, λέοντος δέρος ἔχων ἐπ’ ἀσπίδι χαίτῃ πεφρικός· δεξιᾷ δὲ λαμπάδα Τιτὰν Προμηθεὺς ἔφερεν ὡς πρήσων πόλιν. ὁ σὸς δὲ Κρηναίαισι Πολυνείκης πύλαις Ἄρη προσῆγε· Ποτνιάδες δ’ ἐπ’ ἀσπίδι ἐπίσημα πῶλοι δρομάδες ἐσκίρτων φόβῳ, εὖ πως στρόφιγξιν ἔνδοθεν κυκλούμεναι πόρπαχ’ ὑπ’ αὐτόν, ὥστε μαίνεσθαι δοκεῖν. [1128] ἌΓΓΕΛΟΣ: ὁ δ’ οὐκ ἔλασσον Ἄρεος ἐς μάχην φρονῶν Καπανεὺς προσῆγε λόχον ἐπ’ Ἠλέκτραις πύλαις· σιδηρονώτοις δ’ ἀσπίδος τύποις ἐπῆν γίγας ἐπ’ ὤμοις γηγενὴς ὅλην πόλιν φέρων μοχλοῖσιν ἐξανασπάσας βάθρων, ὑπόνοιαν ἡμῖν οἷα πείσεται πόλις. ταῖς δ’ ἑβδόμαις Ἄδραστος ἐν πύλαισιν ἦν, ἑκατὸν ἐχίδναις ἀσπίδ’ ἐκπληρῶν γραφῇ, [ὕδρας ἔχων λαιοῖσιν ἐν βραχίοσιν] Ἀργεῖον αὔχημ’· ἐκ δὲ τειχέων μέσων δράκοντες ἔφερον τέκνα Καδμείων γνάθοις. παρῆν δ’ ἑκάστου τῶνδέ μοι θεάματα ξύνθημα παρφέροντι ποιμέσιν λόχων. καὶ πρῶτα μὲν τόξοισι καὶ μεσαγκύλοις ἐμαρνάμεσθα σφενδόναις θ’ ἑκηβόλοις πετρῶν τ’ ἀραγμοῖς· ὡς δ’ ἐνικῶμεν μάχῃ, ἔκλαγξε Τυδεὺς καὶ σὸς ἐξαίφνης γόνος· ὦ τέκνα Δαναῶν, πρὶν κατεξάνθαι βολαῖς, τί μέλλετ’ ἄρδην πάντες ἐμπίπτειν πύλαις, γυμνῆτες ἱππῆς ἁρμάτων τ’ ἐπιστάται; ἠχῆς δ’ ὅπως ἤκουσαν, οὔτις ἀργὸς ἦν· πολλοὶ δ’ ἔπιπτον κρᾶτας αἱματούμενοι, ἡμῶν τ’ ἐς οὖδας εἶδες ἂν πρὸ τειχέων πυκνοὺς κυβιστητῆρας ἐκπεπνευκότας· ξηρὰν δ’ ἔδευον γαῖαν αἵματος ῥοαῖς. ὁ δ’ Ἀρκάς, οὐκ Ἀργεῖος, Ἀταλάντης γόνος τυφὼς πύλαισιν ὥς τις ἐμπεσὼν βοᾷ πῦρ καὶ δικέλλας, ὡς κατασκάψων πόλιν· ἀλλ’ ἔσχε μαργῶντ’ αὐτὸν ἐναλίου θεοῦ Περικλύμενος παῖς λᾶαν ἐμβαλὼν κάρᾳ ἁμαξοπληθῆ, γεῖσ’ ἐπάλξεων ἄπο· ξανθὸν δὲ κρᾶτα διεπάλυνε καὶ ῥαφὰς ἔρρηξεν ὀστέων, ἄρτι δ’ οἰνωπὸν γένυν καθῃμάτωσεν· οὐδ’ ἀποίσεται βίον τῇ καλλιτόξῳ μητρὶ Μαινάλου κόρῃ. [1163] ἌΓΓΕΛΟΣ: ἐπεὶ δὲ τάσδ’ ἐσεῖδεν εὐτυχεῖς πύλας, ἄλλας ἐπῄει παῖς σός, εἱπόμην δ’ ἐγώ. ὁρῶ δὲ Τυδέα καὶ παρασπιστὰς πυκνοὺς Αἰτωλίσιν λόγχαισιν εἰς ἄκρον στόμα πύργων ἀκοντίζοντας, ὥστ’ ἐπάλξεων λιπεῖν ἐρίπνας φυγάδας· ἀλλά νιν πάλιν κυναγὸς ὡσεὶ παῖς σὸς ἐξαθροίζεται, πύργοις δ’ ἐπέστησ’ αὖθις. ἐς δ’ ἄλλας πύλας ἠπειγόμεσθα, τοῦτο παύσαντες νοσοῦν. Καπανεὺς δὲ πῶς εἴποιμ’ ἂν ὡς ἐμαίνετο; μακραύχενος γὰρ κλίμακος προσαμβάσεις ἔχων ἐχώρει, καὶ τοσόνδ’ ἐκόμπασε, μηδ’ ἂν τὸ σεμνὸν πῦρ νιν εἰργαθεῖν Διὸς τὸ μὴ οὐ κατ’ ἄκρων περγάμων ἑλεῖν πόλιν. καὶ ταῦθ’ ἅμ’ ἠγόρευε καὶ πετρούμενος ἀνεῖρφ’ ὑπ’ αὐτὴν ἀσπίδ’ εἱλίξας δέμας, κλίμακος ἀμείβων ξέστ’ ἐνηλάτων βάθρα. ἤδη δ’ ὑπερβαίνοντα γεῖσα τειχέων βάλλει κεραυνῷ Ζεύς νιν· ἐκτύπησε δὲ χθών, ὥστε δεῖσαι πάντας· ἐκ δὲ κλιμάκων [ἐσφενδονᾶτο χωρὶς ἀλλήλων μέλη, κόμαι μὲν εἰς Ὄλυμπον, αἷμα δ’ ἐς χθόνα, χεῖρες δὲ καὶ κῶλ’ ὡς κύκλωμ’ Ἰξίονος] εἱλίσσετ’· ἐς γῆν δ’ ἔμπυρος πίπτει νεκρός. ὡς δ’ εἶδ’ Ἄδραστος Ζῆνα πολέμιον στρατῷ, ἔξω τάφρου καθῖσεν Ἀργείων στρατόν. οἱ δ’ αὖ παρ’ ἡμῶν δεξιὸν Διὸς τέρας ἰδόντες ἐξήλαυνον ἁρμάτων ὄχους ἱππῆς ὁπλῖται, κἀς μέσ’ Ἀργείων ὅπλα συνῆψαν ἔγχη· πάντα δ’ ἦν ὁμοῦ κακά· ἔθνῃσκον ἐξέπιπτον ἀντύγων ἄπο, τροχοί τ’ ἐπήδων ἄξονές τ’ ἐπ’ ἄξοσι, νεκροὶ δὲ νεκροῖς ἐξεσωρεύονθ’ ὁμοῦ. πύργων μὲν οὖν γῆς ἔσχομεν κατασκαφὰς ἐς τὴν παροῦσαν ἡμέραν· εἰ δ’ εὐτυχὴς ἔσται τὸ λοιπὸν ἥδε γῆ, θεοῖς μέλει· καὶ νῦν γὰρ αὐτὴν δαιμόνων ἔσῳσέ τις. [1200] ΧΟΡΌΣ: καλὸν τὸ νικᾶν· εἰ δ’ ἀμείνον’ οἱ θεοὶ γνώμην ἔχουσιν — εὐτυχὴς εἴην ἐγώ. [1202] ἸΟΚΆΣΤΗ: καλῶς τὰ τῶν θεῶν καὶ τὰ τῆς τύχης ἔχει· παῖδές τε γάρ μοι ζῶσι κἀκπέφευγε γῆ. Κρέων δ’ ἔοικε τῶν ἐμῶν νυμφευμάτων τῶν τ’ Οἰδίπου δύστηνος ἀπολαῦσαι κακῶν, παιδὸς στερηθείς, τῇ πόλει μὲν εὐτυχῶς, ἰδίᾳ δὲ λυπρῶς. ἀλλ’ ἄνελθέ μοι πάλιν, τί τἀπὶ τούτοις παῖδ’ ἐμὼ δρασείετον. [1209] ἌΓΓΕΛΟΣ: ἔα τὰ λοιπά· δεῦρ’ ἀεὶ γὰρ εὐτυχεῖς. [1210] ἸΟΚΆΣΤΗ: τοῦτ’ εἰς ὕποπτον εἶπας· οὐκ ἐατέον. [1211] ἌΓΓΕΛΟΣ: μεῖζον τί χρῄζεις παῖδας ἢ σεσῳσμένους; [1212] ἸΟΚΆΣΤΗ: καὶ τἀπίλοιπά γ’ εἰ καλῶς πράσσω κλύειν. [1213] ἌΓΓΕΛΟΣ: μέθες μ’· ἔρημος παῖς ὑπασπιστοῦ σέθεν. [1214] ἸΟΚΆΣΤΗ: κακόν τι κεύθεις καὶ στέγεις ὑπὸ σκότῳ. [1215] ἌΓΓΕΛΟΣ: κοὐκ ἄν γε λέξαιμ’ ἐπ’ ἀγαθοῖσι σοῖς κακά. [1216] ἸΟΚΆΣΤΗ: ἢν μή γε φεύγων ἐκφύγῃς πρὸς αἰθέρα. [1217] ἌΓΓΕΛΟΣ: αἰαῖ· τί μ’ οὐκ εἴασας ἐξ εὐαγγέλου φήμης ἀπελθεῖν, ἀλλὰ μηνῦσαι κακά; τὼ παῖδε τὼ σὼ μέλλετον, τολμήματα αἴσχιστα, χωρὶς μονομαχεῖν παντὸς στρατοῦ, λέξαντες Ἀργείοισι Καδμείοισί τε ἐς κοινὸν οἷον μήποτ’ ὤφελον λόγον. Ἐτεοκλέης δ’ ὑπῆρξ’ ἀπ’ ὀρθίου σταθεὶς πύργου, κελεύσας σῖγα κηρῦξαι στρατῷ· [ἔλεξε δ’· ὦ γῆς Ἑλλάδος στρατηλάται] Δαναῶν ἀριστῆς, οἵπερ ἤλθετ’ ἐνθάδε, Κάδμου τε λαός, μήτε Πολυνείκους χάριν ψυχὰς ἀπεμπολᾶτε μήθ’ ἡμῶν ὕπερ. ἐγὼ γὰρ αὐτὸς τόνδε κίνδυνον μεθεὶς μόνος συνάψω συγγόνῳ τὠμῷ μάχην· κἂν μὲν κτάνω τόνδ’, οἶκον οἰκήσω μόνος, ἡσσώμενος δὲ τῷδε παραδώσω μόνῳ· ὑμεῖς δ’ ἀγῶν’ ἀφέντες, Ἀργεῖοι, χθόνα νίσεσθε, βίοτον μὴ λιπόντες ἐνθάδε, Σπαρτῶν τε λαὸς ἅλις ὅσος κεῖται νεκρός. τοσαῦτ’ ἔλεξε· σὸς δὲ Πολυνείκης γόνος ἐκ τάξεων ὤρουσε κἀπῄνει λόγους. πάντες δ’ ἐπερρόθησαν Ἀργεῖοι τάδε Κάδμου τε λαὸς ὡς δίκαι’ ἡγούμενοι. ἐπὶ τοῖσδε δ’ ἐσπείσαντο, κἀν μεταιχμίοις ὅρκους συνῆψαν ἐμμενεῖν στρατηλάται. ἤδη δ’ ἔκρυπτον σῶμα παγχάλκοις ὅπλοις δισσοὶ γέροντος Οἰδίπου νεανίαι· φίλοι δ’ ἐκόσμουν, τῆσδε μὲν πρόμον χθονὸς Σπαρτῶν ἀριστῆς, τὸν δὲ Δαναϊδῶν ἄκροι. ἔσταν δὲ λαμπρὼ χρῶμά τ’ οὐκ ἠλλαξάτην μαργῶντ’ ἐπ’ ἀλλήλοισιν ἱέναι δόρυ. παρεξιόντες δ’ ἄλλος ἄλλοθεν φίλων λόγοις ἐθάρσυνόν τε κἀξηύδων τάδε· Πολύνεικες, ἐν σοὶ Ζηνὸς ὀρθῶσαι βρέτας τρόπαιον Ἄργει τ’ εὐκλεᾶ δοῦναι λόγον· Ἐτεοκλέα δ’ αὖ· νῦν πόλεως ὑπερμαχεῖς, νῦν καλλίνικος γενόμενος σκήπτρων κρατεῖς. τάδ’ ἠγόρευον παρακαλοῦντες ἐς μάχην. μάντεις δὲ μῆλ’ ἔσφαζον, ἐμπύρους τ’ ἀκμὰς ῥήξεις τ’ ἐνώμων ὑγρότητ’ ἐναντίαν ἄκραν τε λαμπάδ’, ἣ δυοῖν ὅρους ἔχει, νίκης τε σῆμα καὶ τὸ τῶν ἡσσωμένων. ἀλλ’, εἴ τιν’ ἀλκὴν ἢ σοφοὺς ἔχεις λόγους ἢ φίλτρ’ ἐπῳδῶν, στεῖχ’, ἐρήτυσον τέκνα δεινῆς ἁμίλλης· ὡς ὁ κίνδυνος μέγας· κἄπαθλα δεινὰ δάκρυά σοι γενήσεται δισσοῖν στερείσῃ τῇδ’ ἐν ἡμέρᾳ τέκνοιν. [1264] ἸΟΚΆΣΤΗ: ὦ τέκνον ἔξελθ’ Ἀντιγόνη δόμων πάρος· οὐκ ἐν χορείαις οὐδὲ παρθενεύμασι νῦν σοι προχωρεῖ δαιμόνων κατάστασις, ἀλλ’ ἄνδρ’ ἀρίστω καὶ κασιγνήτω σέθεν ἐς θάνατον ἐκνεύοντε κωλῦσαί σε δεῖ ξὺν μητρὶ τῇ σῇ μὴ πρὸς ἀλλήλοιν θανεῖν. [1270] ἈΝΤΙΓΌΝΗ: τίν’, ὦ τεκοῦσα μῆτερ, ἔκπληξιν νέαν φίλοις ἀυτεῖς τῶνδε δωμάτων πάρος; [1272] ἸΟΚΆΣΤΗ: ὦ θύγατερ, ἔρρει σῶν κασιγνήτων βίος. [1273] ἈΝΤΙΓΌΝΗ: πῶς εἶπας; [1273] ἸΟΚΆΣΤΗ: αἰχμὴν ἐς μίαν καθέστατον. [1274] ἈΝΤΙΓΌΝΗ: οἲ ’γώ, τί λέξεις, μῆτερ; [1274] ἸΟΚΆΣΤΗ: οὐ φίλ’, ἀλλ’ ἕπου. [1275] ἈΝΤΙΓΌΝΗ: ποῖ, παρθενῶνας ἐκλιποῦσ’; [1275] ἸΟΚΆΣΤΗ: ἀνὰ στρατόν. [1276] ἈΝΤΙΓΌΝΗ: αἰδούμεθ’ ὄχλον. [1276] ἸΟΚΆΣΤΗ: οὐκ ἐν