Euthydemus — Plato ================== ΕΥΘΥΔΗΜΟΣ Translation/edition: Greek text Language: Ancient Greek Read in Plato Scroll: https://plato-scroll.com/s/euthy/ This file: https://plato-scroll.com/text/euthy-e.txt Other editions of this work: - David Horan: https://plato-scroll.com/text/euthy.txt - Benjamin Jowett: https://plato-scroll.com/text/euthy-b.txt - W.R.M. Lamb (Loeb, 1924): https://plato-scroll.com/text/euthy-c.txt - Spanish: https://plato-scroll.com/text/euthy-h.txt - Thomas Taylor (1804): https://plato-scroll.com/text/euthy-g.txt Sources and licences: https://plato-scroll.com/attribution.html Numbers in [brackets] are the edition's reference loci (Stephanus, Bekker, book.line, page...). Superscript numerals refer to the Notes at the end. [271a] Κρίτων: τίς ἦν, ὦ Σώκρατες, ᾧ χθὲς ἐν Λυκείῳ διελέγου; ἦ πολὺς ὑμᾶς ὄχλος περιειστήκει, ὥστ᾽ ἔγωγε βουλόμενος ἀκούειν προσελθὼν οὐδὲν οἷός τ᾽ ἦ ἀκοῦσαι σαφές: ὑπερκύψας μέντοι κατεῖδον, καί μοι ἔδοξεν εἶναι ξένος τις ᾧ διελέγου. τίς ἦν; [271a] Σωκράτης: πότερον καὶ ἐρωτᾷς, ὦ Κρίτων; οὐ γὰρ εἷς ἀλλὰ δύ᾽ ἤστην. [271a] Κρίτων: ὃν μὲν ἐγὼ λέγω, ἐκ δεξιᾶς τρίτος ἀπὸ σοῦ καθῆστο: [271b] Κρίτων: ἐν μέσῳ δ᾽ ὑμῶν τὸ Ἀξιόχου μειράκιον ἦν. καὶ μάλα πολύ, ὦ Σώκρατες, ἐπιδεδωκέναι μοι ἔδοξεν, καὶ τοῦ ἡμετέρου οὐ πολύ τι τὴν ἡλικίαν διαφέρειν Κριτοβούλου. ἀλλ᾽ ἐκεῖνος μὲν σκληφρός, οὗτος δὲ προφερὴς καὶ καλὸς καὶ ἀγαθὸς τὴν ὄψιν. [271b] Σωκράτης: Εὐθύδημος οὗτός ἐστιν, ὦ Κρίτων, ὃν ἐρωτᾷς, ὁ δὲ παρ᾽ ἐμὲ καθήμενος ἐξ ἀριστερᾶς ἀδελφὸς τούτου, Διονυσόδωρος: μετέχει δὲ καὶ οὗτος τῶν λόγων. [271b] Κρίτων: οὐδέτερον γιγνώσκω, ὦ Σώκρατες. καινοί τινες αὖ [271c] Κρίτων: οὗτοι, ὡς ἔοικε, σοφισταί: ποδαποί; καὶ τίς ἡ σοφία; [271c] Σωκράτης: οὗτοι τὸ μὲν γένος, ὡς ἐγᾦμαι, ἐντεῦθέν ποθέν εἰσιν ἐκ Χίου, ἀπῴκησαν δὲ ἐς Θουρίους, φεύγοντες δὲ ἐκεῖθεν πόλλ᾽ ἤδη ἔτη περὶ τούσδε τοὺς τόπους διατρίβουσιν. ὃ δὲ σὺ ἐρωτᾷς τὴν σοφίαν αὐτοῖν, θαυμασία, ὦ Κρίτων: πάσσοφοι ἀτεχνῶς τώ γε, οὐδ᾽ ᾔδη πρὸ τοῦ ὅτι εἶεν οἱ παγκρατιασταί. τούτω γάρ ἐστον κομιδῇ παμμάχω. οὐ κατὰ τὼ Ἀκαρνᾶνε ἐγενέσθην τὼ παγκρατιαστὰ ἀδελφώ: ἐκείνω [271d] Σωκράτης: μὲν γὰρ τῷ σώματι μόνον οἵω τε μάχεσθαι, τούτω δὲ πρῶτον μὲν τῷ σώματι δεινοτάτω ἐστὸν [καὶ μάχῃ, ᾗ πάντων ἔστι κρατεῖν] ἐν ὅπλοις γὰρ αὐτώ τε σοφὼ πάνυ μάχεσθαι καὶ [272a] Σωκράτης: ἄλλον, ὃς ἂν διδῷ μισθόν, οἵω τε ποιῆσαι ἔπειτα τὴν ἐν τοῖς δικαστηρίοις μάχην κρατίστω καὶ ἀγωνίσασθαι καὶ ἄλλον διδάξαι λέγειν τε καὶ συγγράφεσθαι λόγους οἵους εἰς τὰ δικαστήρια. πρὸ τοῦ μὲν οὖν ταῦτα δεινὼ ἤστην μόνον, νῦν δὲ τέλος ἐπιτεθήκατον παγκρατιαστικῇ τέχνῃ. ἣ γὰρ ἦν λοιπὴ αὐτοῖν μάχη ἀργός, ταύτην νῦν ἐξείργασθον, ὥστε μηδ᾽ ἂν ἕνα αὐτοῖς οἷόν τ᾽ εἶναι μηδ᾽ ἀντᾶραι: οὕτω δεινὼ γεγόνατον ἐν τοῖς λόγοις μάχεσθαί τε καὶ ἐξελέγχειν [272b] Σωκράτης: τὸ ἀεὶ λεγόμενον, ὁμοίως ἐάντε ψεῦδος ἐάντε ἀληθὲς ᾖ. ἐγὼ μὲν οὖν, ὦ Κρίτων, ἐν νῷ ἔχω τοῖν ἀνδροῖν παραδοῦναι ἐμαυτόν: καὶ γάρ φατον ἐν ὀλίγῳ χρόνῳ ποιῆσαι ἂν καὶ ἄλλον ὁντινοῦν τὰ αὐτὰ ταῦτα δεινόν. [272b] Κρίτων: τί δέ, ὦ Σώκρατες; οὐ φοβῇ τὴν ἡλικίαν, μὴ ἤδη πρεσβύτερος ᾖς; [272b] Σωκράτης: ἥκιστά γε, ὦ Κρίτων: ἱκανὸν τεκμήριον ἔχω καὶ παραμύθιον τοῦ μὴ φοβεῖσθαι. αὐτὼ γὰρ τούτω, ὡς ἔπος εἰπεῖν, γέροντε ὄντε ἠρξάσθην ταύτης τῆς σοφίας ἧς ἔγωγε ἐπιθυμῶ, τῆς ἐριστικῆς: πέρυσιν ἢ προπέρυσιν οὐδέπω ἤστην [272c] Σωκράτης: σοφώ. ἀλλ᾽ ἐγὼ ἓν μόνον φοβοῦμαι, μὴ αὖ ὄνειδος τοῖν ξένοιν περιάψω, ὥσπερ Κόννῳ τῷ Μητροβίου, τῷ κιθαριστῇ, ὃς ἐμὲ διδάσκει ἔτι καὶ νῦν κιθαρίζειν: ὁρῶντες οὖν οἱ παῖδες οἱ συμφοιτηταί μοι ἐμοῦ τε καταγελῶσι καὶ τὸν Κόννον καλοῦσι γεροντοδιδάσκαλον. μὴ οὖν καὶ τοῖν ξένοιν τις ταὐτὸν τοῦτο ὀνειδίσῃ: οἱ δ᾽ αὐτὸ τοῦτο ἴσως φοβούμενοι τάχα με οὐκ ἂν ἐθέλοιεν προσδέξασθαι. ἐγὼ δ᾽, ὦ Κρίτων, ἐκεῖσε μὲν ἄλλους πέπεικα συμμαθητάς μοι φοιτᾶν πρεσβύτας, [272d] Σωκράτης: ἐνταῦθα δέ γε ἑτέρους πειράσομαι πείθειν. καὶ σὺ τί οὐ συμφοιτᾷς; ὡς δὲ δέλεαρ αὐτοῖς ἄξομεν τοὺς σοὺς ὑεῖς: ἐφιέμενοι γὰρ ἐκείνων οἶδ᾽ ὅτι καὶ ἡμᾶς παιδεύσουσιν. [272d] Κρίτων: ἀλλ᾽ οὐδὲν κωλύει, ὦ Σώκρατες, ἐάν γε σοὶ δοκῇ. πρῶτον δέ μοι διήγησαι τὴν σοφίαν τοῖν ἀνδροῖν τίς ἐστιν, ἵνα εἰδῶ ὅτι καὶ μαθησόμεθα. [272d] Σωκράτης: οὐκ ἂν φθάνοις ἀκούων: ὡς οὐκ ἂν ἔχοιμί γε εἰπεῖν ὅτι οὐ προσεῖχον τὸν νοῦν αὐτοῖν, ἀλλὰ πάνυ καὶ προσεῖχον καὶ μέμνημαι, καί σοι πειράσομαι ἐξ ἀρχῆς ἅπαντα διηγήσασθαι. [272e] Σωκράτης: κατὰ θεὸν γάρ τινα ἔτυχον καθήμενος ἐνταῦθα, οὗπερ σύ με εἶδες, ἐν τῷ ἀποδυτηρίῳ μόνος, καὶ ἤδη ἐν νῷ εἶχον ἀναστῆναι: ἀνισταμένου δέ μου ἐγένετο τὸ εἰωθὸς σημεῖον τὸ δαιμόνιον. πάλιν οὖν ἐκαθεζόμην, καὶ ὀλίγῳ [273a] Σωκράτης: ὕστερον εἰσέρχεσθον τούτω ὅ τ᾽ Εὐθύδημος καὶ ὁ Διονυσόδωρος καὶ ἄλλοι μαθηταὶ ἅμα αὖ πολλοὶ ἐμοὶ δοκεῖν: εἰσελθόντε δὲ περιπατείτην ἐν τῷ καταστέγῳ δρόμῳ. καὶ οὔπω τούτω δύ᾽ ἢ τρεῖς δρόμους περιεληλυθότε ἤστην, καὶ εἰσέρχεται Κλεινίας, ὃν σὺ φῂς πολὺ ἐπιδεδωκέναι, ἀληθῆ λέγων: ὄπισθεν δὲ αὐτοῦ ἐρασταὶ πάνυ πολλοί τε καὶ ἄλλοι καὶ Κτήσιππος, νεανίσκος τις Παιανιεύς, μάλα καλός τε κἀγαθὸς τὴν φύσιν, ὅσον μὴ ὑβριστὴς [δὲ] διὰ τὸ [273b] Σωκράτης: νέος εἶναι. ἰδὼν οὖν με ὁ Κλεινίας ἀπὸ τῆς εἰσόδου μόνον καθήμενον, ἄντικρυς ἰὼν παρεκαθέζετο ἐκ δεξιᾶς, ὥσπερ καὶ σὺ φῄς. ἰδόντε δὲ αὐτὸν ὅ τε Διονυσόδωρος καὶ ὁ Εὐθύδημος πρῶτον μὲν ἐπιστάντε διελεγέσθην ἀλλήλοιν, ἄλλην καὶ ἄλλην ἀποβλέποντε εἰς ἡμᾶς καὶ γὰρ πάνυ αὐτοῖν προσεῖχον τὸν νοῦν ἔπειτα ἰόντε ὁ μὲν παρὰ τὸ μειράκιον ἐκαθέζετο, ὁ Εὐθύδημος, ὁ δὲ παρ᾽ αὐτὸν ἐμὲ ἐξ ἀριστερᾶς, οἱ δ᾽ ἄλλοι ὡς ἕκαστος ἐτύγχανεν. [273c] Σωκράτης: ἠσπαζόμην οὖν αὐτὼ ἅτε διὰ χρόνου ἑωρακώς: μετὰ δὲ τοῦτο εἶπον πρὸς τὸν Κλεινίαν: ὦ Κλεινία, τώδε μέντοι τὼ ἄνδρε σοφώ, Εὐθύδημός τε καὶ Διονυσόδωρος, οὐ τὰ σμικρὰ ἀλλὰ τὰ μεγάλα: τὰ γὰρ περὶ τὸν πόλεμον πάντα ἐπίστασθον, ὅσα δεῖ τὸν μέλλοντα ἀγαθὸν στρατηγὸν ἔσεσθαι, τάς τε τάξεις καὶ τὰς ἡγεμονίας τῶν στρατοπέδων καὶ [ὅσa}} ἐν ὅπλοις μάχεσθαι [διδακτέον]: οἵω τε δὲ καὶ ποιῆσαι δυνατὸν εἶναι αὐτὸν αὑτῷ βοηθεῖν ἐν τοῖς δικαστηρίοις, ἄν τις αὐτὸν ἀδικῇ. [273d] Σωκράτης: εἰπὼν οὖν ταῦτα κατεφρονήθην ὑπ᾽ αὐτοῖν: ἐγελασάτην οὖν ἄμφω βλέψαντε εἰς ἀλλήλω, καὶ ὁ Εὐθύδημος εἶπεν: οὔτοι ἔτι ταῦτα, ὦ Σώκρατες, σπουδάζομεν, ἀλλὰ παρέργοις αὐτοῖς χρώμεθα. [273d] Σωκράτης: κἀγὼ θαυμάσας εἶπον: καλὸν ἄν που τὸ ἔργον ὑμῶν εἴη, εἰ τηλικαῦτα πράγματα πάρεργα ὑμῖν τυγχάνει ὄντα, καὶ πρὸς θεῶν εἴπετόν μοι τί ἐστι τοῦτο τὸ καλόν. ἀρετήν, ἔφη, ὦ Σώκρατες, οἰόμεθα οἵω τ᾽ εἶναι παραδοῦναι κάλλιστ᾽ ἀνθρώπων καὶ τάχιστα. [273e] Σωκράτης: ὦ Ζεῦ, οἷον, ἦν δ᾽ ἐγώ, λέγετον πρᾶγμα: πόθεν τοῦτο τὸ ἕρμαιον ηὑρέτην; ἐγὼ δὲ περὶ ὑμῶν διενοούμην ἔτι, ὥσπερ νυνδὴ ἔλεγον, ὡς τὸ πολὺ τοῦτο δεινοῖν ὄντοιν, ἐν ὅπλοις μάχεσθαι, καὶ ταῦτα ἔλεγον περὶ σφῷν: ὅτε γὰρ τὸ πρότερον ἐπεδημησάτην, τοῦτο μέμνημαι σφὼ ἐπαγγελλομένω. εἰ δὲ νῦν ἀληθῶς ταύτην τὴν ἐπιστήμην ἔχετον, ἵλεω εἶτον ἀτεχνῶς γὰρ ἔγωγε σφὼ ὥσπερ θεὼ προσαγορεύω, συγγνώμην [274a] Σωκράτης: δεόμενος ἔχειν μοι τῶν ἔμπροσθεν εἰρημένων. ἀλλ᾽ ὁρᾶτον, ὦ Εὐθύδημέ τε καὶ Διονυσόδωρε, εἰ ἀληθῆ λέγετον: ὑπὸ γὰρ τοῦ μεγέθους τοῦ ἐπαγγέλματος οὐδὲν θαυμαστὸν ἀπιστεῖν. [274a] Σωκράτης: ἀλλ᾽ εὖ ἴσθι, ὦ Σώκρατες, [ἔφατον,] τοῦτο οὕτως ἔχον. [274a] Σωκράτης: μακαρίζω ἄρ᾽ ὑμᾶς ἔγωγε τοῦ κτήματος πολὺ μᾶλλον ἢ μέγαν βασιλέα τῆς ἀρχῆς: τοσόνδε δέ μοι εἴπετον, εἰ ἐν νῷ ἔχετον ἐπιδεικνύναι ταύτην τὴν σοφίαν, ἢ πῶς σφῷν βεβούλευται. [274a] Σωκράτης: ἐπ᾽ αὐτό γε τοῦτο πάρεσμεν, ὦ Σώκρατες, ὡς ἐπιδείξοντε [274b] Σωκράτης: καὶ διδάξοντε, ἐάν τις ἐθέλῃ μανθάνειν. [274b] Σωκράτης: ἀλλ᾽ ὅτι μὲν ἐθελήσουσιν ἅπαντες οἱ μὴ ἔχοντες, ἐγὼ ὑμῖν ἐγγυῶμαι, πρῶτος μὲν ἐγώ, ἔπειτα δὲ Κλεινίας οὑτοσί, πρὸς δ᾽ ἡμῖν Κτήσιππός τε ὅδε καὶ οἱ ἄλλοι οὗτοι, ἦν δ᾽ ἐγὼ δεικνὺς αὐτῷ τοὺς ἐραστὰς τοὺς Κλεινίου: οἱ δὲ ἐτύγχανον ἡμᾶς ἤδη περιιστάμενοι. ὁ γὰρ Κτήσιππος ἔτυχε πόρρω καθεζόμενος τοῦ Κλεινίου κἀμοὶ δοκεῖν ὡς ἐτύγχανεν ὁ Εὐθύδημος ἐμοὶ διαλεγόμενος προνενευκὼς εἰς τὸ πρόσθεν, [274c] Σωκράτης: ἐν μέσῳ ὄντος ἡμῶν τοῦ Κλεινίου ἐπεσκότει τῷ Κτησίππῳ τῆς θέας βουλόμενός τε οὖν θεάσασθαι ὁ Κτήσιππος τὰ παιδικὰ καὶ ἅμα φιλήκοος ὢν ἀναπηδήσας πρῶτος προσέστη ἡμῖν ἐν τῷ καταντικρύ: οὕτως οὖν καὶ οἱ ἄλλοι ἐκεῖνον ἰδόντες περιέστησαν ἡμᾶς, οἵ τε τοῦ Κλεινίου ἐρασταὶ καὶ οἱ τοῦ Εὐθυδήμου τε καὶ Διονυσοδώρου ἑταῖροι. τούτους δὴ ἐγὼ δεικνὺς ἔλεγον τῷ Εὐθυδήμῳ ὅτι πάντες ἕτοιμοι εἶεν [274d] Σωκράτης: μανθάνειν: ὅ τε οὖν Κτήσιππος συνέφη μάλα προθύμως καὶ οἱ ἄλλοι, καὶ ἐκέλευον αὐτὼ κοινῇ πάντες ἐπιδείξασθαι τὴν δύναμιν τῆς σοφίας. [274d] Σωκράτης: εἶπον οὖν ἐγώ: ὦ Εὐθύδημε καὶ Διονυσόδωρε, πάνυ μὲν οὖν παντὶ τρόπῳ καὶ τούτοις χαρίσασθον καὶ ἐμοῦ ἕνεκα ἐπιδείξασθον. τὰ μὲν οὖν πλεῖστα δῆλον ὅτι οὐκ ὀλίγον ἔργον ἐπιδεῖξαι: τόδε δέ μοι εἴπετον, πότερον πεπεισμένον ἤδη ὡς χρὴ παρ᾽ ὑμῶν μανθάνειν δύναισθ᾽ ἂν ἀγαθὸν ποιῆσαι [274e] Σωκράτης: ἄνδρα μόνον, ἢ καὶ ἐκεῖνον τὸν μήπω πεπεισμένον διὰ τὸ μὴ οἴεσθαι ὅλως τὸ πρᾶγμα τὴν ἀρετὴν μαθητὸν εἶναι ἢ μὴ σφὼ εἶναι αὐτῆς διδασκάλω; φέρε, καὶ τὸν οὕτως ἔχοντα τῆς αὐτῆς τέχνης ἔργον πεῖσαι ὡς καὶ διδακτὸν ἡ ἀρετὴ καὶ οὗτοι ὑμεῖς ἐστὲ παρ᾽ ὧν ἂν κάλλιστά τις αὐτὸ μάθοι, ἢ ἄλλης; [274e] Σωκράτης: ταύτης μὲν οὖν, ἔφη, τῆς αὐτῆς, ὦ Σώκρατες, ὁ Διονυσόδωρος. [274e] Σωκράτης: ὑμεῖς ἄρα, ἦν δ᾽ ἐγώ, ὦ Διονυσόδωρε, τῶν νῦν ἀνθρώπων [275a] Σωκράτης: κάλλιστ᾽ ἂν προτρέψαιτε εἰς φιλοσοφίαν καὶ ἀρετῆς ἐπιμέλειαν; [275a] Σωκράτης: οἰόμεθά γε δή, ὦ Σώκρατες. [275a] Σωκράτης: τῶν μὲν τοίνυν ἄλλων τὴν ἐπίδειξιν ἡμῖν, ἔφην, εἰς αὖθις ἀπόθεσθον, τοῦτο δ᾽ αὐτὸ ἐπιδείξασθον: τουτονὶ τὸν νεανίσκον πείσατον ὡς χρὴ φιλοσοφεῖν καὶ ἀρετῆς ἐπιμελεῖσθαι, καὶ χαριεῖσθον ἐμοί τε καὶ τουτοισὶ πᾶσιν. συμβέβηκεν γάρ τι τοιοῦτον τῷ μειρακίῳ τούτῳ: ἐγώ τε καὶ οἵδε πάντες τυγχάνομεν ἐπιθυμοῦντες ὡς βέλτιστον αὐτὸν γενέσθαι. ἔστι δὲ οὗτος Ἀξιόχου μὲν ὑὸς τοῦ Ἀλκιβιάδου τοῦ παλαιοῦ, αὐτανεψιὸς [275b] Σωκράτης: δὲ τοῦ νῦν ὄντος Ἀλκιβιάδου: ὄνομα δ᾽ αὐτῷ Κλεινίας. ἔστι δὲ νέος: φοβούμεθα δὴ περὶ αὐτῷ, οἷον εἰκὸς περὶ νέῳ, μή τις φθῇ ἡμᾶς ἐπ᾽ ἄλλο τι ἐπιτήδευμα τρέψας αὐτοῦ τὴν διάνοιαν καὶ διαφθείρῃ. σφὼ οὖν ἥκετον εἰς κάλλιστον: ἀλλ᾽ εἰ μή τι διαφέρει ὑμῖν, λάβετον πεῖραν τοῦ μειρακίου καὶ διαλέχθητον ἐναντίον ἡμῶν. [275b] Σωκράτης: εἰπόντος οὖν ἐμοῦ σχεδόν τι αὐτὰ ταῦτα ὁ Εὐθύδημος ἅμα ἀνδρείως τε καὶ θαρραλέως, ἀλλ᾽ οὐδὲν διαφέρει, ὦ [275c] Σωκράτης: Σώκρατες, ἔφη, ἐὰν μόνον ἐθέλῃ ἀποκρίνεσθαι ὁ νεανίσκος. [275c] Σωκράτης: ἀλλὰ μὲν δή, ἔφην ἐγώ, τοῦτό γε καὶ εἴθισται: θαμὰ γὰρ αὐτῷ οἵδε προσιόντες πολλὰ ἐρωτῶσίν τε καὶ διαλέγονται, ὥστε ἐπιεικῶς θαρρεῖ τὸ ἀποκρίνασθαι. [275c] Σωκράτης: τὰ δὴ μετὰ ταῦτα, ὦ Κρίτων, πῶς ἂν καλῶς σοι διηγησαίμην; οὐ γὰρ σμικρὸν τὸ ἔργον δύνασθαι ἀναλαβεῖν διεξιόντα σοφίαν ἀμήχανον ὅσην: ὥστ᾽ ἔγωγε, καθάπερ οἱ [275d] Σωκράτης: ποιηταί, δέομαι ἀρχόμενος τῆς διηγήσεως μούσας τε καὶ Μνημοσύνην ἐπικαλεῖσθαι. ἤρξατο δ᾽ οὖν ἐνθένδε ποθὲν ὁ Εὐθύδημος, ὡς ἐγᾦμαι: ὦ Κλεινία, πότεροί εἰσι τῶν ἀνθρώπων οἱ μανθάνοντες, οἱ σοφοὶ ἢ οἱ ἀμαθεῖς; [275d] Σωκράτης: καὶ τὸ μειράκιον, ἅτε μεγάλου ὄντος τοῦ ἐρωτήματος, ἠρυθρίασέν τε καὶ ἀπορήσας ἐνέβλεψεν εἰς ἐμέ: καὶ ἐγὼ γνοὺς αὐτὸν τεθορυβημένον, θάρρει, ἦν δ᾽ ἐγώ, ὦ Κλεινία, [275e] Σωκράτης: καὶ ἀπόκριναι ἀνδρείως, ὁπότερά σοι φαίνεται: ἴσως γάρ τοι ὠφελεῖ τὴν μεγίστην ὠφελίαν. [275e] Σωκράτης: καὶ ἐν τούτῳ ὁ Διονυσόδωρος προσκύψας μοι μικρὸν πρὸς τὸ οὖς, πάνυ μειδιάσας τῷ προσώπῳ, καὶ μήν, ἔφη, σοί, ὦ Σώκρατες, προλέγω ὅτι ὁπότερ᾽ ἂν ἀποκρίνηται τὸ μειράκιον, ἐξελεγχθήσεται. [275e] Σωκράτης: καὶ αὐτοῦ μεταξὺ ταῦτα λέγοντος ὁ Κλεινίας ἔτυχεν ἀποκρινάμενος, ὥστε οὐδὲ παρακελεύσασθαί μοι ἐξεγένετο [276a] Σωκράτης: εὐλαβηθῆναι τῷ μειρακίῳ, ἀλλ᾽ ἀπεκρίνατο ὅτι οἱ σοφοὶ εἶεν οἱ μανθάνοντες. [276a] Σωκράτης: καὶ ὁ Εὐθύδημος, καλεῖς δέ τινας, ἔφη, διδασκάλους, ἢ οὔ; [276a] Σωκράτης: ὡμολόγει. [276a] Σωκράτης: οὐκοῦν τῶν μανθανόντων οἱ διδάσκαλοι διδάσκαλοί εἰσιν, ὥσπερ ὁ κιθαριστὴς καὶ ὁ γραμματιστὴς διδάσκαλοι δήπου ἦσαν σοῦ καὶ τῶν ἄλλων παίδων, ὑμεῖς δὲ μαθηταί; [276a] Σωκράτης: συνέφη. [276a] Σωκράτης: ἄλλο τι οὖν, ἡνίκα ἐμανθάνετε, οὔπω ἠπίστασθε ταῦτα ἃ ἐμανθάνετε; [276a] Σωκράτης: οὐκ ἔφη. [276a] Σωκράτης: ἆρ᾽ οὖν [276b] Σωκράτης: σοφοὶ ἦτε, ὅτε ταῦτα οὐκ ἠπίστασθε; [276b] Σωκράτης: οὐ δῆτα, ἦ δ᾽ ὅς. [276b] Σωκράτης: οὐκοῦν εἰ μὴ σοφοί, ἀμαθεῖς; [276b] Σωκράτης: πάνυ γε. [276b] Σωκράτης: ὑμεῖς ἄρα μανθάνοντες ἃ οὐκ ἠπίστασθε, ἀμαθεῖς ὄντες ἐμανθάνετε. [276b] Σωκράτης: ἐπένευσε τὸ μειράκιον. [276b] Σωκράτης: οἱ ἀμαθεῖς ἄρα μανθάνουσιν, ὦ Κλεινία, ἀλλ᾽ οὐχ οἱ σοφοί, ὡς σὺ οἴει. [276b] Σωκράτης: ταῦτ᾽ οὖν εἰπόντος αὐτοῦ, ὥσπερ ὑπὸ διδασκάλου χορὸς ἀποσημήναντος, ἅμα ἀνεθορύβησάν τε καὶ ἐγέλασαν οἱ ἑπόμενοι [276c] Σωκράτης: ἐκεῖνοι μετὰ τοῦ Διονυσοδώρου τε καὶ Εὐθυδήμου: καὶ πρὶν ἀναπνεῦσαι καλῶς τε καὶ εὖ τὸ μειράκιον, ἐκδεξάμενος ὁ Διονυσόδωρος, τί δέ, ὦ Κλεινία, ἔφη, ὁπότε ἀποστοματίζοι ὑμῖν ὁ γραμματιστής, πότεροι ἐμάνθανον τῶν παίδων τὰ ἀποστοματιζόμενα, οἱ σοφοὶ ἢ οἱ ἀμαθεῖς; [276c] Σωκράτης: οἱ σοφοί, ἔφη ὁ Κλεινίας. [276c] Σωκράτης: οἱ σοφοὶ ἄρα μανθάνουσιν ἀλλ᾽ οὐχ οἱ ἀμαθεῖς, καὶ οὐκ εὖ σὺ ἄρτι Εὐθυδήμῳ ἀπεκρίνω. [276d] Σωκράτης: ἐνταῦθα δὴ καὶ πάνυ μέγα ἐγέλασάν τε καὶ ἐθορύβησαν οἱ ἐρασταὶ τοῖν ἀνδροῖν, ἀγασθέντες τῆς σοφίας αὐτοῖν: οἱ δ᾽ ἄλλοι ἡμεῖς ἐκπεπληγμένοι ἐσιωπῶμεν. γνοὺς δὲ ἡμᾶς ὁ Εὐθύδημος ἐκπεπληγμένους, ἵν᾽ ἔτι μᾶλλον θαυμάζοιμεν αὐτόν, οὐκ ἀνίει τὸ μειράκιον, ἀλλ᾽ ἠρώτα, καὶ ὥσπερ οἱ ἀγαθοὶ ὀρχησταί, διπλᾶ ἔστρεφε τὰ ἐρωτήματα περὶ τοῦ αὐτοῦ, καὶ ἔφη: πότερον γὰρ οἱ μανθάνοντες μανθάνουσιν ἃ ἐπίστανται ἢ ἃ μὴ ἐπίστανται; [276d] Σωκράτης: καὶ ὁ Διονυσόδωρος πάλιν μικρὸν πρός με ψιθυρίσας, [276e] Σωκράτης: καὶ τοῦτ᾽, ἔφη, ὦ Σώκρατες, ἕτερον τοιοῦτον οἷον τὸ πρότερον. [276e] Σωκράτης: ὦ Ζεῦ, ἔφην ἐγώ, ἦ μὴν καὶ τὸ πρότερόν γε καλὸν ἡμῖν ἐφάνη τὸ ἐρώτημα. [276e] Σωκράτης: πάντ᾽, ἔφη, ὦ Σώκρατες, τοιαῦτα ἡμεῖς ἐρωτῶμεν ἄφυκτα. [276e] Σωκράτης: τοιγάρτοι, ἦν δ᾽ ἐγώ, δοκεῖτέ μοι εὐδοκιμεῖν παρὰ τοῖς μαθηταῖς. [276e] Σωκράτης: ἐν δὲ τούτῳ ὁ μὲν Κλεινίας τῷ Εὐθυδήμῳ ἀπεκρίνατο ὅτι μανθάνοιεν οἱ μανθάνοντες ἃ οὐκ ἐπίσταιντο: ὁ δὲ ἤρετο [277a] Σωκράτης: αὐτὸν διὰ τῶν αὐτῶν ὧνπερ τὸ πρότερον: τί δέ; ἦ δ᾽ ὅς, οὐκ ἐπίστασαι σὺ γράμματα; [277a] Σωκράτης: ναί, ἔφη. [277a] Σωκράτης: οὐκοῦν ἅπαντα; [277a] Σωκράτης: ὡμολόγει. [277a] Σωκράτης: ὅταν οὖν τις ἀποστοματίζῃ ὁτιοῦν, οὐ γράμματα ἀποστοματίζει; [277a] Σωκράτης: ὡμολόγει. [277a] Σωκράτης: οὐκοῦν ὧν τι σὺ ἐπίστασαι, ἔφη, ἀποστοματίζει, εἴπερ πάντα ἐπίστασαι; [277a] Σωκράτης: καὶ τοῦτο ὡμολόγει. [277a] Σωκράτης: τί οὖν; ἦ δ᾽ ὅς, ἆρα σὺ ⟨οὐ⟩ μανθάνεις ἅττ᾽ ἂν ἀποστοματίζῃ τις, ὁ δὲ μὴ ἐπιστάμενος γράμματα μανθάνει; [277a] Σωκράτης: οὔκ, ἀλλ᾽, ἦ δ᾽ ὅς, μανθάνω. [277a] Σωκράτης: οὐκοῦν ἃ ἐπίστασαι, ἦ δ᾽ [277b] Σωκράτης: ὅς, μανθάνεις, εἴπερ γε ἅπαντα τὰ γράμματα ἐπίστασαι. [277b] Σωκράτης: ὡμολόγησεν. [277b] Σωκράτης: οὐκ ἄρα ὀρθῶς ἀπεκρίνω, ἔφη. [277b] Σωκράτης: καὶ οὔπω σφόδρα τι ταῦτα εἴρητο τῷ Εὐθυδήμῳ, καὶ ὁ Διονυσόδωρος ὥσπερ σφαῖραν ἐκδεξάμενος τὸν λόγον πάλιν ἐστοχάζετο τοῦ μειρακίου, καὶ εἶπεν: Ἐξαπατᾷ σε Εὐθύδημος, ὦ Κλεινία. εἰπὲ γάρ μοι, τὸ μανθάνειν οὐκ ἐπιστήμην ἐστὶ λαμβάνειν τούτου οὗ ἄν τις μανθάνῃ; [277b] Σωκράτης: ὡμολόγει ὁ Κλεινίας. [277b] Σωκράτης: τὸ δ᾽ ἐπίστασθαι, ἦ δ᾽ ὅς, ἄλλο τι ἢ ἔχειν ἐπιστήμην ἤδη ἐστίν; [277b] Σωκράτης: συνέφη. [277b] Σωκράτης: τὸ ἄρα μὴ ἐπίστασθαι [277c] Σωκράτης: μήπω ἔχειν ἐπιστήμην ἐστίν; [277c] Σωκράτης: ὡμολόγει αὐτῷ. [277c] Σωκράτης: πότερον οὖν εἰσιν οἱ λαμβάνοντες ὁτιοῦν οἱ ἔχοντες ἤδη ἢ οἳ ἂν μὴ ἔχωσιν; [277c] Σωκράτης: οἳ ἂν μή. [277c] Σωκράτης: οὐκοῦν ὡμολόγηκας εἶναι τούτων καὶ τοὺς μὴ ἐπισταμένους, τῶν μὴ ἐχόντων; [277c] Σωκράτης: κατένευσε. [277c] Σωκράτης: τῶν λαμβανόντων ἄρ᾽ εἰσὶν οἱ μανθάνοντες, ἀλλ᾽ οὐ τῶν ἐχόντων; [277c] Σωκράτης: συνέφη. [277c] Σωκράτης: οἱ μὴ ἐπιστάμενοι ἄρα, ἔφη, μανθάνουσιν, ὦ Κλεινία, ἀλλ᾽ οὐχ οἱ ἐπιστάμενοι. [277d] Σωκράτης: ἔτι δὴ ἐπὶ τὸ τρίτον καταβαλῶν ὥσπερ πάλαισμα ὥρμα ὁ Εὐθύδημος τὸν νεανίσκον: καὶ ἐγὼ γνοὺς βαπτιζόμενον τὸ μειράκιον, βουλόμενος ἀναπαῦσαι αὐτό, μὴ ἡμῖν ἀποδειλιάσειε, παραμυθούμενος εἶπον: ὦ Κλεινία, μὴ θαύμαζε εἴ σοι φαίνονται ἀήθεις οἱ λόγοι. ἴσως γὰρ οὐκ αἰσθάνῃ οἷον ποιεῖτον τὼ ξένω περὶ σέ: ποιεῖτον δὲ ταὐτὸν ὅπερ οἱ ἐν τῇ τελετῇ τῶν Κορυβάντων, ὅταν τὴν θρόνωσιν ποιῶσιν περὶ τοῦτον ὃν ἂν μέλλωσι τελεῖν. καὶ γὰρ ἐκεῖ χορεία τίς ἐστι καὶ παιδιά, εἰ ἄρα καὶ τετέλεσαι: καὶ νῦν [277e] Σωκράτης: τούτω οὐδὲν ἄλλο ἢ χορεύετον περὶ σὲ καὶ οἷον ὀρχεῖσθον παίζοντε, ὡς μετὰ τοῦτο τελοῦντε. νῦν οὖν νόμισον τὰ πρῶτα τῶν ἱερῶν ἀκούειν τῶν σοφιστικῶν. πρῶτον γάρ, ὥς φησι Πρόδικος, περὶ ὀνομάτων ὀρθότητος μαθεῖν δεῖ: ὃ δὴ καὶ ἐνδείκνυσθόν σοι τὼ ξένω, ὅτι οὐκ ᾔδησθα τὸ μανθάνειν ὅτι οἱ ἄνθρωποι καλοῦσι μὲν ἐπὶ τῷ τοιῷδε, ὅταν τις ἐξ ἀρχῆς μηδεμίαν ἔχων ἐπιστήμην περὶ πράγματός [278a] Σωκράτης: τινος ἔπειτα ὕστερον αὐτοῦ λαμβάνῃ τὴν ἐπιστήμην, καλοῦσι δὲ ταὐτὸν τοῦτο καὶ ἐπειδὰν ἔχων ἤδη τὴν ἐπιστήμην ταύτῃ τῇ ἐπιστήμῃ ταὐτὸν τοῦτο πρᾶγμα ἐπισκοπῇ ἢ πραττόμενον ἢ λεγόμενον μᾶλλον μὲν αὐτὸ συνιέναι καλοῦσιν ἢ μανθάνειν, ἔστι δ᾽ ὅτε καὶ μανθάνειν σὲ δὲ τοῦτο, ὡς οὗτοι ἐνδείκνυνται, διαλέληθεν, ταὐτὸν ὄνομα ἐπ᾽ ἀνθρώποις ἐναντίως ἔχουσιν κείμενον, τῷ τε εἰδότι καὶ ἐπὶ τῷ μή: παραπλήσιον δὲ τούτῳ καὶ τὸ ἐν τῷ δευτέρῳ ἐρωτήματι, ἐν ᾧ [278b] Σωκράτης: ἠρώτων σε πότερα μανθάνουσιν οἱ ἄνθρωποι ἃ ἐπίστανται ἢ ἃ μή. ταῦτα δὴ τῶν μαθημάτων παιδιά ἐστιν διὸ καί φημι ἐγώ σοι τούτους προσπαίζειν παιδιὰν δὲ λέγω διὰ ταῦτα, ὅτι, εἰ καὶ πολλά τις ἢ καὶ πάντα τὰ τοιαῦτα μάθοι, τὰ μὲν πράγματα οὐδὲν ἂν μᾶλλον εἰδείη πῇ ἔχει, προσπαίζειν δὲ οἷός τ᾽ ἂν εἴη τοῖς ἀνθρώποις διὰ τὴν τῶν ὀνομάτων διαφορὰν ὑποσκελίζων καὶ ἀνατρέπων, ὥσπερ οἱ τὰ σκολύθρια τῶν μελλόντων καθιζήσεσθαι ὑποσπῶντες χαίρουσι [278c] Σωκράτης: καὶ γελῶσιν, ἐπειδὰν ἴδωσιν ὕπτιον ἀνατετραμμένον. ταῦτα μὲν οὖν σοι παρὰ τούτων νόμιζε παιδιὰν γεγονέναι: τὸ δὲ μετὰ ταῦτα δῆλον ὅτι τούτω γέ σοι αὐτὼ τὰ σπουδαῖα ἐνδείξεσθον, καὶ ἐγὼ ὑφηγήσομαι αὐτοῖν ἵνα μοι ὃ ὑπέσχοντο ἀποδῶσιν. ἐφάτην γὰρ ἐπιδείξασθαι τὴν προτρεπτικὴν σοφίαν: νῦν δέ, μοι δοκεῖ, δεῖν ᾠηθήτην πρότερον παῖσαι πρὸς σέ. ταῦτα μὲν οὖν, ὦ Εὐθύδημέ τε καὶ Διονυσόδωρε, [278d] Σωκράτης: πεπαίσθω τε ὑμῖν, καὶ ἴσως ἱκανῶς ἔχει: τὸ δὲ δὴ μετὰ ταῦτα ἐπιδείξατον προτρέποντε τὸ μειράκιον ὅπως χρὴ σοφίας τε καὶ ἀρετῆς ἐπιμεληθῆναι. πρότερον δ᾽ ἐγὼ σφῷν ἐνδείξομαι οἷον αὐτὸ ὑπολαμβάνω καὶ οἵου αὐτοῦ ἐπιθυμῶ ἀκοῦσαι. ἐὰν οὖν δόξω ὑμῖν ἰδιωτικῶς τε καὶ γελοίως αὐτὸ ποιεῖν, μή μου καταγελᾶτε: ὑπὸ προθυμίας γὰρ τοῦ ἀκοῦσαι τῆς ὑμετέρας σοφίας τολμήσω ἀπαυτοσχεδιάσαι ἐναντίον [278e] Σωκράτης: ὑμῶν. ἀνάσχεσθον οὖν ἀγελαστὶ ἀκούοντες αὐτοί τε καὶ οἱ μαθηταὶ ὑμῶν: σὺ δέ μοι, ὦ παῖ Ἀξιόχου, ἀπόκριναι. [278e] Σωκράτης: ἆρά γε πάντες ἄνθρωποι βουλόμεθα εὖ πράττειν; ἢ τοῦτο μὲν ἐρώτημα ὧν νυνδὴ ἐφοβούμην ἓν τῶν καταγελάστων; ἀνόητον γὰρ δήπου καὶ τὸ ἐρωτᾶν τὰ τοιαῦτα: τίς γὰρ οὐ βούλεται ἀνθρώπων εὖ πράττειν; [278e] Σωκράτης: οὐδεὶς ὅστις οὔκ, ἔφη [279a] Σωκράτης: ὁ Κλεινίας. [279a] Σωκράτης: εἶεν, ἦν δ᾽ ἐγώ: τὸ δὴ μετὰ τοῦτο, ἐπειδὴ βουλόμεθα εὖ πράττειν, πῶς ἂν εὖ πράττοιμεν; ἆρ᾽ ἂν εἰ ἡμῖν πολλὰ κἀγαθὰ εἴη; ἢ τοῦτο ἐκείνου ἔτι εὐηθέστερον; δῆλον γάρ που καὶ τοῦτο ὅτι οὕτως ἔχει. [279a] Σωκράτης: συνέφη. [279a] Σωκράτης: φέρε δή, ἀγαθὰ δὲ ποῖα ἄρα τῶν ὄντων τυγχάνει ἡμῖν ὄντα; ἢ οὐ χαλεπὸν οὐδὲ σεμνοῦ ἀνδρὸς πάνυ τι οὐδὲ τοῦτο ἔοικεν εἶναι εὐπορεῖν; πᾶς γὰρ ἂν ἡμῖν εἴποι ὅτι τὸ πλουτεῖν ἀγαθόν: ἦ γάρ: [279a] Σωκράτης: πάνυ γ᾽, ἔφη. [279a] Σωκράτης: οὐκοῦν καὶ τὸ ὑγιαίνειν καὶ τὸ [279b] Σωκράτης: καλὸν εἶναι καὶ τἆλλα κατὰ τὸ σῶμα ἱκανῶς παρεσκευάσθαι; [279b] Σωκράτης: συνεδόκει. [279b] Σωκράτης: ἀλλὰ μὴν εὐγένειαί γε καὶ δυνάμεις καὶ τιμαὶ ἐν τῇ ἑαυτοῦ δῆλά ἐστιν ἀγαθὰ ὄντα. [279b] Σωκράτης: ὡμολόγει. [279b] Σωκράτης: τί οὖν, ἔφην, ἔτι ἡμῖν λείπεται τῶν ἀγαθῶν; τί ἄρα ἐστὶν τὸ σώφρονά τε εἶναι καὶ δίκαιον καὶ ἀνδρεῖον; πότερον πρὸς Διός, ὦ Κλεινία, ἡγῇ σύ, ἐὰν ταῦτα τιθῶμεν ὡς ἀγαθά, ὀρθῶς ἡμᾶς θήσειν, ἢ ἐὰν μή; ἴσως γὰρ ἄν τις ἡμῖν ἀμφισβητήσειεν: σοὶ δὲ πῶς δοκεῖ; [279b] Σωκράτης: ἀγαθά, ἔφη ὁ Κλεινίας. [279c] Σωκράτης: εἶεν, ἦν δ᾽ ἐγώ: τὴν δὲ σοφίαν ποῦ χοροῦ τάξομεν; ἐν τοῖς ἀγαθοῖς, ἢ πῶς λέγεις; [279c] Σωκράτης: ἐν τοῖς ἀγαθοῖς. [279c] Σωκράτης: ἐνθυμοῦ δὴ μή τι παραλείπωμεν τῶν ἀγαθῶν, ὅτι καὶ ἄξιον λόγου. [279c] Σωκράτης: ἀλλά μοι δοκοῦμεν, ἔφη, οὐδέν, ὁ Κλεινίας. [279c] Σωκράτης: καὶ ἐγὼ ἀναμνησθεὶς εἶπον ὅτι ναὶ μὰ Δία κινδυνεύομέν γε τὸ μέγιστον τῶν ἀγαθῶν παραλιπεῖν. [279c] Σωκράτης: τί τοῦτο; ἦ δ᾽ ὅς. [279c] Σωκράτης: τὴν εὐτυχίαν, ὦ Κλεινία: ὃ πάντες φασί, καὶ οἱ πάνυ φαῦλοι, μέγιστον τῶν ἀγαθῶν εἶναι. [279c] Σωκράτης: ἀληθῆ λέγεις, ἔφη. [279c] Σωκράτης: καὶ ἐγὼ αὖ πάλιν μετανοήσας εἶπον ὅτι ὀλίγου καταγέλαστοι [279d] Σωκράτης: ἐγενόμεθα ὑπὸ τῶν ξένων ἐγώ τε καὶ σύ, ὦ παῖ Ἀξιόχου. [279d] Σωκράτης: τί δή, ἔφη, τοῦτο; [279d] Σωκράτης: ὅτι εὐτυχίαν ἐν τοῖς ἔμπροσθεν θέμενοι νυνδὴ αὖθις περὶ τοῦ αὐτοῦ ἐλέγομεν. [279d] Σωκράτης: τί οὖν δὴ τοῦτο; [279d] Σωκράτης: καταγέλαστον δήπου, ὃ πάλαι πρόκειται, τοῦτο πάλιν προτιθέναι καὶ δὶς ταὐτὰ λέγειν. [279d] Σωκράτης: πῶς, ἔφη, τοῦτο λέγεις; [279d] Σωκράτης: ἡ σοφία δήπου, ἦν δ᾽ ἐγώ, εὐτυχία ἐστίν: τοῦτο δὲ κἂν παῖς γνοίη. [279d] Σωκράτης: καὶ ὃς ἐθαύμασεν: οὕτως ἔτι νέος τε καὶ εὐήθης ἐστί. [279d] Σωκράτης: κἀγὼ γνοὺς αὐτὸν θαυμάζοντα, ἆρα [279e] Σωκράτης: οὐκ οἶσθα, ἔφην, ὦ Κλεινία, ὅτι περὶ αὐλημάτων εὐπραγίαν οἱ αὐληταὶ εὐτυχέστατοί εἰσιν; [279e] Σωκράτης: συνέφη. [279e] Σωκράτης: οὐκοῦν, ἦν δ᾽ ἐγώ, καὶ περὶ γραμμάτων γραφῆς τε καὶ ἀναγνώσεως οἱ γραμματισταί; [279e] Σωκράτης: πάνυ γε. [279e] Σωκράτης: τί δέ; πρὸς τοὺς τῆς θαλάττης κινδύνους μῶν οἴει εὐτυχεστέρους τινὰς εἶναι τῶν σοφῶν κυβερνητῶν, ὡς ἐπὶ πᾶν εἰπεῖν; [279e] Σωκράτης: οὐ δῆτα. [279e] Σωκράτης: τί δέ; στρατευόμενος μετὰ ποτέρου ἂν ἥδιον τοῦ κινδύνου τε καὶ τῆς [280a] Σωκράτης: τύχης μετέχοις, μετὰ σοφοῦ στρατηγοῦ ἢ μετὰ ἀμαθοῦς; [280a] Σωκράτης: μετὰ σοφοῦ. [280a] Σωκράτης: τί δέ; ἀσθενῶν μετὰ ποτέρου ἂν ἡδέως κινδυνεύοις, μετὰ σοφοῦ ἰατροῦ ἢ μετὰ ἀμαθοῦς; [280a] Σωκράτης: μετὰ σοφοῦ. [280a] Σωκράτης: ἆρ᾽ οὖν, ἦν δ᾽ ἐγώ, ὅτι εὐτυχέστερον ἂν οἴει πράττειν μετὰ σοφοῦ πράττων ἢ μετὰ ἀμαθοῦς; [280a] Σωκράτης: συνεχώρει. ἡ σοφία ἄρα πανταχοῦ εὐτυχεῖν ποιεῖ τοὺς ἀνθρώπους. οὐ γὰρ δήπου ἁμαρτάνοι γ᾽ ἄν ποτέ τι σοφία, ἀλλ᾽ ἀνάγκη ὀρθῶς πράττειν καὶ τυγχάνειν: ἦ γὰρ ἂν οὐκέτι σοφία εἴη. [280b] Σωκράτης: συνωμολογησάμεθα τελευτῶντες οὐκ οἶδ᾽ ὅπως ἐν κεφαλαίῳ οὕτω τοῦτο ἔχειν, σοφίας παρούσης, ᾧ ἂν παρῇ, μηδὲν προσδεῖσθαι εὐτυχίας: ἐπειδὴ δὲ τοῦτο συνωμολογησάμεθα, πάλιν