Ἱκέτιδες — Euripides ==================== ΕΥΡΙΠΙΔΟΥ ΙΚΕΤΙΔΕΣ Translation/edition: Greek text (Murray) Language: Ancient Greek Read in Plato Scroll: https://plato-scroll.com/s/eur-suppliants/ This file: https://plato-scroll.com/text/eur-suppliants-e.txt Other editions of this work: - E. P. Coleridge (1891): https://plato-scroll.com/text/eur-suppliants.txt Sources and licences: https://plato-scroll.com/attribution.html Numbers in [brackets] are the edition's reference loci (Stephanus, Bekker, book.line, page...). Superscript numerals refer to the Notes at the end. ## Ἱκέτιδες [1] ΑἼΘΡΑ: Δήμητερ ἑστιοῦχ’ Ἐλευσῖνος χθονὸς τῆσδ’, οἵ τε ναοὺς ἔχετε πρόσπολοι θεᾶς, εὐδαιμονεῖν με Θησέα τε παῖδ’ ἐμὸν πόλιν τ’ Ἀθηνῶν τήν τε Πιτθέως χθόνα, ἐν ᾗ με θρέψας ὀλβίοις ἐν δώμασιν Αἴθραν πατὴρ δίδωσι τῷ Πανδίονος Αἰγεῖ δάμαρτα, Λοξίου μαντεύμασιν. ἐς τάσδε γὰρ βλέψασ’ ἐπηυξάμην τάδε γραῦς, αἳ λιποῦσαι δώματ’ Ἀργείας χθονὸς ἱκτῆρι θαλλῷ προσπίτνουσ’ ἐμὸν γόνυ, πάθος παθοῦσαι δεινόν· ἀμφὶ γὰρ πύλας Κάδμου θανόντων ἑπτὰ γενναίων τέκνων ἄπαιδές εἰσιν, οὕς ποτ’ Ἀργείων ἄναξ Ἄδραστος ἤγαγ’, Οἰδίπου παγκληρίας μέρος κατασχεῖν φυγάδι Πολυνείκει θέλων γαμβρῷ. νεκροὺς δὲ τοὺς ὀλωλότας δορὶ θάψαι θελουσῶν τῶνδε μητέρων χθονὶ εἴργουσιν οἱ κρατοῦντες οὐδ’ ἀναίρεσιν δοῦναι θέλουσι, νόμιμ’ ἀτίζοντες θεῶν. κοινὸν δὲ φόρτον ταῖσδ’ ἔχων χρείας ἐμῆς Ἄδραστος ὄμμα δάκρυσιν τέγγων ὅδε κεῖται, τό τ’ ἔγχος τήν τε δυστυχεστάτην στένων στρατείαν ἣν ἔπεμψεν ἐκ δόμων· ὅς μ’ ἐξοτρύνει παῖδ’ ἐμὸν πεῖσαι λιταῖς νεκρῶν κομιστὴν ἢ λόγοισιν ἢ δορὸς ῥώμῃ γενέσθαι καὶ τάφου μεταίτιον, μόνον τόδ’ ἔργον προστιθεὶς ἐμῷ τέκνῳ πόλει τ’ Ἀθηνῶν. τυγχάνω δ’ ὑπὲρ χθονὸς ἀρότου προθύουσ’, ἐκ δόμων ἐλθοῦσ’ ἐμῶν πρὸς τόνδε σηκόν, ἔνθα πρῶτα φαίνεται φρίξας ὑπὲρ γῆς τῆσδε κάρπιμος στάχυς. δεσμὸν δ’ ἄδεσμον τόνδ’ ἔχουσα φυλλάδος μένω πρὸς ἁγναῖς ἐσχάραις δυοῖν θεαῖν Κόρης τε καὶ Δήμητρος, οἰκτίρουσα μὲν πολιὰς ἄπαιδας τάσδε μητέρας τέκνων, σέβουσα δ’ ἱερὰ στέμματ’. οἴχεται δέ μοι κῆρυξ πρὸς ἄστυ δεῦρο Θησέα καλῶν, ὡς ἢ τὸ τούτων λυπρὸν ἐξέλῃ χθονός, ἢ τάσδ’ ἀνάγκας ἱκεσίους λύσῃ, θεοὺς ὅσιόν τι δράσας· πάντα γὰρ δι’ ἀρσένων γυναιξὶ πράσσειν εἰκός, αἵτινες σοφαί. [42] ΧΟΡΌΣ: — ἱκετεύω σε, γεραιά, γεραιῶν ἐκ στομάτων, πρὸς γόνυ πίπτουσα τὸ σόν· — ἄνομοι … — τέκνα λῦσαι. — φθιμένων νεκύων οἳ καταλείπουσι μέλη θανάτῳ λυσιμελεῖ θηρσὶν ὀρείοισι βοράν· [48] ΧΟΡΌΣ: — ἐσιδοῦσ’ οἰκτρὰ μὲν ὄσσων δάκρυ’ ἀμφὶ βλεφάροις, ῥυ- σὰ δὲ σαρκῶν πολιᾶν καταδρύμματα χειρῶν· τί γάρ; ἃ φθιμένους παῖδας ἐμοὺς οὔτε δόμοις προθέμαν οὔτε τάφων χώματα γαίας ἐσορῶ. [54] ΧΟΡΌΣ: — ἔτεκες καὶ σύ ποτ’, ὦ πότνια, κοῦρον φίλα ποιησαμένα λέ- κτρα πόσει σῷ· μετά νυν δὸς ἐμοὶ σᾶς διανοίας, μετάδος δ’, ὅσσον ἐπαλγῶ μελέα ⟨’γὼ⟩ φθιμένων οὓς ἔτεκον· παράπεισον δὲ σόν, ὤ, λισσόμεθ’, ἐλθεῖν τέκνον Ἰσμηνὸν ἐμάν τ’ ἐς χέρα θεῖναι νεκύων θαλερᾷ σώματ’ ἀλαίνοντ’ ἄταφα. [63] ΧΟΡΌΣ: — ὁσίως οὔχ, ὑπ’ ἀνάγκας δὲ προπίπτου- σα προσαιτοῦσ’ ἔμολον δε- ξιπύρους θεῶν θυμέλας· ἔχομεν δ’ ἔνδικα, καὶ σοί τι πάρεστι σθένος ὥστ’ εὐτεκνίᾳ δυσ- τυχίαν τὰν παρ’ ἐμοὶ καθελεῖν· οἰκτρὰ δὲ πάσχουσ’ ἱκετεύω σὸν ἐμοὶ παῖδα ταλαίνᾳ ’ν χερὶ θεῖναι νέκυν, ἀμφιβαλεῖν λυγρὰ μέλη παιδὸς ἐμοῦ. [71] ΧΟΡΌΣ: — ἀγὼν ὅδ’ ἄλλος ἔρχεται γόων γόων διάδοχος, ἀχοῦσι προσπόλων χέρες. ἴτ’ ὦ ξυνῳδοὶ κτύποι, ἴτ’ ὦ ξυναλγηδόνες, χορὸν τὸν Ἅιδας σέβει, διὰ παρῇδος ὄνυχα λευκὸν αἱματοῦτε χρῶτά τε φόνιον· τὰ γὰρ φθιτῶν τοῖς ὁρῶσι κόσμος. [79] ΧΟΡΌΣ: — ἄπληστος ἅδε μ’ ἐξάγει χάρις γόων πολύπονος, ὡς ἐξ ἀλιβάτου πέτρας ὑγρὰ ῥέουσα σταγὼν ἄπαυστος αἰεί· γόων, τὸ γὰρ θανόντων τέκνων ἐπιπονόν τι κατὰ γυναῖκας ἐς γόους πέφυκε πάθος. ἒ ἔ. θανοῦσα τῶνδ’ ἀλγέων λαθοίμαν. [87] ΘΗΣΕΎΣ: τίνων γόων ἤκουσα καὶ στέρνων κτύπον νεκρῶν τε θρήνους, τῶνδ’ ἀνακτόρων ἄπο ἠχοῦς ἰούσης; ὡς φόβος μ’ ἀναπτεροῖ μή μοί τι μήτηρ, ἣν μεταστείχω ποδί, χρονίαν ἀποῦσαν ἐκ δόμων ἔχῃ νέον. ἔα· τί χρῆμα; καινὰς ἐσβολὰς ὁρῶ λόγων· μητέρα γεραιὰν βωμίαν ἐφημένην ξένους θ’ ὁμοῦ γυναῖκας, οὐχ ἕνα ῥυθμὸν κακῶν ἐχούσας· ἔκ τε γὰρ γερασμίων ὄσσων ἐλαύνουσ’ οἰκτρὸν ἐς γαῖαν δάκρυ, κουραί τε καὶ πεπλώματ’ οὐ θεωρικά. τί ταῦτα, μῆτερ; σὸν τὸ μηνύειν ἐμοί, ἡμῶν δ’ ἀκούειν· προσδοκῶ τι γὰρ νέον. [100] ΑἼΘΡΑ: ὦ παῖ, γυναῖκες αἵδε μητέρες τέκνων τῶν κατθανόντων ἀμφὶ Καδμείας πύλας ἑπτὰ στρατηγῶν· ἱκεσίοις δὲ σὺν κλάδοις φρουροῦσί μ’, ὡς δέδορκας, ἐν κύκλῳ, τέκνον. [104] ΘΗΣΕΎΣ: τίς δ’ ὁ στενάζων οἰκτρὸν ἐν πύλαις ὅδε; [105] ΑἼΘΡΑ: Ἄδραστος, ὡς λέγουσιν, Ἀργείων ἄναξ. [106] ΘΗΣΕΎΣ: οἱ δ’ ἀμφὶ τόνδε παῖδες; ἦ τούτων τέκνα; [107] ΑἼΘΡΑ: οὔκ, ἀλλὰ νεκρῶν τῶν ὀλωλότων κόροι. [108] ΘΗΣΕΎΣ: τί γὰρ πρὸς ἡμᾶς ἦλθον ἱκεσίᾳ χερί; [109] ΑἼΘΡΑ: οἶδ’· ἀλλὰ τῶνδε μῦθος οὑντεῦθεν, τέκνον. [110] ΘΗΣΕΎΣ: σὲ τὸν κατήρη χλανιδίοις ἀνιστορῶ. λέγ’ ἐκκαλύψας κρᾶτα καὶ πάρες γόον· πέρας γὰρ οὐδὲν μὴ διὰ γλώσσης ἰόν. [113] ἌΔΡΑΣΤΟΣ: ὦ καλλίνικε γῆς Ἀθηναίων ἄναξ, Θησεῦ, σὸς ἱκέτης καὶ πόλεως ἥκω σέθεν. [115] ΘΗΣΕΎΣ: τί χρῆμα θηρῶν καὶ τίνος χρείαν ἔχων; [116] ἌΔΡΑΣΤΟΣ: οἶσθ’ ἣν στρατείαν ἐστράτευσ’ ὀλεθρίαν. [117] ΘΗΣΕΎΣ: οὐ γάρ τι σιγῇ διεπέρασας Ἑλλάδα. [118] ἌΔΡΑΣΤΟΣ: ἐνταῦθ’ ἀπώλεσ’ ἄνδρας Ἀργείων ἄκρους. [119] ΘΗΣΕΎΣ: τοιαῦθ’ ὁ τλήμων πόλεμος ἐξεργάζεται. [120] ἌΔΡΑΣΤΟΣ: τούτους θανόντας ἦλθον ἐξαιτῶν πόλιν. [121] ΘΗΣΕΎΣ: κήρυξιν Ἑρμοῦ πίσυνος, ὡς θάψῃς νεκρούς; [122] ἌΔΡΑΣΤΟΣ: κἄπειτά γ’ οἱ κτανόντες οὐκ ἐῶσί με. [123] ΘΗΣΕΎΣ: τί γὰρ λέγουσιν, ὅσια χρῄζοντος σέθεν; [124] ἌΔΡΑΣΤΟΣ: τί δ’; εὐτυχοῦντες οὐκ ἐπίστανται φέρειν. [125] ΘΗΣΕΎΣ: ξύμβουλον οὖν μ’ ἐπῆλθες; ἢ τίνος χάριν; [126] ἌΔΡΑΣΤΟΣ: κομίσαι σε, Θησεῦ, παῖδας Ἀργείων θέλων. [127] ΘΗΣΕΎΣ: τὸ δ’ Ἄργος ἡμῖν ποῦ ’στιν; ἢ κόμποι μάτην; [128] ἌΔΡΑΣΤΟΣ: σφαλέντες οἰχόμεσθα. πρὸς σὲ δ’ ἥκομεν. [129] ΘΗΣΕΎΣ: ἰδίᾳ δοκῆσάν σοι τόδ’ ἢ πάσῃ πόλει; [130] ἌΔΡΑΣΤΟΣ: πάντες ⟨σ’⟩ ἱκνοῦνται Δαναΐδαι θάψαι νεκρούς. [131] ΘΗΣΕΎΣ: ἐκ τοῦ δ’ ἐλαύνεις ἑπτὰ πρὸς Θήβας λόχους; [132] ἌΔΡΑΣΤΟΣ: δισσοῖσι γαμβροῖς τήνδε πορσύνων χάριν. [133] ΘΗΣΕΎΣ: τῷ δ’ ἐξέδωκας παῖδας Ἀργείων σέθεν; [134] ἌΔΡΑΣΤΟΣ: οὐκ ἐγγενῆ συνῆψα κηδείαν δόμοις. [135] ΘΗΣΕΎΣ: ἀλλὰ ξένοις ἔδωκας Ἀργείας κόρας; [136] ἌΔΡΑΣΤΟΣ: Τυδεῖ ⟨γε⟩ Πολυνείκει τε τῷ Θηβαιγενεῖ. [137] ΘΗΣΕΎΣ: τίν’ εἰς ἔρωτα τῆσδε κηδείας μολών; [138] ἌΔΡΑΣΤΟΣ: Φοίβου μ’ ὑπῆλθε δυστόπαστ’ αἰνίγματα. [139] ΘΗΣΕΎΣ: τί δ’ εἶπ’ Ἀπόλλων παρθένοις κραίνων γάμον; [140] ἌΔΡΑΣΤΟΣ: κάπρῳ με δοῦναι καὶ λέοντι παῖδ’ ἐμώ. [141] ΘΗΣΕΎΣ: σὺ δ’ ἐξελίσσεις πῶς θεοῦ θεσπίσματα; [142] ἌΔΡΑΣΤΟΣ: ἐλθόντε φυγάδε νυκτὸς εἰς ἐμὰς πύλας — [143] ΘΗΣΕΎΣ: τίς καὶ τίς; εἰπέ· δύο γὰρ ἐξαυδᾷς ἅμα. [144] ἌΔΡΑΣΤΟΣ: Τυδεὺς μάχην ξυνῆψε Πολυνείκης θ’ ἅμα. [145] ΘΗΣΕΎΣ: ἦ τοῖσδ’ ἔδωκας θηρσὶν ὣς κόρας σέθεν; [146] ἌΔΡΑΣΤΟΣ: μάχην γε δισσοῖν κνωδάλοιν ἀπεικάσας. [147] ΘΗΣΕΎΣ: ἦλθον δὲ δὴ πῶς πατρίδος ἐκλιπόνθ’ ὅρους; [148] ἌΔΡΑΣΤΟΣ: Τυδεὺς μὲν αἷμα συγγενὲς φεύγων χθονός. [149] ΘΗΣΕΎΣ: ὁ δ’ Οἰδίπου ⟨τί⟩, τίνι τρόπῳ Θήβας λιπών; [150] ἌΔΡΑΣΤΟΣ: ἀραῖς πατρῴαις, μὴ κασίγνητον κτάνοι. [151] ΘΗΣΕΎΣ: σοφήν γ’ ἔλεξας τήνδ’ ἑκούσιον φυγήν. [152] ἌΔΡΑΣΤΟΣ: ἀλλ’ οἱ μένοντες τοὺς ἀπόντας ἠδίκουν. [153] ΘΗΣΕΎΣ: οὔ πού σφ’ ἀδελφὸς χρημάτων νοσφίζεται; [154] ἌΔΡΑΣΤΟΣ: ταύτῃ δικάζων ἦλθον· εἶτ’ ἀπωλόμην. [155] ΘΗΣΕΎΣ: μάντεις δ’ ἐπῆλθες ἐμπύρων τ’ εἶδες φλόγα; [156] ἌΔΡΑΣΤΟΣ: οἴμοι; διώκεις μ’ ᾗ μάλιστ’ ἐγὼ ’σφάλην. [157] ΘΗΣΕΎΣ: οὐκ ἦλθες, ὡς ἔοικεν, εὐνοίᾳ θεῶν. [158] ἌΔΡΑΣΤΟΣ: τὸ δὲ πλέον, ἦλθον Ἀμφιάρεώ γε πρὸς βίαν. [159] ΘΗΣΕΎΣ: οὕτω τὸ θεῖον ῥᾳδίως ἀπεστράφης; [160] ἌΔΡΑΣΤΟΣ: νέων γὰρ ἀνδρῶν θόρυβος ἐξέπλησσέ με. [161] ΘΗΣΕΎΣ: εὐψυχίαν ἔσπευσας ἀντ’ εὐβουλίας. [162] ἌΔΡΑΣΤΟΣ: ὃ δή γε πολλοὺς ὤλεσε στρατηλάτας. ἀλλ’, ὦ καθ’ Ἑλλάδ’ ἀλκιμώτατον κάρα, ἄναξ Ἀθηνῶν, ἐν μὲν αἰσχύναις ἔχω πίτνων πρὸς οὖδας γόνυ σὸν ἀμπίσχειν χερί, πολιὸς ἀνὴρ τύραννος εὐδαίμων πάρος· ὅμως δ’ ἀνάγκη συμφοραῖς εἴκειν ἐμαῖς. σῶσον νεκρούς μοι, τἀμά τ’ οἰκτίρας κακὰ καὶ τῶν θανόντων τάσδε μητέρας τέκνων, αἷς γῆρας ἥκει πολιὸν εἰς ἀπαιδίαν, ἐλθεῖν δ’ ἔτλησαν δεῦρο καὶ ξένον πόδα θεῖναι μόλις γεραιὰ κινοῦσαι μέλη, πρεσβεύματ’ οὐ Δήμητρος ἐς μυστήρια, ἀλλ’ ὡς νεκροὺς θάψωσιν, ἃς αὐτὰς ἐχρῆν κείνων ταφείσας χερσὶν ὡραίων τυχεῖν. σοφὸν δὲ πενίαν τ’ εἰσορᾶν τὸν ὄλβιον, πένητά τ’ εἰς τοὺς πλουσίους ἀποβλέπειν ζηλοῦνθ’, ἵν’ αὐτὸν χρημάτων ἔρως ἔχῃ, τά τ’ οἰκτρὰ τοὺς μὴ δυστυχεῖς δεδοικέναι. … τόν θ’ ὑμνοποιὸν αὐτὸς ἃν τίκτῃ μέλη χαίροντα τίκτειν· ἢν δὲ μὴ πάσχῃ τόδε, οὔτοι δύναιτ’ ἂν οἴκοθέν γ’ ἀτώμενος τέρπειν ἂν ἄλλους· οὐδὲ γὰρ δίκην ἔχει. τάχ’ οὖν ἂν εἴποις· Πελοπίαν παρεὶς χθόνα πῶς ταῖς Ἀθήναις τόνδε προστάσσεις πόνον; ἐγὼ δίκαιός εἰμ’ ἀφηγεῖσθαι τάδε. Σπάρτη μὲν ὠμὴ καὶ πεποίκιλται τρόπους, τὰ δ’ ἄλλα μικρὰ κἀσθενῆ· πόλις δὲ σὴ μόνη δύναιτ’ ἂν τόνδ’ ὑποστῆναι πόνον· τά τ’ οἰκτρὰ γὰρ δέδορκε καὶ νεανίαν ἔχει σὲ ποιμέν’ ἐσθλόν· οὗ χρείᾳ πόλεις πολλαὶ διώλοντ’, ἐνδεεῖς στρατηλάτου. [193] ΧΟΡΌΣ: κἀγὼ τὸν αὐτὸν τῷδέ σοι λόγον λέγω, Θησεῦ, δι’ οἴκτου τὰς ἐμὰς λαβεῖν τύχας. [195] ΘΗΣΕΎΣ: ἄλλοισι δὴ ’πόνησ’ ἁμιλληθεὶς λόγῳ τοιῷδ’. ἔλεξε γάρ τις ὡς τὰ χείρονα πλείω βροτοῖσίν ἐστι τῶν ἀμεινόνων· ἐγὼ δὲ τούτοις ἀντίαν γνώμην ἔχω, πλείω τὰ χρηστὰ τῶν κακῶν εἶναι βροτοῖς· εἰ μὴ γὰρ ἦν τόδ’, οὐκ ἂν ἦμεν ἐν φάει. αἰνῶ δ’ ὃς ἡμῖν βίοτον ἐκ πεφυρμένου καὶ θηριώδους θεῶν διεσταθμήσατο, πρῶτον μὲν ἐνθεὶς σύνεσιν, εἶτα δ’ ἄγγελον γλῶσσαν λόγων δούς, ὥστε γιγνώσκειν ὄπα, τροφήν τε καρποῦ τῇ τροφῇ τ’ ἀπ’ οὐρανοῦ σταγόνας ὑδρηλάς, ὡς τά γ’ ἐκ γαίας τρέφῃ ἄρδῃ τε νηδύν· πρὸς δὲ τοῖσι χείματος προβλήματ’, αἶθρον ἐξαμύνασθαι θεοῦ, πόντου τε ναυστολήμαθ’, ὡς διαλλαγὰς ἔχοιμεν ἀλλήλοισιν ὧν πένοιτο γῆ. ἃ δ’ ἔστ’ ἄσημα κοὐ σαφῶς γιγνώσκομεν, ἐς πῦρ βλέποντες καὶ κατὰ σπλάγχνων πτυχὰς μάντεις προσημαίνουσιν οἰωνῶν τ’ ἄπο. ἆρ’ οὐ τρυφῶμεν θεοῦ κατασκευὴν βίῳ δόντος τοιαύτην, οἷσιν οὐκ ἀρκεῖ τάδε; ἀλλ’ ἡ φρόνησις τοῦ θεοῦ μεῖζον σθένειν ζητεῖ, τὸ γαῦρον δ’ ἐν φρεσὶν κεκτημένοι δοκοῦμεν εἶναι δαιμόνων σοφώτεροι. [219] ΘΗΣΕΎΣ: ἧς καὶ σὺ φαίνῃ δεκάδος, οὐ σοφὸς γεγώς, ὅστις κόρας μὲν θεσφάτοις Φοίβου ζυγεὶς ξένοισιν ὧδ’ ἔδωκας ὡς ζώντων θεῶν, λαμπρὸν δὲ θολερῷ δῶμα συμμείξας τὸ σὸν ἥλκωσας οἴκους· χρῆν γὰρ οὐδὲ σώματα ἄδικα δικαίοις τὸν σοφὸν συμμιγνύναι, εὐδαιμονοῦντας δ’ ἐς δόμους κτᾶσθαι φίλους. κοινὰς γὰρ ὁ θεὸς τὰς τύχας ἡγούμενος τοῖς τοῦ νοσοῦντος πήμασιν διώλεσε τὸν συννοσοῦντα κοὐδὲν ἠδικηκότα. ἐς δὲ στρατείαν πάντας Ἀργείους ἄγων, μάντεων λεγόντων θέσφατ’, εἶτ’ ἀτιμάσας βίᾳ παρελθὼν θεοὺς ἀπώλεσας πόλιν, νέοις παραχθείς, οἵτινες τιμώμενοι χαίρουσι πολέμους τ’ αὐξάνουσ’ ἄνευ δίκης, φθείροντες ἀστούς, ὁ μὲν ὅπως στρατηλατῇ, ὁ δ’ ὡς ὑβρίζῃ δύναμιν ἐς χεῖρας λαβών, ἄλλος δὲ κέρδους οὕνεκ’, οὐκ ἀποσκοπῶν τὸ πλῆθος εἴ τι βλάπτεται πάσχον τάδε. τρεῖς γὰρ πολιτῶν μερίδες· οἳ μὲν ὄλβιοι ἀνωφελεῖς τε πλειόνων τ’ ἐρῶσ’ ἀεί· οἳ δ’ οὐκ ἔχοντες καὶ σπανίζοντες βίου δεινοί, νέμοντες τῷ φθόνῳ πλέον μέρος, ἐς τοὺς ἔχοντας κέντρ’ ἀφιᾶσιν κακά, γλώσσαις πονηρῶν προστατῶν φηλούμενοι· τριῶν δὲ μοιρῶν ἡ ’ν μέσῳ σῴζει πόλεις, κόσμον φυλάσσουσ’ ὅντιν’ ἂν τάξῃ πόλις. κἄπειτ’ ἐγώ σοι σύμμαχος γενήσομαι; τί πρὸς πολίτας τοὺς ἐμοὺς λέγων καλόν; χαίρων ἴθ’· εἰ γὰρ μὴ βεβούλευσαι καλῶς, αὐτὸς πιέζειν τὴν τύχην, ἡμᾶς δ’ ἐᾶν. [250] ΧΟΡΌΣ: ἥμαρτεν· ἐν νέοισι δ’ ἀνθρώπων τόδε ἔνεστι· συγγνώμην δὲ τῷδ’ ἔχειν χρεών. [ἀλλ’ ὡς ἰατρὸν τῶνδ’, ἄναξ, ἀφίγμεθα.] [253] ἌΔΡΑΣΤΟΣ: οὔτοι δικαστήν ⟨σ’⟩ εἱλόμην ἐμῶν κακῶν οὐδ’, εἴ τι πράξας μὴ καλῶς εὑρίσκομαι, τούτων κολαστὴν κἀπιτιμητήν, ἄναξ, ἀλλ’ ὡς ὀναίμην. εἰ δὲ μὴ βούλῃ τάδε, στέργειν ἀνάγκη τοῖσι σοῖς· τί γὰρ πάθω; ἄγ’, ὦ γεραιαί, στείχετε, γλαυκὴν χλόην αὐτοῦ λιποῦσαι, φυλλάδος καταστροφῇ θεούς τε καὶ γῆν τήν τε πυρφόρον θεὰν Δήμητρα θέμεναι μάρτυρ’ ἡλίου τε φῶς, ὡς οὐδὲν ἡμῖν ἤρκεσαν λιταὶ θεῶν. [262] ΧΟΡΌΣ: … ὃς Πέλοπος ἦν παῖς, Πελοπίας δ’ ἡμεῖς χθονὸς ταὐτὸν πατρῷον αἷμα σοὶ κεκτήμεθα. τί δρᾷς; προδώσεις ταῦτα κἀκβαλεῖς χθονὸς γραῦς οὐ τυχούσας οὐδὲν ὧν αὐτὰς ἐχρῆν; μὴ δῆτ’· ἔχει γὰρ καταφυγὴν θὴρ μὲν πέτραν, δοῦλος δὲ βωμοὺς θεῶν, πόλις δὲ πρὸς πόλιν ἔπτηξε χειμασθεῖσα· τῶν γὰρ ἐν βροτοῖς οὐκ ἔστιν οὐδὲν διὰ τέλους εὐδαιμονοῦν. [271] ΧΟΡΌΣ: βᾶθι, τάλαιν’, ἱερῶν δαπέδων ἄπο Περσεφονείας, βᾶθι καὶ ἀντίασον γονάτων ἔπι χεῖρα βαλοῦσα, τέκνων τεθνεώτων κομίσαι δέμας, ὦ μελέα ’γώ, οὓς ὑπὸ τείχεσι Καδμείοισιν ἀπώλεσα κούρους. [ἰώ μοι· λάβετε φέρετε πέμπετε κρίνετε ταλαίνας χέρας γεραιάς.] πρός ⟨σε⟩ γενειάδος, ὦ φίλος, ὦ δοκιμώτατος Ἑλλάδι, ἄντομαι ἀμφιπίτνουσα τὸ σὸν γόνυ καὶ χέρα δειλαία· οἴκτισαι ἀμφὶ τέκνων μ’ †ἱκέταν ἤ τιν’† ἀλάταν οἰκτρὸν ἰήλεμον οἰκτρὸν ἱεῖσαν. μηδ’ ἀτάφους, τέκνον, ἐν χθονὶ Κάδμου χάρματα θηρῶν παῖδας ἐν ἁλικίᾳ τᾷ σᾷ κατίδῃς, ἱκετεύω. βλέψον ἐμῶν βλεφάρων ἔπι δάκρυον, ἃ περὶ σοῖσι γούνασιν ὧδε πίτνω τέκνοις τάφον ἐξανύσασθαι. [286] ΘΗΣΕΎΣ: μῆτερ, τί κλαίεις λέπτ’ ἐπ’ ὀμμάτων φάρη βαλοῦσα τῶν σῶν; ἆρα δυστήνους γόους κλύουσα τῶνδε; κἀμὲ γὰρ διῆλθέ τι. ἔπαιρε λευκὸν κρᾶτα, μὴ δακρυρρόει σεμναῖσι Δηοῦς ἐσχάραις παρημένη. [291] ΑἼΘΡΑ: αἰαῖ. [291] ΘΗΣΕΎΣ: τὰ τούτων οὐχὶ σοὶ στενακτέον. [292] ΑἼΘΡΑ: ὦ τλήμονες γυναῖκες. [292] ΘΗΣΕΎΣ: οὐ σὺ τῶνδ’ ἔφυς. [293] ΑἼΘΡΑ: εἴπω τι, τέκνον, σοί τε καὶ πόλει καλόν; [294] ΘΗΣΕΎΣ: ὡς πολλά γ’ ἐστὶ κἀπὸ θηλειῶν σοφά. [295] ΑἼΘΡΑ: ἀλλ’ εἰς ὄκνον μοι μῦθος ὃν κεύθω φέρει. [296] ΘΗΣΕΎΣ: αἰσχρόν γ’ ἔλεξας, χρήστ’ ἔπη κρύπτειν φίλοις. [297] ΑἼΘΡΑ: οὔτοι σιωπῶσ’ εἶτα μέμψομαί ποτε τὴν νῦν σιωπὴν ὡς ἐσιγήθη κακῶς, οὐδ’ ὡς ἀχρεῖον τὰς γυναῖκας εὖ λέγειν δείσασ’ ἀφήσω τῷ φόβῳ τοὐμὸν καλόν. ἐγὼ δέ σ’, ὦ παῖ, πρῶτα μὲν τὰ τῶν θεῶν σκοπεῖν κελεύω μὴ σφαλῇς ἀτιμάσας· τἄλλ’ εὖ φρονῶν γάρ, ἐν μόνῳ τούτῳ ’σφάλης. πρὸς τοῖσδε δ’, εἰ μὲν μὴ ἀδικουμένοις ἐχρῆν τολμηρὸν εἶναι, κάρτ’ ἂν εἶχον ἡσύχως· νῦν δ’ ἴσθι σοί τε τοῦθ’ ὅσην τιμὴν φέρει, κἀμοὶ παραινεῖν οὐ φόβον φέρει, τέκνον, ἄνδρας βιαίους καὶ κατείργοντας νεκροὺς τάφου τε μοίρας καὶ κτερισμάτων λαχεῖν ἐς τήνδ’ ἀνάγκην σῇ καταστῆσαι χερί, νόμιμά τε πάσης συγχέοντας Ἑλλάδος παῦσαι· τὸ γάρ τοι συνέχον ἀνθρώπων πόλεις τοῦτ’ ἔσθ’, ὅταν τις τοὺς νόμους σῴζῃ καλῶς. ἐρεῖ δὲ δή τις ὡς ἀνανδρίᾳ χερῶν, πόλει παρόν σοι στέφανον εὐκλείας λαβεῖν, δείσας ἀπέστης, καὶ συὸς μὲν ἀγρίου ἀγῶνος ἥψω φαῦλον ἀθλήσας πόνον, οὗ δ’ ἐς κράνος βλέψαντα καὶ λόγχης ἀκμὴν χρῆν ἐκπονῆσαι, δειλὸς ὢν ἐφηυρέθης. μὴ δῆτ’ ἐμός γ’ ὤν, ὦ τέκνον, δράσῃς τάδε. ὁρᾷς, ἄβουλος ὡς κεκερτομημένη τοῖς κερτομοῦσι γοργὸν ὄμμ’ ἀναβλέπει σὴ πατρίς; ἐν γὰρ τοῖς πόνοισιν αὔξεται· αἱ δ’ ἥσυχοι σκοτεινὰ πράσσουσαι πόλεις σκοτεινὰ καὶ βλέπουσιν εὐλαβούμεναι. οὐκ εἶ νεκροῖσι καὶ γυναιξὶν ἀθλίαις προσωφελήσων, ὦ τέκνον, κεχρημέναις; ὡς οὔτε ταρβῶ σὺν δίκῃ σ’ ὁρμώμενον, Κάδμου θ’ ὁρῶσα λαὸν εὖ πεπραγότα, ἔτ’ αὐτὸν ἄλλα βλήματ’ ἐν κύβοις βαλεῖν πέποιθ’· ὁ γὰρ θεὸς πάντ’ ἀναστρέφει πάλιν. [332] ΧΟΡΌΣ: ὦ φιλτάτη μοι, τῷδέ τ’ εἴρηκας καλῶς κἀμοί· διπλοῦν δὲ χάρμα γίγνεται τόδε. [334] ΘΗΣΕΎΣ: ἐμοὶ λόγοι μέν, μῆτερ, οἱ λελεγμένοι ὀρθῶς ἔχουσ’ ἐς τόνδε, κἀπεφηνάμην γνώμην ὑφ’ οἵων ἐσφάλη βουλευμάτων· ὁρῶ δὲ κἀγὼ ταῦθ’ ἅπερ με νουθετεῖς, ὡς τοῖς ἐμοῖσιν οὐχὶ πρόσφορον τρόποις φεύγειν τὰ δεινά. πολλὰ γὰρ δράσας καλὰ ἔθος τόδ’ εἰς Ἕλληνας ἐξελεξάμην, ἀεὶ κολαστὴς τῶν κακῶν καθεστάναι. οὔκουν ἀπαυδᾶν δυνατόν ἐστί μοι πόνους. τί γάρ μ’ ἐροῦσιν οἵ γε δυσμενεῖς βροτῶν, ὅθ’ ἡ τεκοῦσα χὑπερορρωδοῦσ’ ἐμοῦ πρώτη κελεύεις τόνδ’ ὑποστῆναι πόνον; δράσω τάδ’· εἶμι καὶ νεκροὺς ἐκλύσομαι λόγοισι πείθων· εἰ δὲ μή, βίᾳ δορὸς ἤδη τόδ’ ἔσται κοὐχὶ σὺν φθόνῳ θεῶν. δόξαι δὲ χρῄζω καὶ πόλει πάσῃ τόδε. δόξει δ’ ἐμοῦ θέλοντος· ἀλλὰ τοῦ λόγου προσδοὺς ἔχοιμ’ ἂν δῆμον εὐμενέστερον. καὶ γὰρ κατέστησ’ αὐτὸν ἐς μοναρχίαν ἐλευθερώσας τήνδ’ ἰσόψηφον πόλιν. λαβὼν δ’ Ἄδραστον δεῖγμα τῶν ἐμῶν λόγων ἐς πλῆθος ἀστῶν εἶμι· καὶ πείσας τάδε, λεκτοὺς ἀθροίσας δεῦρ’ Ἀθηναίων κόρους ἥξω· παρ’ ὅπλοις θ’ ἥμενος πέμψω λόγους Κρέοντι νεκρῶν σώματ’ ἐξαιτούμενος. ἀλλ’, ὦ γεραιαί, σέμν’ ἀφαιρεῖτε στέφη μητρός, πρὸς οἴκους ὥς νιν Αἰγέως ἄγω, φίλην προσάψας χεῖρα· τοῖς τεκοῦσι γὰρ δύστηνος ὅστις μὴ ἀντιδουλεύει τέκνων — κάλλιστον ἔρανον· δοὺς γὰρ ἀντιλάζυται παίδων παρ’ αὑτοῦ τοιάδ’ ἃν τοκεῦσι δῷ. [365] ΧΟΡΌΣ: — ἱππόβοτον Ἄργος, ὦ πάτριον ἐμὸν πέδον, ἐκλύετε τάδ’, ἐκλύετε ἄνακτος ὅσια περὶ θεοὺς καὶ μεγάλα Πελασγίᾳ καὶ κατ’ Ἄργος. [369] ΧΟΡΌΣ: — εἰ γὰρ ἐπὶ τέρμα καὶ τὸ πλέον ἐμῶν κακῶν ἱκόμενος ἔτι ματέρος ἄγαλμα φόνιον ἐξέλοι, γᾶν δὲ φίλιον Ἰνάχου θεῖτ’ ὀνήσας. [373] ΧΟΡΌΣ: — καλὸν δ’ ἄγαλμα πόλεσιν εὐσεβὴς πόνος χάριν τ’ ἔχει τὰν ἐς αἰεί. τί μοι πόλις κρανεῖ ποτ’; ἆρα φίλιά μοι τεμεῖ, καὶ τέκνοις ταφὰς ληψόμεσθα; [377] ΧΟΡΌΣ: — ἄμυνε ματρί, πόλις, ἄμυνε, Παλλάδος, νόμους βροτῶν μὴ μιαίνειν. σύ τοι σέβεις δίκαν, τὸ δ’ ἧσσον ἀδικίᾳ νέμεις, δυστυχῆ τ’ ἀεὶ πάντα ῥύῃ. [381] ΘΗΣΕΎΣ: τέχνην μὲν αἰεὶ τήνδ’ ἔχων ὑπηρετεῖς πόλει τε κἀμοί, διαφέρων κηρύγματα· ἐλθὼν δ’ ὑπέρ τ’ Ἀσωπὸν Ἰσμηνοῦ θ’ ὕδωρ σεμνῷ τυράννῳ φράζε Καδμείων τάδε· Θησεύς σ’ ἀπαιτεῖ πρὸς χάριν θάψαι νεκρούς, συγγείτον’ οἰκῶν γαῖαν, ἀξιῶν τυχεῖν, φίλον τε θέσθαι πάντ’ Ἐρεχθειδῶν λεών. κἂν μὲν θέλωσιν, αἰνέσας παλίσσυτος στεῖχ’· ἢν δ’ ἀπιστῶσ’, οἵδε δεύτεροι λόγοι· Κῶμον δέχεσθαι τὸν ἐμὸν ἀσπιδηφόρον. στρατὸς δὲ θάσσει κἀξετάζεται παρὼν Καλλίχορον ἀμφὶ σεμνὸν εὐτρεπὴς ὅδε. — καὶ μὴν ἑκοῦσά γ’ ἀσμένη τ’ ἐδέξατο πόλις πόνον τόνδ’, ὡς θέλοντά μ’ ᾔσθετο. ἔα· λόγων τίς ἐμποδὼν ὅδ’ ἔρχεται; Καδμεῖος, ὡς ἔοικεν οὐ σάφ’ εἰδότι, κῆρυξ. ἐπίσχες, ἤν σ’ ἀπαλλάξῃ πόνου μολὼν ὕπαντα τοῖς ἐμοῖς βουλεύμασιν. [399] ΚΗ͂ΡΥΞ: τίς γῆς τύραννος; πρὸς τίν’ ἀγγεῖλαί με χρὴ λόγους Κρέοντος, ὃς κρατεῖ Κάδμου χθονὸς Ἐτεοκλέους θανόντος ἀμφ’ ἑπταστόμους πύλας ἀδελφῇ χειρὶ Πολυνείκους ὕπο; [403] ΘΗΣΕΎΣ: πρῶτον μὲν ἤρξω τοῦ λόγου ψευδῶς, ξένε, ζητῶν τύραννον ἐνθάδ’· οὐ γὰρ ἄρχεται ἑνὸς πρὸς ἀνδρός, ἀλλ’ ἐλευθέρα πόλις. δῆμος δ’ ἀνάσσει διαδοχαῖσιν ἐν μέρει ἐνιαυσίαισιν, οὐχὶ τῷ πλούτῳ διδοὺς τὸ πλεῖστον, ἀλλὰ χὡ πένης ἔχων ἴσον. [409] ΚΗ͂ΡΥΞ: ἓν μὲν τόδ’ ἡμῖν ὥσπερ ἐν πεσσοῖς δίδως κρεῖσσον· πόλις γὰρ ἧς ἐγὼ πάρειμ’ ἄπο ἑνὸς πρὸς ἀνδρός, οὐκ ὄχλῳ κρατύνεται· οὐδ’ ἔστιν αὐτὴν ὅστις ἐκχαυνῶν λόγοις πρὸς κέρδος ἴδιον ἄλλοτ’ ἄλλοσε στρέφει, τὸ δ’ αὐτίχ’ ἡδὺς καὶ διδοὺς πολλὴν χάριν, ἐσαῦθις ἔβλαψ’, εἶτα διαβολαῖς νέαις κλέψας τὰ πρόσθε σφάλματ’ ἐξέδυ δίκης. ἄλλως τε πῶς ἂν μὴ διορθεύων λόγους ὀρθῶς δύναιτ’ ἂν δῆμος εὐθύνειν πόλιν; ὁ γὰρ χρόνος μάθησιν ἀντὶ τοῦ τάχους κρείσσω δίδωσι. γαπόνος δ’ ἀνὴρ πένης, εἰ καὶ γένοιτο μὴ ἀμαθής, ἔργων ὕπο οὐκ ἂν δύναιτο πρὸς τὰ κοίν’ ἀποβλέπειν. ἦ δὴ νοσῶδες τοῦτο τοῖς ἀμείνοσιν, ὅταν πονηρὸς ἀξίωμ’ ἀνὴρ ἔχῃ γλώσσῃ κατασχὼν δῆμον, οὐδὲν ὢν τὸ πρίν. [426] ΘΗΣΕΎΣ: κομψός γ’ ὁ κῆρυξ καὶ παρεργάτης λόγων. ἐπεὶ δ’ ἀγῶνα καὶ σὺ τόνδ’ ἠγωνίσω, ἄκου’· ἅμιλλαν γὰρ σὺ προύθηκας λόγων. οὐδὲν τυράννου δυσμενέστερον πόλει, ὅπου τὸ μὲν πρώτιστον οὐκ εἰσὶν νόμοι κοινοί, κρατεῖ δ’ εἷς τὸν νόμον κεκτημένος αὐτὸς παρ’ αὑτῷ· καὶ τόδ’ οὐκέτ’ ἔστ’ ἴσον. γεγραμμένων δὲ τῶν νόμων ὅ τ’ ἀσθενὴς ὁ πλούσιός τε τὴν δίκην ἴσην ἔχει, ἔστιν δ’ ἐνισπεῖν τοῖσιν ἀσθενεστέροις τὸν εὐτυχοῦντα ταὔθ’, ὅταν κλύῃ κακῶς, νικᾷ δ’ ὁ μείων τὸν μέγαν δίκαι’ ἔχων. τοὐλεύθερον δ’ ἐκεῖνο· Τίς θέλει πόλει χρηστόν τι βούλευμ’ ἐς μέσον φέρειν ἔχων; καὶ ταῦθ’ ὁ χρῄζων