αἰσχύνῃ τὰ σά. [1277] ἈΝΤΙΓΌΝΗ: δράσω δὲ δὴ τί; [1277] ἸΟΚΆΣΤΗ: συγγόνων λύσεις ἔριν. [1278] ἈΝΤΙΓΌΝΗ: τί δρῶσα, μῆτερ; [1278] ἸΟΚΆΣΤΗ: προσπίτνουσ’ ἐμοῦ μέτα. [1279] ἈΝΤΙΓΌΝΗ: ἡγοῦ σὺ πρὸς μεταίχμι’· οὐ μελλητέον. [1280] ἸΟΚΆΣΤΗ: ἔπειγ’ ἔπειγε, θύγατερ· ὡς, ἢν μὲν φθάσω παῖδας πρὸ λόγχης, οὑμὸς ἐν φάει βίος· θανοῦσι δ’ αὐτοῖς συνθανοῦσα κείσομαι. [1284] ΧΟΡΌΣ: αἰαῖ αἰαῖ, τρομερὰν φρίκᾳ τρομερὰν φρέν’ ἔχω· διὰ σάρκα δ’ ἐμὰν ἔλεος ἔλεος ἔμολε μα- τέρος δειλαίας. δίδυμα τέκεα πότερος ἄρα πότερον αἱμάξει — ἰώ μοι πόνων, ἰὼ Ζεῦ, ἰὼ γᾶ — ὁμογενῆ δέραν, ὁμογενῆ ψυχὰν δι’ ἀσπίδων, δι’ αἱμάτων; τάλαιν’ ἐγὼ τάλαινα, πό- τερον ἄρα νέκυν ὀλόμενον ἰαχήσω; [1296] ΧΟΡΌΣ: φεῦ δᾶ φεῦ δᾶ, δίδυμοι θῆρες, φόνιαι ψυχαὶ δορὶ παλλόμεναι πέσεα πέσεα δάι’ αὐ- τίχ’ αἱμάξετον. τάλανες, ὅ τι ποτὲ μονομάχον ἐπὶ φρέν’ ἠλθέτην, βοᾷ βαρβάρῳ στενακτὰν ἰαχὰν μελομέναν νεκροῖς δάκρυσι θρηνήσω. σχεδὸν τύχα πέλας φόνου· κρινεῖ φάος τὸ μέλλον. ἄ- ποτμος ἄποτμος ὁ φόνος ἕνεκ’ Ἐρινύων. [1307] ΧΟΡΌΣ: ἀλλὰ γὰρ Κρέοντα λεύσσω τόνδε δεῦρο συννεφῆ πρὸς δόμους στείχοντα, παύσω τοὺς παρεστῶτας γόους. [1310] ΚΡΈΩΝ: οἴμοι, τί δράσω; πότερ’ ἐμαυτὸν ἢ πόλιν στένω δακρύσας, ἣν πέριξ ἔχει νέφος [τοιοῦτον ὥστε δι’ Ἀχέροντος ἱέναι;] ἐμός τε γὰρ παῖς γῆς ὄλωλ’ ὑπερθανών, τοὔνομα λαβὼν γενναῖον, ἀνιαρὸν δ’ ἐμοί· ὃν ἄρτι κρημνῶν ἐκ δρακοντείων ἑλὼν αὐτοσφαγῆ δύστηνος ἐκόμισ’ ἐν χεροῖν, βοᾷ δὲ δῶμα πᾶν· ἐγὼ δ’ ἥκω μέτα γέρων ἀδελφὴν γραῖαν Ἰοκάστην, ὅπως λούσῃ προθῆταί τ’ οὐκέτ’ ὄντα παῖδ’ ἐμόν. τοῖς γὰρ θανοῦσι χρὴ τὸν οὐ τεθνηκότα τιμὰς διδόντα χθόνιον εὐσεβεῖν θεόν. [1322] ΧΟΡΌΣ: βέβηκ’ ἀδελφὴ σή, Κρέων, ἔξω δόμων κόρη τε μητρὸς Ἀντιγόνη κοινῷ ποδί. [1324] ΚΡΈΩΝ: ποῖ; κἀπὶ ποίαν συμφοράν; σήμαινέ μοι. [1325] ΧΟΡΌΣ: ἤκουσε τέκνα μονομάχῳ μέλλειν δορὶ ἐς ἀσπίδ’ ἥξειν βασιλικῶν δόμων ὕπερ. [1327] ΚΡΈΩΝ: πῶς φῄς; νέκυν τοι παιδὸς ἀγαπάζων ἐμοῦ οὐκ ἐς τόδ’ ἦλθον ὥστε καὶ τάδ’ εἰδέναι. [1329] ΧΟΡΌΣ: ἀλλ’ οἴχεται μὲν σὴ κασιγνήτη πάλαι· δοκῶ δ’ ἀγῶνα τὸν περὶ ψυχῆς, Κρέον, ἤδη πεπρᾶχθαι παισὶ τοῖσιν Οἰδίπου. [1332] ΚΡΈΩΝ: οἴμοι, τὸ μὲν σημεῖον εἰσορῶ τόδε, σκυθρωπὸν ὄμμα καὶ πρόσωπον ἀγγέλου στείχοντος, ὃς πᾶν ἀγγελεῖ τὸ δρώμενον. [1335] ἌΓΓΕΛΟΣ: ὦ τάλας ἐγώ, τίν’ εἴπω μῦθον ἢ τίνας γόους; [1336] ΚΡΈΩΝ: οἰχόμεσθ’· οὐκ εὐπροσώποις φροιμίοις ἄρχῃ λόγου. [1337] ἌΓΓΕΛΟΣ: ὦ τάλας, δισσῶς ἀυτῶ· μεγάλα γὰρ φέρω κακά. [1338] ΚΡΈΩΝ: πρὸς πεπραγμένοισιν ἄλλοις πήμασιν. λέγεις δὲ τί; [1339] ἌΓΓΕΛΟΣ: οὐκέτ’ εἰσὶ σῆς ἀδελφῆς παῖδες ἐν φάει, Κρέον. [1340] ΚΡΈΩΝ: αἰαῖ· μεγάλα μοι θροεῖς πάθεα καὶ πόλει. ὦ δώματ’ εἰσηκούσατ’ Οἰδίπου τάδε παίδων ὁμοίαις συμφοραῖς ὀλωλότων; [1344] ΧΟΡΌΣ: ὥστ’ ἂν δακρῦσαί γ’, εἰ φρονοῦντ’ ἐτύγχανεν. [1345] ΚΡΈΩΝ: οἴμοι ξυμφορᾶς βαρυποτμωτάτας, [οἴμοι κακῶν δύστηνος· ὦ τάλας ἐγώ.] [1347] ἌΓΓΕΛΟΣ: εἰ καὶ τὰ πρὸς τούτοισί γ’ εἰδείης κακά. [1348] ΚΡΈΩΝ: καὶ πῶς γένοιτ’ ἂν τῶνδε δυσποτμώτερα; [1349] ἌΓΓΕΛΟΣ: τέθνηκ’ ἀδελφὴ σὴ δυοῖν παίδοιν μέτα. [1350] ΧΟΡΌΣ: ἀνάγετ’ ἀνάγετε κωκυ- τόν, ἐπὶ κάρα τε λευκοπήχεις κτύπους χεροῖν. [1352] ΚΡΈΩΝ: ὦ τλῆμον, οἷον τέρμον’, Ἰοκάστη, βίου γάμων τε τῶν σῶν Σφιγγὸς αἰνιγμοὺς ἔτλης. πῶς καὶ πέπρακται διπτύχων παίδων φόνος ἀρᾶς τ’ ἀγώνισμ’ Οἰδίπου; σήμαινέ μοι. [1356] ἌΓΓΕΛΟΣ: τὰ μὲν πρὸ πύργων εὐτυχήματα χθονὸς οἶσθ’· οὐ μακρὰν γὰρ τειχέων περιπτυχαί. [ὥστ’ οὐχ ἅπαντά σ’ εἰδέναι τὰ δρώμενα.] ἐπεὶ δὲ χαλκέοις σῶμ’ ἐκοσμήσανθ’ ὅπλοις οἱ τοῦ γέροντος Οἰδίπου νεανίαι, ἔστησαν ἐλθόντ’ ἐς μέσον μεταίχμιον [δισσὼ στρατηγὼ καὶ διπλὼ στρατηλάτα] ὡς εἰς ἀγῶνα μονομάχου τ’ ἀλκὴν δορός. βλέψας δ’ ἐπ’ Ἄργος ἧκε Πολυνείκης ἀράς· ὦ πότνι’ Ἥρα — σὸς γάρ εἰμ’, ἐπεὶ γάμοις ἔζευξ’ Ἀδράστου παῖδα καὶ ναίω χθόνα — δός μοι κτανεῖν ἀδελφόν, ἀντήρη δ’ ἐμὴν καθαιματῶσαι δεξιὰν νικηφόρον· — [αἴσχιστον αἰτῶν στέφανον, ὁμογενῆ κτανεῖν. πολλοῖς δ’ ἐπῄει δάκρυα τῆς τύχης ὅση, κἄβλεψαν ἀλλήλοισι διαδόντες κόρας.] Ἐτεοκλέης δὲ Παλλάδος χρυσάσπιδος βλέψας πρὸς οἶκον ηὔξατ’· ὦ Διὸς κόρη, δὸς ἔγχος ἡμῖν καλλίνικον ἐκ χερὸς ἐς στέρν’ ἀδελφοῦ τῆσδ’ ἀπ’ ὠλένης βαλεῖν κτανεῖν θ’ ὃς ἦλθε πατρίδα πορθήσων ἐμήν. ἐπεὶ δ’ ἀφείθη πυρσὸς ὣς Τυρσηνικῆς σάλπιγγος ἠχὴ σῆμα φοινίου μάχης, ᾖξαν δράμημα δεινὸν ἀλλήλοις ἔπι· κάπροι δ’ ὅπως θήγοντες ἀγρίαν γένυν ξυνῆψαν, ἀφρῷ διάβροχοι γενειάδας· ᾖσσον δὲ λόγχαις· ἀλλ’ ὑφίζανον κύκλοις, ὅπως σίδηρος ἐξολισθάνοι μάτην. εἰ δ’ ὄμμ’ ὑπερσχὸν ἴτυος ἅτερος μάθοι, λόγχην ἐνώμα, στόματι προφθῆναι θέλων. ἀλλ’ εὖ προσῆγον ἀσπίδων κεγχρώμασιν ὀφθαλμόν, ἀργὸν ὥστε γίγνεσθαι δόρυ. πλείων δὲ τοῖς ὁρῶσιν ἐστάλασσ’ ἱδρὼς ἢ τοῖσι δρῶσι, διὰ φίλων ὀρρωδίαν. [1390] ἌΓΓΕΛΟΣ: Ἐτεοκλέης δὲ ποδὶ μεταψαίρων πέτρον ἴχνους ὑπόδρομον, κῶλον ἐκτὸς ἀσπίδος τίθησι· Πολυνείκης δ’ ἀπήντησεν δορί, πληγὴν σιδήρῳ παραδοθεῖσαν εἰσιδών, κνήμην τε διεπέρασεν Ἀργεῖον δόρυ· στρατὸς δ’ ἀνηλάλαξε Δαναϊδῶν ἅπας. κἀν τῷδε μόχθῳ γυμνὸν ὦμον εἰσιδὼν ὁ πρόσθε τρωθεὶς στέρνα Πολυνείκους βίᾳ διῆκε λόγχην, κἀπέδωκεν ἡδονὰς Κάδμου πολίταις, ἀπὸ δ’ ἔθραυσ’ ἄκρον δόρυ. ἐς δ’ ἄπορον ἥκων δορὸς ἐπὶ σκέλος πάλιν χωρεῖ, λαβὼν δ’ ἀφῆκε μάρμαρον πέτρον μέσον δ’ ἄκοντ’ ἔθραυσεν· ἐξ ἴσου δ’ Ἄρης ἦν, κάμακος ἀμφοῖν χεῖρ’ ἀπεστερημένοιν. ἔνθεν δὲ κώπας ἁρπάσαντε φασγάνων ἐς ταὐτὸν ἧκον, συμβαλόντε δ’ ἀσπίδας πολὺν ταραγμὸν ἀμφιβάντ’ εἶχον μάχης. καί πως νοήσας Ἐτεοκλῆς τὸ Θεσσαλὸν ἐσήγαγεν σόφισμ’ ὁμιλίᾳ χθονός. ἐξαλλαγεὶς γὰρ τοῦ παρεστῶτος πόνου, λαιὸν μὲν ἐς τοὔπισθεν ἀμφέρει πόδα, πρόσω τὰ κοῖλα γαστρὸς εὐλαβούμενος, προβὰς δὲ κῶλον δεξιὸν δι’ ὀμφαλοῦ καθῆκεν ἔγχος σφονδύλοις τ’ ἐνήρμοσεν. ὁμοῦ δὲ κάμψας πλευρὰ καὶ νηδὺν τάλας σὺν αἱματηραῖς σταγόσι Πολυνείκης πίτνει. ὃ δ’, ὡς κρατῶν δὴ καὶ νενικηκὼς μάχῃ, ξίφος δικὼν ἐς γαῖαν ἐσκύλευέ νιν τὸν νοῦν πρὸς αὑτὸν οὐκ ἔχων, ἐκεῖσε δέ. ὃ καί νιν ἔσφηλ’· ἔτι γὰρ ἐμπνέων βραχύ, σῴζων σίδηρον ἐν λυγρῷ πεσήματι, μόλις μέν, ἐξέτεινε δ’ εἰς ἧπαρ ξίφος. Ἐτεοκλέους ὁ πρόσθε Πολυνείκης πεσών. γαῖαν δ’ ὀδὰξ ἑλόντες ἀλλήλων πέλας πίπτουσιν ἄμφω κοὐ διώρισαν κράτος. [1425] ΧΟΡΌΣ: φεῦ φεῦ, κακῶν σῶν, Οἰδίπου, σ’ ὅσον στένω· τὰς σὰς δ’ ἀρὰς ἔοικεν ἐκπλῆσαι θεός. [1427] ἌΓΓΕΛΟΣ: ἄκουε δή νυν καὶ τὰ πρὸς τούτοις κακά. ἐπεὶ τέκνω πεσόντ’ ἐλειπέτην βίον, ἐν τῷδε μήτηρ ἡ τάλαινα προσπίτνει σὺν παρθένῳ τε καὶ προθυμίᾳ ποδός. τετρωμένους δ’ ἰδοῦσα καιρίους σφαγὰς ᾤμωξεν· ὦ τέκν’, ὑστέρα βοηδρόμος πάρειμι. προσπίτνουσα δ’ ἐν μέρει τέκνα ἔκλαι’, ἐθρήνει, τὸν πολὺν μαστῶν πόνον στένουσ’, ἀδελφή θ’ ἡ παρασπίζουσ’ ὁμοῦ· ὦ γηροβοσκὼ μητρός, ὦ γάμους ἐμοὺς προδόντ’ ἀδελφὼ φιλτάτω. στέρνων δ’ ἄπο φύσημ’ ἀνεὶς δύσθνητον Ἐτεοκλῆς ἄναξ ἤκουσε μητρός, κἀπιθεὶς