Ἑρμοῦ τοῦ Τρισμεγίστου λόγοι Αʹ — Hermes Trismegistus ===================================================== ΕΡΜΟΥ ΤΟΥ ΤΡΙΣΜΕΓΙΣΤΟΥ ΛΟΓΟΙ Αʹ Translation/edition: Greek text (Scott) Language: Ancient Greek Read in Plato Scroll: https://plato-scroll.com/s/hermes-corpus-1/ This file: https://plato-scroll.com/text/hermes-corpus-1-e.txt Other editions of this work: - G. R. S. Mead: https://plato-scroll.com/text/hermes-corpus-1.txt Sources and licences: https://plato-scroll.com/attribution.html Numbers in [brackets] are the edition's reference loci (Stephanus, Bekker, book.line, page...). Superscript numerals refer to the Notes at the end. ## Ἑρμοῦ τοῦ Τρισμεγίστου λόγοι ## Ποιμάνδρης [I.1] Ἐννοίας μοί ποτε γενομένης περὶ τῶν ὄντων, καὶ μετεωρισθείσης μὲν τῆς διανοίας σφόδρα, ⟨δὲ⟩ κατασχεθεισῶν μου τῶν σωματικῶν αἰσθήσεων, ⟨οὐ μέντοι⟩ καθάπερ ⟨τ⟩οῖ⟨ς⟩ ὕπνῳ βεβαρημένοι⟨ς⟩ ἐκ κόρου τροφῆς ἢ ἐκ κόπου σώματος, ἔδοξά τινα ὑπερμεγέθη μέτρῳ ἀπεριορίστῳ ⟨ἐν⟩τυγχάνοντα καλεῖν μου τὸ ὄνομα, καὶ λέγεν [τα] μοι· [I.1b] Τί βούλει ἀκοῦσαι καὶ θεάσασθαι, καὶ νοήσας μαθεῖν καὶ γνῶναι; [I.2] — φημὶ ἐγώ· Σὺ γὰρ τίς εἶ; [I.2b] — Ἐγὼ μέν, φησίν, εἰμὶ ὁ Ποιμάνδρης, ὁ τῆς αὐθεντίας νοῦς. οἶδα ὃ βούλει καὶ σύνειμί σοι πανταχοῦ. [I.3] — φημὶ ἐγώ· Μαθεῖν θέλω τὰ ὄντα καὶ νοῆσαι τὴν τούτων φύσιν, καὶ γνῶναι τὸν θεόν. ⟨περὶ τού⟩των, ἔφην, ἀκοῦσαι βούλομαι. [I.3b] — φησὶν ἐμοὶ πάλιν· ἔχε νῷ σῷ ὅσα θέλεις μαθεῖν, κἀγώ σε διδάξω. [I.4] — οὕτως εἰπόν⟨τος⟩, ἠλλάγη τῇ ἰδέᾳ καὶ εὐθέως πάντα μοι ἤνοικτο ῥοπῇ. καὶ ὁρῶ θέαν ἀόριστον, φῶς [δὲ] πάντα γεγενημένα ἤπιόν τε καὶ ἱλαρόν· [I.4b] καὶ ἠγάσθην ἰδών. καὶ μετ’ ὀλίγον, σκότος κατωφερὲς ἦν ἐν μέρει ⟨τινὶ⟩ γεγενημένον, φοβερόν τε καὶ στυγνόν, †σκολιῶς πεπειραμένον† [ὡς εἰκάσαι με]. [I.4c] ⟨…⟩ εἶδον μεταβαλλόμενον τὸ σκότος εἰς ὑγράν τινα φύσιν ἀφάτως τεταραγμένην, καὶ καπνὸν ἀποδιδοῦσαν ὡς ἀπὸ πυρός. καί τινα ἦχον †ἀποτελοῦσαν† ἀνεκλάλητον γοώδη· [I.4d] [εἶτα] βοὴ ⟨γὰρ⟩ ἐξ αὐτῆς ἀσύναρθρος ἐξεπέμπετο. ὡς εἰκάσαι φωνὴν φωτός. [I.5] ἐκ δὲ ⟨τοῦ⟩ φωτὸς π⟨ροελθὼν⟩ λόγος ἅγιος ἐπέβη τῇ ⟨ὑγρᾷ⟩ φύσει, καὶ ⟨γὰρ⟩ πῦρ ἄκρατον ἐξεπήδησεν ἐκ τῆς ὑγρᾶς φύσεως ἄνω εἰς ὕψος· κοῦφον δὲ ἦν καὶ ὀξύ, δραστικόν τε. [I.5b] ἅμα ⟨δὲ⟩ καὶ ὁ ἀήρ, ἐλαφρὸς ὤν, ἠκολούθησε τῷ πυρί, ἀναβαίνων [τοσοῦτον] μέχρι τοῦ πυρὸς ἀπὸ γῆς καὶ ὕδατος, ὡς δοκεῖν κρέμασθαι αὐτὸν ἀπ’ αὐτοῦ. [I.5c] γῆ δὲ καὶ ὕδωρ ἔμενε καθ’ ἑαυτὰ συμμεμιγμένα, ὡς μὴ †θεωρεῖσθαι† [ἀπὸ] τοῦ ὕδατος· κινούμενα δὲ ἦν διὰ τὸν ⟨ἐπάνω⟩ ἐπιφερόμενον πνευματικὸν λόγον. [I.6] εἰς ἀκοὴν ὁ δὲ Ποιμάνδρης ἐμοὶ Ἐνόησας, φησί, τὴν θέαν ταύτην ὅ τι καὶ βούλεται; [I.6b] — ⟨…⟩ καὶ γνώσομαι, ἔφην ἐγώ. [I.6c] — Τὸ φῶς ἐκεῖνο, ἔφη, ἐγώ, νοῦς, ὁ πρῶτος θεός, ὁ πρὸ φύσεως ὑγρᾶς τῆς ἐκ σκότους φανείσης· ὁ δὲ ἐκ [νοὸς] φωτ[ειν]ὸς λόγος υἱὸς θεοῦ. [I.6d] — Τί οὖν; φημί [I.6e] — Οὕτω γνῶθι, τὸ ἐν σοὶ βλέπων [καὶ ἀκούων]· ⟨ἐπεὶ καὶ ἐν σοὶ ὁ⟩ λόγος [κυρίου] ⟨υἱός⟩, ὁ δὲ νοῦς πατήρ [θεός]. οὐ γὰρ διίστανται ἀπ’ ἀλλήλων· ἕνωσις γὰρ τούτων ἐστὶν ἡ ζωή. [I.6f] — Εὐχαριστῶ σοι, ἔφην ἐγώ. [I.7] — Ἀλλὰ δὴ νόει τὸ φῶς, καὶ γνώριζε τοῦτο. [I.7b] — εἰπὼν τοσ[τ]αῦτα, ἐπὶ πλείονα χρόνον ἀντώπησέ μοι, ὥστε με τρέμειν αὐτοῦ τὴν ἰδέαν. [I.7c] ἀνανεύσα[ντο]ς δέ, θεωρῶ ἐν τῷ νοΐ μου τὸ φῶς ἐν δυνάμεσιν ἀναριθμήτοις ὄν, καὶ κόσμον ἀπεριόριστον γεγενημένον. καὶ περισχέσθαι τὸ πῦρ δυνάμει μεγίστῃ καὶ στάσιν ἐσχηκέναι κρατούμενον. [I.7d] ταῦτα δὲ ἐγὼ διενοήθην ὁρῶν διὰ τὸν τοῦ Ποιμάνδρου λόγον. [I.8] ὡς δὲ ἐν ἐκπλήξει μου ὄντος, φησὶ πάλιν ἐμοί· Εἶδες ἐν τῷ νῷ τὸ ἀρχέτυπον εἶδος, τὸ προάρχον τῆς ἀρχῆς, τὸ ἀπέραντον. — ταῦτα ὁ Ποιμάνδρης ἐμοί. [I.8b] Τί οὖν; ἐγώ φημι· ⟨τὰ⟩ στοιχεῖα τῆς φύσεως πόθεν ὑπέστη; [I.8c] — πάλιν ἐκεῖνος πρὸς ταῦτα· Ἐκ βουλῆς θεοῦ, ἥτις λαβοῦσα τὸν λόγον [καὶ] ἰδοῦσα τὸν καλὸν κόσμον ἐμιμήσατο. ⟨ἡ γὰρ ὑγρὰ φύσις⟩ ⟨ἐ⟩κοσμοποιήθη, δια⟨κριθέν⟩των ἐ⟨ξ⟩ αὐτῆς ⟨τῶν⟩ στοιχείων, ⟨ἐξ ὦν⟩ καὶ ⟨τὸ⟩ γέννημα τῶν ⟨ἐμ⟩ψύχων. [I.9] ὁ δὲ νοῦς ὁ πρῶτος, ἀρρενόθηλυς ὤν, ⟨ὁ⟩ ζωὴ καὶ φῶς ὑπάρχων, ἀπεκύησε⟨ν⟩ [λόγῳ] ἕτερον νοῦν δημιουργόν, ὃς δεύτερος [τοῦ] πυρὸς καὶ πνεύματος ὢν ἐδημιούργησε⟨ν ἐκ⟩ διοικήτ⟨ορ⟩άς τινας ἑπτά, ἐν κύκλοις περιέχοντας τὸν αἰσθητὸν κόσμον· καὶ ἡ διοίκησις αὐτῶν εἱμαρμένη καλεῖται. [I.10] ἐπήδησεν εὐθὺς ἐκ τῶν κατωφερῶν στοιχείων [τοῦ θεοῦ] ὁ τοῦ θεοῦ λόγος εἰς τὸ καθαρὸν τῆς φύσεως δημιούργημα, καὶ ἡνώθη τῷ δημιουργῷ νῷ· ὁμοούσιος γὰρ ἦν· καὶ κατελείφθη[τὰ] ἄλογα τὰ κατωφερῆ τῆς φύσεως στοιχεῖα, ὡς εἶναι ὕλην μόνην. [I.11] ὁ δὲ δημιουργὸς νοῦς σὺν τῷ λόγῳ, [ὁ] περιίσχων τοὺς κύκλους καὶ δινῶν ῥοίζῳ, ἔστρεψε τὰ ἑαυτοῦ δημιουργήματα, καὶ εἴασε στρέφεσθαι ἀπ’ ἀρχῆς ἀορίστου εἰς ἀπέραντον τέλος· ἄρχεται γὰρ οὗ λήγει ἡ [δὲ] τούτων περιφορά. [I.11b] ⟨ἡ δὲ φύσις,⟩ καθὼς ἠθέλησεν ὁ νοῦς, ἐκ τῶν κατωφερῶν στοιχείων ζῷα ἤνεγκεν ἄλογα· οὐ γὰρ ἔτι εἶχε τὸν λόγον. ἀὴρ δὲ πετεινὰ ἤνεγκε, καὶ τὸ ὕδωρ νηκτά, — διεκεχώριστο δὲ ἀπ’ ἀλλήλων ἥ τε γῆ καὶ τὸ ὕδωρ [καθὼς ἠθέλησεν ὁ νοῦς], — καὶ ἐξήνεγκεν ⟨ἡ γῆ⟩ [ἀπ’ αὐτῆς ἃ εἶχε] ζῷα τετράποδα ⟨καὶ⟩ ἑρπετά, θηρία ἄγρια καὶ ἥμερα. [I.12] ὁ δὲ πάντων πατὴρ ὁ νοῦς, ὢν ζωὴ καὶ φῶς, ἀπεκύησεν ἄνθρωπον αὑτῷ ⟨ὅμ⟩οιον. οὗ ἠγάσθη ὡς ἰδίου τόκου· περικαλλὴς γὰρ ⟨ἦν⟩, τὴν τοῦ πατρὸς εἰκόνα ἔχων. εἰκότως [γ]ἄρ⟨α⟩ [καὶ] ὁ θεὸς ἠγάσθη τῆς ἰδίας μορφῆς· καὶ παρέδωκε⟨ν⟩ [[τὰ] [ε]αὐτῷ πάντα δημιουργήματα. [I.13] ⟨ὁ δέ,⟩ [καὶ] κατανοήσας δὲ τὴν τοῦ δημιουργοῦ κτίσιν ἐν τῷ πυρί, ἠβουλήθη καὶ αὐτὸς δημιουργεῖν· καὶ συνεχωρήθη ὑπὸ τοῦ πατρός. [I.13b] γενόμενος ἐν τῇ δημιουργικῇ σφαίρᾳ [ἐξ ὧν τὴν πᾶσαν ἐξουσίαν] κατενόησε τοῦ ἀδελφοῦ τὰ δημιουργήματα ⟨…⟩ οἱ δὲ ἠγάσθησαν αὐτοῦ, ἕκαστος δὲ μετεδίδου τῆς ἰδίας [τάξεως] ⟨φύσεως⟩. [I.13c] καὶ καταμαθὼν τὴν τούτων οὐσίαν, καὶ μεταλαβὼν τῆς [ε]αὐτῶν φύσεως, ἠβουλήθη ἀναρρῆξαι τὴν περιφέρειαν τῶν κύκλων [καὶ τὸ κράτος] τοῦ ἐπικειμένου ἐπὶ τοῦ πυρὸς [κατανοῆσαι]· [I.14] καὶ [ὁ τοῦ τῶν θνητῶν κόσμου καὶ τῶν ἀλόγων ζῴων ἔχων πᾶσαν ἐξουσίαν] διὰ τῆς ἁρμονίας παρέκυψεν, ἀναρρήξας τὸ κύτος, καὶ ἔδειξε τῇ κατωφερεῖ φύσει τὴν καλὴν τοῦ θεοῦ μορφήν. [I.14b] ἡ[ν] ⟨δέ⟩, ἰδοῦσα ⟨τὸ⟩ ἀκόρεστον κάλλος πᾶσαν ἐνέργειαν ἐν ἑαυτῷ ἔχοντα τῶν διοικητόρων τῆς [τε] μορφῆς τοῦ θεοῦ, ἐμειδίασεν ἔρωτι ἀκορέστῳ, [ἅτε] τῆς καλλίστης μορφῆς τοῦ ἀνθρώπου τὸ εἶδος ἐν τῷ ὕδατι ⟨ἀναδ⟩ιδοῦσα, καὶ τὸ σκίασμα ἐπὶ τῆς γῆς. [I.14c] ὁ δέ, ἰδὼν τὴν ὁμοίαν αὑτῷ μορφὴν [ἐν ἑαυτῷ] οὖσαν ἐν ⟨τῇ γῇ καὶ⟩ τῷ ὕδατι, ἐφίλησε, καὶ ἠβουλήθη αὐτοῦ οἰκεῖν. ἅμα δὲ τῇ βουλῇ ἐγένετο ἐνέργεια, καὶ ᾤκησε τὴν ἄλογον †μορφήν†. [I.14d] ἡ δὲ φύσις λαβοῦσα τὸν ἐρώμενον περιεπλάκη ὅλη, καὶ ἐμίγησαν· ἐρώμενοι γὰρ ἦσαν. [I.15] καὶ διὰ τοῦτο παρὰ πάντα τὰ ἐπὶ γῆς ζῷα διπλοῦς ἐστιν ὁ ἄνθρωπος, θνητὸς μὲν διὰ τὸ σῶμα, ἀθάνατος δὲ διὰ τὸν οὐσιώδη ἄνθρωπον. [I.15b] ἀθάνατος γὰρ ὤν, καὶ πάντων τὴν ἐξουσίαν ἔχων, τὰ θνητὰ πάσχει, ὑποκείμενος τῇ εἱμαρμένῃ. [I.15c] ὑπεράνω ⟨γὰρ⟩[οὖν] ὢν τῆς ἁρμονίας,[ἐναρμόνιος] ⟨εἱμαρμένης⟩ γέγονε δοῦλος· ἀρρενόθηλυς δὲ ὢν ἐξ ἀρρενοθήλεος ὄν⟨τος τοῦ⟩ πατρός, καὶ ἄυπνος ἀπὸ ἀύπνου, ⟨ὑπ’ ἔρωτος καὶ λήθης⟩ κρατεῖται. [I.16] — καὶ μετὰ ταῦτα ⟨ἔφην ἐγώ· Καὶ τὰ λοιπά, ὦ⟩ νοῦ[ς], ⟨φράσον⟩ [ὁ ἐ]μοι· καὶ αὐτὸς γὰρ ἐρῶ τοῦ λόγου. [I.16b] — ὁ δὲ Ποιμάνδρης εἶπε· Τοῦτο ἔστι τὸ κεκρυμμένον μυστήριον ⟨τὸ⟩ μέχρι τῆσδε τῆς ἡμέρας. [I.16c] ἡ γὰρ φύσις ἐπιμιγεῖσα τῷ ἀνθρώπῳ ἤνεγκέ τι θαῦμα θαυμασιώτατον. ἔχοντος γὰρ αὐτοῦ ⟨ἀπὸ⟩ τῆς ἁρμονίας τῶν ἑπτὰ τὴν φύσιν, οὓ⟨ς⟩ ἔφην σοι ἐκ πυρὸς καὶ πνεύματος ⟨γεγονέναι⟩, οὐκ ἀνέμεινεν ἡ φύσις, ἀλλ’ εὐθὺς ἀπεκύησεν ἑπτὰ ἀνθρώπους πρὸς τὰς φύσεις τῶν ἑπτὰ διοικητόρων, ἀρρενοθήλε[ι]ας καὶ μεταρσίους. [I.16d] — καὶ μετὰ ταῦτα ⟨ἔφην ἐγώ⟩· Ὦ Ποιμάνδρη, εἰς μεγάλην γὰρ νῦν ἐπιθυμίαν ἦλθον, καὶ ποθῶ ἀκοῦσαι, μὴ ἔκτρεχε. [I.16e] — καὶ ὁ Ποιμάνδρης εἶπεν· Ἀλλὰ σιώπα· οὔπω γάρ σοι ἀνήπλωσα τὸν πρῶτον λόγον. [I.16f] — Ἰδοὺ σιωπῶ, ἔφην ἐγώ. [I.17] — Ἐγένετο οὖν, [ὡς] ἔφη[ν], τῶν ἑπτὰ τούτων ἡ γένεσις τοιῷδε τρόπῳ. θηλυκὴ γὰρ ἦν ⟨ἡ γῆ⟩, καὶ ⟨τὸ⟩ ὕδωρ ὀχευτικόν· [τὸ δὲ ἐκ πυρὸς πέπειρον·] ἐκ δὲ αἰθέρος τὸ πνεῦμα ἔλαβο⟨ν⟩. [καὶ] ἐξήνεγκεν ἡ φύσις τὰ σώματα ⟨…⟩ πρὸς τὸ εἶδος τοῦ ἀνθρώπου· [I.17b] ὁ δὲ ἄνθρωπος ἐκ ζωῆς καὶ φωτὸς ἐγένετο εἰς ψυχὴν καὶ νοῦν, ἐκ μὲν ζωῆς ψυχήν, ἐκ δὲ φωτὸς νοῦν. [I.17c] καὶ ἔμεινεν οὕτω τὰ πάντα [τοῦ αἰσθητοῦ κόσμου] μέχρι περιόδου τέλους [ἄρχων γενῶν]. [I.18] ἄκουε λοιπὸν ὃν ποθεῖς λόγον ἀκοῦσαι. [I.18b] τῆς περιόδου πεπληρωμένης, ἐλύθη ὁ πάντων σύνδεσμος ἐκ βουλῆς θεοῦ· πάντα γὰρ τὰ ζῷα, ἀρρενοθήλεα ὄντα, διελύετο ἅμα τῷ ἀνθρώπῳ, καὶ ἐγένετο τὰ μὲν ἀρρενικὰ ἐν μέρει, τὰ δὲ θηλυκὰ ὁμοίως. ὁ δὲ θεὸς εὐθὺς εἶπεν ἁγίῳ λόγῳ· [I.18c] Αὐξάνεσθε ἐν αὐξήσει καὶ πληθύνεσθε ἐν πλήθει πάντα τὰ κτίσματα καὶ δημιουργήματα. καὶ ἀναγνωρισάτω ὁ ἔννους ⟨ἄνθρωπος⟩ ἑαυτὸν ὄντα ἀθάνατον, καὶ τὸν αἴτιον τοῦ θανάτου ἔρωτα [καὶ πάντα τὰ] ὄντα. ⟨ὁ δὲ ἀναγνωρίσας ἑαυτὸν εἰς τὸ ἀγαθὸν χωρεῖ.⟩ [I.19] τοῦτο εἰπόντος, ἡ πρόνοια διὰ τῆς εἱμαρμένης καὶ ἁρμονίας τὰς μίξεις ἐποιήσατο καὶ τὰς γενέσεις κατέστησε· καὶ ἐπληθύνθη κατὰ γένος τὰ πάντα. [I.19b] καὶ ὁ ἀναγνωρίσας ἑαυτὸν ἐλήλυθεν εἰς τὸ ⟨ὑ⟩περ[ι]ούσιον ἀγαθόν· ὁ δὲ ἀγαπήσας τὸ ἐκ πλάνης ἔρωτος σῶμα, οὗτος μένει ἐν τῷ σκότει πλανώμενος †αἰσθητῶς†, πάσχων τὰ τοῦ θανάτου. [I.20] — Τί τοσοῦτον ἁμαρτάνουσιν, ἔφην ἐγώ, οἱ ἀγνοοῦντες, ἵνα στερηθῶσι τῆς ἀθανασίας; [I.20b] — Ἔοικας, ὦ οὗτος, [τοῦ] μὴ πεφροντικέναι ὧν ἤκουσας. οὐκ ἔφην σοι νοεῖν; [I.20c] — Νοῶ καὶ μιμνήσκομαι, εὐχαριστῶ δὲ ἅμα. [I.20d] — Εἰ ἐνόησας, εἰπέ μοι, διὰ τί ἄξιοί εἰσι τοῦ θανάτου οἱ ἐν [τῷ θανάτῳ] ⟨ἀγνοίᾳ⟩ ὄντες; [I.20e] — Ὅτι προκατάρχεται τοῦ †οἰκείου† σώματος τὸ στυγνὸν σκότος, ἐξ οὗ ἡ ὑγρὰ φύσις, ἐξ ἧς τὸ σῶμα συνέστηκεν· ⟨…⟩ ἐν τῷ αἰσθητῷ κόσμῳ, ἐξ οὗ θάνατος ἀρ[δε]ύεται. [I.21] Ἐνόησας ὀρθῶς, ὦ οὗτος. κατὰ τί δὲ ὁ [νοήσας] ⟨ἀναγνωρίσας⟩ ἑαυτὸν εἰς ⟨τὸ⟩ ἀγαθὸν χωρεῖ, ὥ⟨σ⟩περ ἔχει ὁ τοῦ θεοῦ λόγος; [I.21b] — φημὶ ἐγώ· Ὅτι ἐκ φωτὸς καὶ ζωῆς συνέστηκεν ὁ πατὴρ τῶν ὅλων, ἐξ οὗ γέγονεν ὁ ἄνθρωπος. [I.21c] — Εὖ φῄς [λαλῶν ⟨ὅτι⟩ φῶς καὶ ζωή ἐστιν ὁ θεὸς καὶ πατήρ, ἐξ οὗ ἐγένετο ὁ ἄνθρωπος]. [I.21d] ἐὰν οὖν, μάθῃς ἑαυτὸν ἐκ ζωῆς καὶ φωτὸς ὤν, [τα καὶ] ὅτι ἐκ τούτων τυγχάνεις, εἰς ζωὴν ⟨καὶ φῶς⟩ πάλιν χωρήσεις. [I.21e] — ταῦτα ὁ Ποιμάνδρης εἶπεν. Ἀλλ’ ἔτι μοι εἰπέ, πῶς εἰς ζωὴν χωρήσω ⟨ἔφην⟩ ἐγώ· ἔφην ὦ νοῦς ἐμός φησὶ γὰρ ὁ θεὸς ὁ ἔννους ἄνθρωπος ἀναγνωρισάτω ἑαυτόν· [I.21f] οὐ πάντες γὰρ ἄνθρωποι νοῦν ἔχουσιν; — ἔφη[ν] ὁ νοῦς ἐμοί· [I.22] Εὐφήμ⟨ε⟩ι, ὦ οὗτος [λαλῶν]. παραγίνομαι ἐγὼ ὁ νοῦς τοῖς ὁσίοις καὶ ἀγαθοῖς καὶ καθαροῖς καὶ ἐλεήμοσι [τοῖς εὐσεβοῦσι], καὶ ἡ παρουσία μου γίνεται ⟨αὐτοῖς⟩ βοήθεια, καὶ εὐθὺς τὰ πάντα γνωρίζουσι, καὶ τὸν πατέρα ἱλάσκονται ἀγαπητικῶς, καὶ εὐχαριστοῦσιν εὐλογοῦντες καὶ ὑμνοῦντες, τετα[γ]μένοι πρὸς αὐτὸν τῇ στοργῇ. [I.22b] καὶ πρὸ τοῦ παραδοῦναι τὸ σῶμα ⟨τῷ⟩ ἰδίῳ θανάτῳ μυσάττονται τὰς αἰσθήσεις, εἰδότες αὐτῶν τὰ ἐνεργήματα. μᾶλλον δὲ οὐκ ἐάσω αὐτὸς ὁ νοῦς τὰ προσπίπτοντα ἐνεργήματα τοῦ σώματος ἐκτελεσθῆναι· πυλωρὸς ⟨γὰρ⟩ ὢν ἀποκλείσω τὰς εἰσόδους τῶν κακῶν καὶ αἰσχρῶν ἐνεργημάτων, τὰς ἐνθυμήσεις ἐκκόπτων. [I.23] τοῖς δὲ ἀνοήτοις καὶ κακοῖς καὶ πονηροῖς καὶ φθονεροῖς καὶ πλεονέκταις καὶ φονεῦσι καὶ ἀσεβέσι πόρρωθέν εἰμι, τῷ τιμωρῷ ἐκχωρήσας δαίμονι, ὅστις τὴν ὀξύτητα τοῦ πυρὸς προσβάλλων ⟨τὸν⟩, θράσσων αὐτὸν αἰσθητικῶς, καὶ μᾶλλον ἐπὶ τὰς ἀνομίας αὐτὸν ὁπλίζει, ἵνα τύχῃ μείζονος τιμωρίας. καὶ οὐ παύεται, ἐπ’ ὀρέξεις ἀπλέτους ⟨…⟩, τὴν ἐπιθυμίαν ἔχων ἀκόρεστον, σκοτομαχῶν [καὶ] τοῦτον βασανίζει καὶ ἐφ’ αὑτὸν ⟨τὸ⟩ πῦρ ἐπὶ πλεῖον αὐξάνει. [I.24] — Εὖ με πάντα, ὡς ἐβουλόμην, ἐδίδαξας, ὦ νοῦ[ς]. ἔτι δέ μοι εἰπὲ ⟨περὶ⟩ τῆς ἀνόδου τῆς γινομένης, [I.24b] — πρὸς ταῦτα ὁ Ποιμάνδρης εἶπε· Πρῶτον μὲν ἐν τῇ ἀναλύσει τοῦ σώματος τοῦ ὑλικοῦ παραδίδως[ιν] αὐτὸ τὸ σῶμα εἰς ἀλλοίωσιν, καὶ τὸ εἶδος ὃ εἶχες ἀφανὲς γίνεται. καὶ τὸ †ἦθος† τῷ †δαίμονι† ἀνενέργητον παραδίδως· καὶ αἱ αἰσθήσεις τοῦ σώματος εἰς τὰς ἑαυτῶν πηγὰς ἐπανέρχονται, μέρη ⟨τοῦ κόσμου⟩ γινόμεναι, καὶ πάλιν συνιστάμεναι εἰς [τὰς] ⟨ἑτέρας⟩ ἐνεργείας. [καὶ ὁ θυμὸς καὶ ἡ ἐπιθυμία εἰς τὴν ἄλογον φύσιν χωρεῖ.] [I.25] καὶ οὕτως ὁρμᾷ λοιπὸν ἄνω ⟨ὁ ἄνθρωπος⟩ διὰ τῆς ἁρμονίας. [I.25b] καὶ τῇ πρώτῃ ζώνῃ δίδωσι τὴν αὐξητικὴν ἐνέργειαν καὶ τὴν μειωτικήν, καὶ τῇ δευτέρᾳ τὴν μηχανὴν τῶν κακῶν δόλων [ἀνενέργητον], καὶ τῇ τρίτῃ τὴν ἐπιθυμητικὴν ἀπάτην [ἀνενέργητον], καὶ τῇ τετάρτῃ τὴν ἀρχοντικὴν ⟨ὑ⟩π⟨ε⟩ρηφανίαν [ἀπλεονέκτητον], καὶ τῇ πέμπτῃ τὸ θράσος τὸ ἀνόσιον καὶ τῆς τόλμης τὴν προπέτειαν, καὶ τῇ ἕκτῃ τὰς ἐφορμὰς τὰς κακὰς τοῦ πλούτου [ἀνενεργήτους], καὶ τῇ ἑβδόμῃ [ζώνῃ] τὸ ἐνεδρεῦον ψεῦδος. [I.26] καὶ τότε, γυμνωθεὶς ἀπὸ τῶν τῆς ἁρμονίας ἐνεργημάτων, γίνεται ἐπὶ τὴν ὀγδοαδικὴν φύσιν, τὴν ἰδίαν δύναμιν ἔχων, καὶ ὑμνεῖ σὺν τοῖς ⟨ἐκεῖ⟩ οὖσι τὸν πατέρα· [I.26b] συγχαίρουσι δὲ οἱ παρόντες τῇ τούτου παρουσίᾳ. καὶ ὁμοιωθεὶς τοῖς συνοῦσιν, ἀκούει καὶ τῶν δυνάμεων, ὑπὲρ τὴν ὀγδοαδικὴν φύσιν οὐσῶν, φωνῇ τινι ἰδίᾳ ὑμνουσῶν τὸν θεόν. [I.26c] καὶ τότε τάξει ἀνέρχονται πρὸς τὸν πατέρα· καὶ αὐτοὶ εἰς ⟨γὰρ τὰς⟩ δυνάμεις ἑαυτοὺς παραδιδόασι, καὶ δυνάμεις γινόμενοι, ἐν θεῷ γίνονται. τοῦτο ἔστι τὸ ἀγαθόν, ⟨τοῦτο τὸ⟩ τέλος τοῖς γνῶσιν ἐσχηκόσι [θεωθῆναι]. [I.26d] λοιπόν, τί μέλλεις; οὐχ ὡς πάντα παραλαβὼν καθοδηγὸς γίνῃ τοῖς ἀξίοις, ὅπως τὸ γένος τῆς ἀνθρωπότητος διὰ σοῦ ὑπὸ θεοῦ σωθῇ; [I.26e] — ταῦτα εἰπὼν ἐμοὶ ὁ Ποιμάνδρης ἐμίγη ταῖς δυνάμεσιν. [I.27] ἐγὼ δέ, εὐχαριστήσας καὶ εὐλογήσας τὸν πατέρα τῶν ὅλων, ἀνείθην ὑπ’ αὐτοῦ δυναμωθείς, καὶ διδαχθεὶς τοῦ παντὸς τὴν φύσιν, καὶ τὴν μεγίστην ⟨θεασάμενος⟩ θέαν. [I.27b] καὶ ἦργμαι κηρύσσειν τοῖς ἀνθρώποις τὸ τῆς εὐσεβείας καὶ γνώσεως κάλλος· [I.27c] Ὦ λαοί, ἄνδρες γηγενεῖς, οἱ μέθῃ καὶ ὕπνῳ ἑαυτοὺς ἐκδεδωκότες καὶ τῇ ἀγνωσίᾳ τοῦ θεοῦ, νήψατε, παύσασθε δὲ κραιπαλῶντες θελγόμενοι ὕπνῳ ἀλόγῳ. [I.28] οἱ δὲ ἀκούσαντες παρεγένοντο ὁμοθυμαδόν. [I.28b] ἐγὼ δέ φημι· Τί ἑαυτούς, ὦ ἄνδρες [γηγενεῖς], εἰς θάνατον ἐκδεδώκατε, ἔχοντες ἐξουσίαν τῆς ἀθανασίας μεταλαβεῖν; μετανοήσατε, οἱ συνοδεύσαντες τῇ πλάνῃ καὶ συγκοινωνήσαντες τῇ ἀγνοίᾳ· ἀπαλλάγητε τοῦ σκότ[ειν]ου⟨ς, ἅψασθε τοῦ⟩ φωτός· μεταλάβετε τῆς ἀθανασίας, καταλείψαντες τὴν φθοράν. [I.29] καὶ οἱ μὲν αὐτῶν καταφλυαρήσαντες ἀπέστησαν, τῇ τοῦ θανάτου ὁδῷ ἑαυτοὺς ἐκδεδωκότες· οἱ δὲ παρεκάλουν διδαχθῆναι, ἑαυτοὺς πρὸ ποδῶν μου ῥίψαντες· [I.29b] ἐγὼ δέ, ἀναστήσας αὐτούς, καθοδηγὸς ἐγενόμην τοῦ γένους, τοὺς λόγους διδάσκων, πῶς καὶ τίνι τρόπῳ σωθήσονται. καὶ ἔσπειρα ⟨ἐν⟩ αὐτοῖς τοὺς τῆς σοφίας λόγους, καὶ ἐτράφη[σαν] ⟨τὸ σπαρὲν⟩ ἐκ τοῦ ἀμβροσίου ὕδατος. [I.29c] ὀψίας δὲ γενομένης, καὶ τῆς τοῦ ἡλίου αὐγῆς ἀρχομένης δύεσθαι, ὅλοις ἐκέλευσα αὐτοῖς εὐχαριστεῖν τῷ θεῷ. καὶ ἀναπληρώσαντες τὴν εὐχαριστίαν ἕκαστος ἐτράπη εἰς τὴν ἰδίαν κοίτην. [I.30] ἐγὼ δὲ τὴν εὐεργεσίαν τοῦ Ποιμάνδρου ἀνεγραψάμην εἰς ἐμαυτόν, καὶ πληρωθεὶς ὧν ἤθελον ἐξηυφράνθην. ἐγένετο γὰρ ὁ τοῦ σώματος ὕπνος τῆς ψυχῆς νῆψις, καὶ ἡ κάμμυσις τῶν ὀφθαλμῶν ἀληθινὴ ὅρασις, καὶ ἡ σιωπή μου ἐγκύμων τοῦ ἀγαθοῦ, καὶ ἡ τοῦ λόγου ἀφορ⟨ί⟩α γέννημα[τα] †ἀγαθῶν†. [I.30b] τοῦτο δὲ συνέβη μοι λαβόντι ἀπὸ [τοῦ νοός μου] τουτέστι τοῦ Ποιμάνδρου, τοῦ τῆς αὐθεντίας ⟨νοός, τὸν...⟩ λόγον, ⟨ὅθεν⟩ θεόπνους γενόμενος ⟨…⟩ τῆς ἀληθείας ἦλθον. διὸ δίδωμι ἐκ ψυχῆς καὶ ἰσχύος ὅλης εὐλογίαν τῷ πατρὶ θεῷ. [I.31] Ἅγιος ὁ θεὸς καὶ πατὴρ τῶν ὅλων, (ὁ πρὸ) ἀρχῆ(ς ὤν)· [I.31b] ἅγιος ὁ θεός, οὗ ἡ βουλὴ τελεῖται ἀπὸ τῶν †ἰδίων† δυνάμεων· [I.31c] ἅγιος ὁ θεός, ὃς γνωσθῆναι βούλεται, καὶ γινώσκεται τοῖς ἰδίοις. [I.31d] ἅγιος εἶ, ὁ λόγῳ συστησάμενος τὰ ὄντα· [I.31e] ἅγιος εἶ, ὃν ἡ φύσις οὐκ ἠμαύρωσεν· [I.31f] ἅγιος εἶ, οὗ πᾶσα φύσις εἰκὼν ἔφυ. [I.31g] ἅγιος εἶ, ὁ πάσης δυναστείας ἰσχυρότερος· [I.31h] ἅγιος εἶ, ὁ πάσης ὑπεροχῆς μείζων· [I.31i] ἅγιος εἶ, ὁ κρείττων ⟨πάν⟩των ἐπαίνων. [I.31j] δέξαι λογικὰς θυσίας ἁγνὰς ἀπὸ ψυχῆς καὶ καρδίας πρὸς σὲ ἀνατεταμένης, ἀνεκλάλητε, ἄρρητε, σιωπῇ φωνούμενε. [I.32] αἰτουμένῳ τὸ μὴ σφαλῆναι τῆς γνώσεως τῆς κατ’ οὐσίαν ἡμῶν ἐπίνευσόν μοι· καὶ ἐνδυνάμωσόν με, ⟨ἵνα⟩ [καὶ] τῆς χάριτος ταύτης ⟨τυχὼν⟩ φωτίσω τοὺς ἐν ἀγνοίᾳ τοῦ γένους μου, ἀδελφοὺς ⟨ἐμούς⟩, υἱοὺς δὲ σοῦ. [I.32b] ⟨…⟩ διὸ πιστεύω καὶ μαρτυρῶ ⟨ὅτι⟩ εἰς ζωὴν καὶ φῶς χωρῶ. εὐλογητὸς εἶ, πάτερ· ὁ σὸς ἄνθρωπος συναγιάζειν σοι βούλεται, καθὼς παρέδωκας αὐτῷ τὴν πᾶσαν ἐξουσίαν. — ## Πρὸς Ἀσκληπιόν [II.1] Πᾶν τὸ κινούμενον, ὦ Ἀσκληπιέ, οὐκ ἔν τινι κινεῖται, καὶ ὑπό τινος; [II.1b] — Μάλιστα. [II.1c] — Οὐκ ἀνάγκη δὲ μεῖζον εἶναι ⟨τὸ⟩ ἐν ᾧ κινεῖται ⟨ἡ⟩ τὸ κινούμενον; [II.1d] — Ἀνάγκη. [II.1e] — [Ἰσχυρότερον ἄρα τὸ κινοῦν τοῦ κινουμένου. [II.1f] — Ἰσχυρότερον γάρ. [II.1g] — ] Ἐναντίαν δὲ ἔχειν φύσιν ἀνάγκη τὸ ἐν ᾧ κινεῖται τῇ τοῦ κινουμένου. [II.1h] — Καὶ πάνυ. [II.2] — Μέγας οὖν οὗτος ⟨ὁ⟩ κόσμος, οὗ μεῖζον οὐκ ἔστι σῶμα; Ὡμολόγηται. [II.2b] — Καὶ στιβαρός· πεπλήρωται γὰρ ἄλλων σωμάτων μεγάλων πολλῶν, μᾶλλον δὲ πάντων ὅσα ἔστι σωμάτων. [II.2c] — Οὕτως ἔχει. [II.2d] — Σῶμα δὲ ὁ κόσμος; Σῶμα. Καὶ κινούμενον; [II.2e] — Μάλιστα. [II.3] — Πηλίκον οὖν δεῖ τὸν τόπον εἶναι ἐν ᾧ κινεῖται, καὶ ποταπὸν τὴν φύσιν; οὐ πολὺ μείζονα, ἵνα δυνηθῇ δέξασθαι τῆς φορᾶς τὴν συνέχειαν, καὶ μὴ θλιβόμενον τὸ κινούμενον ὑπὸ τῆς στενότητος ἐπίσχῃ τὴν κίνησιν; [II.3b] — Παμμέγεθές τι χρῆμα, ὦ Τρισμέγιστε. [II.4] — Ποταπῆς δὲ φύσεως; ⟨οὐ⟩ τῆς ἐναντίας ἄρα, ὦ Ἀσκληπιέ; σώματι δὲ ἐναντία φύσις τὸ ἀσώματον. Ὡμολόγηται. [II.4b] Ἀσώματος οὖν ὁ τόπος. τὸ δὲ ἀσώματον ἢ θεῖόν ἐστιν ἢ ὁ θεός. τὸ δὲ θεῖον λέγω νῦν οὐ τὸ γεννητόν, ἀλλὰ τὸ ἀγέννητον. [II.4c] ἐὰν μὲν οὖν ᾖ θεῖον, οὐσιῶδές ἐστιν· ἐὰν δὲ ᾖ ⟨ὁ⟩ θεός, καὶ ἀνουσίαστον γίνεται ⟨…⟩. [II.5] ἄλλως δὲ νοητὸς ὁ τόπος· νοητὸς γὰρ πρώτως ὁ θεός ἐστιν ⟨ἑαυτῷ, ὁ δὲ τόπος⟩ ἡμῖν, οὐχ ἑαυτῷ. τὸ γὰρ νοητὸν τῷ νοοῦντι ⟨νοητόν ἐστιν⟩· [αἰσθήσει ὑποπίπτει ὁ θεός] οὐκοῦν οὐχ ἑαυτῷ νοητός ⟨ὁ τόπος⟩, — οὐ γὰρ [ἄλλο τι ὢν τοῦ νοουμένου] ὑφ’ ἑαυτοῦ νοεῖται, — ἡμῖν δέ. [II.6] ἄλλο τί ἐστι [διὰ τοῦτο ἡμῖν νοεῖται] εἰ δὲ νοητὸς ὁ τόπος οὐχ ⟨ὡς⟩ ὡς ἐνέργεια χωρητική, ⟨τοῦ θεοῦ ὁ τόπος⟩. [II.6b] πᾶν δὲ τὸ κινούμενον οὐκ ἐν κινουμένῳ κινεῖται, ἀλλ’ ἐν ἑστῶτι. καὶ τὸ κινοῦν δὲ ἕστηκεν· ἀδύνατον γὰρ αὐτὸ συγκινεῖσθαι. [II.6c] — Πῶς οὖν, ὦ Τρισμέγιστε, τὰ ἐνθάδε ⟨κινοῦντα⟩ συγκινεῖται τοῖς κινουμένοις; τὰς γὰρ σφαίρας ἔφης τὰς πλανωμένας κινεῖσθαι ὑπὸ τῆς ἀπλανοῦς σφαίρας. [II.6d] — Οὐκ ἔστιν αὕτη, ὦ Ἀσκληπιέ, συγκίνησις, ἀλλ’ ἀντικίνησις· οὐ γὰρ ὁμοίως κινοῦνται, ἀλλ’ ἐναντίως ἀλλήλαις. ἡ δὲ ἐναντίωσις τὴν ἀντέρεισιν τῆς κινήσεως ἔχει ἑστῶσαν· ἡ γὰρ ἀντιτυπία στάσις φορᾶς. [II.7] αἱ οὖν πλανώμεναι σφαῖραι, ἐναντίως κινούμεναι τῇ ἀπλανεῖ, †ὑπ’ ἀλλήλων τῇ ἐναντίᾳ ὑπαντήσει περὶ τὴν ἐναντιότητα αὐτὴν ὑπὸ τῆς ἑστώσης κινοῦνται.