λαμπρός ἐσθ’, ὁ μὴ θέλων σιγᾷ. τί τούτων ἔστ’ ἰσαίτερον πόλει; [442] ΘΗΣΕΎΣ: καὶ μὴν ὅπου γε δῆμος αὐθέντης χθονός, ὑποῦσιν ἀστοῖς ἥδεται νεανίαις· ἀνὴρ δὲ βασιλεὺς ἐχθρὸν ἡγεῖται τόδε, καὶ τοὺς ἀρίστους οὕς τ’ ἂν ἡγῆται φρονεῖν κτείνει, δεδοικὼς τῆς τυραννίδος πέρι. πῶς οὖν ἔτ’ ἂν γένοιτ’ ἂν ἰσχυρὰ πόλις, ὅταν τις ὡς λειμῶνος ἠρινοῦ στάχυν τόλμας ἀφαιρῇ κἀπολωτίζῃ νέους; κτᾶσθαι δὲ πλοῦτον καὶ βίον τί δεῖ τέκνοις ὡς τῷ τυράννῳ πλείον’ ἐκμοχθῇ βίον; ἢ παρθενεύειν παῖδας ἐν δόμοις καλῶς, τερπνὰς τυράννοις ἡδονάς, ὅταν θέλῃ, δάκρυα δ’ ἑτοιμάζουσι; μὴ ζῴην ἔτι, εἰ τἀμὰ τέκνα πρὸς βίαν νυμφεύσεται. καὶ ταῦτα μὲν δὴ πρὸς τὰ σὰ ἐξηκόντισα. ἥκεις δὲ δὴ τί τῆσδε γῆς κεχρημένος; κλαίων γ’ ἂν ἦλθες, εἴ σε μὴ ῎πεμψεν πόλις, περισσὰ φωνῶν· τὸν γὰρ ἄγγελον χρεὼν λέξανθ’ ὅσ’ ἂν τάξῃ τις ὡς τάχος πάλιν χωρεῖν. τὸ λοιπὸν δ’ εἰς ἐμὴν πόλιν Κρέων ἧσσον λάλον σου πεμπέτω τιν’ ἄγγελον. [463] ΧΟΡΌΣ: φεῦ φεῦ· κακοῖσιν ὡς ὅταν δαίμων διδῷ καλῶς, ὑβρίζουσ’ ὡς ἀεὶ πράξοντες εὖ. [465] ΚΗ͂ΡΥΞ: λέγοιμ’ ἂν ἤδη. τῶν μὲν ἠγωνισμένων σοὶ μὲν δοκείτω ταῦτ’, ἐμοὶ δὲ τἀντία. ἐγὼ δ’ ἀπαυδῶ πᾶς τε Καδμεῖος λεὼς Ἄδραστον ἐς γῆν τήνδε μὴ παριέναι· εἰ δ’ ἔστιν ἐν γῇ, πρὶν θεοῦ δῦναι σέλας, λύσαντα σεμνὰ στεμμάτων μυστήρια τῆσδ’ ἐξελαύνειν, μηδ’ ἀναιρεῖσθαι νεκροὺς βίᾳ, προσήκοντ’ οὐδὲν Ἀργείων πόλει. κἂν μὲν πίθῃ μοι, κυμάτων ἄτερ πόλιν σὴν ναυστολήσεις· εἰ δὲ μή, πολὺς κλύδων ἡμῖν τε καὶ σοὶ συμμάχοις τ’ ἔσται δορός. σκέψαι δέ, καὶ μὴ τοῖς ἐμοῖς θυμούμενος λόγοισιν, ὡς δὴ πόλιν ἐλευθέραν ἔχων, σφριγῶντ’ ἀμείψῃ μῦθον ἐκ βραχιόνων· ἐλπὶς γάρ ἐστ’ ἄπιστον, ἣ πολλὰς πόλεις συνῆψ’, ἄγουσα θυμὸν εἰς ὑπερβολάς. ὅταν γὰρ ἔλθῃ πόλεμος ἐς ψῆφον λεώ, οὐδεὶς ἔθ’ αὑτοῦ θάνατον ἐκλογίζεται, τὸ δυστυχὲς δὲ τοῦτ’ ἐς ἄλλον ἐκτρέπει· εἰ δ’ ἦν παρ’ ὄμμα θάνατος ἐν ψήφου φορᾷ, οὐκ ἄν ποθ’ Ἑλλὰς δοριμανὴς ἀπώλλυτο. καίτοι δυοῖν γε πάντες ἄνθρωποι λόγοιν τὸν κρείσσον’ ἴσμεν, καὶ τὰ χρηστὰ καὶ κακά, ὅσῳ τε πολέμου κρεῖσσον εἰρήνη βροτοῖς· ἣ πρῶτα μὲν Μούσαισι προσφιλεστάτη, Ποιναῖσι δ’ ἐχθρά, τέρπεται δ’ εὐπαιδίᾳ, χαίρει δὲ πλούτῳ. ταῦτ’ ἀφέντες οἱ κακοὶ πολέμους ἀναιρούμεσθα καὶ τὸν ἥσσονα δουλούμεθ’, ἄνδρες ἄνδρα καὶ πόλις πόλιν. [494] ΚΗ͂ΡΥΞ: σὺ δ’ ἄνδρας ἐχθροὺς καὶ θανόντας ὠφελεῖς, θάπτων κομίζων θ’ ὕβρις οὓς ἀπώλεσεν; οὔ τἄρ’ ἔτ’ ὀρθῶς Καπανέως κεραύνιον δέμας καπνοῦται, κλιμάκων ὀρθοστάτας ὃς προσβαλὼν πύλῃσιν ὤμοσεν πόλιν πέρσειν θεοῦ θέλοντος ἤν τε μὴ θέλῃ; οὐδ’ ἥρπασεν χάρυβδις οἰωνοσκόπον, τέθριππον ἅρμα περιβαλοῦσα χάσματι, ἄλλοι τε κεῖνται πρὸς πύλαις λοχαγέται πέτροις καταξανθέντες ὀστέων ῥαφάς; ἤ νυν φρονεῖν ἄμεινον ἐξαύχει Διός, ἢ θεοὺς δικαίως τοὺς κακοὺς ἀπολλύναι. φιλεῖν μὲν οὖν χρὴ τοὺς σοφοὺς πρῶτον τέκνα, ἔπειτα τοκέας πατρίδα θ’, ἣν αὔξειν χρεὼν καὶ μὴ κατᾶξαι. σφαλερὸν ἡγεμὼν θρασύς· νεώς τε ναύτης ἥσυχος, καιρῷ σοφός. καὶ τοῦτ’ ἐμοὶ τἀνδρεῖον, ἡ προμηθία. [511] ΧΟΡΌΣ: ἐξαρκέσας ἦν Ζεὺς ὁ τιμωρούμενος, ὑμᾶς δ’ ὑβρίζειν οὐκ ἐχρῆν τοιάνδ’ ὕβριν. [513] ἌΔΡΑΣΤΟΣ: ὦ παγκάκιστε — [513] ΘΗΣΕΎΣ: σῖγ’, Ἄδραστ’, ἔχε στόμα, καὶ μὴ ’πίπροσθεν τῶν ἐμῶν τοὺς σοὺς λόγους θῇς· οὐ γὰρ ἥκει πρὸς σὲ κηρύσσων ὅδε, ἀλλ’ ὡς ἔμ’· ἡμᾶς κἀποκρίνασθαι χρεών. καὶ πρῶτα μέν σε πρὸς τὰ πρῶτ’ ἀμείψομαι. οὐκ οἶδ’ ἐγὼ Κρέοντα δεσπόζοντ’ ἐμοῦ οὐδὲ σθένοντα μεῖζον, ὥστ’ ἀναγκάσαι δρᾶν τὰς Ἀθήνας ταῦτ’· ἄνω γὰρ ἂν ῥέοι τὰ πράγμαθ’ οὕτως, εἰ ’πιταξόμεσθα δή. πόλεμον δὲ τοῦτον οὐκ ἐγὼ καθίσταμαι, ὃς οὐδὲ σὺν τοῖσδ’ ἦλθον ἐς Κάδμου χθόνα· νεκροὺς δὲ τοὺς θανόντας, οὐ βλάπτων πόλιν οὐδ’ ἀνδροκμῆτας προσφέρων ἀγωνίας, θάψαι δικαιῶ, τὸν Πανελλήνων νόμον σῴζων. τί τούτων ἐστὶν οὐ καλῶς ἔχον; εἰ γάρ τι καὶ πεπόνθατ’ Ἀργείων ὕπο, τεθνᾶσιν, ἠμύνασθε πολεμίους καλῶς, αἰσχρῶς δ’ ἐκείνοις, χἡ δίκη διοίχεται. ἐάσατ’ ἤδη γῇ καλυφθῆναι νεκρούς, ὅθεν δ’ ἕκαστον ἐς τὸ φῶς ἀφίκετο, ἐνταῦθ’ ἀπελθεῖν, πνεῦμα μὲν πρὸς αἰθέρα, τὸ σῶμα δ’ ἐς γῆν· οὔτι γὰρ κεκτήμεθα ἡμέτερον αὐτὸ πλὴν ἐνοικῆσαι βίον, κἄπειτα τὴν θρέψασαν αὐτὸ δεῖ λαβεῖν. δοκεῖς κακουργεῖν Ἄργος οὐ θάπτων νεκρούς; ἥκιστα· πάσης Ἑλλάδος κοινὸν τόδε, εἰ τοὺς θανόντας νοσφίσας ὧν χρῆν λαχεῖν ἀτάφους τις ἕξει· δειλίαν γὰρ ἐσφέρει τοῖς ἀλκίμοισιν οὗτος ἢν τεθῇ νόμος. κἀμοὶ μὲν ἦλθες δείν’ ἀπειλήσων ἔπη, νεκροὺς δὲ ταρβεῖτ’, εἰ κρυβήσονται χθονί; τί μὴ γένηται; μὴ κατασκάψωσι γῆν ταφέντες ὑμῶν; ἢ τέκν’ ἐν μυχῷ χθονὸς φύσωσιν, ἐξ ὧν εἶσί τις τιμωρία; σκαιόν γε τἀνάλωμα τῆς γλώσσης τόδε, φόβους πονηροὺς καὶ κενοὺς δεδοικέναι. [549] ΘΗΣΕΎΣ: ἀλλ’, ὦ μάταιοι, γνῶτε τἀνθρώπων κακά· παλαίσμαθ’ ἡμῶν ὁ βίος· εὐτυχοῦσι δὲ οἳ μὲν τάχ’, οἳ δ’ ἐσαῦθις, οἳ δ’ ἤδη βροτῶν, τρυφᾷ δ’ ὁ δαίμων· πρός τε γὰρ τοῦ δυστυχοῦς, ὡς εὐτυχήσῃ, τίμιος γεραίρεται, ὅ τ’ ὄλβιός νιν πνεῦμα δειμαίνων λιπεῖν ὑψηλὸν αἴρει. γνόντας οὖν χρεὼν τάδε ἀδικουμένους τε μέτρια μὴ θυμῷ φέρειν ἀδικεῖν τε τοιαῦθ’ οἷα μὴ βλάψαι πόλιν. πῶς οὖν ἂν εἴη; τοὺς ὀλωλότας νεκροὺς θάψαι δὸς ἡμῖν τοῖς θέλουσιν εὐσεβεῖν. ἢ δῆλα τἀνθένδ’· εἶμι καὶ θάψω βίᾳ. οὐ γάρ ποτ’ εἰς Ἕλληνας ἐξοισθήσεται ὡς εἰς ἔμ’ ἐλθὼν καὶ πόλιν Πανδίονος νόμος παλαιὸς δαιμόνων διεφθάρη. [564] ΧΟΡΌΣ: θάρσει· τὸ γάρ τοι τῆς Δίκης σῴζων φάος πολλοὺς ὑπεκφύγοις ἂν ἀνθρώπων ψόγους. [566] ΚΗ͂ΡΥΞ: βούλῃ συνάψω μῦθον ἐν βραχεῖ †σέθεν†; [567] ΘΗΣΕΎΣ: λέγ’, εἴ τι βούλῃ· καὶ γὰρ οὐ σιγηλὸς εἶ. [568] ΚΗ͂ΡΥΞ: οὐκ ἄν ποτ’ ἐκ γῆς παῖδας Ἀργείων λάβοις. [569] ΘΗΣΕΎΣ: κἀμοῦ νυν ἀντάκουσον, εἰ βούλῃ, πάλιν. [570] ΚΗ͂ΡΥΞ: κλύοιμ’ ἄν· οὐ γὰρ ἀλλὰ δεῖ δοῦναι μέρος. [571] ΘΗΣΕΎΣ: θάψω νεκροὺς γῆς ἐξελὼν Ἀσωπίας. [572] ΚΗ͂ΡΥΞ: ἐν ἀσπίσιν σοι πρῶτα κινδυνευτέον. [573] ΘΗΣΕΎΣ: πολλοὺς ἔτλην δὴ †χἁτέρους ἄλλους πόνους†. [574] ΚΗ͂ΡΥΞ: ἦ πᾶσιν οὖν ⟨σ’⟩ ἔφυσεν ἐξαρκεῖν πατήρ; [575] ΘΗΣΕΎΣ: ὅσοι γ’ ὑβρισταί· χρηστὰ δ’ οὐ κολάζομεν. [576] ΚΗ͂ΡΥΞ: πράσσειν σὺ πόλλ’ εἴωθας ἥ τε σὴ πόλις. [577] ΘΗΣΕΎΣ: τοιγὰρ πονοῦσα πολλὰ πόλλ’ εὐδαιμονεῖ. [578] ΚΗ͂ΡΥΞ: ἔλθ’, ὥς σε λόγχη σπαρτὸς ἐν πόλει λάβῃ. [579] ΘΗΣΕΎΣ: τίς δ’ ἐκ δράκοντος θοῦρος ἂν γένοιτ’ Ἄρης; [580] ΚΗ͂ΡΥΞ: γνώσῃ σὺ πάσχων· νῦν δ’ ἔτ’ εἶ νεανίας. [581] ΘΗΣΕΎΣ: οὔτοι μ’ ἐπαρεῖς ὥστε θυμῶσαι φρένας τοῖς σοῖσι κόμποις· ἀλλ’ ἀποστέλλου χθονός, λόγους ματαίους οὕσπερ ἠνέγκω λαβών. περαίνομεν γὰρ οὐδέν. ὁρμᾶσθαι χρεὼν πάντ’ ἄνδρ’ ὁπλίτην ἁρμάτων τ’ ἐπεμβάτην, μοναμπύκων τε φάλαρα κινεῖσθαι στόμα ἀφρῷ καταστάζοντα Καδμείαν χθόνα. χωρήσομαι γὰρ ἑπτὰ πρὸς Κάδμου πύλας αὐτὸς σίδηρον ὀξὺν ἐν χεροῖν ἔχων αὐτός τε