ἐπυνθανόμην αὐτοῦ τὰ πρότερον ὡμολογημένα πῶς ἂν ἡμῖν ἔχοι. ὡμολογήσαμεν γάρ, ἔφην, εἰ ἡμῖν ἀγαθὰ πολλὰ παρείη, εὐδαιμονεῖν ἂν καὶ εὖ πράττειν. [280b] Σωκράτης: συνέφη. [280b] Σωκράτης: ἆρ᾽ οὖν εὐδαιμονοῖμεν ἂν διὰ τὰ παρόντα ἀγαθά, εἰ μηδὲν ἡμᾶς ὠφελοῖ ἢ εἰ ὠφελοῖ; [280b] Σωκράτης: εἰ ὠφελοῖ, ἔφη. [280b] Σωκράτης: ἆρ᾽ οὖν ἄν [280c] Σωκράτης: τι ὠφελοῖ, εἰ εἴη μόνον ἡμῖν, χρῴμεθα δ᾽ αὐτοῖς μή; οἷον σιτία εἰ ἡμῖν εἴη πολλά, ἐσθίοιμεν δὲ μή, ἢ ποτόν, πίνοιμεν δὲ μή, ἔσθ᾽ ὅτι ὠφελοίμεθ᾽ ἄν; [280c] Σωκράτης: οὐ δῆτα, ἔφη. [280c] Σωκράτης: τί δέ; οἱ δημιουργοὶ πάντες, εἰ αὐτοῖς εἴη πάντα τὰ ἐπιτήδεια παρεσκευασμένα ἑκάστῳ εἰς τὸ ἑαυτοῦ ἔργον, χρῷντο δὲ αὐτοῖς μή, ἆρ᾽ ἂν οὗτοι εὖ πράττοιεν διὰ τὴν κτῆσιν, ὅτι κεκτημένοι εἶεν πάντα ἃ δεῖ κεκτῆσθαι τὸν δημιουργόν; οἷον τέκτων, εἰ παρεσκευασμένος εἴη τά τε ὄργανα ἅπαντα καὶ ξύλα ἱκανά, τεκταίνοιτο δὲ μή, ἔσθ᾽ ὅτι ὠφελοῖτ᾽ ἂν [280d] Σωκράτης: ἀπὸ τῆς κτήσεως; [280d] Σωκράτης: οὐδαμῶς, ἔφη. [280d] Σωκράτης: τί δέ, εἴ τις κεκτημένος εἴη πλοῦτόν τε καὶ ἃ νυνδὴ ἐλέγομεν πάντα τὰ ἀγαθά, χρῷτο δὲ αὐτοῖς μή, ἆρ᾽ ἂν εὐδαιμονοῖ διὰ τὴν τούτων κτῆσιν τῶν ἀγαθῶν; [280d] Σωκράτης: οὐ δῆτα, ὦ Σώκρατες. [280d] Σωκράτης: δεῖ ἄρα, ἔφην, ὡς ἔοικεν, μὴ μόνον κεκτῆσθαι τὰ τοιαῦτα ἀγαθὰ τὸν μέλλοντα εὐδαίμονα ἔσεσθαι, ἀλλὰ καὶ χρῆσθαι αὐτοῖς: ἢ οὐδὲν ὄφελος τῆς κτήσεως γίγνεται. [280d] Σωκράτης: ἀληθῆ λέγεις. [280d] Σωκράτης: ἆρ᾽ [280e] Σωκράτης: οὖν, ὦ Κλεινία, ἤδη τοῦτο ἱκανὸν πρὸς τὸ εὐδαίμονα ποιῆσαί τινα, τό τε κεκτῆσθαι τἀγαθὰ καὶ τὸ χρῆσθαι αὐτοῖς; [280e] Σωκράτης: ἔμοιγε δοκεῖ. [280e] Σωκράτης: πότερον, ἦν δ᾽ ἐγώ, ἐὰν ὀρθῶς χρῆταί τις ἢ καὶ ἐὰν μή; [280e] Σωκράτης: ἐὰν ὀρθῶς. [280e] Σωκράτης: καλῶς γε, ἦν δ᾽ ἐγώ, λέγεις. πλέον γάρ που οἶμαι θάτερόν ἐστιν, ἐάν τις χρῆται ὁτῳοῦν μὴ ὀρθῶς πράγματι ἢ ἐὰν ἐᾷ: τὸ μὲν γὰρ κακόν, τὸ δὲ οὔτε [281a] Σωκράτης: κακὸν οὔτε ἀγαθόν. ἢ οὐχ οὕτω φαμέν; [281a] Σωκράτης: συνεχώρει. [281a] Σωκράτης: τί οὖν; ἐν τῇ ἐργασίᾳ τε καὶ χρήσει τῇ περὶ τὰ ξύλα μῶν ἄλλο τί ἐστιν τὸ ἀπεργαζόμενον ὀρθῶς χρῆσθαι ἢ ἐπιστήμη ἡ τεκτονική; [281a] Σωκράτης: οὐ δῆτα, ἔφη. [281a] Σωκράτης: ἀλλὰ μήν που καὶ ἐν τῇ περὶ τὰ σκεύη ἐργασίᾳ τὸ ὀρθῶς ἐπιστήμη ἐστὶν ἡ ἀπεργαζομένη. [281a] Σωκράτης: συνέφη. [281a] Σωκράτης: ἆρ᾽ οὖν, ἦν δ᾽ ἐγώ, καὶ περὶ τὴν χρείαν ὧν ἐλέγομεν τὸ πρῶτον τῶν ἀγαθῶν, πλούτου τε καὶ ὑγιείας καὶ κάλλους, τὸ ὀρθῶς πᾶσι τοῖς τοιούτοις χρῆσθαι ἐπιστήμη [281b] Σωκράτης: ἦν ἡγουμένη καὶ κατορθοῦσα τὴν πρᾶξιν, ἢ ἄλλο τι; [281b] Σωκράτης: ἐπιστήμη, ἦ δ᾽ ὅς. [281b] Σωκράτης: οὐ μόνον ἄρα εὐτυχίαν ἀλλὰ καὶ εὐπραγίαν, ὡς ἔοικεν, ἡ ἐπιστήμη παρέχει τοῖς ἀνθρώποις ἐν πάσῃ κτήσει τε καὶ πράξει. [281b] Σωκράτης: ὡμολόγει. [281b] Σωκράτης: ἆρ᾽ οὖν ὦ πρὸς Διός, ἦν δ᾽ ἐγώ, ὄφελός τι τῶν ἄλλων κτημάτων ἄνευ φρονήσεως καὶ σοφίας; ἆρά γε ἂν ὄναιτο ἄνθρωπος πολλὰ κεκτημένος καὶ πολλὰ πράττων νοῦν μὴ ἔχων, ἢ μᾶλλον ὀλίγα νοῦν ἔχων; ὧδε δὲ σκόπει: οὐκ ἐλάττω πράττων [281c] Σωκράτης: ἐλάττω ἂν ἐξαμαρτάνοι, ἐλάττω δὲ ἁμαρτάνων ἧττον ἂν κακῶς πράττοι, ἧττον δὲ κακῶς πράττων ἄθλιος ἧττον ἂν εἴη; [281c] Σωκράτης: πάνυ γ᾽, ἔφη. [281c] Σωκράτης: πότερον οὖν ἂν μᾶλλον ἐλάττω τις πράττοι πένης ὢν ἢ πλούσιος; [281c] Σωκράτης: πένης, ἔφη. [281c] Σωκράτης: πότερον δὲ ἀσθενὴς ἢ ἰσχυρός; [281c] Σωκράτης: ἀσθενής. [281c] Σωκράτης: πότερον δὲ ἔντιμος ἢ ἄτιμος; [281c] Σωκράτης: ἄτιμος. [281c] Σωκράτης: πότερον δὲ ἀνδρεῖος ὢν καὶ σώφρων ἐλάττω ἂν πράττοι ἢ δειλός; [281c] Σωκράτης: δειλός. [281c] Σωκράτης: οὐκοῦν καὶ ἀργὸς μᾶλλον ἢ ἐργάτης; [281c] Σωκράτης: συνεχώρει. [281c] Σωκράτης: καὶ βραδὺς μᾶλλον ἢ [281d] Σωκράτης: ταχύς, καὶ ἀμβλὺ ὁρῶν καὶ ἀκούων μᾶλλον ἢ ὀξύ; [281d] Σωκράτης: πάντα τὰ τοιαῦτα συνεχωροῦμεν ἀλλήλοις. [281d] Σωκράτης: ἐν κεφαλαίῳ δ᾽, ἔφην, ὦ Κλεινία, κινδυνεύει σύμπαντα ἃ τὸ πρῶτον ἔφαμεν ἀγαθὰ εἶναι, οὐ περὶ τούτου ὁ λόγος αὐτοῖς εἶναι, ὅπως αὐτά γε καθ᾽ αὑτὰ πέφυκεν ἀγαθὰ [εἶναι], ἀλλ᾽ ὡς ἔοικεν ὧδ᾽ ἔχει: ἐὰν μὲν αὐτῶν ἡγῆται ἀμαθία, μείζω κακὰ εἶναι τῶν ἐναντίων, ὅσῳ δυνατώτερα ὑπηρετεῖν τῷ ἡγουμένῳ κακῷ ὄντι, ἐὰν δὲ φρόνησίς τε καὶ σοφία, μείζω ἀγαθά, αὐτὰ δὲ καθ᾽ [281e] Σωκράτης: αὑτὰ οὐδέτερα αὐτῶν οὐδενὸς ἄξια εἶναι. [281e] Σωκράτης: φαίνεται, ἔφη, ὡς ἔοικεν, οὕτως, ὡς σὺ λέγεις. [281e] Σωκράτης: τί οὖν ἡμῖν συμβαίνει ἐκ τῶν εἰρημένων; ἄλλο τι ἢ τῶν μὲν ἄλλων οὐδὲν ὂν οὔτε ἀγαθὸν οὔτε κακόν, τούτοιν δὲ δυοῖν ὄντοιν ἡ μὲν σοφία ἀγαθόν, ἡ δὲ ἀμαθία κακόν; ὡμολόγει. [282a] Σωκράτης: ἔτι τοίνυν, ἔφην, τὸ λοιπὸν ἐπισκεψώμεθα. ἐπειδὴ εὐδαίμονες μὲν εἶναι προθυμούμεθα πάντες, ἐφάνημεν δὲ τοιοῦτοι γιγνόμενοι ἐκ τοῦ χρῆσθαί τε τοῖς πράγμασιν καὶ ὀρθῶς χρῆσθαι, τὴν δὲ ὀρθότητα καὶ εὐτυχίαν ἐπιστήμη ⟨ἦν⟩ ἡ παρέχουσα, δεῖ δή, ὡς ἔοικεν, ἐκ παντὸς τρόπου ἅπαντα ἄνδρα τοῦτο παρασκευάζεσθαι, ὅπως ὡς σοφώτατος ἔσται: ἢ οὔ; [282a] Σωκράτης: ναί, ἔφη. [282a] Σωκράτης: καὶ παρὰ πατρός γε δήπου τοῦτο οἰόμενον δεῖν παραλαμβάνειν πολὺ μᾶλλον ἢ χρήματα, καὶ [282b] Σωκράτης: παρ᾽ ἐπιτρόπων καὶ φίλων τῶν τε ἄλλων καὶ τῶν φασκόντων ἐραστῶν εἶναι, καὶ ξένων καὶ πολιτῶν, δεόμενον καὶ ἱκετεύοντα σοφίας μεταδιδόναι, οὐδὲν αἰσχρόν, ὦ Κλεινία, οὐδὲ νεμεσητὸν ἕνεκα τούτου ὑπηρετεῖν καὶ δουλεύειν καὶ ἐραστῇ καὶ παντὶ ἀνθρώπῳ, ὁτιοῦν ἐθέλοντα ὑπηρετεῖν τῶν καλῶν ὑπηρετημάτων, προθυμούμενον σοφὸν γενέσθαι: ἢ οὐ δοκεῖ σοι, ἔφην ἐγώ, οὕτως; [282b] Σωκράτης: πάνυ μὲν οὖν εὖ μοι δοκεῖς [282c] Σωκράτης: λέγειν, ἦ δ᾽ ὅς. [282c] Σωκράτης: εἰ ἔστι γε, ὦ Κλεινία, ἦν δ᾽ ἐγώ, ἡ σοφία διδακτόν, ἀλλὰ μὴ ἀπὸ ταὐτομάτου παραγίγνεται τοῖς ἀνθρώποις: τοῦτο γὰρ ἡμῖν ἔτι ἄσκεπτον καὶ οὔπω διωμολογημένον ἐμοί τε καὶ σοί. [282c] Σωκράτης: ἀλλ᾽ ἔμοιγε, ἔφη, ὦ Σώκρατες, διδακτὸν εἶναι δοκεῖ. [282c] Σωκράτης: καὶ ἐγὼ ἡσθεὶς εἶπον: ἦ καλῶς λέγεις, ὦ ἄριστε ἀνδρῶν, καὶ εὖ ἐποίησας ἀπαλλάξας με σκέψεως πολλῆς περὶ τούτου αὐτοῦ, πότερον διδακτὸν ἢ οὐ διδακτὸν ἡ σοφία. νῦν οὖν ἐπειδή σοι καὶ διδακτὸν δοκεῖ καὶ μόνον τῶν ὄντων εὐδαίμονα καὶ εὐτυχῆ ποιεῖν τὸν [282d] Σωκράτης: ἄνθρωπον, ἄλλο τι ἢ φαίης ἂν ἀναγκαῖον εἶναι φιλοσοφεῖν καὶ αὐτὸς ἐν νῷ ἔχεις αὐτὸ ποιεῖν; [282d] Σωκράτης: πάνυ μὲν οὖν, ἔφη, ὦ Σώκρατες, ὡς οἷόν τε μάλιστα. [282d] Σωκράτης: κἀγὼ ταῦτα ἅσμενος ἀκούσας, τὸ μὲν ἐμόν, ἔφην, παράδειγμα, ὦ Διονυσόδωρέ τε καὶ Εὐθύδημε, οἵων ἐπιθυμῶ τῶν προτρεπτικῶν λόγων εἶναι, τοιοῦτον, ἰδιωτικὸν ἴσως καὶ μόλις διὰ μακρῶν λεγόμενον: σφῷν δὲ ὁπότερος βούλεται, ταὐτὸν τοῦτο τέχνῃ πράττων ἐπιδειξάτω ἡμῖν. εἰ δὲ μὴ [282e] Σωκράτης: τοῦτο βούλεσθον, ὅθεν ἐγὼ ἀπέλιπον, τὸ ἑξῆς ἐπιδείξατον τῷ μειρακίῳ, πότερον πᾶσαν ἐπιστήμην δεῖ αὐτὸν κτᾶσθαι, ἢ ἔστι τις μία ἣν δεῖ λαβόντα εὐδαιμονεῖν τε καὶ ἀγαθὸν ἄνδρα εἶναι, καὶ τίς αὕτη. ὡς γὰρ ἔλεγον ἀρχόμενος, περὶ πολλοῦ ἡμῖν τυγχάνει ὂν τόνδε τὸν νεανίσκον σοφόν τε καὶ ἀγαθὸν γενέσθαι. [283a] Σωκράτης: ἐγὼ μὲν οὖν ταῦτα εἶπον, ὦ Κρίτων: τῷ δὲ μετὰ τοῦτο ἐσομένῳ πάνυ σφόδρα προσεῖχον τὸν νοῦν, καὶ ἐπεσκόπουν τίνα ποτὲ τρόπον ἅψοιντο τοῦ λόγου καὶ ὁπόθεν ἄρξοιντο παρακελευόμενοι τῷ νεανίσκῳ σοφίαν τε καὶ ἀρετὴν ἀσκεῖν. ὁ οὖν πρεσβύτερος αὐτῶν, ὁ Διονυσόδωρος, πρότερος ἤρχετο τοῦ λόγου, καὶ ἡμεῖς πάντες ἐβλέπομεν πρὸς αὐτὸν ὡς αὐτίκα μάλα ἀκουσόμενοι θαυμασίους τινὰς λόγους. ὅπερ [283b] Σωκράτης: οὖν καὶ συνέβη ἡμῖν: θαυμαστὸν γάρ τινα, ὦ Κρίτων, ἁνὴρ κατῆρχεν λόγον, οὗ σοὶ ἄξιον ἀκοῦσαι, ὡς παρακελευστικὸς ὁ λόγος ἦν ἐπ᾽ ἀρετήν. [283b] Σωκράτης: εἰπέ μοι, ἔφη, ὦ Σώκρατές τε καὶ ὑμεῖς οἱ ἄλλοι, ὅσοι φατὲ ἐπιθυμεῖν τόνδε τὸν νεανίσκον σοφὸν γενέσθαι, πότερον παίζετε ταῦτα λέγοντες ἢ ὡς ἀληθῶς ἐπιθυμεῖτε καὶ σπουδάζετε; [283b] Σωκράτης: κἀγὼ διενοήθην ὅτι ᾠηθήτην ἄρα ἡμᾶς τὸ πρότερον παίζειν, ἡνίκα ἐκελεύομεν διαλεχθῆναι τῷ νεανίσκῳ αὐτώ, καὶ διὰ ταῦτα προσεπαισάτην τε καὶ οὐκ ἐσπουδασάτην: [283c] Σωκράτης: ταῦτα οὖν διανοηθεὶς ἔτι μᾶλλον εἶπον ὅτι θαυμαστῶς σπουδάζοιμεν. [283c] Σωκράτης: καὶ ὁ Διονυσόδωρος, σκόπει μήν, ἔφη, ὦ Σώκρατες, ὅπως μὴ ἔξαρνος ἔσῃ ἃ νῦν λέγεις. [283c] Σωκράτης: ἔσκεμμαι, ἦν δ᾽ ἐγώ: οὐ γὰρ μή ποτ᾽ ἔξαρνος γένωμαι. [283c] Σωκράτης: τί οὖν; ἔφη: φατὲ βούλεσθαι αὐτὸν σοφὸν γενέσθαι; [283c] Σωκράτης: πάνυ μὲν οὖν. [283c] Σωκράτης: νῦν δέ, ἦ δ᾽ ὅς, Κλεινίας πότερον σοφός ἐστιν ἢ οὔ; [283c] Σωκράτης: οὔκουν φησί γέ πω: ἔστιν δέ, ἦν δ᾽ ἐγώ, οὐκ ἀλαζών. [283c] Σωκράτης: ὑμεῖς δέ, [283d] Σωκράτης: ἔφη, βούλεσθε γενέσθαι αὐτὸν σοφόν, ἀμαθῆ δὲ μὴ εἶναι; [283d] Σωκράτης: ὡμολογοῦμεν. [283d] Σωκράτης: οὐκοῦν ὃς μὲν οὐκ ἔστιν, βούλεσθε αὐτὸν γενέσθαι, ὃς δ᾽ ἔστι νῦν, μηκέτι εἶναι. [283d] Σωκράτης: καὶ ἐγὼ ἀκούσας ἐθορυβήθην: ὁ δέ μου θορυβουμένου ὑπολαβών, ἄλλο τι οὖν, ἔφη, ἐπεὶ βούλεσθε αὐτὸν ὃς νῦν ἐστὶν μηκέτι εἶναι, βούλεσθε αὐτόν, ὡς ἔοικεν, ἀπολωλέναι; καίτοι πολλοῦ ἂν ἄξιοι οἱ τοιοῦτοι εἶεν φίλοι τε καὶ ἐρασταί, οἵτινες τὰ παιδικὰ περὶ παντὸς ἂν ποιήσαιντο ἐξολωλέναι. [283e] Σωκράτης: καὶ ὁ Κτήσιππος ἀκούσας ἠγανάκτησέν τε ὑπὲρ τῶν παιδικῶν καὶ εἶπεν: ὦ ξένε Θούριε, εἰ μὴ ἀγροικότερον, ἔφη, ἦν εἰπεῖν, εἶπον ἄν: σοὶ εἰς κεφαλήν, ὅτι μαθών μου καὶ τῶν ἄλλων καταψεύδῃ τοιοῦτον πρᾶγμα, ὃ ἐγὼ οἶμαι οὐδ᾽ ὅσιον εἶναι λέγειν, ὡς ἐγὼ τόνδε βουλοίμην ἂν ἐξολωλέναι. [283e] Σωκράτης: τί δέ, ἔφη, ὦ Κτήσιππε, ὁ Εὐθύδημος, ἦ δοκεῖ σοι οἷόν τ᾽ εἶναι ψεύδεσθαι; [283e] Σωκράτης: νὴ Δία, ἔφη, εἰ μὴ μαίνομαί γε. [283e] Σωκράτης: πότερον λέγοντα τὸ πρᾶγμα περὶ οὗ ἂν ὁ λόγος ᾖ, ἢ μὴ [284a] Σωκράτης: λέγοντα; [284a] Σωκράτης: λέγοντα, ἔφη. [284a] Σωκράτης: οὐκοῦν εἴπερ λέγει αὐτό, οὐκ ἄλλο λέγει τῶν ὄντων ἢ ἐκεῖνο ὅπερ λέγει; [284a] Σωκράτης: πῶς γὰρ ἄν; ἔφη ὁ Κτήσιππος. [284a] Σωκράτης: ἓν μὴν κἀκεῖνό γ᾽ ἐστὶν τῶν ὄντων, ὃ λέγει, χωρὶς τῶν ἄλλων. [284a] Σωκράτης: πάνυ γε. [284a] Σωκράτης: οὐκοῦν ὁ ἐκεῖνο λέγων τὸ ὄν, ἔφη, λέγει; [284a] Σωκράτης: ναί. [284a] Σωκράτης: ἀλλὰ μὴν ὅ γε τὸ ὂν λέγων καὶ τὰ ὄντα τἀληθῆ λέγει: ὥστε ὁ Διονυσόδωρος, εἴπερ λέγει τὰ ὄντα, λέγει τἀληθῆ καὶ οὐδὲν κατὰ σοῦ ψεύδεται. [284b] Σωκράτης: ναί, ἔφη: ἀλλ᾽ ὁ ταῦτα λέγων, ἔφη ὁ Κτήσιππος, ὦ Εὐθύδημε, οὐ τὰ ὄντα λέγει. [284b] Σωκράτης: καὶ ὁ Εὐθύδημος, τὰ δὲ μὴ ὄντα, ἔφη, ἄλλο τι ἢ οὐκ ἔστιν; [284b] Σωκράτης: οὐκ ἔστιν. [284b] Σωκράτης: ἄλλο τι οὖν οὐδαμοῦ τά γε μὴ ὄντα ὄντα ἐστίν; [284b] Σωκράτης: οὐδαμοῦ. [284b] Σωκράτης: ἔστιν οὖν ὅπως περὶ ταῦτα, τὰ μὴ ὄντα, πράξειεν ἄν τίς τι, ὥστ᾽ ἐκεῖνα ποιήσειεν ἂν καὶ ὁστισοῦν τὰ μηδαμοῦ ὄντα; [284b] Σωκράτης: οὐκ ἔμοιγε δοκεῖ, ἔφη ὁ Κτήσιππος. [284b] Σωκράτης: τί οὖν; οἱ ῥήτορες ὅταν λέγωσιν ἐν τῷ δήμῳ, οὐδὲν πράττουσι; [284b] Σωκράτης: πράττουσι μὲν οὖν, ἦ δ᾽ ὅς. [284b] Σωκράτης: οὐκοῦν [284c] Σωκράτης: εἴπερ πράττουσι, καὶ ποιοῦσι; [284c] Σωκράτης: ναί. [284c] Σωκράτης: τὸ λέγειν ἄρα πράττειν τε καὶ ποιεῖν ἐστιν; [284c] Σωκράτης: ὡμολόγησεν. [284c] Σωκράτης: οὐκ ἄρα τά γε μὴ ὄντ᾽, ἔφη, λέγει οὐδείς ποιοῖ γὰρ ἂν ἤδη τί: σὺ δὲ ὡμολόγηκας τὸ μὴ ὂν μὴ οἷόν τ᾽ εἶναι μηδένα ποιεῖν ὥστε κατὰ τὸν σὸν λόγον οὐδεὶς ψευδῆ λέγει, ἀλλ᾽ εἴπερ λέγει Διονυσόδωρος, τἀληθῆ τε καὶ τὰ ὄντα λέγει. [284c] Σωκράτης: νὴ Δία, ἔφη ὁ Κτήσιππος, ὦ Εὐθύδημε: ἀλλὰ τὰ ὄντα μὲν τρόπον τινὰ λέγει, οὐ μέντοι ὥς γε ἔχει. [284c] Σωκράτης: πῶς λέγεις, ἔφη ὁ Διονυσόδωρος, ὦ Κτήσιππε; εἰσὶν [284d] Σωκράτης: γάρ τινες οἳ λέγουσι τὰ πράγματα ὡς ἔχει; [284d] Σωκράτης: εἰσὶν μέντοι, ἔφη, οἱ καλοί τε κἀγαθοὶ καὶ οἱ τἀληθῆ λέγοντες. [284d] Σωκράτης: τί οὖν; ἦ δ᾽ ὅς: τἀγαθὰ οὐκ εὖ, ἔφη, ἔχει, τὰ δὲ κακὰ κακῶς; [284d] Σωκράτης: συνεχώρει. [284d] Σωκράτης: τοὺς δὲ καλούς τε καὶ ἀγαθοὺς ὁμολογεῖς λέγειν ὡς ἔχει τὰ πράγματα; [284d] Σωκράτης: ὁμολογῶ. [284d] Σωκράτης: κακῶς ἄρα, ἔφη, λέγουσιν, ὦ Κτήσιππε, οἱ ἀγαθοὶ τὰ κακά, εἴπερ ὡς ἔχει λέγουσιν. [284d] Σωκράτης: ναὶ μὰ Δία, ἦ δ᾽ ὅς, σφόδρα γε, τοὺς γοῦν κακοὺς ἀνθρώπους: ὧν σύ, ἐάν μοι πείθῃ, εὐλαβήσῃ εἶναι, [284e] Σωκράτης: ἵνα μή σε οἱ ἀγαθοὶ κακῶς λέγωσιν. ὡς εὖ ἴσθ᾽ ὅτι κακῶς λέγουσιν οἱ ἀγαθοὶ τοὺς κακούς. [284e] Σωκράτης: καὶ τοὺς μεγάλους, ἔφη ὁ Εὐθύδημος, μεγάλως λέγουσι καὶ τοὺς θερμοὺς θερμῶς; [284e] Σωκράτης: μάλιστα δήπου, ἔφη ὁ Κτήσιππος: τοὺς γοῦν ψυχροὺς ψυχρῶς λέγουσί τε καὶ φασὶν διαλέγεσθαι. [284e] Σωκράτης: σὺ μέν, ἔφη ὁ Διονυσόδωρος, λοιδορῇ, ὦ Κτήσιππε, λοιδορῇ. [284e] Σωκράτης: μὰ Δί᾽ οὐκ ἔγωγε, ἦ δ᾽ ὅς, ὦ Διονυσόδωρε, ἐπεὶ φιλῶ σε, ἀλλὰ νουθετῶ σε ὡς ἑταῖρον, καὶ πειρῶμαι πείθειν μηδέποτε ἐναντίον ἐμοῦ οὕτως ἀγροίκως λέγειν ὅτι ἐγὼ τούτους βούλομαι [285a] Σωκράτης: ἐξολωλέναι, οὓς περὶ πλείστου ποιοῦμαι. [285a] Σωκράτης: ἐγὼ οὖν, ἐπειδή μοι ἐδόκουν ἀγριωτέρως πρὸς ἀλλήλους ἔχειν, προσέπαιζόν τε τὸν Κτήσιππον καὶ εἶπον ὅτι ὦ Κτήσιππε, ἐμοὶ μὲν δοκεῖ χρῆναι ἡμᾶς παρὰ τῶν ξένων δέχεσθαι ἃ λέγουσιν, ἐὰν ἐθέλωσι διδόναι, καὶ μὴ ὀνόματι διαφέρεσθαι. εἰ γὰρ ἐπίστανται οὕτως ἐξολλύναι ἀνθρώπους, ὥστ᾽ ἐκ πονηρῶν τε καὶ ἀφρόνων χρηστούς τε καὶ ἔμφρονας ποιεῖν, καὶ τοῦτο εἴτε αὐτὼ ηὑρήκατον εἴτε καὶ [285b] Σωκράτης: παρ᾽ ἄλλου του ἐμαθέτην φθόρον τινὰ καὶ ὄλεθρον τοιοῦτον, ὥστε ἀπολέσαντες πονηρὸν ὄντα χρηστὸν πάλιν ἀποφῆναι: εἰ τοῦτο ἐπίστασθον δῆλον δὲ ὅτι ἐπίστασθον: ἐφάτην γοῦν τὴν τέχνην σφῶν εἶναι τὴν νεωστὶ ηὑρημένην ἀγαθοὺς ποιεῖν τοὺς ἀνθρώπους ἐκ πονηρῶν συγχωρήσωμεν οὖν αὐτοῖν αὐτό: ἀπολεσάντων ἡμῖν τὸ μειράκιον καὶ φρόνιμον ποιησάντων, καὶ ἅπαντάς γε ἡμᾶς τοὺς ἄλλους. εἰ δὲ ὑμεῖς [285c] Σωκράτης: οἱ νέοι φοβεῖσθε, ὥσπερ ἐν Καρὶ ἐν ἐμοὶ ἔστω ὁ κίνδυνος: ὡς ἐγώ, ἐπειδὴ καὶ πρεσβύτης εἰμί, παρακινδυνεύειν ἕτοιμος καὶ παραδίδωμι ἐμαυτὸν Διονυσοδώρῳ τούτῳ ὥσπερ τῇ Μηδείᾳ τῇ Κόλχῳ. ἀπολλύτω με, καὶ εἰ μὲν βούλεται, ἑψέτω, εἰ δ᾽, ὅτι βούλεται, τοῦτο ποιείτω: μόνον χρηστὸν ἀποφηνάτω. [285c] Σωκράτης: καὶ ὁ Κτήσιππος, ἐγὼ μέν, ἔφη, καὶ αὐτός, ὦ Σώκρατες, ἕτοιμός εἰμι παρέχειν ἐμαυτὸν τοῖς ξένοις, καὶ ἐὰν βούλωνται δέρειν ἔτι μᾶλλον ἢ νῦν δέρουσιν, εἴ μοι ἡ δορὰ μὴ εἰς [285d] Σωκράτης: ἀσκὸν τελευτήσει, ὥσπερ ἡ τοῦ Μαρσύου, ἀλλ᾽ εἰς ἀρετήν. καίτοι με οἴεται Διονυσόδωρος οὑτοσὶ χαλεπαίνειν αὐτῷ: ἐγὼ δὲ οὐ χαλεπαίνω, ἀλλ᾽ ἀντιλέγω πρὸς ταῦτα ἅ μοι δοκεῖ πρός με μὴ καλῶς λέγειν. ἀλλὰ σὺ τὸ ἀντιλέγειν, ἔφη, ὦ γενναῖε Διονυσόδωρε, μὴ κάλει λοιδορεῖσθαι: ἕτερον γάρ τί ἐστι τὸ λοιδορεῖσθαι. [285d] Σωκράτης: καὶ Διονυσόδωρος, ὡς ὄντος, ἔφη, τοῦ ἀντιλέγειν, ὦ Κτήσιππε, ποιῇ τοὺς λόγους; [285e] Σωκράτης: πάντως δήπου, ἔφη, καὶ σφόδρα γε: ἢ σύ, ὦ Διονυσόδωρε, οὐκ οἴει εἶναι ἀντιλέγειν; [285e] Σωκράτης: οὔκουν σύ γ᾽ ἄν, ἔφη, ἀποδείξαις πώποτε ἀκούσας οὐδενὸς ἀντιλέγοντος ἑτέρου ἑτέρῳ. [285e] Σωκράτης: ἀληθῆ λέγεις; ἔφη: ἀλλὰ ἀκούων μὲν νυνί σοι ἀποδείκνυμι ἀντιλέγοντος Κτησίππου Διονυσοδώρῳ. [285e] Σωκράτης: ἦ καὶ ὑπόσχοις ἂν τούτου λόγον; [285e] Σωκράτης: πάνυ, ἔφη. [285e] Σωκράτης: τί οὖν; ἦ δ᾽ ὅς: εἰσὶν ἑκάστῳ τῶν ὄντων λόγοι; [285e] Σωκράτης: πάνυ γε. [285e] Σωκράτης: οὐκοῦν ὡς ἔστιν ἕκαστον ἢ ὡς οὐκ ἔστιν; [286a] Σωκράτης: ὡς ἔστιν. [286a] Σωκράτης: εἰ γὰρ μέμνησαι, ἔφη, ὦ Κτήσιππε, καὶ ἄρτι ἐπεδείξαμεν μηδένα λέγοντα ὡς οὐκ ἔστι: τὸ γὰρ μὴ ὂν οὐδεὶς ἐφάνη λέγων. [286a] Σωκράτης: τί οὖν δὴ τοῦτο; ἦ δ᾽ ὃς ὁ Κτήσιππος: ἧττόν τι ἀντιλέγομεν ἐγώ τε καὶ σύ; [286a] Σωκράτης: πότερον οὖν, ἦ δ᾽ ὅς, ἀντιλέγοιμεν ἂν τοῦ αὐτοῦ πράγματος λόγον ἀμφότεροι λέγοντες, ἢ οὕτω μὲν ἂν δήπου ταὐτὰ λέγοιμεν; [286a] Σωκράτης: συνεχώρει. [286a] Σωκράτης: ἀλλ᾽ ὅταν μηδέτερος, ἔφη, τὸν τοῦ πράγματος [286b] Σωκράτης: λόγον λέγῃ, τότε ἀντιλέγοιμεν ἄν; ἢ οὕτω γε τὸ παράπαν οὐδ᾽ ἂν μεμνημένος εἴη τοῦ πράγματος οὐδέτερος ἡμῶν; καὶ τοῦτο συνωμολόγει. [286b] Σωκράτης: ἀλλ᾽ ἄρα, ὅταν ἐγὼ μὲν τὸν τοῦ πράγματος λόγον λέγω, σὺ δὲ ἄλλου τινὸς ἄλλον, τότε ἀντιλέγομεν; ἢ ἐγὼ λέγω μὲν τὸ πρᾶγμα, σὺ δὲ οὐδὲ λέγεις τὸ παράπαν; ὁ δὲ μὴ λέγων τῷ λέγοντι πῶς ⟨ἂν⟩ ἀντιλέγοι; [286b] Σωκράτης: καὶ ὁ μὲν Κτήσιππος ἐσίγησεν: ἐγὼ δὲ θαυμάσας τὸν λόγον, πῶς, ἔφην, ὦ Διονυσόδωρε, λέγεις; οὐ γάρ τοι [286c] Σωκράτης: ἀλλὰ τοῦτόν γε τὸν λόγον πολλῶν δὴ καὶ πολλάκις ἀκηκοὼς ἀεὶ θαυμάζω καὶ γὰρ οἱ ἀμφὶ Πρωταγόραν σφόδρα ἐχρῶντο αὐτῷ καὶ οἱ ἔτι παλαιότεροι: ἐμοὶ δὲ ἀεὶ θαυμαστός τις δοκεῖ εἶναι καὶ τούς τε ἄλλους ἀνατρέπων καὶ αὐτὸς αὑτόν οἶμαι δὲ αὐτοῦ τὴν ἀλήθειαν παρὰ σοῦ κάλλιστα πεύσεσθαι. ἄλλο τι ψευδῆ λέγειν οὐκ ἔστιν; τοῦτο γὰρ δύναται ὁ λόγος: ἦ γάρ; ἀλλ᾽ ἢ λέγοντ᾽ ἀληθῆ λέγειν ἢ μὴ λέγειν; [286c] Σωκράτης: συνεχώρει. [286d] Σωκράτης: πότερον οὖν ψευδῆ μὲν λέγειν οὐκ ἔστι, δοξάζειν μέντοι ἔστιν; [286d] Σωκράτης: οὐδὲ δοξάζειν, ἔφη. [286d] Σωκράτης: οὐδ᾽ ἄρα ψευδής, ἦν δ᾽ ἐγώ, δόξα ἔστι τὸ παράπαν. [286d] Σωκράτης: οὐκ ἔφη. [286d] Σωκράτης: οὐδ᾽ ἄρα ἀμαθία οὐδ᾽ ἀμαθεῖς ἄνθρωποι: ἢ οὐ τοῦτ᾽ ἂν εἴη ἀμαθία, εἴπερ εἴη, τὸ ψεύδεσθαι τῶν πραγμάτων; [286d] Σωκράτης: πάνυ γε, ἔφη. [286d] Σωκράτης: ἀλλὰ τοῦτο οὐκ ἔστιν, ἦν δ᾽ ἐγώ. [286d] Σωκράτης: οὐκ ἔφη. [286d] Σωκράτης: λόγου ἕνεκα, ὦ Διονυσόδωρε, λέγεις τὸν λόγον, ἵνα δὴ ἄτοπον λέγῃς, ἢ ὡς ἀληθῶς δοκεῖ σοι οὐδεὶς εἶναι ἀμαθὴς ἀνθρώπων; [286e] Σωκράτης: ἀλλὰ σύ, ἔφη, ἔλεγξον. [286e] Σωκράτης: ἦ καὶ ἔστι τοῦτο κατὰ τὸν σὸν λόγον, ἐξελέγξαι, μηδενὸς ψευδομένου; [286e] Σωκράτης: οὐκ ἔστιν, ἔφη ὁ Εὐθύδημος. [286e] Σωκράτης: οὐδ᾽ ἄρα ἐκέλευεν, ἔφην ἐγώ, νυνδὴ Διονυσόδωρος ἐξελέγξαι; [286e] Σωκράτης: τὸ γὰρ μὴ ὂν πῶς ἄν τις κελεύσαι; σὺ δὲ κελεύεις; [286e] Σωκράτης: ὅτι, ἦν δ᾽ ἐγώ, ὦ Εὐθύδημε, τὰ σοφὰ ταῦτα καὶ τὰ εὖ ἔχοντα οὐ πάνυ τι μανθάνω, ἀλλὰ παχέως πως ἐννοῶ. ἴσως μὲν οὖν φορτικώτερόν τι ἐρήσομαι, ἀλλὰ συγγίγνωσκε. [287a] Σωκράτης: ὅρα δέ: εἰ γὰρ μήτε ψεύδεσθαι ἔστιν μήτε ψευδῆ δοξάζειν μήτε ἀμαθῆ εἶναι, ἄλλο τι οὐδ᾽ ἐξαμαρτάνειν ἔστιν, ὅταν τίς τι πράττη; πράττοντα γὰρ οὐκ ἔστιν ἁμαρτάνειν τούτου ὃ πράττει: οὐχ οὕτω λέγετε; [287a] Σωκράτης: πάνυ γ᾽, ἔφη. [287a] Σωκράτης: τοῦτό ἐστιν ἤδη, ἦν δ᾽ ἐγώ, τὸ φορτικὸν ἐρώτημα. εἰ γὰρ μὴ ἁμαρτάνομεν μήτε πράττοντες μήτε λέγοντες μήτε διανοούμενοι, ὑμεῖς, ὦ πρὸς Διός, εἰ ταῦτα οὕτως ἔχει, τίνος διδάσκαλοι ἥκετε; ἢ οὐκ ἄρτι ἔφατε ἀρετὴν κάλλιστ᾽ ἂν [287b] Σωκράτης: παραδοῦναι ἀνθρώπων τῷ ἐθέλοντι μανθάνειν; [287b] Σωκράτης: εἶτ᾽, ἔφη, ὦ Σώκρατες, ὁ Διονυσόδωρος ὑπολαβών, οὕτως εἶ Κρόνος, ὥστε ἃ τὸ πρῶτον εἴπομεν νῦν ἀναμιμνῄσκῃ, καὶ εἴ τι πέρυσιν εἶπον, νῦν ἀναμνησθήσῃ, τοῖς δ᾽ ἐν τῷ παρόντι λεγομένοις οὐχ ἕξεις ὅτι χρῇ; [287b] Σωκράτης: καὶ γάρ, ἔφην ἐγώ, χαλεποί εἰσιν πάνυ εἰκότως: παρὰ σοφῶν γὰρ λέγονται ἐπεὶ καὶ τούτῳ τῷ τελευταίῳ παγχάλεπον χρήσασθαί ἐστιν, ᾧ λέγεις. τὸ γὰρ οὐκ ἔχω ὅτι χρῶμαι τί ποτε λέγεις, ὦ Διονυσόδωρε; ἢ δῆλον ὅτι ὡς [287c] Σωκράτης: οὐκ ἔχω ἐξελέγξαι αὐτόν; ἐπεὶ εἰπέ, τί σοι ἄλλο νοεῖ τοῦτο τὸ ῥῆμα, τὸ οὐκ ἔχω ὅτι χρήσωμαι τοῖς λόγοις ; [287c] Σωκράτης: ἀλλ᾽ ὃ σὺ λέγεις, ἔφη, [τούτῳ τῷ πάνυ χαλεπὸν χρῆσθαι:] ἐπεὶ ἀπόκριναι. [287c] Σωκράτης: πρὶν σὲ ἀποκρίνασθαι, ἦν δ᾽ ἐγώ, ὦ Διονυσόδωρε; [287c] Σωκράτης: οὐκ ἀποκρίνῃ; ἔφη. [287c] Σωκράτης: ἦ καὶ δίκαιον; [287c] Σωκράτης: δίκαιον μέντοι, ἔφη. [287c] Σωκράτης: κατὰ τίνα λόγον; ἦν δ᾽ ἐγώ: ἢ δῆλον ὅτι κατὰ τόνδε, ὅτι σὺ νῦν πάσσοφός τις ἡμῖν ἀφῖξαι περὶ λόγους, καὶ οἶσθα [287d] Σωκράτης: ὅτε δεῖ ἀποκρίνασθαι καὶ ὅτε μή; καὶ νῦν οὐδ᾽ ἂν ὁτιοῦν ἀποκρίνῃ, ἅτε γιγνώσκων ὅτι οὐ δεῖ; [287d] Σωκράτης: λαλεῖς, ἔφη, ἀμελήσας ἀποκρίνασθαι: ἀλλ᾽, ὠγαθέ, πείθου καὶ ἀποκρίνου, ἐπειδὴ καὶ ὁμολογεῖς με σοφὸν εἶναι. [287d] Σωκράτης: πειστέον τοίνυν, ἦν δ᾽ ἐγώ, καὶ ἀνάγκη, ὡς ἔοικεν: σὺ γὰρ ἄρχεις. ἀλλ᾽ ἐρώτα. [287d] Σωκράτης: πότερον οὖν ψυχὴν ἔχοντα νοεῖ τὰ νοοῦντα, ἢ καὶ τὰ ἄψυχα; [287d] Σωκράτης: τὰ ψυχὴν ἔχοντα. [287d] Σωκράτης: οἶσθα οὖν τι, ἔφη, ῥῆμα ψυχὴν ἔχον; [287d] Σωκράτης: μὰ Δία οὐκ ἔγωγε. [287e] Σωκράτης: τί οὖν ἄρτι ἤρου ὅτι μοι νοοῖ τὸ ῥῆμα; [287e] Σωκράτης: τί ἄλλο γε, ἦν δ᾽ ἐγώ, ἢ ἐξήμαρτον διὰ τὴν βλακείαν; ἢ οὐκ ἐξήμαρτον ἀλλὰ καὶ τοῦτο ὀρθῶς εἶπον, εἰπὼν ὅτι νοεῖ τὰ ῥήματα; πότερα φῂς ἐξαμαρτάνειν με ἢ οὔ; εἰ γὰρ μὴ ἐξήμαρτον, οὐδὲ σὺ ἐξελέγξεις, καίπερ σοφὸς ὤν, οὐδ᾽ ἔχεις ὅτι χρῇ τῷ λόγῳ: εἰ δ᾽ ἐξήμαρτον, οὐδ᾽ οὕτως ὀρθῶς [288a] Σωκράτης: λέγεις, φάσκων οὐκ εἶναι ἐξαμαρτάνειν. καὶ ταῦτα οὐ πρὸς ἃ πέρυσιν ἔλεγες λέγω. ἀλλὰ ἔοικεν, ἔφην ἐγώ, ὦ Διονυσόδωρέ τε καὶ Εὐθύδημε, οὗτος μὲν ὁ λόγος ἐν ταὐτῷ μένειν καὶ ἔτι ὥσπερ τὸ παλαιὸν καταβαλὼν πίπτειν, καὶ ὥστε τοῦτο μὴ πάσχειν οὐδ᾽ ὑπὸ τῆς ὑμετέρας πω τέχνης ἐξηυρῆσθαι, καὶ ταῦτα οὑτωσὶ θαυμαστῆς οὔσης εἰς ἀκρίβειαν λόγων. [288a] Σωκράτης: καὶ ὁ Κτήσιππος, Θαυμάσιά γε λέγετ᾽, ἔφη, ὦ ἄνδρες [288b] Σωκράτης: θούριοι εἴτε Χῖοι εἴθ᾽ ὁπόθεν καὶ ὅπῃ χαίρετον ὀνομαζόμενοι: ὡς οὐδὲν ὑμῖν μέλει τοῦ παραληρεῖν. καὶ ἐγὼ φοβηθεὶς μὴ λοιδορία γένηται, πάλιν κατεπράυνον τὸν Κτήσιππον καὶ εἶπον: ὦ Κτήσιππε, καὶ νυνδὴ ἃ πρὸς Κλεινίαν ἔλεγον, καὶ πρὸς σὲ ταὐτὰ ταῦτα λέγω, ὅτι οὐ γιγνώσκεις τῶν ξένων τὴν σοφίαν ὅτι θαυμασία ἐστίν. ἀλλ᾽ οὐκ ἐθέλετον ἡμῖν ἐπιδείξασθαι σπουδάζοντε, ἀλλὰ τὸν Πρωτέα μιμεῖσθον τὸν Αἰγύπτιον σοφιστὴν γοητεύοντε ἡμᾶς. [288c] Σωκράτης: ἡμεῖς οὖν τὸν Μενέλαον μιμώμεθα, καὶ μὴ ἀφιώμεθα τοῖν ἀνδροῖν ἕως ἂν ἡμῖν ἐκφανῆτον ἐφ᾽ ᾧ αὐτὼ σπουδάζετον: οἶμαι γάρ τι αὐτοῖν πάγκαλον φανεῖσθαι, ἐπειδὰν ἄρξωνται σπουδάζειν. ἀλλὰ δεώμεθα καὶ παραμυθώμεθα καὶ προσευχώμεθα αὐτοῖν ἐκφανῆναι. ἐγὼ οὖν μοι δοκῶ καὶ αὐτὸς πάλιν ὑφηγήσασθαι οἵω προσεύχομαι αὐτὼ φανῆναί μοι: ὅθεν γὰρ [288d] Σωκράτης: τὸ πρότερον ἀπέλιπον, τὸ ἑξῆς τούτοις πειράσομαι, ὅπως ἂν δύνωμαι, διελθεῖν, ἐάν πως ἐκκαλέσωμαι καὶ ἐλεήσαντέ με καὶ οἰκτίραντε συντεταμένον καὶ σπουδάζοντα καὶ αὐτὼ σπουδάσητον. [288d] Σωκράτης: σὺ δέ, ὦ Κλεινία, ἔφην, ἀνάμνησόν με πόθεν τότ᾽ ἀπελίπομεν. ὡς μὲν οὖν ἐγᾦμαι, ἐνθένδε ποθέν. φιλοσοφητέον ὡμολογήσαμεν τελευτῶντες: ἦ γάρ; [288d] Σωκράτης: ναί, ἦ δ᾽ ὅς. [288d] Σωκράτης: ἡ δέ γε φιλοσοφία κτῆσις ἐπιστήμης: οὐχ οὕτως; ἔφην. [288d] Σωκράτης: ναί, ἔφη. [288d] Σωκράτης: τίνα ποτ᾽ οὖν ἂν κτησάμενοι ἐπιστήμην ὀρθῶς [288e] Σωκράτης: κτησαίμεθα; ἆρ᾽ οὐ τοῦτο μὲν ἁπλοῦν, ὅτι ταύτην ἥτις ἡμᾶς ὀνήσει; [288e] Σωκράτης: πάνυ γ᾽, ἔφη. [288e] Σωκράτης: ἆρ᾽ οὖν ἄν τι ἡμᾶς ὀνήσειεν, εἰ ἐπισταίμεθα γιγνώσκειν περιιόντες ὅπου τῆς γῆς χρυσίον πλεῖστον κατορώρυκται; [288e] Σωκράτης: ἴσως, ἔφη. [288e] Σωκράτης: ἀλλὰ τὸ πρότερον, ἦν δ᾽ ἐγώ, τοῦτό γε ἐξηλέγξαμεν, ὅτι οὐδὲν πλέον, οὐδ᾽ εἰ ἄνευ πραγμάτων καὶ τοῦ ὀρύττειν τὴν γῆν τὸ πᾶν ἡμῖν χρυσίον γένοιτο: ὥστε οὐδ᾽ εἰ τὰς πέτρας χρυσᾶς ἐπισταίμεθα [289a] Σωκράτης: ποιεῖν, οὐδενὸς ἂν ἀξία ἡ ἐπιστήμη εἴη. εἰ γὰρ μὴ καὶ χρῆσθαι ἐπιστησόμεθα τῷ χρυσίῳ, οὐδὲν ὄφελος αὐτοῦ ἐφάνη ὄν: ἢ οὐ μέμνησαι; ἔφην ἐγώ. [289a] Σωκράτης: πάνυ γ᾽, ἔφη, μέμνημαι. [289a] Σωκράτης: οὐδέ γε, ὡς ἔοικε, τῆς ἄλλης ἐπιστήμης ὄφελος γίγνεται οὐδέν, οὔτε χρηματιστικῆς οὔτε ἰατρικῆς οὔτε ἄλλης οὐδεμιᾶς, ἥτις ποιεῖν τι ἐπίσταται, χρῆσθαι δὲ μὴ ᾧ ἂν ποιήσῃ: οὐχ οὕτως; [289a] Σωκράτης: συνέφη. [289a] Σωκράτης: οὐδέ γε εἴ τις ἔστιν ἐπιστήμη [289b] Σωκράτης: ὥστε ἀθανάτους ποιεῖν, ἄνευ τοῦ ἐπίστασθαι τῇ ἀθανασίᾳ χρῆσθαι οὐδὲ ταύτης ἔοικεν ὄφελος οὐδέν, εἴ τι δεῖ τοῖς πρόσθεν ὡμολογημένοις τεκμαίρεσθαι. [289b] Σωκράτης: συνεδόκει ἡμῖν πάντα ταῦτα. [289b] Σωκράτης: τοιαύτης τινὸς ἄρα ἡμῖν ἐπιστήμης δεῖ, ὦ καλὲ παῖ, ἦν δ᾽ ἐγώ, ἐν ᾗ συμπέπτωκεν ἅμα τό τε ποιεῖν καὶ τὸ ἐπίστασθαι χρῆσθαι τούτῳ ὃ ἂν ποιῇ. [289b] Σωκράτης: φαίνεται, ἔφη. [289b] Σωκράτης: πολλοῦ ἄρα δεῖ, ὡς ἔοικεν, ἡμᾶς λυροποιοὺς δεῖν [289c] Σωκράτης: εἶναι καὶ τοιαύτης τινὸς ἐπιστήμης ἐπηβόλους. ἐνταῦθα γὰρ δὴ χωρὶς μὲν ἡ ποιοῦσα τέχνη, χωρὶς δὲ ἡ χρωμένη διῄρηται τοῦ αὐτοῦ πέρι: ἡ γὰρ λυροποιικὴ καὶ ἡ κιθαριστικὴ πολὺ διαφέρετον ἀλλήλοιν. οὐχ οὕτως; [289c] Σωκράτης: συνέφη. [289c] Σωκράτης: οὐδὲ μὴν αὐλοποιικῆς γε δῆλον ὅτι δεόμεθα: καὶ γὰρ αὕτη ἑτέρα τοιαύτη. [289c] Σωκράτης: συνεδόκει. [289c] Σωκράτης: ἀλλὰ πρὸς θεῶν, ἔφην ἐγώ, εἰ τὴν λογοποιικὴν τέχνην μάθοιμεν, ἆρά ἐστιν αὕτη ἣν ἔδει κεκτημένους ἡμᾶς εὐδαίμονας εἶναι; [289c] Σωκράτης: οὐκ οἶμαι, ἔφη, ἐγώ, ὁ Κλεινίας ὑπολαβών. [289d] Σωκράτης: τίνι τεκμηρίῳ, ἦν δ᾽ ἐγώ, χρῇ; [289d] Σωκράτης: ὁρῶ, ἔφη, τινὰς λογοποιούς, οἳ τοῖς ἰδίοις λόγοις, οἷς αὐτοὶ ποιοῦσιν, οὐκ ἐπίστανται χρῆσθαι, ὥσπερ οἱ λυροποιοὶ ταῖς λύραις, ἀλλὰ καὶ ἐνταῦθα ἄλλοι δυνατοὶ χρῆσθαι οἷς ἐκεῖνοι ἠργάσαντο, οἱ λογοποιεῖν αὐτοὶ ἀδύνατοι: δῆλον οὖν ὅτι καὶ περὶ λόγους χωρὶς ἡ τοῦ ποιεῖν τέχνη καὶ ἡ τοῦ χρῆσθαι. ἱκανόν μοι δοκεῖς, ἔφην ἐγώ, τεκμήριον λέγειν, ὅτι οὐχ αὕτη ἐστὶν ἡ τῶν λογοποιῶν τέχνη, ἣν ἂν κτησάμενός τις εὐδαίμων εἴη. καίτοι ἐγὼ ᾤμην ἐνταῦθά που φανήσεσθαι [289e] Σωκράτης: τὴν ἐπιστήμην ἣν δὴ πάλαι ζητοῦμεν. καὶ γάρ μοι οἵ τε ἄνδρες αὐτοὶ οἱ λογοποιοί, ὅταν συγγένωμαι αὐτοῖς, ὑπέρσοφοι, ὦ Κλεινία, δοκοῦσιν εἶναι, καὶ αὐτὴ ἡ τέχνη αὐτῶν θεσπεσία τις καὶ ὑψηλή. καὶ μέντοι οὐδὲν θαυμαστόν: ἔστι γὰρ τῆς τῶν ἐπῳδῶν τέχνης μόριον μικρῷ τε ἐκείνης ὑποδεεστέρα. [290a] Σωκράτης: ἡ μὲν γὰρ τῶν ἐπῳδῶν ἔχεών τε καὶ φαλαγγίων καὶ σκορπίων καὶ τῶν ἄλλων θηρίων τε καὶ νόσων κήλησίς ἐστιν, ἡ δὲ δικαστῶν τε καὶ ἐκκλησιαστῶν καὶ τῶν ἄλλων ὄχλων κήλησίς τε καὶ παραμυθία τυγχάνει οὖσα: ἢ σοί, ἔφην ἐγώ, ἄλλως πως δοκεῖ; [290a] Σωκράτης: οὔκ, ἀλλ᾽ οὕτω μοι φαίνεται, ἔφη, ὡς σὺ λέγεις. [290a] Σωκράτης: ποῖ οὖν, ἔφην ἐγώ, τραποίμεθ᾽ ἂν ἔτι; ἐπὶ ποίαν τέχνην; [290a] Σωκράτης: ἐγὼ μὲν οὐκ εὐπορῶ, ἔφη. [290a] Σωκράτης: ἀλλ᾽, ἦν δ᾽ ἐγώ, ἐμὲ οἶμαι ηὑρηκέναι. [290a] Σωκράτης: τίνα; ἔφη ὁ Κλεινίας. [290b] Σωκράτης: ἡ στρατηγική μοι δοκεῖ, ἔφην ἐγώ, τέχνη παντὸς μᾶλλον εἶναι ἣν ἄν τις κτησάμενος εὐδαίμων εἴη. [290b] Σωκράτης: οὐκ ἔμοιγε δοκεῖ. [290b] Σωκράτης: πῶς; ἦν δ᾽ ἐγώ. [290b] Σωκράτης: θηρευτική τις ἥδε γέ ἐστιν τέχνη ἀνθρώπων. [290b] Σωκράτης: τί δὴ οὖν; ἔφην ἐγώ. [290b] Σωκράτης: οὐδεμία, ἔφη, τῆς θηρευτικῆς αὐτῆς ἐπὶ πλέον ἐστὶν ἢ ὅσον θηρεῦσαι καὶ χειρώσασθαι: ἐπειδὰν δὲ χειρώσωνται τοῦτο ὃ ἂν θηρεύωνται, οὐ δύνανται τούτῳ χρῆσθαι, ἀλλ᾽ οἱ μὲν κυνηγέται καὶ οἱ ἁλιῆς τοῖς ὀψοποιοῖς παραδιδόασιν, οἱ [290c] Σωκράτης: δ᾽ αὖ γεωμέτραι καὶ οἱ ἀστρονόμοι καὶ οἱ λογιστικοί θηρευτικοὶ γάρ εἰσι καὶ οὗτοι: οὐ γὰρ ποιοῦσι τὰ διαγράμματα ἕκαστοι τούτων, ἀλλὰ τὰ ὄντα ἀνευρίσκουσιν ἅτε οὖν χρῆσθαι αὐτοὶ αὐτοῖς οὐκ ἐπιστάμενοι, ἀλλὰ θηρεῦσαι μόνον, παραδιδόασι δήπου τοῖς διαλεκτικοῖς καταχρῆσθαι αὐτῶν τοῖς εὑρήμασιν, ὅσοι γε αὐτῶν μὴ παντάπασιν ἀνόητοί εἰσιν. [290c] Σωκράτης: εἶεν, ἦν δ᾽ ἐγώ, ὦ κάλλιστε καὶ σοφώτατε Κλεινία: τοῦτο οὕτως ἔχει; [290c] Σωκράτης: πάνυ μὲν οὖν. καὶ οἵ γε στρατηγοί, ἔφη, οὕτω τὸν αὐτὸν [290d] Σωκράτης: τρόπον: ἐπειδὰν ἢ πόλιν τινὰ θηρεύσωνται ἢ στρατόπεδον, παραδιδόασι τοῖς πολιτικοῖς ἀνδράσιν αὐτοὶ γὰρ οὐκ ἐπίστανται χρῆσθαι τούτοις ἃ ἐθήρευσαν ὥσπερ οἶμαι οἱ ὀρτυγοθῆραι τοῖς ὀρτυγοτρόφοις παραδιδόασιν. εἰ οὖν, ἦ δ᾽ ὅς, δεόμεθα ἐκείνης τῆς τέχνης, ἥτις ᾧ ἂν κτήσηται ἢ ποιήσασα ἢ θηρευσαμένη αὐτὴ καὶ ἐπιστήσεται χρῆσθαι, καὶ ἡ τοιαύτη ποιήσει ἡμᾶς μακαρίους, ἄλλην δή τινα, ἔφη, ζητητέον ἀντὶ τῆς στρατηγικῆς. [290e] Κρίτων: τί λέγεις σύ, ὦ Σώκρατες; ἐκεῖνο τὸ μειράκιον τοιαῦτ᾽ ἐφθέγξατο; [290e] Σωκράτης: οὐκ οἴει, ὦ Κρίτων; [290e] Κρίτων: μὰ Δί᾽ οὐ μέντοι. οἶμαι γὰρ αὐτὸν ἐγώ, εἰ ταῦτ᾽ εἶπεν, οὔτ᾽ Εὐθυδήμου οὔτε ἄλλου οὐδενὸς ἔτ᾽ ἀνθρώπου δεῖσθαι εἰς παιδείαν. [290e] Σωκράτης: ἀλλ᾽ ἄρα, ὦ πρὸς Διός, μὴ ὁ Κτήσιππος ἦν ὁ ταῦτ᾽ εἰπών, ἐγὼ δὲ οὐ μέμνημαι; [291a] Κρίτων: ποῖος Κτήσιππος; [291a] Σωκράτης: ἀλλὰ μὴν τόδε γε εὖ οἶδα, ὅτι οὔτε Εὐθύδημος οὔτε Διονυσόδωρος ἦν ὁ εἰπὼν ταῦτα: ἀλλ᾽, ὦ δαιμόνιε Κρίτων:, μή τις τῶν κρειττόνων παρὼν αὐτὰ ἐφθέγξατο; ὅτι γὰρ ἤκουσά γε ταῦτα, εὖ οἶδα. [291a] Κρίτων: ναὶ μὰ Δία, ὦ Σώκρατες: τῶν κρειττόνων μέντοι τις ἐμοὶ δοκεῖ, καὶ πολύ γε. ἀλλὰ μετὰ τοῦτο ἔτι τινὰ ἐζητήσατε τέχνην; καὶ ηὕρετε ἐκείνην ἢ οὐχ ηὕρετε, ἧς ἕνεκα ἐζητεῖτε; [291b] Σωκράτης: πόθεν, ὦ μακάριε, ηὕρομεν; ἀλλ᾽ ἦμεν πάνυ γελοῖοι: ὥσπερ τὰ παιδία τὰ τοὺς κορύδους διώκοντα, ἀεὶ ᾠόμεθα ἑκάστην τῶν ἐπιστημῶν αὐτίκα λήψεσθαι, αἱ δ᾽ ἀεὶ ὑπεξέφευγον. τὰ μὲν οὖν πολλὰ τί ἄν σοι λέγοιμι; ἐπὶ δὲ δὴ τὴν βασιλικὴν ἐλθόντες τέχνην καὶ διασκοπούμενοι αὐτὴν εἰ αὕτη εἴη ἡ τὴν εὐδαιμονίαν παρέχουσά τε καὶ ἀπεργαζομένη, ἐνταῦθα ὥσπερ εἰς λαβύρινθον ἐμπεσόντες, οἰόμενοι ἤδη ἐπὶ τέλει εἶναι, περικάμψαντες πάλιν ὥσπερ ἐν ἀρχῇ τῆς [291c] Σωκράτης: ζητήσεως ἀνεφάνημεν ὄντες καὶ τοῦ ἴσου δεόμενοι ὅσουπερ ὅτε τὸ πρῶτον ἐζητοῦμεν. [291c] Κρίτων: πῶς δὴ τοῦτο ὑμῖν συνέβη, ὦ Σώκρατες; [291c] Σωκράτης: ἐγὼ φράσω. ἔδοξε γὰρ δὴ ἡμῖν ἡ πολιτικὴ καὶ ἡ βασιλικὴ τέχνη ἡ αὐτὴ εἶναι. [291c] Κρίτων: τί οὖν δή; [291c] Σωκράτης: ταύτῃ τῇ τέχνῃ ἥ τε στρατηγικὴ καὶ αἱ ἄλλαι παραδιδόναι ἄρχειν τῶν ἔργων ὧν αὐταὶ δημιουργοί εἰσιν, ὡς μόνῃ ἐπισταμένῃ χρῆσθαι. σαφῶς οὖν ἐδόκει ἡμῖν αὕτη εἶναι ἣν ἐζητοῦμεν, καὶ ἡ αἰτία τοῦ ὀρθῶς πράττειν ἐν τῇ [291d] Σωκράτης: πόλει, καὶ ἀτεχνῶς κατὰ τὸ Αἰσχύλου ἰαμβεῖον μόνη ἐν τῇ πρύμνῃ καθῆσθαι τῆς πόλεως, πάντα κυβερνῶσα καὶ πάντων ἄρχουσα πάντα χρήσιμα ποιεῖν. [291d] Κρίτων: οὐκοῦν καλῶς ὑμῖν ἐδόκει, ὦ Σώκρατες; [291d] Σωκράτης: σὺ κρινεῖς, ὦ Κρίτων, ἐὰν βούλῃ ἀκούειν καὶ τὰ μετὰ ταῦτα συμβάντα ἡμῖν. αὖθις γὰρ δὴ πάλιν ἐσκοποῦμεν ὧδέ πως: φέρε, πάντων ἄρχουσα ἡ βασιλικὴ τέχνη τὶ ἡμῖν [291e] Σωκράτης: ἀπεργάζεται ἔργον ἢ οὐδέν; πάντως δήπου, ἡμεῖς ἔφαμεν πρὸς ἀλλήλους. οὐ καὶ σὺ ἂν ταῦτα φαίης, ὦ Κρίτων; [291e] Κρίτων: ἔγωγε. [291e] Σωκράτης: τί οὖν ἂν φαίης αὐτῆς ἔργον εἶναι; ὥσπερ εἰ σὲ ἐγὼ ἐρωτῴην, πάντων ἄρχουσα ἡ ἰατρικὴ ὧν ἄρχει, τί ἔργον παρέχεται; οὐ τὴν ὑγίειαν ⟨ἂν⟩ φαίης; [291e] Κρίτων: ἔγωγε. [291e] Σωκράτης: τί δὲ ἡ ὑμετέρα τέχνη ἡ γεωργία; πάντων ἄρχουσα [292a] Σωκράτης: ὧν ἄρχει, τί [ἔργον] ἀπεργάζεται; οὐ τὴν τροφὴν ἂν φαίης τὴν ἐκ τῆς γῆς παρέχειν ἡμῖν; [292a] Κρίτων: ἔγωγε. [292a] Σωκράτης: τί δὲ ἡ βασιλικὴ πάντων ἄρχουσα ὧν ἄρχει; τί ἀπεργάζεται; ἴσως οὐ πάνυ γ᾽ εὐπορεῖς. [292a] Κρίτων: μὰ τὸν Δία, ὦ Σώκρατες. [292a] Σωκράτης: οὐδὲ γὰρ ἡμεῖς, ὦ Κρίτων: ἀλλὰ τοσόνδε γε οἶσθα, ὅτι εἴπερ ἐστὶν αὕτη ἣν ἡμεῖς ζητοῦμεν, ὠφέλιμον αὐτὴν δεῖ εἶναι. [292a] Κρίτων: πάνυ γε. [292a] Σωκράτης: οὐκοῦν ἀγαθόν γέ τι δεῖ ἡμῖν αὐτὴν παραδιδόναι; [292a] Κρίτων: ἀνάγκη, ὦ Σώκρατες. [292b] Σωκράτης: ἀγαθὸν δέ γέ που ὡμολογήσαμεν ἀλλήλοις ἐγώ τε καὶ Κλεινίας οὐδὲν εἶναι ἄλλο ἢ ἐπιστήμην τινά. [292b] Κρίτων: ναί, οὕτως ἔλεγες. [292b] Σωκράτης: οὐκοῦν τὰ μὲν ἄλλα ἔργα, ἃ φαίη ἄν τις πολιτικῆς εἶναι πολλὰ δέ που ταῦτ᾽ ἂν εἴη, οἷον πλουσίους τοὺς πολίτας παρέχειν καὶ ἐλευθέρους καὶ ἀστασιάστους πάντα ταῦτα οὔτε κακὰ οὔτε ἀγαθὰ ἐφάνη, ἔδει δὲ σοφοὺς ποιεῖν καὶ ἐπιστήμης μεταδιδόναι, εἴπερ ἔμελλεν αὕτη εἶναι ἡ [292c] Σωκράτης: ὠφελοῦσά τε καὶ εὐδαίμονας ποιοῦσα. [292c] Κρίτων: ἔστι ταῦτα: τότε γοῦν οὕτως ὑμῖν ὡμολογήθη, ὡς σὺ τοὺς λόγους ἀπήγγειλας. [292c] Σωκράτης: ἆρ᾽ οὖν ἡ βασιλικὴ σοφοὺς ποιεῖ τοὺς ἀνθρώπους καὶ ἀγαθούς; [292c] Κρίτων: τί γὰρ κωλύει, ὦ Σώκρατες; [292c] Σωκράτης: ἀλλ᾽ ἆρα πάντας καὶ πάντα ἀγαθούς; καὶ πᾶσαν ἐπιστήμην, σκυτοτομικήν τε καὶ τεκτονικὴν καὶ τὰς ἄλλας ἁπάσας, αὕτη ἡ παραδιδοῦσά ἐστιν; [292c] Κρίτων: οὐκ οἶμαι ἔγωγε, ὦ Σώκρατες. [292d] Σωκράτης: ἀλλὰ τίνα δὴ ἐπιστήμην; ᾗ τί χρησόμεθα; τῶν μὲν γὰρ ἔργων οὐδενὸς δεῖ αὐτὴν δημιουργὸν εἶναι τῶν μήτε κακῶν μήτε ἀγαθῶν, ἐπιστήμην δὲ παραδιδόναι μηδεμίαν ἄλλην ἢ αὐτὴν ἑαυτήν. λέγωμεν δὴ οὖν τίς ποτέ ἐστιν αὕτη, ᾗ τί χρησόμεθα; βούλει φῶμεν, ὦ Κρίτων, ᾗ ἄλλους ἀγαθοὺς ποιήσομεν; [292d] Κρίτων: πάνυ γε. [292d] Σωκράτης: οἳ τί ἔσονται ἡμῖν ἀγαθοὶ καὶ τί χρήσιμοι; ἢ ἔτι λέγωμεν ὅτι ἄλλους ποιήσουσιν, οἱ δὲ ἄλλοι ἐκεῖνοι ἄλλους; [292e] Σωκράτης: ὅτι δέ ποτε ἀγαθοί εἰσιν, οὐδαμοῦ ἡμῖν φαίνονται, ἐπειδήπερ τὰ ἔργα τὰ λεγόμενα εἶναι τῆς πολιτικῆς ἠτιμάσαμεν, ἀλλ᾽ ἀτεχνῶς τὸ λεγόμενον ὁ Διὸς Κόρινθος γίγνεται, καὶ ὅπερ ἔλεγον, τοῦ ἴσου ἡμῖν ἐνδεῖ ἢ ἔτι πλέονος πρὸς τὸ εἰδέναι τίς ποτέ ἐστιν ἡ ἐπιστήμη ἐκείνη ἣ ἡμᾶς εὐδαίμονας ποιήσει; [292e] Κρίτων: νὴ τὸν Δία, ὦ Σώκρατες, εἰς πολλήν γε ἀπορίαν, ὡς ἔοικεν, ἀφίκεσθε. [292e] Σωκράτης: ἔγωγε οὖν καὶ αὐτός, ὦ Κρίτων, ἐπειδὴ ἐν ταύτῃ [293a] Σωκράτης: τῇ ἀπορίᾳ ἐνεπεπτώκη, πᾶσαν ἤδη φωνὴν ἠφίειν, δεόμενος τοῖν ξένοιν ὥσπερ Διοσκούρων ἐπικαλούμενος σῶσαι ἡμᾶς, ἐμέ τε καὶ τὸ μειράκιον, ἐκ τῆς τρικυμίας τοῦ λόγου, καὶ παντὶ τρόπῳ σπουδάσαι, καὶ σπουδάσαντας ἐπιδεῖξαι τίς ποτ᾽ ἐστὶν ἡ ἐπιστήμη ἧς τυχόντες ἂν καλῶς τὸν ἐπίλοιπον βίον διέλθοιμεν. [293a] Κρίτων: τί οὖν; ἠθέλησέν τι ὑμῖν ἐπιδεῖξαι ὁ Εὐθύδημος; [293a] Σωκράτης: πῶς γὰρ οὔ; καὶ ἤρξατό γε, ὦ ἑταῖρε, πάνυ μεγαλοφρόνως τοῦ λόγου ὧδε [293b] Σωκράτης: πότερον δή σε, ἔφη, ὦ Σώκρατες, ταύτην τὴν ἐπιστήμην, περὶ ἣν πάλαι ἀπορεῖτε, διδάξω, ἢ ἐπιδείξω ἔχοντα; [293b] Σωκράτης: ὦ μακάριε, ἦν δ᾽ ἐγώ, ἔστι δὲ ἐπὶ σοὶ τοῦτο; [293b] Σωκράτης: πάνυ μὲν οὖν, ἔφη. [293b] Σωκράτης: ἐπίδειξον τοίνυν με νὴ Δί᾽, ἔφην ἐγώ, ἔχοντα: πολὺ γὰρ ῥᾷον ἢ μανθάνειν τηλικόνδε ἄνδρα. [293b] Σωκράτης: φέρε δή μοι ἀπόκριναι, ἔφη: ἔστιν ὅτι ἐπίστασαι; [293b] Σωκράτης: πάνυ γε, ἦν δ᾽ ἐγώ, καὶ πολλά, σμικρά γε. [293b] Σωκράτης: ἀρκεῖ, ἔφη. ἆρ᾽ οὖν δοκεῖς οἷόν τέ τι τῶν ὄντων τοῦτο ὃ τυγχάνει ὄν, αὐτὸ τοῦτο [293c] Σωκράτης: μὴ εἶναι; [293c] Σωκράτης: ἀλλὰ μὰ Δί᾽ οὐκ ἔγωγε. [293c] Σωκράτης: οὐκοῦν σύ, ἔφη, ἐπίστασαί τι; [293c] Σωκράτης: ἔγωγε. [293c] Σωκράτης: οὐκοῦν ἐπιστήμων εἶ, εἴπερ ἐπίστασαι; [293c] Σωκράτης: πάνυ γε, τούτου γε αὐτοῦ. [293c] Σωκράτης: οὐδὲν διαφέρει: ἀλλ᾽ οὐκ ἀνάγκη σε ἔχει πάντα ἐπίστασθαι ἐπιστήμονά γε ὄντα; [293c] Σωκράτης: μὰ Δί᾽, ἔφην ἐγώ: ἐπεὶ πολλὰ ἄλλ᾽ οὐκ ἐπίσταμαι. [293c] Σωκράτης: οὐκοῦν εἴ τι μὴ ἐπίστασαι, οὐκ ἐπιστήμων εἶ. [293c] Σωκράτης: ἐκείνου γε, ὦ φίλε, ἦν δ᾽ ἐγώ. [293c] Σωκράτης: ἧττον οὖν τι, ἔφη, οὐκ ἐπιστήμων εἶ; ἄρτι δὲ ἐπιστήμων ἔφησθα εἶναι: καὶ οὕτως τυγχάνεις ὢν [293d] Σωκράτης: αὐτὸς οὗτος ὃς εἶ, καὶ αὖ πάλιν οὐκ εἶ, κατὰ ταὐτὰ ἅμα. εἶεν, ἦν δ᾽ ἐγώ, Εὐθύδημε: τὸ γὰρ λεγόμενον, καλὰ δὴ παταγεῖς: πῶς οὖν ἐπίσταμαι ἐκείνην τὴν ἐπιστήμην ἣν ἐζητοῦμεν; ὡς δὴ τοῦτο ἀδύνατόν ἐστιν τὸ αὐτὸ εἶναί τε καὶ μή, εἴπερ ἓν ἐπίσταμαι, ἅπαντα ἐπίσταμαι οὐ γὰρ ἂν εἴην ἐπιστήμων τε καὶ ἀνεπιστήμων ἅμα ἐπεὶ δὲ πάντα ἐπίσταμαι, κἀκείνην δὴ τὴν ἐπιστήμην ἔχω: ἆρα οὕτως λέγεις, καὶ τοῦτό ἐστιν τὸ σοφόν; [293e] Σωκράτης: αὐτὸς σαυτόν γε δὴ ἐξελέγχεις, ἔφη, ὦ Σώκρατες. [293e] Σωκράτης: τί δέ, ἦν δ᾽ ἐγώ, ὦ Εὐθύδημε, σὺ οὐ πέπονθας τοῦτο τὸ αὐτὸ πάθος; ἐγὼ γάρ τοι μετὰ σοῦ ὁτιοῦν ἂν πάσχων καὶ μετὰ Διονυσοδώρου τοῦδε, φίλης κεφαλῆς, οὐκ ἂν πάνυ ἀγανακτοίην. εἰπέ μοι, σφὼ οὐχὶ τὰ μὲν ἐπίστασθον τῶν ὄντων, τὰ δὲ οὐκ ἐπίστασθον; [293e] Σωκράτης: ἥκιστά γε, ἔφη, ὦ Σώκρατες, ὁ Διονυσόδωρος. [293e] Σωκράτης: πῶς λέγετον; ἔφην ἐγώ: ἀλλ᾽ οὐδὲν ἄρα ἐπίστασθον; [293e] Σωκράτης: καὶ μάλα, ἦ δ᾽ ὅς. [294a] Σωκράτης: πάντ᾽ ἄρα, ἔφην ἐγώ, ἐπίστασθον, ἐπειδήπερ καὶ ὁτιοῦν; [294a] Σωκράτης: πάντ᾽, ἔφη: καὶ σύ γε πρός, εἴπερ καὶ ἓν ἐπίστασαι, πάντα ἐπίστασαι. [294a] Σωκράτης: ὦ Ζεῦ, ἔφην ἐγώ, ὡς θαυμαστὸν λέγεις καὶ ἀγαθὸν μέγα πεφάνθαι. μῶν καὶ οἱ ἄλλοι πάντες ἄνθρωποι πάντ᾽ ἐπίστανται, ἢ οὐδέν; [294a] Σωκράτης: οὐ γὰρ δήπου, ἔφη, τὰ μὲν ἐπίστανται, τὰ δ᾽ οὐκ ἐπίστανται, καὶ εἰσὶν ἅμα ἐπιστήμονές τε καὶ ἀνεπιστήμονες. [294a] Σωκράτης: ἀλλὰ τί; ἦν δ᾽ ἐγώ. [294a] Σωκράτης: πάντες, ἦ δ᾽ ὅς, πάντα ἐπίστανται, εἴπερ καὶ ἕν. [294b] Σωκράτης: ὦ πρὸς τῶν θεῶν, ἦν δ᾽ ἐγώ, ὦ Διονυσόδωρε δῆλοι γάρ μοί ἐστον ἤδη ὅτι σπουδάζετον, καὶ μόλις ὑμᾶς προυκαλεσάμην σπουδάζειν αὐτὼ τῷ ὄντι πάντα ἐπίστασθον; οἷον τεκτονικὴν καὶ σκυτικήν; [294b] Σωκράτης: πάνυ γ᾽, ἔφη. [294b] Σωκράτης: ἦ καὶ νευρορραφεῖν δυνατώ ἐστον; [294b] Σωκράτης: καὶ ναὶ μὰ Δία καττύειν, ἔφη. [294b] Σωκράτης: ἦ καὶ τὰ τοιαῦτα, τοὺς ἀστέρας ὁπόσοι εἰσί, καὶ τὴν ἄμμον; [294b] Σωκράτης: πάνυ γε, ἦ δ᾽ ὅς: εἶτ᾽ οὐκ ἂν οἴει ὁμολογῆσαι ἡμᾶς; [294b] Σωκράτης: καὶ ὁ Κτήσιππος ὑπολαβών: πρὸς Διός, ἔφη, Διονυσόδωρε, [294c] Σωκράτης: τεκμήριόν τί μοι τούτων ἐπιδείξατον τοιόνδε, ᾧ εἴσομαι ὅτι ἀληθῆ λέγετον. [294c] Σωκράτης: τί ἐπιδείξω; ἔφη. [294c] Σωκράτης: οἶσθα Εὐθύδημον ὁπόσους ὀδόντας ἔχει, καὶ ὁ Εὐθύδημος ὁπόσους σύ; [294c] Σωκράτης: οὐκ ἐξαρκεῖ σοι, ἔφη, ἀκοῦσαι ὅτι πάντα ἐπιστάμεθα; [294c] Σωκράτης: μηδαμῶς, ἦ δ᾽ ὅς, ἀλλὰ τοῦτο ἔτι ἡμῖν μόνον εἴπατον καὶ ἐπιδείξατον ὅτι ἀληθῆ λέγετον: καὶ ἐὰν εἴπητον ὁπόσους ἑκάτερος ἔχει ὑμῶν, καὶ φαίνησθε γνόντες ἡμῶν ἀριθμησάντων, ἤδη πεισόμεθα ὑμῖν καὶ τἆλλα. [294d] Σωκράτης: ἡγουμένω οὖν σκώπτεσθαι οὐκ ἠθελέτην, ἀλλ᾽ ὡμολογησάτην πάντα χρήματα ἐπίστασθαι, καθ᾽ ἓν ἕκαστον ἐρωτώμενοι ὑπὸ Κτησίππου. ὁ γὰρ Κτήσιππος πάνυ ἀπαρακαλύπτως οὐδὲν ὅτι οὐκ ἠρώτα τελευτῶν, καὶ τὰ αἴσχιστα, εἰ ἐπισταίσθην: τὼ δὲ ἀνδρειότατα ὁμόσε ᾔτην τοῖς ἐρωτήμασιν, ὁμολογοῦντες εἰδέναι, ὥσπερ οἱ κάπροι οἱ πρὸς τὴν πληγὴν ὁμόσε ὠθούμενοι, ὥστ᾽ ἔγωγε καὶ αὐτός, ὦ Κρίτων, ὑπ᾽ ἀπιστίας ἠναγκάσθην τελευτῶν ἐρέσθαι [τὸν Εὐθύδημον] εἰ [294e] Σωκράτης: καὶ ὀρχεῖσθαι ἐπίσταιτο ὁ Διονυσόδωρος: ὁ δέ, πάνυ, ἔφη. [294e] Σωκράτης: οὐ δήπου, ἦν δ᾽ ἐγώ, καὶ ἐς μαχαίρας γε κυβιστᾶν καὶ ἐπὶ τροχοῦ δινεῖσθαι τηλικοῦτος ὤν, οὕτω πόρρω σοφίας ἥκεις; [294e] Σωκράτης: οὐδέν, ἔφη, ὅτι οὔ. [294e] Σωκράτης: πότερον δέ, ἦν δ᾽ ἐγώ, πάντα νῦν μόνον ἐπίστασθον ἢ καὶ ἀεί; [294e] Σωκράτης: καὶ ἀεί, ἔφη. [294e] Σωκράτης: καὶ ὅτε παιδία ἤστην καὶ εὐθὺς γενόμενοι ἠπίστασθε πάντα; [294e] Σωκράτης: ἐφάτην ἅμα ἀμφοτέρω. [295a] Σωκράτης: καὶ ἡμῖν μὲν ἄπιστον ἐδόκει τὸ πρᾶγμα εἶναι: ὁ δ᾽ Εὐθύδημος, ἀπιστεῖς, ἔφη, ὦ Σώκρατες; [295a] Σωκράτης: πλήν γ᾽ ὅτι, ⟨ἦν δ᾽⟩ ἐγώ, εἰκὸς ὑμᾶς ἐστι σοφοὺς εἶναι. [295a] Σωκράτης: ἀλλ᾽ ἤν, ἔφη, ἐθελήσῃς μοι ἀποκρίνεσθαι, ἐγὼ ἐπιδείξω καὶ σὲ ταῦτα τὰ θαυμαστὰ ὁμολογοῦντα. [295a] Σωκράτης: ἀλλὰ μήν, ἦν δ᾽ ἐγώ, ἥδιστα ταῦτα ἐξελέγχομαι. εἰ γάρ τοι λέληθα ἐμαυτὸν σοφὸς ὤν, σὺ δὲ τοῦτο ἐπιδείξεις ὡς πάντα ἐπίσταμαι καὶ ἀεί, τί μεῖζον ἕρμαιον αὐτοῦ ἂν εὕροιμι ἐν παντὶ τῷ βίῳ; [295a] Σωκράτης: ἀποκρίνου δή, ἔφη. [295b] Σωκράτης: ὡς ἀποκρινουμένου ἐρώτα. [295b] Σωκράτης: ἆρ᾽ οὖν, ἔφη, ὦ Σώκρατες, ἐπιστήμων του εἶ ἢ οὔ; [295b] Σωκράτης: ἔγωγε. [295b] Σωκράτης: πότερον οὖν ᾧ ἐπιστήμων εἶ, τούτῳ καὶ ἐπίστασαι, ἢ ἄλλῳ τῳ; [295b] Σωκράτης: ὧι ἐπιστήμων. οἶμαι γάρ σε τὴν ψυχὴν λέγειν: ἢ οὐ τοῦτο λέγεις; [295b] Σωκράτης: οὐκ αἰσχύνῃ, ἔφη, ὦ Σώκρατες; ἐρωτώμενος ἀντερωτᾷς; [295b] Σωκράτης: εἶεν, ἦν δ᾽ ἐγώ: ἀλλὰ πῶς ποιῶ; οὕτω γὰρ ποιήσω ὅπως ἂν σὺ κελεύῃς. ὅταν μὴ εἰδῶ ὅτι ἐρωτᾷς, κελεύεις με ὅμως ἀποκρίνεσθαι, ἀλλὰ μὴ ἐπανερέσθαι; [295c] Σωκράτης: ὑπολαμβάνεις γὰρ δήπου τι, ἔφη, ὃ λέγω; [295c] Σωκράτης: ἔγωγε, ἦν δ᾽ ἐγώ. [295c] Σωκράτης: πρὸς τοῦτο τοίνυν ἀποκρίνου ὃ ὑπολαμβάνεις. [295c] Σωκράτης: τί οὖν, ἔφην, ἂν σὺ μὲν ἄλλῃ ἐρωτᾷς διανοούμενος, ἐγὼ δὲ ἄλλῃ ὑπολάβω, ἔπειτα πρὸς τοῦτο ἀποκρίνωμαι, ἐξαρκεῖ σοι ἐὰν μηδὲν πρὸς ἔπος ἀποκρίνωμαι; [295c] Σωκράτης: ἔμοιγε, ἦ δ᾽ ὅς: οὐ μέντοι σοί γε, ὡς ἐγᾦμαι. [295c] Σωκράτης: οὐ τοίνυν μὰ Δία ἀποκρινοῦμαι, ἦν δ᾽ ἐγώ, πρότερον πρὶν ἂν πύθωμαι. [295c] Σωκράτης: οὐκ ἀποκρινῇ, ἔφη, πρὸς ἃ ἂν ἀεὶ ὑπολαμβάνῃς, ὅτι ἔχων φλυαρεῖς καὶ ἀρχαιότερος εἶ τοῦ δέοντος. [295d] Σωκράτης: κἀγὼ ἔγνων αὐτὸν ὅτι μοι χαλεπαίνοι διαστέλλοντι τὰ λεγόμενα, βουλόμενός με θηρεῦσαι τὰ ὀνόματα περιστήσας. ἀνεμνήσθην οὖν τοῦ Κόννου, ὅτι μοι κἀκεῖνος χαλεπαίνει ἑκάστοτε ὅταν αὐτῷ μὴ ὑπείκω, ἔπειτά μου ἧττον ἐπιμελεῖται ὡς ἀμαθοῦς ὄντος: ἐπεὶ δὲ οὖν διενενοήμην καὶ παρὰ τοῦτον φοιτᾶν, ᾠήθην δεῖν ὑπείκειν, μή με σκαιὸν ἡγησάμενος φοιτητὴν μὴ προσδέχοιτο. εἶπον οὖν: ἀλλ᾽ εἰ δοκεῖ σοι, [295e] Σωκράτης: Εὐθύδημε, οὕτω ποιεῖν, ποιητέον: σὺ γὰρ πάντως που κάλλιον ἐπίστασαι διαλέγεσθαι ἢ ἐγώ, τέχνην ἔχων ἰδιώτου ἀνθρώπου. ἐρώτα οὖν πάλιν ἐξ ἀρχῆς. [295e] Σωκράτης: ἀποκρίνου δή, ἔφη, πάλιν, πότερον ἐπίστασαί τῳ ἃ ἐπίστασαι, ἢ οὔ; [295e] Σωκράτης: ἔγωγε, ἔφην, τῇ γε ψυχῇ. [296a] Σωκράτης: οὗτος αὖ, ἔφη, προσαποκρίνεται τοῖς ἐρωτωμένοις. οὐ γὰρ ἔγωγε ἐρωτῶ ὅτῳ, ἀλλ᾽ εἰ ἐπίστασαί τῳ. [296a] Σωκράτης: πλέον αὖ, ἔφην ἐγώ, τοῦ δέοντος ἀπεκρινάμην ὑπὸ ἀπαιδευσίας. ἀλλὰ συγγίγνωσκέ μοι: ἀποκρινοῦμαι γὰρ ἤδη ἁπλῶς ὅτι ἐπίσταμαί τῳ ἃ ἐπίσταμαι. [296a] Σωκράτης: πότερον, ἦ δ᾽ ὅς, τῷ αὐτῷ τούτῳ γ᾽ ἀεί, ἢ ἔστι μὲν ὅτε τούτῳ, ἔστιν δὲ ὅτε ἑτέρῳ; [296a] Σωκράτης: ἀεί, ὅταν ἐπίστωμαι, ἦν δ᾽ ἐγώ, τούτῳ. [296a] Σωκράτης: οὐκ αὖ, ἔφη, παύσῃ παραφθεγγόμενος; [296a] Σωκράτης: ἀλλ᾽ ὅπως μή τι ἡμᾶς σφήλῃ τὸ ἀεὶ τοῦτο. [296b] Σωκράτης: οὔκουν ἡμᾶς γ᾽, ἔφη, ἀλλ᾽ εἴπερ, σέ. ἀλλ᾽ ἀποκρίνου: ἦ ἀεὶ τούτῳ ἐπίστασαι; [296b] Σωκράτης: ἀεί, ἦν δ᾽ ἐγώ, ἐπειδὴ δεῖ ἀφελεῖν τὸ ὅταν. [296b] Σωκράτης: οὐκοῦν ἀεὶ μὲν τούτῳ ἐπίστασαι: ἀεὶ δ᾽ ἐπιστάμενος πότερον τὰ μὲν τούτῳ ἐπίστασαι ᾧ ἐπίστασαι, τὰ δ᾽ ἄλλῳ, ἢ τούτῳ πάντα; [296b] Σωκράτης: τούτῳ, ἔφην ἐγώ, ἅπαντα, ἅ γ᾽ ἐπίσταμαι. [296b] Σωκράτης: τοῦτ᾽ ἐκεῖνο, ἔφη: ἥκει τὸ αὐτὸ παράφθεγμα. [296b] Σωκράτης: ἀλλ᾽ ἀφαιρῶ, ἔφην ἐγώ, τὸ ἅ γ᾽ ἐπίσταμαι. [296b] Σωκράτης: ἀλλὰ μηδὲ ἕν, ἔφη, ἀφέλῃς: οὐδὲν γάρ σου δέομαι. [296c] Σωκράτης: ἀλλά μοι ἀπόκριναι: δύναιο ἂν ἅπαντα ἐπίστασθαι, εἰ μὴ πάντα ἐπίσταιο; [296c] Σωκράτης: τέρας γὰρ ἂν εἴη, ἦν δ᾽ ἐγώ. [296c] Σωκράτης: καὶ ὃς εἶπε: Προστίθει τοίνυν ἤδη ὅτι βούλει: ἅπαντα γὰρ ὁμολογεῖς ἐπίστασθαι. [296c] Σωκράτης: ἔοικα, ἔφην ἐγώ, ἐπειδήπερ γε οὐδεμίαν ἔχει δύναμιν τὸ ἃ ἐπίσταμαι, πάντα δὲ ἐπίσταμαι. [296c] Σωκράτης: οὐκοῦν καὶ ἀεὶ ὡμολόγηκας ἐπίστασθαι τούτῳ ᾧ ἐπίστασαι, εἴτε ὅταν ἐπίστῃ εἴτε ὅπως βούλει: ἀεὶ γὰρ ὡμολόγηκας ἐπίστασθαι καὶ ἅμα πάντα. δῆλον οὖν ὅτι καὶ παῖς ὢν [296d] Σωκράτης: ἠπίστω, καὶ ὅτ᾽ ἐγίγνου, καὶ ὅτ᾽ ἐφύου: καὶ πρὶν αὐτὸς γενέσθαι, καὶ πρὶν οὐρανὸν καὶ γῆν γενέσθαι, ἠπίστω ἅπαντα, εἴπερ ἀεὶ ἐπίστασαι. καὶ ναὶ μὰ Δία, ἔφη, αὐτὸς ἀεὶ ἐπιστήσῃ καὶ ἅπαντα, ἂν ἐγὼ βούλωμαι. [296d] Σωκράτης: ἀλλὰ βουληθείης, ἦν δ᾽ ἐγώ, ὦ πολυτίμητε Εὐθύδημε, εἰ δὴ τῷ ὄντι ἀληθῆ λέγεις. ἀλλ᾽ οὔ σοι πάνυ πιστεύω ἱκανῷ εἶναι, εἰ μή σοι συμβουληθείη ὁ ἀδελφός σου οὑτοσὶ Διονυσόδωρος: οὕτω δὲ τάχα ἄν. εἴπετον δέ μοι, ἦν δ᾽ ἐγώ [296e] Σωκράτης: τὰ μὲν γὰρ ἄλλα οὐκ ἔχω ὑμῖν πῶς ἀμφισβητοίην, οὕτως εἰς σοφίαν τερατώδεσιν ἀνθρώποις, ὅπως ἐγὼ οὐ πάντα ἐπίσταμαι, ἐπειδή γε ὑμεῖς φατε τὰ δὲ τοιάδε πῶς φῶ ἐπίστασθαι, Εὐθύδημε, ὡς οἱ ἀγαθοὶ ἄνδρες ἄδικοί εἰσιν; φέρε εἰπέ, τοῦτο ἐπίσταμαι ἢ οὐκ ἐπίσταμαι; [296e] Σωκράτης: ἐπίστασαι μέντοι, ἔφη. [296e] Σωκράτης: τί; ἦν δ᾽ ἐγώ. [296e] Σωκράτης: ὅτι οὐκ ἄδικοί εἰσιν οἱ ἀγαθοί. [297a] Σωκράτης: πάνυ γε, ἦν δ᾽ ἐγώ, πάλαι. ἀλλ᾽ οὐ τοῦτο ἐρωτῶ: ἀλλ᾽ ὡς ἄδικοί εἰσιν οἱ ἀγαθοί, ποῦ ἐγὼ τοῦτο ἔμαθον; [297a] Σωκράτης: οὐδαμοῦ, ἔφη ὁ Διονυσόδωρος. [297a] Σωκράτης: οὐκ ἄρα ἐπίσταμαι, ἔφην, τοῦτο ἐγώ. [297a] Σωκράτης: διαφθείρεις, ἔφη, τὸν λόγον, ὁ Εὐθύδημος πρὸς τὸν Διονυσόδωρον, καὶ φανήσεται οὑτοσὶ οὐκ ἐπιστάμενος, καὶ ἐπιστήμων ἅμα ὢν καὶ ἀνεπιστήμων. καὶ ὁ Διονυσόδωρος ἠρυθρίασεν. [297a] Σωκράτης: ἀλλὰ σύ, ἦν δ᾽ ἐγώ, πῶς λέγεις, ὦ Εὐθύδημε; οὐ δοκεῖ [297b] Σωκράτης: σοι ὀρθῶς ἁδελφὸς λέγειν ὁ πάντ᾽ εἰδώς; [297b] Σωκράτης: ἀδελφὸς γάρ, ἔφη, ἐγώ εἰμι Εὐθυδήμου, ταχὺ ὑπολαβὼν ὁ Διονυσόδωρος; [297b] Σωκράτης: κἀγὼ εἶπον: ἔασον, ὠγαθέ, ἕως ἂν Εὐθύδημός με διδάξῃ ὡς ἐπίσταμαι τοὺς ἀγαθοὺς ἄνδρας ὅτι ἄδικοί εἰσι, καὶ μή μοι φθονήσῃς τοῦ μαθήματος. [297b] Σωκράτης: φεύγεις, ἔφη, ὦ Σώκρατες, ὁ Διονυσόδωρος, καὶ οὐκ ἐθέλεις ἀποκρίνεσθαι. [297b] Σωκράτης: εἰκότως γ᾽, εἶπον ἐγώ: ἥττων γάρ εἰμι καὶ τοῦ ἑτέρου ὑμῶν, ὥστε πολλοῦ δέω μὴ οὐ δύο γε φεύγειν. πολὺ γάρ [297c] Σωκράτης: πού εἰμι φαυλότερος τοῦ Ἡρακλέους, ὃς οὐχ οἷός τε ἦν τῇ τε ὕδρᾳ διαμάχεσθαι, σοφιστρίᾳ οὔσῃ καὶ διὰ τὴν σοφίαν ἀνιείσῃ, εἰ μίαν κεφαλὴν τοῦ λόγου τις ἀποτέμοι, πολλὰς ἀντὶ τῆς μιᾶς, καὶ καρκίνῳ τινὶ ἑτέρῳ σοφιστῇ ἐκ θαλάττης ἀφιγμένῳ, νεωστί, μοι δοκεῖν, καταπεπλευκότι: ὃς ἐπειδὴ αὐτὸν ἐλύπει οὕτως ἐκ τοῦ ἐπ᾽ ἀριστερὰ λέγων καὶ δάκνων, τὸν Ἰόλεων τὸν ἀδελφιδοῦν βοηθὸν ἐπεκαλέσατο, ὁ δὲ αὐτῷ [297d] Σωκράτης: ἱκανῶς ἐβοήθησεν. ὁ δ᾽ ἐμὸς Ἰόλεως [Πατροκλῆς] εἰ ἔλθοι, πλέον ἂν θάτερον ποιήσειεν. [297d] Σωκράτης: ἀπόκριναι δή, ἔφη ὁ Διονυσόδωρος, ὁπότε σοι ταῦτα ὕμνηται: πότερον ὁ Ἰόλεως τοῦ Ἡρακλέους μᾶλλον ἦν ἀδελφιδοῦς ἢ σός; [297d] Σωκράτης: κράτιστον τοίνυν μοι, ὦ Διονυσόδωρε, ἦν δ᾽ ἐγώ, ἀποκρίνασθαί σοι. οὐ γὰρ μὴ ἀνῇς ἐρωτῶν, σχεδόν τι ἐγὼ τοῦτ᾽ εὖ οἶδα, φθονῶν καὶ διακωλύων, ἵνα μὴ διδάξῃ με Εὐθύδημος ἐκεῖνο τὸ σοφόν. [297d] Σωκράτης: ἀποκρίνου δή, ἔφη. [297d] Σωκράτης: ἀποκρίνομαι δή, εἶπον, ὅτι τοῦ Ἡρακλέους ἦν ὁ Ἰόλεως ἀδελφιδοῦς, [297e] Σωκράτης: ἐμὸς δ᾽, ὡς ἐμοὶ δοκεῖ, οὐδ᾽ ὁπωστιοῦν. οὐ γὰρ Πατροκλῆς ἦν αὐτῷ πατήρ, ὁ ἐμὸς ἀδελφός, ἀλλὰ παραπλήσιον μὲν τοὔνομα Ἰφικλῆς, ὁ Ἡρακλέους ἀδελφός. [297e] Σωκράτης: Πατροκλῆς δέ, ἦ δ᾽ ὅς, σός; [297e] Σωκράτης: πάνυ γ᾽, ἔφην ἐγώ, ὁμομήτριός γε, οὐ μέντοι ὁμοπάτριος. [297e] Σωκράτης: ἀδελφὸς ἄρα ἐστί σοι καὶ οὐκ ἀδελφός. [297e] Σωκράτης: οὐχ ὁμοπάτριός γε, ὦ βέλτιστε, ἔφην: ἐκείνου μὲν γὰρ Χαιρέδημος ἦν πατήρ, ἐμὸς δὲ Σωφρονίσκος. [297e] Σωκράτης: πατὴρ δὲ ἦν, ἔφη, Σωφρονίσκος καὶ Χαιρέδημος; [297e] Σωκράτης: πάνυ [298a] Σωκράτης: γ᾽, ἔφην: ὁ μέν γε ἐμός, ὁ δὲ ἐκείνου. [298a] Σωκράτης: οὐκοῦν, ἦ δ᾽ ὅς, ἕτερος ἦν Χαιρέδημος τοῦ πατρός; [298a] Σωκράτης: τοὐμοῦ γ᾽, ἔφην ἐγώ. [298a] Σωκράτης: ἆρ᾽ οὖν πατὴρ ἦν ἕτερος ὢν πατρός; ἢ σὺ εἶ ὁ αὐτὸς τῷ λίθῳ; [298a] Σωκράτης: δέδοικα μὲν ἔγωγ᾽, ἔφην, μὴ φανῶ ὑπὸ σοῦ ὁ αὐτός: οὐ μέντοι μοι δοκῶ. [298a] Σωκράτης: οὐκοῦν ἕτερος εἶ, ἔφη, τοῦ λίθου; [298a] Σωκράτης: ἕτερος μέντοι. [298a] Σωκράτης: ἄλλο τι οὖν ἕτερος, ἦ δ᾽ ὅς, ὢν λίθου οὐ λίθος εἶ; καὶ ἕτερος ὢν χρυσοῦ οὐ χρυσὸς εἶ; [298a] Σωκράτης: ἔστι ταῦτα. [298a] Σωκράτης: οὔκουν καὶ ὁ Χαιρέδημος, ἔφη, ἕτερος ὢν πατρὸς [οὐκ ἂν] πατήρ ἐστιν. [298a] Σωκράτης: ἔοικεν, ἦν δ᾽ ἐγώ, οὐ πατὴρ εἶναι. [298b] Σωκράτης: εἰ γὰρ δήπου, ἔφη, πατήρ ἐστιν ὁ Χαιρέδημος, ὑπολαβὼν ὁ Εὐθύδημος, πάλιν αὖ ὁ Σωφρονίσκος ἕτερος ὢν πατρὸς οὐ πατήρ ἐστιν, ὥστε σύ, ὦ Σώκρατες, ἀπάτωρ εἶ. [298b] Σωκράτης: καὶ ὁ Κτήσιππος ἐκδεξάμενος, ὁ δὲ ὑμέτερος, ἔφη, αὖ πατὴρ οὐ ταὐτὰ ταῦτα πέπονθεν; ἕτερός ἐστιν τοὐμοῦ πατρός; [298b] Σωκράτης: πολλοῦ γ᾽, ἔφη, δεῖ, ὁ Εὐθύδημος. [298b] Σωκράτης: ἀλλά, ἦ δ᾽ ὅς, ὁ αὐτός; [298b] Σωκράτης: ὁ αὐτὸς μέντοι. [298b] Σωκράτης: οὐκ ἂν συμβουλοίμην. ἀλλὰ [298c] Σωκράτης: πότερον, ὦ Εὐθύδημε, ἐμὸς μόνον ἐστὶ πατὴρ ἢ καὶ τῶν ἄλλων ἀνθρώπων; [298c] Σωκράτης: καὶ τῶν ἄλλων, ἔφη: ἢ οἴει τὸν αὐτὸν πατέρα ὄντα οὐ πατέρα εἶναι; [298c] Σωκράτης: ὤιμην δῆτα, ἔφη ὁ Κτήσιππος. [298c] Σωκράτης: τί δέ; ἦ δ᾽ ὅς: χρυσὸν ὄντα μὴ χρυσὸν εἶναι; ἢ ἄνθρωπον ὄντα μὴ ἄνθρωπον; [298c] Σωκράτης: μὴ γάρ, ἔφη ὁ Κτήσιππος, ὦ Εὐθύδημε, τὸ λεγόμενον, οὐ λίνον λίνῳ συνάπτεις: δεινὸν γὰρ λέγεις πρᾶγμα εἰ ὁ σὸς πατὴρ πάντων ἐστὶν πατήρ. [298c] Σωκράτης: ἀλλ᾽ ἔστιν, ἔφη. [298c] Σωκράτης: πότερον ἀνθρώπων; ἦ δ᾽ ὃς ὁ Κτήσιππος, ἢ καὶ ἵππων καὶ τῶν ἄλλων πάντων ζῴων; [298d] Σωκράτης: πάντων, ἔφη. [298d] Σωκράτης: ἦ καὶ μήτηρ ἡ μήτηρ; [298d] Σωκράτης: καὶ ἡ μήτηρ γε. [298d] Σωκράτης: καὶ τῶν ἐχίνων ἄρα, ἔφη, ἡ σὴ μήτηρ μήτηρ ἐστὶ τῶν θαλαττίων. [298d] Σωκράτης: καὶ ἡ σή γ᾽, ἔφη. [298d] Σωκράτης: καὶ σὺ ἄρα ἀδελφὸς εἶ τῶν κωβιῶν καὶ κυναρίων καὶ χοιριδίων. [298d] Σωκράτης: καὶ γὰρ σύ, ἔφη. [298d] Σωκράτης: κάπρος ἄρα σοι πατήρ ἐστι καὶ κύων. [298d] Σωκράτης: καὶ γὰρ σοί, ἔφη. [298d] Σωκράτης: αὐτίκα δέ γε, ἦ δ᾽ ὃς ὁ Διονυσόδωρος, ἄν μοι ἀποκρίνῃ, ὦ Κτήσιππε, ὁμολογήσεις ταῦτα. εἰπὲ γάρ μοι, ἔστι σοι κύων; [298d] Σωκράτης: καὶ μάλα πονηρός, ἔφη ὁ Κτήσιππος. [298d] Σωκράτης: ἔστιν οὖν [298e] Σωκράτης: αὐτῷ κυνίδια; [298e] Σωκράτης: καὶ μάλ᾽, ἔφη, ἕτερα τοιαῦτα. [298e] Σωκράτης: οὐκοῦν πατήρ ἐστιν αὐτῶν ὁ κύων; [298e] Σωκράτης: ἔγωγέ τοι εἶδον, ἔφη, αὐτὸν ὀχεύοντα τὴν κύνα. [298e] Σωκράτης: τί οὖν; οὐ σός ἐστιν ὁ κύων; [298e] Σωκράτης: πάνυ γ᾽, ἔφη. [298e] Σωκράτης: οὐκοῦν πατὴρ ὢν σός ἐστιν, ὥστε σὸς πατὴρ γίγνεται ὁ κύων καὶ σὺ κυναρίων ἀδελφός; [298e] Σωκράτης: καὶ αὖθις ταχὺ ὑπολαβὼν ὁ Διονυσόδωρος, ἵνα μὴ πρότερόν τι εἴποι ὁ Κτήσιππος, καὶ ἔτι γέ μοι μικρόν, ἔφη, ἀπόκριναι: τύπτεις τὸν κύνα τοῦτον; [298e] Σωκράτης: καὶ ὁ Κτήσιππος γελάσας, νὴ τοὺς θεούς, ἔφη: οὐ γὰρ δύναμαι σέ. [298e] Σωκράτης: οὐκοῦν τὸν σαυτοῦ πατέρα, ἔφη, τύπτεις; [299a] Σωκράτης: πολὺ μέντοι, ἔφη, δικαιότερον τὸν ὑμέτερον πατέρ᾽ ἂ⟨ν⟩ τύπτοιμι, ὅτι μαθὼν σοφοὺς ὑεῖς οὕτως ἔφυσεν. ἀλλ᾽ ἦ που, ὦ Εὐθύδημε [ὁ Κτήσιππος], πόλλ᾽ ἀγαθὰ ἀπὸ τῆς ὑμετέρας σοφίας ταύτης ἀπολέλαυκεν ὁ πατὴρ ὁ ὑμέτερός τε καὶ τῶν κυνιδίων. [299a] Σωκράτης: ἀλλ᾽ οὐδὲν δεῖται πολλῶν ἀγαθῶν, ὦ Κτήσιππε, οὔτ᾽ ἐκεῖνος οὔτε σύ. [299a] Σωκράτης: οὐδὲ σύ, ἦ δ᾽ ὅς, ὦ Εὐθύδημε, αὐτός; [299a] Σωκράτης: οὐδὲ ἄλλος γε οὐδεὶς ἀνθρώπων. εἰπὲ γάρ μοι, ὦ [299b] Σωκράτης: Κτήσιππε, εἰ ἀγαθὸν νομίζεις εἶναι ἀσθενοῦντι φάρμακον πιεῖν ἢ οὐκ ἀγαθὸν εἶναι δοκεῖ σοι, ὅταν δέηται: ἢ εἰς πόλεμον ὅταν ἴῃ, ὅπλα ἔχοντα μᾶλλον ἰέναι ἢ ἄνοπλον. [299b] Σωκράτης: ἔμοιγε, ἔφη. καίτοι οἶμαί τί σε τῶν καλῶν ἐρεῖν. [299b] Σωκράτης: σὺ ἄριστα εἴσῃ, ἔφη: ἀλλ᾽ ἀποκρίνου. ἐπειδὴ γὰρ ὡμολόγεις ἀγαθὸν εἶναι φάρμακον, ὅταν δέῃ, πίνειν ἀνθρώπῳ, ἄλλο τι τοῦτο τὸ ἀγαθὸν ὡς πλεῖστον δεῖ πίνειν, καὶ καλῶς ἐκεῖ ἕξει, ἐάν τις αὐτῷ τρίψας ἐγκεράσῃ ἐλλεβόρου ἅμαξαν; [299b] Σωκράτης: καὶ ὁ Κτήσιππος εἶπεν: πάνυ γε σφόδρα, ὦ Εὐθύδημε, ἐὰν ᾖ γε [299c] Σωκράτης: ὁ πίνων ὅσος ὁ ἀνδριὰς ὁ ἐν Δελφοῖς. [299c] Σωκράτης: οὐκοῦν, ἔφη, καὶ ἐν τῷ πολέμῳ ἐπειδὴ ἀγαθόν ἐστιν ὅπλα ἔχειν, ὡς πλεῖστα δεῖ ἔχειν δόρατά τε καὶ ἀσπίδας, ἐπειδήπερ ἀγαθόν ἐστιν; [299c] Σωκράτης: μάλα δήπου, ἔφη ὁ Κτήσιππος: σὺ δ᾽ οὐκ οἴει, ὦ Εὐθύδημε, ἀλλὰ μίαν καὶ ἓν δόρυ; [299c] Σωκράτης: ἔγωγε. [299c] Σωκράτης: ἦ καὶ τὸν Γηρυόνην ἄν, ἔφη, καὶ τὸν Βριάρεων οὕτως σὺ ὁπλίσαις; ἐγὼ δὲ ᾤμην σὲ δεινότερον εἶναι, ἅτε ὁπλομάχην ὄντα, καὶ τόνδε τὸν ἑταῖρον. [299c] Σωκράτης: καὶ ὁ μὲν Εὐθύδημος ἐσίγησεν: ὁ δὲ Διονυσόδωρος πρὸς [299d] Σωκράτης: τὰ πρότερον ἀποκεκριμένα τῷ Κτησίππῳ ἤρετο, οὐκοῦν καὶ χρυσίον, ἦ δ᾽ ὅς, ἀγαθὸν δοκεῖ σοι εἶναι ἔχειν; [299d] Σωκράτης: πάνυ, καὶ ταῦτά γε πολύ, ἔφη ὁ Κτήσιππος. [299d] Σωκράτης: τί οὖν; ἀγαθὰ οὐ δοκεῖ σοι χρῆναι ἀεί τ᾽ ἔχειν καὶ πανταχοῦ; [299d] Σωκράτης: σφόδρα γ᾽, ἔφη. [299d] Σωκράτης: οὐκοῦν καὶ τὸ χρυσίον ἀγαθὸν ὁμολογεῖς εἶναι; [299d] Σωκράτης: ὡμολόγηκα μὲν οὖν, ἦ δ᾽ ὅς. [299d] Σωκράτης: οὐκοῦν ἀεὶ δεῖ αὐτὸ ἔχειν καὶ πανταχοῦ καὶ ὡς μάλιστα ἐν ἑαυτῷ; καὶ εἴη ἂν εὐδαιμονέστατος [299e] Σωκράτης: εἰ ἔχοι χρυσίου μὲν τρία τάλαντα ἐν τῇ γαστρί, τάλαντον δ᾽ ἐν τῷ κρανίῳ, στατῆρα δὲ χρυσοῦ ἐν ἑκατέρῳ τὠφθαλμῷ; [299e] Σωκράτης: φασί γε οὖν, ὦ Εὐθύδημε, ἔφη ὁ Κτήσιππος, τούτους εὐδαιμονεστάτους εἶναι Σκυθῶν καὶ ἀρίστους ἄνδρας, οἳ χρυσίον τε ἐν τοῖς κρανίοις ἔχουσιν πολὺ τοῖς ἑαυτῶν, ὥσπερ σὺ νυνδὴ ἔλεγες τὸν κύνα τὸν πατέρα, καὶ ὃ θαυμασιώτερόν γε ἔτι, ὅτι καὶ πίνουσιν ἐκ τῶν ἑαυτῶν κρανίων κεχρυσωμένων, καὶ ταῦτα ἐντὸς καθορῶσιν, τὴν ἑαυτῶν κορυφὴν ἐν ταῖς χερσὶν ἔχοντες. [300a] Σωκράτης: πότερον δὲ ὁρῶσιν, ἔφη ὁ Εὐθύδημος, καὶ Σκύθαι τε καὶ οἱ ἄλλοι ἄνθρωποι τὰ δυνατὰ ὁρᾶν ἢ τὰ ἀδύνατα; [300a] Σωκράτης: τὰ δυνατὰ δήπου. [300a] Σωκράτης: οὐκοῦν καὶ σύ, ἔφη; [300a] Σωκράτης: κἀγώ. [300a] Σωκράτης: ὁρᾷς οὖν τὰ ἡμέτερα ἱμάτια; [300a] Σωκράτης: ναί. [300a] Σωκράτης: δυνατὰ οὖν ὁρᾶν ἐστὶν ταῦτα. [300a] Σωκράτης: ὑπερφυῶς, ἔφη ὁ Κτήσιππος. [300a] Σωκράτης: τί δέ; ἦ δ᾽ ὅς. [300a] Σωκράτης: μηδέν. σὺ δὲ ἴσως οὐκ οἴει αὐτὰ ὁρᾶν: οὕτως ἡδὺς εἶ. ἀλλά μοι δοκεῖς, Εὐθύδημε, οὐ καθεύδων ἐπικεκοιμῆσθαι καί, ⟨εἰ⟩ οἷόν τε λέγοντα μηδὲν λέγειν, καὶ σὺ τοῦτο ποιεῖν. [300b] Σωκράτης: ἦ γὰρ οὐχ οἷόν τ᾽, ἔφη ὁ Διονυσόδωρος, σιγῶντα λέγειν; [300b] Σωκράτης: οὐδ᾽ ὁπωστιοῦν, ἦ δ᾽ ὃς ὁ Κτήσιππος. [300b] Σωκράτης: ἆρ᾽ οὐδὲ λέγοντα σιγᾶν; [300b] Σωκράτης: ἔτι ἧττον, ἔφη. [300b] Σωκράτης: ὅταν οὖν λίθους λέγῃς καὶ ξύλα καὶ σιδήρια, οὐ σιγῶντα λέγεις; [300b] Σωκράτης: οὔκουν εἴ γε ἐγώ, ἔφη, παρέρχομαι ἐν τοῖς χαλκείοις, ἀλλὰ φθεγγόμενα καὶ βοῶντα μέγιστον τὰ σιδήρια λέγεται, ἐάν τις ἅψηται: ὥστε τοῦτο μὲν ὑπὸ σοφίας ἔλαθες οὐδὲν εἰπών. ἀλλ᾽ ἔτι μοι τὸ ἕτερον ἐπιδείξατον, ὅπως αὖ ἔστιν λέγοντα σιγᾶν. [300c] Σωκράτης: καί μοι ἐδόκει ὑπεραγωνιᾶν ὁ Κτήσιππος διὰ τὰ παιδικά. [300c] Σωκράτης: ὅταν σιγᾷς, ἔφη ὁ Εὐθύδημος, οὐ πάντα σιγᾷς; [300c] Σωκράτης: ἔγωγε, ἦ δ᾽ ὅς. [300c] Σωκράτης: οὐκοῦν καὶ τὰ λέγοντα σιγᾷς, εἴπερ τῶν ἁπάντων ἐστὶν [τὰ λεγόμενα]. [300c] Σωκράτης: τί δέ; ἔφη ὁ Κτήσιππος, οὐ σιγᾷ πάντα; [300c] Σωκράτης: οὐ δήπου, ἔφη ὁ Εὐθύδημος. [300c] Σωκράτης: ἀλλ᾽ ἄρα, ὦ βέλτιστε, λέγει τὰ πάντα; [300c] Σωκράτης: τά γε δήπου λέγοντα. [300c] Σωκράτης: ἀλλά, ἦ δ᾽ ὅς, οὐ τοῦτο ἐρωτῶ, ἀλλὰ τὰ πάντα σιγᾷ ἢ λέγει; [300d] Σωκράτης: οὐδέτερα καὶ ἀμφότερα, ἔφη ὑφαρπάσας ὁ Διονυσόδωρος: εὖ γὰρ οἶδα ὅτι τῇ ἀποκρίσει οὐχ ἕξεις ὅτι χρῇ. [300d] Σωκράτης: καὶ ὁ Κτήσιππος, ὥσπερ εἰώθει, μέγα πάνυ ἀνακαγχάσας, ὦ Εὐθύδημε, ἔφη, ὁ ἀδελφός σου ἐξημφοτέρικεν τὸν λόγον, καὶ ἀπόλωλέ τε καὶ ἥττηται. καὶ ὁ Κλεινίας πάνυ ἥσθη καὶ ἐγέλασεν, ὥστε ὁ Κτήσιππος ἐγένετο πλεῖον ἢ δεκαπλάσιος. ὁ δέ μοι δοκεῖ ἅτε πανοῦργος ὤν, ὁ Κτήσιππος, παρ᾽ αὐτῶν τούτων αὐτὰ ταῦτα παρηκηκόει: οὐ γάρ ἐστιν ἄλλων τοιαύτη σοφία τῶν νῦν ἀνθρώπων. [300e] Σωκράτης: κἀγὼ εἶπον: τί γελᾷς, ὦ Κλεινία, ἐπὶ σπουδαίοις οὕτω πράγμασιν καὶ καλοῖς; [300e] Σωκράτης: σὺ γὰρ ἤδη τι πώποτ᾽ εἶδες, ὦ Σώκρατες, καλὸν πρᾶγμα; ἔφη ὁ Διονυσόδωρος. [300e] Σωκράτης: ἔγωγε, ἔφην, καὶ πολλά γε, ὦ Διονυσόδωρε. [301a] Σωκράτης: ἆρα ἕτερα ὄντα τοῦ καλοῦ, ἔφη, ἢ ταὐτὰ τῷ καλῷ; [301a] Σωκράτης: κἀγὼ ἐν παντὶ ἐγενόμην ὑπὸ ἀπορίας, καὶ ἡγούμην δίκαια πεπονθέναι ὅτι ἔγρυξα, ὅμως δὲ ἕτερα ἔφην αὐτοῦ γε τοῦ καλοῦ: πάρεστιν μέντοι ἑκάστῳ αὐτῶν κάλλος τι. ἐὰν οὖν, ἔφη, παραγένηταί σοι βοῦς, βοῦς εἶ, καὶ ὅτι νῦν ἐγώ σοι πάρειμι, Διονυσόδωρος εἶ; [301a] Σωκράτης: εὐφήμει τοῦτό γε, ἦν δ᾽ ἐγώ. [301a] Σωκράτης: ἀλλὰ τίνα τρόπον, ἔφη, ἑτέρου ἑτέρῳ παραγενομένου τὸ ἕτερον ἕτερον ἂν εἴη; [301b] Σωκράτης: ἆρα τοῦτο, ἔφην ἐγώ, ἀπορεῖς; ἤδη δὲ τοῖν ἀνδροῖν τὴν σοφίαν ἐπεχείρουν μιμεῖσθαι, ἅτε ἐπιθυμῶν αὐτῆς. [301b] Σωκράτης: πῶς γὰρ οὐκ ἀπορῶ, ἔφη, καὶ ἐγὼ καὶ οἱ ἄλλοι ἅπαντες ἄνθρωποι ὃ μὴ ἔστι; [301b] Σωκράτης: τί λέγεις, ἦν δ᾽ ἐγώ, ὦ Διονυσόδωρε; οὐ τὸ καλὸν καλόν ἐστιν καὶ τὸ αἰσχρὸν αἰσχρόν; [301b] Σωκράτης: ἐὰν ἔμοιγε, ἔφη, δοκῇ. [301b] Σωκράτης: οὐκοῦν δοκεῖ; [301b] Σωκράτης: πάνυ γ᾽, ἔφη. [301b] Σωκράτης: οὐκοῦν καὶ τὸ ταὐτὸν ταὐτὸν καὶ τὸ ἕτερον ἕτερον; οὐ γὰρ δήπου τό γε ἕτερον ταὐτόν, ἀλλ᾽ [301c] Σωκράτης: ἔγωγε οὐδ᾽ ἂν παῖδα ᾤμην τοῦτο ἀπορῆσαι, ὡς οὐ τὸ ἕτερον ἕτερόν ἐστιν. ἀλλ᾽, ὦ Διονυσόδωρε, τοῦτο μὲν ἑκὼν παρῆκας, ἐπεὶ τὰ ἄλλα μοι δοκεῖτε ὥσπερ οἱ δημιουργοὶ οἷς ἕκαστα προσήκει ἀπεργάζεσθαι, καὶ ὑμεῖς τὸ διαλέγεσθαι παγκάλως ἀπεργάζεσθαι. [301c] Σωκράτης: οἶσθα οὖν, ἔφη, ὅτι προσήκει ἑκάστοις τῶν δημιουργῶν; πρῶτον τίνα χαλκεύειν προσήκει, οἶσθα; [301c] Σωκράτης: ἔγωγε: ὅτι χαλκέα. [301c] Σωκράτης: τί δέ, κεραμεύειν; [301c] Σωκράτης: κεραμέα. [301c] Σωκράτης: τί δέ, σφάττειν τε καὶ ἐκδέρειν καὶ τὰ μικρὰ κρέα κατακόψαντα ἕψειν καὶ ὀπτᾶν; [301d] Σωκράτης: μάγειρον, ἦν δ᾽ ἐγώ. [301d] Σωκράτης: οὐκοῦν ἐάν τις, ἔφη, τὰ προσήκοντα πράττῃ, ὀρθῶς πράξει; [301d] Σωκράτης: μάλιστα. [301d] Σωκράτης: προσήκει δέ γε, ὡς φῄς, τὸν μάγειρον κατακόπτειν καὶ ἐκδέρειν; ὡμολόγησας ταῦτα ἢ οὔ; [301d] Σωκράτης: ὡμολόγησα, ἔφην, ἀλλὰ συγγνώμην μοι ἔχε. [301d] Σωκράτης: δῆλον τοίνυν, ἦ δ᾽ ὅς, ὅτι ἄν τις σφάξας τὸν μάγειρον καὶ κατακόψας ἑψήσῃ καὶ ὀπτήσῃ, τὰ προσήκοντα ποιήσει: καὶ ἐὰν τὸν χαλκέα τις αὐτὸν χαλκεύῃ καὶ τὸν κεραμέα κεραμεύῃ, καὶ οὗτος τὰ προσήκοντα πράξει. [301e] Σωκράτης: ὦ Πόσειδον, ἦν δ᾽ ἐγώ, ἤδη κολοφῶνα ἐπιτιθεῖς τῇ σοφίᾳ. ἆρά μοί ποτε αὕτη παραγενήσεται ὥστε μοι οἰκεία γενέσθαι; [301e] Σωκράτης: ἐπιγνοίης ἂν αὐτήν, ὦ Σώκρατες, ἔφη, οἰκείαν γενομένην; [301e] Σωκράτης: ἐὰν σύ γε βούλῃ, ἔφην ἐγώ, δῆλον ὅτι. [301e] Σωκράτης: τί δέ, ἦ δ᾽ ὅς, τὰ σαυτοῦ οἴει γιγνώσκειν; [301e] Σωκράτης: εἰ μή τι σὺ ἄλλο λέγεις: ἀπὸ σοῦ γὰρ δεῖ ἄρχεσθαι, τελευτᾶν δ᾽ εἰς Εὐθύδημον τόνδε. [301e] Σωκράτης: ἆρ᾽ οὖν, ἔφη, ταῦτα ἡγῇ σὰ εἶναι, ὧν ἂν ἄρξῃς καὶ ἐξῇ [302a] Σωκράτης: σοι αὐτοῖς χρῆσθαι ὅτι ἂν βούλῃ; οἷον βοῦς καὶ πρόβατον, ἆρ᾽ ἂν ἡγοῖο ταῦτα σὰ εἶναι, ἅ σοι ἐξείη καὶ ἀποδόσθαι καὶ δοῦναι καὶ θῦσαι ὅτῳ βούλοιο θεῶν; ἃ δ᾽ ἂν μὴ οὕτως ἔχῃ, οὐ σά; [302a] Σωκράτης: κἀγώ (ᾔδη γὰρ ὅτι ἐξ αὐτῶν καλόν τι ἀνακύψοιτο τῶν ἐρωτημάτων, καὶ ἅμα βουλόμενος ὅτι τάχιστ᾽ ἀκοῦσαι) πάνυ μὲν οὖν, ἔφην, οὕτως ἔχει: τὰ τοιαῦτά ἐστιν μόνα ἐμά. τί δέ; ζῷα, ἔφη, οὐ ταῦτα καλεῖς ἃ ἂν ψυχὴν ἔχῃ; [302b] Σωκράτης: ναί, ἔφην. [302b] Σωκράτης: ὁμολογεῖς οὖν τῶν ζῴων ταῦτα μόνα εἶναι σά, περὶ ἃ ἄν σοι ἐξουσία ᾖ πάντα ταῦτα ποιεῖν ἃ νυνδὴ ἐγὼ ἔλεγον; [302b] Σωκράτης: ὁμολογῶ. [302b] Σωκράτης: καὶ ὅς, εἰρωνικῶς πάνυ ἐπισχὼν ὥς τι μέγα σκοπούμενος, εἰπέ μοι, ἔφη, ὦ Σώκρατες, ἔστιν σοι Ζεὺς πατρῷος; [302b] Σωκράτης: καὶ ἐγὼ ὑποπτεύσας ἥξειν τὸν λόγον οἷπερ ἐτελεύτησεν, ἄπορόν τινα στροφὴν ἔφευγόν τε καὶ ἐστρεφόμην ἤδη ὥσπερ ἐν δικτύῳ εἰλημμένος: οὐκ ἔστιν, ἦν δ᾽ ἐγώ, ὦ Διονυσόδωρε. [302b] Σωκράτης: ταλαίπωρος ἄρα τις σύ γε ἄνθρωπος [302c] Σωκράτης: εἶ καὶ οὐδὲ Ἀθηναῖος, ᾧ μήτε θεοὶ πατρῷοί εἰσιν μήτε ἱερὰ μήτε ἄλλο μηδὲν καλὸν καὶ ἀγαθόν. [302c] Σωκράτης: ἔα, ἦν δ᾽ ἐγώ, ὦ Διονυσόδωρε, εὐφήμει τε καὶ μὴ χαλεπῶς με προδίδασκε. ἔστι γὰρ ἔμοιγε καὶ βωμοὶ καὶ ἱερὰ οἰκεῖα καὶ πατρῷα καὶ τὰ ἄλλα ὅσαπερ τοῖς ἄλλοις Ἀθηναίοις τῶν τοιούτων. [302c] Σωκράτης: εἶτα τοῖς ἄλλοις, ἔφη, Ἀθηναίοις οὐκ ἔστιν Ζεὺς ὁ πατρῷος; [302c] Σωκράτης: οὐκ ἔστιν, ἦν δ᾽ ἐγώ, αὕτη ἡ ἐπωνυμία Ἰώνων οὐδενί, οὔθ᾽ ὅσοι ἐκ τῆσδε τῆς πόλεως