ὑγρὰν χέρα φωνὴν μὲν οὐκ ἀφῆκεν, ὀμμάτων δ’ ἄπο προσεῖπε δακρύοις, ὥστε σημῆναι φίλα. ὃ δ’ ἦν ἔτ’ ἔμπνους, πρὸς κασιγνήτην δ’ ἰδὼν γραῖάν τε μητέρ’ εἶπε Πολυνείκης τάδε· Ἀπωλόμεσθα, μῆτερ· οἰκτίρω δὲ σὲ καὶ τήνδ’ ἀδελφὴν καὶ κασίγνητον νεκρόν. φίλος γὰρ ἐχθρὸς ἐγένετ’, ἀλλ’ ὅμως φίλος. θάψον δέ μ’, ὦ τεκοῦσα, καὶ σύ, σύγγονε, ἐν γῇ πατρῴᾳ, καὶ πόλιν θυμουμένην παρηγορεῖτον, ὡς τοσόνδε γοῦν τύχω χθονὸς πατρῴας, κεἰ δόμους ἀπώλεσα. ξυνάρμοσον δὲ βλέφαρά μου τῇ σῇ χερί, μῆτερ — τίθησι δ’ αὐτὸς ὀμμάτων ἔπι — καὶ χαίρετ’· ἤδη γάρ με περιβάλλει σκότος. ἄμφω δ’ ἅμ’ ἐξέπνευσαν ἄθλιον βίον. μήτηρ δ’, ὅπως ἐσεῖδε τήνδε συμφοράν, ὑπερπαθήσασ’, ἥρπασ’ ἐκ νεκρῶν ξίφος κἄπραξε δεινά· διὰ μέσου γὰρ αὐχένος ὠθεῖ σίδηρον, ἐν δὲ τοῖσι φιλτάτοις θανοῦσα κεῖται περιβαλοῦσ’ ἀμφοῖν χέρας. ἀνῇξε δ’ ὀρθὸς λαὸς εἰς ἔριν λόγων, ἡμεῖς μὲν ὡς νικῶντα δεσπότην ἐμόν, οἳ δ’ ὡς ἐκεῖνον. ἦν δ’ ἔρις στρατηλάταις, οἳ μὲν πατάξαι πρόσθε Πολυνείκη δορί, οἳ δ’ ὡς θανόντων οὐδαμοῦ νίκη πέλοι. κἀν τῷδ’ ὑπεξῆλθ’ Ἀντιγόνη στρατοῦ δίχα. οἳ δ’ εἰς ὅπλ’ ᾖσσον· εὖ δέ πως προμηθίᾳ καθῆστο Κάδμου λαὸς ἀσπίδων ἔπι· κἄφθημεν οὔπω τεύχεσιν πεφραγμένον Ἀργεῖον ἐσπεσόντες ἐξαίφνης στρατόν. κοὐδεὶς ὑπέστη, πεδία δ’ ἐξεπίμπλασαν φεύγοντες, ἔρρει δ’ αἷμα μυρίων νεκρῶν λόγχαις πιτνόντων. ὡς δ’ ἐνικῶμεν μάχῃ, οἳ μὲν Διὸς τροπαῖον ἵστασαν βρέτας, οἳ δ’ ἀσπίδας συλῶντες Ἀργείων νεκρῶν σκυλεύματ’ εἴσω τειχέων ἐπέμπομεν. ἄλλοι δὲ τοὺς θανόντας Ἀντιγόνης μέτα νεκροὺς φέρουσιν ἐνθάδ’ οἰκτίσαι φίλοις. πόλει δ’ ἀγῶνες οἳ μὲν εὐτυχέστατοι τῇδ’ ἐξέβησαν, οἳ δὲ δυστυχέστατοι. [1480] ΧΟΡΌΣ: οὐκ εἰς ἀκοὰς ἔτι δυστυχία δώματος ἥκει· πάρα γὰρ λεύσσειν πτώματα νεκρῶν τρισσῶν ἤδη τάδε πρὸς μελάθροις κοινῷ θανάτῳ σκοτίαν αἰῶνα λαχόντων. [1485] ἈΝΤΙΓΌΝΗ: οὐ προκαλυπτομένα βοτρυχώδεος ἁβρὰ παρηίδος οὐδ’ ὑπὸ παρθενί- ας τὸν ὑπὸ βλεφάροις φοίνικ’, ἐρύθημα προσώπου, αἰδομένα φέρομαι βάκχα νεκύ- ων, κράδεμνα δικοῦσα κόμας ἀπ’ ἐ- μᾶς, στολίδος κροκόεσσαν ἀνεῖσα τρυφάν, ἁγεμόνευμα νεκροῖσι πολύστονον. αἰαῖ, ἰώ μοι. ὦ Πολύνεικες, ἔφυς ἄρ’ ἐπώνυμος· ὤμοι μοι, Θῆβαι· σὰ δ’ ἔρις — οὐκ ἔρις, ἀλλὰ φόνῳ φόνος — Οἰδιπόδα δόμον ὤλεσε κρανθεῖσ’ αἵματι δεινῷ, αἵματι λυγρῷ. τίνα προσῳδὸν ἢ τίνα μουσοπόλον στοναχὰν ἐπὶ δάκρυσι δάκρυσιν, ὦ δόμος, ὦ δόμος, ἀγκαλέσωμαι, τρισσὰ φέρουσα τάδ’ αἵματα σύγγονα, ματέρα καὶ τέκνα, χάρματ’ Ἐρινύος; ἃ δόμον Οἰδιπόδα πρόπαν ὤλεσε, τᾶς ἀγρίας ὅτε δυσξυνέτου ξυνετὸν μέλος ἔγνω Σφιγγὸς ἀοιδοῦ σῶμα φονεύσας. ἰώ μοί μοι, πάτερ, τίς Ἑλλὰς ἢ βάρβαρος ἢ τῶν προπάροιθ’ εὐγενετᾶν ἕτερος ἔτλα κακῶν τοσῶνδ’ αἵματος ἁμερίου τοιάδ’ ἄχεα φανερά; τάλαιν’, ὡς ἐλελίζει — τίς ἄρ’ ὄρνις, ἢ δρυὸς ἢ ἐλάτας ἀκροκόμοις ἀμφὶ κλάδοις ἑζομένα, μονομάτορσιν ὀδυρμοῖς ἐμοῖς ἄχεσι συνῳδός; αἴλινον αἰάγμασιν ἃ τοῖσδε προκλαίω μονάδ’ αἰ- ῶνα διάξουσα τὸν αἰεὶ χρόνον ἐν λειβομένοισιν δάκρυσιν [ἰαχήσω]. τίν’ ἐπὶ πρῶτον ἀπὸ χαί- τας σπαραγμοῖς ἀπαρχὰς βάλω; ματρὸς ἐμᾶς ἢ διδύμοι- σι γάλακτος παρὰ μαστοῖς ἢ πρὸς ἀδελ- φῶν οὐλόμεν’ αἰκίσματα νεκρῶν; ὀτοτοτοῖ λεῖπε σοὺς δόμους, ἀλαὸν ὄμμα φέρων, πάτερ γεραιέ, δεῖξον, Οἰδιπόδα, σὸν αἰῶνα μέλεον, ὃς †ἐπὶ δώμασιν ἀέριον σκότον ὄμμασι† σοῖσι βαλὼν ἕλκεις μακρόπνουν ζόαν. κλύεις, ὦ κατ’ αὐλὰν ἀλαίνων γεραιὸν πόδ’ ἢ δεμνίοις δύ- στανος ἰαύων; [1539] ΟἸΔΊΠΟΥΣ: τί μ’, ὦ παρθένε, βακτρεύμασι τυφλοῦ ποδὸς ἐξάγαγες ἐς φῶς λεχήρη σκοτίων ἐκ θαλάμων οἰκ- τροτάτοισιν δακρύοισιν, πολιὸν αἰθέρος ἀφανὲς εἴδωλον ἢ νέκυν ἔνερθεν ἢ πτανὸν ὄνειρον; [1546] ἈΝΤΙΓΌΝΗ: δυστυχὲς ἀγγελίας ἔπος οἴσῃ, πάτερ, οὐκέτι σοι τέκνα λεύσσει φάος οὐδ’ ἄλοχος, παραβάκτροις ἃ πόδα σὸν τυφλόπουν θεραπεύμασιν αἰὲν ἐμόχθει, ⟨ὦ⟩ πάτερ, ὤμοι. [1551] ΟἸΔΊΠΟΥΣ: ὤμοι ἐμῶν παθέων· πάρα γὰρ στενάχειν τάδ’, ἀυτεῖν. τρισσαὶ ψυχαί· ποίᾳ μοίρᾳ πῶς ἔλιπον φάος; ὦ τέκνον, αὔδα. [1555] ἈΝΤΙΓΌΝΗ: οὐκ ἐπ’ ὀνείδεσιν οὐδ’ ἐπιχάρμασιν, ἀλλ’ ὀδύναισι λέγω· σὸς ἀλάστωρ ξίφεσιν βρίθων καὶ πυρὶ καὶ σχετλίαισι μάχαις ἐπὶ παῖδας ἔβα σούς, ὦ πάτερ, ὤ μοι. [1560] ΟἸΔΊΠΟΥΣ: αἰαῖ. [1560] ἈΝΤΙΓΌΝΗ: τί τάδε καταστένεις, [1561] ΟἸΔΊΠΟΥΣ: τέκνα. [1561] ἈΝΤΙΓΌΝΗ: δι’ ὀδύνας ἔβας· εἰ δὲ τέθριππά γ’ ἔθ’ ἅρματα λεύσσων ἀελίου τάδε σώματα νεκρῶν ὄμματος αὐγαῖς σαῖς ἐπενώμας — [1565] ΟἸΔΊΠΟΥΣ: τῶν μὲν ἐμῶν τεκέων φανερὸν κακόν· ἁ δὲ τάλαιν’ ἄλοχος τίνι μοι, τέκνον, ὤλετο μοίρᾳ; [1567] ἈΝΤΙΓΌΝΗ: δάκρυα γοερὰ φανερὰ πᾶσι τιθεμένα, τέκεσι μαστὸν ἔφερεν ἔφερεν ἱκέτις ἱκέτιν ὀρομένα. ηὗρε δ’ ἐν Ἠλέκτραισι πύλαις τέκνα λωτοτρόφον κατὰ λείμακα λόγχαις, κοινὸν ἐνυάλιον, μάτηρ, ὥστε λέοντας ἐναύλους, μαρναμένους ἐπὶ τραύμασιν, αἵματος ἤδη ψυχρὰν λοιβὰν φονίαν, ἃν ἔλαχ’ Ἅιδας, ὤπασε δ’ Ἄρης· χαλκόκροτον δὲ λαβοῦσα νεκρῶν πάρα φάσγανον εἴσω σαρκὸς ἔβαψεν, ἄχει δὲ τέκνων ἔπεσ’ ἀμφὶ τέκνοισι. πάντα δ’ ἐν ἄματι τῷδε συνάγαγεν, ὦ πάτερ, ἁμετέροισι δόμοισιν ἄχη θεὸς ὃς τάδε τελευτᾷ. [1582] ΧΟΡΌΣ: πολλῶν κακῶν κατῆρξεν Οἰδίπου δόμοις τόδ’ ἦμαρ· εἴη δ’ εὐτυχέστερος βίος. [1584] ΚΡΈΩΝ: οἴκτων μὲν ἤδη λήγεθ’, ὡς ὥρα τάφου μνήμην τίθεσθαι· τόνδε δ’, Οἰδίπου, λόγον ἄκουσον· ἀρχὰς τῆσδε γῆς ἔδωκέ μοι Ἐτεοκλέης παῖς σός, γάμων φερνὰς διδοὺς Αἵμονι κόρης τε λέκτρον Ἀντιγόνης σέθεν. οὐκ οὖν σ’ ἐάσω τήνδε γῆν οἰκεῖν ἔτι· σαφῶς γὰρ εἶπε Τειρεσίας οὐ μή ποτε σοῦ τήνδε γῆν οἰκοῦντος εὖ πράξειν πόλιν. ἀλλ’ ἐκκομίζου. καὶ τάδ’ οὐχ ὕβρει λέγω οὐδ’ ἐχθρὸς ὢν σός, διὰ δὲ τοὺς ἀλάστορας τοὺς σοὺς δεδοικὼς μή τι γῆ πάθῃ κακόν. [1595] ΟἸΔΊΠΟΥΣ: ὦ μοῖρ’, ἀπ’ ἀρχῆς ὥς μ’ ἔφυσας ἄθλιον καὶ τλήμον’, εἴ τις ἄλλος ἀνθρώπων ἔφυ· ὃν καὶ πρὶν ἐς φῶς μητρὸς ἐκ γονῆς μολεῖν, ἄγονον Ἀπόλλων Λαΐῳ μ’ ἐθέσπισεν φονέα γενέσθαι πατρός· ὦ τάλας ἐγώ. ἐπεὶ δ’ ἐγενόμην, αὖθις ὁ σπείρας πατὴρ κτείνει με νομίσας πολέμιον πεφυκέναι· χρῆν γὰρ θανεῖν νιν ἐξ ἐμοῦ· πέμπει δέ με μαστὸν ποθοῦντα θηρσὶν ἄθλιον βοράν· οὗ σῳζόμεσθα — Ταρτάρου γὰρ ὤφελεν ἐλθεῖν Κιθαιρὼν εἰς ἄβυσσα χάσματα, ὅς μ’ οὐ διώλεσ’, ἀλλὰ … … δουλεῦσαί τέ μοι δαίμων ἔδωκε Πόλυβον ἀμφὶ δεσπότην. κτανὼν δ’ ἐμαυτοῦ πατέρ’ ὁ δυσδαίμων ἐγὼ ἐς μητρὸς ἦλθον τῆς ταλαιπώρου λέχος, παῖδάς τ’ ἀδελφοὺς ἔτεκον, οὓς ἀπώλεσα, ἀρὰς παραλαβὼν Λαΐου καὶ παισὶ δούς. οὐ γὰρ τοσοῦτον ἀσύνετος πέφυκ’ ἐγὼ ὥστ’ εἰς ἔμ’ ὄμματ’ ἔς τ’ ἐμῶν παίδων βίον ἄνευ θεῶν του ταῦτ’ ἐμηχανησάμην. εἶἑν· τί δράσω δῆθ’ ὁ δυσδαίμων ἐγώ; τίς ἡγεμών μοι ποδὸς ὁμαρτήσει τυφλοῦ; ἥδ’ ἡ θανοῦσα; ζῶσά γ’ ἂν σάφ’ οἶδ’ ὅτι. ἀλλ’ εὔτεκνος ξυνωρίς; ἀλλ’ οὐκ ἔστι μοι. ἀλλ’ ἔτι νεάζων αὐτὸς εὕροιμ’ ἂν βίον; πόθεν; τί μ’ ἄρδην ὧδ’ ἀποκτείνεις, Κρέον; ἀποκτενεῖς γάρ, εἴ με γῆς ἔξω βαλεῖς. οὐ μὴν ἑλίξας γ’ ἀμφὶ σὸν χεῖρας γόνυ κακὸς φανοῦμαι· τὸ γὰρ ἐμόν ποτ’ εὐγενὲς οὐκ ἂν