κῆρυξ. σοὶ δὲ προστάσσω μένειν, Ἄδραστε, κἀμοὶ μὴ ἀναμίγνυσθαι τύχας τὰς σάς. ἐγὼ γὰρ δαίμονος τοὐμοῦ μέτα στρατηλατήσω καινὸς ἐν καινῷ δορί. ἓν δεῖ μόνον μοι· τοὺς θεοὺς ἔχειν, ὅσοι δίκην σέβονται· ταῦτα γὰρ ξυνόνθ’ ὁμοῦ νίκην δίδωσιν. ἁρετὴ δ’ οὐδὲν λέγει βροτοῖσιν, ἢ μὴ τὸν θεὸν χρῄζοντ’ ἔχῃ. [598] ΧΟΡΌΣ: — ὦ μέλεαι μελέων ματέρες λοχαγῶν, ὥς μοι ὑφ’ ἥπατι χλωρὸν δεῖμα θάσσει — [600] ΧΟΡΌΣ: — τίν’ αὐδὰν τάνδε προσφέρεις νέαν; [601] ΧΟΡΌΣ: — στράτευμα πᾷ Παλλάδος κριθήσεται; [602] ΧΟΡΌΣ: — διὰ δορὸς εἶπας, ἢ λόγων ξυναλλαγαῖς; [603] ΧΟΡΌΣ: — γένοιτ’ ἂν κέρδος· εἰ δ’ ἀρείφατοι φόνοι μάχαι στερνοτυπεῖς τ’ ἀνὰ πτόλιν κτύποι φανήσονται, τάλαι- να, τίνα λόγον, τίν’ ἂν τῶνδ’ αἰτία λάβοιμι; [608] ΧΟΡΌΣ: — ἀλλὰ τὸν εὐτυχίᾳ λαμπρὸν ἄν τις αἱροῖ μοῖρα πάλιν· τόδε μοι θράσος ἀμφιβαίνει. [610] ΧΟΡΌΣ: — δικαίους δαίμονας σύ γ’ ἐννέπεις. [611] ΧΟΡΌΣ: — τίνες γὰρ ἄλλοι νέμουσι συμφοράς; [612] ΧΟΡΌΣ: — διάφορα πολλὰ θεῶν βροτοῖσιν εἰσορῶ. [613] ΧΟΡΌΣ: — φόβῳ γὰρ τῷ πάρος διόλλυσαι· δίκα δίκαν δ’ ἐκάλεσε καὶ φόνος φόνον, κακῶν δ’ ἀναψυχὰς θεοὶ βροτοῖς νέμουσι, πάντων τέρμ’ ἔχοντες αὐτοί. [618] ΧΟΡΌΣ: — τὰ καλλίπυργα πεδία πῶς ἱκοίμεθ’ ἄν, Καλλίχορον θεᾶς ὕδωρ λιποῦσαι — [620] ΧΟΡΌΣ: — ποτανὰν εἴ σέ τις θεῶν κτίσαι. — διπόταμον ἵνα πόλιν μόλω. [622] ΧΟΡΌΣ: — εἰδείης ἂν φίλων εἰδείης ἂν τύχας. [623] ΧΟΡΌΣ: — τίς ποτ’ αἶσα, τίς ἄρα πότμος ἐπιμένει τὸν ἄλκιμον τᾶσδε γᾶς ἄνακτα; [626] ΧΟΡΌΣ: — κεκλημένους μὲν ἀνακαλούμεθ’ αὖ θεούς· — ἀλλὰ φόβων πίστις ἅδε πρώτα. [628] ΧΟΡΌΣ: — ἰὼ Ζεῦ, τᾶς παλαιομάτορος παιδογόνε πόριος Ἰνάχου. [630] ΧΟΡΌΣ: — πόλει μοι ξύμμαχος γενοῦ τᾷδ’ εὐμενής. [631] ΧΟΡΌΣ: — τὸ σὸν ἄγαλμα, τὸ σὸν ἵδρυμα πόλεος, ἐκκομίζομαι πρὸς πυρὰν ὑβρισθέν. [634] ἌΓΓΕΛΟΣ: γυναῖκες, ἥκω πόλλ’ ἔχων λέγειν φίλα, αὐτός τε σωθείς· ᾑρέθην γὰρ ἐν μάχῃ, ἣν οἱ θανόντων ἑπτὰ δεσποτῶν λόχοι ἠγωνίσαντο ῥεῦμα Διρκαῖον πάρα· νίκην τε Θησέως ἀγγελῶν. λόγου δέ σε μακροῦ ἀποπαύσω· Καπανέως γὰρ ἦ λάτρις, ὃν Ζεὺς κεραυνῷ πυρπόλῳ καταιθαλοῖ. [641] ΧΟΡΌΣ: ὦ φίλτατ’, εὖ μὲν νόστον ἀγγέλλεις σέθεν τήν τ’ ἀμφὶ Θησέως βάξιν· εἰ δὲ καὶ στρατὸς σῶς ἐστ’ Ἀθηνῶν, πάντ’ ἂν ἀγγέλλοις φίλα. [644] ἌΓΓΕΛΟΣ: σῶς, καὶ πέπραγεν ὡς Ἄδραστος ὤφελεν πρᾶξαι ξὺν Ἀργείοισιν, οὓς ἀπ’ Ἰνάχου στείλας ἐπεστράτευσε Καδμείων πόλιν. [647] ΧΟΡΌΣ: πῶς γὰρ τροπαῖα Ζηνὸς Αἰγέως τόκος ἔστησεν οἵ τε συμμετασχόντες δορός; λέξον· παρὼν γὰρ οὐ παρόντας εὐφρανεῖς. [650] ἌΓΓΕΛΟΣ: λαμπρὰ μὲν ἀκτὶς ἡλίου, κανὼν σαφής, ἔβαλλε γαῖαν· ἀμφὶ δ’ Ἠλέκτρας πύλας ἔστην θεατὴς πύργον εὐαγῆ λαβών. ὁρῶ δὲ φῦλα τρία τριῶν στρατευμάτων· τευχεσφόρον μὲν λαὸν ἐκτείνοντ’ ἄνω Ἰσμήνιον πρὸς ὄχθον, ὡς μὲν ἦν λόγος, αὐτόν τ’ ἄνακτα, παῖδα κλεινὸν Αἰγέως, καὶ τοὺς σὺν αὐτῷ, δεξιὸν τεταγμένους κέρας, παλαιᾶς Κεκροπίας ⟨τ’⟩ οἰκήτορας, ἴσους ἀριθμόν· ἁρμάτων δ’ ὀχήματα αὐτόν τε Πάραλον ἐστολισμένον δορὶ κρήνην παρ’ αὐτὴν Ἄρεος· ἱππότην δ’ ὄχλον πρὸς κρασπέδοισι στρατοπέδου τεταγμένον. Κάδμου δὲ λαὸς ἧστο πρόσθε τειχέων, νεκροὺς ὄπισθεν θέμενος, ὧν ἔκειτ’ ἀγών, ἔνερθε σεμνῶν μνημάτων Ἀμφίονος. ἱππεῦσι δ’ ἱππῆς ἦσαν ἀνθωπλισμένοι τετραόροισί τ’ ἀντί’ ἅρμαθ’ ἅρμασιν. κῆρυξ δὲ Θησέως εἶπεν ἐς πάντας τάδε· Σιγᾶτε, λαοί· σῖγα, Καδμείων στίχες, ἀκούσαθ’· ἡμεῖς ἥκομεν νεκροὺς μέτα, θάψαι θέλοντες, τὸν Πανελλήνων νόμον σῴζοντες, οὐδὲν δεόμενοι τεῖναι φόνον. [673] ἌΓΓΕΛΟΣ: κοὐδὲν Κρέων τοῖσδ’ ἀντεκήρυξεν λόγοις, ἀλλ’ ἧστ’ ἐφ’ ὅπλοις σῖγα. ποιμένες δ’ ὄχων τετραόρων κατῆρχον ἐντεῦθεν μάχης· πέραν δὲ διελάσαντες ἀλλήλων ὄχους, παραιβάτας ἔστησαν ἐς τάξιν δορός. χοἳ μὲν σιδήρῳ διεμάχονθ’, οἳ δ’ ἔστρεφον πώλους ἐς ἀλκὴν αὖθις ἐς παραιβάτας. ἰδὼν δὲ Φόρβας, ὃς μοναμπύκων ἄναξ ἦν τοῖς Ἐρεχθείδαισιν, ἁρμάτων ὄχλον, οἵ τ’ αὖ τὸ Κάδμου διεφύλασσον ἱππικόν, συνῆψαν ἀλκὴν κἀκράτουν ἡσσῶντό τε. λεύσσων δὲ ταῦτα κοὐ κλύων — ἐκεῖ γὰρ ἦ ἔνθ’ ἅρματ’ ἠγωνίζεθ’ οἵ τ’ ἐπεμβάται — τἀκεῖ παρόντα πολλὰ πήματ’, οὐκ ἔχω τί πρῶτον εἴπω, πότερα τὴν ἐς οὐρανὸν κόνιν προσαντέλλουσαν, ὡς πολλὴ παρῆν, ἢ τοὺς ἄνω τε καὶ κάτω φορουμένους ἱμᾶσιν, αἵματός τε φοινίου ῥοάς, τῶν μὲν πιτνόντων, τῶν δὲ θραυσθέντων δίφρων ἐς κρᾶτα πρὸς γῆν ἐκκυβιστώντων βίᾳ πρὸς ἁρμάτων τ’ ἀγαῖσι λειπόντων βίον; νικῶντα δ’ ἵπποις ὡς ὑπείδετο στρατὸν Κρέων τὸν ἐνθένδ’, ἰτέαν λαβὼν χερὶ χωρεῖ, πρὶν ἐλθεῖν ξυμμάχοις δυσθυμίαν. καὶ συμπατάξαντες μέσον πάντα στρατὸν ἔκτεινον ἐκτείνοντο, καὶ παρηγγύων κελευσμὸν ἀλλήλοισι σὺν πολλῇ βοῇ· Θεῖν’· ἀντέρειδε τοῖς Ἐρεχθείδαις δόρυ. καὶ μὴν τὰ Θησέως γ’ οὐκ ὄκνῳ διεφθάρη, ἀλλ’ ἵετ’ εὐθὺς λάμπρ’ ἀναρπάσας ὅπλα· λόχος δ’ ὀδόντων ὄφεος ἐξηνδρωμένος δεινὸς παλαιστὴς ἦν· ἔκλινε γὰρ κέρας τὸ λαιὸν ἡμῶν· δεξιοῦ δ’ ἡσσώμενον φεύγει τὸ κείνων· ἦν δ’ ἀγὼν ἰσόρροπος. κἀν τῷδε τὸν στρατηγὸν αἰνέσαι παρῆν· οὐ γὰρ τὸ νικῶν τοῦτ’ ἐκέρδαινεν μόνον, ἀλλ’ ᾤχετ’ ἐς τὸ κάμνον οἰκείου στρατοῦ. ἔρρηξε δ’ αὐδήν, ὥσθ’ ὑπηχῆσαι χθόνα· Ὦ παῖδες, εἰ μὴ σχήσετε στερρὸν δόρυ σπαρτῶν τόδ’ ἀνδρῶν, οἴχεται τὰ Παλλάδος. θάρσος δ’ ἐνῶρσε παντὶ Κραναϊδῶν στρατῷ. αὐτός θ’ ὅπλισμα τοὐπιδαύριον λαβὼν δεινῆς κορύνης διαφέρων ἐσφενδόνα ὁμοῦ τραχήλους κἀπικείμενον κάρα, κυνέας θερίζων κἀποκαυλίζων ξύλῳ. μόλις δέ πως ἔτρεψαν ἐς φυγὴν πόδα. ἐγὼ δ’ ἀνηλάλαξα κἀνωρχησάμην κἄκρουσα χεῖρας. οἳ δ’ ἔτεινον ἐς πύλας. βοὴ δὲ καὶ κωκυτὸς ἦν ἀνὰ πτόλιν νέων γερόντων, ἱερά τ’ ἐξεπίμπλασαν φόβῳ. παρὸν δὲ τειχέων ἔσω μολεῖν, Θησεὺς ἐπέσχεν· οὐ γὰρ ὡς πέρσων πόλιν μολεῖν ἔφασκεν, ἀλλ’ ἀπαιτήσων νεκρούς. τοιόνδε τὸν στρατηγὸν αἱρεῖσθαι χρεών, ὃς ἔν τε τοῖς δεινοῖσίν ἐστιν ἄλκιμος μισεῖ θ’ ὑβριστὴν λαόν, ὃς πράσσων καλῶς ἐς ἄκρα βῆναι κλιμάκων ἐνήλατα ζητῶν ἀπώλεσ’ ὄλβον ᾧ χρῆσθαι παρῆν. [731] ΧΟΡΌΣ: νῦν τήνδ’ ἄελπτον ἡμέραν ἰδοῦσ’ ἐγὼ θεοὺς νομίζω, καὶ δοκῶ τῆς συμφορᾶς ἔχειν ἔλασσον, τῶνδε τεισάντων δίκην. [734] ἌΔΡΑΣΤΟΣ: ὦ Ζεῦ, τί δῆτα τοὺς ταλαιπώρους βροτοὺς φρονεῖν λέγουσι; σοῦ γὰρ ἐξηρτήμεθα δρῶμέν τε τοιαῦθ’ ἃν σὺ τυγχάνῃς θέλων. ἡμῖν γὰρ ἦν τό τ’ Ἄργος οὐχ ὑποστατόν, αὐτοί τε πολλοὶ καὶ νέοι βραχίοσιν· Ἐτεοκλέους τε σύμβασιν ποιουμένου, μέτρια θέλοντος, οὐκ ἐχρῄζομεν λαβεῖν, κἄπειτ’ ἀπωλόμεσθα. ὁ δ’ αὖ τότ’ εὐτυχής, λαβὼν πένης ὣς ἀρτίπλουτα χρήματα, ὕβριζ’, ὑβρίζων τ’ αὖθις ἀνταπώλετο Κάδμου κακόφρων λαός. ὦ καιροῦ πέρα τὸ τόξον ἐντείνοντες· ὦ κενοὶ βροτῶν, καὶ πρὸς δίκης γε πολλὰ πάσχοντες κακά, φίλοις μὲν οὐ πείθεσθε, τοῖς δὲ πράγμασιν· πόλεις τ’, ἔχουσαι διὰ λόγου κάμψαι κακά, φόνῳ καθαιρεῖσθ’, οὐ λόγῳ, τὰ πράγματα. ἀτὰρ τί ταῦτα; κεῖνο βούλομαι μαθεῖν, πῶς ἐξεσώθης· εἶτα τἄλλ’ ἐρήσομαι. [752] ἌΓΓΕΛΟΣ: ἐπεὶ ταραγμὸς πόλιν ἐκίνησεν δορί, πύλας διῆλθον, ᾗπερ εἰσῄει στρατός. [754] ἌΔΡΑΣΤΟΣ: ὧν δ’ οὕνεχ’ ἁγὼν ἦν, νεκροὺς κομίζετε; [755] ἌΓΓΕΛΟΣ: ὅσοι γε κλεινοῖς ἕπτ’ ἐφέστασαν δόμοις. [756] ἌΔΡΑΣΤΟΣ: πῶς φῄς; ὁ δ’ ἄλλος ποῦ κεκμηκότων ὄχλος; [757] ἌΓΓΕΛΟΣ: τάφῳ δέδονται πρὸς Κιθαιρῶνος πτυχαῖς. [758] ἌΔΡΑΣΤΟΣ: τοὐκεῖθεν ἢ τοὐνθένδε; τίς δ’ ἔθαψέ νιν; [759] ἌΓΓΕΛΟΣ: Θησεύς, σκιώδης ἔνθ’ Ἐλευθερὶς πέτρα. [760] ἌΔΡΑΣΤΟΣ: οὓς δ’ οὐκ ἔθαψε ποῦ νεκροὺς ἥκεις λιπών; [761] ἌΓΓΕΛΟΣ: ἐγγύς· πέλας γὰρ πᾶν ὅ τι σπουδάζεται. [762] ἌΔΡΑΣΤΟΣ: ἦ που πικρῶς νιν θέραπες ἦγον ἐκ φόνου; [763] ἌΓΓΕΛΟΣ: οὐδεὶς ἐπέστη τῷδε δοῦλος ὢν πόνῳ. [763] ἌΔΡΑΣΤΟΣ: … [764] ἌΓΓΕΛΟΣ: φαίης ἄν, εἰ παρῆσθ’ ὅτ’ ἠγάπα νεκρούς. [765] ἌΔΡΑΣΤΟΣ: ἔνιψεν αὐτὸς τῶν ταλαιπώρων σφαγάς; [766] ἌΓΓΕΛΟΣ: κἄστρωσέ γ’ εὐνὰς κἀκάλυψε σώματα. [767] ἌΔΡΑΣΤΟΣ: δεινὸν μὲν ἦν βάσταγμα κᾀσχύνην ἔχον. [768] ἌΓΓΕΛΟΣ: τί δ’ αἰσχρὸν ἀνθρώποισι τἀλλήλων κακά; [769] ἌΔΡΑΣΤΟΣ: οἴμοι· πόσῳ σφιν συνθανεῖν ἂν ἤθελον. [770] ἌΓΓΕΛΟΣ: ἄκραντ’ ὀδύρῃ ταῖσδέ τ’ ἐξάγεις δάκρυ. [771] ἌΔΡΑΣΤΟΣ: δοκῶ μέν, αὐταί γ’ εἰσὶν αἱ διδάσκαλοι. ἀλλ’ εἶἑν· αἴρω χεῖρ’ ἀπαντήσας νεκροῖς Ἅιδου τε μολπὰς ἐκχέω δακρυρρόους, φίλους προσαυδῶν, ὧν λελειμμένος τάλας ἔρημα κλαίω· τοῦτο γὰρ μόνον βροτοῖς οὐκ ἔστι τἀνάλωμ’ ἀναλωθὲν λαβεῖν, ψυχὴν βροτείαν· χρημάτων δ’ εἰσὶν πόροι. [778] ΧΟΡΌΣ: — τὰ μὲν εὖ, τὰ δὲ δυστυχῆ. πόλει μὲν εὐδοξία καὶ στρατηλάταις δορὸς διπλάζεται τιμά· ἐμοὶ δὲ παίδων μὲν εἰσιδεῖν μέλη πικρόν, καλὸν θέαμα δ’, εἴπερ ὄψομαι, τὰν ἄελπτον ἁμέραν ἰδοῦσα, πάντων μέγιστον ἄλγος. [786] ΧΟΡΌΣ: — ἄγαμόν μ’ ἔτι δεῦρ’ ἀεὶ Χρόνος παλαιὸς πατὴρ ὤφελ’ ἁμερᾶν κτίσαι. τί γάρ μ’ ἔδει παίδων; τὸ μὲν γὰρ ἤλπιζον ἂν πεπονθέναι πάθος περισσόν, εἰ γάμων ἀπεζύγην, νῦν δ’ ὁρῶ σαφέστατον κακόν, τέκνων φιλτάτων στερεῖσα. [794] ΧΟΡΌΣ: ἀλλὰ τάδ’ ἤδη σώματα λεύσσω τῶν οἰχομένων παίδων· μελέα πῶς ἂν ὀλοίμην σὺν τοῖσδε τέκνοις κοινὸν ἐς Ἅιδην καταβᾶσα; [798] ἌΔΡΑΣΤΟΣ: στεναγμόν, ὦ ματέρες, τῶν κατὰ χθονὸς νεκρῶν ἀύσατ’ ἀπύσατ’ ἀντίφων’ ἐμῶν στεναγμάτων κλύουσαι. [802] ΧΟΡΌΣ: — ὦ παῖδες, ὦ πικρὸν φίλων προσηγόρημα ματέρων, προσαυδῶ σε τὸν θανόντα. [805] ἌΔΡΑΣΤΟΣ: ἰὼ ἰώ. [805] ΧΟΡΌΣ: τῶν γ’ ἐμῶν κακῶν ἐγώ. [806] ἌΔΡΑΣΤΟΣ: αἰαῖ. [806] ΧΟΡΌΣ: … [807] ἌΔΡΑΣΤΟΣ: ἐπάθομεν ὤ … [807] ΧΟΡΌΣ: τὰ κύντατ’ ἄλγη κακῶν. [808] ἌΔΡΑΣΤΟΣ: ὦ πόλις Ἀργεία, τὸν ἐμὸν πότμον οὐκ ἐσορᾶτε; [809] ΧΟΡΌΣ: — ὁρῶσι κἀμὲ τὰν τάλαι- ναν, τέκνων ἄπαιδα. [811] ἌΔΡΑΣΤΟΣ: προσάγετε ⟨τῶν⟩ δυσπότμων σώμαθ’ αἱματοσταγῆ, σφαγέντας οὐκ ἄξι’ οὐδ’ ὑπ’ ἀξίων, ἐν οἷς ἀγὼν ἐκράνθη. [815] ΧΟΡΌΣ: — δόθ’, ὡς περιπτυχαῖσι δὴ χέρας προσαρμόσασ’ ἐμοῖς ἐν ἀγκῶσι τέκνα θῶμαι. [818] ἌΔΡΑΣΤΟΣ: ἔχεις ἔχεις. [818] ΧΟΡΌΣ: — πημάτων γ’ ἅλις βάρος. [819] ἌΔΡΑΣΤΟΣ: αἰαῖ. [819] ΧΟΡΌΣ: τοῖς τεκοῦσι δ’ οὐ λέγεις; [820] ἌΔΡΑΣΤΟΣ: ἀίετέ μου. [820] ΧΟΡΌΣ: στένεις ἐπ’ ἀμφοῖν ἄχη. [821] ἌΔΡΑΣΤΟΣ: εἴθε με Καδμείων ἔναρον στίχες ἐν κονίαισιν. [822] ΧΟΡΌΣ: — ἐμὸν δὲ μήποτ’ ἐζύγη δέμας ἐς ἀνδρὸς εὐνάν. [824] ἌΔΡΑΣΤΟΣ: ἴδετε κακῶν πέλαγος, ὦ ματέρες τάλαιναι τέκνων. [826] ΧΟΡΌΣ: — κατὰ μὲν ὄνυξιν ἠλοκίσμεθ’, ἀμφὶ δὲ σποδὸν κάρᾳ κεχύμεθα. [828] ἌΔΡΑΣΤΟΣ: ἰὼ ἰώ μοί μοι· κατά με πέδον γᾶς ἕλοι, διὰ δὲ θύελλα σπάσαι, πυρός τε φλογμὸς ὁ Διὸς ἐν κάρᾳ πέσοι. [833] ΧΟΡΌΣ: — πικροὺς ἐσεῖδες γάμους, πικρὰν δὲ Φοίβου φάτιν· ἔρημά σ’ ἁ πολύστονος Οἰδιπόδα δώματα λιποῦσ’ ἦλθ’ Ἐρινύς. [837] ΘΗΣΕΎΣ: μέλλων σ’ ἐρωτᾶν, ἡνίκ’ ἐξήντλεις στρατῷ γόους, ἀφήσω· τοὺς ἐκεῖ μὲν ἐκλιπὼν εἴασα μύθους, νῦν δ’ Ἄδραστον εἰσορῶ· πόθεν ποθ’ οἵδε διαπρεπεῖς εὐψυχίᾳ θνητῶν ἔφυσαν; εἰπέ γ’ ὡς σοφώτερος νέοισιν ἀστῶν τῶνδ’· ἐπιστήμων γὰρ εἶ. εἶδον γὰρ αὐτῶν κρείσσον’ ἢ λέξαι λόγῳ τολμήμαθ’, οἷς ἤλπιζον αἱρήσειν πόλιν. ἓν δ’ οὐκ ἐρήσομαί σε, μὴ γέλωτ’ ὄφλω, ὅτῳ ξυνέστη τῶνδ’ ἕκαστος ἐν μάχῃ ἢ τραῦμα λόγχης πολεμίων ἐδέξατο. κενοὶ γὰρ οὗτοι τῶν τ’ ἀκουόντων λόγοι καὶ τοῦ λέγοντος, ὅστις ἐν μάχῃ βεβὼς λόγχης ἰούσης πρόσθεν ὀμμάτων πυκνῆς σαφῶς ἀπήγγειλ’ ὅστις ἐστὶν ἁγαθός. οὐκ ἂν δυναίμην οὔτ’ ἐρωτῆσαι τάδε οὔτ’ αὖ πιθέσθαι τοῖσι τολμῶσιν λέγειν· μόλις γὰρ ἄν τις αὐτὰ τἀναγκαῖ’ ὁρᾶν δύναιτ’ ἂν ἑστὼς πολεμίοις ἐναντίος. [857] ἌΔΡΑΣΤΟΣ: ἄκουε δή νυν· καὶ γὰρ οὐκ ἄκοντί μοι δίδως ἔπαινον ὧν ἔγωγε βούλομαι φίλων ἀληθῆ καὶ δίκαι’ εἰπεῖν πέρι. ὁρᾷς τὸν ἁβρόν, οὗ βέλος διέπτατο; Καπανεὺς ὅδ’ ἐστίν· ᾧ βίος μὲν ἦν πολύς, ἥκιστα δ’ ὄλβῳ γαῦρος ἦν· φρόνημα δὲ οὐδέν τι μεῖζον εἶχεν ἢ πένης ἀνήρ, φεύγων τραπέζαις ὅστις ἐξογκοῖτ’ ἄγαν τἀρκοῦντ’ ἀτίζων· οὐ γὰρ ἐν γαστρὸς βορᾷ τὸ χρηστὸν εἶναι, μέτρια δ’ ἐξαρκεῖν ἔφη. φίλοις τ’ ἀληθὴς ἦν φίλος, παροῦσί τε καὶ μὴ παροῦσιν· ὧν ἀριθμὸς οὐ πολύς. ἀψευδὲς ἦθος, εὐπροσήγορον στόμα, ἄκραντον οὐδὲν οὔτ’ ἐς οἰκέτας ἔχων οὔτ’ ἐς πολίτας. τὸν δὲ δεύτερον λέγω Ἐτέοκλον, ἄλλην χρηστότητ’ ἠσκηκότα· νεανίας ἦν τῷ βίῳ μὲν ἐνδεής, πλείστας δὲ τιμὰς ἔσχ’ ἐν Ἀργείᾳ χθονί. φίλων δὲ χρυσὸν πολλάκις δωρουμένων οὐκ εἰσεδέξατ’ οἶκον ὥστε τοὺς τρόπους δούλους παρασχεῖν χρημάτων ζευχθεὶς ὕπο. τοὺς δ’ ἐξαμαρτάνοντας, οὐχὶ τὴν πόλιν ἤχθαιρ’· ἐπεί τοι κοὐδὲν αἰτία πόλις κακῶς κλύουσα διὰ κυβερνήτην κακόν. [881] ἌΔΡΑΣΤΟΣ: ὁ δ’ αὖ τρίτος τῶνδ’ Ἱππομέδων τοιόσδ’ ἔφυ· παῖς ὢν ἐτόλμησ’ εὐθὺς οὐ πρὸς ἡδονὰς Μουσῶν τραπέσθαι πρὸς τὸ μαλθακὸν βίου, ἀγροὺς δὲ ναίων, σκληρὰ τῇ φύσει διδοὺς ἔχαιρε πρὸς τἀνδρεῖον, ἔς τ’ ἄγρας ἰὼν ἵπποις τε χαίρων τόξα τ’ ἐντείνων χεροῖν, πόλει παρασχεῖν σῶμα χρήσιμον θέλων. ὁ τῆς κυναγοῦ δ’ ἄλλος Ἀταλάντης γόνος [παῖς] Παρθενοπαῖος, εἶδος ἐξοχώτατος, Ἀρκὰς μὲν ἦν, ἐλθὼν δ’ ἐπ’ Ἰνάχου ῥοὰς παιδεύεται κατ’ Ἄργος. ἐκτραφεὶς δ’ ἐκεῖ πρῶτον μέν, ὡς χρὴ τοὺς μετοικοῦντας ξένους, λυπηρὸς οὐκ ἦν οὐδ’ ἐπίφθονος πόλει οὐδ’ ἐξεριστὴς τῶν λόγων, ὅθεν βαρὺς μάλιστ’ ἂν εἴη δημότης τε καὶ ξένος. λόχοις δ’ ἐνεστὼς ὥσπερ Ἀργεῖος γεγὼς ἤμυνε χώρᾳ, χὡπότ’ εὖ πράσσοι πόλις, ἔχαιρε, λυπρῶς δ’ ἔφερεν, εἴ τι δυστυχοῖ. πολλοὺς δ’ ἐραστὰς κἀπὸ θηλειῶν ὅσας ἔχων ἐφρούρει μηδὲν ἐξαμαρτάνειν. [901] ἌΔΡΑΣΤΟΣ: Τυδέως δ’ ἔπαινον ἐν βραχεῖ θήσω μέγαν· [οὐκ ἐν λόγοις ἦν λαμπρός, ἀλλ’ ἐν ἀσπίδι δεινὸς σοφιστής, πολλά τ’ ἐξευρεῖν σοφά.] [γνώμῃ δ’ ἀδελφοῦ Μελεάγρου λελειμμένος, ἴσον παρέσχεν ὄνομα διὰ τέχνης δορός, εὑρὼν ἀκριβῆ μουσικὴν ἐν ἀσπίδι·] φιλότιμον ἦθος πλούσιον, φρόνημα δὲ ἐν τοῖσιν ἔργοις, οὐχὶ τοῖς