ἀπῳκισμένοι εἰσὶν οὔθ᾽ ἡμῖν, [302d] Σωκράτης: ἀλλὰ Ἀπόλλων πατρῷος διὰ τὴν τοῦ Ἴωνος γένεσιν: Ζεὺς δ᾽ ἡμῖν πατρῷος μὲν οὐ καλεῖται, ἕρκειος δὲ καὶ φράτριος, καὶ Ἀθηναία φρατρία. [302d] Σωκράτης: ἀλλ᾽ ἀρκεῖ γ᾽, ἔφη ὁ Διονυσόδωρος: ἔστιν γάρ σοι, ὡς ἔοικεν, Ἀπόλλων τε καὶ Ζεὺς καὶ Ἀθηνᾶ. [302d] Σωκράτης: πάνυ, ἦν δ᾽ ἐγώ. [302d] Σωκράτης: οὐκοῦν καὶ οὗτοι σοὶ θεοὶ ἂν εἶεν; ἔφη. [302d] Σωκράτης: πρόγονοι, ἦν δ᾽ ἐγώ, καὶ δεσπόται. [302d] Σωκράτης: ἀλλ᾽ οὖν σοί γε, ἔφη: ἢ οὐ σοὺς ὡμολόγηκας αὐτοὺς εἶναι; [302d] Σωκράτης: ὡμολόγηκα, ἔφην: τί γὰρ πάθω; [302d] Σωκράτης: οὐκοῦν, ἔφη, καὶ ζῷά εἰσιν οὗτοι οἱ [302e] Σωκράτης: θεοί; ὡμολόγηκας γὰρ ὅσα ψυχὴν ἔχει ζῷα εἶναι. ἢ οὗτοι οἱ θεοὶ οὐκ ἔχουσιν ψυχήν; [302e] Σωκράτης: ἔχουσιν, ἦν δ᾽ ἐγώ. [302e] Σωκράτης: οὐκοῦν καὶ ζῷά εἰσιν; [302e] Σωκράτης: ζῷα, ἔφην. [302e] Σωκράτης: τῶν δέ γε ζῴων, ἔφη, ὡμολόγηκας ταῦτ᾽ εἶναι σά, ὅσα ἄν σοι ἐξῇ καὶ δοῦναι καὶ ἀποδόσθαι καὶ θῦσαι δὴ θεῷ ὅτῳ ἂν βούλῃ. [302e] Σωκράτης: ὡμολόγηκα, ἔφην: οὐκ ἔστιν γάρ μοι ἀνάδυσις, ὦ Εὐθύδημε. [302e] Σωκράτης: ἴθι δή μοι εὐθύς, ἦ δ᾽ ὅς, εἰπέ: ἐπειδὴ σὸν ὁμολογεῖς εἶναι τὸν Δία [303a] Σωκράτης: καὶ τοὺς ἄλλους θεούς, ἆρα ἔξεστί σοι αὐτοὺς ἀποδόσθαι ἢ δοῦναι ἢ ἄλλ᾽ ὅτι ἂν βούλῃ χρῆσθαι ὥσπερ τοῖς ἄλλοις ζῴοις; [303a] Σωκράτης: ἐγὼ μὲν οὖν, ὦ Κρίτων, ὥσπερ πληγεὶς ὑπὸ τοῦ λόγου, ἐκείμην ἄφωνος: ὁ δὲ Κτήσιππός μοι ἰὼν ὡς βοηθήσων, Πυππὰξ ὦ Ἡράκλεις, ἔφη, καλοῦ λόγου. [303a] Σωκράτης: καὶ ὁ Διονυσόδωρος, πότερον οὖν, ἔφη, ὁ Ἡρακλῆς πυππάξ ἐστιν ἢ ὁ πυππὰξ Ἡρακλῆς; [303a] Σωκράτης: καὶ ὁ Κτήσιππος, ὦ Πόσειδον, ἔφη, δεινῶν λόγων. ἀφίσταμαι: ἀμάχω τὼ ἄνδρε. [303b] Σωκράτης: ἐνταῦθα μέντοι, ὦ φίλε Κρίτων, οὐδεὶς ὅστις οὐ τῶν παρόντων ὑπερεπῄνεσε τὸν λόγον καὶ τὼ ἄνδρε, καὶ γελῶντες καὶ κροτοῦντες καὶ χαίροντες ὀλίγου παρετάθησαν. ἐπὶ μὲν γὰρ τοῖς ἔμπροσθεν ἐφ᾽ ἑκάστοις πᾶσι παγκάλως ἐθορύβουν μόνοι οἱ τοῦ Εὐθυδήμου ἐρασταί, ἐνταῦθα δὲ ὀλίγου καὶ οἱ κίονες οἱ ἐν τῷ Λυκείῳ ἐθορύβησάν τ᾽ ἐπὶ τοῖν ἀνδροῖν καὶ ἥσθησαν. ἐγὼ μὲν οὖν καὶ αὐτὸς οὕτω διετέθην, ὥστε [303c] Σωκράτης: ὁμολογεῖν μηδένας πώποτε ἀνθρώπους ἰδεῖν οὕτω σοφούς, καὶ παντάπασι καταδουλωθεὶς ὑπὸ τῆς σοφίας αὐτοῖν ἐπὶ τὸ ἐπαινεῖν τε καὶ ἐγκωμιάζειν αὐτὼ ἐτραπόμην, καὶ εἶπον: ὦ μακάριοι σφὼ τῆς θαυμαστῆς φύσεως, οἳ τοσοῦτον πρᾶγμα οὕτω ταχὺ καὶ ἐν ὀλίγῳ χρόνῳ ἐξείργασθον. πολλὰ μὲν οὖν καὶ ἄλλα οἱ λόγοι ὑμῶν καλὰ ἔχουσιν, ὦ Εὐθύδημέ τε καὶ Διονυσόδωρε: ἐν δὲ τοῖς καὶ τοῦτο μεγαλοπρεπέστατον, ὅτι τῶν πολλῶν ἀνθρώπων καὶ τῶν σεμνῶν δὴ καὶ δοκούντων [303d] Σωκράτης: τὶ εἶναι οὐδὲν ὑμῖν μέλει, ἀλλὰ τῶν ὁμοίων ὑμῖν μόνον. ἐγὼ γὰρ εὖ οἶδα ὅτι τούτους τοὺς λόγους πάνυ μὲν ἂν ὀλίγοι ἀγαπῷεν ἄνθρωποι ὅμοιοι ὑμῖν, οἱ δ᾽ ἄλλοι οὕτως ἀγνοοῦσιν αὐτούς, ὥστ᾽ εὖ οἶδα ὅτι αἰσχυνθεῖεν ἂν μᾶλλον ἐξελέγχοντες τοιούτοις λόγοις τοὺς ἄλλους ἢ αὐτοὶ ἐξελεγχόμενοι. καὶ τόδε αὖ ἕτερον δημοτικόν τι καὶ πρᾷον ἐν τοῖς λόγοις: ὁπόταν φῆτε μήτε καλὸν εἶναι μηδὲν μήτε ἀγαθὸν πρᾶγμα μήτε λευκὸν μηδ᾽ ἄλλο τῶν τοιούτων μηδέν, μηδὲ τὸ παράπαν [303e] Σωκράτης: ἑτέρων ἕτερον, ἀτεχνῶς μὲν τῷ ὄντι συρράπτετε τὰ στόματα τῶν ἀνθρώπων, ὥσπερ καὶ φατέ: ὅτι δ᾽ οὐ μόνον τὰ τῶν ἄλλων, ἀλλὰ δόξαιτε ἂν καὶ τὰ ὑμέτερα αὐτῶν, τοῦτο πάνυ χαρίεν τέ ἐστιν καὶ τὸ ἐπαχθὲς τῶν λόγων ἀφαιρεῖται. τὸ δὲ δὴ μέγιστον, ὅτι ταῦτα οὕτως ἔχει ὑμῖν καὶ τεχνικῶς ἐξηύρηται, ὥστ᾽ ἐ⟨ν⟩ πάνυ ὀλίγῳ χρόνῳ ὁντινοῦν ἂν μαθεῖν ἀνθρώπων: ἔγνων ἔγωγε καὶ τῷ Κτησίππῳ τὸν νοῦν προσέχων ὡς ταχὺ ὑμᾶς ἐκ τοῦ παραχρῆμα μιμεῖσθαι οἷός τε ἦν. [304a] Σωκράτης: τοῦτο μὲν οὖν τοῦ πράγματος σφῶν τὸ σοφὸν πρὸς μὲν τὸ ταχὺ παραδιδόναι καλόν, ἐναντίον δ᾽ ἀνθρώπων διαλέγεσθαι οὐκ ἐπιτήδειον, ἀλλ᾽ ἄν γέ μοι πείθησθε, εὐλαβήσεσθε μὴ πολλῶν ἐναντίον λέγειν, ἵνα μὴ ταχὺ ἐκμαθόντες ὑμῖν μὴ εἰδῶσιν χάριν. ἀλλὰ μάλιστα μὲν αὐτὼ πρὸς ἀλλήλω μόνω διαλέγεσθον: εἰ δὲ μή, εἴπερ ἄλλου του ἐναντίον, ἐκείνου μόνου ὃς ἂν ὑμῖν διδῷ ἀργύριον. τὰ αὐτὰ δὲ ταῦτα, ἐὰν [304b] Σωκράτης: σωφρονῆτε, καὶ τοῖς μαθηταῖς συμβουλεύσετε, μηδέποτε μηδενὶ ἀνθρώπων διαλέγεσθαι ἀλλ᾽ ἢ ὑμῖν τε καὶ αὑτοῖς: τὸ γὰρ σπάνιον, ὦ Εὐθύδημε, τίμιον, τὸ δὲ ὕδωρ εὐωνότατον, ἄριστον ὄν, ὡς ἔφη Πίνδαρος. ἀλλ᾽ ἄγετε, ἦν δ᾽ ἐγώ, ὅπως κἀμὲ καὶ Κλεινίαν τόνδε παραδέξεσθον. [304b] Σωκράτης: ταῦτα, ὦ Κρίτων, καὶ ἄλλα ἄττα ἔτι βραχέα διαλεχθέντες ἀπῇμεν. σκόπει οὖν ὅπως συμφοιτήσεις παρὰ τὼ [304c] Σωκράτης: ἄνδρε, ὡς ἐκείνω φατὸν οἵω τε εἶναι διδάξαι τὸν ἐθέλοντ᾽ ἀργύριον διδόναι, καὶ οὔτε φύσιν οὔθ᾽ ἡλικίαν ἐξείργειν οὐδεμίαν ὃ δὲ καὶ σοὶ μάλιστα προσήκει ἀκοῦσαι, ὅτι οὐδὲ τοῦ χρηματίζεσθαί φατον διακωλύειν οὐδέν μὴ οὐ παραλαβεῖν ὁντινοῦν εὐπετῶς τὴν σφετέραν σοφίαν. [304c] Κρίτων: καὶ μήν, ὦ Σώκρατες, φιλήκοος μὲν ἔγωγε καὶ ἡδέως ἄν τι μανθάνοιμι, κινδυνεύω μέντοι κἀγὼ εἷς εἶναι τῶν οὐχ ὁμοίων Εὐθυδήμῳ, ἀλλ᾽ ἐκείνων ὧν δὴ καὶ σὺ [304d] Κρίτων: ἔλεγες, τῶν ἥδιον ἂν ἐξελεγχομένων ὑπὸ τῶν τοιούτων λόγων ἢ ἐξελεγχόντων. ἀτὰρ γελοῖον μέν μοι δοκεῖ εἶναι τὸ νουθετεῖν σε, ὅμως δέ, ἅ γ᾽ ἤκουον, ἐθέλω σοι ἀπαγγεῖλαι. τῶν ἀφ᾽ ὑμῶν ἀπιόντων ἴσθ᾽ ὅτι προσελθών τίς μοι περιπατοῦντι, ἀνὴρ οἰόμενος πάνυ εἶναι σοφός, τούτων τις τῶν περὶ τοὺς λόγους τοὺς εἰς τὰ δικαστήρια δεινῶν, ὦ Κρίτων, ἔφη, οὐδὲν ἀκροᾷ τῶνδε τῶν σοφῶν; [304d] Κρίτων: οὐ μὰ τὸν Δία, ἦν δ᾽ ἐγώ: οὐ γὰρ οἷός τ᾽ ἦ προσστὰς κατακούειν ὑπὸ τοῦ ὄχλου. [304d] Κρίτων: καὶ μήν, ἔφη, ἄξιόν γ᾽ ἦν ἀκοῦσαι. [304d] Κρίτων: τί [304e] Κρίτων: δέ; ἦν δ᾽ ἐγώ. [304e] Κρίτων: ἵνα ἤκουσας ἀνδρῶν διαλεγομένων οἳ νῦν σοφώτατοί εἰσι τῶν περὶ τοὺς τοιούτους λόγους. [304e] Κρίτων: κἀγὼ εἶπον: τί οὖν ἐφαίνοντό σοι; [304e] Κρίτων: τί δὲ ἄλλο, ἦ δ᾽ ὅς, ἢ οἷάπερ ἀεὶ ἄν τις τῶν τοιούτων ἀκούσαι ληρούντων καὶ περὶ οὐδενὸς ἀξίων ἀναξίαν σπουδὴν ποιουμένων; (οὑτωσὶ γάρ πως καὶ εἶπεν τοῖς ὀνόμασιν). [304e] Κρίτων: καὶ ἐγώ, ἀλλὰ μέντοι, ἔφην, χαρίεν γέ τι πρᾶγμά ἐστιν ἡ φιλοσοφία. [304e] Κρίτων: ποῖον, ἔφη, χαρίεν, ὦ [305a] Κρίτων: μακάριε; οὐδενὸς μὲν οὖν ἄξιον. ἀλλὰ καὶ εἰ νῦν παρεγένου, πάνυ ἄν σε οἶμαι αἰσχυνθῆναι ὑπὲρ τοῦ σεαυτοῦ ἑταίρου: οὕτως ἦν ἄτοπος, ἐθέλων ἑαυτὸν παρέχειν ἀνθρώποις οἷς οὐδὲν μέλει ὅτι ἂν λέγωσιν, παντὸς δὲ ῥήματος ἀντέχονται. καὶ οὗτοι, ὅπερ ἄρτι ἔλεγον, ἐν τοῖς κράτιστοί εἰσι τῶν νῦν. ἀλλὰ γάρ, ὦ Κρίτων, ἔφη, τὸ πρᾶγμα αὐτὸ καὶ οἱ ἄνθρωποι οἱ ἐπὶ τῷ πράγματι διατρίβοντες φαῦλοί εἰσιν καὶ καταγέλαστοι. ἐμοὶ δέ, ὦ Σώκρατες, τὸ πρᾶγμα ἐδόκει [305b] Κρίτων: οὐκ ὀρθῶς ψέγειν οὔθ᾽ οὗτος οὔτ᾽ εἴ τις ἄλλος ψέγει: τὸ μέντοι ἐθέλειν διαλέγεσθαι τοιούτοις ἐναντίον πολλῶν ἀνθρώπων ὀρθῶς μοι ἐδόκει μέμφεσθαι. [305b] Σωκράτης: ὦ Κρίτων, θαυμάσιοί εἰσιν οἱ τοιοῦτοι ἄνδρες. ἀτὰρ οὔπω οἶδα ὅτι μέλλω ἐρεῖν. ποτέρων ἦν ὁ προσελθών σοι καὶ μεμφόμενος τὴν φιλοσοφίαν; πότερον τῶν ἀγωνίσασθαι δεινῶν ἐν τοῖς δικαστηρίοις, ῥήτωρ τις, ἢ τῶν τοὺς τοιούτους εἰσπεμπόντων, ποιητὴς τῶν λόγων οἷς οἱ ῥήτορες ἀγωνίζονται; [305c] Κρίτων: ἥκιστα νὴ τὸν Δία ῥήτωρ, οὐδὲ οἶμαι πώποτ᾽ αὐτὸν ἐπὶ δικαστήριον ἀναβεβηκέναι: ἀλλ᾽ ἐπαΐειν αὐτόν φασι περὶ τοῦ πράγματος νὴ τὸν Δία καὶ δεινὸν εἶναι καὶ δεινοὺς λόγους συντιθέναι. [305c] Σωκράτης: ἤδη μανθάνω: περὶ τούτων καὶ αὐτὸς νυνδὴ ἔμελλον λέγειν. οὗτοι γάρ εἰσιν μέν, ὦ Κρίτων, οὓς ἔφη Πρόδικος μεθόρια φιλοσόφου τε ἀνδρὸς καὶ πολιτικοῦ, οἴονται δ᾽ εἶναι πάντων σοφώτατοι ἀνθρώπων, πρὸς δὲ τῷ εἶναι καὶ δοκεῖν πάνυ παρὰ πολλοῖς, ὥστε παρὰ πᾶσιν εὐδοκιμεῖν [305d] Σωκράτης: ἐμποδὼν σφίσιν εἶναι οὐδένας ἄλλους ἢ τοὺς περὶ φιλοσοφίαν ἀνθρώπους. ἡγοῦνται οὖν, ἐὰν τούτους εἰς δόξαν καταστήσωσιν μηδενὸς δοκεῖν ἀξίους εἶναι, ἀναμφισβητήτως ἤδη παρὰ πᾶσιν τὰ νικητήρια εἰς δόξαν οἴσεσθαι σοφίας πέρι. εἶναι μὲν γὰρ τῇ ἀληθείᾳ σφᾶς σοφωτάτους, ἐν δὲ τοῖς ἰδίοις λόγοις ὅταν ἀποληφθῶσιν, ὑπὸ τῶν ἀμφὶ Εὐθύδημον κολούεσθαι. σοφοὶ δὲ ἡγοῦνται εἶναι πάνυ εἰκότως: μετρίως μὲν γὰρ φιλοσοφίας ἔχειν, μετρίως δὲ πολιτικῶν, [305e] Σωκράτης: πάνυ ἐξ εἰκότος λόγου μετέχειν γὰρ ἀμφοτέρων ὅσον ἔδει, ἐκτὸς δὲ ὄντες κινδύνων καὶ ἀγώνων καρποῦσθαι τὴν σοφίαν. [305e] Κρίτων: τί οὖν; δοκοῦσί σοί τι, ὦ Σώκρατες, λέγειν; οὐ γάρ τοι ἀλλὰ ὅ γε λόγος ἔχει τινὰ εὐπρέπειαν τῶν ἀνδρῶν. [305e] Σωκράτης: καὶ γὰρ ἔχει ὄντως, ὦ Κρίτων, εὐπρέπειαν μᾶλλον [306a] Σωκράτης: ἢ ἀλήθειαν. οὐ γὰρ ῥᾴδιον αὐτοὺς πεῖσαι ὅτι καὶ ἄνθρωποι καὶ τἆλλα πάντα ὅσα μεταξύ τινοιν δυοῖν ἐστιν καὶ ἀμφοτέροιν τυγχάνει μετέχοντα, ὅσα μὲν ἐκ κακοῦ καὶ ἀγαθοῦ, τοῦ μὲν βελτίω, τοῦ δὲ χείρω γίγνεται: ὅσα δὲ ἐκ δυοῖν ἀγαθοῖν μὴ πρὸς ταὐτόν, ἀμφοῖν χείρω πρὸς ὃ ἂν ἑκάτερον ᾖ χρηστὸν ἐκείνων ἐξ ὧν συνετέθη: ὅσα δ᾽ ἐκ δυοῖν κακοῖν συντεθέντα μὴ πρὸς τὸ αὐτὸ ὄντοιν ἐν τῷ μέσῳ ἐστίν, ταῦτα [306b] Σωκράτης: μόνα βελτίω ἑκατέρου ἐκείνων ἐστίν, ὧν ἀμφοτέρων μέρος μετέχουσιν. εἰ μὲν οὖν ἡ φιλοσοφία ἀγαθόν ἐστιν καὶ ἡ πολιτικὴ πρᾶξις, πρὸς ἄλλο δὲ ἑκατέρα, οὗτοι δ᾽ ἀμφοτέρων μετέχοντες τούτων ἐν μέσῳ εἰσίν, οὐδὲν λέγουσιν ἀμφοτέρων γάρ εἰσι φαυλότεροι εἰ δὲ ἀγαθὸν καὶ κακόν, τῶν μὲν βελτίους, τῶν δὲ χείρους: εἰ δὲ κακὰ ἀμφότερα, οὕτως ἄν τι λέγοιεν ἀληθές, ἄλλως δ᾽ οὐδαμῶς. οὐκ ἂν οὖν οἶμαι [306c] Σωκράτης: αὐτοὺς ὁμολογῆσαι οὔτε κακὼ αὐτὼ ἀμφοτέρω εἶναι οὔτε τὸ μὲν κακόν, τὸ δὲ ἀγαθόν: ἀλλὰ τῷ ὄντι οὗτοι ἀμφοτέρων μετέχοντες ἀμφοτέρων ἥττους εἰσὶν πρὸς ἑκάτερον πρὸς ὃ ἥ τε πολιτικὴ καὶ ἡ φιλοσοφία ἀξίω λόγου ἐστόν, καὶ τρίτοι ὄντες τῇ ἀληθείᾳ ζητοῦσι πρῶτοι δοκεῖν εἶναι. συγγιγνώσκειν μὲν οὖν αὐτοῖς χρὴ τῆς ἐπιθυμίας καὶ μὴ χαλεπαίνειν, ἡγεῖσθαι μέντοι τοιούτους εἶναι οἷοί εἰσιν: πάντα γὰρ ἄνδρα χρὴ ἀγαπᾶν ὅστις καὶ ὁτιοῦν λέγει ἐχόμενον [306d] Σωκράτης: φρονήσεως πρᾶγμα καὶ ἀνδρείως ἐπεξιὼν διαπονεῖται. [306d] Κρίτων: καὶ μήν, ὦ Σώκρατες, καὶ αὐτὸς περὶ τῶν ὑέων, ὥσπερ ἀεὶ πρός σε λέγω, ἐν ἀπορίᾳ εἰμὶ τί δεῖ αὐτοῖς χρήσασθαι. ὁ μὲν οὖν νεώτερος ἔτι καὶ σμικρός ἐστιν, Κριτόβουλος δ᾽ ἤδη ἡλικίαν ἔχει καὶ δεῖταί τινος ὅστις αὐτὸν ὀνήσει. ἐγὼ μὲν οὖν ὅταν σοὶ συγγένωμαι, οὕτω διατίθεμαι ὥστ᾽ ἐμοὶ δοκεῖ μανίαν εἶναι τὸ ἕνεκα τῶν παίδων ἄλλων μὲν πολλῶν σπουδὴν τοιαύτην ἐσχηκέναι, καὶ περὶ [306e] Κρίτων: τοῦ γάμου ὅπως ἐκ γενναιοτάτης ἔσονται μητρός, καὶ περὶ τῶν χρημάτων ὅπως ὡς πλουσιώτατοι, αὐτῶν δὲ περὶ παιδείας ἀμελῆσαι: ὅταν δὲ εἴς τινα ἀποβλέψω τῶν φασκόντων ἂν παιδεῦσαι ἀνθρώπους, ἐκπέπληγμαι καί μοι δοκεῖ εἷς ἕκαστος αὐτῶν σκοποῦντι πάνυ ἀλλόκοτος εἶναι, [307a] Κρίτων: ὥς γε πρὸς σὲ τἀληθῆ εἰρῆσθαι: ὥστε οὐκ ἔχω ὅπως προτρέπω τὸ μειράκιον ἐπὶ φιλοσοφίαν. [307a] Σωκράτης: ὦ φίλε Κρίτων, οὐκ οἶσθα ὅτι ἐν παντὶ ἐπιτηδεύματι οἱ μὲν φαῦλοι πολλοὶ καὶ οὐδενὸς ἄξιοι, οἱ δὲ σπουδαῖοι ὀλίγοι καὶ παντὸς ἄξιοι; ἐπεὶ γυμναστικὴ οὐ καλὸν δοκεῖ σοι εἶναι, καὶ χρηματιστικὴ καὶ ῥητορικὴ καὶ στρατηγία; [307a] Κρίτων: ἔμοιγε πάντως δήπου. [307a] Σωκράτης: τί οὖν; ἐν ἑκάστῃ τούτων τοὺς πολλοὺς πρὸς [307b] Σωκράτης: ἕκαστον τὸ ἔργον οὐ καταγελάστους ὁρᾷς; [307b] Κρίτων: ναὶ μὰ τὸν Δία, καὶ μάλα ἀληθῆ λέγεις. [307b] Σωκράτης: ἦ οὖν τούτου ἕνεκα αὐτός τε φεύξῃ πάντα τὰ ἐπιτηδεύματα καὶ τῷ ὑεῖ οὐκ ἐπιτρέψεις; [307b] Κρίτων: οὔκουν δίκαιόν γε, ὦ Σώκρατες. [307b] Σωκράτης: μὴ τοίνυν ὅ γε οὐ χρὴ ποίει, ὦ Κρίτων, ἀλλ᾽ ἐάσας χαίρειν τοὺς ἐπιτηδεύοντας φιλοσοφίαν, εἴτε χρηστοί εἰσιν εἴτε πονηροί, αὐτὸ τὸ πρᾶγμα βασανίσας καλῶς τε καὶ εὖ, [307c] Σωκράτης: ἐὰν μέν σοι φαίνηται φαῦλον ὄν, πάντ᾽ ἄνδρα ἀπότρεπε, μὴ μόνον τοὺς ὑεῖς: ἐὰν δὲ φαίνηται οἷον οἶμαι αὐτὸ ἐγὼ εἶναι, θαρρῶν δίωκε καὶ ἄσκει, τὸ λεγόμενον δὴ τοῦτο, αὐτός τε καὶ τὰ παιδία.