† καὶ ἄλλως ἔχειν ἀδύνατον. [II.7b] τὰς γὰρ ἄρκτους ταύτας, ἃς ὁρᾷς μήτε δυνούσας μήτε ἀνατελλούσας, [περὶ δὲ τὸ αὐτὸ στρεφομένας,] οἴει κινεῖσθαι ἢ ἑστάναι; [II.7c] — Κινεῖσθαι, ὦ Τρισμέγιστε. [II.7d] — Κίνησιν ποίαν, ὦ Ἀσκληπιέ; [II.7e] — Τὴν περὶ τὸ αὐτὸ στρεφομένην. [II.7f] Ἡ δὲ περιφορὰ ἡ περὶ τὸ αὐτὸ κίνησίς ἐστιν ὑπὸ στάσεως κατεχομένη· [II.7g] τὸ γὰρ περὶ ⟨τὸ⟩ αὐτὸ κωλύει τὸ ὑπὲρ αὐτό, κωλυόμενον δὲ τὸ ὑπὲρ αὐτὸ †εἰ ἔστη† εἰς τὸ περὶ ⟨τὸ⟩ αὐτό. οὕτω καὶ ἡ ἐναντία φορὰ ἕστηκεν ἑδραία, ὑπὸ τῆς ἐναντιότητος στηριζομένη. [II.8] παράδειγμα δέ σοι τοῖς ὀφθαλμοῖς ἐμπῖπτον φράσω, τὰ ἐπίγεια ζῷα. οἷον τὸν ἄνθρωπον [[λέγω θεώρει νηχόμενον· φερομένου γὰρ τοῦ ὕδατος ἡ ἀντιτυπία τῶν ποδῶν καὶ τῶν χειρῶν στάσις γίνεται τῷ ἀνθρώπῳ τοῦ μὴ συγκατενεχθῆναι τῷ ὕδατι. [II.8b] — Σαφὲς τὸ παράδειγμα, ὦ Τρισμέγιστε. πᾶσα οὖν κίνησις ἐν στάσει καὶ ὑπὸ στάσεως κινεῖται. [II.8c] ⟨…⟩ ἡ οὖν κίνησις τοῦ κόσμου, καὶ παντὸς δὲ ζῴου ὑλικοῦ, οὐχ ὑπὸ τῶν κατεκτὸς τοῦ σώματος συμβαίνει γίνεσθαι, ἀλλ’ ὑπὸ τῶν ἐντὸς εἰς τὸ κατεκτός, ἤτοι ψυχῆς [ἢ πνεύματος] ἢ ἄλλου τινὸς ἀσωμάτου. [II.8d] σῶμα γὰρ ἔμψυχον οὐ⟨χ ὑπὸ σώματος⟩ κινεῖ⟨ται⟩· ἀλλ’ οὐδὲ τὸ σύνολον σῶμα, κἂν ᾖ ἄψυχον. [II.9] — Πῶς τοῦτο λέγεις, ὦ Τρισμέγιστε; τὰ οὖν ξύλα καὶ τοὺς λίθους καὶ τὰ ἄλλα πάντα ἄψυχα οὐ σώματά ἐστι τὰ κινοῦντα; [II.9b] — Οὐδαμῶς, ὦ Ἀσκληπιέ· τὸ γὰρ ἔνδον τοῦ σώματος, τὸ κινοῦν τὸ ἄψυχον, οὐ σῶμά ⟨ἐστιν⟩. ἐκεῖνό ἐστι τὸ ἀμφότερα κινοῦν, καὶ τὸ τοῦ βαστάζοντος ⟨σῶμα⟩ καὶ τὸ τοῦ βασταζομένου· [διόπερ] ⟨τὸ⟩ ἄψυχον ⟨αὐ⟩τὸ καθ’ ⟨αὑτὸ⟩ οὐδὲν ἐπεὶ κινεῖ. [II.9c] ὁρᾷς γοῦν καταβαρυνομένην τὴν ψυχήν, ὅταν μόνη δύο σώματα φέρῃ. ⟨ὥστε⟩ καὶ [ὅτι μὲν] ἐν τίνι κινεῖται τὰ κινούμενα, καὶ ὑπὸ τίνος, δῆλον. [II.10] Ἐν κενῷ δὲ ⟨οὐ⟩ δεῖ κινεῖσθαι τὰ κινούμενα, ὦ Τρισμέγιστε; [II.10b] — εὐφήμ⟨ει⟩, ὦ Ἀσκληπιέ. οὐδὲ ἓν τῶν ὄντων ἐστὶ κενόν· μόνον δὲ τὸ μὴ ὂν κενόν ἐστι. τῷ τῆς ὑπάρξεως λόγῳ τὸ δὲ ὂν οὐκ ἂν ἠδύνατο εἶναι ὄν, εἰ μὴ μεστὸν τῆς ὑπάρξεως ἦν. [II.10c] τὸ γὰρ ὑπάρχον [[κενὸν οὐδέποτε γενέσθαι δύναται. Οὐκ ἔστιν οὖν κενά τινα, ὦ Τρισμέγιστε, τοιαῦτα, οἷον κάδος κενὸς καὶ κέραμος καὶ †ποταμὸς ὅλος† καὶ ληνὸς καὶ τὰ ἄλλα πάντα τὰ παραπλήσια; [II.10d] — Φεῦ τῆς πολλῆς πλάνης, ὦ Ἀσκληπιέ. τὰ μᾶλλον πληρέστατα καὶ μεστότατα ὄντα, ταῦτα κενὰ ἡγῇ εἶναι; [II.11] — Πῶς λέγεις, ὦ Τρισμέγιστε; [II.11b] — Οὐ σῶμά ἐστιν ὁ ἀήρ; [II.11c] — Σῶμα. [II.11d] — Τοῦτο δὲ τὸ σῶμα οὐ διὰ πάντων διήκει τῶν ὄντων, καὶ πάντα διῆκον πληροῖ; σῶμα δὲ οὐκ ἐκ τῶν τεσσάρων σωμάτων κεκραμένον συνέστηκε; μεστὰ οὖν πάντα ἐστίν, ἃ σὺ φῂς κενά, τοῦ ἀέρος, εἰ δὲ τοῦ ἀέρος, καὶ τῶν τεσσάρων σωμάτων· [II.11e] καὶ συμβαίνει ὁ ἐναντίος λόγος ἐκφαίνεσθαι, ὅτι ἃ σὺ φῂς μεστά, ταῦτα πάντα κενά ἐστι τοῦ ἀέρος, ἐκείνων ὑπ’ ἄλλων σωμάτων στενοχωρουμένων, καὶ μὴ ἐχόντων τόπον δέξασθαι τὸν ἀέρα. ταῦτα οὖν, ἃ σὺ φῂς εἶναι κενά, κοῖλα δεῖ ὀνομάζειν, οὐ κενά· ὑπάρξεως γὰρ μεστά ἐστιν [ἀέρος καὶ πνεύματος]. [II.12] — Ἀναντίρρητος ὁ λόγος, ὦ Τρισμέγιστε. — Τὸν οὖν τόπον τὸν ἐν ᾧ τὸ πᾶν κινεῖται τί εἴπομεν; ἀσώματον, ὦ Ἀσκληπιέ. [II.12b] — Τὸ οὖν ἀσώματον ⟨τοῦτο⟩ τί ἐστι; Νοῦς ὅλος ἐξ ὅλου ἑαυτὸν ἐμπεριέχων, ἐλεύθερος σωματικῆς [α]πλάνης, ἀπαθής, ἀναφής, αὐτὸς ἐν ἑαυτῷ ἑστώς, [[συγ]χωρητικὸς πάντων καὶ σωτήριος τῶν ὄντων, ⟨τὸ⟩ ⟨φῶς⟩. —; —, οὗ ὥσπερ ἀκτῖνές εἰσι⟨ν⟩ τὸ ἀγαθὸν ⟨ὅ τε νοῦς καὶ⟩ ἡ ἀλήθεια. τὸ ἀρχέτυπον φῶς [τὸ ἀρχέτυπον] τῆς ψυχῆς [II.13] Ὁ οὖν θεὸς τί ἐστιν; [II.13b] — Ὁ μηδέ⟨τερ⟩ον τούτων ὑπάρχων, ὢν δὲ καὶ τοῦ εἶναι τούτοις αἴτιος, καὶ πᾶσι καὶ ἑνὶ ἑκάστῳ τῶν ὄντων πάντων· οὐδὲ γὰρ οὐδὲν ὑπέλιπε, πλὴν τὸ μὴ ὄν. πάντα δέ ἐστι τὰ ⟨γινόμενα⟩ ἐκ τῶν ὄντων γινόμενα, οὐκ[ι μὴ] ἐκ τῶν μὴ ὄντων· τὰ γὰρ μὴ ὄντα οὐ φύσιν ἔχει τοῦ δύνασθαι γενέσθαι ⟨τι⟩, ἀλλὰ τοῦ μὴ δύνασθαί τι [τὸ] γενέσθαι· καὶ πάλιν τὰ ὄντα οὐ φύσιν ἔχει [τοῦ μηδέποτ’ εἶναι] τί οὖν φῂς τοῦ μὴ εἶναί ποτε. [II.14] ὁ οὖν θεὸς οὐ νοῦς ἐστιν, αἴτιος δὲ τοῦ ⟨νοῦν⟩ εἶναι. [οὐδὲ πνεῦμα, αἴτιος δὲ τοῦ εἶναι πνεῦμα,] [οὐδὲ φῶς, αἴτιος δὲ τοῦ φῶς εἶναι.] ὅθεν τὸν θεὸν δυσὶ ταύταις ταῖς προσηγορίαις σέβεσθαι δεῖ, ταῖς μόνῳ αὐτῷ προσῳκειωμέναις καὶ ἄλλῳ οὐδενί. [II.14b] οὔτε γὰρ τῶν ἄλλων λεγομένων θεῶν οὔτε ἀνθρώπων οὔτε δαιμόνων τις δύναται κἂν καθ’ ὁποσονοῦν ἀγαθὸς εἶναι, ἢ μόνος ὁ θεός· καὶ τοῦτό ἐστι μόνον, καὶ οὐδὲν ἄλλο· τὰ δὲ ἄλλα πάντα ⟨ἀ⟩χώρητά ἐστι τῆς τοῦ ἀγαθοῦ φύσεως. σῶμα γάρ ἐστι καὶ ψυχὴ τόπον οὐκ ἔχοντα χωρῆσαι δυνάμενον τὸ ἀγαθόν· [II.15] τοσοῦτον γάρ ἐστι τοῦ ἀγαθοῦ τὸ μέγεθος, ὅσον ἐστὶν ⟨ἡ⟩ ὕπαρξις πάντων τῶν ὄντων, καὶ σωμάτων καὶ ἀσωμάτων, καὶ αἰσθητῶν καὶ νοητῶν. τοῦτο ἔστι ὁ θεός. μὴ οὖν εἴπῃς ἄλλο τι ἀγαθὸν ⟨ἢ μόνον τὸν θεόν⟩, ἐπεὶ ἀσεβ⟨ήσ⟩εις· ἢ ἄλλο τί ποτε τὸν θεὸν ἢ μόνον τὸ ἀγαθόν, ἐπεὶ πάλιν ἀσεβ⟨ήσ⟩εις. [II.16] λόγῳ μὲν οὖν ὑπὸ πάντων λέγεται τὸ ἀγαθόν, οὐ νοεῖται δὲ τί ποτέ ἐστιν ὑπὸ πάντων· διὰ τοῦτο οὐδὲ ⟨ὁ⟩ θεὸς νοεῖται ὑπὸ πάντων· ἀλλ’ ἀγνοίᾳ καὶ τοὺς θεοὺς καί τινας τῶν ἀνθρώπων ἀγαθοὺς ὀνομάζουσι, μηδέποτε δυναμένους μήτε εἶναι μήτε γενέσθαι ἄν. ἀλλοτριώτατον γάρ ἐστι ⟨τούτων τὸ ἀγαθόν⟩, τοῦ θεοῦ καὶ ἀχώριστον, ὡς αὐτὸς ὁ θεὸς ὄν. [II.16b] θεοὶ μὲν οὖν οἱ ἄλλοι πάντες [ἀθάνατοι] ⟨ἁγαθοὶ λέγονται⟩, τετιμημένοι τῇ τοῦ θεοῦ προσηγορίᾳ· ὁ δὲ θεὸς τὸ ἀγαθὸν ⟨λέγεται⟩ οὐ κατὰ τιμήν, ἀλλὰ κατὰ φύσιν· μία γὰρ ἡ φύσις τοῦ θεοῦ ⟨τῇ⟩ το⟨ῦ⟩ ἀγαθοῦ [καὶ ἓν γένος ἀμφοτέρων, ἐξ οὗ τὰ γένη πάντα]. [II.16c] [ὁ γὰρ ⟨θεὸς⟩ ἀγαθός ἐστι⟨ν⟩, ⟨ὡς⟩ ἅπαντά ἐστι διδοὺς καὶ μηδὲν λαμβάνων.] [ὁ οὖν θεὸς πάντα δίδωσι καὶ οὐδὲν λαμβάνει.] ὁ οὖν θεὸς ⟨τὸ⟩ ἀγαθόν, καὶ τὸ ἀγαθὸν ὁ θεός. [II.17] ἡ δὲ ἑτέρα προσηγορία ἐστὶν ἡ τοῦ πατρὸς πάλιν, διὰ τὸ ποιητικὸν πάντων· [II.17b] πατρὸς γὰρ τὸ ποιεῖν. διὸ καὶ μεγίστη ⟨τῶν⟩ ἐν τῷ βίῳ σπουδὴ καὶ εὐσεβεστάτη τοῖς εὖ φρονοῦσίν ἐστιν ἡ παιδοποιία· καὶ μέγιστον ἀτύχημα καὶ ἀσέβημά ἐστιν ἄτεκνόν τινα ἐξ ἀνθρώπων ἀπαλλαγῆναι· καὶ δίκην οὗτος δίδωσι μετὰ θάνατον τοῖς δαίμοσιν. [II.17c] ἡ δὲ τιμωρία ἐστὶν ἥδε, τὴν τοῦ ἀτέκνου ψυχὴν εἰς σῶμα καταδικασθῆναι μήτε ἀνδρὸς μήτε γυναικὸς φύσιν ἔχον. ὅπερ ἐστὶ κατηραμένον ὑπὸ τοῦ ἡλίου. [II.17d] τοιγαροῦν, ὦ Ἀσκληπιέ, μηδενὶ ὄντι ἀτέκνῳ συνησθῇς, τοὐναντίον δὲ ἐλέησον τὴν συμφοράν, ἐπιστάμενος οἵα αὐτὸν μένει τιμωρία. [II.17e] τοσαῦτά σοι καὶ τοιαῦτα λελέχθω, ὦ Ἀσκληπιέ, προγνωσία τις τῆς πάντων φύσεως. ## Ἱερὸς λόγος [III.1] Ἀρχὴ τῶν ὄντων ὁ θεός, καὶ νοῦ[ς] καὶ φύσεως καὶ ὕλη⟨ς⟩, σοφία⟨ς⟩ εἰς δεῖξιν ⟨ποιήσας πάντ⟩α, πάντων ὢν ἀρχή· το⟨ῦ⟩ θε[ι]οῦ καὶ ἡ φύσις [καὶ] ἐνέργεια, κατ’ ἀνάγκη⟨ν⟩ καὶ τέλος καὶ ἀνανέωσιν ⟨ἐνεργοῦσα⟩. [III.1b] ἦν γὰρ σκότος ἄπειρον ἐν ἀβύσσῳ, καὶ ὕδωρ, καὶ πνεῦμα λεπτὸν νοερόν, δυνάμει θείᾳ ⟨....⟩ον τὰ ἐν χάει. [III.1c] ἀνείθη δὴ φῶς ἅγιον· καὶ ἐπάγη ὑπ’ ἄμμῳ ἐξ ὑγρᾶς οὐσίας ⟨καὶ ἐγένετο τὰ⟩ στοιχεῖα [καὶ θεοὶ πάντες]. καταδιαιροῦσι φύσεως ἐνσπόρου [III.2] [[ἀδιορίστων δὲ ὄντων ἁπάντων καὶ ἀκατασκευάστων] ἀπεχωρίσθη τὰ ἐλαφρὰ εἰς ὕψος, ἀνακρεμασθέντος ⟨τοῦ πυρὸς τῷ⟩ πνεύματι ὀχεῖσθαι· καὶ τὰ βαρέα ⟨κατηνέχθη, καὶ⟩ ἐθεμελιώθη ὑφ’ ὑγρᾷ ⟨οὐσίᾳ⟩ ἄμμος, [πυρὶ] τῶν ὅλων διορισθέντων [καὶ] ἀνακρεμασθέντων πνεύματι ὀχεῖσθαι. [III.2b] καὶ ὤφθη ὁ οὐρανὸς ἐν κύκλοις ἑπτά, καὶ θεοὶ [ταῖς] ἐν ἄστρων ἰδέαις ὀπτανόμενοι σὺν τοῖς αὐτῶν σημείοις ἅπασι· καὶ διηρθρώθη σὺν τοῖς ἐν αὐτῇ θεοῖς καὶ περιε⟨ι⟩λίχθη τὸ [περικύκλιον] α⟨ἰθ⟩έρι⟨ον⟩ κυκλίῳ δρομήματι, πνεύματι θείῳ ὀχούμενον. [III.3] ἀνῆκε δὲ ἕκαστος θεὸς διὰ τῆς ἰδίας δυνάμεως τὸ προσταχθὲν αὐτῷ· καὶ ἐγένετο θηρία τετράποδα καὶ ἑρπετὰ καὶ ἔνυδρα καὶ πτηνά, [καὶ πᾶσα σπορὰ ἔνσπορος] καὶ χόρτος καὶ ἄνθους παντὸς χλόη, κατὰ διαίρεσι⟨ν⟩ φύσεων ἔνσπορα, τὸ σπέρμα τῆς παλιγγενεσίας ἐν ἑαυτοῖς [ε]σπερμογονοῦντα[ς]. [III.3b] ⟨…⟩ τε γενέσεις τῶν ἀνθρώπων, [εἰς ἔργων θείων γνῶσιν, καὶ φύσεως ἐνεργούσης μαρτυρίαν, [καὶ πλῆθος ἀνθρώπων] καὶ πάντων τῶν ὑπ’ οὐρανὸν δεσποτείαν, καὶ ἀγαθῶν ἐπίγνωσιν] εἰς τὸ αὐξάνεσθαι ἐν αὐξήσει καὶ πληθύνεσθαι ἐν πλήθει. καὶ πᾶσαν ἐνσαρκ⟨ο⟩ῖ ψυχὴν διὰ δρομήματος θεῶν ἐγκυκλίων, παρασκευάσας εἰς κατοπτ⟨ε⟩ίαν οὐρανοῦ [καὶ δρομήματος οὐρανίων θεῶν], καὶ [ἔργων θείων] καὶ φύσεως ἐνεργείας, εἴς τε σημείω⟨σιν⟩ ἀγαθῶν εἰς γνῶσιν θείας δυνάμεως, μοίρας †ὀχλουμένης† γνῶναι ἀγαθῶν καὶ φαύλων, καὶ πᾶσαν [ἀγαθῶν] δαιδαλουργίαν εὑρεῖν. [III.4] ⟨ὑπ⟩άρχε⟨ι⟩ τε αὐτοῖς βιῶσαί τε καὶ ἀφ⟨αν⟩ισθῆναι πρὸς μοῖραν δρομήματος ⟨ἐγ⟩κυκλίων θεῶν, καὶ ἀναλυθῆναι εἰς †ο† ⟨.... [III.4b] καὶ οἱ μὲν ὀνομαστοὶ⟩ ἔσονται, μεγάλα ἀπομνημονεύματα τεχνουργημάτων ἐπὶ τῆς γῆς καταλιπόντες· ⟨τῶν δὲ πολλ⟩ῶν ⟨τὰ⟩ ὀνόματα ⟨ὁ⟩ χρόνος ἀμαυρώσει. [III.4c] καὶ πᾶσαν γένεσιν ἐμψύχου σαρκὸς καὶ καρποῦ σπορᾶς [καὶ πάσας τεχνουργίας] ⟨διαδέξεται φθορά⟩· τὰ ⟨δὲ⟩ ἐλαττούμενα ἀνανεωθήσεται [ἀνάγκῃ] [καὶ ἀνανεώσει] θεῶν [καὶ φύσεως] ⟨ἐγ⟩κυκλίων ἐναριθμίῳ δρομήματι. [III.4d] το⟨ῦ⟩ γὰρ θε[ι]οῦ ⟨ἐκκρέμαται⟩ ἡ πᾶσα κοσμικὴ σύγκρασις, φύσει ἀνανεουμένη· ἐν γὰρ τῷ θε[ι]ῷ καὶ ἡ φύσις καθέστηκεν. ## Ὁ κρατὴρ ἢ μονάς [IV.1] ἐπειδὴ τὸν πάντα κόσμον ἐποίησεν ὁ δημιουργὸς [οὐ χερσὶν ἀλλὰ λόγῳ] ὥστε οὕτως ὑπολάμβανε, ὡς τοῦ παρόντος καὶ ἀεὶ ὄντος καὶ πάντα ποιήσαντος καὶ ἑνὸς μόνου, τῇ δὲ αὐτοῦ θελήσει δημιουργήσαντος τὰ ὄντα. [IV.1b] ⟨…⟩ τ⟨οι⟩οῦτο γάρ ἐστι τὸ ⟨ἀ⟩σώμα⟨τον⟩ ἐκείνου, οὐχ ἁπτόν, οὐδὲ ὁρατόν, οὐδὲ μετρητόν, οὐδὲ διαστατόν, οὐδὲ ἄλλῳ τινὶ ὅμοιον. [IV.2] οὔτε γὰρ πῦρ ἐστιν, οὔτε ὕδωρ, οὔτε ἀήρ, οὔτε πνεῦμα· ἀλλὰ πάντα ⟨ταῦ⟩τα ὑπ’ αὐτοῦ ⟨γέγονεν⟩ ἀγαθὸς γὰρ ὤν, † μόνῳ ἑαυτῷ τοῦτο ἀναθεῖναι†. ἐπεὶ δὲ τὸν πάντα κόσμον ἐποίησεν ὁ δημιουργός, ἠθέλησε καὶ τὴν γῆν κοσμῆσαι· [IV.2b] κόσμον δὲ θείου σώματος κατέπεμψε τὸν ἄνθρωπον, ⟨εἰκόνα⟩ ζῴου ἀθανάτου ζῷον θνητόν. καὶ ὁ μὲν κόσμος τῶν ζῴων ἐπλεονέκτει τοῦ ζῴου καὶ τοῦ κόσμου τὸν λόγον καὶ τὸν νοῦν. ⟨…⟩ θεατὴς γὰρ ἐγένετο τῶν ἔργων τοῦ θεοῦ ὁ ἄνθρωπος· καὶ ⟨ἐπὶ τοῦτο, τὸ τὸν κόσμον⟩ [ε]θαυμάσαι, καὶ [ε]γνωρίσαι τὸν ποιήσαντα. [IV.3] τὸν μὲν οὖν λόγον, ὦ Τάτ, [ἐν] πᾶσι τοῖς ἀνθρώποις ἐμέρισε, τὸν δὲ νοῦν οὐκέτι, οὐ φθονῶν τισιν· ὁ γὰρ φθόνος οὐκ οὐραν⟨ό⟩θεν ἄρχεται, κάτω δὲ συνίσταται ταῖς τῶν νοῦν μὴ ἐχόντων ἀνθρώπων ψυχαῖς. [IV.3b] — Διὰ τί οὖν, ὦ πάτερ, οὐ πᾶσιν ἐμέρισε τὸν νοῦν ὁ θεός; [IV.3c] — Ἠθέλησεν, ὦ τέκνον, τοῦτον ἐν μέσῳ ταῖς ψυχαῖς ὥσπερ ἆθλον ἱδρῦσθαι. [IV.4] — Καὶ ποῦ αὐτὸν ἱδρύσατο; [IV.4b] — Κρατῆρα μέγαν πληρώσας τούτου κατέπεμψε, δοὺς κήρυκα, καὶ ἐκέλευσεν αὐτῷ κηρύξαι ταῖς τῶν ἀνθρώπων καρδίαις τάδε· [IV.4c] Βάπτισον σεαυτὴν ἡ δυναμένη εἰς τοῦτον τὸν κρατῆρα, ⟨καὶ⟩ [ἡ] πιστεύουσα ὅτι ἀνελεύσῃ πρὸς τὸν καταπέμψαντα τὸν κρατῆρα [ἡ] γνωρίζουσα ἐπὶ τί γέγονας. [IV.4d] ὅσοι μὲν οὖν συνῆκαν τοῦ κηρύγματος, καὶ ἐβαπτίσαντο τοῦ νοός, οὗτοι μετέσχον τῆς γνώσεως, καὶ τέλειοι ἐγένοντο ἄνθρωποι, τὸν νοῦν δεξάμενοι· [IV.4e] ὅσοι δὲ ἥμαρτον τοῦ κηρύγματος, οὗτοι ⟨τὸν⟩ μὲν οἱ λόγ[ικ]ον ⟨ἔχοντες⟩, τὸν ⟨δὲ⟩ νοῦν μὴ προσειληφότες. [IV.5] ⟨καὶ οὗτοι μέν⟩, ἀγνοοῦντες ἐπὶ τί γεγόνασι καὶ ὑπὸ τίνος, [αἱ δὲ αἰσθήσεις τούτων ταῖς τῶν ἀλόγων ζῴων παραπλήσιαι] [καὶ ἐν θυμῷ καὶ ἐν] ὀργῇ [τὴν] ⟨καὶ ἀ⟩κρασίᾳ ⟨συν⟩έχονται, [οὐ] θαυμάζοντες οὐ τὰ θέας ἄξια, ταῖς [δὲ] τῶν σωμάτων ἡδοναῖς καὶ ὀρέξεσι προσέχοντες, καὶ διὰ ταῦτα τὸν ἄνθρωπον γεγονέναι πιστεύοντες. [IV.5b] ὅσοι δὲ τῆς ἀπὸ τοῦ θεοῦ δωρεᾶς μετέσχον, οὗτοι, ὦ Τάτ, κατὰ σύγκρισιν τῶν ἑτέρων ἀθάνατοι ἀντὶ θνητῶν εἰσί· πάντα ⟨γὰρ⟩ ἐμπεριλαβόντες τῷ ἑαυτῶν νοΐ, τὰ ἐπὶ γῆς, τὰ ἐν οὐρανῷ, καὶ εἴ τί ἐστιν ὑπὲρ οὐρανόν, τοσοῦτον ἑαυτοὺς ὑψώσαντες εἶδον τὸ ἀγαθόν, καὶ ἰδόντες, συμφορὰν ἡγήσαντο τὴν ἐνθάδε διατριβήν, ⟨καὶ⟩ καταφρονήσαντες πάντων τῶν σωματικῶν [καὶ ἀσωμάτων], ἐπὶ τὸ ἓν καὶ μόνον ⟨ἀγαθὸν⟩ σπεύδουσιν. [IV.6] αὕτη, ὦ Τάτ, ἡ τοῦ νοῦ ἐστὶν ⟨ἐνέργεια⟩, ἐπιστήμη⟨ς⟩ τῶν θείων εὐπορία καὶ [ἡ] τοῦ θεοῦ κατανοήσεως [θείου ὄντος] τοῦ κρατῆρος. [IV.6b] — Κἀγὼ βαπτισθῆναι βούλομαι, ὦ πάτερ. — Ἐὰν μὴ πρῶτον τὸ σῶμα μισήσῃς, ὦ τέκνον, σεαυτὸν φιλῆσαι οὐ δύνασαι· φιλήσας δὲ σεαυτόν, νοῦν ἕξεις, καὶ τὸν νοῦν ἔχων, καὶ τῆς ἐπιστήμης μεταλήψῃ. [IV.6c] — Πῶς ταῦτα λέγεις ὦ πάτερ; [IV.6d] — Ἀδύνατον γάρ ἐστιν, ὦ τέκνον, περὶ ἀμφότερα γίνεσθαι, τὰ θνητὰ δηλαδὴ καὶ τὰ θεῖα. δύο γὰρ ὄντων τῶν ὄντων, σώματος καὶ ἀσωμάτου, ἐν οἷς τὸ θνητὸν καὶ τὸ θεῖον, ἡ αἵρεσις θατέρου καταλείπεται τῷ ἑλέσθαι βουλομένῳ. οὐ γὰρ [ἐστιν] ἀμφότερα [ἐν] οἷό⟨ν⟩ τε [ἡ ἐξαίρεσις] καταλαβεῖν· τὸ δὲ ἕτερον ἐλαττωθὲν τὴν τοῦ ἑτέρου ἐφανέρωσεν ἐνέργειαν. [IV.7] ἡ μὲν οὖν [ἐνέργεια] τοῦ κρείττονος αἵρεσις οὐ μόνον τῷ ἑλομένῳ καλλίστη τυγχάνει, τὸν ἄνθρωπον ἀποσώζουσα, ἀλλὰ καὶ τὴν πρὸς ⟨τὸν⟩ θεὸν εὐσέβειαν ἐπιδεικνῦσα. ἡ δὲ τοῦ ἐλάττονος τὸν μὲν ἄνθρωπον ἀπώλεσεν, οὐδὲν δὲ ⟨ἧττοι⟩ εἰς τὸν θεὸν ἐπλημμέλησεν [ἢ τοῦτο μόνον]· ὅτι καθάπερ αἱ πομπαὶ μέσον παρέρχονται, μήτε αὐταὶ ἐνεργῆσαί τι δυνάμεναι, τοὺς δὲ ἐμποδίζουσαι, τὸν αὐτὸν τρόπον καὶ οὗτοι μόνον πομπεύουσιν ἐν τῷ κόσμῳ, παραγ[εν]όμενοι ὑπὸ τῶν σωματικῶν [ἡδονῶν]. [IV.8] τούτων δὲ οὕτως ἐχόντων, ὦ Τάτ, τὰ μὲν παρὰ τοῦ θεοῦ ἡμῖν [τε] ὑπῆρξε καὶ ὑπάρξει, τὰ δὲ ἀφ’ ἡμῶν ἀκολουθησάτω, καὶ μὴ ὑστερησάτω· ἐπεὶ ὁ μὲν θεὸς ἀναίτιος, ἡμεῖς δὲ αἴτιοι τῶν κακῶν, ταῦτα προκρίνοντες τῶν ἀγαθῶν. [IV.8b] ⟨…⟩ ὁρᾷς, ὦ τέκνον, πόσα ἡμᾶς δεῖ σώματα κατὰ συνέχειαν διεξελθεῖν, καὶ πόσους χοροὺς δαιμόνων καὶ συνέχειαν καὶ δρόμους ἀστέρων, ἵνα πρὸς τὸν ἕνα καὶ μόνον θεὸν σπεύσωμεν. ⟨... [IV.8c] ἀ⟩διάβατον γὰρ τὸ ἀγαθόν, καὶ ἀπέραντον, καὶ ἀτελές, αὑτῷ δὲ καὶ ἄναρχον, ἡμῖν δὲ δοκοῦν ἀρχὴν ἔχειν τὴν γνῶσιν. [IV.9] οὐκ αὐτοῦ ⟨γ⟩οῦν τοῦ γνωσθησομένου ἡ ἀρχὴ γίνεται ἡ γνῶσις, ἀλλ’ ἡμῖν τὴν ἀρχὴν παρέχεται τοῦ γνωσθησομένου. [IV.9b] λαβώμεθα οὖν τῆς ἀρχῆς καὶ ὁδεύσωμεν τάχει ἅπαντι. [IV.9c] πάνυ γάρ ἐστι ⟨δύ⟩σκολ[ι]ον τὸ τὰ συνήθη καὶ παρόντα καταλιπόντα ἐπὶ τὰ παλαιὰ καὶ ἀρχαῖα ἀνακάμπτειν· [IV.9d] τὰ μὲν γὰρ φαινόμενα τέρπει, τὰ δὲ ἀφανῆ δυσπιστίαν ποιεῖ. [IV.9e] φανερώτερα δέ ἐστι τὰ κακά· τὸ δὲ ἀγαθὸν ἀφανὲς τοῖς φανεροῖς· οὐ γὰρ μορφὴ οὔτε τύπος ἐστὶν αὐτῷ. [IV.9f] διὰ τοῦτο, ⟨ὅτι⟩ αὑτῷ μέν ἐστιν ὅμοιον, τοῖς δὲ ἄλλοις πᾶσιν ἀνόμοιον. ἀδύνατον γὰρ ἀσώματον σώματι φανῆναι. [IV.9g] [αὕτη διαφορὰ τοῦ ὁμοίου πρὸς τὸ ἀνόμοιον, καὶ τῷ ἀνομοίῳ ὑστέρημα πρὸς τὸ ὅμοιον.] [IV.10] ⟨…⟩ ἡ γὰρ μονάς, πάντων οὖσα ἀρχὴ καὶ ῥίζα ⟨ὁ γὰρ θεὸς⟩ ἐν πᾶσίν ἐστιν ὡς ἂν ῥίζα καὶ ἀρχή. ἄνευ δὲ ἀρχῆς οὐδέν· αὐτὴ δὲ ⟨ἡ ἀρχὴ⟩ ἐξ οὐδενὸς ἀλλ’ ἢ [ἐξ] αὑτῆς, εἴ γε ἀρχή ἐστι τῶν ἑτέρων. [αὐτὴ γὰρ ⟨αὑτῆς⟩ ἐστιν, ἐπεὶ μὴ ἄλλης ἀρχῆς ἔτυχεν] [οὖσα]. μονάδι οὖν ⟨ἔοικεν ὁ θεός⟩ ἀρχή. [IV.10b] ἡ γὰρ μονάς, πάντων οὖσα ⟨ἀριθμῶν⟩ ἀρχὴ καὶ ῥίζα, πάντα ἀριθμὸν ἐμπεριέχει, ὑπὸ μηδενὸς ἐμπεριεχομένη, καὶ πάντα ἀριθμὸν γεννᾷ, ὑπὸ μηδενὸς γεννωμένη ἑτέρου ἀριθμοῦ. [IV.11] πᾶν δὲ τὸ γεννώμενον ἀτελές, καὶ διαιρετόν, καὶ αὐξητὸν καὶ μειωτόν· τῷ δὲ τελείῳ οὐδὲν τούτων γίνεται. [καὶ τὸ μὲν αὐξητὸν αὐξάνεται ἀπὸ τῆς μονάδος, ἁλίσκεται δὲ ὑπὸ τῆς αὑτοῦ ἀσθενείας, μηκέτι δυνάμενον τὴν μονάδα χωρῆσαι.] [IV.11b] αὕτη σοι, ὦ Τάτ, κατὰ τὸ δυνατὸν ὑπογέγραπται τοῦ θεοῦ εἰκών· ἣν ἀκριβῶς εἰ θεάσῃ [καὶ νοήσεις] τοῖς τῆς καρδίας ὀφθαλμοῖς, πίστευσόν μοι, τέκνον, εὑρήσεις τὴν πρὸς τὰ ἄνω ὁδόν· μᾶλλον δὲ αὐτή σε ἡ [εἰκὼν] ⟨θέα⟩ ὁδηγήσει. ἔχει γάρ τι ἴδιον †ἡ θέα†· τοὺς φθάσαντας θεάσασθαι κατέχει, καὶ ἀνέλκει καθάπερ φασὶν ἡ Μαγνῆτις λίθος τὸν σίδηρον. ## Ὅτι ἀφανὴς θεὸς φανερώτατός ἐστιν [V.1] Καὶ τόνδε σοι τὸν λόγον, ὦ Τάτ, διεξελεύσομαι, ὅπως μὴ ἀμύητος ᾖς τοῦ κρείττονος θεοῦ ὀνόματος. σὺ δὲ νόει πῶς ⟨λέγω· νοοῦντι γὰρ⟩ τὸ δοκοῦν τοῖς πολλοῖς ἀφανὲς φανερώτατόν σοι γενήσεται. [V.1b] ⟨…⟩ †οὐ γὰρ ἂν ἦν εἰ ἀφανὲς ἦν.† πᾶν γὰρ τὸ φαινόμενον γεννητόν· ἐφάνη γάρ. τὸ δὲ ἀφανὲς ἀεὶ ἔστι· τοῦ γὰρ φανῆναι οὐ χρῄζει. ⟨…⟩ ἀεὶ γὰρ ἔστι· καὶ τὰ ἄλλα πάντα φανερὰ ποιεῖ, αὐτὸς ἀφανὴς ὤν, ὡς ἀεὶ ὤν. [V.1c] ⟨πάντα οὖν⟩ φανερῶν, αὐτὸς οὐ φανεροῦται, οὐκ αὐτὸς γεννώμενος ἐν φαντασίᾳ, δὲ πάντα φαντασιῶν. [V.1d] ἡ γὰρ φαντασία μόνων τῶν γεννητῶν ἐστίν· οὐδὲν γάρ ἐστιν ἢ φαντασία ἡ γένεσις. [V.1e] ὁ δὴ εἷς ἀγέννητος ⟨ὢν⟩ δῆλον ὅτι καὶ ἀφαντασίαστος· ⟨εἰ δὲ ἀφαντασίαστος,⟩ καὶ ἀφανής. [V.2] τὰ δὲ πάντα φαντασιῶν, διὰ πάντων φαίνεται, καὶ ἐν πᾶσι· καὶ μάλιστα οἷς ἂν αὐτὸς βουληθῇ φανῆναι. [V.2b] σὺ οὖν, ὦ Τὰτ τέκνον, εὖξαι πρῶτον τῷ κυρίῳ καὶ πατρί, [καὶ] ⟨τῷ⟩ μόνῳ καὶ [οὐχ] ἑνὶ ⟨ἀγαθῷ⟩ [ἀλλ’ ἀφ’ οὗ ὁ εἷς], ἵλεω τυχεῖν ἵνα δυνηθῇς τὸν τηλικοῦτον θεὸν νοῆσαι, καὶ ἀκτῖνά σοι κἂν μίαν αὐτοῦ τῇ σῇ διανοίᾳ ἐλλάμψαι, νόησις γὰρ μόνη ὁρᾷ τὸ ἀφανές, ὡς καὶ αὐτὴ ἀφανὴς οὖσα· [V.2c] εἰ ⟨δὲ⟩ δύνασαι τοῖς τοῦ νοῦ ὀφθαλμοῖς, φανήσεται, ὦ Τάτ· ἀφθόνως γὰρ ὁ κύριος φαίνεται διὰ παντὸς τοῦ κόσμου [νόησιν] ἰδεῖν· [V.2d] καὶ λαβέσθαι αὐτῆς ταῖς χερσὶ δύνασαι καὶ τὴν εἰκόνα τοῦ θεοῦ θεάσασθαι. εἰ δὲ καὶ τὸ ἐν σοὶ ἀφανές ἐστί σοι, πῶς αὐτὸς ἐν σαυτῷ διὰ τῶν ὀφθαλμῶν σοι φανήσεται; [V.3] εἰ δὲ θέλεις αὐτὸν ἰδεῖν, νόησον τὸν ἥλιον, νόησον τὸν σελήνης δρόμον, νόησον τῶν ἀστέρων τὴν τάξιν. τίς ὁ τὴν τάξιν τηρῶν; [τάξις γὰρ πᾶσα] περιώρισται ἀριθμῷ καὶ τόπῳ. [V.3b] ὁ ἥλιος θεὸς μέγιστος τῶν κατ’ οὐρανὸν θεῶν, ᾧ πάντες εἴκουσιν οἱ οὐράνιοι θεοὶ ὡσανεὶ βασιλεῖ καὶ δυνάστῃ· καὶ οὗτος ὁ τηλικοῦτος, ὁ μείζων γῆς καὶ θαλάττης, ἀνέχεται ὑπὲρ ἑαυτὸν ἔχων ἑαυτοῦ μικροτέρους πολεύοντας ἀστέρας· τίνα αἰδούμενος, ἢ τίνα φοβούμενος, ὦ τέκνον; [V.3c] ἕκαστος τούτων τῶν ἀστέρων· ⟨διὰ τί⟩ οὐ⟨χ⟩ τὸν ὅμοιον ἢ ἴσον δρόμον ποιοῦνται ⟨πάντες οἱ⟩ ἐν οὐρανῷ ὄντες; τίς ὁ ἑκάστῳ τὸν τ[ρ]όπον καὶ τὸ μέγεθος τοῦ δρόμου ὁρίσας; [V.4] ⟨ἡ⟩ ἄρκτος, αὐτὴ ἡ περὶ αὑτὴν στρεφομένη, καὶ τὸν πάντα κόσμον συμπεριφέρουσα, ⟨...