Συγγράμματα, τόμος Αʹ — Hippocrates =================================== ΙΠΠΟΚΡΑΤΟΥΣ ΣΥΓΓΡΑΜΜΑΤΑ Αʹ Translation/edition: Greek text (Littré; Jones) Language: Ancient Greek Read in Plato Scroll: https://plato-scroll.com/s/hippocrates-1/ This file: https://plato-scroll.com/text/hippocrates-1-e.txt Other editions of this work: - Francis Adams (1849): https://plato-scroll.com/text/hippocrates-1.txt Sources and licences: https://plato-scroll.com/attribution.html Numbers in [brackets] are the edition's reference loci (Stephanus, Bekker, book.line, page...). Superscript numerals refer to the Notes at the end. ## Περὶ ἀρχαίης ἰητρικῆς [Anc. Med. 1] ὁπόσοι μὲν ἐπεχείρησαν περὶ ἰητρικῆς λέγειν ἢ γράφειν, ὑπόθεσιν αὐτοὶ αὐτοῖς ὑποθέμενοι τῷ λόγῳ, θερμὸν ἢ ψυχρὸν ἢ ὑγρὸν ἢ ξηρὸν ἢ ἄλλο τι ὃ ἂν θέλωσιν, ἐς βραχὺ ἄγοντες τὴν ἀρχὴν τῆς αἰτίης τοῖσι ἀνθρώποισι νούσων τε καὶ θανάτου, καὶ πᾶσι τὴν αὐτήν, ἓν ἢ δύο ὑποθέμενοι, ἐν πολλοῖσι μὲν καὶ οἷσι λέγουσι καταφανέες εἰσὶ ἁμαρτάνοντες, μάλιστα δὲ ἄξιον μέμψασθαι, ὅτι ἀμφὶ τέχνης ἐούσης, ᾗ χρέονταί τε πάντες ἐπὶ τοῖσι μεγίστοισι καὶ τιμῶσι μάλιστα τοὺς ἀγαθοὺς χειροτέχνας καὶ δημιουργούς. εἰσὶν δὲ δημιουργοὶ οἱ μὲν φαῦλοι, οἱ δὲ πολλὸν διαφέροντες· ὅπερ, εἰ μὴ ἦν ἰητρικὴ ὅλως, μηδ’ ἐν αὐτῇ ἔσκεπτο μηδ’ εὕρητο μηδέν, οὐκ ἂν ἦν, ἀλλὰ πάντες ὁμοίως αὐτῆς ἄπειροί τε καὶ ἀνεπιστήμονες ἦσαν, τύχῃ δ’ ἂν πάντα τὰ τῶν καμνόντων διοικεῖτο. νῦν δ’ οὐχ οὕτως ἔχει, ἀλλ’ ὥσπερ καὶ τῶν ἄλλων τεχνέων πασέων οἱ δημιουργοὶ πολλὸν ἀλλήλων διαφέρουσιν κατὰ χεῖρα καὶ κατὰ γνώμην, οὕτω δὲ καὶ ἐπὶ ἰητρικῆς. διὸ οὐκ ἠξίουν αὐτὴν ἔγωγε κενῆς ὑποθέσιος δεῖσθαι ὥσπερ τὰ ἀφανέα τε καὶ ἀπορεόμενα, περὶ ὧν ἀνάγκη, ἤν τις ἐπιχειρῇ τι λέγειν, ὑποθέσει χρῆσθαι, οἷον περὶ τῶν μετεώρων ἢ τῶν ὑπὸ γῆν· ἃ εἴ τις λέγοι καὶ γινώσκοι ὡς ἔχει, οὔτ’ ἂν αὐτῷ τῷ λέγοντι οὔτε τοῖς ἀκούουσι δῆλα ἂν εἴη, εἴτε ἀληθέα ἐστὶν εἴτε μή. οὐ γὰρ ἔστι πρὸς ὅ τι χρὴ ἀνενέγκαντα εἰδέναι τὸ σαφές. [Anc. Med. 2] ἰητρικῇ δὲ πάλαι πάντα ὑπάρχει, καὶ ἀρχὴ καὶ ὁδὸς εὑρημένη, καθ’ ἣν τὰ εὑρημένα πολλά τε καὶ καλῶς ἔχοντα εὕρηται ἐν πολλῷ χρόνῳ, καὶ τὰ λοιπὰ εὑρεθήσεται, ἤν τις ἱκανός τε ἐὼν καὶ τὰ εὑρημένα εἰδὼς ἐκ τούτων ὁρμώμενος ζητῇ. ὅστις δὲ ταῦτα ἀποβαλὼν καὶ ἀποδοκιμάσας πάντα, ἑτέρῃ ὁδῷ καὶ ἑτέρῳ σχήματι ἐπιχειρεῖ ζητεῖν, καί φησί τι ἐξευρηκέναι, ἐξηπάτηται καὶ ἐξαπατᾶται· ἀδύνατον γάρ· δι’ ἃς δὲ ἀνάγκας ἀδύνατον, ἐγὼ πειρήσομαι ἐπιδεῖξαι, λέγων καὶ ἐπιδεικνύων τὴν τέχνην ὅ τι ἐστίν. ἐκ δὲ τούτου καταφανὲς ἔσται ἀδύνατα ἐόντα ἄλλως πως τούτων εὑρίσκεσθαι. μάλιστα δέ μοι δοκεῖ περὶ ταύτης δεῖν λέγοντα τῆς τέχνης γνωστὰ λέγειν τοῖσι δημότῃσι. οὐ γὰρ περὶ ἄλλων τινῶν οὔτε ζητεῖν οὔτε λέγειν προσήκει ἢ περὶ τῶν παθημάτων ὧν αὐτοὶ οὗτοι νοσεουσί τε καὶ πονέουσι. αὐτοὺς μὲν οὖν τὰ σφέων αὐτῶν παθήματα καταμαθεῖν, ὡς γίνεται καὶ παύεται καὶ δι’ οἵας προφάσιας αὔξεταί τε καὶ φθίνει, δημότας ἐόντας οὐ ῥηίδιον· ὑπ’ ἄλλου δὲ εὑρημένα καὶ λεγόμενα, εὐπετές. οὐδὲν γὰρ ἕτερον ἢ ἀναμιμνήσκεται ἕκαστος ἀκούων τῶν αὐτῷ συμβαινόντων. εἰ δέ τις τῆς τῶν ἰδιωτέων γνώμης ἀποτεύξεται καὶ μὴ διαθήσει τοὺς ἀκούοντας οὕτως, τοῦ ἐόντος ἀποτεύξεται. καὶ διὰ ταῦτα οὖν ταῦτα οὐδὲν δεῖ ὑποθέσιος. [Anc. Med. 3] τὴν γὰρ ἀρχὴν οὔτ’ ἂν εὑρέθη ἡ τέχνη ἡ ἰητρικὴ οὔτ’ ἂν ἐζητήθη — οὐδὲν γὰρ αὐτῆς ἔδει — εἰ τοῖσι κάμνουσι τῶν ἀνθρώπων τὰ αὐτὰ διαιτωμένοισί τε καὶ προσφερομένοισι, ἅπερ οἱ ὑγιαίνοντες ἐσθίουσί τε καὶ πίνουσι καὶ τἄλλα διαιτέονται, συνέφερεν, καὶ μὴ ἦν ἕτερα τούτων βελτίω. νῦν δὲ αὐτὴ ἡ ἀνάγκη ἰητρικὴν ἐποίησεν ζητηθῆναί τε καὶ εὑρεθῆναι ἀνθρώποισι, ὅτι τοῖσι κάμνουσι ταὐτὰ προσφερομένοισι, ἅπερ οἱ ὑγιαίνοντες, οὐ συνέφερεν, ὡς οὐδὲ νῦν συμφέρει. ἔτι δὲ ἄνωθεν ἔγωγε ἀξιῶ οὐδ’ ἂν τὴν τῶν ὑγιαινόντων δίαιτάν τε καὶ τροφήν, ᾗ νῦν χρέονται, εὑρεθῆναι, εἰ ἐξήρκει τῷ ἀνθρώπῳ ταὐτὰ ἐσθίοντι καὶ πίνοντι βοΐ τε καὶ ἵππῳ καὶ πᾶσιν ἐκτὸς ἀνθρώπου, οἷον τὰ ἐκ τῆς γῆς φυόμενα, καρπούς τε καὶ ὕληνν καὶ χόρτον. ἀπὸ τούτων γὰρ καὶ τρέφονται καὶ αὔξονται καὶ ἄπονοι διάγουσιν οὐδὲν προσδεόμενοι ἄλλης διαίτης. καί τοι τήν γε ἀρχὴν ἔγωγε δοκέω καὶ τὸν ἄνθρωπον τοιαύτῃ τροφῇ κεχρῆσθαι. τὰ δὲ νῦν διαιτήματα εὑρημένα καὶ τετεχνημένα ἐν πολλῷ χρόνῳ γεγενῆσθαί μοι δοκεῖ. ὡς γὰρ ἔπασχον πολλά τε καὶ δεινὰ ὑπὸ ἰσχυρῆς τε καὶ θηριώδεος διαίτης ὠμά τε καὶ ἄκρητα καὶ μεγάλας δυνάμιας ἔχοντα ἐσφερόμενοι. οἷά περ ἂν καὶ νῦν ὑπ’ αὐτῶν πάσχοιεν πόνοισί τε ἰσχυροῖσι καὶ νούσοις περιπίπτοντες καὶ διὰ τάχεος θανάτοισι. ἧσσον μὲν οὖν ταῦτα τότε εἰκὸς ἦν πάσχειν διὰ τὴν συνήθειαν, ἰσχυρῶς δὲ καὶ τότε. καὶ τοὺς μὲν πλείστους τε καὶ ἀσθενεστέρην φύσιν ἔχοντας ἀπόλλυσθαι εἰκός, τοὺς δὲ τούτων ὑπερέχοντας πλείω χρόνον ἀντέχειν· ὥσπερ καὶ νῦν ἀπὸ τῶν ἰσχυρῶν βρωμάτων οἱ μὲν ῥηϊδίως ἀπαλλάσσονται, οἱ δὲ μετὰ πολλῶν πόνων τε καὶ κακῶν. διὰ δὴ ταύτην τὴν αἰτίην καὶ οὗτοί μοι δοκέουσι ζητῆσαι τροφὴν ἁρμόζουσαν τῇ φύσει καὶ εὑρεῖν ταύτην, ᾗ νῦν χρεώμεθα. ἐκ μὲν οὖν τῶν πυρῶν βρέξαντές σφας καὶ πτίσαντες καὶ καταλέσαντές τε καὶ διασήσαντες καὶ φορύξαντες καὶ ὀπτήσαντες ἀπετέλεσαν ἄρτον, ἐκ δὲ τῶν κριθέων μᾶζαν· ἄλλα τε πολλὰ περὶ ταῦτα πρηγματευσάμενοι ἥψησάν τε καὶ ὤπτησαν καὶ ἔμιξαν, καὶ ἐκέρασαν τὰ ἰσχυρά τε καὶ ἄκρητα τοῖς ἀσθενεστέροις, πλάσσοντες πάντα πρὸς τὴν τοῦ ἀνθρώπου φύσιν τε καὶ δύναμιν, ἡγεύμενοι, ὅσα μὲν ἂν ἰσχυρότερα ᾖ ἢ δυνήσεται κρατεῖν ἡ φύσις, ἢν ἐμφέρηται, ἀπὸ τούτων δ’ αὐτῶν πόνους τε καὶ νούσους καὶ θανάτους ἔσεσθαι, ὁπόσων δ’ ἂν δύνηται ἐπικρατεῖν, ἀπὸ τούτων τροφήν τε καὶ αὔξησιν καὶ ὑγιείην. τῷ δὲ εὑρήματι τούτῳ καὶ ζητήματι τί ἄν τις ὄνομα δικαιότερον ἢ προσῆκον μᾶλλον θείη ἢ ἰητρικήν; ὅτι γε εὕρηται ἐπὶ τῇ τοῦ ἀνθρώπου ὑγιείῃ τε καὶ σωτηρίῃ καὶ τροφῇ, ἄλλαγμα ἐκείνης τῆς διαίτης, ἐξ ἧς οἱ πόνοι καὶ νοῦσοι καὶ θάνατοι ἐγίνοντο. [Anc. Med. 4] εἰ δὲ μὴ τέχνη αὕτη νομίζεται εἶναι, οὐκ ἀπεοικός· ἧς γὰρ μηδείς ἐστιν ἰδιώτης, ἀλλὰ πάντες ἐπιστήμονες διὰ τὴν χρῆσίν τε καὶ ἀνάγκην, οὐ προσήκει ταύτης οὐδένα τεχνίτην καλεῖσθαι· ἐπεὶ τό γε εὕρημα μέγα τε καὶ πολλῆς σκέψιος τε καὶ τέχνης. ἔτι γοῦν καὶ νῦν οἱ τῶν γυμνασίων τε καὶ ἀσκησίων ἐπιμελόμενοι αἰεί τι προσεξευρίσκουσιν κατὰ τὴν αὐτὴν ὁδὸν ζητέοντες ὅ τι ἐσθίων τε καὶ πίνων ἐπικρατήσει τε αὐτοῦ μάλιστα καὶ ἰσχυρότερος αὐτὸς ἑωυτοῦ ἔσται. [Anc. Med. 5] σκεψώμεθα δὲ καὶ τὴν ὁμολογεομένως ἰητρικήν, τὴν ἀμφὶ τοὺς κάμνοντας εὑρημένην, ἣ καὶ ὄνομα καὶ τεχνίτας ἔχει, ἦρά τι καὶ αὐτὴ τῶν αὐτῶν ἐθέλει, καὶ πόθεν ποτὲ ἦρκται. ἐμοὶ μὲν γάρ, ὅπερ ἐν ἀρχῇ εἶπον, οὐδ’ ἂν ζητῆσαι ἰητρικὴν δοκεῖ οὐδείς, εἰ ταὐτὰ διαιτήματα τοῖσί τε κάμνουσι καὶ τοῖσι ὑγιαίνουσιν ἥρμοζεν. ἔτι γοῦν καὶ νῦν ὅσοι ἰητρικῇ μὴ χρέονται, οἵ τε βάρβαροι καὶ τῶν Ἑλλήνων ἔνιοι, τὸν αὐτὸν τρόπον, ὅνπερ οἱ ὑγιαίνοντες, διαιτέονται πρὸς ἡδονήν, καὶ οὔτ’ ἂν ἀπόσχοιντο οὐδενὸς ὧν ἐπιθυμέουσιν οὔθ’ ὑποστείλαιντο ἄν. οἱ δὲ ζητήσαντες καὶ εὑρόντες ἰητρικὴν τὴν αὐτὴν ἐκείνοισι διάνοιαν ἔχοντες, περὶ ὧν μοι ὁ πρότερος λόγος εἴρηται, πρῶτον μέν, οἶμαι, ὑφεῖλον τοῦ πλήθεος τῶν σιτίων αὐτῶν τούτων, καὶ ἀντὶ πλειόνων ὀλίγιστα ἐποίησαν. ἐπεὶ δὲ αὐτοῖσι τοῦτο ἔστι μὲν ὅτε πρός τινας τῶν καμνόντων ἤρκεσε καὶ φανερὸν ἐγένετο ὠφελῆσαν, οὐ μέντοι πᾶσί γε, ἀλλ’ ἦσάν τινες οὕτως ἔχοντες, ὡς μὴ ὀλίγων σιτίων δύνασθαι ἐπικρατεῖν, ἀσθενεστέρου δὲ δή τινος οἱ τοιοίδε ἐδόκεον δεῖσθαι, εὗρον τὰ ῥυφήματα μίξαντες ὀλίγα τῶν ἰσχυρῶν πολλῷ τῷ ὕδατι καὶ ἀφαιρεόμενοι τὸ ἰσχυρὸν τῇ κρήσει τε καὶ ἑψήσει. ὅσοι δὲ μηδὲ τῶν ῥυφημάτων ἐδύναντο ἐπικρατεῖν, ἀφεῖλον καὶ ταῦτα, καὶ ἀφίκοντο ἐς πόματα, καὶ ταῦτα τῇσι τε κρήσεσι καὶ τῷ πλήθει διαφυλάσσοντες ὡς μετρίως ἔχοι, μήτε πλείω τῶν δεόντων μήτε ἀκρητέστερα προσφερόμενοι μηδὲ ἐνδεέστερα. [Anc. Med. 6] εὖ δὲ χρὴ τοῦτο εἰδέναι, ὅτι τισὶ τὰ ῥυφήματα ἐν τῇσι νούσοισιν οὐ συμφέρει, ἀλλ’ ἄντικρυς, ὅταν ταῦτα προσαίρωνται, παροξύνονταί σφισι οἵ τε πυρετοὶ καὶ τὰ ἀλγήματα· καὶ δῆλον τὸ προσενεχθὲν τῇ μὲν νούσῳ τροφή τε καὶ αὔξησις γενόμενον, τῷ δὲ σώματι φθίσις τε καὶ ἀρρωστίη. ὅσοι δὲ ἂν τῶν ἀνθρώπων ἐν ταύτῃ τῇ διαθέσει ἐόντες προσενέγκωνται ξηρὸν σιτίον ἢ μᾶζαν ἢ ἄρτον, καὶ ἢν πάνυ σμικρόν, δεκαπλασίως ἂν μᾶλλον καὶ ἐπιφανέστερον κακωθεῖεν ἢ ῥυφέοντες, δι’ οὐδὲν ἄλλο ἢ διὰ τὴν ἰσχὺν τοῦ βρώματος πρὸς τὴν διάθεσιν· καὶ ὅτῳ ῥυφεῖν μὲν συμφέρει, ἐσθίειν δ’ οὔ, εἰ πλείω φάγοι, πολὺ ἂν μᾶλλον κακωθείη, ἢ εἰ ὀλίγα· καὶ εἰ ὀλίγα δέ, πονήσειεν ἄν. πάντα δὴ τὰ αἴτια τοῦ πόνου ἐς τὸ αὐτὸ ἀνάγεται, τὰ ἰσχυρότατα μάλιστά τε καὶ ἐπιφανέστατα λυμαίνεσθαι τὸν ἄνθρωπον καὶ τὸν ὑγιᾶ ἐόντα καὶ τὸν κάμνοντα. [Anc. Med. 7] τί οὖν φαίνεται ἑτεροῖον διανοηθεὶς ὁ καλεύμενος ἰητρὸς καὶ ὁμολογεομένως χειροτέχνης, ὃς ἐξεῦρε τὴν ἀμφὶ τοὺς κάμνοντας δίαιτάν τε καὶ τροφήν, ἢ ἐκεῖνος ὁ ἀπ’ ἀρχῆς τοῖσι πᾶσιν ἀνθρώποισιν τροφήν, ᾗ νῦν χρώμεθα, ἐξ ἐκείνης τῆς ἀγρίης τε καὶ θηριώδεος διαίτης εὑρών τε καὶ παρασκευασάμενος; ἐμοὶ μὲν γὰρ φαίνεται ὁ αὐτὸς λόγος καὶ ἓν καὶ ὅμοιον τὸ εὕρημα. ὁ μέν, ὅσων μὴ ἐδύνατο ἡ φύσις ἡ ἀνθρωπίνη ὑγιαίνουσα ἐπικρατεῖν ἐμπιπτόντων διὰ τὴν θηριότητά τε καὶ τὴν ἀκρησίην, ὁ δέ, ὅσων ἡ διάθεσις, ἐν οἵῃ ἂν ἑκάστοτε ἕκαστος τύχῃ διακείμενος, μὴ δύνηται ἐπικρατεῖν, ταῦτα ἐζήτησεν ἀφελεῖν. τί δὴ τοῦτο ἐκείνου διαφέρει ἀλλ’ ἢ πλέον τό γε εἶδος, καὶ ὅτι ποικιλώτερον καὶ πλείονος πρηγματίης, ἀρχὴ δὲ ἐκείνη ἡ πρότερον γενομένη; [Anc. Med. 8] εἰ δέ τις σκέπτοιτο τὴν τῶν καμνόντων δίαιταν πρὸς τὴν τῶν ὑγιαινόντων, εὕροι ἂν τὴν τῶν θηρίων τε καὶ τῶν ἄλλων ζῴων οὐ βλαβερωτέρην πρὸς τὴν τῶν ὑγιαινόντων. ἀνὴρ γὰρ κάμνων νοσήματι μήτε τῶν χαλεπῶν τε καὶ ἀπόρων μήτε αὖ τῶν παντάπασιν εὐηθέων, ἀλλ’ ὅ τι αὐτῷ ἐξαμαρτάνοντι μέλλει ἐπίδηλον ἔσεσθαι, εἰ ἐθέλοι καταφαγεῖν ἄρτον καὶ κρέας ἢ ἄλλο τι ὧν οἱ ὑγιαίνοντες ἐσθίοντες ὠφελέονται, μὴ πολλόν, ἀλλὰ πολλῷ ἔλασσον ἢ ὑγιαίνων ἂν ἐδύνατο, ἄλλος τε τῶν ὑγιαινόντων φύσιν ἔχων μήτε παντάπασιν ἀσθενέα μήτε αὖ ἰσχυρὴν φάγοι τι ὧν βοῦς ἢ ἵππος φαγὼν ἂν ὠφελοῖτό τε καὶ ἰσχύοι, ὀρόβους ἢ κριθὰς ἢ ἄλλο τι τῶν τοιούτων, μὴ πολύ, ἀλλὰ πολλῷ μεῖον ἢ δύναιτο, οὐκ ἂν ἧσσον ὁ ὑγιαίνων τοῦτο ποιήσας πονήσειέ τε καὶ κινδυνεύσειε κείνου τοῦ νοσέοντος, ὃς τὸν ἄρτον ἢ τὴν μᾶζαν ἀκαίρως προσηνέγκατο. ταῦτα δὴ πάντα τεκμήρια, ὅτι αὕτη ἡ τέχνη πᾶσα ἡ ἰητρικὴ τῇ αὐτῇ ὁδῷ ζητεομένη εὑρίσκοιτο ἄν. [Anc. Med. 9] καὶ εἰ μὲν ἦν ἁπλοῦν, ὥσπερ ὑφήγητο, ὅσα μὲν ἦν ἰσχυρότερα, ἔβλαπτεν, ὅσα δ’ ἦν ἀσθενέστερα, ὠφέλει τε καὶ ἔτρεφεν καὶ τὸν κάμνοντα καὶ τὸν ὑγιαίνοντα, εὐπετὲς ἂν ἦν τὸ πρῆγμα· πολλὸν γὰρ τοῦ ἀσφαλέος ἂν ἔδει περιλαμβάνοντας ἄγειν ἐπὶ τὸ ἀσθενέστερον. νῦν δὲ οὐκ ἔλασσον ἁμάρτημα, οὐδὲ ἧσσον λυμαίνεται τὸν ἄνθρωπον, ἢν ἐλάσσονα καὶ ἐνδεέστερα τῶν ἱκανῶν προσφέρηται. τὸ γὰρ τοῦ λιμοῦ μένος δύναται ἰσχυρῶς ἐν τῇ φύσει τοῦ ἀνθρώπου καὶ γυιῶσαι καὶ ἀσθενέα ποιῆσαι καὶ ἀποκτεῖναι. πολλὰ δὲ καὶ ἄλλα κακὰ ἑτεροῖα τῶν ἀπὸ πληρώσιος, οὐχ ἧσσον δὲ δεινά, καὶ ἀπὸ κενώσιος. διότι πολλὸν ποικιλώτερά τε καὶ διὰ πλείονος