προδοίην, οὐδέ περ πράσσων κακῶς. [1625] ΚΡΈΩΝ: σοί τ’ εὖ λέλεκται γόνατα μὴ χρῴζειν ἐμά, ἐγὼ δὲ ναίειν σ’ οὐκ ἐάσαιμ’ ἂν χθόνα. νεκρῶν δὲ τῶνδε τὸν μὲν ἐς δόμους χρεὼν ἤδη κομίζειν, τόνδε δ’, ὃς πέρσων πόλιν πατρίδα σὺν ἄλλοις ἦλθε, Πολυνείκους νέκυν ἐκβάλετ’ ἄθαπτον τῆσδ’ ὅρων ἔξω χθονός. κηρύξεται δὲ πᾶσι Καδμείοις τάδε· ὃς ἂν νεκρὸν τόνδ’ ἢ καταστέφων ἁλῷ ἢ γῇ καλύπτων, θάνατον ἀνταλλάξεται. [ἐᾶν δ’ ἄκλαυτον, ἄταφον, οἰωνοῖς βοράν.] σὺ δ’ ἐκλιποῦσα τριπτύχους θρήνους νεκρῶν κόμιζε σαυτήν, Ἀντιγόνη, δόμων ἔσω καὶ παρθενεύου τὴν ἰοῦσαν ἡμέραν μένουσ’, ἐν ᾗ σε λέκτρον Αἵμονος μένει. [1639] ἈΝΤΙΓΌΝΗ: ὦ πάτερ, ἐν οἵοις κείμεθ’ ἄθλιοι κακοῖς. ὥς σε στενάζω τῶν τεθνηκότων πλέον· οὐ γὰρ τὸ μέν σοι βαρὺ κακῶν, τὸ δ’ οὐ βαρύ, ἀλλ’ εἰς ἅπαντα δυστυχὴς ἔφυς, πάτερ. ἀτὰρ σ’ ἐρωτῶ τὸν νεωστὶ κοίρανον· τί τόνδ’ ὑβρίζεις πατέρ’ ἀποστέλλων χθονός; τί θεσμοποιεῖς ἐπὶ ταλαιπώρῳ νεκρῷ; [1646] ΚΡΈΩΝ: Ἐτεοκλέους βουλεύματ’, οὐχ ἡμῶν, τάδε. [1647] ἈΝΤΙΓΌΝΗ: ἄφρονά γε, καὶ σὺ μῶρος ὃς ἐπίθου τάδε. [1648] ΚΡΈΩΝ: πῶς; τἀντεταλμέν’ οὐ δίκαιον ἐκπονεῖν; [1649] ἈΝΤΙΓΌΝΗ: οὔκ, ἢν πονηρά γ’ ᾖ κακῶς τ’ εἰρημένα. [1650] ΚΡΈΩΝ: τί δ’; οὐ δικαίως ὅδε κυσὶν δοθήσεται; [1651] ἈΝΤΙΓΌΝΗ: οὐκ ἔννομον γὰρ τὴν δίκην πράσσεσθέ νιν. [1652] ΚΡΈΩΝ: εἴπερ γε πόλεως ἐχθρὸς ἦν οὐκ ἐχθρὸς ὤν. [1653] ἈΝΤΙΓΌΝΗ: οὐκοῦν ἔδωκε τῇ τύχῃ τὸν δαίμονα. [1654] ΚΡΈΩΝ: καὶ τῷ τάφῳ νυν τὴν δίκην παρασχέτω. [1655] ἈΝΤΙΓΌΝΗ: τί πλημμελήσας, τὸ μέρος εἰ μετῆλθε γῆς; [1656] ΚΡΈΩΝ: ἄταφος ὅδ’ ἁνήρ, ὡς μάθῃς, γενήσεται. [1657] ἈΝΤΙΓΌΝΗ: ἐγώ σφε θάψω, κἂν ἀπεννέπῃ πόλις. [1658] ΚΡΈΩΝ: σαυτὴν ἄρ’ ἐγγὺς τῷδε συνθάψεις νεκρῷ. [1659] ἈΝΤΙΓΌΝΗ: ἀλλ’ εὐκλεές τοι δύο φίλω κεῖσθαι πέλας. [1660] ΚΡΈΩΝ: λάζυσθε τήνδε κἀς δόμους κομίζετε. [1661] ἈΝΤΙΓΌΝΗ: οὐ δῆτ’, ἐπεὶ τοῦδ’ οὐ μεθήσομαι νεκροῦ. [1662] ΚΡΈΩΝ: ἔκριν’ ὁ δαίμων, παρθέν’, οὐχ ἃ σοὶ δοκεῖ. [1663] ἈΝΤΙΓΌΝΗ: κἀκεῖνο κέκριται, μὴ ἐφυβρίζεσθαι νεκρούς. [1664] ΚΡΈΩΝ: ὡς οὔτις ἀμφὶ τῷδ’ ὑγρὰν θήσει κόνιν. [1665] ἈΝΤΙΓΌΝΗ: ναὶ πρός σε τῆσδε μητρὸς Ἰοκάστης, Κρέον. [1666] ΚΡΈΩΝ: μάταια μοχθεῖς· οὐ γὰρ ἂν τύχοις τάδε. [1667] ἈΝΤΙΓΌΝΗ: σὺ δ’ ἀλλὰ νεκρῷ λουτρὰ περιβαλεῖν μ’ ἔα. [1668] ΚΡΈΩΝ: ἓν τοῦτ’ ἂν εἴη τῶν ἀπορρήτων πόλει. [1669] ἈΝΤΙΓΌΝΗ: ἀλλ’ ἀμφὶ τραύματ’ ἄγρια τελαμῶνας βαλεῖν. [1670] ΚΡΈΩΝ: οὐκ ἔσθ’ ὅπως σὺ τόνδε τιμήσεις νέκυν. [1671] ἈΝΤΙΓΌΝΗ: ὦ φίλτατ’, ἀλλὰ στόμα γε σὸν προσπτύξομαι. [1672] ΚΡΈΩΝ: οὐ μὴ ἐς γάμους σοὺς συμφορὰν κτήσῃ γόοις. [1673] ἈΝΤΙΓΌΝΗ: ἦ γὰρ γαμοῦμαι ζῶσα παιδὶ σῷ ποτε; [1674] ΚΡΈΩΝ: πολλή σ’ ἀνάγκη· ποῖ γὰρ ἐκφεύξῃ λέχος; [1675] ἈΝΤΙΓΌΝΗ: νὺξ ἆρ’ ἐκείνη Δαναΐδων μ’ ἕξει μίαν. [1676] ΚΡΈΩΝ: εἶδες τὸ τόλμημ’ οἷον ἐξωνείδισεν; [1677] ἈΝΤΙΓΌΝΗ: ἴστω σίδηρος ὅρκιόν τέ μοι ξίφος. [1678] ΚΡΈΩΝ: τί δ’ ἐκπροθυμῇ τῶνδ’ ἀπηλλάχθαι γάμων; [1679] ἈΝΤΙΓΌΝΗ: συμφεύξομαι τῷδ’ ἀθλιωτάτῳ πατρί. [1680] ΚΡΈΩΝ: γενναιότης σοι, μωρία δ’ ἔνεστί τις. [1681] ἈΝΤΙΓΌΝΗ: καὶ ξυνθανοῦμαί γ’, ὡς μάθῃς περαιτέρω. [1682] ΚΡΈΩΝ: ἴθ’, οὐ φονεύσεις παῖδ’ ἐμόν, λίπε χθόνα. [1683] ΟἸΔΊΠΟΥΣ: ὦ θύγατερ, αἰνῶ μέν σε τῆς προθυμίας. [1684] ἈΝΤΙΓΌΝΗ: ἀλλ’ εἰ γαμοίμην, σὺ δὲ μόνος φεύγοις, πάτερ; [1685] ΟἸΔΊΠΟΥΣ: μέν’ εὐτυχοῦσα, τἄμ’ ἐγὼ στέρξω κακά. [1686] ἈΝΤΙΓΌΝΗ: καὶ τίς σε τυφλὸν ὄντα θεραπεύσει, πάτερ; [1687] ΟἸΔΊΠΟΥΣ: πεσὼν ὅπου