λόγοις, ἴσον. ἐκ τῶνδε μὴ θαύμαζε τῶν εἰρημένων, Θησεῦ, πρὸ πύργων τούσδε τολμῆσαι θανεῖν. τὸ γὰρ τραφῆναι μὴ κακῶς αἰδῶ φέρει· αἰσχύνεται δὲ τἀγάθ’ ἀσκήσας ἀνὴρ κακὸς γενέσθαι πᾶς τις. ἡ δ’ εὐανδρία διδακτός, εἴπερ καὶ βρέφος διδάσκεται λέγειν ἀκούειν θ’ ὧν μάθησιν οὐκ ἔχει. ἃ δ’ ἂν μάθῃ τις, ταῦτα σῴζεσθαι φιλεῖ πρὸς γῆρας. οὕτω παῖδας εὖ παιδεύετε. [918] ΧΟΡΌΣ: ἰὼ τέκνον, δυστυχῆ σ’ ἔτρεφον, ἔφερον ὑφ’ ἥπατος πόνους ἐνεγκοῦσ’ ἐν ὠδῖσι· καὶ νῦν Ἅιδας τὸν ἐμὸν ἔχει μόχθον ἀθλίας, ἐγὼ δὲ γηροβοσκὸν οὐκ ἔχω, τεκοῦσ’ ἁ τάλαινα παῖδα. [925] ΘΗΣΕΎΣ: καὶ μὴν τὸν Οἰκλέους γε γενναῖον τόκον θεοὶ ζῶντ’ ἀναρπάσαντες ἐς μυχοὺς χθονὸς αὐτοῖς τεθρίπποις εὐλογοῦσιν ἐμφανῶς· τὸν Οἰδίπου τε παῖδα, Πολυνείκην λέγω, ἡμεῖς ἐπαινέσαντες οὐ ψευδοίμεθ’ ἄν. ξένος γὰρ ἦν μοι πρὶν λιπὼν Κάδμου πόλιν φυγῇ πρὸς Ἄργος διαβαλεῖν αὐθαίρετος. ἀλλ’ οἶσθ’ ὃ δρᾶσαι βούλομαι τούτων πέρι; [933] ἌΔΡΑΣΤΟΣ: οὐκ οἶδα πλὴν ἕν, σοῖσι πείθεσθαι λόγοις. [934] ΘΗΣΕΎΣ: τὸν μὲν Διὸς πληγέντα Καπανέα πυρὶ … [935] ἌΔΡΑΣΤΟΣ: ἦ χωρὶς ἱερὸν ὡς νεκρὸν θάψαι θέλεις; [936] ΘΗΣΕΎΣ: ναί· τοὺς δέ γ’ ἄλλους πάντας ἐν μιᾷ πυρᾷ. [937] ἌΔΡΑΣΤΟΣ: ποῦ δῆτα θήσεις μνῆμα τῷδε χωρίσας; [938] ΘΗΣΕΎΣ: αὐτοῦ παρ’ οἴκους τούσδε συμπήξας τάφον. [939] ἌΔΡΑΣΤΟΣ: οὗτος μὲν ἤδη δμωσὶν ἂν μέλοι πόνος. [940] ΘΗΣΕΎΣ: ἡμῖν δέ γ’ οἵδε· στειχέτω δ’ ἄχθη νεκρῶν. [941] ἌΔΡΑΣΤΟΣ: ἴτ’, ὦ τάλαιναι μητέρες, τέκνων πέλας. [942] ΘΗΣΕΎΣ: ἥκιστ’, Ἄδραστε, τοῦτο πρόσφορον λέγεις. [943] ἌΔΡΑΣΤΟΣ: πῶς; τὰς τεκούσας οὐ χρεὼν ψαῦσαι τέκνων; [944] ΘΗΣΕΎΣ: ὄλοιντ’ ἰδοῦσαι τούσδ’ ἂν ἠλλοιωμένους. [945] ἌΔΡΑΣΤΟΣ: πικρὰ γὰρ ὄψις αἷμα κὠτειλαὶ νεκρῶν. [946] ΘΗΣΕΎΣ: τί δῆτα λύπην ταῖσδε προσθεῖναι θέλεις; [947] ἌΔΡΑΣΤΟΣ: νικᾷς. μένειν χρὴ τλημόνως· λέγει γὰρ εὖ Θησεύς· ὅταν δὲ τούσδε προσθῶμεν πυρί, ὀστᾶ προσάξεσθε. ὦ ταλαίπωροι βροτῶν, τί κτᾶσθε λόγχας καὶ κατ’ ἀλλήλων φόνους τίθεσθε; παύσασθ’, ἀλλὰ λήξαντες πόνων ἄστη φυλάσσεθ’ ἥσυχοι μεθ’ ἡσύχων. σμικρὸν τὸ χρῆμα τοῦ βίου· τοῦτον δὲ χρὴ ὡς ῥᾷστα καὶ μὴ σὺν πόνοις διεκπερᾶν. [955] ΧΟΡΌΣ: — οὐκέτ’ εὔτεκνος, οὐκέτ’ εὔ- παις, οὐδ’ εὐτυχίας μέτε- στίν μοι κουροτόκοις ἐν Ἀργείαις· οὐδ’ Ἄρτεμις λοχία προσφθέγξαιτ’ ἂν τὰς ἀτέκνους. δυσαίων δ’ ὁ βίος, πλαγκτὰ δ’ ὡσεί τις νεφέλα πνευμάτων ὑπὸ δυσχίμων ἀίσσω. [963] ΧΟΡΌΣ: — ἑπτὰ ματέρες ἑπτὰ κού- ρους ἐγεινάμεθ’ αἱ ταλαί- πωροι κλεινοτάτους ἐν Ἀργείοις· καὶ νῦν ἄπαις ἄτεκνος γηράσκω δυστανοτάτως, οὔτ’ ἐν φθιμένοις οὔτ’ ἐν ζωοῖσιν †ἀριθμουμένη†, χωρὶς δή τινα τῶνδ’ ἔχουσα μοῖραν. [971] ΧΟΡΌΣ: — ὑπολελειμμένα μοι δάκρυα· μέλεα παιδὸς ἐν οἴκοις κεῖται μνήματα, πένθιμοι κουραὶ καὶ στέφανοι κόμας, ⟨λοιβαί τε νεκύων φθιμένων,⟩ ἀοιδαί θ’ ἃς χρυσοκόμας Ἀπόλλων οὐκ ἐνδέχεται· γόοισι δ’ ὀρθρευομένα δάκρυσι νοτερὸν ἀεὶ πέπλων πρὸς στέρνῳ πτύχα τέγξω. [980] ΧΟΡΌΣ: — καὶ μὴν θαλάμας τάσδ’ ἐσορῶ δὴ Καπανέως ἤδη τύμβον θ’ ἱερὸν μελάθρων τ’ ἐκτὸς Θησέως ἀναθήματα νεκροῖς, κλεινήν τ’ ἄλοχον τοῦ καπφθιμένου τοῦδε κεραυνῷ πέλας Εὐάδνην, ἣν Ἶφις ἄναξ παῖδα φυτεύει. τί ποτ’ αἰθερίαν ἕστηκε πέτραν, ἣ τῶνδε δόμων ὑπερακρίζει, τήνδ’ ἐμβαίνουσα κέλευθον; [990] ΕΥ̓ΆΔΝΗ: τί φέγγος, τίν’ αἴγλαν ἐδίφρευε τόθ’ ἅλιος σελάνα τε κατ’ αἰθέρα, †λαμπάδ’ ἵν’ ὠκυθόαι νύμφαι†, ἱππεύουσι δι’ ὀρφναίας, ἁνίκα ⟨γάμων⟩ γάμων τῶν ἐμῶν πόλις Ἄργους ἀοιδάς, εὐδαιμονίας, ἐπύργωσε καὶ γαμέτα χαλκεοτευχοῦς, αἰαῖ, Καπανέως. πρός σ’ ἔβαν δρομὰς ἐξ ἐμῶν οἴκων ἐκβακχευσαμένα, πυρᾶς φῶς τάφον τε βατεύσουσα τὸν αὐτόν, ἐς Ἅιδαν καταλύσουσ’ ἔμμοχθον βίοτον αἰῶνός τε πόνους· ἥδιστος γάρ τοι θάνατος συνθνῄσκειν θνῄσκουσι φίλοις, εἰ δαίμων τάδε κραίνοι. [1009] ΧΟΡΌΣ: καὶ μὴν ὁρᾷς τήνδ’ ἧς ἐφέστηκας πέλας πυράν, Διὸς θησαυρόν, ἔνθ’ ἔνεστι σὸς πόσις δαμασθεὶς λαμπάσιν κεραυνίοις. [1012] ΕΥ̓ΆΔΝΗ: ὁρῶ δὴ τελευτάν, ἵν’ ἕστακα· τύχα δέ μοι ξυνάπτοι ποδός· ἀλλὰ τᾶς εὐκλεΐας χάριν ἔνθεν ὁρ- μάσω τᾶσδ’ ἀπὸ πέτρας πη- δήσασα πυρὸς ἔσω, σῶμά τ’ αἴθοπι φλογμῷ πόσει συμμείξασα, φίλον χρῶτα χρωτὶ πέλας θεμένα, Φερσεφονείας ἥξω θαλάμους, σὲ τὸν θανόντ’ οὔποτ’ ἐμᾷ προδοῦσα ψυχᾷ κατὰ γᾶς. ἴτω φῶς γάμοι τε· ἴθ’ αἵτινες εὐναὶ δικαίων ὑμεναίων ἐν Ἄργει φανῶσιν τέκνοις· ὅσιος δ’ ⟨ὅσιος⟩ εὐναῖος γαμέτας συντηχθεὶς αὔραις ἀδόλοις γενναίας [ψυχᾶς] ἀλόχοιο. [1031] ΧΟΡΌΣ: καὶ μὴν ὅδ’ αὐτὸς σὸς πατὴρ βαίνει πέλας γεραιὸς Ἶφις ἐς νεωτέρους λόγους, οὓς οὐ κατειδὼς πρόσθεν ἀλγήσει κλύων. [1034] ἾΦΙΣ: ὦ δυστάλαιναι, δυστάλας δ’ ἐγὼ γέρων, ἥκω διπλοῦν πένθημ’ ὁμαιμόνων ἔχων, τὸν μὲν θανόντα παῖδα Καδμείων δορὶ Ἐτέοκλον ἐς γῆν πατρίδα ναυσθλώσων νεκρόν, ζητῶν τ’ ἐμὴν παῖδ’, ἣ δόμων ἐξώπιος βέβηκε πηδήσασα Καπανέως δάμαρ, θανεῖν ἐρῶσα σὺν πόσει. χρόνον μὲν οὖν τὸν πρόσθ’ ἐφρουρεῖτ’ ἐν δόμοις· ἐπεὶ δ’ ἐγὼ φυλακὰς ἀνῆκα τοῖς παρεστῶσιν κακοῖς, βέβηκεν. ἀλλὰ τῇδέ νιν δοξάζομεν μάλιστ’ ἂν εἶναι· φράζετ’ εἰ κατείδετε. [1045] ΕΥ̓ΆΔΝΗ: τί τάσδ’ ἐρωτᾷς; ἥδ’ ἐγὼ πέτρας ἔπι ὄρνις τις ὡσεὶ Καπανέως ὑπὲρ πυρᾶς δύστηνον αἰώρημα κουφίζω, πάτερ. [1048] ἾΦΙΣ: τέκνον, τίς αὔρα; τίς στόλος; τίνος χάριν δόμων ὑπεκβᾶσ’ ἦλθες ἐς τήνδε χθόνα; [1050] ΕΥ̓ΆΔΝΗ: ὀργὴν λάβοις ἂν τῶν ἐμῶν βουλευμάτων κλύων· ἀκοῦσαι δ’ οὔ σε βούλομαι, πάτερ. [1052] ἾΦΙΣ: τί δ’; οὐ δίκαιον πατέρα τὸν σὸν εἰδέναι; [1053] ΕΥ̓ΆΔΝΗ: κριτὴς ἂν εἴης οὐ σοφὸς γνώμης ἐμῆς. [1054] ἾΦΙΣ: σκευῇ δὲ τῇδε τοῦ χάριν κοσμεῖς δέμας; [1055] ΕΥ̓ΆΔΝΗ: θέλει τι κλεινὸν οὗτος ὁ στολμός, πάτερ. [1056] ἾΦΙΣ: ὡς οὐκ ἐπ’ ἀνδρὶ πένθιμος πρέπεις ὁρᾶν. [1057] ΕΥ̓ΆΔΝΗ: ἐς γάρ τι πρᾶγμα νεοχμὸν ἐσκευάσμεθα. [1058] ἾΦΙΣ: κἄπειτα τύμβῳ καὶ πυρᾷ φαίνῃ πέλας; [1059] ΕΥ̓ΆΔΝΗ: ἐνταῦθα γὰρ δὴ καλλίνικος ἔρχομαι. [1060] ἾΦΙΣ: νικῶσα νίκην τίνα; μαθεῖν χρῄζω σέθεν. [1061] ΕΥ̓ΆΔΝΗ: πάσας γυναῖκας ἃς δέδορκεν ἥλιος. [1062] ἾΦΙΣ: ἔργοις Ἀθάνας ἢ φρενῶν εὐβουλίᾳ; [1063] ΕΥ̓ΆΔΝΗ: ἀρετῇ· πόσει γὰρ συνθανοῦσα κείσομαι. [1064] ἾΦΙΣ: τί φῄς; τί τοῦτ’ αἴνιγμα σημαίνεις σαθρόν; [1065] ΕΥ̓ΆΔΝΗ: ᾄσσω θανόντος Καπανέως τήνδ’ ἐς πυράν. [1066] ἾΦΙΣ: ὦ θύγατερ, οὐ μὴ μῦθον ἐς πολλοὺς ἐρεῖς. [1067] ΕΥ̓ΆΔΝΗ: τοῦτ’ αὐτὸ χρῄζω, πάντας Ἀργείους μαθεῖν. [1068] ἾΦΙΣ: ἀλλ’ οὐδέ τοί σοι πείσομαι δρώσῃ τάδε. [1069] ΕΥ̓ΆΔΝΗ: ὅμοιον· οὐ γὰρ μὴ κίχῃς μ’ ἑλὼν χερί. καὶ δὴ παρεῖται σῶμα — σοὶ μὲν οὐ φίλον, ἡμῖν δὲ καὶ τῷ συμπυρουμένῳ πόσει. [1072] ΧΟΡΌΣ: ἰώ, γύναι, δεινὸν ἔργον ἐξειργάσω. [1073] ἾΦΙΣ: ἀπωλόμην δύστηνος, Ἀργείων κόραι. [1074] ΧΟΡΌΣ: ἒ ἔ, σχέτλια τάδε παθών, τὸ πάντολμον ἔργον ὄψῃ τάλας. [1076] ἾΦΙΣ: οὐκ ἄν