ἀκριβείης ἐστί. δεῖ γὰρ μέτρου τινὸς στοχάσασθαι. μέτρον δὲ οὔτε ἀριθμὸν οὔτε σταθμὸν ἄλλον, πρὸς ὃ ἀναφέρων εἴσῃ τὸ ἀκριβές, οὐκ ἂν εὕροις ἀλλ’ ἢ τοῦ σώματος τὴν αἴσθησιν. διὸ ἔργον οὕτω καταμαθεῖν ἀκριβέως, ὥστε σμικρὰ ἁμαρτάνειν ἔνθα ἢ ἔνθα. κἂν ἐγὼ τοῦτον τὸν ἰητρὸν ἰσχυρῶς ἐπαινέοιμι τὸν σμικρὰ ἁμαρτάνοντα. τὸ δὲ ἀτρεκὲς ὀλιγάκις ἔστι κατιδεῖν. ἐπεὶ οἱ πολλοί γε τῶν ἰητρῶν τὰ αὐτά μοι δοκέουσιν τοῖσι κακοῖσι κυβερνήτῃσι πάσχειν. καὶ γὰρ ἐκεῖνοι ὅταν ἐν γαλήνῃ κυβερνῶντες ἁμαρτάνωσιν, οὐ καταφανέες εἰσίν· ὅταν δὲ αὐτοὺς κατάσχῃ χειμών τε μέγας καὶ ἄνεμος ἐξώστης, φανερῶς πᾶσιν ἤδη ἀνθρώποις δι’ ἀγνωσίην καὶ ἁμαρτίην δῆλοί εἰσιν ἀπολέσαντες τὴν ναῦν. οὕτω δὴ καὶ οἱ κακοί τε καὶ οἱ πλεῖστοι ἰητροί, ὅταν μὲν θεραπεύωσιν ἀνθρώπους μηδὲν δεινὸν ἔχοντας, ἐς οὓς ἄν τις τὰ μέγιστα ἐξαμαρτάνων οὐδὲν δεινὸν ἐργάσαιτο — πολλὰ δὲ τοιαῦτα νοσήματα καὶ πολλόν τι πλείω τῶν δεινῶν ἀνθρώποις συμβαίνει — ἐν μὲν τοῖσι τοιούτοις ἁμαρτάνοντες οὐ καταφανέες εἰσὶν τοῖσιν ἰδιώτῃσιν· ὅταν δ’ ἐντύχωσιν μεγάλῳ τε καὶ ἰσχυρῷ καὶ ἐπισφαλεῖ νοσήματι, τότε σφέων τά τε ἁμαρτήματα καὶ ἡ ἀτεχνίη πᾶσι καταφανής· οὐ γὰρ ἐς μακρὸν αὐτῶν ἑκατέρου αἱ τιμωρίαι, ἀλλὰ διὰ τάχεος πάρεισιν. [Anc. Med. 10] ὅτι δ’ οὐδὲν ἐλάσσους ἀπὸ κενώσιος ἀκαίρου κακοπάθειαι γίνονται τῷ ἀνθρώπῳ ἢ ἀπὸ πληρώσιος, καταμανθάνειν καλῶς ἔχει ἐπαναφέροντας ἐπὶ τοὺς ὑγιαίνοντας. ἔστι γὰρ οἷσιν αὐτῶν συμφέρει μονοσιτεῖν, καὶ τοῦτο διὰ τὸ συμφέρον οὕτως αὐτοὶ ἐτάξαντο, ἄλλοισι δὲ ἀριστῆν διὰ τὴν αὐτὴν ἀνάγκην· οὕτω γὰρ αὐτοῖσι συμφέρει. καὶ μὴν τοῦτ’ εἰσὶ οἳ δι’ ἡδονὴν ἢ δι’ ἄλλην τινὰ συγκυρίην ἐπετήδευσαν ὁπότερον αὐτῶν. τοῖς μὲν γὰρ πλείστοισι τῶν ἀνθρώπων οὐδὲν διαφέρει, ὁπότερον ἂν ἐπιτηδεύσωσιν, εἴτε μονοσιτεῖν εἴτε ἀριστῆν, τούτῳ τῷ ἔθει χρῆσθαι. εἰσὶ δέ τινες οἳ οὐκ ἂν δύναιντο ἔξω τοῦ συμφέροντος ποιέοντες ῥηϊδίως ἀπαλλάσσειν, ἀλλὰ συμβαίνει αὐτῶν ἑκατέροισι παρ’ ἡμέρην μιαν καὶ ταύτην οὐχ ὅλην μεταβάλλουσιν ὑπερφυὴς κακοπάθεια. οἱ μὲν γὰρ ἢν ἀριστήσωσιν μὴ συμφέροντος αὐτοῖσι, εὐθέως βαρέες καὶ νωθροὶ καὶ τὸ σῶμα καὶ τὴν γνώμην χάσμης τε καὶ νυσταγμοῦ καὶ δίψης πλήρεες· ἢν δὲ καὶ ἐπιδειπνήσωσι, καὶ φῦσα καὶ στρόφος καὶ ἡ κοιλίη καταρρήγνυται. καὶ πολλοῖσιν ἀρχὴ νούσου αὕτη μεγάλης ἐγένετο, καὶ ἢν τὰ σιτία, ἃ μεμαθήκεσαν ἅπαξ ἀναλίσκειν, ταῦτα δὶς προσενέγκωνται καὶ μηδὲν πλείω. τοῦτο δέ, ἢν ἀριστῆν μεμαθηκώς τις — καὶ οὕτως αὐτῷ συμφέρον ἦν — μὴ ἀριστήσῃ, ὅταν τάχιστα παρέλθῃ ἡ ὥρη, εὐθὺς ἀδυναμίη δεινή, τρόμος, ἀψυχίη· ἐπὶ τούτοις ὀφθαλμοὶ κοῖλοι, οὖρον χλωρότερον καὶ θερμότερον, στόμα πικρόν, καὶ τὰ σπλάγχνα δοκεῖ οἱ κρέμασθαι, σκοτοδινίη, δυσθυμίη, δυσεργείη. ταῦτα δὲ πάντα, καὶ ὅταν δειπνεῖν ἐπιχειρήσῃ, ἀηδέστερος μὲν ὁ σῖτος, ἀναλίσκειν δὲ οὐ δύναται ὅσα ἀριστιζόμενος πρότερον ἐδείπνει. ταῦτα δὲ αὐτὰ μετὰ στρόφον καὶ ψόφου καταβαίνοντα συγκαίει τὴν κοιλίην, δυσκοιτέουσί τε καὶ ἐνυπνιάζουσι τεταραγμένα τε καὶ θορυβώδεα. πολλοῖσι δὲ καὶ τούτων αὕτη ἀρχὴ νούσου ἐγένετο. [Anc. Med. 11] σκέψασθαι δὲ χρή, διὰ τίνα αἰτίην αὐτοῖσιν ταῦτα συνέβη. τῷ μέν, οἶμαι, μεμαθηκότι μονοσιτεῖν, ὅτι οὐκ ἀνέμεινεν τὸν χρόνον τὸν ἱκανόν, μέχρι αὐτοῦ ἡ κοιλίη τῶν τῇ προτεραίῃ προσενηνεγμένων σιτίων ἀπολαύσῃ τελέως καὶ ἐπικρατήσῃ καὶ λαπαχθῇ τε καὶ ἡσυχάσῃ, ἀλλ’ ἐπὶ ζέουσάν τε καὶ ἐζυμωμένην καινὰ ἐπεσηνέγκατο. αἱ δὲ τοιαῦται κοιλίαι πολλῷ τε βραδύτερον πέσσουσι καὶ πλείονος δέονται ἀναπαύσιός τε καὶ ἡσυχίης. ὁ δὲ μεμαθηκὼς ἀριστίζεσθαι, διότι, ἐπειδὴ τάχιστα ἐδεήθη τὸ σῶμα τροφῆς καὶ τὰ πρότερα κατανάλωτο καὶ οὐκ εἶχεν οὐδεμίαν ἀπόλαυσιν, οὐκ εὐθέως αὐτῷ προσεγένετο καινὴ τροφή, φθίνει δὴ καὶ συντήκεται ὑπὸ λιμοῦ. πάντα γάρ, ἃ λέγω πάσχειν τὸν τοιοῦτον ἄνθρωπον, λιμῷ ἀνατίθημι. φημὶ δὲ καὶ τοὺς ἄλλους ἀνθρώπους ἅπαντας, οἵτινες ἂν ὑγιαίνοντες ἄσιτοι δύο ἡμέρας ἢ τρεῖς γένωνται, ταῦτα πείσεσθαι, οἷάπερ ἐπὶ τῶν ἀναρίστων γενομένων εἴρηκα. [Anc. Med. 12] τὰς δὲ τοιαύτας φύσιας ἔγωγέ φημι τὰς ταχέως τε καὶ ἰσχυρῶς τῶν ἁμαρτημάτων ἀπολαυούσας ἀσθενεστέρας εἶναι τῶν ἑτέρων. ἐγγύτατα δὲ τοῦ ἀσθενέοντός ἐστιν ὁ ἀσθενής, ἔτι δὲ ἀσθενέστερος ὁ ἀσθενέων, καὶ μᾶλλον αὐτῷ προσήκει ὅ τι ἂν τοῦ καιροῦ ἀποτυγχάνῃ πονεῖν. χαλεπὸν δὲ τοιαύτης ἀκριβείης ἐούσης περὶ τὴν τέχνην τυγχάνειν αἰεὶ τοῦ ἀτρεκεστάτου. πολλὰ δὲ εἴδεα κατ’ ἰητρικὴν ἐς τοσαύτην ἀκρίβειαν ἥκει, περὶ ὧν εἰρήσεται. οὔ φημι δὲ δεῖν διὰ τοῦτο τὴν τέχνην ὡς οὐκ ἐοῦσαν οὐδὲ καλῶς ζητεομένην τὴν ἀρχαίην ἀποβάλλεσθαι, εἰ μὴ ἔχει περὶ πάντα ἀκρίβειαν, ἀλλὰ πολὺ μᾶλλον διὰ τὸ ἐγγὺς οἶμαι τοῦ ἀτρεκεστάτου δύνασθαι ἥκειν λογισμῷ ἐκ πολλῆς ἀγνωσίης θαυμάζειν τὰ ἐξευρημένα, ὡς καλῶς καὶ ὀρθῶς ἐξεύρηται καὶ οὐκ ἀπὸ τύχης. [Anc. Med. 13] ἐπὶ δὲ τῶν τὸν καινὸν τρόπον τὴν τέχνην ζητεύντων ἐξ ὑποθέσιος τὸν λόγον ἐπανελθεῖν βούλομαι. εἰ γάρ τί ἐστιν θερμὸν ἢ ψυχρὸν ἢ ξηρὸν ἢ ὑγρὸν τὸ λυμαινόμενον τὸν ἄνθρωπον, καὶ δεῖ τὸν ὀρθῶς ἰητρεύοντα βοηθεῖν τῷ μὲν θερμῷ ἐπὶ τὸ ψυχρόν, τῷ δὲ ψυχρῷ ἐπὶ τὸ θερμόν, τῷ δὲ ξηρῷ ἐπὶ τὸ ὑγρόν, τῷ δὲ ὑγρῷ ἐπὶ τὸ ξηρόν. ἔστω μοι ἄνθρωπος μὴ τῶν ἰσχυρῶν φύσει, ἀλλὰ τῶν ἀσθενεστέρων· οὗτος δὲ πυροὺς ἐσθιέτω, οὓς ἂν ἀπὸ τῆς ἅλω ἀνέλῃ, ὠμοὺς καὶ ἀργούς, καὶ κρέα ὠμὰ καὶ πινέτω ὕδωρ. ταύτῃ χρεώμενος τῇ διαίτῃ εὖ οἶδ’ ὅτι πείσεται πολλὰ καὶ δεινά· καὶ γὰρ πόνους πονήσει καὶ τὸ σῶμα ἀσθενὲς ἔσται καὶ ἡ κοιλίη φθαρήσεται καὶ ζῆν πολὺν χρόνον οὐ δυνήσεται. τί δὴ χρὴ βοήθημα παρεσκευάσθαι ὧδ’ ἔχοντι; θερμὸν ἢ ψυχρὸν ἢ ξηρὸν ἢ ὑγρόν; δῆλον γὰρ ὅτι τούτων τι. εἰ γὰρ τὸ λυμαινόμενόν ἐστιν τούτων τὸ ἕτερον, τῷ ὑπεναντίῳ προσήκει λῦσαι, ὡς ὁ ἐκείνων λόγος ἔχει. τὸ μὲν γὰρ βεβαιότατόν τε καὶ προφανέστατον φάρμακον ἀφελόντα τὰ διαιτήματα, οἷς ἐχρῆτο, ἀντὶ μὲν τῶν πυρῶν ἄρτον διδόναι, ἀντὶ δὲ τῶν ὠμῶν κρεῶν ἑφθά, πιεῖν τε ἐπὶ τούτοισιν οἴνου. ταῦτα μεταβαλόντα οὐχ οἷόν τε μὴ οὐχ ὑγιᾶ γενέσθαι, ἤν γε μὴ παντάπασιν ᾖ διεφθαρμένος ὑπὸ χρόνου τε καὶ τῆς διαίτης. τί δὴ φήσομεν; πότερον αὐτῷ ἀπὸ ψυχροῦ κακοπαθέοντι θερμὰ ταῦτα προσενέγκαντες ὠφέλησαν ἢ τἀναντία; οἶμαι γὰρ ἔγωγε πολλὴν ἀπορίην τῷ ἐρωτηθέντι παρασχεῖν. ὁ γὰρ τὸν ἄρτον παρασκευάζων τῶν πυρῶν τὸ θερμὸν ἢ τὸ ψυχρὸν ἢ τὸ ξηρὸν ἢ τὸ ὑγρὸν ἀφείλατο; ὃ γὰρ καὶ πυρὶ καὶ ὕδατι δέδοται καὶ ἄλλοις πολλοῖσι ἤργασται, ὧν ἕκαστον ἰδίην δύναμιν καὶ φύσιν ἔχει, τὰ μὲν τῶν ὑπαρχόντων ἀποβέβληκε, ἄλλοισι δὲ κέκρηταί τε καὶ μέμικται. [Anc. Med. 14] οἶδα μὲν γὰρ καὶ τάδε δήπου, ὅτι διαφέρει ἐς τὸ σῶμα τοῦ ἀνθρώπου καθαρὸς ἄρτος ἢ συγκομιστός, ἢ ἀπτίστων πυρῶν ἢ ἐπτισμένων, ἢ πολλῷ ὕδατι πεφυρημένος ἢ ὀλίγῳ, ἢ ἰσχυρῶς πεφυρημένος ἢ ἀφύρητος, ἢ ἔξοπτος ἢ ἔνωμος, ἄλλα τε πρὸς τούτοισι μυρία. ὡς δ’ αὔτως καὶ περὶ μάζης. καὶ αἱ δυνάμιες μεγάλαι τε ἑκάστου καὶ οὐδὲν ἡ ἑτέρη τῇ ἑτέρῃ ἐοικυῖα. ὅστις δὲ ταῦτα οὐκ ἐπέσκεπται ἢ σκεπτόμενος οὐκ οἶδεν, πῶς ἄν τι οὗτος δύναιτο τῶν κατ’ ἄνθρωπον παθημάτων εἰδέναι; ὑπὸ γὰρ ἑνὸς ἑκάστου τούτων πάσχει τε καὶ ἑτεροιοῦται ὁ ἄνθρωπος ἢ τοῖον ἢ τοῖον. καὶ διὰ τούτων πᾶς ὁ βίος καὶ ὑγιαίνοντι καὶ ἐκ νούσου ἀνατρεφομένῳ καὶ κάμνοντι. οὐκ ἂν οὖν ἕτερα τούτων χρησιμώτερα οὐδὲ ἀναγκαιότερα εἴη εἰδέναι δήπου, ὡς δὲ καλῶς καὶ λογισμῷ προσήκοντι ζητήσαντες πρὸς τὴν τοῦ ἀνθρώπου φύσιν εὗρον αὐτὰ οἱ πρῶτοι εὑρόντες καὶ ᾠήθησαν ἀξίην τὴν τέχνην θεῷ προσθεῖναι, ὥσπερ καὶ νομίζεται. οὐ γὰρ τὸ ξηρὸν οὐδὲ τὸ ὑγρὸν οὐδὲ τὸ θερμὸν οὐδὲ τὸ ψυχρὸν οὐδὲ ἄλλο τούτων ἡγησάμενοι οὐδὲν οὔτε λυμαίνεσθαι οὔτε προσδεῖσθαι οὐδενὸς τούτων τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἰσχυρὸν ἑκάστου καὶ τὸ κρέσσον τῆς φύσιος τῆς ἀνθρωπείης, οὗ μὴ ἠδύνατο κρατεῖν, τοῦτο βλάπτειν ἡγήσαντο καὶ τοῦτο ἐζήτησαν ἀφαιρεῖν. ἰσχυρότατον δ’ ἐστὶ τοῦ μὲν γλυκέος τὸ γλυκύτατον, τοῦ δὲ πικροῦ τὸ πικρότατον, τοῦ δὲ ὀξέος τὸ ὀξύτατον, ἑκάστου δὲ πάντων τῶν ἐνεόντων ἡ ἀκμή. ταῦτα γὰρ ἑώρων καὶ ἐν τῷ ἀνθρώπῳ ἐνεόντα καὶ λυμαινόμενα τὸν ἄνθρωπον. ἔνι γὰρ ἐν ἀνθρώπῳ καὶ ἁλμυρὸν καὶ πικρὸν καὶ γλυκὺ καὶ ὀξὺ καὶ στρυφνὸν καὶ πλαδαρὸν καὶ ἄλλα μυρία παντοίας δυνάμιας ἔχοντα πλῆθός τε καὶ ἰσχύν. ταῦτα μὲν μεμιγμένα καὶ κεκρημένα ἀλλήλοισιν οὔτε φανερά ἐστιν οὔτε λυπεῖ τὸν ἄνθρωπον. ὅταν δέ τι τούτων ἀποκριθῇ καὶ αὐτὸ ἐφ’ ἑωυτοῦ γένηται, τότε καὶ φανερόν ἐστι καὶ λυπεῖ τὸν ἄνθρωπον· τοῦτο δέ, τῶν βρωμάτων ὅσα ἡμῖν ἀνεπιτήδειά ἐστιν καὶ λυμαίνεται τὸν ἄνθρωπον ἐμπεσόντα, τούτων ἓν ἕκαστον ἢ πικρόν ἐστιν ἢ ἁλμυρὸν ἢ ὀξὺ ἢ ἄλλο τι ἄκρητόν τε καὶ ἰσχυρόν, καὶ διὰ τοῦτο ταρασσόμεθα ὑπ’ αὐτῶν, ὥσπερ καὶ ὑπὸ τῶν ἐν τῷ σώματι ἀποκρινομένων. πάντα δὲ ὅσα ἄνθρωπος ἐσθίει ἢ πίνει, τὰ τοιαῦτα βρώματα ἥκιστα τοιούτου χυμοῦ ἀκρήτου τε καὶ διαφέροντος δῆλά ἐστιν μετέχοντα, οἷον ἄρτος τε καὶ μᾶζα καὶ τὰ ἑπόμενα τούτοις, οἷς εἴθισται ὁ ἄνθρωπος πλείστοισί τε καὶ αἰεὶ χρῆσθαι, ἔξω τῶν πρὸς ἡδονήν τε καὶ κόρον ἠρτυμένων τε καὶ ἐσκευασμένων. καὶ ἀπὸ τούτων πλείστων ἐσιόντων ἐς τὸν ἄνθρωπον τάραχος καὶ ἀπόκρισις τῶν ἀμφὶ τὸ σῶμα δυναμίων ἥκιστα γίνεται, ἰσχὺς δὲ καὶ αὔξησις καὶ τροφὴ μάλιστα δι’ οὐδὲν ἕτερον γίνεται ἢ ὅτι εὖ τε κέκρηται καὶ οὐδὲν ἔχει οὔτε ἄκρητον οὔτε ἰσχυρόν, ἀλλ’ ὅλον ἕν τε γέγονε καὶ ἁπλοῦν. [Anc. Med. 15] Ἀπορέω δ’ ἔγωγε, οἱ τὸν λόγον ἐκεῖνον λέγοντες καὶ ἄγοντες ἐκ ταύτης τῆς ὁδοῦ ἐπὶ ὑπόθεσιν τὴν τέχνην τίνα ποτὲ τρόπον θεραπεύουσι τοὺς ἀνθρώπους, ὥσπερ ὑποτίθενται. οὐ γάρ ἐστιν αὐτοῖς, οἶμαι, ἐξευρημένον αὐτό τι ἐφ’ ἑωυτοῦ θερμὸν ἢ ψυχρὸν ἢ ξηρὸν ἢ ὑγρὸν μηδενὶ ἄλλῳ εἴδει κοινωνέον. ἀλλ’ οἴομαι ἔγωγε ταὐτὰ βρώματα καὶ πόματα αὐτοῖσι ὑπάρχειν, οἷσι πάντες χρεώμεθα. προστιθέασι δὲ τῷ μὲν εἶναι θερμῷ, τῷ δὲ ψυχρῷ, τῷ δὲ ξηρῷ, τῷ δὲ ὑγρῷ, ἐπεὶ ἐκεῖνό γε ἄπορον προστάξαι τῷ κάμνοντι θερμόν τι προσενέγκασθαι. εὐθὺ γὰρ ἐρωτήσει· τί; ὥστε ληρεῖν ἀνάγκη ἢ ἐς τούτων τι τῶν γινωσκομένων καταφεύγειν. εἰ δὲ δὴ τυγχάνει τι θερμὸν ἐὸν στρυφνόν, ἄλλο δὲ θερμὸν ἐὸν πλαδαρόν, ἄλλο δὲ θερμὸν ἄραδον ἔχον — ἔστι γὰρ καὶ ἄλλα πολλὰ θερμὰ καὶ ἄλλας δυνάμιας ἔχοντα ἑωυτοῖς ὑπεναντίας — ἦ διοίσει τι αὐτῶν προσενεγκεῖν τὸ θερμὸν καὶ στρυφνὸν ἢ τὸ θερμὸν καὶ πλαδαρὸν ἢ ἅμα τὸ ψυχρὸν καὶ στρυφνόν — ἔστι γὰρ καὶ τοιοῦτο — ἢ τὸ ψυχρόν τε καὶ πλαδαρόν· ὥσπερ γὰρ ἐγὼ οἶδα, πᾶν τοὐναντίον ἀφ’ ἑκατέρου αὐτῶν ἀποβαίνει, οὐ μοῦνον ἐν ἀνθρώπῳ, ἀλλὰ καὶ ἐν σκύτει καὶ ἐν ξύλῳ καὶ ἐν ἄλλοις πολλοῖς, ἅ ἐστιν ἀνθρώπου ἀναισθητότερα. οὐ γὰρ τὸ θερμόν ἐστιν τὸ τὴν μεγάλην δύναμιν ἔχον, ἀλλὰ τὸ στρυφνὸν καὶ τὸ πλαδαρὸν καὶ τἄλλα ὅσα μοι εἴρηται καὶ ἐν τῷ ἀνθρώπῳ καὶ ἔξω τοῦ ἀνθρώπου, καὶ ἐσθιόμενα καὶ πινόμενα καὶ ἔξωθεν ἐπιχριόμενά τε καὶ προσπλασσόμενα. [Anc. Med. 16] ψυχρότητα δ’ ἐγὼ καὶ θερμότητα πασέων ἥκιστα τῶν δυναμίων νομίζω δυναστεύειν ἐν τῷ σώματι διὰ τάσδε τὰς αἰτίας· ὃν μὲν ἂν δήπου χρόνον μεμιγμένα αὐτὰ ἑωυτοῖς ἅμα τὸ θερμόν τε καὶ ψυχρὸν ἐνῇ, οὐ λυπεῖ. κρῆσις γὰρ καὶ μετριότης τῷ μὲν θερμῷ γίνεται ἀπὸ τοῦ ψυχροῦ, τῷ δὲ ψυχρῷ ἀπὸ τοῦ θερμοῦ. ὅταν δ’ ἀποκριθῇ χωρὶς ἑκάτερον, τότε λυπεῖ. ἐν δὲ δὴ τούτῳ τῷ καιρῷ, ὅταν τὸ ψυχρὸν ἐπιγένηται καί τι λυπήσῃ τὸν ἄνθρωπον, διὰ τάχεος