μοι μοῖρα κείσομαι πέδῳ. [1688] ἈΝΤΙΓΌΝΗ: ὁ δ’ Οἰδίπους ποῦ καὶ τὰ κλείν’ αἰνίγματα; [1689] ΟἸΔΊΠΟΥΣ: ὄλωλ’· ἓν ἦμάρ μ’ ὤλβισ’, ἓν δ’ ἀπώλεσεν. [1690] ἈΝΤΙΓΌΝΗ: οὔκουν μετασχεῖν κἀμὲ δεῖ τῶν σῶν κακῶν; [1691] ΟἸΔΊΠΟΥΣ: αἰσχρὰ φυγὴ θυγατρὶ σὺν τυφλῷ πατρί. [1692] ἈΝΤΙΓΌΝΗ: οὔ, σωφρονούσῃ γ’, ἀλλὰ γενναία, πάτερ. [1693] ΟἸΔΊΠΟΥΣ: προσάγαγέ νύν με, μητρὸς ὡς ψαύσω σέθεν. [1694] ἈΝΤΙΓΌΝΗ: ἰδού, γεραιᾶς φιλτάτης ψαῦσον χερί. [1695] ΟἸΔΊΠΟΥΣ: ὦ μῆτερ, ὦ ξυνάορ’ ἀθλιωτάτη. [1696] ἈΝΤΙΓΌΝΗ: οἰκτρὰ πρόκειται, πάντ’ ἔχουσ’ ὁμοῦ κακά. [1697] ΟἸΔΊΠΟΥΣ: Ἐτεοκλέους δὲ πτῶμα Πολυνείκους τε ποῦ; [1698] ἈΝΤΙΓΌΝΗ: τώδ’ ἐκτάδην σοι κεῖσθον ἀλλήλοιν πέλας. [1699] ΟἸΔΊΠΟΥΣ: πρόσθες τυφλὴν χεῖρ’ ἐπὶ πρόσωπα δυστυχῆ. [1700] ἈΝΤΙΓΌΝΗ: ἰδού, θανόντων σῶν τέκνων ἅπτου χερί. [1701] ΟἸΔΊΠΟΥΣ: ὦ φίλα πεσήματ’ ἄθλι’ ἀθλίου πατρός. [1702] ἈΝΤΙΓΌΝΗ: ὦ φίλτατον δῆτ’ ὄνομα Πολυνείκους ἐμοί. [1703] ΟἸΔΊΠΟΥΣ: νῦν χρησμός, ὦ παῖ, Λοξίου περαίνεται. [1704] ἈΝΤΙΓΌΝΗ: ὁ ποῖος; ἀλλ’ ἦ πρὸς κακοῖς ἐρεῖς κακά; [1705] ΟἸΔΊΠΟΥΣ: ἐν ταῖς Ἀθήναις κατθανεῖν μ’ ἀλώμενον. [1706] ἈΝΤΙΓΌΝΗ: ποῦ; τίς σε πύργος Ἀτθίδος προσδέξεται; [1707] ΟἸΔΊΠΟΥΣ: ἱερὸς Κολωνός, δώμαθ’ ἱππίου θεοῦ. ἀλλ’ εἶα, τυφλῷ τῷδ’ ὑπηρέτει πατρί, ἐπεὶ προθυμῇ τῆσδε κοινοῦσθαι φυγῆς. [1710] ἈΝΤΙΓΌΝΗ: ἴθ’ ἐς φυγὰν τάλαιναν· ὄρεγε χέρα φίλαν, πάτερ γεραιέ, πομπίμαν ἔχων ἔμ’ ὥστε ναυσίπομπον αὔραν. [1713] ΟἸΔΊΠΟΥΣ: ⟨ἰδοὺ⟩ ἰδού, πορεύομαι· τέκνον, σύ μοι ποδαγὸς ἀθλία γενοῦ. [1716] ἈΝΤΙΓΌΝΗ: γενόμεθα γενόμεθ’, ἄθλιαί γε δῆτα Θηβαιᾶν μάλιστα παρθένων. [1718] ΟἸΔΊΠΟΥΣ: πόθι γεραιὸν ἴχνος τίθημι; βάκτρα πρόσφερ’, ὦ τέκνον. [1720] ἈΝΤΙΓΌΝΗ: τᾷδε τᾷδε βᾶθί μοι, τᾷδε τᾷδε πόδα τιθείς, ὥστ’ ὄνειρον ἰσχύν. [1723] ΟἸΔΊΠΟΥΣ: ἰὼ ἰώ, δυστυχεστάτας φυγὰς ἐλαύνων τὸν γέροντά μ’ ἐκ πάτρας. ἰὼ ἰώ, δεινὰ δείν’ ἐγὼ τλάς. [1726] ἈΝΤΙΓΌΝΗ: τί τλάς; τί τλάς; οὐχ ὁρᾷ Δίκα κακούς, οὐδ’ ἀμείβεται βροτῶν ἀσυνεσίας. [1728] ΟἸΔΊΠΟΥΣ: ὅδ’ εἰμὶ μοῦσαν ὃς ἐπὶ καλ- λίνικον οὐράνιον ἔβαν ⟨μειξο⟩παρθένου κόρας αἴνιγμ’ ἀσύνετον εὑρών. [1732] ἈΝΤΙΓΌΝΗ: Σφιγγὸς ἀναφέρεις ὄνειδος. ἄπαγε τὰ πάρος εὐτυχήματ’ αὐδῶν. τάδε σ’ ἐπέμενε μέλεα πάθεα φυγάδα πατρίδος ἄπο γενόμενον, ὦ πάτερ, θανεῖν που. ποθεινὰ δάκρυα παρὰ φίλαισι παρθένοις λιποῦσ’ ἄπειμι πατρίδος ἀποπρὸ γαίας ἀπαρθένευτ’ ἀλωμένα. φεῦ τὸ χρήσιμον φρενῶν ἐς πατρός γε συμφορὰς εὐκλεᾶ με θήσει· τάλαιν’ ἐγὼ ⟨σῶν⟩ συγγόνου θ’ ὑβρισμάτων, ὃς ἐκ δόμων νέκυς ἄθαπτος οἴχεται μέλεος, ὅν, εἴ με καὶ θανεῖν, πάτερ, χρεών, σκότια γᾷ καλύψω. [1747] ΟἸΔΊΠΟΥΣ: πρὸς ἥλικας φάνηθι σάς. [1748] ἈΝΤΙΓΌΝΗ: ἅλις ὀδυρμάτων ἐμῶν. [1749] ΟἸΔΊΠΟΥΣ: σὺ δ’ ἀμφὶ βωμίους λιτὰς — [1750] ἈΝΤΙΓΌΝΗ: κόρον ἔχουσ’ ἐμῶν κακῶν. [1751] ΟἸΔΊΠΟΥΣ: ἴθ’ ἀλλὰ Βρόμιος ἵνα τε σηκὸς ἄβατος ὄρεσι μαινάδων. [1753] ἈΝΤΙΓΌΝΗ: Καδμείαν ᾧ νεβρίδα στολιδωσαμένα ποτ’ ἐγὼ Σεμέλας θίασον ἱερὸν ὄρεσιν ἀνεχόρευσα, χάριν ἀχάριτον ἐς θεοὺς διδοῦσα; [1758] ΟἸΔΊΠΟΥΣ: ὦ πάτρας κλεινῆς πολῖται, λεύσσετ’, Οἰδίπους ὅδε, ὃς τὰ κλείν’ αἰνίγματ’ ἔγνω καὶ μέγιστος ἦν ἀνήρ, ὃς μόνος Σφιγγὸς κατέσχον τῆς μιαιφόνου κράτη, νῦν ἄτιμος αὐτὸς οἰκτρὸς ἐξελαύνομαι χθονός. ἀλλὰ γὰρ τί ταῦτα θρηνῶ καὶ μάτην ὀδύρομαι; τὰς γὰρ ἐκ θεῶν ἀνάγκας θνητὸν ὄντα δεῖ φέρειν. [1764] ΧΟΡΌΣ: ὦ μέγα σεμνὴ Νίκη, τὸν ἐμὸν βίοτον κατέχοις καὶ μὴ λήγοις στεφανοῦσα.