· τίς ὁ...; ὁ ἀὴρ...·⟩ τίς ὁ τοῦτο κεκτημένος τὸ ὄργανον; τίς ὁ τῇ θαλάσσῃ τοὺς ὅρους περιβαλών; τίς ὁ τὴν γῆν ἑδράσας; ἔστι γάρ τις, ὦ Τάτ, ὁ τούτων πάντων ποιητὴς καὶ δεσπότης· [V.4b] ἀδύνατον γὰρ ἢ τόπον ἢ ἀριθμὸν ἢ μέτρον φυλαχθῆναι χωρὶς τοῦ ποιήσαντος. πᾶσα γὰρ τάξις ⟨ποιητή, μόνη δὲ ἡ⟩ ἀτοπία καὶ ἀμετρία ἀποίητος. ἀλλ’ οὐκ ἀδέσποτος οὐδὲ αὕτη, ὦ τέκνον· καὶ γὰρ εἴ τι ἄτακτόν ἐστιν, †ἐνδεὲς ὅτε κατέχει τοῦτό ἐστι τὸν τρόπον τῆς τάξεως·† καὶ ⟨γὰρ ἡ ἀταξία⟩ ὑπὸ τὸν δεσπότην ἐστί, τὸν μηδέπω αὐτῇ τὴν τάξιν τάξαντα. [V.5] εἴθε δυνατόν σοι ἦν πτηνῷ γενομένῳ ἀναπτῆναι εἰς τὸν ἀέρα, καὶ μέσον ἀρθέντα [τῆς] γῆς καὶ οὐρανοῦ ἰδεῖν γῆς μὲν τὸ στερεόν, θαλάσσης δὲ τὸ κεχυμένον, ποταμῶν δὲ τὰ ῥεύματα, ἀέρος τὸ ἀνειμένον, πυρὸς τὴν ὀξύτητα, ἄστρων τὸν δρόμον, οὐρανοῦ τὴν ταχύτητα τῆς περὶ ταῦτα περιβάσεως. [V.6] ὦ θέας ἐκείνης, τέκνον, εὐτυχεστάτης, ὑπὸ μίαν ῥοπὴν πάντα ταῦτα ⟨φερόμενα ἰδόντα⟩ θεάσασθαι τὸν ἀκίνητον διὰ ⟨τῶν κινητῶν⟩ κινούμενον, καὶ τὸν ἀφανῆ φαινόμενον δι’ ὧν ποιεῖ. αὕτη ἡ τάξις τοῦ κόσμου [καὶ οὗτος ὁ κόσμος τῆς τάξεως]. [V.6b] εἰ ⟨δὲ⟩ θέλεις καὶ διὰ τῶν θνητῶν ⟨αὐτὸν⟩ θεάσασθαι τῶν ἐπὶ γῆς καὶ τῶν ἐν βυθῷ, ⟨…⟩. νόησον, ὦ τέκνον, δημιουργούμενον ἐν τῇ γαστρὶ τὸν ἄνθρωπον, καὶ τοῦ δημιουργήματος ἀκριβῶς τὴν τέχνην ἐξέτασον, καὶ μάθε τίς ὁ δημιουργῶν τὴν καλὴν ταύτην καὶ θείαν [τοῦ ἀνθρώπου] εἰκόνα. [V.6c] τίς ὁ τοὺς ὀφθαλμοὺς περιγράψας; τίς ὁ τὰς ῥῖνας καὶ τὰ ὦτα τρυπήσας; τίς ὁ τὸ στόμα διανοίξας; τίς ὁ τὰ νεῦρα ἐκτείνας καὶ δεσμεύσας; τίς ὁ ὀχετεύσας τὰς φλέβας; τίς ὁ τὰ ὀστέα στερροποιήσας; τίς ὁ ⟨τὸ⟩ δέρμα τῇ σαρκὶ περιβαλών; τίς ὁ τοὺς δακτύλους διελών; τίς ὁ τοῖς ποσὶ ⟨τὴν⟩ βάσιν πλατύνας; τίς ὁ διορύξας τοὺς πόρους; τίς ὁ τὸν σπλῆνα ἐκτείνας; τίς ὁ τὴν καρδίαν πυραμοειδῆ ποιήσας, ⟨καὶ⟩ [τίς ὁ] τὰ νεῦρα ⟨αὑτῇ⟩ συνθείς; τίς ὁ τὸ ἧπαρ πλατύνας; τίς ὁ τὸν πνεύμονα σηραγγώσας; τίς ὁ τὴν κοιλίαν εὐρύχωρον ποιήσας; τίς ὁ τὰ τιμιώτατα εἰς τὸ φανερὸν ἐκτυπώσας, καὶ τὰ αἰσχρὰ κρύψας; [V.7] ἴδε πόσαι τέχναι μιᾶς ὕλης, καὶ πόσα ἔργα ⟨ἐν⟩ μιᾷ περιγραφῇ· καὶ πάντα περικαλλῆ, καὶ πάντα μεμετρημένα, πάντα δὲ ἐν διαφορᾷ. τίς πάντα ταῦτα ἐποίησε; ποία μήτηρ, ποῖος πατήρ, εἰ μὴ ὁ ἀφανὴς θεός, ⟨ὁ⟩ τῷ ἑαυτοῦ θελήματι πάντα δημιουργήσας; [V.8] καὶ ἀνδριάντα μὲν ἢ εἰκόνα χωρὶς ἀνδριαντοποιοῦ ἢ ζωγράφου οὐδείς φησι γεγονέναι· τοῦτο δὲ τὸ δημιούργημα χωρὶς δημιουργοῦ γέγονεν; ὦ τῆς πολλῆς τυφλότητος, ὦ τῆς πολλῆς ἀσεβείας, ὦ τῆς πολλῆς ἀγνωμοσύνης. μηδέποτε, ὦ τέκνον Τάτ, ἀποστερήσῃς τοῦ δημιουργοῦ τὰ δημιουργήματα· [V.9] μᾶλλον δὲ ⟨…⟩. [†κρείττων ἐστὶν ὅσος κατὰ θεὸν ὀνόματος τοσοῦτος.†] ⟨τίς γὰρ ἄλλος⟩ ἐστὶν ὁ πάντων πατήρ; ἦ γὰρ ⟨οὐ⟩ μόνος οὗτος; καὶ τοῦτο αὐτῷ τὸ ἔργον ἐστί, ⟨τὸ⟩ πατέρα εἶναι. [V.9b] εἰ δέ τί με καὶ τολμηρότερον ἀνάγκη[ζεις] εἰπεῖν, τούτου ἐστὶν ⟨ἡ⟩ οὐσία τὸ κινεῖν πάντα καὶ ποιεῖν· [V.9c] καὶ ὥσπερ χωρὶς τοῦ ποιοῦντος ἀδύνατόν ἐστι γενέσθαι τι, οὕτω καὶ τοῦτον Δεῖ μὴ εἶναι, εἰ μὴ πάντα ἀεὶ ποιοῦντα, ἐν οὐρανῷ, ἐν ἀέρι, ἐν γῇ, ἐν βυθῷ, ἐν παντὶ τοῦ κόσμου ⟨μέρει⟩, ἐν παντὶ [τοῦ παντὸς] τῷ ὄντι καὶ τῷ μὴ ὄντι. [V.9d] οὐδὲν γάρ ἐστιν ἐν παντὶ ἐκείνῳ ὃ οὐκ ἔστιν αὐτός. [V.9e] ἔστιν αὐτὸς καὶ τὰ ὄντα καὶ τὰ μὴ ὄντα· τὰ μὲν γὰρ ὄντα ἐφανέρωσε, τὰ δὲ μὴ ὄντα ἔχει ἐν ἑαυτῷ. [V.10] οὗτος ὁ θεοῦ ὀνόματος κρείττων. οὗτος ὁ ἀφανής, οὗτος ὁ φανερώτατος. οὗτος ὁ τῷ νοῒ θεωρητός, οὗτος ὁ τοῖς ὀφθαλμοῖς ὁρατός. οὗτος ὁ ἀσώματος, ⟨οὗτος⟩ ὁ πολυσώματος, μᾶλλον δὲ παντο[ς]σώματος. [V.10b] οὐδέν ἐστιν οὗτος ὃ οὐκ ἔστι⟨ν⟩· πάντα γὰρ ⟨ἃ⟩ ἔστι καὶ οὗτός ἐστι. καὶ διὰ τοῦτο αὐτὸς ὀνόματα ἔχει ἅπαντα, ὅτι ἑνὸς ⟨αὐτοῦ πάντα⟩ ἐστὶ πατρός· καὶ διὰ τοῦτο αὐτὸς ὄνομα οὐκ ἔχει, ὅτι πάντων ἐστὶ πατήρ. [V.10c] τίς οὖν σε εὐλογῆσαι ὑπέρ σου ἢ πρός σε δύναιτο; [V.10d] ποῦ δὲ καὶ βλέπων εὐλογήσω σε, ἄνω, κάτω, ἔσω, ἔξω; [V.10e] σὺ γὰρ ⟨ὁ⟩ τ[ρ]όπος· οὐ τόπος ἐστὶ⟨ν⟩ ἄλλο⟨ς⟩ οὐδεὶς παρὰ σέ [οὐδὲ] ἄλλο οὐδὲν τῶν ὄντων, πάντα δὲ ἐν σοί. [V.10f] ⟨…⟩ πάντα ἀπὸ σοῦ· πάντα δίδως, καὶ οὐδὲν λαμβάνεις· πάντα γὰρ ἔχεις, καὶ οὐδὲν ὃ οὐκ ἔχεις. [V.11] πότε δέ σε ὑμνήσω; οὔτε γὰρ ὥραν ⟨χωρίς⟩ σου οὔτε χρόνον καταλαβεῖν δυνατόν. [V.11b] ὑπὲρ τίνος δὲ καὶ ὑμνήσω ⟨σε⟩; ὑπὲρ ὧν ἐποίησας, ἢ ὑπὲρ ὧν οὐκ ἐποίησας; ὑπὲρ ὧν ἐφανέρωσας, ἢ ὑπὲρ ὧν ἔκρυψας; [V.11c] διὰ τί⟨νος⟩ δὲ καὶ ὑμνήσω σε; ὡς ἐμαυτοῦ ὤν; ὡς ἔχων τι ἴδιον; ὡς ἄλλος ὤν; [V.11d] σὺ γὰρ εἶ ὃ [ε]ἂν ὦ, σὺ εἶ ὃ ἂν ποιῶ, σὺ εἶ ὃ ἂν λέγω. [V.11e] σὺ γὰρ πάντα εἶ, καὶ ἄλλο οὐδὲν ἔστιν ὃ μὴ σὺ εἶ. σὺ εἶ πᾶν τὸ γενόμενον, σὺ τὸ μὴ γενόμενον. νοῦς μὲν ⟨εἶ⟩, νοούμενος· πατὴρ δέ, δημιουργῶν· θεὸς δέ, ἐνεργῶν· ἀγαθὸς δέ, [καὶ] πάντα ποιῶν. [V.11f] [ὕλης μὲν γὰρ τὸ λεπτομερέστερον ἀήρ, ἀέρος δὲ ψυχή, ψυχῆς δὲ νοῦς, νοῦ δὲ θεός.] ## Ὅτι ἐν μόνῳ τῷ θεῷ τὸ ἀγαθόν ἐστιν, ἀλλαχόθι δὲ οὐδαμοῦ [VI.1] Τὸ ἀγαθόν, ὦ Ἀσκληπιέ, [ἐν οὐδενί ἐστιν εἰ μὴ ἐν μόνῳ τῷ θεῷ. μᾶλλον δὲ τὸ ἀγαθὸν αὐτός ἐστιν ὁ θεός [ἀεί]. [VI.1b] εἰ δὲ οὕτως,] οὐσίαν εἶναι δεῖ πάσης κινήσεως καὶ γενέσεως ἔρημον [δὲ οὐδέν ἐστιν], αὐτὴν περὶ δὲ αὑτὴν στατικὴν ἐνέργειαν ἔχουσα⟨ν⟩, ἀνενδεῆ καὶ ⟨παθῶν⟩ ἀπείρητον, πληρεστάτην χορηγ⟨ημάτ⟩ων. ἐν δὲ ἀρχῇ πάντων πᾶν γὰρ τὸ χορηγοῦν ἀγαθὸν [ὅταν] λέγεται· καὶ πάντα καὶ ἀεὶ ⟨χορηγοῦν, τὸ⟩ ἀγαθόν ἐστι. τοῦτο δὲ [ἐν] οὐδενὶ ἄλλῳ πρόσεστιν εἰ μὴ μόνῳ τῷ θεῷ. [VI.1c] οὔτε γὰρ ἐνδεής ἐστί τινος, ἵνα ἐπιθυμήσας αὐτὸ κτήσασθαι κακὸς γένηται· οὔτε τῶν ὄντων οὐδὲν ἀπόβλητόν ἐστιν αὐτῷ, ὃ ἀποβαλὼν λυπηθήσεται· [VI.1d] [λύπη γὰρ κακίας μέρος·] οὔτε κρεῖττον αὐτοῦ ἐστὶν οὐδέν, ὑφ’ οὗ ἀδικηθεὶς πολεμήσει· οὔτε σύζυγόν ἐστιν αὐτῷ, [τὸ ἀδικηθῆναι καὶ διὰ τοῦτο] [αυτ]οὗ ἐρασθήσεται· οὔτε ἀνήκοον, ᾧ ὀργισθήσεται· οὔτε σοφώτερον, ὃ ζηλώσει. [VI.1e] τούτων δὲ μὴ ⟨ἐν⟩όντος τῇ οὐσίᾳ ⟨αὐτοῦ⟩ μηδενός, τί ὑπολείπεται ἢ μόνον τὸ ἀγαθόν; [VI.2] ὥσπερ †γὰρ† οὐδὲν τῶν ⟨κακῶν⟩ ἐν τῇ τοιαύτῃ οὐσίᾳ, οὕτως ἐν οὐδενὶ τῶν ἄλλων τὸ ἀγαθὸν εὑρεθήσεται. [VI.2b] ἐν πᾶσι γὰρ τοῖς ἄλλοις πάντα ἐστὶ ⟨κακά⟩, καὶ ἐν τοῖς μικροῖς καὶ ἐν τοῖς μεγάλοις, καὶ ἐν τοῖς καθ’ ἓν[α] καὶ ἐν αὐτῷ τῷ ζῴῳ τῷ πάντων μείζονι καὶ δυνατωτάτῳ. [VI.2c] παθῶν γὰρ πλήρη τὰ γενητά, αὐτῆς τῆς γενέσεως παθητῆς οὔσης. ὅπου δὲ πάθος, οὐδαμοῦ τὸ ἀγαθόν· ὅπου δὲ τὸ ἀγαθόν, οὐδαμοῦ οὐδὲ ἓν πάθος. ὅπου γὰρ ἡμέρα, οὐδαμοῦ νύξ· ὅπου δὲ νύξ, οὐδαμοῦ ἡμέρα. [VI.2d] ὅθεν ἀδύνατον ἐν γενέσει εἶναι τὸ ἀγαθόν, ἐν μόνῳ δὲ τῷ ἀγεννήτῳ. [VI.2e] ὥσπερ δὲ μετουσία πάντων ἐστὶν ἐν τῇ ὕλῃ δεδομένη, οὕτω καὶ τοῦ ἀγαθοῦ. [VI.2f] τοῦτον τὸν τρόπον ἀγαθὸς ὁ κόσμος, καθὰ καὶ αὐτὸς πάντα ποιεῖ, ⟨ὡς⟩ ἐν τῷ μέρει τοῦ ποιεῖν ἀγαθὸς εἶναι. ἐν δὲ τοῖς ἄλλοις πᾶσιν οὐκ ἀγαθός· καὶ γὰρ παθητός ἐστι [καὶ κινητὸς] καὶ παθητῶν ποιητής. [VI.3] ἐν δὲ τῷ ἀνθρώπῳ κατὰ σύγκρισιν τοῦ ἀγαθοῦ τὸ κακὸν τέτακται· τὸ γὰρ μὴ λίαν κακὸν ἐνθάδε τὸ ἀγαθόν [ἐστι.] τὸ δὲ ἐνθάδε ἀγαθὸν μόριον τοῦ κακοῦ τὸ ἐλάχιστον. [VI.3b] ἀδύνατον οὖν [τὸ ἀγαθὸν] ⟨τὰ⟩ ἐνθάδε καθαρεύειν τῆς κακίας· κακοῦται γὰρ ἐνθάδε τὸ ἀγαθόν. [κακούμενον γὰρ οὐκέτι ἀγαθὸν μένει· μὴ μεῖναν δέ, κακὸν γίνεται.] [VI.3c] ἐν μόνῳ ἄρα τῷ θεῷ τὸ ἀγαθόν ἐστιν [ἢ αὐτός ἐστιν ὁ θεὸς τὸ ἀγαθόν]. [VI.3d] ⟨προσείρηται⟩. μόνον οὖν, ὦ Ἀσκληπιέ, τὸ ὄνομα τοῦ ἀγαθοῦ ἐν ἀνθρώποις, τὸ δὲ ἔργον οὐδαμοῦ· [VI.3e] ἀδύνατον γάρ. οὐ γὰρ χωρεῖ σῶμα ὑλικόν, τὸ πάντοθεν ἐσφιγμένον κακίᾳ, καὶ πόνοις καὶ ἀλγηδόσι, καὶ ἐπιθυμίαις καὶ ὀργαῖς, καὶ ἀπάταις καὶ δόξαις ἀνοήτοις. [VI.3f] καὶ τὸ πάντων κάκιστόν ἐστιν, ὦ Ἀσκληπιέ, ὅτι ἕκαστον τούτων τῶν προειρημένων [εμ]πεπίστευται ἐνθάδε [τὸ] μέγιστον εἶναι ἀγαθόν, τὸ μᾶλλον ἀνυπέρβλητον κακόν. [VI.3g] [ἡ γαστριμαργία] [ἡ] τῶν κακῶν πάντων χορηγὸς ἡ πλάνη ⟨αὕτη⟩ [ἡ ἀπουσία ἐνθάδε τοῦ ἀγαθοῦ] ἐστί. [VI.4] κἀγὼ δὲ χάριν ἔχω τῷ θεῷ, τῷ εἰς νοῦν μοι βαλόντι κἂν περὶ τῆς [γνώσεως] ἀπουσία⟨ς⟩ τοῦ ἀγαθοῦ, ὅτι ἀδύνατόν ἐστιν αὐτὸ ἐν τῷ κόσμῳ εἶναι. ὁ γὰρ κόσμος πλήρωμά ἐστι τῆς κακίας, ὁ δὲ θεὸς τοῦ ἀγαθοῦ [ἢ τὸ ἀγαθὸν τοῦ θεοῦ]. [VI.4b] ⟨…⟩ †αἱ γὰρ ἐξοχαὶ τῶν καλῶν περὶ αὐτήν εἰσι τὴν οὐσίαν φαίνονται καὶ καθαρώτεραι καὶ εἰλικρινέσταται τάχα που καὶ αὗται αἱ οὐσίαι ἐκείνου.† τολμητέον γὰρ εἰπεῖν, ὦ Ἀσκληπιέ, ὅτι ἡ οὐσία τοῦ θεοῦ, εἴ γε οὐσίαν ἔχει, τὸ καλόν ἐστι [τὸ δὲ καλὸν] καὶ ⟨τὸ⟩ ἀγαθόν. [VI.4c] ⟨ὑπὸ δὲ τούτων⟩ οὐδὲν ἔστι καταλά⟨μ⟩πεσθαι τῶν ἐν τῷ κόσμῳ. πάντα γὰρ τὰ ὀφθαλμῷ ὑποπίπτοντα εἴδωλά ἐστι, καὶ ὥσπερ σκιαγραφίαι· τὰ δὲ μὴ ὑποπίπτοντα ⟨…⟩, μάλιστα δὲ ἡ τοῦ καλοῦ καὶ τοῦ ἀγαθοῦ ⟨…⟩. [VI.4d] καὶ ὥσπερ ὀφθαλμὸς οὐ δύναται τὸν θεὸν ἰδεῖν, οὕτως οὐδὲ τὸ καλὸν καὶ τὸ ἀγαθόν. ταῦτα γὰρ μέρη τοῦ θεοῦ ἐστιν, ὁλόκληρα, ἴδια αὐτοῦ μόνου, οἰκεῖα, ἀχώριστα, ἐρασμιώτατα, ὧν [ἢ] αὐτὸς ὁ θεὸς ἐρᾷ [ἢ αὐτὰ τοῦ θεοῦ ἐρᾷ]. [VI.5] εἰ δύνασαι νοῆσαι τὸν θεόν, νοήσεις τὸ καλὸν καὶ ⟨τὸ⟩ ἀγαθόν, [τὸ ὑπέρλαμπρον] τὸ †ὑπερλαμπόμενον† ὑπὸ τοῦ θεοῦ. ἐκεῖνο γὰρ τὸ κάλλος ἀσύγκριτον, καὶ ἐκεῖνο τὸ ἀγαθὸν ἀμίμητον, ὥσπερ καὶ αὐτὸς ὁ θεός. [VI.5b] ὡς οὖν τὸν θεὸν νοεῖς, οὕτω καὶ τὸ καλὸν καὶ ⟨τὸ⟩ ἀγαθὸν νόει. ἀκοινώνητα γὰρ ταῦτα τοῖς ἄλλοις [τῶν ἄλλων ζῴων] ἐστί, διὰ τὸ ἀχώριστα εἶναι τοῦ θεοῦ. [VI.5c] ἐὰν περὶ τοῦ θεοῦ ζητῇς, καὶ περὶ τοῦ καλοῦ ζητεῖς. μία γάρ ἐστιν εἰς αὐτὸ ἀποφέρουσα ὁδὸς ἡ μετὰ γνώσεως εὐσέβεια. [VI.6] ὅθεν οἱ ἀγνοοῦντες, καὶ μὴ ὁδεύσαντες τὴν [περὶ] τῆς εὐσεβείας ὁδόν, καλὸν καὶ ἀγαθὸν τολμῶσι λέγειν ἄνθρωπον, μηδὲ ὄναρ θεασάμενον εἴ τί ἐστιν ἀγαθόν, ἀλλὰ παντὶ κακῷ περιειλημμένον, καὶ τὸ κακὸν πιστεύσαντα ἀγαθὸν εἶναι, καὶ οὕτως αὐτῷ χρώμενον ἀκορέστως, καὶ φοβούμενον αὐτοῦ στερηθῆναι, πάντα δὲ ἀγωνιζόμενον ἵνα μὴ μόνον ἔχῃ, ἀλλὰ καὶ ἐπαύξῃ. [VI.6b] τοιαῦτα τὰ ἀνθρώπεια ἀγαθὰ καὶ [τὰ] καλά, ὦ Ἀσκληπιέ, ἃ οὔτε φυγεῖν δυνάμεθα οὔτε μισῆσαι· τὸ γὰρ πάντων χαλεπώτατον, ὅτι χρείαν αὐτῶν ἔχομεν, καὶ ζῆν τούτων χωρὶς οὐ δυνάμεθα. ## Ὅτι μέγιστον κακὸν ἐν ἀνθρώποις ἡ περὶ τοῦ θεοῦ ἀγνωσία [VII.1] Ποῖ φέρεσθε, ὦ ἄνθρωποι, μεθύοντες, τὸν τῆς ἀγνωσίας ἄκρατον [λόγον] ἐκπιόντες; ὃν οὐδὲ φέρειν δύνασθε, ἀλλ’ ἤδη αὐτὸν καὶ ἐμεῖτε. [VII.1b] στῆτε νήψαντες, ἀναβλέψαντες τοῖς τῆς καρδίας ὀφθαλμοῖς, καὶ εἰ μὴ πάντες δύνασθε, οἵ γε καὶ δυνάμενοι. [VII.1c] ἡ γὰρ τῆς ἀγνωσίας κακία ἐπικλύζει πᾶσαν τὴν γῆν, καὶ συσσύρει τὴν ἐν τῷ σώματι κατακεκλεισμένην ψυχήν, μὴ ἐῶσα ἐνορμίσασθαι τοῖς τῆς σωτηρίας λιμέσι. [VII.2] μὴ συγκατενεχθῆτε τοιγαροῦν τῷ πολλῷ ῥεύματι· ἀναρροίᾳ δὲ χρησάμενοι, οἱ δυνάμενοι λαβέσθαι τοῦ [τῆς σωτηρίας] λιμένος, ἐνορμισάμενοι τούτῳ, ζητήσατε χειραγωγόν, τὸν ὁδηγήσοντα ὑμᾶς ἐπὶ τὰς τῆς γνώσεως θύρας, ὅπου ἐστὶ τὸ λαμπρὸν φῶς, τὸ καθαρὸν σκότους· [VII.2b] ὅπου οὐδὲ εἷς μεθύει, ἀλλὰ πάντες νήφουσιν, ἀφορῶντες τῇ καρδίᾳ εἰς τὸν ⟨οὕτως⟩ ὁραθῆναι θέλοντα· [VII.2c] οὐ γάρ ἐστιν ἀκουστός, οὐδὲ λεκτός, οὐδὲ ὁρατὸς ὀφθαλμοῖς, ἀλλὰ νῷ καὶ καρδίᾳ. [VII.2d] πρῶτον δὲ δεῖ σε περιρρήξασθαι ὃν φορεῖς χιτῶνα, τὸ τῆς ἀγνωσίας ὕφασμα, τὸ τῆς κακίας †στήριγμα†, τὸν τῆς φθορᾶς δεσμόν, τὸν σκοτεινὸν περίβολον, τὸν ζῶντα θάνατον, τὸν αἰσθητ⟨ικ⟩ὸν νεκρόν, τὸν περιφόρητον τάφον, τὸν ἔνοικον λῃστήν, τὸν [δι’] ὧν ⟨ἐ⟩φίεσαι μισοῦντα καὶ [δι’] ὧν ⟨ἐπιθυ⟩μ⟨ε⟩ῖς ⟨σ⟩οι φθονοῦντα. [VII.3] τοιοῦτός ἐστιν ὃν ἐνεδύσω ἐχθρὸν χιτών[α], ἄγχων σε κάτω πρὸς αὑτόν, ἵνα μὴ ἀναβλέψας καὶ θεασάμενος τὸ κάλλος τῆς ἀληθείας, καὶ τὸ ἐ[γ]κεῖ μένον ἀγαθόν, μισήσῃς τὴν τούτου κακίαν, νοήσας αὐτοῦ τὴν ἐπιβουλὴν ἣν ἐπεβούλευσέ σοι, τὰ [δοκοῦντα καὶ μὴ] νομιζόμενα αἰσθητήρια ἀναίσθητα ποιῶν, τῇ πολλῇ ὕλῃ αὐτὰ ἀποφράξας, καὶ μυσαρᾶς ἡδονῆς ἐμπλήσας, ἵνα μήτε ἀκούῃς περὶ ὧν ἀκούειν σε δεῖ, μήτε βλέπῃς [περὶ ὧν] ⟨ἃ⟩ βλέπειν σε δεῖ.