πρῶτον δι’ αὐτὸ τοῦτο πάρεστιν τὸ θερμὸν αὐτόθεν ἐκ τοῦ ἀνθρώπου, οὐδεμιῆς βοηθείης οὐδὲ παρασκευῆς δεόμενον. καὶ ταῦτα καὶ ἐν ὑγιαίνουσι τοῖς ἀνθρώποις ἀπεργάζεται καὶ ἐν κάμνουσι. τοῦτο μέν, εἴ τις θέλει ὑγιαίνων χειμῶνος διαψῦξαι τὸ σῶμα ἢ λουσάμενος ψυχρῷ ἢ ἄλλῳ τῳ τρόπῳ, ὅσῳ ἂν ἐπὶ πλεῖον αὐτὸ ποιήσῃ, καὶ ἤν γε μὴ παντάπασιν παγῇ τὸ σῶμα, ὅταν εἵματα λάβῃ καὶ ἔλθῃ ἐς τὴν σκέπην, ἔτι μᾶλλον καὶ ἐπὶ πλεῖον θερμαίνεται τὸ σῶμα· τοῦτο δέ, εἰ ἐθέλοι ἐκθερμανθῆναι ἰσχυρῶς ἢ λουτρῷ θερμῷ ἢ πυρὶ πολλῷ, ἐκ δὲ τούτου τὸ αὐτὸ εἷμα ἔχων ἐν τῷ αὐτῷ χωρίῳ τὴν διατριβὴν ποιεῖσθαι ὥσπερ διεψυγμένος, πολὺ φαίνεται καὶ ψυχρότερος καὶ ἄλλως φρικαλεώτερος· ἢ εἰ ῥιπιζόμενός τις ὑπὸ πνίγεος καὶ παρασκευαζόμενος αὐτὸς ἑωυτῷ ψῦχος ἐκ τοιούτου ἂν τρόπου διαπαύσαιτο τοῦτο ποιέων, δεκαπλάσιον ἔσται τὸ καῦμα καὶ πνῖγος ἢ τῷ μηδὲν τοιοῦτο ποιέοντι. [Anc. Med. 16] τόδε δὴ καὶ πολὺ μέζον· ὅσοι ἂν διὰ χιόνος ἢ ἄλλου ψύχεος βαδίσαντες ῥιγώσωσι διαφερόντως πόδας ἢ χεῖρας ἢ κεφαλήν, οἷα πάσχουσιν ἐς τὴν νύκτα, ὅταν περισταλεωσί τε καὶ ἐν ἀλέῃ γένωνται ὑπὸ καύματος καὶ κνησμοῦ. καὶ ἔστιν οἷσι φλύκταιναι ἀνίστανται ὥσπερ τοῖς ἀπὸ πυρὸς κατακεκαυμένοις. καὶ οὐ πρότερον τοῦτο πάσχουσιν, πρὶν θερμανθέωσιν. οὕτως ἑτοίμως ἑκάτερον αὐτῶν ἐπὶ θάτερον παραγίνεται. μυρία δ’ ἂν καὶ ἄλλα ἔχοιμι εἰπεῖν. τὰ δὲ κατὰ τοὺς νοσέοντας, οὐχὶ ὅσοις ἂν ῥῖγος γένηται, τούτοις ὀξύτατος ὁ πυρετὸς ἐκλάμπει; καὶ οὐχὶ ὅπως ἰσχυρός, ἀλλὰ καὶ παυόμενος δι’ ὀλίγου, καὶ ἄλλως τὰ πολλὰ ἀσινὴς καὶ ὅσον ἂν χρόνον παρῇ διάθερμος; καὶ διεξιὼν διὰ παντὸς τελευτᾷ ἐς τοὺς πόδας μάλιστα, οὗπερ τὸ ῥῖγος καὶ ἡ ψῦξις νεηνικωτάτη καὶ ἐπὶ πλεῖον ἐνεχρόνισεν· πάλιν τε ὅταν ἱδρώσῃ τε καὶ ἀπαλλαγῇ ὁ πυρετός, πολὺ μᾶλλον διέψυξε ἢ εἰ μὴ ἔλαβε τὴν ἀρχήν. ᾧ οὖν διὰ τάχεος οὕτω παραγίνεται τὸ ἐναντιώτατόν τε καὶ ἀφαιρεόμενον τὴν δύναμιν ἀπὸ τωὐτομάτου, τί ἂν ἀπὸ τούτου μέγα ἢ δεινὸν γένοιτο; ἢ τί δεῖ πολλῆς ἐπὶ τούτῳ βοηθείης; [Anc. Med. 17] εἴποι ἄν τις· ἀλλ’ οἱ πυρεταίνοντες τοῖσι καύσοισί τε καὶ περιπνευμονίῃσι καὶ ἄλλοισι ἰσχυροῖσι νοσήμασι οὐ ταχέως ἐκ τῆς θέρμης ἀπαλλάσσονται, οὐδὲ πάρεστιν ἐνταῦθα ἔτι τὸ θερμὸν ἢ τὸ ψυχρόν. ἐγὼ δέ μοι τοῦτο μέγιστον τεκμήριον ἡγεῦμαι εἶναι, ὅτι οὐ διὰ τὸ θερμὸν ἁπλῶς πυρεταίνουσιν οἱ ἄνθρωποι, οὐδὲ τοῦτο εἴη τὸ αἴτιον τῆς κακώσιος μοῦνον, ἀλλ’ ἔστι καὶ πικρὸν καὶ θερμὸν τὸ αὐτό, καὶ ὀξὺ καὶ θερμόν, καὶ ἁλμυρὸν καὶ θερμόν, καὶ ἄλλα μυρία, καὶ πάλιν γε ψυχρὸν μετὰ δυναμίων ἑτέρων. τὰ μὲν οὖν λυμαινόμενα ταῦτ’ ἐστί· συμπάρεστι δὲ καὶ τὸ θερμόν, ῥώμης μὲν ἔχον ὅσον τὸ ἡγεύμενον καὶ παροξυνόμενον καὶ αὐξόμενον ἅμα ἐκείνῳ, δύναμιν δὲ οὐδεμίαν πλείω τῆς προσηκούσης. [Anc. Med. 18] δῆλα δὲ ταῦτα ὅτι ὧδε ἔχει ἐπὶ τῶνδε τῶν σημείων· πρῶτον μὲν ἐπὶ τὰ φανερώτερα, ὧν πάντες ἔμπειροι πολλάκις ἐσμέν τε καὶ ἐσόμεθα. τοῦτο μὲν γάρ, ὅσοισι ἂν ἡμέων κόρυζα ἐγγένηται καὶ ῥεῦμα κινηθῇ διὰ τῶν ῥινῶν, τοῦτο ὡς τὸ πολὺ δριμύτερον τοῦ πρότερον γινομένου τε καὶ ἰόντος ἐκ τῶν ῥινῶν καθ’ ἑκάστην ἡμέρην καὶ οἰδεῖν μὲν ποιεῖ τὴν ῥῖνα καὶ συγκαίει θερμήν τε καὶ διάπυρον ἐσχάτως, ἢν δὴ τὴν χεῖρα προσφέρῃς· κἢν πλείω χρόνον παρῇ, καὶ ἐξελκοῦται τὸ χωρίον ἄσαρκόν τε καὶ σκληρὸν ἐόν. παύεται δέ πως τὸ καῦμα ἐκ τῆς ῥινός, οὐχ ὅταν τὸ ῥεῦμα γίνηται καὶ ἡ φλεγμονὴ ᾖ, ἀλλ’ ἐπειδὰν παχύτερόν τε καὶ ἧσσον δριμὺ ῥέῃ, πέπον καὶ μεμιγμένον μᾶλλον τοῦ πρότερον γινομένου, τότε δὲ ἤδη καὶ τὸ καῦμα πέπαυται. ἀλλ’ οἷσι δὲ ὑπὸ ψύχεος φανερῶς αὐτοῦ μούνου γίνεται μηδενὸς ἄλλου συμπαραγενομένου, πᾶσι δὲ ἡ αὐτὴ ἀπαλλαγή, ἐκ μὲν τῆς ψύξιος διαθερμανθῆναι, ἐκ δὲ τοῦ καύματος διαψυχθῆναι, καὶ ταῦτα ταχέως παραγίνεται καὶ πέψιος οὐδεμιῆς προσδεῖται. τὰ δ’ ἄλλα πάντα, ὅσα διὰ χυμῶν δριμύτητας καὶ ἀκρησίας, φημὶ ἔγωγε γίνεσθαι τὸν αὐτὸν τρόπον καὶ ἀποκαθίστασθαι πεφθέντα καὶ κρηθέντα. [Anc. Med. 19] ὅσα τε αὖἐπὶ τοὺς ὀφθαλμοὺς τρέπεται τῶν ῥευμάτων, ἰσχυρὰς καὶ παντοίας δριμύτητας ἔχοντα, ἑλκοῖ μὲν βλέφαρα, κατεσθίει δ’ ἐνίων γνάθους τε καὶ τὰ ὑπὸ τοῖσι ὀφθαλμοῖσι, ἐφ’ ὅ τι ἂν ἐπιρρυῇ, ῥήγνυσι δὲ καὶ διεσθίει τὸν ἀμφὶ τὴν ὄψιν χιτῶνα. ὀδύναι δὲ καὶ καῦμα καὶ φλογμὸς ἔσχατος κατέχει μέχρι τινός, μέχρι ἂν τὰ ῥεύματα πεφθῇ καὶ γένηται παχύτερα καὶ λήμη ἀπ’ αὐτῶν ᾖ. τὸ δὲ πεφθῆναι γίνεται ἐκ τοῦ μιχθῆναι καὶ κρηθῆναι ἀλλήλοισι καὶ συνεψηθῆναι. τοῦτο δέ, ὅσα ἐς τὴν φάρυγγα, ἀφ’ ὧν βράγχοι γίνονται καὶ συνάγχαι, ἐρυσιπέλατά τε καὶ περιπνευμονίαι, πάντα ταῦτα τὸ μὲν πρῶτον ἁλμυρά τε καὶ ὑγρὰ καὶ δριμέα ἀφίει, καὶ ἐν τοῖσι τοιούτοις ἔρρωται τὰ νοσήματα. ὅταν δὲ παχύτερα καὶ πεπαίτερα γένηται καὶ πάσης δριμύτητος ἀπηλλαγμένα, τότε ἤδη καὶ οἱ πυρετοὶ παύονται καὶ τἄλλα τὰ λυπέοντα τὸν ἄνθρωπον. δεῖ δὲ δήπου ταῦτα αἴτια ἑκάστου ἡγεῖσθαι εἶναι, ὧν παρεόντων μὲν τοιουτότροπον γίνεσθαι ἀνάγκη, μεταβαλλόντων δὲ ἐς ἄλλην κρῆσιν παύεσθαι. ὁπόσα οὖν ἀπ’ αὐτῆς τῆς θέρμης εἰλικρινέος ἢ ψύξιος γίνεται καὶ μὴ μετέχει ἄλλης δυνάμιος μηδεμιῆς, οὕτω παύοιτο ἄν, ὅταν μεταβάλλῃ ἐκ τοῦ θερμοῦ ἐς τὸ ψυχρὸν καὶ ἐκ τοῦ ψυχροῦ ἐς τὸ θερμόν. μεταβάλλει δὲ ὅνπερ προείρηταί μοι τρόπον. ἔτι τοίνυν τἄλλα ὅσα κακοπαθεῖ ὁ ἄνθρωπος πάντα ἀπὸ δυναμίων γίνεται. τοῦτο μὲν γάρ, ὅταν πικρότης τις ἀποχυθῇ, ἣν δὴ χολὴν ξανθὴν καλέομεν, οἷαι ἄσαι καὶ καύματα καὶ ἀδυναμίαι κατέχουσιν· ἀπαλλασσόμενοι δὲ τούτου, ἐνίοτε καὶ καθαιρόμενοι, ἢ αὐτόματοι ἢ ὑπὸ φαρμάκου, ἢν ἐν καιρῷ τι αὐτῶν γίνηται, φανερῶς καὶ τῶν πόνων καὶ τῆς θέρμης ἀπαλλάσσονται. ὅσον δ’ ἂν χρόνον ταῦτα μετέωρα ᾖ καὶ ἄπεπτα καὶ ἄκρητα, μηχανὴ οὐδεμία οὔτε τῶν πόνων παύεσθαι οὔτε τῶν πυρετῶν. καὶ ὅσοισι δὲ ὀξύτητες προσίστανται δριμεῖαί τε καὶ ἰώδεες, οἷαι λύσσαι καὶ δήξιες σπλάγχνων καὶ θώρηκος καὶ ἀπορίη· οὐ παύεταί τι τούτου πρότερον, πρὶν ἢ ἀποκαθαρθῇ τε καὶ καταστορεσθῇ καὶ μιχθῇ τοῖσιν ἄλλοισιν· πέσσεσθαι δὲ καὶ μεταβάλλειν καὶ λεπτύνεσθαί τε καὶ παχύνεσθαι ἐς χυμῶν εἶδος δι’ ἄλλων εἰδέων καὶ παντοίων — διὸ καὶ κρίσιες καὶ ἀριθμοὶ τῶν χρόνων ἐν τοῖσι τοιούτοισι μέγα δύνανται — πάντων δὴ τούτων ἥκιστα προσήκει θερμῷ ἢ ψυχρῷ πάσχειν· οὔτε γὰρ ἂν τοῦτό γε σαπείη οὔτε παχυνθείη. †τί γὰρ αὐτὸ φήσωμεν εἶναι; κρήσιας αὐτῶν ἄλλην πρὸς ἄλληλα ἐχούσας δύναμιν.† ἐπεὶ ἄλλῳ γε οὐδενὶ τὸ θερμὸν μιχθὲν παύσεται τῆς θέρμης ἢ τῷ ψυχρῷ οὐδέ γε τὸ ψυχρὸν ἢ τῷ θερμῷ. τὰ δὲ ἄλλα πάντα τὰ περὶ τὸν ἄνθρωπον, ὅσῳ ἂν πλείοσι μίσγηται, τοσούτῳ ἠπιώτερα καὶ βελτίω. πάντων δὲ ἄριστα διάκειται ὁ ἄνθρωπος, ὅταν πᾶνπέσσηται καὶ ἐν ἡσυχίῃ ᾖ, μηδεμίαν δύναμιν ἰδίην ἀποδεικνύμενον, περὶ οὗ ἡγεῦμαι ἐπιδεδεῖχθαι. [Anc. Med. 20] λέγουσι δέ τινες ἰητροὶ καὶ σοφισταί, ὡς οὐκ εἴη δυνατὸν ἰητρικὴν εἰδέναι ὅστις μὴ οἶδεν ὅ τί ἐστιν ἄνθρωπος. ἀλλὰ τοῦτο δεῖ καταμαθεῖν τὸν μέλλοντα ὀρθῶς θεραπεύσειν τοὺς ἀνθρώπους. τείνει δὲ αὐτοῖς ὁ λόγος ἐς φιλοσοφίην, καθάπερ Ἐμπεδοκλῆς ἢ ἄλλοι οἳ περὶ φύσιος γεγράφασιν ἐξ ἀρχῆς ὅ τί ἐστιν ἄνθρωπος, καὶ ὅπως ἐγένετο πρῶτον καὶ ὁπόθεν συνεπάγη. ἐγὼ δὲ τοῦτο μέν, ὅσα τινὶ εἴρηται ἢ σοφιστῇ ἢ ἰητρῷ ἢ γέγραπται περὶ φύσιος, ἧσσον νομίζω τῇ ἰητρικῇ τέχνῃ προσήκειν ἢ τῇ γραφικῇ. νομίζω δὲ περὶ φύσιος γνῶναί τι σαφὲς οὐδαμόθεν ἄλλοθεν εἶναι ἢ ἐξ ἰητρικῆς· τοῦτο δὲ οἷόν τε καταμαθεῖν, ὅταν αὐτήν τις τὴν ἰητρικὴν ὀρθῶς περιλάβῃ· μέχρι δὲ τούτου πολλοῦ μοι δοκεῖ δεῖν· λέγω δὲ ταύτην τὴν ἱστορίην εἰδέναι, ἄνθρωπος τί ἐστιν καὶ δι’ οἵας αἰτίας γίνεται καὶ τἄλλα ἀκριβέως. ἐπεὶ τοῦτό γέ μοι δοκεῖ ἀναγκαῖον εἶναι ἰητρῷ περὶ φύσιος εἰδέναι καὶ πάνυ σπουδάσαι ὡς εἴσεται, εἴπερ τι μέλλει τῶν δεόντων ποιήσειν, ὅ τί τέ ἐστιν ἄνθρωπος πρὸς τὰ ἐσθιόμενά τε καὶ πινόμενα καὶ ὅ τι πρὸς τὰ ἄλλα ἐπιτηδεύματα, καὶ ὅ τι ἀφ’ ἑκάστου ἑκάστῳ συμβήσεται, καὶ μὴ ἁπλῶς οὕτως· πονηρόν ἐστιν βρῶμα τυρός. πόνον γὰρ παρέχει τῷ πληρωθέντι αὐτοῦ, ἀλλὰ τίνα τε πόνον καὶ διὰ τί καὶ τίνι τῶν ἐν τῷ ἀνθρώπῳ ἐνεόντων ἀνεπιτήδειον. ἔστι γὰρ καὶ ἄλλα πολλὰ βρώματα καὶ πόματα πονηρά, ἃ διατίθησι τὸν ἄνθρωπον οὐ τὸν αὐτὸν τρόπον. οὕτως οὖν μοι ἔστω οἷον· οἶνος ἄκρητος πολλὸς ποθεὶς διατίθησί πως τὸν ἄνθρωπον· καὶ πάντες ἂν οἱ εἰδότες τοῦτο γνοίησαν, ὅτι †αὕτη δύναμις οἴνου καὶ αὐτὸς αἴτιος·† καὶ οἷσί γε τῶν ἐν τῷ ἀνθρώπῳ τοῦτο δύναται μάλιστα, οἴδαμεν. τοιαύτην δὴ βούλομαι ἀληθείην καὶ περὶ τῶν ἄλλων φανῆναι. τυρὸς γάρ, ἐπειδὴ τούτῳ σημείῳ ἐχρησάμην, οὐ πάντας ἀνθρώπους ὁμοίως λυμαίνεται, ἀλλ’ εἰσὶν οἵτινες αὐτοῦ πληρούμενοι οὐδ’ ὁτιοῦν βλάπτονται, ἀλλὰ καὶ ἰσχύν, οἷσιν ἂν συμφέρῃ, θαυμασίως παρέχεται. εἰσὶ δ’ οἳ χαλεπῶς ἀπαλλάσσουσι. διαφέρουσιν οὖν τούτων αἱ φύσιες. διαφέρουσιν δὲ κατὰ τοῦτο, ὅπερ ἐν τῷ σώματι ἔνεστι πολέμιον τυρῷ καὶ ὑπὸ τούτου ἐγείρεταί τε καὶ κινεῖται· οἷς ὁ τοιοῦτος χυμὸς τυγχάνει πλείων ἐνεὼν καὶ μᾶλλον ἐνδυναστεύων ἐν τῷ σώματι, τούτους μᾶλλον καὶ κακοπαθεῖν εἰκός. εἰ δὲ πάσῃ τῇ ἀνθρωπίνῃ φύσει ἦν κακόν, πάντας ἂν ἐλυμήνατο. ταῦτα δὲ εἴ τις εἰδείη, οὐκ ἂν πάσχοι τάδε. [Anc. Med. 21] ἐν τῇσιν ἀνακομιδῇσι τῇσιν ἐκ τῶν νούσων, ἔτι δὲ καὶ ἐν τῇσι νούσοισι τῇσι μακρῇσι γίνονται πολλαὶ συνταράξιες, αἱ μὲν ἀπὸ τωὐτομάτου, αἱ δὲ καὶ ἀπὸ τῶν προσενεχθέντων τῶν τυχόντων. οἶδα δὲ τοὺς πολλοὺς ἰητρούς, ὥσπερ τοὺς ἰδιώτας, ἢν τύχωσι περὶ τὴν ἡμέρην ταύτην τι κεκαινουργηκότες, ἢ λουσάμενοι ἢ περιπατήσαντες ἢ φαγόντες τι ἑτεροῖον, ταῦτα δὲ πάντα βελτίω προσενηνεγμένα ἢ μή, οὐδὲν ἧσσον τὴν αἰτίην τούτων τινὶ ἀνατιθέντας καὶ τὸ μὲν αἴτιον ἀγνοεῦντας, τὸ δὲ συμφορώτατον, ἢν οὕτω τύχῃ, ἀφαιρέοντας. δεῖ δὲ οὔ, ἀλλ’ εἰδέναι, τί λουτρὸν ἀκαίρως προσγενόμενον ἐργάσεται ἢ τί κόπος. οὐδέποτε γὰρ ἡ αὐτὴ κακοπάθεια τούτων οὐδετέρου, οὐδέ γε ἀπὸ πληρώσιος οὐδ’ ἀπὸ βρώματος τοίου ἢ τοίου. ὅστις οὖν ταῦτα μὴ εἴσεται ὡς ἕκαστα ἔχει πρὸς τὸν ἄνθρωπον, οὔτε γινώσκειν τὰ γινόμενα ἀπ’ αὐτῶν δυνήσεται οὔτε χρῆσθαι ὀρθῶς. [Anc. Med. 22] δεῖν δέ μοι δοκεῖ καὶ ταῦτα εἰδέναι, ὅσα τῷ ἀνθρώπῳ παθήματα ἀπὸ δυναμίων γίνεται καὶ ὅσα ἀπὸ σχημάτων. λέγω δέ τι τοιοῦτον, δύναμιν μὲν εἶναι τῶν χυμῶν τὰς ἀκρότητάς τε καὶ ἰσχύν, σχήματα δὲ λέγω ὅσα ἔνεστιν ἐν τῷ ἀνθρώπῳ, τὰ μὲν κοῖλά τε καὶ ἐξ εὐρέος ἐς στενὸν συνηγμένα, τὰ δὲ καὶ ἐκπεπταμένα, τὰ δὲ στερεά τε καὶ στρογγύλα, τὰ δὲ πλατέα τε καὶ ἐπικρεμάμενα, τὰ δὲ διατεταμένα, τὰ δὲ μακρά, τὰ δὲ πυκνά, τὰ δὲ μανά τε καὶ τεθηλότα, τὰ δὲ σπογγοειδέα τε καὶ ἀραιά. τοῦτο μὲν οὖν, ἑλκύσαι ἐφ’ ἑωυτὸ καὶ ἐπισπάσασθαι ὑγρότητα ἐκ τοῦ ἄλλου σώματος, πότερον τὰ κοῖλά τε καὶ ἐκπεπταμένα ἢ τὰ στερεά τε καὶ στρογγύλα ἢ τὰ κοῖλά τε καὶ ἐς στενὸν ἐξ εὐρέος συνηγμένα δύναιτο ἂν μάλιστα; οἶμαι μὲν τὰ τοιαῦτα, τὰ ἐς στενὸν συνηγμένα ἐκ κοίλου τε καὶ εὐρέος. καταμανθάνειν δὲ δεῖ ταῦτα ἔξωθεν ἐκ τῶν φανερῶν. τοῦτο μὲν γάρ, τῷ στόματι κεχηνὼς ὑγρὸν οὐδὲν ἀνασπάσεις· προμυλλήνας δὲ καὶ συστείλας, πιέσας τε τὰ χείλεα καὶ ἔπειτεν αὐλὸν προσθέμενος ῥηϊδίως ἀνασπάσαις ἂν ὅ τι ἐθέλοις. τοῦτο δέ, αἱ σικύαι προσβαλλόμεναι ἐξ εὐρέος ἐς στενώτερον συνηγμέναι πρὸς τοῦτο τετέχνηνται, πρὸς τὸ ἕλκειν ἐκ τῆς σαρκὸς καὶ ἐπισπᾶσθαι, ἄλλα τε πολλὰ τοιουτότροπα. τῶν δὲ ἔσω φύσει τοῦ ἀνθρώπου σχῆμα