τιν’ εὕροιτ’ ἄλλον ἀθλιώτερον. [1077] ΧΟΡΌΣ: ἰὼ τάλας· μετέλαχες τύχας Οἰδιπόδα, γέρον, μέρος καὶ σὺ ⟨καὶ⟩ πόλις ἐμὰ τλάμων. [1080] ἾΦΙΣ: οἴμοι· τί δὴ βροτοῖσιν οὐκ ἔστιν τόδε, νέους δὶς εἶναι καὶ γέροντας αὖ πάλιν; ἀλλ’ ἐν δόμοις μὲν ἤν τι μὴ καλῶς ἔχῃ, γνώμαισιν ὑστέραισιν ἐξορθούμεθα, αἰῶνα δ’ οὐκ ἔξεστιν. εἰ δ’ ἦμεν νέοι δὶς καὶ γέροντες, εἴ τις ἐξημάρτανε, διπλοῦ βίου λαχόντες ἐξωρθούμεθ’ ἄν. ἐγὼ γὰρ ἄλλους εἰσορῶν τεκνουμένους παίδων ἐραστὴς ἦ πόθῳ τ’ ἀπωλλύμην. †εἰ δ’ ἐς τόδ’ ἦλθον κἀξεπειράθην τέκνων οἷον στέρεσθαι πατέρα γίγνεται τέκνων, οὐκ ἄν ποτ’ ἐς τόδ’ ἦλθον εἰς ὃ νῦν κακόν·† ὅστις φυτεύσας καὶ νεανίαν τεκὼν ἄριστον, εἶτα τοῦδε νῦν στερίσκομαι. εἶἑν· τί δὴ χρὴ τὸν ταλαίπωρόν με δρᾶν; στείχειν πρὸς οἴκους; κᾆτ’ ἐρημίαν ἴδω πολλῶν μελάθρων, ἀπορίαν τ’ ἐμῷ βίῳ; ἢ πρὸς μέλαθρα τοῦδε Καπανέως μόλω; ἥδιστα πρίν γε δῆθ’, ὅτ’ ἦν παῖς ἥδε μοι. ἀλλ’ οὐκέτ’ ἔστιν, ἥ γ’ ἐμὴν γενειάδα προσήγετ’ αἰεὶ στόματι καὶ κάρα τόδε κατεῖχε χειρί· πατρὶ δ’ οὐδὲν †ἥδιον† γέροντι θυγατρός· ἀρσένων δὲ μείζονες ψυχαί, γλυκεῖαι δ’ ἧσσον ἐς θωπεύματα. οὐχ ὡς τάχιστα δῆτά μ’ ἄξετ’ ἐς δόμους; σκότῳ δὲ δώσετ’· ἔνθ’ ἀσιτίαις ἐμὸν δέμας γεραιὸν συντακεὶς ἀποφθερῶ. τί μ’ ὠφελήσει παιδὸς ὀστέων θιγεῖν; ὦ δυσπάλαιστον γῆρας, ὡς μισῶ σ’ ἔχων, μισῶ δ’ ὅσοι χρῄζουσιν ἐκτείνειν βίον, βρωτοῖσι καὶ ποτοῖσι καὶ μαγεύμασι παρεκτρέποντες ὀχετὸν ὥστε μὴ θανεῖν· οὓς χρῆν, ἐπειδὰν μηδὲν ὠφελῶσι γῆν, θανόντας ἔρρειν κἀκποδὼν εἶναι νέοις. [1114] ΧΟΡΌΣ: — ἰὼ ⟨ἰώ·⟩ τάδε δὴ παίδων †καὶ δὴ† φθιμένων ὀστᾶ φέρεται. λάβετ’, ἀμφίπολοι, γραίας ἀμενοῦς — οὐ γὰρ ἔνεστιν ῥώμη παίδων ὑπὸ πένθους — πολλοῦ τε χρόνου ζώσης μέτρα δὴ καταλειβομένης τ’ ἄλγεσι πολλοῖς. τί γὰρ ἂν μεῖζον τοῦδ’ ἔτι θνητοῖς πάθος ἐξεύροις ἢ τέκνα θανόντ’ ἐσιδέσθαι; [1123] ΠΑΙ͂ΔΕΣ: — φέρω φέρω, τάλαινα μᾶτερ, ἐκ πυρὸς πατρὸς μέλη, βάρος μὲν οὐκ ἀβριθὲς ἀλγέων ὕπερ, ἐν δ’ ὀλίγῳ τἀμὰ πάντα συνθείς. [1127] ΧΟΡΌΣ: — ἰὼ ἰώ, πᾶ φέρεις δάκρυα φίλᾳ ματρὶ τῶν ὀλωλότων; σποδοῦ τε πλῆθος ὀλίγον ἀντὶ σωμάτων εὐδοκίμων δήποτ’ ἐν Μυκήναις; [1132] ΠΑΙ͂ΔΕΣ: — ἄπαις, ἄπαις· ἐγὼ δ’ ἔρημος ἀθλίου πατρὸς τάλας ἔρημον οἶκον ὀρφανεύσομαι λαβών, οὐ πατρὸς ἐν χερσὶ τοῦ τεκόντος. [1135] ΧΟΡΌΣ: — ἰὼ ἰώ· ποῦ δὲ πόνος ἐμῶν τέκνων, ποῦ λοχευμάτων χάρις; τροφαί τε ματρὸς ἄυπνά τ’ ὀμμάτων τέλη, καὶ φίλιαι προσβολαὶ προσώπων; [1139] ΠΑΙ͂ΔΕΣ: — βεβᾶσιν, οὐκέτ’ εἰσίν· οἴμοι πάτερ· βεβᾶσιν. [1140] ΧΟΡΌΣ: αἰθὴρ ἔχει νιν ἤδη, πυρὸς τετακότας σποδῷ· ποτανοὶ δ’ ἤνυσαν τὸν Ἅιδαν. [1143] ΠΑΙ͂ΔΕΣ: — πάτερ, μῶν σῶν κλύεις τέκνων γόους; ἆρ’ ἀσπιδοῦχος ἔτι ποτ’ ἀντιτάσσομαι σὸν φόνον — εἰ γὰρ γένοιτο — τεκνῶν; [1146] ΠΑΙ͂ΔΕΣ: — ἔτ’ ἂν θεοῦ θέλοντος ἔλθοι δίκα πατρῷος· [1147] ΧΟΡΌΣ: οὔπω κακὸν τόδ’ εὕδει. αἰαῖ γόων· ἅλις τύχας, ἅλις δ’ ἀλγέων ἐμοὶ πάρεστι. [1150] ΠΑΙ͂ΔΕΣ: — ἔτ’ Ἀσωποῦ με δέξεται γάνος χαλκέοις ἐν ὅπλοις Δαναϊδῶν στρατηλάταν, τοῦ φθιμένου πατρὸς ἐκδικαστάν. [1153] ΠΑΙ͂ΔΕΣ: — ἔτ’ εἰσορᾶν σε, πάτερ, ἐπ’ ὀμμάτων δοκῶ … [1154] ΧΟΡΌΣ: — φίλον φίλημα παρὰ γένυν τιθέντα σόν. [1155] ΠΑΙ͂ΔΕΣ: — λόγων δὲ παρακέλευσμα σῶν ἀέρι φερόμενον οἴχεται. [1157] ΧΟΡΌΣ: — δυοῖν δ’ ἄχη, ματρί τ’ ἔλιπεν — σέ τ’ οὔποτ’ ἄλγη πατρῷα λείψει. [1159] ΠΑΙ͂ΔΕΣ: — ἔχω τοσόνδε βάρος ὅσον μ’ ἀπώλεσεν. [1160] ΧΟΡΌΣ: — φέρ’, ἀμφὶ μαστὸν ὑποβάλω ⟨φίλαν⟩ σποδόν. [1161] ΠΑΙ͂ΔΕΣ: — ἔκλαυσα τόδε κλύων ἔπος στυγνότατον· ἔθιγέ μου φρενῶν. [1163] ΧΟΡΌΣ: — ὦ τέκνον, ἔβας· οὐκέτι φίλον φίλας ἄγαλμ’ ὄψομαί σε ματρός. [1165] ΘΗΣΕΎΣ: Ἄδραστε καὶ γυναῖκες Ἀργεῖαι γένος, ὁρᾶτε παῖδας τούσδ’ ἔχοντας ἐν χεροῖν πατέρων ἀρίστων σώμαθ’ ὧν ἀνειλόμην· τούτοις ἐγώ σφε καὶ πόλις δωρούμεθα. ὑμᾶς δὲ τῶνδε χρὴ χάριν μεμνημένους σῴζειν, ὁρῶντας ὧν ἐκύρσατ’ ἐξ ἐμοῦ, παισίν θ’ ὑπειπεῖν τούσδε τοὺς αὐτοὺς λόγους, τιμᾶν πόλιν τήνδ’, ἐκ τέκνων ἀεὶ τέκνοις μνήμην παραγγέλλοντας ὧν ἐκύρσατε. Ζεὺς δὲ ξυνίστωρ οἵ τ’ ἐν οὐρανῷ θεοὶ οἵων ὑφ’ ἡμῶν στείχετ’ ἠξιωμένοι. [1176] ἌΔΡΑΣΤΟΣ: Θησεῦ, ξύνισμεν πάνθ’ ὅσ’ Ἀργείαν χθόνα δέδρακας ἐσθλὰ δεομένην εὐεργετῶν, χάριν τ’ ἀγήρων ἕξομεν· γενναῖα γὰρ παθόντες ὑμᾶς ἀντιδρᾶν ὀφείλομεν. [1180] ΘΗΣΕΎΣ: τί δῆτ’ ἔθ’ ὑμῖν ἄλλ’ ὑπουργῆσαί με χρή; [1181] ἌΔΡΑΣΤΟΣ: χαῖρ’· ἄξιος γὰρ καὶ σὺ καὶ πόλις σέθεν. [1182] ΘΗΣΕΎΣ: ἔσται τάδ’· ἀλλὰ καὶ σὺ τῶν αὐτῶν τύχοις. [1183] ἈΘΉΝΑ: ἄκουε, Θησεῦ, τούσδ’ Ἀθηναίας λόγους, ἃ χρή σε δρᾶσαι, δρῶντα δ’ ὠφελεῖν τάδε. μὴ δῷς τάδ’ ὀστᾶ τοῖσδ’ ἐς Ἀργείαν χθόνα παισὶν κομίζειν ῥᾳδίως οὕτω μεθείς, ἀλλ’ ἀντὶ τῶν σῶν καὶ πόλεως μοχθημάτων πρῶτον λάβ’ ὅρκον. τόνδε δ’ ὀμνύναι χρεὼν Ἄδραστον· οὗτος κύριος, τύραννος ὤν, πάσης ὑπὲρ γῆς Δαναϊδῶν ὁρκωμοτεῖν. ὁ δ’ ὅρκος ἔσται, μήποτ’ Ἀργείους χθόνα ἐς τήνδ’ ἐποίσειν πολέμιον παντευχίαν, ἄλλων τ’ ἰόντων ἐμποδὼν θήσειν δόρυ. ἢν δ’ ὅρκον ἐκλιπόντες ἔλθωσιν, πάλιν κακῶς ὀλέσθαι πρόστρεπ’ Ἀργείων χθόνα. [1196] ἈΘΉΝΑ: ἐν ᾧ δὲ τέμνειν σφάγια χρή σ’, ἄκουέ μου. ἔστιν τρίπους σοι χαλκόπους ἔσω δόμων, ὃν Ἰλίου ποτ’ ἐξαναστήσας βάθρα σπουδὴν ἐπ’ ἄλλην Ἡρακλῆς ὁρμώμενος στῆσαί σ’ ἐφεῖτο Πυθικὴν πρὸς ἐσχάραν. ἐν τῷδε λαιμοὺς τρεῖς τριῶν μήλων τεμὼν ἔγγραψον ὅρκους τρίποδος ἐν κοίλῳ κύτει, κἄπειτα σῴζειν θεῷ δὸς ᾧ Δελφῶν μέλει, μνημεῖά θ’ ὅρκων μαρτύρημά θ’ Ἑλλάδι. ᾗ δ’ ἂν διοίξῃς σφάγια καὶ τρώσῃς φόνον ὀξύστομον μάχαιραν ἐς γαίας μυχοὺς κρύψον παρ’ αὐτὰς ἑπτὰ πυρκαιὰς νεκρῶν· φόβον γὰρ αὐτοῖς, ἤν ποτ’ ἔλθωσιν πόλιν, δειχθεῖσα θήσει καὶ κακὸν νόστον πάλιν. δράσας δὲ ταῦτα πέμπε γῆς ἔξω νεκρούς. τεμένη δ’, ἵν’ αὐτῶν σώμαθ’ ἡγνίσθη πυρί, μέθες παρ’ αὐτὴν τρίοδον Ἰσθμίας θεοῦ· σοὶ μὲν τάδ’ εἶπον· παισὶ δ’ Ἀργείων λέγω· πορθήσεθ’ ἡβήσαντες Ἰσμηνοῦ πόλιν, πατέρων θανόντων ἐκδικάζοντες φόνον, σύ τ’ ἀντὶ πατρός, Αἰγιαλεῦ, στρατηλάτης νέος καταστάς, παῖς τ’ ἀπ’ Αἰτωλῶν μολὼν Τυδέως, ὃν ὠνόμαζε Διομήδην πατήρ. ἀλλ’ οὐ φθάνειν χρὴ συσκιάζοντας γένυν καὶ χαλκοπληθῆ Δαναϊδῶν ὁρμᾶν στρατὸν ἑπτάστολον πύργωμα Καδμείων ἔπι· πικροὶ γὰρ αὐτοῖς ἥξετ’, ἐκτεθραμμένοι σκύμνοι λεόντων, πόλεος ἐκπορθήτορες. κοὐκ ἔστιν ἄλλως· Ἔκγονοι δ’ ἀν’ Ἑλλάδα κληθέντες ᾠδὰς ὑστέροισι θήσετε· τοῖον στράτευμα σὺν θεῷ πορεύσετε. [1227] ΘΗΣΕΎΣ: δέσποιν’ Ἀθάνα, πείσομαι λόγοισι σοῖς· σὺ γάρ μ’ ἀνορθοῖς, ὥστε μὴ ’ξαμαρτάνειν· καὶ τόνδ’ ἐν ὅρκοις ζεύξομαι· μόνον σύ με ἐς ὀρθὸν ἵστη· σοῦ γὰρ εὐμενοῦς πόλει οὔσης τὸ λοιπὸν ἀσφαλῶς οἰκήσομεν. [1232] ΧΟΡΌΣ: στείχωμεν, Ἄδρασθ’, ὅρκια δῶμεν τῷδ’ ἀνδρὶ πόλει τ’· ἄξια δ’ ἡμῖν προμεμοχθήκασι σέβεσθαι.