τοιοῦτον κύστις τε καὶ κεφαλή, καὶ ὑστέρη γυναιξίν· καὶ φανερῶς ταῦτα μάλιστα ἕλκει καὶ πλήρεά ἐστιν ἐπάκτου ὑγρότητος αἰεί. τὰ δὲ κοῖλα καὶ ἐκπεπταμένα ἐπεσρυεῖσαν μὲν ὑγρότητα μάλιστα δέξαιτο πάντων, ἐπισπάσαιτο δ’ ἂν οὐχ ὁμοίως. τὰ δέ γε στερεὰ καὶ στρογγύλα οὔτ’ ἂν ἐπισπάσαιτο οὔτ’ ἂν ἐπες ρυεῖσαν δέξαιτο· περιολισθάνοι τε γὰρ καὶ οὐκ ἔχοι ἕδρην, ἐφ’ ἧς μένοι. τὰ δὲ σπογγοειδέα τε καὶ ἀραιά, οἷον σπλήν τε καὶ πνεύμων καὶ μαζοί, προσκαθεζόμενα μάλιστα ἀναπίνοι καὶ σκληρυνθείη ἂν καὶ αὐξηθείη ὑγρότητος προσγενομένης ταῦτα μάλιστα. οὐ γὰρ ἂν ὥσπερ ἐν κοιλίῃ, ἐν ᾗ τὸ ὑγρόν, ἔξω τε περιέχει αὐτὴ ἡ κοιλίη, ἐξαλίζοιτ’ ἂν καθ’ ἑκάστην ἡμέρην, ἀλλ’ ὅταν πίῃ καὶ δέξηται αὐτὸ ἐς ἑωυτὸ τὸ ὑγρόν, τὰ κενὰ καὶ ἀραιὰ ἐπληρώθη καὶ τὰ σμικρὰ πάντῃ καὶ ἀντὶ μαλθακοῦ τε καὶ ἀραιοῦ σκληρός τε καὶ πυκνὸς ἐγένετο καὶ οὔτ’ ἐκπέσσει οὔτ’ ἀφίησι. ταῦτα δὲ πάσχει διὰ τὴν φύσιν τοῦ σχήματος. ὅσα δὲ φῦσάν τε καὶ ἀνειλήματα ἀπεργάζεται ἐν τῷ σώματι, προσήκει ἐν μὲν τοῖσι κοίλοισι καὶ εὐρυχώροισι, οἷον κοιλίῃ τε καὶ θώρηκι, ψόφον τε καὶ πάταγον ἐμποιεῖν. ὅτε γὰρ ἂν μὴ ἀποπληρώσῃ οὕτως ὥστε στῆναι, ἀλλ’ ἔχῃ μεταβολάς τε καὶ κινήσιας, ἀνάγκη ὑπ’ αὐτῶν ψόφον καὶ καταφανέας κινήσιας γίνεσθαι. ὅσα δὲ σαρκώδεά τε καὶ μαλθακά, ἐν τοῖσι τοιούτοισι νάρκη τε καὶ πληρώματα οἷα ἐν τοῖσι ἀποπληγεῖσι γίνεται. ὅταν δ’ ἐγκυρήσῃ πλατεῖ τε καὶ ἀντικειμένῳ, καὶ πρὸς αὐτὸ ἀντιπέσῃ, καὶ φύσει τοῦτο τύχῃ ἐὸν μήτε ἰσχυρόν, ὥστε δύνασθαι ἀνέχεσθαι τὴν βίην καὶ μηδὲν κακὸν παθεῖν, μήτε μαλθακόν τε καὶ ἀραιόν, ὥστ’ ἐκδέξασθαί τε καὶ ὑπεῖξαι, ἁπαλὸν δὲ καὶ τεθηλὸς καὶ ἔναιμον καὶ πυκνόν, οἷον ἧπαρ, διὰ μὲν τὴν πυκνότητα καὶ πλατύτητα ἀνθέστηκέ τε καὶ οὐχ ὑπείκει, φῦσα δ’ ἐπισχομένη αὔξεταί τε καὶ ἰσχυροτέρη γίνεται καὶ ὁρμᾷ μάλιστα πρὸς τὸ ἀντιπαῖον. διὰ δὲ τὴν ἁπαλότητα καὶ τὴν ἐναιμότητα οὐ δύναται ἄνευ πόνων εἶναι, καὶ διὰ ταύτας τὰς προφάσιας ὀδύναι τε ὀξύταται καὶ πυκνόταται πρὸς τοῦτο τὸ χωρίον γίνονται ἐμπυήματά τε καὶ φύματα πλεῖστα. γίνεται δὲ καὶ ὑπὸ φρένας ἰσχυρῶς, ἧσσον δὲ πολλόν. διάτασις μὲν γὰρ φρενῶν πλατείη καὶ ἀντικειμένη, φύσις δὲ νευρωδεστέρη τε καὶ ἰσχυροτέρη, διὸ ἧσσον ἐπώδυνά ἐστιν. γίνεται δὲ καὶ περὶ ταῦτα καὶ πόνοι καὶ φύματα. [Anc. Med. 23] πολλὰ δὲ καὶ ἄλλα καὶ ἔσω καὶ ἔξω τοῦ σώματος εἴδεα σχημάτων, ἃ μεγάλα ἀλλήλων διαφέρει πρὸς τὰ παθήματα καὶ νοσέοντι καὶ ὑγιαίνοντι, οἷον κεφαλαὶ σμικραὶ ἢ μεγάλαι, τράχηλοι λεπτοὶ ἢ παχέες, μακροὶ ἢ βραχέες, κοιλίαι μακραὶ ἢ στρογγύλαι, θώρηκος καὶ πλευρέων πλατύτητες ἢ στενότητες, ἄλλα μυρία, ἃ δεῖ πάντα εἰδέναι ᾗ διαφέρει, ὅπως τὰ αἴτια ἑκάστων εἰδὼς ὀρθῶς φυλάσσηται· [Anc. Med. 24] περὶ δὲ δυναμίων χυμῶν αὐτῶν τε ἕκαστος ὅ τι δύναται ποιεῖν τὸν ἄνθρωπον ἐσκέφθαι, ὥσπερ καὶ πρότερον εἴρηται, καὶ τὴν συγγένειαν ὡς ἔχουσι πρὸς ἀλλήλους. λέγω δὲ τὸ τοιοῦτον· εἰ γλυκὺς χυμὸς ἐὼν μεταβάλλοι ἐς ἄλλο εἶδος, μὴ ἀπὸ συγκρήσιος, ἀλλὰ αὐτὸς ἐξιστάμενος, ποῖός τις ἂν πρῶτος γένοιτο, πικρὸς ἢ ἁλμυρὸς ἢ στρυφνὸς ἢ ὀξύς; οἶμαι μέν, ὀξύς. ὁ ἄρα ὀξὺς χυμὸς ἀνεπιτήδειος προσφέρειν ἂν τῶν λοιπῶν εἴη μάλιστα, εἴπερ ὁ γλυκὺς τῶν γεπάντων ἀνεπιτηδείοτατος. οὕτως εἴ τις δύναιτο ζητέων ἔξωθεν ἐπιτυγχάνειν, καὶ δύναιτο ἂν πάντων ἐκλέγεσθαι αἰεὶ τὸ βέλτιστον. βέλτιστον δέ ἐστι αἰεὶ τὸ προσωτάτω τοῦ ἀνεπιτηδείου ἀπέχον. ## Περὶ ἀέρων, ὑδάτων, τόπων [Airs 1] ἰητρικὴν ὅστις βούλεται ὀρθῶς ζητεῖν, τάδε χρὴ ποιεῖν· πρῶτον μὲν ἐνθυμεῖσθαι τὰς ὥρας τοῦ ἔτεος, ὅ τι δύναται ἀπεργάζεσθαι ἑκάστη· οὐ γὰρ ἐοίκασιν ἀλλήλοισιν οὐδέν, ἀλλὰ πολὺ διαφέρουσιν αὐταί τε ἐφ’ ἑωυτέων καὶ ἐν τῇσι μεταβολῇσιν· ἔπειτα δὲ τὰ πνεύματα τὰ θερμά τε καὶ τὰ ψυχρά, μάλιστα μὲν τὰ κοινὰ πᾶσιν ἀνθρώποισιν, ἔπειτα δὲ καὶ τὰ ἐν ἑκάστῃ χώρῃ ἐπιχώρια ἐόντα. δεῖ δὲ καὶ τῶν ὑδάτων ἐνθυ μεῖσθαι τὰς δυνάμιας· ὥσπερ γὰρ ἐν τῷ στόματι διαφέρουσι καὶ ἐν τῷ σταθμῷ, οὕτω καὶ ἡ δύναμις διαφέρει πολὺ ἑκάστου. ὥστε ἐς πόλιν ἐπειδὰν ἀφίκηταί τις, ἧς ἄπειρός ἐστι, διαφροντίσαι χρὴ τὴν θέσιν αὐτῆς, ὅκως κεῖται καὶ πρὸς τὰ πνεύματα καὶ πρὸς τὰς ἀνατολὰς τοῦ ἡλίου. οὐ γὰρ τωὐτὸ δύναται ἥτις πρὸς βορέην κεῖται καὶ ἥτις πρὸς νότον οὐδ’ ἥτις πρὸς ἥλιον ἀνίσχοντα οὐδ’ ἥτις πρὸς δύνοντα. ταῦτα δὲ χρὴ ἐνθυμεῖσθαι ὡς κάλλιστα καὶ τῶν ὑδάτων πέρι ὡς ἔχουσι, καὶ πότερον ἑλώδεσι χρέονται καὶ μαλθακοῖσιν ἢ σκληροῖσί τε καὶ ἐκ μετεώρων καὶ πετρωδέων εἴτε ἁλυκοῖσι καὶ ἀτεράμνοισιν· καὶ τὴν γῆν, πότερον ψιλή τε καὶ ἄνυδρος ἢ δασεῖα καὶ ἔφυδρος καὶ εἴτε ἔγκοιλός ἐστι καὶ πνιγηρὴ εἴτε μετέωρος καὶ ψυχρή· καὶ τὴν δίαιταν τῶν ἀνθρώπων, ὁκοίῃ ἥδονται, πότερον φιλοπόται καὶ ἀριστηταὶ καὶ ἀταλαίπωροι ἢ φιλογυμνασταί τε καὶ φιλόπονοι καὶ ἐδωδοὶ καὶ ἄποτοι. [Airs 2] καὶ ἀπὸ τούτων χρὴ ἐνθυμεῖσθαι ἕκαστα. εἰ γὰρ ταῦτα εἰδείη τις καλῶς, μάλιστα μὲν πάντα, εἰ δὲ μή, τά γε πλεῖστα, οὐκ ἂν αὐτὸν λανθάνοι ἐς πόλιν ἀφικνεόμενον, ἧς ἂν ἄπειρος ᾖ, οὔτε νοσήματα ἐπιχώρια οὔτε τῶν κοινῶν ἡ φύσις, ὁκοίη τίς ἐστιν· ὥστε μὴ ἀπορεῖσθαι ἐν τῇ θεραπείῃ τῶν νούσων μηδὲ διαμαρτάνειν· ἃ εἰκός ἐστι γίνεσθαι, ἢν μή τις ταῦτα πρότερον εἰδὼς προφροντίσῃ περὶ ἑκάστου· τοῦ δὲ χρόνου προϊόντος καὶ τοῦ ἐνιαυτοῦ λέγοι ἄν, ὁκόσα τε νοσήματα μέλλει πάγκοινα τὴν πόλιν κατασχή σειν ἢ θέρεος ἢ χειμῶνος, ὁκόσα τε ἴδια ἑκάστῳ κίνδυνος γίνεσθαι ἐκ μεταβολῆς τῆς διαίτης. εἰδὼς γὰρ τῶν ὡρέων τὰς μεταβολὰς καὶ τῶν ἄστρων τὰς ἐπιτολάς τε καὶ δύσιας, καθότι ἕκαστον τούτων γίνεται, προειδείη ἂν τὸ ἔτος ὁκοῖόν τι μέλλει γίνεσθαι. οὕτως ἄν τις ἐννοεύμενος καὶ προγινώσκων τοὺς καιροὺς μάλιστ’ ἂν εἰδείη περὶ ἑκάστου καὶ τὰ πλεῖστα τυγχάνοι τῆς ὑγιείης καὶ κατορθοίη οὐκ ἐλάχιστα ἐν τῇ τέχνῃ. εἰ δὲ δοκέοι τις ταῦτα μετεωρολόγα εἶναι, εἰ μετασταίη τῆς γνώμης, μάθοι ἄν, ὅτι οὐκ ἐλάχιστον μέρος συμβάλλεται ἀστρονομίη ἐς ἰητρικήν, ἀλλὰ πάνυ πλεῖστον. ἅμα γὰρ τῇσιν ὥρῃσι καὶ αἱ νοῦσοι καὶ αἱ κοιλίαι μεταβάλλουσιν τοῖσιν ἀνθρώποισιν. [Airs 3] ὅκως δὲ χρὴ ἕκαστα τῶν προειρημένων σκοπεῖν καὶ βασανίζειν, ἐγὼ φράσω σαφέως. ἥτις μὲν πόλις πρὸς τὰ πνεύματα κεῖται τὰ θερμά — ταῦτα δ’ ἐστὶ μεταξὺ τῆς τε χειμερινῆς ἀνατολῆς τοῦ ἡλίου καὶ τῶν δυσμέων τῶν χειμερινῶν — καὶ αὐτῇ ταῦτα τὰ πνεύματά ἐστι σύννομα, τῶν δὲ ἀπὸ τῶν ἄρκτων πνευμάτων σκέπη, ἐν ταύτῃ τῇ πόλει ἐστὶ τά τε ὕδατα πολλὰ καὶ ὕφαλα, καὶ ἀνάγκη εἶναι μετέωρα, τοῦ μὲν θέρεος θερμά, τοῦ δὲ χειμῶνος ψυχρά· τούς τε ἀνθρώπους τὰς κεφαλὰς ὑγρὰς ἔχειν καὶ φλεγματώδεας, τάς τε κοιλίας αὐτῶν πυκνὰ ἐκταράσσεσθαι ἀπὸ τῆς κεφαλῆς τοῦ φλέγματος ἐπικαταρρέοντος· τά τε εἴδεα ἐπὶ τὸ πλῆθος αὐτῶν ἀτονώτερα εἶναι· ἐσθίειν δ’ οὐκ ἀγαθοὺς εἶναι οὐδὲ πίνειν. ὁκόσοι μὲν γὰρ κεφαλὰς ἀσθενέας ἔχουσιν, οὐκ ἂν εἴησαν ἀγαθοὶ πίνειν· ἡ γὰρ κραιπάλη μᾶλλον πιέζει. νοσήματά τε τάδε ἐπιχώρια εἶναι· πρῶτον μὲν τὰς γυναῖκας νοσερὰς καὶ ῥοώδεας εἶναι· ἔπειτα πολλὰς ἀτόκους ὑπὸ νούσου καὶ οὐ φύσει ἐκτιτρώσκεσθαί τε πυκνά· τοῖσί τε παιδίοισιν ἐπιπίπτειν σπασμούς τε καὶ ἄσθματα καὶ ἃ νομίζουσι τὸ παιδίον ποιεῖν καὶ ἱερὴν νοῦσον εἶναι· τοῖσι δὲ ἀνδράσι δυσεντερίας καὶ διαρροίας καὶ ἠπιάλους καὶ πυρετοὺς πολυχρονίους χειμερινοὺς καὶ ἐπινυκτίδας πολλὰς καὶ αἱμορροΐδας ἐν τῇ ἕδρῃ. πλευρίτιδες δὲ καὶ περιπνευμονίαι καὶ καῦσοι καὶ ὁκόσα ὀξέα νοσήματα νομίζονται εἶναι οὐκ ἐγγίνονται πολλά. οὐ γὰρ οἷόν τε, ὅκου ἂν κοιλίαι ὑγραὶ ἔωσι, τὰς νούσους ταύτας ἰσχύειν. ὀφθαλμίαι τε ἐγγίνονται ὑγραὶ καὶ οὐ χαλεπαί, ὀλιγοχρόνιοι, ἦν μή τι κατάσχῃ νόσημα πάγκοινον ἐκ μεταβολῆς μεγάλης. καὶ ὁκόταν τὰ πεντήκοντα ἔτεα ὑπερβάλωσι, κατάρροοι ἐπιγενόμενοι ἐκ τοῦ ἐγκεφάλου παραπληκτικοὺς ποιέουσι τοὺς ἀνθρώπους, ὁκόταν ἐξαίφνης ἡλιωθέωσι τὴν κεφαλὴν ἢ ῥιγώσωσι. ταῦτα μὲν τὰ νοσήματα αὐτοῖσιν ἐπιχώριά ἐστι. χωρὶς δέ, ἤν τι πάγκοινον κατάσχῃ νόσημα ἐκ μεταβολῆς τῶν ὡρέων, καὶ τούτου μετέχουσιν. [Airs 4] ὁκόσαι δ’ ἀντικέονται τούτων πρὸς τὰ πνεύματα τὰ ψυχρὰ τὰ μεταξὺ τῶν δυσμέων τῶν θερινῶν τοῦ ἡλίου καὶ τῆς ἀνατολῆς τῆς θερινῆς, καὶ αὐτῇσι ταῦτα τὰ πνεύματα ἐπιχώριά ἐστι, τοῦ δὲ νότου καὶ τῶν θερμῶν πνευμάτων σκέπη, ὧδε ἔχει περὶ τῶν πολίων τούτων· πρῶτον μὲν τὰ ὕδατα σκληρά τε καὶ ψυχρὰ ὡς ἐπὶ τὸ πλῆθος ἐγγίνεται. τοὺς δὲ ἀνθρώπους εὐτόνους τε καὶ σκελιφροὺς ἀνάγκη εἶναι, τούς τε πλείους τὰς κοιλίας ἀτεράμνους ἔχειν καὶ σκληρὰς τὰς κάτω, τὰς δὲ ἄνω εὐροωτέρας· χολώδεάς τε μᾶλλον ἢ φλεγματίας εἶναι. τὰς δὲ κεφαλὰς ὑγιηρὰς ἔχουσι καὶ σκληράς· ῥηγματίαι τέ εἰσιν ἐπὶ τὸ πλῆθος. νοσεύματα δὲ αὐτοῖσιν ἐπιδημεῖ τάδε· πλευρίτιδές τε πολλαὶ αἵ τε ὀξεῖαι νομιζόμεναι νοῦσοι. ἀνάγκη δὲ ὧδε ἔχειν, ὁκόταν αἱ κοιλίαι σκληραὶ ἔωσιν· ἔμπυοί τε πολλοὶ γίνονται ἀπὸ πάσης προφάσιος. τούτου δὲ αἴτιόν ἐστι τοῦ σώματος ἡ ἔντασις καὶ ἡ σκληρότης τῆς κοιλίης. ἡ γὰρ ξηρότης ῥηγματίας ποιεῖ εἶναι καὶ τοῦ ὕδατος ἡ ψυχρότης. ἐδωδοὺς δὲ ἀνάγκη τὰς τοιαύτας φύσιας εἶναι καὶ οὐ πολυπότας· οὐ γὰρ οἷόν τε ἅμα πολυβόρους τε εἶναι καὶ πολυπότας· ὀφθαλμίας τε γίνεσθαι μὲν διὰ χρόνου, γίνεσθαι δὲ σκληρὰς καὶ ἰσχυράς, καὶ εὐθέως ῥήγνυσθαι τὰ ὄμματα· αἱμορροίας δὲ ἐκ τῶν ῥινῶν τοῖσι νεωτέροισι τριήκοντα ἐτέων γίνεσθαι ἰσχυρὰς τοῦ θέρεος· τά τε ἱερὰ νοσεύματα καλεύμενα, ὀλίγα μὲν ταῦτα, ἰσχυρὰ δέ. μακροβίους δὲ τοὺς ἀνθρώπους τούτους μᾶλλον εἰκὸς εἶναι τῶν ἑτέρων· τά τε ἕλκεα οὐ φλεγματώδεα ἐγγίνεσθαι οὐδὲ ἀγριοῦσθαι· τά τε ἤθεα ἀγριώτερα ἢ ἡμερώτερα. τοῖσι μὲν ἀνδράσι ταῦτα τὰ νοσήματα ἐπιχώριά ἐστι· καὶ χωρίς, ἤν τι πάγκοινον κατάσχῃ ἐκ μεταβολῆς τῶν ὡρέων· τῇσι δὲ γυναιξί· πρῶτον μὲν στερίφαι πολλαὶ γίνονται διὰ τὰ ὕδατα ἐόντα σκληρά τε καὶ ἀτέραμνα καὶ ψυχρά. αἱ γὰρ καθάρσιες οὐκ ἐπιγίνονται τῶν ἐπιμηνίων ἐπιτήδειαι, ἀλλὰ ὀλίγαι καὶ πονηραί. ἔπειτα τίκτουσι χαλεπῶς· ἐκτιτρώσκουσι δὲ οὐ σφόδρα. ὁκόταν δὲ τέκωσι, τὰ παιδία ἀδύνατοι τρέφειν εἰσί· τὸ γὰρ γάλα ἀποσβέννυται ἀπὸ τῶν ὑδάτων τῆς σκληρότητος καὶ ἀτεραμνίης· φθίσιές τε γίνονται συχναὶ ἀπὸ τῶν τοκετῶν. ὑπὸ γὰρ βίης ῥήγματα ἴσχουσι καὶ σπάσματα. τοῖς δὲ παιδίοισιν ὕδρωπες ἐγγίνονται ἐν τοῖσιν ὄρχεσιν, ἕως μικρὰ ᾖ· ἔπειτα προϊούσης τῆς ἡλικίης ἀφανίζονται· ἡβῶσί τε ὀψὲ ἐν ταύτῃ τῇ πόλει. [Airs 5] περὶ μὲν οὖν τῶν θερμῶν πνευμάτων καὶ τῶν ψυχρῶν καὶ τῶν πολίων τούτων ὧδε ἔχει ὡς προείρηται. ὁκόσαι δὲ κέονται πρὸς τὰ πνεύματα τὰ μεταξὺ τῶν θερινῶν ἀνατολέων τοῦ ἡλίου καὶ τῶν χειμερινῶν καὶ ὁκόσαι τὸ ἐναντίον τούτων, ὧδε ἔχει περὶ αὐτέων· ὁκόσαι μὲν πρὸς τὰς ἀνατολὰς τοῦ ἡλίου κέονται, ταύτας εἰκὸς εἶναι ὑγιεινοτέρας τῶν πρὸς τὰς ἄρκτους ἐστραμμένων καὶ τῶν πρὸς τὰ θερμά, ἢν καὶ στάδιον τὸ μεταξὺ ᾖ. πρῶτον μὲν γὰρ μετριώτερον ἔχει τὸ θερμὸν καὶ τὸ ψυχρόν· ἔπειτα τὰ ὕδατα, ὁκόσα πρὸς τὰς τοῦ ἡλίου ἀνατολάς ἐστι, ταῦτα λαμπρά τε εἶναι ἀνάγκη καὶ εὐώδεα καὶ μαλθακὰ καὶ ἐρατεινὰ ἐγγίνεσθαι ἐν ταύτῃ τῇ πόλει· ὁ γὰρ ἥλιος † κωλύει ἀνίσχων καὶ καταλάμπων. τὸ γὰρ ἑωθινὸν ἑκάστοτε αὐτὸς ὁ ἠὴρ ἐπέχει ὡς ἐπὶ τὸ πολύ.† τά τε εἴδεα τῶν ἀνθρώπων εὔχροά τε καὶ ἀνθηρά ἐστι μᾶλλον ἢ ἄλλῃ ἢν μή τις νοῦσος κωλύῃ. λαμπρόφωνοί τε οἱ ἄνθρωποι ὀργήν τε καὶ σύνεσιν βελτίους εἰσὶ τῶν προσβορείων, ᾗπερ καὶ τὰ ἄλλα τὰ ἐμφυόμενα ἀμείνω ἐστίν. ἔοικέ τε μάλιστα ἡ οὕτω κειμένη πόλις ἦρι κατὰ τὴν μετριότητα τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ· τά τε νοσεύματα ἐλάσσω μὲν γίνεται καὶ ἀσθενέστερα, ἔοικε δὲ τοῖς ἐν τῇσι πόλεσι γενομένοις νοσεύμασι τῇσι πρὸς τὰ θερμὰ πνεύματα ἐστραμμένῃσιν. αἵ τε γυναῖκες αὐτόθι ἀρικύμονές εἰσι σφόδρα καὶ τίκτουσι ῥηϊδίως. [Airs 6] περὶ μὲν τούτων ὧδε ἔχει. ὁκόσαι δὲ πρὸς τὰς δύσιας κεῖνται καὶ αὐτῇσίν ἐστι σκέπη τῶν πνευμάτων τῶν ἀπὸ τῆς ἠοῦς πνεόντων τά τε θερμὰ πνεύματα παραρρεῖ καὶ τὰ ψυχρὰ ἀπὸ τῶν ἄρκτων, ἀνάγκη ταύτας τὰς πόλιας θέσιν κεῖσθαι νοσερωτάτην. πρῶτον μὲν γὰρ τὰ ὕδατα οὐ λαμπρά· αἴτιον δέ, ὅτι ὁ ἠὴρ τὸ ἑωθινὸν κατέχει ὡς ἐπὶ τὸ πολύ, ὅστις τῷ ὕδατι ἐγκαταμιγνύμενος τὸ λαμπρὸν ἀφανίζει· ὁ γὰρ ἥλιος πρὶν ἄνω ἀρθῆναι οὐκ ἐπιλάμπει. τοῦ δὲ θέρεος ἕωθεν μὲν αὖραι ψυχραὶ πνέουσι καὶ δρόσοι πίπτουσι· τὸ δὲ λοιπὸν ἥλιος ἐγκαταδύνων ὥστε μάλιστα διέψει τοὺς ἀνθρώπους, διὸ καὶ ἀχρόους τε εἰκὸς εἶναι καὶ ἀρρώστους, τῶν τε νοσευμάτων πάντων μετέχειν μέρος τῶν προειρημένων· οὐδὲν γὰρ αὐτοῖς ἀποκέκριται. βαρυφώνους τε εἰκὸς εἶναι καὶ βραγχώδεας διὰ τὸν ἠέρα, ὅτι ἀκάθαρτος ὡς ἐπὶ τὸ πολὺ αὐτόθι γίνεται καὶ νοσώδης· οὔτε γὰρ ὑπὸ τῶν βορείων ἐκκρίνεται σφόδρα· οὐ γὰρ προσέχουσι τὰ πνεύματα· ἅ τε προσέχουσιν αὐτοῖσι καὶ πρόσκεινται ὑδατεινότατά ἐστιν· ἐπεὶ τοιαῦτα τὰ ἀπὸ τῆς ἑσπέρης πνεύματα· ἔοικέν τε μετοπώρῳ μάλιστα ἡ θέσις ἡ τοιαύτη τῆς πόλιος κατὰ τὰς τῆς ἡμέρης μεταβολάς, ὅτι πολὺ τὸ μέσον γίνεται τοῦ τε ἑωθινοῦ καὶ τοῦ πρὸς τὴν δείλην. [Airs 7] περὶ μὲν πνευμάτων, ἅ τέ ἐστιν ἐπιτήδεια καὶ ἀνεπιτήδεια, ὧδε ἔχει. περὶ δὲ τῶν λοιπῶν ὑδάτων βούλομαι διηγήσασθαι, ἅ τέ ἐστι νοσώδεα καὶ ἃ ὑγιεινότατα καὶ ὁκόσα ἀφ’ ὕδατος κακὰ εἰκὸς γίνεσθαι καὶ ὅσα ἀγαθά. πλεῖστον γὰρ μέρος συμβάλλεται ἐς τὴν ὑγιείην. ὁκόσα μὲν οὖν ἐστιν ἑλώδεα καὶ στάσιμα καὶ λιμναῖα, ταῦτα ἀνάγκη τοῦ μὲν θέρεος εἶναι θερμὰ καὶ παχέα καὶ ὀδμὴν ἔχοντα, ἅτε οὐκ ἀπόρρυτα ἐόντα· ἀλλὰ τοῦ τε ὀμβρίου ὕδατος ἐπιφερομένου αἰεὶ νέου τοῦ τε ἡλίου καίοντος ἀνάγκη ἄχροά τε εἶναι καὶ πονηρὰ καὶ χολώδεα, τοῦ δὲ χειμῶνος παγετώδεά τε καὶ ψυχρὰ καὶ τεθολωμένα ὑπό τε χιόνος καὶ παγετῶν, ὥστε φλεγματωδέστατα εἶναι καὶ βραγχωδέστατα. τοῖσι δὲ πίνουσι σπλῆνας μὲν αἰεὶ μεγάλους εἶναι καὶ μεμυωμένους καὶ τὰς γαστέρας σκληράς τε καὶ λεπτὰς καὶ θερμάς, τοὺς δὲ ὤμους καὶ τὰς κληῖδας καὶ τὸ πρόσωπον καταλελεπτύσθαι· ἐς γὰρ τὸν σπλῆνα αἱ σάρκες συντήκονται, διότι ἰσχνοί εἰσιν· ἐδωδούς τε εἶναι τοὺς τοιούτους καὶ διψηρούς· τάς τε κοιλίας ξηροτάτας τε καὶ θερμοτάτας καὶ τὰς ἄνω καὶ τὰς κάτω ἔχειν, ὥστε τῶν φαρμάκων ἰσχυροτέρων δεῖσθαι. τοῦτο μὲν τὸ νόσημα αὐτοῖσι σύντροφόν ἐστι καὶ θέρεος καὶ χειμῶνος. πρὸς δὲ τούτοισιν οἱ ὕδρωπες πλεῖστοί τε γίνονται καὶ θανατωδέστατοι. τοῦ γὰρ θέρεος δυσεντερίαι τε πολλαὶ ἐμπίπτουσι καὶ διάρροιαι καὶ πυρετοὶ τεταρταῖοι πολυχρόνιοι. ταῦτα δὲ τὰ νοσεύματα μηκυνθέντα τὰς τοιαύτας φύσιας ἐς ὕδρωπας καθίστησι καὶ ἀποκτείνει. ταῦτα μὲν αὐτοῖσι τοῦ θέρεος γίνεται. τοῦ δὲ χειμῶνος τοῖσι νεωτέροισι μὲν περιπνευμονίαι τε καὶ μανιώδεα νοσεύματα, τοῖσι δὲ πρεσβυτέροισι καῦσοι διὰ τὴν τῆς κοιλίης σκληρότητα. τῇσι δὲ γυναιξὶν οἰδήματα ἐγγίνεται καὶ φλέγμα λευκόν, καὶ ἐν γαστρὶ ἴσχουσι μόλις καὶ τίκτουσι χαλεπῶς· μεγάλα τε τὰ ἔμβρυα καὶ οἰδέοντα. ἔπειτα ἐν τῇσι τροφῇσι φθινώδεά τε καὶ πονηρὰ γίνεται· ἥ τε κάθαρσις τῇσι γυναιξὶν οὐκ ἐπιγίνεται χρηστὴ μετὰ τὸν τόκον. τοῖσι δὲ παιδίοισι κῆλαι ἐπιγίνονται μάλιστα καὶ τοῖσιν ἀνδράσι κίρσοι καὶ ἕλκεα ἐν τῇσι κνήμῃσιν, ὥστε τὰς τοιαύτας φύσιας οὐχ οἷόν τε μακροβίους εἶναι, ἀλλὰ προγηράσκειν τοῦ χρόνου τοῦ ἱκνευμένου. ἔτι δὲ αἱ γυναῖκες δοκέουσιν ἔχειν ἐν γαστρί, καὶ ὁκόταν ὁ τόκος ᾖ, ἀφανίζεται τὸ πλήρωμα τῆς γαστρός. τοῦτο δὲ γίνεται, ὁκόταν ὑδρωπιήσωσιν αἱ ὑστέραι. τὰ μὲν τοιαῦτα ὕδατα νομίζω μοχθηρὰ εἶναι πρὸς ἅπαν χρῆμα· δεύτερα δὲ ὅσων εἶεν αἱ πηγαὶ ἐκ πετρέων — σκληρὰ γὰρ ἀνάγκη εἶναι — ἢ ἐκ γῆς, ὅκου θερμὰ ὕδατά ἐστιν, ἢ σίδηρος γίνεται ἢ χαλκὸς ἢ ἄργυρος ἢ χρυσὸς ἢ θεῖον ἢ στυπτηρίη ἢ ἄσφαλτον ἢ νίτρον. ταῦτα γὰρ πάντα ὑπὸ βίης γίνονται τοῦ θερμοῦ. οὐ τοίνυν οἷόν τε ἐκ τοιαύτης γῆς ὕδατα ἀγαθὰ γίνεσθαι, ἀλλὰ σκληρὰ καὶ καυσώδεα διουρεῖσθαί τε χαλεπὰ καὶ πρὸς τὴν διαχώρησιν ἐναντία εἶναι. ἄριστα δὲ ὁκόσα ἐκ μετεώρων χωρίων ῥεῖ καὶ λόφων γεηρῶν. αὐτά τε γάρ ἐστι γλυκέα καὶ λευκὰ καὶ τὸν οἶνον φέρειν ὀλίγον οἷά τέ ἐστιν. τοῦ δὲ χειμῶνος θερμὰ γίνεται, τοῦ δὲ θέρεος ψυχρά. οὕτω γὰρ ἂν εἴη ἐκ βαθυτάτων πηγέων. μάλιστα δὲ ἐπαινέω ὧν τὰ ῥεύματα πρὸς τὰς ἀνατολὰς τοῦ ἡλίου ἐρρώγασι καὶ μᾶλλον πρὸς τὰς θερινάς. ἀνάγκη γὰρ λαμπρότερα εἶναι καὶ εὐώδεα καὶ κοῦφα. ὁκόσα δέ ἐστιν ἁλυκὰ καὶ ἀτέραμνα καὶ σκληρά, ταῦτα μὲν πάντα πίνειν οὐκ ἀγαθά· εἰσὶ δ’ ἔνιαι φύσιες καὶ νοσεύματα, ἐς ἃ ἐπιτήδειά ἐστι τὰ τοιαῦτα ὕδατα πινόμενα, περὶ ὧν φράσω αὐτίκα. ἔχει δὲ περὶ τούτων ὧδε· ὁκόσων μὲν αἱ πηγαὶ πρὸς τὰς ἀνατολὰς ἔχουσι, ταῦτα μὲν ἄριστα αὐτὰ ἑωυτῶν ἐστι· δεύτερα δὲ τὰ μεταξὺ τῶν θερινῶν ἀνατολέων ἐστὶ τοῦ ἡλίου καὶ δυσίων, καὶ μᾶλλον τὰ πρὸς τὰς ἀνατολάς· τρίτα δὲ τὰ μεταξὺ τῶν δυσμέων τῶν θερινῶν καὶ τῶν χειμερινῶν· φαυλότατα δὲ τὰ πρὸς τὸν νότον καὶ τὰ μεταξὺ τῆς χειμερινῆς ἀνατολῆς καὶ δύσιος. καὶ ταῦτα τοῖσι μὲν νοτίοισι πάνυ πονηρά, τοῖσι δὲ βορείοισιν ἀμείνω. τούτοισι δὲ πρέπει ὧδε χρῆσθαι· ὅστις μὲν ὑγιαίνει τε καὶ ἔρρωται, μηδεν διακρίνειν, ἀλλὰ πίνειν αἰεὶ τὸ παρεόν. ὅστις δὲ νούσου εἵνεκα βούλεται τὸ ἐπιτηδειότατον πίνειν, ὧδε ἂν ποιέων μάλιστα τυγχάνοι τῆς ὑγιείης· ὁκόσων μὲν αἱ κοιλίαι σκληραί εἰσι καὶ συγκαίειν ἀγαθαί, τούτοισι μὲν τὰ γλυκύτατα συμφέρει καὶ κουφότατα καὶ λαμπρότατα· ὁκόσων δὲ μαλθακαὶ αἱ νηδύες καὶ ὑγραί εἰσι καὶ φλεγματώδεες, τούτοισι δὲ τὰ σκληρότατα καὶ ἀτεραμνότατα καὶ τὰ ὑφαλυκά· οὕτω γὰρ ἂν ξηραίνοιντο μάλιστα. ὁκόσα γὰρ ὕδατά ἐστιν ἕψειν ἄριστα καὶ τακερώτατα, ταῦτα καὶ τὴν κοιλίην διαλύειν εἰκὸς μάλιστα καὶ διατήκειν· ὁκόσα δέ ἐστιν ἀτέραμνα καὶ σκληρὰ καὶ ἥκιστα ἑψανά, ταῦτα δὲ συνίστησι μάλιστα τὰς κοιλίας καὶ ξηραίνει. ἀλλὰ γὰρ ψευσάμενοι εἰσὶν οἱ ἄνθρωποι τῶν ἁλμυρῶν ὑδάτων πέρι δι’ ἀπειρίην, καὶ ὅτι νομίζεται διαχωρητικά· τὰ δὲ ἐναντιώτατά ἐστι πρὸς τὴν διαχώρησιν· ἀτέραμνα γὰρ καὶ ἀνέψανα, ὥστε καὶ τὴν κοιλίην ὑπ’ αὐτῶν στύφεσθαι μᾶλλον ἢ τήκεσθαι. [Airs 8] καὶ περὶ μὲν τῶν πηγαίων ὑδάτων ὧδε ἔχει. περὶ δὲ τῶν ὀμβρίων καὶ ὁκόσα ἀπὸ χιόνος φράσω ὅκως ἔχει. τὰ μὲν οὖν ὄμβρια κουφότατα καὶ γλυκύτατά ἐστι καὶ λεπτότατα καὶ λαμπρότατα. τήν τε γὰρ ἀρχὴν ὁ ἥλιος ἀνάγει καὶ ἀναρπάζει τοῦ ὕδατος τό τε λεπτότατον καὶ κουφότατον. δῆλον δὲ οἱ ἅλες ποιέουσι. τὸ μὲν γὰρ ἁλμυρὸν λείπεται αὐτοῦ ὑπὸ πάχεος καὶ βάρεος καὶ γίνεται ἅλες, τὸ δὲ λεπτότατον ὁ ἥλιος ἀναρπάζει ὑπὸ κουφότητος· ἀνάγει δὲ τὸ τοιοῦτο οὐκ ἀπὸ τῶν ὑδάτων μοῦνον τῶν λιμναίων, ἀλλὰ καὶ ἀπὸ τῆς θαλάσσης καὶ ἐξ ἁπάντων ἐν ὁκόσοισι ὑγρόν τι ἔνεστιν. ἔνεστι δὲ ἐν παντὶ χρήματι. καὶ ἐξ αὐτῶν τῶν ἀνθρώπων ἄγει τὸ λεπτότατον τῆς ἰκμάδος καὶ κουφότατον. τεκμήριον δὲ μέγιστον· ὅταν ἄνθρωπος ἐν ἡλίῳ βαδίζῃ ἢ καθίζῃ ἱμάτιον ἔχων, ὁκόσα μὲν τοῦ χρωτὸς ὁ ἥλιος ἐφορᾷ, οὐχ ἱδρῴη ἄν· ὁ γὰρ ἥλιος ἀναρπάζει τὸ προφαινόμενον τοῦ ἱδρῶτος· ὁκόσα δὲ ὑπὸ τοῦ ἱματίου ἐσκέπασται ἢ ὑπ’ ἄλλου του, ἱδροῖ. ἐξάγεται μὲν γὰρ ὑπὸ τοῦ ἡλίου καὶ βιάζεται, σῴζεται δὲ ὑπὸ τῆς σκέπης, ὥστε μὴ ἀφανίζεσθαι ὑπὸ τοῦ ἡλίου. ὁκόταν δὲ ἐς σκιὴν ἀφίκηται, ἅπαν τὸ σῶμα ὁμοίως ἰδίει· οὐ γὰρ ἔτι ὁ ἥλιος ἐπιλάμπει. διὰ ταῦτα δὲ καὶ σήπεται τῶν ὑδάτων τάχιστα ταῦτα καὶ ὀδμὴν ἴσχει πονηρὴν τὸ ὄμβριον, ὅτι ἀπὸ πλείστων συνῆκται καὶ συμμέμικται, ὥστε σήπεσθαι τάχιστα. ἔτι δὲ πρὸς τούτοισιν ἐπειδὰν ἁρπασθῇ καὶ μετεωρισθῇ περιφερόμενον καὶ καταμεμιγμένον ἐς τὸν ἠέρα, τὸ μὲν θολερὸν αὐτοῦ καὶ νυκτοειδὲς ἐκκρίνεται καὶ ἐξίσταται καὶ γίνεται ἠὴρ καὶ ὀμίχλη, τὸ δὲ λαμπρότατον καὶ κουφότατον αὐτοῦ λείπεται καὶ γλυκαίνεται ὑπὸ τοῦ ἡλίου καιόμενόν τε καὶ ἑψόμενον. γίνεται δὲ καὶ τἄλλα πάντα τὰ ἑψόμενα αἰεὶ γλυκύτερα. ἕως μὲν οὖν διεσκεδασμένον ᾖ καὶ μήπω συνεστήκῃ, φέρεται μετέωρον. ὁκόταν δέ κου ἀθροισθῇ καὶ συστραφῇ ἐς τὸ αὐτὸ ὑπὸ ἀνέμων ἀλλήλοισιν ἐναντιωθέντων ἐξαίφνης, τότε καταρρήγνυται, ᾗ ἂν τύχῃ πλεῖστον συστραφέν. τότε γὰρ ἐοικὸς τοῦτο μᾶλλον γίνεσθαι, ὁκόταν τὰ νέφεα ὑπὸ ἀνέμου στάσιν μὴ ἔχοντος ὡρμημένα ἐόντα καὶ χωρέοντα ἐξαίφνης ἀντικόψῃ πνεῦμα ἐναντίον καὶ ἕτερα νέφεα· ἐνταῦθα τὸ μὲν πρῶτον αὐτοῦ συστρέφεται, τὰ δὲ ὄπισθεν ἐπιφέρεταί τε καὶ οὕτω παχύνεται καὶ μελαίνεται καὶ συστρέφεται ἐς τὸ αὐτὸ καὶ ὑπὸ βάρεος καταρρήγνυται καὶ ὄμβροι γίνονται. ταῦτα μέν ἐστιν ἄριστα κατὰ τὸ εἰκός. δεῖται δὲ ἀφέψεσθαι καὶ ἀποσήπεσθαι· εἰ δὲ μή, ὀδμὴν ἴσχει πονηρὴν καὶ βράγχος καὶ βῆχες καὶ βαρυφωνίη τοῖς πίνουσι προσίσταται. [Airs 8] τὰ δὲ ἀπὸ χιόνος καὶ κρυστάλλων πονηρὰ πάντα. ὁκόταν γὰρ ἅπαξ παγῇ, οὐκ ἔτι ἐς τὴν ἀρχαίην φύσιν καθίσταται, ἀλλὰ τὸ μὲν αὐτοῦ λαμπρὸν καὶ κοῦφον καὶ γλυκὺ ἐκκρίνεται καὶ ἀφανίζεται, τὸ δὲ θολωδέστατον καὶ σταθμωδέστατον λείπεται. γνοίης δ’ ἂν ὧδε· εἰ γὰρ βούλει, ὅταν ᾖ χειμών, ἐς ἀγγεῖον μέτρῳ ἐγχέας ὕδωρ θεῖναι ἐς τὴν αἰθρίην, ἵνα πήξεται μάλιστα, ἔπειτα τῇ ὑστεραίῃ ἐσενεγκὼν ἐς ἀλέην, ὅκου χαλάσει μάλιστα ὁ παγετός, ὁκόταν δὲ λυθῇ, ἀναμετρεῖν τὸ ὕδωρ, εὑρήσεις ἔλασσον συχνῷ. τοῦτο τεκμήριον, ὅτι ὑπὸ τῆς πήξιος ἀφανίζεται καὶ ἀναξηραίνεται τὸ κουφότατον καὶ λεπτότατον, οὐ τὸ βαρύτατον καὶ παχύτατον· οὐ γὰρ ἂν δύναιτο. ταύτῃ οὖν νομίζω πονηρότατα ταῦτα τὰ ὕδατα εἶναι τὰ ἀπὸ χιόνος καὶ κρυστάλλου καὶ τὰ τούτοισιν ἑπόμενα πρὸς ἅπαντα χρήματα. [Airs 9] περὶ μὲν οὖν ὀμβρίων ὑδάτων καὶ τῶν ἀπὸ χιόνος καὶ κρυστάλλων οὕτως ἔχει. λιθιῶσι δὲ μάλιστα ἄνθρωποι καὶ ὑπὸ νεφριτίδων καὶ στραγγουρίης ἁλίσκονται καὶ ἰσχιάδων, καὶ κῆλαι γίνονται, ὅκου ὕδατα πίνουσι παντοδαπώτατα καὶ ἀπὸ ποταμῶν μεγάλων, ἐς οὓς ποταμοὶ ἕτεροι ἐμβάλλουσι, καὶ ἀπὸ λίμνης, ἐς ἣν ῥεύματα πολλὰ καὶ παντοδαπὰ ἀφικνεῦνται, καὶ ὁκόσοι ὕδασιν ἐπακτοῖσι χρέονται διὰ μακροῦ ἀγομένοισι καὶ μὴ ἐκ βραχέος. οὐ γὰρ οἷόν τε ἕτερον ἑτέρῳ ἐοικέναι ὕδωρ, ἀλλὰ τὰ μὲν γλυκέα εἶναι, τὰ δὲ ἁλυκά τε καὶ στυπτηριώδεα, τὰ δὲ ἀπὸ θερμῶν ῥεῖν. συμμισγόμενα δὲ ταῦτα ἐς τωὐτὸ ἀλλήλοισι στασιάζει καὶ κρατεῖ αἰεὶ τὸ ἰσχυρότατον. ἰσχύει δὲ οὐκ αἰεὶ τωὐτό, ἀλλὰ ἄλλοτε ἄλλο κατὰ τὰ πνεύματα· τῷ μὲν γὰρ βορέης τὴν ἰσχὺν παρέχεται, τῷ δὲ ὁ νότος, καὶ τῶν λοιπῶν πέρι ωὑτὸς λόγος. ὑφίστασθαι οὖν τοῖσι τοιούτοισιν ἀνάγκη ἐν τοῖς ἀγγείοις ἰλὺν καὶ ψάμμον· καὶ ἀπὸ τούτων πινομένων τὰ νοσήματα γίνεται τὰ προειρημένα· ὅτι δὲ οὐχ ἅπασιν, ἑξῆς φράσω. [Airs 9] ὁκόσων μὲν ἥ τε κοιλίη εὔροός τε καὶ ὑγιηρή ἐστι καὶ ἡ κύστις μὴ πυρετώδης μηδὲ ὁ στόμαχος τῆς κύστιος συμπέφρακται λίην, οὗτοι μὲν διουρεῦσι ῥηϊδίως, καὶ ἐν τῇ κύστει οὐδὲν συστρέφεται. ὁκόσων δὲ ἂν ἡ κοιλίη πυρετώδης ᾖ, ἀνάγκη καὶ τὴν κύστιν τωὐτὸ πάσχειν. ὁκόταν γὰρ θερμανθῇ μᾶλλον τῆς φύσιος, ἐφλέγμηνεν αὐτῆς ὁ στόμαχος. ὁκόταν δὲ ταῦτα πάθῃ, τὸ οὖρον οὐκ ἀφίησιν, ἀλλ’ ἐν ἑωυτῇ συνέψει καὶ συγκαίει. καὶ τὸ μὲν λεπτότατον αὐτοῦ ἀποκρίνεται καὶ τὸ καθαρώτατον διιεῖ καὶ ἐξουρεῖται, τὸ δὲ παχύτατον καὶ θολωδέστατον συστρέφεται καὶ συμπήγνυται. καὶ τὸ μὲν πρῶτον μικρόν, ἔπειτα δὲ μέζον γίνεται. κυλινδεύμενον γὰρ ὑπὸ τοῦ οὔρου, ὅ τι ἂν συνίστηται παχύ, συναρμόζει πρὸς ἑωυτό, καὶ οὕτως αὔξεταί τε καὶ πωροῦται· καὶ ὁκόταν οὐρῇ, πρὸς τὸν στόμαχον τῆς κύστιος προσπίπτει ὑπὸ τοῦ οὔρου βιαζόμενον καὶ κωλύει οὐρεῖν καὶ ὀδύνην παρέχει ἰσχυρήν· ὥστε τὰ αἰδοῖα τρίβουσι καὶ ἕλκουσι τὰ παιδία τὰ λιθιῶντα· δοκεῖ γὰρ αὐτοῖς τὸ αἴτιον ἐνταῦθα εἶναι τῆς οὐρήσιος. τεκμήριον δέ, ὅτι οὕτως ἔχει· τὸ γὰρ οὖρον λαμπρότατον οὐρέουσιν οἱ λιθιῶντες, ὅτι τὸ παχύτατον καὶ θολωδέστατον αὐτοῦ μένει καὶ συστρέφεται. τὰ μὲν πλεῖστα οὕτω λιθιᾷ· γίνεται δὲ παισὶν καὶ ἀπὸ τοῦ γάλακτος, ἢν μὴ ὑγιηρὸν ᾖ, ἀλλὰ θερμόν τε λίην καὶ χολῶδες. τὴν γὰρ κοιλίην διαθερμαίνει καὶ τὴν κύστιν, ὥστε τὸ οὖρον συγκαιόμενον ταῦτα πάσχειν. καί φημι ἄμεινον εἶναι τοῖς παιδίοισι τὸν οἶνον ὡς ὑδαρέστατον διδόναι· ἧσσον γὰρ τὰς φλέβας συγκαίει καὶ συναυαίνει. τοῖσι δὲ θήλεσι λίθοι οὐ γίνονται ὁμοίως· ὁ γὰρ οὐρητὴρ βραχύς ἐστιν ὁ τῆς κύστιος καὶ εὐρύς, ὥστε βιάζεσθαι τὸ οὖρον ῥηϊδίως. οὔτε γὰρ τῇ χειρὶ τρίβει τὸ αἰδοῖον ὥσπερ τὸ ἄρσεν, οὔτε ἅπτεται τοῦ οὐρητῆρος· ἐς γὰρ τὰ αἰδοῖα ξυντέτρηνται, οἱ δὲ ἄνδρες οὐκ εὐθὺ τέτρηνται, καὶ διότι οἱ οὐρητῆρες οὐκ εὐρεῖς· καὶ πίνουσι πλεῖον ἢ οἱ παῖδες. [Airs 10] περὶ μὲν οὖν τούτων ὧδε ἔχει ἢ ὅτι τούτων ἐγγύτατα. περὶ δὲ τῶν ὡρέων ὧδε ἄν τις ἐνθυμεύμενος διαγινώσκοι, ὁκοῖόν τι μέλλει ἔσεσθαι τὸ ἔτος, εἴτε νοσερὸν εἴτε ὑγιηρόν· ἢν μὲν γὰρ κατὰ λόγον γένηται τὰ σημεῖα ἐπὶ τοῖς ἄστροισι δύνουσί τε καὶ ἐπιτέλλουσιν, ἔν τε τῷ μετοπώρῳ ὕδατα γένηται, καὶ ὁ χειμὼν μέτριος καὶ μήτε λίην εὔδιος μήτε ὑπερβάλλων τὸν καιρὸν τῷ ψύχει, ἔν τε τῷ ἦρι ὕδατα γένηται ὡραῖα καὶ ἐν τῷ θέρει, οὕτω τὸ ἔτος ὑγιεινότατον εἰκὸς εἶναι. ἢν δὲ ὁ μὲν χειμὼν αὐχμηρὸς καὶ βόρειος γένηται, τὸ δὲ ἦρ ἔπομβρον καὶ νότιον, ἀνάγκη τὸ θέρος πυρετῶδες γίνεσθαι καὶ ὀφθαλμίας καὶ δυσεντερίας ἐμποιεῖν. ὁκόταν γὰρ τὸ πνῖγος ἐπιγένηται ἐξαίφνης τῆς τε γῆς ὑγρῆς ἐούσης ὑπὸ τῶν ὄμβρων τῶν ἐαρινῶν καὶ ὑπὸ τοῦ νότου, ἀνάγκη διπλόον τὸ καῦμα εἶναι, ἀπό τε τῆς γῆς διαβρόχου ἐούσης καὶ θερμῆς καὶ ὑπὸ τοῦ ἡλίου καίοντος, τῶν τε κοιλιῶν μὴ συνεστηκυιῶν τοῖς ἀνθρώποις μήτε τοῦ ἐγκεφάλου ἀνεξηρασμένου — οὐ γὰρ οἷόν τε τοῦ ἦρος τοιούτου ἐόντος μὴ οὐ πλαδᾶν τὸ σῶμα καὶ τὴν σάρκα —· ὥστε τοὺς πυρετοὺς ἐπιπίπτειν ὀξυτάτους ἅπασιν, μάλιστα δὲ τοῖσι φλεγματίῃσι. καὶ δυσεντερίας εἰκός ἐστι γίνεσθαι καὶ τῇσι γυναιξὶ καὶ τοῖς εἴδεσι τοῖς ὑγροτάτοισι. καὶ ἢν μὲν ἐπὶ κυνὸς ἐπιτολῇ ὕδωρ ἐπιγένηται καὶ χειμὼν καὶ οἱ ἐτησίαι πνεύσωσιν, ἐλπὶς παύσασθαι καὶ τὸ μετόπωρον ὑγιηρὸν γενέσθαι· ἢν δὲ μή, κίνδυνος θανάτους τε γενέσθαι τοῖσι παιδίοισι καὶ τῇσι γυναιξίν, τοῖσι δὲ πρεσβύτῃσιν ἥκιστα, τούς τε περιγενομένους ἐς τεταρταίους ἀποτελευτᾶν καὶ ἐκ τῶν τεταρταίων ἐς ὕδρωπας. ἢν δ’ ὁ μὲν χειμὼν νότιος γένηται καὶ ἔπομβρος καὶ εὔδιος, τὸ δὲ ἦρ βόρειόν τε καὶ αὐχμηρὸν καὶ χειμέριον, πρῶτον μὲν τὰς γυναῖκας, ὁκόσαι ἂν τύχωσιν ἐν γαστρὶ ἔχουσαι καὶ ὁ τόκος αὐτῇσιν ᾖ πρὸς τὸ ἦρ, ἐκτιτρώσκεσθαι· ὁκόσαι δ’ ἂν καὶ τέκωσιν, ἀκρατέα τὰ παιδία τίκτειν καὶ νοσώδεα, ὥστε ἢ αὐτίκα ἀπόλλυσθαι, ἢ ζῶσι λεπτά τε ἐόντα καὶ ἀσθενέα καὶ νοσώδεα. ταῦτα μὲν τῇσι γυναιξί· τοῖσι δὲ λοιποῖσι δυσεντερίας καὶ ὀφθαλμίας ξηρὰς καὶ ἐνίοισι καταρρόους ἀπὸ τῆς κεφαλῆς ἐπὶ τὸν πνεύμονα. τοῖσι μὲν οὖν φλεγματίῃσι τὰς δυσεντερίας εἰκὸς γίνεσθαι καὶ τῇσι γυναιξὶ φλέγματος ἐπικαταρρυέντος ἀπὸ τοῦ ἐγκεφάλου διὰ τὴν ὑγρότητα τῆς φύσιος· τοῖσι δὲ χολώδεσιν ὀφθαλμίας ξηρὰς διὰ τὴν θερμότητα καὶ ξηρότητα τῆς σαρκός· τοῖσι δὲ πρεσβύτῃσι καταρρόους διὰ τὴν ἀραιότητα καὶ τὴν ἔκτηξιν τῶν φλεβῶν, ὥστε ἐξαίφνης τοὺς μὲν ἀπόλλυσθαι, τοὺς δὲ παραπλήκτους γίνεσθαι τὰ δεξιὰ ἢ τὰ ἀριστερά. ὁκόταν γὰρ τοῦ χειμῶνος ἐόντος νοτίου καὶ θερμοῦ τοῦ σώματος μὴ συνιστῆται ὁ ἐγκέφαλος μηδὲ αἱ φλέβες, τοῦ ἦρος ἐπιγενομένου βορείου καὶ αὐχμηροῦ καὶ ψυχροῦ ὁ ἐγκέφαλος, ὁπηνίκα αὐτὸν ἔδει ἅμα καὶ τῷ ἦρι διαλύεσθαι καὶ καθαίρεσθαι ὑπό τε κορύζης καὶ βράγχων, τηνικαῦτα πήγνυταί τε καὶ συνίσταται, ὥστε ἐξαίφνης τοῦ θέρεος ἐπιγενομένου καὶ τοῦ καύματος καὶ τῆς μεταβολῆς ἐπιγινομένης ταῦτα τὰ νοσεύματα ἐπιπίπτειν. καὶ ὁκόσαι μὲν τῶν πολίων κέονταί τε καλῶς τοῦ ἡλίου καὶ τῶν πνευμάτων ὕδασί τε χρέονται ἀγαθοῖσιν, αὗται μὲν ἧσσον αἰσθάνονται τῶν τοιούτων μεταβολέων· ὁκόσαι δὲ ὕδασί τε ἑλείοισι χρέονται καὶ λιμνώδεσι κέονταί τε μὴ καλῶς τῶν πνευμάτων καὶ τοῦ ἡλίου, αὗται δὲ μᾶλλον. κἢν μὲν τὸ θέρος αὐχμηρὸν γένηται, θᾶσσον παύονται αἱ νοῦσοι· ἢν δὲ ἔπομβρον, πολυχρόνιοι γίνονται· καὶ φαγεδαίνας κίνδυνος ἐγγίνεσθαι ἀπὸ πάσης προφάσιος, ἢν ἕλκος ἐγγένηται. καὶ λειεντερίαι καὶ ὕδρωπες τελευτῶσι τοῖσι νοσεύμασιν ἐπιγίνονται· οὐ γὰρ ἀποξηραίνονται αἱ κοιλίαι ῥηϊδίως. ἢν δὲ τὸ θέρος ἔπομβρον γένηται καὶ νότιον καὶ τὸ μετόπωρον, τὸν χειμῶνα ἀνάγκη νοσερὸν εἶναι καὶ τοῖς φλεγματίῃσι καὶ τοῖς γεραιτέροισι τεσσαράκοντα ἐτέων καύσους γίνεσθαι εἰκός, τοῖσι δὲ χολώδεσι πλευρίτιδας καὶ περιπνευμονίας. ἢν δὲ τὸ θέρος αὐχμηρὸν γένηται καὶ βόρειον, τὸ δὲ μετόπωρον ἔπομβρον καὶ νότιον, κεφαλαλγίας ἐς τὸν χειμῶνα καὶ σφακέλους τοῦ ἐγκεφάλου εἰκὸς γίνεσθαι, καὶ προσέτι βράγχους καὶ κορύζας καὶ βῆχας, ἐνίοισι δὲ καὶ φθίσιας. ἢν δὲ βόρειόν τε ᾖ καὶ ἄνυδρον καὶ μήτε ὑπὸ κύνα ἔπομβρον μήτε ἐπὶ τῷ ἀρκτούρῳ, τοῖσι μὲν φλεγματίῃσι φύσει συμφέρει μάλιστα καὶ τοῖς ὑγροῖς τὰς φύσιας καὶ τῇσι γυναιξί· τοῖσι δὲ χολώδεσι τοῦτο πολεμιώτατον γίνεται. λίην γὰρ ἀναξηραίνονται καὶ ὀφθαλμίαι αὐτοῖσιν ἐπιγίνονται ξηραί, καὶ πυρετοὶ ὀξέες καὶ πολυχρόνιοι, ἐνίοισι δὲ καὶ μελαγχολίαι. τῆς γὰρ χολῆς τὸ μὲν ὑγρότατον καὶ ὑδαρέστατον ἀναξηραίνεται καὶ ἀναλίσκεται, τὸ δὲ παχύτατον καὶ δριμύτατον λείπεται καὶ τοῦ αἵματος κατὰ τὸν αὐτὸν λόγον· ἀφ’ ὧν ταῦτα τὰ νοσεύματα αὐτοῖσι γίνεται. τοῖσι δὲ φλεγματίῃσι πάντα ταῦτα ἀρωγά ἐστιν. ἀποξηραίνονται γὰρ καὶ ἐς τὸν χειμῶνα ἀφικνέονται οὐ πλαδῶντες, ἀλλὰ ἀναξηραινόμενοι. [Airs 11] κατὰ ταῦτά τις ἐννοεύμενος καὶ σκοπεύμενος προειδείη ἂν τὰ πλεῖστα τῶν μελλόντων ἔσεσθαι ἀπὸ τῶν μεταβολέων. φυλάσσεσθαι δὲ χρὴ μάλιστα τὰς μεταβολὰς τῶν ὡρέων τὰς μεγίστας καὶ μήτε φάρμακον διδόναι ἑκόντα μήτε καίειν ὅ τι ἐς κοιλίην μήτε τάμνειν, πρὶν παρέλθωσιν ἡμέραι δέκα ἢ καὶ πλείονες· μέγισται δέ εἰσιν αἵδε αἱ τέσσαρες καὶ ἐπικινδυνόταται· ἡλίου τροπαὶ ἀμφότεραι καὶ μᾶλλον αἱ θεριναὶ καὶ αἱ ἰσημερίαι νομιζόμεναι εἶναι ἀμφότεραι, μᾶλλον δὲ αἱ μετοπωριναί· δεῖ δὲ καὶ τῶν ἄστρων τὰς ἐπιτολὰς φυλάσσεσθαι καὶ μάλιστα τοῦ κυνός, ἔπειτα ἀρκτούρου, καὶ ἔτι πληϊάδων δύσιν. τά τε γὰρ νοσεύματα μάλιστα ἐν ταύτῃσι τῇσιν ἡμέρῃσιν κρίνεται. καὶ τὰ μὲν ἀποφθίνει, τὰ δὲ λήγει, τὰ δὲ ἄλλα πάντα μεθίσταται ἐς ἕτερον εἶδος καὶ ἑτέρην κατάστασιν. [Airs 12] περὶ μὲν τούτων οὕτως ἔχει. βούλομαι δὲ περὶ τῆς Ἀσίης καὶ τῆς Εὐρώπης δεῖξαι ὁκόσον διαφέρουσιν ἀλλήλων ἐς τὰ πάντα καὶ περὶ τῶν ἐθνέων τῆς μορφῆς, ὅτι διαλλάσσει καὶ μηδὲν ἔοικεν ἀλλήλοισιν. περὶ μὲν οὖν ἁπάντων πολὺς ἂν εἴη λόγος, περὶ δὲ τῶν μεγίστων καὶ πλεῖστον διαφερόντων ἐρέω ὥς μοι δοκεῖ ἔχειν. τὴν Ἀσίην πλεῖστον διαφέρειν φημὶ τῆς Εὐρώπης ἐς τὰς φύσιας τῶν συμπάντων τῶν τε ἐκ τῆς γῆς φυομένων καὶ τῶν ἀνθρώπων. πολὺ γὰρ καλλίονα καὶ μέζονα πάντα γίνεται ἐν τῇ Ἀσίῃ, ἥ τε χώρη τῆς χώρης ἡμερωτέρη καὶ τὰ ἤθεα τῶν ἀνθρώπων ἠπιώτερα καὶ εὐοργητότερα. τὸ δὲ αἴτιον τούτων ἡ κρῆσις τῶν ὡρέων, ὅτι τοῦ ἡλίου ἐν μέσῳ τῶν ἀνατολέων κεῖται πρὸς τὴν ἠῶ τοῦ τε ψυχροῦ πορρωτέρω. τὴν δὲ αὔξησιν καὶ ἡμερότητα παρέχει πλεῖστον ἁπάντων, ὁκόταν μηδὲν ᾖ ἐπικρατέον βιαίως, ἀλλὰ παντὸς ἰσομοιρίη δυναστεύῃ. ἔχει δὲ κατὰ τὴν Ἀσίηνοὐ πανταχῇ ὁμοίως, ἀλλ’ ὅση μὲν τῆς χώρης ἐν μέσῳ κεῖται τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ, αὕτη μὲν εὐκαρποτάτη ἐστὶ καὶ εὐδενδροτάτη καὶ εὐδιεστάτη καὶ ὕδασι καλλίστοισι κέχρηται τοῖσί τε οὐρανίοισι καὶ τοῖς ἐκ τῆς γῆς. οὔτε γὰρ ὑπὸ τοῦ θερμοῦ ἐκκέκαυται λίην οὔτε ὑπὸ αὐχμῶν καὶ ἀνυδρίης ἀναξηραίνεται, οὔτε ὑπὸ ψύχεος βεβιασμένη οὔτε νοτία τε καὶ διάβροχός ἐστιν ὑπό τε ὄμβρων πολλῶν καὶ χιόνος· τά τε ὡραῖα αὐτόθι πολλὰ εἰκὸς γίνεσθαι, ὁκόσα τε ἀπὸ σπερμάτων καὶ ὁκόσα αὐτὴ ἡ γῆ ἀναδιδοῖ φυτά, ὧν τοῖς καρποῖσι χρέονται ἄνθρωποι, ἡμεροῦντες ἐξ ἀγρίων καὶ ἐς ἐπιτήδειον μεταφυτεύοντες· τά τε ἐντρεφόμενα κτήνεα εὐθηνεῖν εἰκός, καὶ μάλιστα τίκτειν τε πυκνότατα καὶ ἐκτρέφειν κάλλιστα· τούς τε ἀνθρώπους εὐτραφέας εἶναι καὶ τὰ εἴδεα καλλίστους καὶ μεγέθει μεγίστους καὶ ἥκιστα διαφόρους ἐς τά τε εἴδεα αὐτῶν καὶ τὰ μεγέθεα· εἰκός τε τὴν χώρην ταύτην τοῦ ἦρος ἐγγύτατα εἶναι κατὰ τὴν φύσιν καὶ τὴν μετριότητα τῶν ὡρέων. τὸ δὲ ἀνδρεῖον καὶ τὸ ταλαίπωρον καὶ τὸ ἔμπονον καὶ τὸ θυμοειδὲς οὐκ ἂν δύναιτο ἐν τοιαύτῃ φύσει ἐγγίνεσθαι οὔτε ὁμοφύλου οὔτε ἀλλοφύλου, ἀλλὰ τὴν ἡδονὴν ἀνάγκη κρατεῖν … διότι πολύμορφα γίνεται τὰ ἐν τοῖς θηρίοις. [Airs 13] περὶ μὲν οὖν Αἰγυπτίων καὶ Λιβύων οὕτως ἔχειν μοι δοκεῖ. περὶ δὲ τῶν ἐν δεξιῇ τοῦ ἡλίου τῶν ἀνατολέων τῶν θερινῶν μέχρι Μαιώτιδος λίμνης — οὗτος γὰρ ὅρος τῆς Εὐρώπης καὶ τῆς Ἀσίης — ὧδε ἔχει περὶ αὐτῶν· τὰ δὲ ἔθνεα ταῦτα ταύτῃ διάφορα αὐτὰ ἑωυτῶν μᾶλλόν ἐστι τῶν προδιηγημένων διὰ τὰς μεταβολὰς τῶν ὡρέων καὶ τῆς χώρης τὴν φύσιν. ἔχει δὲ καὶ κατὰ τὴν γῆν ὁμοίως ἅπερ καὶ κατὰ τοὺς ἄλλους ἀνθρώπους. ὅκου γὰρ αἱ ὧραι μεγίστας μεταβολὰς ποιέονται καὶ πυκνοτάτας, ἐκεῖ καὶ ἡ χώρη ἀγριωτάτη καὶ ἀνωμαλωτάτη ἐστί, καὶ εὑρήσεις ὄρεα τε πλεῖστα καὶ δάσεα καὶ πεδία καὶ λειμῶνας ἐόντας. ὅκου δὲ αἱ ὧραι μὴ μέγα ἀλλάσσουσιν, ἐκείνοις ἡ χώρη ὁμαλωτάτη ἐστίν. οὕτω δὲ ἔχει καὶ περὶ τῶν ἀνθρώπων, εἴ τις βούλεται ἐνθυμεῖσθαι. εἰσὶ γὰρ φύσιες αἱ μὲν ὄρεσιν ἐοικυῖαι δενδρώδεσί τε καὶ ἐφύδροισιν, αἱ δὲ λεπτοῖσί τε καὶ ἀνύδροις, αἱ δὲ λειμακεστέροις τε καὶ ἑλώδεσι, αἱ δὲ πεδίῳ τε καὶ ψιλῇ καὶ ξηρῇ γῇ. αἱ γὰρ ὧραι αἱ μεταλλάσσουσαι τῆς μορφῆς τὴν φύσιν εἰσὶ διάφοροι. ἢν δὲ διάφοροι ἔωσι μέγα σφέων αὐτέων, διαφοραὶ καὶ πλείονες γίνονται τοῖς εἴδεσι. [Airs 14] καὶ ὁκόσα μὲν ὀλίγον διαφέρει τῶν ἐθνέων παραλείψω, ὁκόσα δὲ μεγάλα ἢ φύσει ἢ νόμῳ, ἐρέω περὶ αὐτῶν ὡς ἔχει. καὶ πρῶτον περὶ τῶν Μακροκεφάλων. τούτων γὰρ οὐκ ἔστιν ἄλλο ἔθνος ὁμοίας τὰς κεφαλὰς ἔχον οὐδέν· τὴν μὲν γὰρ ἀρχὴν ὁ νόμος αἰτιώτατος ἐγένετο τοῦ μήκεος τῆς κεφαλῆς, νῦν δὲ καὶ ἡ φύσις συμβάλλεται τῷ νόμῳ. τοὺς γὰρ μακροτάτην ἔχοντας τὴν κεφαλὴν γενναιοτάτους ἡγέονται. ἔχει δὲ περὶ νόμου ὧδε· τὸ παιδίον ὁκόταν γένηται τάχιστα, τὴν κεφαλὴν αὐτοῦ ἔτι ἁπαλὴν ἐοῦσαν μαλθακοῦ ἐόντος ἀναπλάσσουσι τῇσι χερσὶ καὶ ἀναγκάζουσιν ἐς τὸ μῆκος αὔξεσθαι δεσμά τε προσφέροντες καὶ τεχνήματα ἐπιτήδεια, ὑφ’ ὧν τὸ μὲν σφαιροειδὲς τῆς κεφαλῆς κακοῦται, τὸ δὲ μῆκος αὔξεται. οὕτως τὴν ἀρχὴν ὁ νόμος κατειργάσατο, ὥστε ὑπὸ βίης τοιαύτην τὴν φύσιν γενέσθαι· τοῦ δὲ χρόνου προϊόντος ἐν φύσει ἐγένετο, ὥστε τὸν νόμον μηκέτι ἀναγκάζειν. ὁ γὰρ γόνος πανταχόθεν ἔρχεται τοῦ σώματος, ἀπό τε τῶν ὑγιηρῶν ὑγιηρὸς ἀπό τε τῶν νοσερῶν νοσερός. εἰ οὖν γίνονται ἔκ τε φαλακρῶν φαλακροὶ καὶ ἐκ γλαυκῶν γλαυκοὶ καὶ ἐκ διεστραμμένων στρεβλοὶ ὡς ἐπὶ τὸ πλῆθος, καὶ περὶ τῆς ἄλλης μορφῆς ὁ αὐτὸς λόγος, τί κωλύει καὶ ἐκ μακροκεφάλου μακροκέφαλον γίνεσθαι; νῦν δὲ ὁμοίως οὐκέτι γίνονται ὡς πρότερον· ὁ γὰρ νόμος οὐκέτι ἰσχύει διὰ τὴν ὁμιλίην τῶν ἀνθρώπων. [Airs 15] περὶ μὲν οὖν τούτων οὕτως ἔχειν μοι δοκεῖ. περὶ δὲ τῶν ἐν Φάσει· ἡ χώρη ἐκείνη ἑλώδης ἐστὶ καὶ θερμὴ καὶ ὑδατεινὴ καὶ δασεῖα, ὄμβροι τε αὐτόθι γίνονται πᾶσαν ὥρην πολλοί τε καὶ ἰσχυροί· ἥ τε δίαιτα τοῖς ἀνθρώποις ἐν τοῖς ἕλεσίν ἐστιν, τά τε οἰκήματα ξύλινα καὶ καλάμινα ἐν τοῖς ὕδασι μεμηχανημένα· ὀλίγῃ τε χρέονται βαδίσει κατὰ τὴν πόλιν καὶ τὸ ἐμπόριον, ἀλλὰ μονοξύλοις διαπλέουσιν ἄνω καὶ κάτω· διώρυγες γὰρ πολλαί εἰσι. τὰ δὲ ὕδατα θερμὰ καὶ στάσιμα πίνουσιν ὑπό τε τοῦ ἡλίου σηπόμενα καὶ ὑπὸ τῶν ὄμβρων ἐπαυξόμενα. αὐτός τε ὁ Φᾶσις στασιμώτατος πάντων τῶν ποταμῶν καὶ ῥέων ἠπιώτατα. οἵ τε καρποὶ οἱ γινόμενοι αὐτόθι πάντες ἀναλδέες εἰσὶ καὶ τεθηλυσμένοι καὶ ἀτελέες ὑπὸ πολυπληθείης τοῦ ὕδατος· διὸ καὶ οὐ πεπαίνονται. ἠήρ τε πολὺς κατέχει τὴν χώρην ἀπὸ τῶν ὑδάτων. διὰ ταύτας δὴ τὰς προφάσιας τὰ εἴδεα ἀπηλλαγμένα τῶν λοιπῶν ἀνθρώπων ἔχουσιν οἱ Φασιηνοί· τά τε γὰρ μεγέθεα μεγάλοι, τὰ πάχεα δ’ ὑπερπάχητες, ἄρθρον τε κατάδηλον οὐδὲν οὐδὲ φλέψ· τήν τε χροιὴν ὠχρὴν ἔχουσιν ὥσπερ ὑπὸ ἰκτέρου ἐχόμενοι· φθέγγονταί τε βαρύτατον ἀνθρώπων, τῷ ἠέρι χρεώμενοι οὐ λαμπρῷ, ἀλλὰ νοτώδει καὶ θολερῷ· πρός τε τὸ ταλαιπωρεῖν τὸ σῶμα ἀργότεροι πεφύκασιν. αἵ τε ὧραι οὐ πολὺ μεταλλάσσουσιν οὔτε πρὸς τὸ πνῖγος οὔτε πρὸς τὸ ψῦχος. τά τε πνεύματα τὰ πολλὰ νότια πλὴν αὔρης μιῆς ἐπιχωρίης. αὕτη δὲ πνεῖ ἐνίοτε βίαιος καὶ χαλεπὴ καὶ θερμή· καὶ κέγχρονα ὀνομάζουσι τοῦτο τὸ πνεῦμα. ὁ δὲ βορέης οὐ σφόδρα ἀφικνεῖται· ὁκόταν δὲ πνέῃ, ἀσθενὴς καὶ βληχρός. [Airs 16] καὶ περὶ μὲν τῆς φύσιος τῆς διαφορῆς καὶ τῆς μορφῆς τῶν ἐν τῇ Ἀσίῃ καὶ τῇ Εὐρώπῃ οὕτως ἔχει. περὶ δὲ τῆς ἀθυμίης τῶν ἀνθρώπων καὶ τῆς ἀνανδρείης, ὅτι ἀπολεμώτεροί εἰσι τῶν Εὐρωπαίων οἱ Ἀσιηνοὶ καὶ ἡμερώτεροι τὰ ἤθεα αἱ ὧραι αἴτιαι μάλιστα, οὐ μεγάλας τὰς μεταβολὰς ποιεύμεναι οὔτε ἐπὶ τὸ θερμὸν οὔτε ἐπὶ τὸ ψυχρόν, ἀλλὰ παραπλησίως. οὐ γὰρ γίνονται ἐκπλήξιες τῆς γνώμης οὔτε μετάστασις ἰσχυρὴ τοῦ σώματος, ἀφ’ ὅτων εἰκὸς τὴν ὀργὴν ἀγριοῦσθαί τε καὶ τοῦ ἀγνώμονος καὶ θυμοειδέος μετέχειν μᾶλλον ἢ ἐν τῷ αὐτῷ αἰεὶ ἐόντα. αἱ γὰρ μεταβολαί εἰσι τῶν πάντων αἱ ἐπεγείρουσαι τὴν γνώμην τῶν ἀνθρώπων καὶ οὐκ ἐῶσαι ἀτρεμίζειν. διὰ ταύτας ἐμοὶ δοκεῖ τὰς προφάσιας ἄναλκες εἶναι τὸ γένος τὸ Ἀσιηνὸν καὶ προσέτι διὰ τοὺς νόμους. τῆς γὰρ Ἀσίης τὰ πολλὰ βασιλεύεται. ὅκου δὲ μὴ αὐτοὶ ἑωυτῶν εἰσι καρτεροὶ οἱ ἄνθρωποι μηδὲ αὐτόνομοι, ἀλλὰ δεσπόζονται, οὐ περὶ τούτου αὐτοῖσιν ὁ λόγος ἐστίν, ὅκως τὰ πολέμια ἀσκήσωσιν, ἀλλ’ ὅκως μὴ δόξωσι μάχιμοι εἶναι. οἱ γὰρ κίνδυνοι οὐχ ὁμοῖοί εἰσι. τοὺς μὲν γὰρ στρατεύεσθαι εἰκὸς καὶ ταλαιπωρεῖν καὶ ἀποθνῄσκειν ἐξ ἀνάγκης ὑπὲρ τῶν δεσποτέων ἀπό τε παιδίων καὶ γυναικὸς ἐόντας καὶ τῶν λοιπῶν φίλων. καὶ ὁκόσα μὲν ἂν χρηστὰ καὶ ἀνδρεῖα ἐργάσωνται, οἱ δεσπόται ἀπ’ αὐτῶν αὔξονταί τε καὶ ἐκφύονται, τοὺς δὲ κινδύνους καὶ θανάτους αὐτοὶ καρποῦνται. ἔτι δὲ πρὸς τούτοισι τῶν τοιούτων ἀνθρώπων ἀνάγκη ἐρημοῦσθαι τὴν γῆν ὑπό τε πολεμίων καὶ ἀργίης, ὥστε καὶ εἴ τις φύσει πέφυκεν ἀνδρεῖος καὶ εὔψυχος, ἀποτρέπεσθαι τὴν γνώμην ὑπὸ τῶν νόμων. μέγα δὲ τεκμήριον τούτων· ὁκόσοι γὰρ ἐν τῇ Ἀσίῃ Ἕλληνες ἢ βάρβαροι μὴ δεσπόζονται, ἀλλ’ αὐτόνομοί εἰσι καὶ ἑωυτοῖσι ταλαιπωρεῦσιν, οὗτοι μαχιμώτατοί εἰσι πάντων· τοὺς γὰρ κινδύνους ἑωυτῶν πέρι κινδυνεύουσι, καὶ τῆς ἀνδρείης αὐτοὶ τὰ ἆθλα φέρονται καὶ τῆς δειλίης τὴν ζημίην ὡσαύτως. εὑρήσεις δὲ καὶ τοὺς Ἀσιηνοὺς διαφέροντας αὐτοὺς ἑωυτῶν, τοὺς μὲν βελτίονας, τοὺς δὲ φαυλοτέρους ἐόντας. τούτων δὲ αἱ μεταβολαὶ αἴτιαι τῶν ὡρέων, ὥσπερ μοι εἴρηται ἐν τοῖς προτέροισι. [Airs 17] καὶ περὶ μὲν τῶν ἐν τῇ Ἀσίῃ οὕτως ἔχει. ἐν δὲ τῇ Εὐρώπῃ ἔστιν ἔθνος Σκυθικόν, ὃ περὶ τὴν λίμνην οἰκεῖ τὴν Μαιῶτιν διαφέρον τῶν ἐθνέων τῶν ἄλλων. Σαυρομάται καλεῦνται. τούτων αἱ γυναῖκες ἱππάζονταί τε καὶ τοξεύουσι καὶ ἀκοντίζουσιν ἀπὸ τῶν ἵππων καὶ μάχονται τοῖς πολεμίοις, ἕως ἂν παρθένοι ἔωσιν. οὐκ ἀποπαρθενεύονται δέ, μέχρι ἂν τῶν πολεμίων τρεῖς ἀποκτείνωσι, καὶ οὐ πρότερον συνοικέουσιν ἤπερ τὰ ἱερὰ θύσωσιν τὰ ἔννομα. ἣ δ’ ἂν ἄνδρα ἑωυτῇ ἄρηται, παύεται ἱππαζομένη, ἕως ἂν μὴ ἀνάγκη καταλάβῃ παγκοίνου στρατείης. τὸν δεξιὸν δὲ μαζὸν οὐκ ἔχουσι. παιδίοις γὰρ ἐοῦσιν ἔτι νηπίοις αἱ μητέρες χαλκίον τετεχνημένον ἐπ’ αὐτῷ τούτῳ διάπυρον ποιέουσαι πρὸς τὸν μαζὸν τιθέασι τὸν δεξιὸν καὶ ἐπικαίεται, ὥστε τὴν αὔξησιν φθείρεσθαι, ἐς δὲ τὸν δεξιὸν ὦμον καὶ βραχίονα πᾶσαν τὴν ἰσχὺν καὶ τὸ πλῆθος ἐκδιδόναι. [Airs 18] περὶ δὲ τῶν λοιπῶν Σκυθέων τῆς μορφῆς, ὅτι αὐτοὶ αὐτοῖσιν ἐοίκασι καὶ οὐδαμῶς ἄλλοις, ωὑτὸς λόγος καὶ περὶ τῶν Αἰγυπτίων, πλὴν ὅτι οἱ μὲν ὑπὸ τοῦ θερμοῦ εἰσι βεβιασμένοι, οἱ δὲ ὑπὸ τοῦ ψυχροῦ. ἡ δὲ Σκυθέων ἐρημίη καλευμένη πεδιάς ἐστι καὶ λειμακώδης καὶ ψιλὴ καὶ ἔνυδρος μετρίως. ποταμοὶ γάρ εἰσι μεγάλοι, οἳ ἐξοχετεύουσι τὸ ὕδωρ ἐκ τῶν πεδίων. ἐνταῦθα καὶ οἱ Σκύθαι διαιτεῦνται, Νομάδες δὲ καλεῦνται, ὅτι οὐκ ἔστιν οἰκήματα, ἀλλ’ ἐν ἁμάξῃσιν οἰκεῦσιν. αἱ δὲ ἅμαξαί εἰσιν αἱ μὲν ἐλάχισται τετράκυκλοι, αἱ δὲ ἑξάκυκλοι· αὗται δὲ πίλοις περιπεφραγμέναι· εἰσὶ δὲ καὶ τετεχνασμέναι ὥσπερ οἰκήματα τὰ μὲν διπλᾶ, τὰ δὲ τριπλᾶ. ταῦτα δὲ καὶ στεγνὰ πρὸς ὕδωρ καὶ πρὸς χιόνα καὶ πρὸς τὰ πνεύματα. τὰς δὲ ἁμάξας ἕλκουσι ζεύγεα τὰς μὲν δύο, τὰς δὲ τρία βοῶν κέρως ἄτερ. οὐ γὰρ ἔχουσι κέρατα ὑπὸ τοῦ ψύχεος. ἐν ταύτῃσι μὲν οὖν τῇσιν ἁμάξῃσιν αἱ γυναῖκες διαιτεῦνται. αὐτοὶ δ’ ἐφ’ ἵππων ὀχεῦνται οἱ ἄνδρες. ἕπονται δὲ αὐτοῖς καὶ τὰ πρόβατα τὰ ἐόντα καὶ αἱ βόες καὶ οἱ ἵπποι. μένουσι δ’ ἐν τῷ αὐτῷ τοσοῦτον χρόνον, ὅσον ἂν ἀποχρῇ αὐτοῖσι τοῖς κτήνεσιν ὁ χόρτος· ὁκόταν δὲ μηκέτι, ἐς ἑτέρην χώρην ἔρχονται. αὐτοὶ δ’ ἐσθίουσι κρέα ἑφθὰ καὶ πίνουσι γάλα ἵππων. καὶ ἱππάκην τρώγουσι· τοῦτο δ’ ἐστὶ τυρὸς ἵππων. [Airs 19] τὰ μὲν ἐς τὴν δίαιταν αὐτῶν οὕτως ἔχει καὶ τοὺς νόμους· περὶ δὲ τῶν ὡρέων καὶ τῆς μορφῆς, ὅτι πολὺ ἀπήλλακται τῶν λοιπῶν ἀνθρώπων τὸ Σκυθικὸν γένος καὶ ἔοικεν αὐτὸ ἑωυτῷ ὥσπερ τὸ Αἰγύπτιον καὶ ἥκιστα πολύγονόν ἐστι, καὶ ἡ χώρη ἐλάχιστα θηρία τρέφει κατὰ μέγεθος καὶ πλῆθος. κεῖται γὰρ ὑπ’ αὐτῇσι τῇσιν ἄρκτοις καὶ τοῖς ὄρεσι τοῖς Ῥιπαίοισιν, ὅθεν ὁ βορέης πνεῖ. ὅ τε ἥλιος τελευτῶν ἐγγύτατα γίνεται, ὁκόταν ἐπὶ τὰς θερινὰς ἔλθῃ περιόδους, καὶ τότε ὀλίγον χρόνον θερμαίνει καὶ οὐ σφόδρα· τὰ δὲ πνεύματα τὰ ἀπὸ τῶν θερμῶν πνέοντα οὐκ ἀφικνεῖται, ἢν μὴ ὀλιγάκις καὶ ἀσθενέα, ἀλλ’ ἀπὸ τῶν ἄρκτων αἰεὶ πνέουσι πνεύματα ψυχρὰ ἀπό τε χιόνος καὶ κρυστάλλου καὶ ὑδάτων πολλῶν. οὐδέποτε δὲ τὰ ὄρεα ἐκλείπει· ἀπὸ τούτων δὲ δυσοίκητά ἐστιν. ἠήρ τε κατέχει πολὺς τῆς ἡμέρης τὰ πεδία, καὶ ἐν τούτοισι διαιτεῦνται· ὥστε τὸν μὲν χειμῶνα αἰεὶ εἶναι, τὸ δὲ θέρος ὀλίγας ἡμέρας καὶ ταύτας μὴ λίην. μετέωρα γὰρ τὰ πεδία καὶ ψιλὰ καὶ οὐκ ἐστεφάνωνται ὄρεσιν, ἀλλ’ ἢ ἀνάντεα ἀπὸ τῶν ἄρκτων· αὐτόθι καὶ τὰ θηρία οὐ γίνεται μεγάλα, ἀλλ’ οἷά τέ ἐστιν ὑπὸ γῆν σκεπάζεσθαι. ὁ γὰρ χειμὼν κωλύει καὶ τῆς γῆς ἡ ψιλότης, ὅτι οὐκ ἔστιν ἀλέη οὐδὲ σκέπη. αἱ δὲ μεταβολαὶ τῶν ὡρέων οὔκ εἰσι μεγάλαι οὐδὲ ἰσχυραί, ἀλλ’ ὁμοῖαι καὶ ὀλίγον μεταλλάσσουσαι· διότι καὶ τὰ εἴδεα ὁμοῖοι αὐτοὶ ἑωυτοῖς εἰσι σίτῳ τε χρεώμενοι αἰεὶ ὁμοίῳ ἐσθῆτί τε τῇ αὐτῇ καὶ θέρεος καὶ χειμῶνος, τόν τε ἠέρα ὑδατεινὸν ἕλκοντες καὶ παχύν, τά τε ὕδατα πίνοντες ἀπὸ χιόνος καὶ παγετῶν, τοῦ τε ταλαιπώρου ἀπεόντες. οὐ γὰρ οἷόν τε τὸ σῶμα ταλαιπωρεῖσθαι οὐδὲ τὴν ψυχήν, ὅκου μεταβολαὶ μὴ γίνονται ἰσχυραί. διὰ ταύτας τὰς ἀνάγκας τὰ εἴδεα αὐτῶν παχέα ἐστὶ καὶ σαρκώδεα καὶ ἄναρθρα καὶ ὑγρὰ καὶ ἄτονα, αἵ τε κοιλίαι ὑγρόταται πασέων κοιλιῶν αἱ κάτω. οὐ γὰρ οἷόν τε νηδὺν ἀναξηραίνεσθαι ἐν τοιαύτῃ χώρῃ καὶ φύσει καὶ ὥρης καταστάσει, ἀλλὰ διὰ πιμελήν τε καὶ ψιλὴν τὴν σάρκα τά †τε† εἴδεα ἔοικεν ἀλλήλοισι τά τε ἄρσενα τοῖς ἄρσεσι καὶ τὰ θήλεα τοῖς θήλεσι. τῶν γὰρ ὡρέων παραπλησίων ἐουσέων φθοραὶ οὐκ ἐγγίνονται οὐδὲ κακώσιες ἐν τῇ τοῦ γόνου συμπήξει, ἢν μή τινος ἀνάγκης βιαίου τύχῃ ἢ νούσου. [Airs 20] μέγα δὲ τεκμήριον ἐς τὴν ὑγρότητα παρέξομαι. Σκυθέων γὰρ τοὺς πολλούς, ἅπαντας ὅσοι Νομάδες, εὑρήσεις κεκαυμένους τούς τε ὤμους καὶ τοὺς βραχίονας καὶ τοὺς καρποὺς τῶν χειρῶν καὶ τὰ στήθεα καὶ τὰ ἰσχία καὶ τὴν ὀσφῦν δι’ ἄλλ’ οὐδὲν ἢ διὰ τὴν ὑγρότητα τῆς φύσιος καὶ τὴν μαλακίην. οὐ γὰρ δύνανται οὔτε τοῖς τόξοις συντείνειν οὔτε τῷ ἀκοντίῳ ἐμπίπτειν τῷ ὤμῳ ὑπὸ ὑγρότητος καὶ ἀτονίης. ὁκόταν δὲ καυθέωσιν, ἀναξηραίνεται ἐκ τῶν ἄρθρων τὸ πολὺ τοῦ ὑγροῦ, καὶ ἐντονώτερα μάλλον γίνεται καὶ τροφιμώτερα καὶ ἠρθρωμένα τὰ σώματα μᾶλλον. ῥοϊκὰ δὲ γίνεται καὶ πλατέα, πρῶτον μὲν ὅτι οὐ σπαργανοῦνται ὥσπερ ἐν Αἰγύπτῳ οὐδὲ νομίζουσι διὰ τὴν ἱππασιην, ὅκως ἂν εὔεδροι ἔωσιν· ἔπειτα δὲ διὰ τὴν ἕδρην· τά τε γὰρ ἄρσενα, ἕως ἂν οὐχ οἷά τε ἐφ’ ἵππου ὀχεῖσθαι, τὸ πολὺ τοῦ χρόνου κάθηνται ἐν τῇ ἁμάξῃ καὶ βραχὺ τῇ βαδίσει χρέονται διὰ τὰς μεταναστάσιας καὶ περιελάσιας· τὰ δὲ θήλεα θαυμαστὸν οἷον ῥοϊκά ἑστι τε καὶ βραδέα τὰ εἴδεα. πυρρὸν δὲ τὸ γένος ἐστὶ τὸ Σκυθικὸν διὰ τὸ ψῦχος, οὐκ ἐπιγινομένου ὀξέος τοῦ ἡλίου. ὑπὸ δὲ τοῦ ψύχεος ἡ λευκότης ἐπικαίεται καὶ γίνεται πυρρή. [Airs 21] πολύγονον δὲ οὐχ οἷόν τε εἶναι φύσιν τοιαύτην. οὔτε γὰρ τῷ ἀνδρὶ ἡ ἐπιθυμίη τῆς μείξιος γίνεται πολλὴ διὰ τὴν ὑγρότητα τῆς φύσιος καὶ τῆς κοιλίης τὴν μαλθακότητά τε καὶ τὴν ψυχρότητα, ἀφ’ ὅτων ἥκιστα εἰκὸς ἄνδρα οἷόν τε λαγνεύειν· καὶ ἔτι ὑπὸ τῶν ἵππων αἰεὶ κοπτόμενοι ἀσθενέες γίνονται ἐς τὴν μεῖξιν. τοῖσι μὲν ἀνδράσιν αὗται αἱ προφάσιες γίνονται, τῇσι δὲ γυναιξὶν ἥ τε πιότης τῆς σαρκὸς καὶ ὑγρότης· οὐ γὰρ δύνανται ἔτι συναρπάζειν αἱ μῆτραι τὸν γόνον· οὔτε γὰρ ἐπιμήνιος κάθαρσις αὐτῇσι γίνεται ὡς χρεών ἐστιν, ἀλλ’ ὀλίγον καὶ διὰ χρόνου, τό τε στόμα τῶν μητρέων ὑπὸ πιμελῆς συγκλείεται καὶ οὐχ ὑποδέχεται τὸν γόνον· αὐταί τε ἀταλαίπωροι καὶ πίεραι καὶ αἱ κοιλίαι ψυχραὶ καὶ μαλθακαί. ὑπὸ τούτων τῶν ἀναγκέων οὐ πολύγονόν ἐστι τὸ γένος τὸ Σκυθικόν. μέγα δὲ τεκμήριον αἱ οἰκέτιδες ποιέουσιν· οὐ γὰρ φθάνουσι παρὰ ἄνδρα ἀφικνεύμεναι καὶ ἐν γαστρὶ ἴσχουσιν διὰ τὴν ταλαιπωρίην καὶ ἰσχνότητα τῆς σαρκός. [Airs 22] ἔτι τε πρὸς τούτοισιν εὐνουχίαι γίνονται οἱ πλεῖστοι ἐν Σκύθῃσι καὶ γυναικεῖα ἐργάζονται καὶ ὡς αἱ γυναῖκες διαιτεῦνται διαλέγονταί τε ὁμοίως· καλεῦνταί τε οἱ τοιοῦτοι Ἀναριεῖς. οἱ μὲν οὖν ἐπιχώριοι τὴν αἰτίην προστιθέασι θεῷ καὶ σέβονται τούτους τοὺς ἀνθρώπους καὶ προσκυνέουσι, δεδοικότες περὶ ἑωυτῶν ἕκαστοι. ἐμοὶ δὲ καὶ αὐτῷ δοκεῖ ταῦτα τὰ πάθεα θεῖα εἶναι καὶ τἄλλα πάντα καὶ οὐδὲν ἕτερον ἑτέρου θειότερον οὐδὲ ἀνθρωπινώτερον, ἀλλὰ πάντα ὁμοῖα καὶ πάντα θεῖα. ἕκαστον δὲ αὐτῶν ἔχει φύσιν τὴν ἑωυτοῦ καὶ οὐδὲν ἄνευ φύσιος γίνεται. καὶ τοῦτο τὸ πάθος ὥς μοι δοκεῖ γίνεσθαι φράσω· ὑπὸ τῆς ἱππασίης αὐτοὺς κέδματα λαμβάνει, ἅτε αἰεὶ κρεμαμένων ἀπὸ τῶν ἵππων τοῖς ποσίν· ἔπειτα ἀποχωλοῦνται καὶ ἑλκοῦνται τὰ ἰσχία, οἳ ἂν σφόδρα νοσήσωσιν. ἰῶνται δὲ σφᾶς αὐτοὺς τρόπῳ τοιῷδε. ὁκόταν γὰρ ἄρχηται ἡ νοῦσος, ὄπισθεν τοῦ ὠτὸς ἑκατέρου φλέβα τάμνουσιν. ὁκόταν δὲ ἀπορρυῇ τὸ αἷμα, ὕπνος ὑπολαμβάνει ὑπὸ ἀσθενείης καὶ καθεύδουσιν. ἔπειτα ἀνεγείρονται, οἱ μέν τινες ὑγιέες ἐόντες, οἱ δ’ οὔ. ἐμοὶ μὲν οὖν δοκεῖ ἐν ταύτῃ τῇ ἰήσει διαφθείρεσθαι ὁ γόνος. εἰσὶ γὰρ παρὰ τὰ ὦτα φλέβες, ἃς ἐάν τις ἐπιτάμῃ, ἄγονοι γίνονται οἱ ἐπιτμηθέντες. ταύτας τοίνυν μοι δοκέουσι τὰς φλέβας ἐπιτάμνειν. οἱ δὲ μετὰ ταῦτα ἐπειδὰν ἀφίκωνται παρὰ γυναῖκας καὶ μὴ οἷοί τ’ ἔωσι χρῆσθαί σφισιν, τὸ πρῶτον οὐκ ἐνθυμεῦνται, ἀλλ’ ἡσυχίην ἔχουσι. ὁκόταν δὲ δὶς καὶ τρὶς καὶ πλεονάκις αὐτοῖσι πειρωμένοισι μηδὲν ἀλλοιότερον ἀποβαίνῃ, νομίσαντές τι ἡμαρτηκέναι τῷ θεῷ, ὃν ἐπαιτιῶνται, ἐνδύονται στολὴν γυναικείην καταγνόντες ἑωυτῶν ἀνανδρείην. γυναικίζουσί τε καὶ ἐργάζονται μετὰ τῶν γυναικῶν ἃ καὶ ἐκεῖναι. [Airs 22] τοῦτο δὲ πάσχουσι Σκυθέων οἱ πλούσιοι, οὐχ οἱ κάκιστοι ἀλλ’ οἱ εὐγενέστατοι καὶ ἰσχὺν πλείστην κεκτημένοι, διὰ τὴν ἱππασίην, οἱ δὲ πένητες ἧσσον· οὐ γὰρ ἱππάζονται. καίτοι ἐχρῆν, ἐπεὶ θειότερον τοῦτο τὸ νόσευμα τῶν λοιπῶν ἐστιν, οὐ τοῖς γενναιοτάτοις τῶν Σκυθέων καὶ τοῖς πλουσιωτάτοις προσπίπτειν μούνοις, ἀλλὰ τοῖς ἅπασιν ὁμοίως, καὶ μᾶλλον τοῖσιν ὀλίγα κεκτημένοισιν, εἰ δὴ τιμώμενοι χαίρουσιν οἱ θεοὶ καί θαυμαζόμενοι ὑπ’ ἀνθρώπων καὶ ἀντὶ τούτων χάριτας ἀποδιδόασιν. εἰκὸς γὰρ τοὺς μὲν πλουσίους θύειν πολλὰ τοῖς θεοῖς καὶ ἀνατιθέναι ἀναθήματα ἐόντων χρημάτων πολλῶν καὶ τιμᾶν, τοὺς δὲ πένητας ἧσσον διὰ τὸ μὴ ἔχειν, ἔπειτα καὶ ἐπιμεμφομένους ὅτι οὐ διδόασι χρήματα αὐτοῖσιν, ὥστε τῶν τοιούτων ἁμαρτιῶν τὰς ζημίας τοὺς ὀλίγα κεκτημένους φέρειν μᾶλλον ἢ τοὺς πλουσίους. ἀλλὰ γάρ, ὥσπερ καὶ πρότερον ἔλεξα, θεῖα μὲν καὶ ταῦτά ἐστιν ὁμοίως τοῖς ἄλλοις· γίνεται δὲ κατὰ φύσιν ἕκαστα. καὶ ἡ τοιαύτη νοῦσος ἀπὸ τοιαύτης προφάσιος τοῖς Σκύθῃσι γίνεται οἵην εἴρηκα. ἔχει δὲ καὶ κατὰ τοὺς λοιποὺς ἀνθρώπους ὁμοίως. ὅκου γὰρ ἱππάζονται μάλιστα καὶ πυκνότατα, ἐκεῖ πλεῖστοι ὑπὸ κεδμάτων καὶ ἰσχιάδων καὶ ποδαγριῶν ἁλίσκονται καὶ λαγνεύειν κάκιστοί εἰσι. ταῦτα δὲ τοῖσι Σκύθῃσι πρόσεστι, καὶ εὐνουχοειδέστατοί εἰσιν ἀνθρώπων διὰ ταύτας τε τὰς προφάσιας καὶ ὅτι ἀναξυρίδας ἔχουσιν αἰεὶ καί εἰσιν ἐπὶ τῶν ἵππων τὸ πλεῖστον τοῦ χρόνου, ὥστε μήτε χειρὶ ἅπτεσθαι τοῦ αἰδοίου, ὑπό τε τοῦ ψύχεος καὶ τοῦ κόπου ἐπιλήθεσθαι τοῦ ἱμέρου καὶ τῆς μείξιος, καὶ μηδὲν παρακινεῖν πρότερον ἢ ἀνανδρωθῆναι. [Airs 23] περὶ μὲν οὖν τῶν Σκυθέων οὕτως ἔχει τοῦ γένεος. τὸ δὲ λοιπὸν γένος τὸ ἐν τῇ Εὐρώπῃ διάφορον αὐτὸ ἑωυτῷ ἐστι καὶ κατὰ τὸ μέγεθος καὶ κατὰ τὰς μορφὰς διὰ τὰς μεταλλαγὰς τῶν ὡρέων, ὅτι μεγάλαι γίνονται καὶ πυκναί, καὶ θάλπεά τε ἰσχυρὰ καὶ χειμῶνες καρτεροὶ καὶ ὄμβροι πολλοὶ καὶ αὖτις αὐχμοὶ πολυχρόνιοι καὶ πνεύματα, ἐξ ὧν μεταβολαὶ πολλαὶ καὶ παντοδαπαί. ἀπὸ τούτων εἰκὸς αἰσθάνεσθαι καὶ τὴν γένεσιν ἐν τῇ συμπήξει τοῦ γόνου ἄλλοτε ἄλλην καὶ μὴ τῷ αὐτῷ τὴν αὐτὴν γίνεσθαι ἔν τε τῷ θέρει καὶ τῷ χειμῶνι μηδὲ ἐν ἐπομβρίῃ καὶ αὐχμῷ. διότι τὰ εἴδεα διηλλάχθαι νομίζω τῶν Εὐρωπαίων μᾶλλον ἢ τῶν Ἀσιηνῶν καὶ τὰ μεγέθεα διαφορώτατα αὐτὰ ἑωυτοῖς εἶναι κατὰ πόλιν ἑκάστην. αἱ γὰρ φθοραὶ πλείονες ἐγγίνονται τοῦ γόνου ἐν τῇ συμπήξει ἐν τῇσι μεταλλαγῇσι τῶν ὡρέων πυκνῇσιν ἐούσῃσιν ἢ ἐν τῇσι παραπλησίῃσι καὶ ὁμοίῃσι. περί τε τῶν ἠθέων ὁ αὐτὸς λόγος· τό τε ἄγριον καὶ τὸ ἄμεικτον καὶ τὸ θυμοειδὲς ἐν τῇ τοιαύτῃ φύσει ἐγγίνεται. αἱ γὰρ ἐκπλήξιες πυκναὶ γινόμεναι τῆς γνώμης τὴν ἀγριότητα ἐντιθέασι, τὸ δὲ ἥμερόν τε καὶ ἤπιον ἀμαυροῦσι. διὸ καὶ εὐψυχοτέρους νομίζω τοὺς τὴν Εὐρώπην οἰκέοντας εἶναι ἢ τοὺς τὴν Ἀσίην. ἐν μὲν γὰρ τῷ αἰεὶ παραπλησίῳ αἱ ῥᾳθυμίαι ἔνεισιν, ἐν δὲ τῷ μεταβαλλομένῳ αἱ ταλαιπωρίαι τῷ σώματι καὶ τῇ ψυχῇ. καὶ ἀπὸ μὲν ἡσυχίης καὶ ῥᾳθυμίης ἡ δειλίη αὔξεται, ἀπὸ δὲ τῆς ταλαιπωρίης καὶ τῶν πόνων αἱ ἀνδρεῖαι. διὰ τοῦτό εἰσι μαχιμώτεροι οἱ τὴν Εὐρώπην οἰκέοντες καὶ διὰ τοὺς νόμους, ὅτι οὐ βασιλεύονται ὥσπερ οἱ Ἀσιηνοί. ὅκου γὰρ βασιλεύονται, ἐκεῖ ἀνάγκη δειλοτάτους εἶναι. εἴρηται δέ μοι καὶ πρότερον. αἱ γὰρ ψυχαὶ δεδούλωνται καὶ οὐ βούλονται παρακινδυνεύειν ἑκόντες εἰκῇ ὑπὲρ ἀλλοτρίης δυνάμιος. ὅσοι δὲ αὐτόνομοι — ὑπὲρ ἑωυτῶν γὰρ τοὺς κινδύνους αἱρεῦνται καὶ οὐκ ἄλλων — προθυμεῦνται ἑκόντες καὶ ἐς τὸ δεινὸν ἔρχονται. τὰ γὰρ ἀριστεῖα τῆς νίκης αὐτοὶ φέρονται. οὕτως οἱ νόμοι οὐχ ἥκιστα τὴν εὐψυχίην ἐργάζονται. [Airs 24] τὸ μὲν οὖν ὅλον καὶ τὸ ἅπαν οὕτως ἔχει περί τε τῆς Εὐρώπης καὶ τῆς Ἀσίης. ἔνεισι δὲ καὶ ἐν τῇ Εὐρώπῃ φῦλα διάφορα ἕτερα ἑτέροισι καὶ τὰ μεγέθεα καὶ τὰς μορφὰς καὶ τὰς ἀνδρείας. τὰ δὲ διαλλάσσοντα ταὐτά ἐστιν, ἃ καὶ ἐπὶ τῶν πρότερον εἴρηται. ἔτι δὲ σαφέστερον φράσω. ὁκόσοι μὲν χώρην ὀρεινήν τε οἰκέουσι καὶ τρηχεῖαν καὶ ὑψηλὴν καὶ ἔνυδρον, καὶ αἱ μεταβολαὶ αὐτοῖσι γίνονται τῶν ὡρέων μέγα διάφοροι, ἐνταῦθα εἰκὸς εἴδεα μεγάλα εἶναι καὶ πρὸς τὸ ταλαίπωρον καὶ τὸ ἀνδρεῖον εὖ πεφυκότα, καὶ τό τε ἄγριον καὶ τὸ θηριῶδες αἱ τοιαῦται φύσιες οὐχ ἥκιστα ἔχουσιν. ὁκόσοι δὲ κοῖλα χωρία καὶ λειμακώδεα καὶ πνιγηρὰ καὶ τῶν θερμῶν πνευμάτων πλέον μέρος μετέχουσιν ἢ τῶν ψυχρῶν ὕδασί τε χρέονται θερμοῖσιν, οὗτοι δὲ μεγάλοι μὲν οὐκ ἂν εἴησαν οὐδὲ κανονίαι, ἐς εὖρος δὲ πεφυκότες καὶ σαρκώδεες καὶ μελανότριχες, καὶ αὐτοὶ μέλανες μᾶλλον ἢ λευκότεροι, φλεγματίαι δὲ ἧσσον ἢ χολώδεες· τὸ δὲ ἀνδρεῖον καὶ τὸ ταλαίπωρον ἐν τῇ ψυχῇ φύσει μὲν οὐκ ἂν ὁμοίως ἐνείη, νόμος δὲ προσγενόμενος ἀπεργάζοιτ’ ἄν. καὶ εἰ μὲν ποταμοὶ ἐνείησαν ἐν τῇ χώρῃ, οἵτινες ἐκ τῆς χώρης ἐξοχετεύουσι τό τε στάσιμον καὶ τὸ ὄμβριον, οὗτοι ἂν ὑγιηροί τε εἴησαν καὶ λαμπροί. εἰ μέντοι ποταμοὶ μὲν μὴ εἴησαν, τὰ δὲ ὕδατα λιμναῖά τε καὶ στάσιμα πίνοιεν καὶ ἑλώδεα, ἀνάγκη τὰ τοιαῦτα εἴδεα προγαστρότερα καὶ σπληνώδεα εἶναι. ὁκόσοι δὲ ὑψηλήν τε οἰκέουσι χώρην καὶ λείην καὶ ἀνεμώδεα καὶ ἔνυδρον, εἶεν ἂν εἴδεα μεγάλοι καὶ ἑωυτοῖσι παραπλήσιοι· ἀνανδρότεραι δὲ καὶ ἡμερώτεραι αἱ γνῶμαι. ὁκόσοι δὲ λεπτά τε καὶ ἄνυδρα καὶ ψιλά, τῇσι μεταβολῇσι τῶν ὡρέων οὐκ εὔκρητα, ἐν ταύτῃ τῇ χώρῃ τὰ εἴδεα εἰκὸς σκληρά τε εἶναι καὶ ἔντονα καὶ ξανθότερα ἢ μελάντερα καὶ τὰ ἤθεα καὶ τὰς ὀργὰς αὐθάδεάς τε καὶ ἰδιογνώμονας. ὅκου γὰρ αἱ μεταβολαί εἰσι πυκνόταται τῶν ὡρέων καὶ πλεῖστον διάφοροι αὐταὶ ἑωυτῇσιν, ἐκεῖ καὶ τὰ εἴδεα καὶ τὰ ἤθεα καὶ τὰς φύσιας εὑρήσεις πλεῖστον διαφερούσας. Μέγισται μὲν οὖν εἰσιν αὗται τῆς φύσιος αἱ διαλλαγαί, ἔπειτα δὲ καὶ ἡ χώρη, ἐν ᾗ ἄν τις τρέφηται καὶ τὰ ὕδατα. εὑρήσεις γὰρ ἐπὶ τὸ πλῆθος τῆς χώρης τῇ φύσει ἀκολουθέοντα καὶ τὰ εἴδεα τῶν ἀνθρώπων καὶ τοὺς τρόπους. ὅκου μὲν γὰρ ἡ γῆ πίειρα καὶ μαλθακὴ καὶ ἔνυδρος, καὶ τὰ ὕδατα κάρτα μετέωρα, ὥστε θερμὰ εἶναι τοῦ θέρεος καὶ τοῦ χειμῶνος ψυχρά, καὶ τῶν ὡρέων καλῶς κεῖται, ἐνταῦθα καὶ οἱ ἄνθρωποι σαρκώδεές εἰσι καὶ ἄναρθροι καὶ ὑγροὶ καὶ ἀταλαίπωροι καὶ τὴν ψυχὴν κακοὶ ὡς ἐπὶ τὸ πολύ. τό τε ῥᾴθυμον καὶ τὸ ὑπνηρὸν ἔνεστιν ἐν αὐτοῖς ἰδεῖν· ἔς τε τὰς τέχνας παχέες καὶ οὐ λεπτοὶ οὐδ’ ὀξέες. ὅκου δ’ ἐστὶν ἡ χώρη ψιλή τε καὶ ἄνυδρος καὶ τρηχεῖα καὶ ὑπὸ τοῦ χειμῶνος πιεζομένη καὶ ὑπὸ τοῦ ἡλίου κεκαυμένη, ἐνταῦθα δὲ σκληρούς τε καὶ ἰσχνοὺς καὶ διηρθρωμένους καὶ ἐντόνους καὶ δασέας ἴδοις. τό τε ἐργατικὸν ἐνεὸν ἐν τῇ φύσει τῇ τοιαύτῃ καὶ τὸ ἄγρυπνον, τά τε ἤθεα καὶ τὰς ὀργὰς αὐθάδεας καὶ ἰδιογνώμονας, τοῦ τε ἀγρίου μᾶλλον μετέχοντας ἢ τοῦ ἡμέρου, ἔς τε τὰς τέχνας ὀξυτέρους τε καὶ συνετωτέρους καὶ τὰ πολέμια ἀμείνους εὑρήσεις· καὶ τἄλλα τὰ ἐν τῇ γῇ φυόμενα πάντα ἀκόλουθα ἐόντα τῇ γῇ. αἱ μὲν ἐναντιώταται φύσιές τε καὶ ἰδέαι ἔχουσιν οὕτως. ἀπὸ δὲ τούτων τεκμαιρόμενος τὰ λοιπὰ ἐνθυμεῖσθαι, καὶ οὐχ ἁμαρτήσῃ. ## Προγνωστικόν [Prog. 1] τὸν ἰητρὸν δοκέει μοι ἄριστον εἶναι πρόνοιαν ἐπιτηδεύειν· προγιγνώσκων γὰρ καὶ προλέγων παρὰ τοῖσι νοσέουσι τά τε παρεόντα καὶ τὰ προγεγονότα καὶ τὰ μέλλοντα ἔσεσθαι, ὁκόσα τε παραλείπουσιν οἱ ἀσθενέοντες ἐκδιηγεύμενος, πιστεύοιτ’ ἂν μᾶλλον γιγνώσκειν τὰ τῶν νοσεόντων πρήγματα, ὥστε τολμᾷν ἐπιτρέπειν τοὺς ἀνθρώπους σφέας ἑωυτοὺς τῷ ἰητρῷ. τὴν δὲ θεραπείην ἄριστα ἂν ποιέοιτο, προειδὼς τὰ ἐσόμενα ἐκ τῶν παρεόντων παθημάτων. ὑγιέας μὲν γὰρ ποιέειν ἅπαντας τοὺς ἀσθενέοντας ἀδύνατον· τοῦτο γὰρ τοῦ προγιγνώσκειν τὰ μέλλοντα ἀποβήσεσθαι κρέσσον ἂν ἦν· ἐπειδὴ δὲ οἱ ἄνθρωποι ἀποθνήσκουσιν, οἱ μὲν πρὶν ἢ καλέσαι τὸν ἰητρὸν, ὑπὸ τῆς ἰσχύος τῆς νούσου, οἱ δὲ καὶ ἐσκαλεσάμενοι παραχρῆμα ἐτελεύτησαν, οἱ μὲν ἡμέρην μίην ζήσαντες, οἱ δὲ ὀλίγῳ πλέονα χρόνον πρὶν ἢ τὸν ἰητρὸν τῇ τέχνῃ πρὸς ἕκαστον νούσημα ἀνταγωνίσασθαι· γνῶναι οὖν χρὴ τῶν παθέων τῶν τοιουτέων τὰς φύσιας, ὁκόσον ὑπὲρ τὴν δύναμίν εἰσι τῶν σωμάτων, ἅμα δὲ καὶ εἴ τι θεῖον ἔνεστιν ἐν τῇσι νούσοισι, καὶ τουτέου τὴν πρόνοιαν ἐκμανθάνειν. οὕτω γὰρ ἂν θαυμάζοιτό τε δικαίως, καὶ ἰητρὸς ἀγαθὸς ἂν εἴη· καὶ γὰρ οὓς οἷόν τε περιγίγνεσθαι, τούτους ἔτι μᾶλλον δύναιτ’ ἂν ὀρθῶς διαφυλάσσειν, ἐκ πλείονος χρόνου προβουλευόμενος πρὸς ἕκαστα, καὶ τοὺς ἀποθανουμένους τε καὶ σωθησομένους προγιγνώσκων καὶ προαγορεύων ἀναίτιος ἂν εἴη. [Prog. 2] σκέπτεσθαι δὲ χρὴ ὧδε ἐν τοῖσιν ὀξέσι νουσήμασι· πρῶτον μὲν τὸ πρόσωπον τοῦ νοσέοντος, εἰ ὅμοιόν ἐστι τοῖσι τῶν ὑγιαινόντων, μάλιστα δὲ, εἰ αὐτὸ ἑωυτέῳ οὕτω γὰρ ἂν εἴη ἄριστον, τὸ δ’ ἐναντιώτατον τοῦ ὁμοίου, δεινότατον. εἴη δ’ ἂν τὸ τοιόνδε· ῤὶς ὀξεῖα, ὀφθαλμοὶ κοῖλοι, κρόταφοι ξυμπεπτωκότες, ὦτα ψυχρὰ καὶ ξυνεσταλμένα, καὶ οἱ λοβοὶ τῶν ὤτων ἀπεστραμμένοι, καὶ τὸ δέρμα τὸ περὶ τὸ μέτωπον σκληρόν τε καὶ περιτεταμένον καὶ καρφαλέον ἐόν. καὶ τὸ χρῶμα τοῦ ξύμπαντος προσώπου χλωρόν τε ἢ καὶ μέλαν ἐὸν, καὶ πελιὸν, ἢ μολιβδῶδες. ἢν μὲν οὖν ἐν ἀρχῇ τῆς νούσου τὸ πρόσωπον τοιοῦτον ᾖ, καὶ μήπω οἷόν τε ᾖ τοῖσιν ἄλλοισι σημείοισι ξυντεκμαίρεσθαι, ἐπανερέσθαι χρὴ, μὴ ἠγρύπνησεν ὁ νοσέων, ἢ τὰ τῆς κοιλίης ἐξυγρασμένα ᾖ ἰσχυρῶς, ἢ λιμῶδές τι ἔχῃ αὐτόν· κἢν μέν τι τουτέων ὁμολογέῃ, ἧσσον νομίζειν δεινὸν εἶναι· κρίνεται δὲ τὰ τοιαῦτα ἐν ἡμέρῃ τε καὶ νυκτὶ, ἢν διὰ ταύτας τὰς προφάσιας τὸ πρόσωπον τοιοῦτον ᾖ. ἢν δὲ μηδὲν τουτέων φῇ εἶναι, μηδὲ ἐν τῷ χρόνῳ τῷ προειρημένῳ καταστῇ, εἰδέναι χρὴ ἐγγὺς ἐόντα τοῦ θανάτου. ἢν δὲ καὶ παλαιοτέρου ἐόντος τοῦ νουσήματος, ἢ τριταίου ἢ τεταρταίου, τὸ πρόσωπον τοιοῦτον ᾖ, περὶ τουτέων ἐπανε ρέσθαι, περὶ ὧν καὶ πρότερον ἐκέλευσα, καὶ τἄλλα σημεῖα σκέπτεσθαι, τά τε ἐν τῷ ξύμπαντι προσώπῳ, τά τε ἐν τῷ σώματι, καὶ τὰ ἐν τοῖσιν ὀφθαλμοῖσιν. ἢν γὰρ τὴν αὐγὴν φεύγωσιν, ἢ δακρύωσιν ἀπροαιρέτως, ἢ διαστρέφωνται, ἢ ὁ ἕτερος τοῦ ἑτέρου ἐλάσσων γίγνηται, ἢ τὰ λευκὰ ἐρυθρὰ ἴσχωσιν, ἢ πελιὰ, ἢ φλέβια μέλανα ἐν ἑωυτέοισιν ἔχωσιν, ἢ λῆμαι φαίνωνται περὶ τὰς ὄψιας, ἢ καὶ ἐναιωρεύμενοι, ἢ ἐξίσχοντες, ἢ ἔγκοιλοι ἰσχυρῶς γιγνόμενοι, ἢ αἱ ὄψιες αὐχμῶσαι καὶ ἀλαμπέες, ἢ τὸ χρῶμα τοῦ ξύμπαντος προσώπου ἠλλοιωμένον ᾖ, ταῦτα πάντα κακὰ νομίζειν καὶ ὀλέθρια εἶναι. Σκοπέειν δὲ χρὴ καὶ τὰς ὑποφάσιας τῶν ὀφθαλμῶν ἐν τοῖσιν ὕπνοισιν· ἢν γάρ τι ὑποφαίνηται τοῦ λευκοῦ, τῶν βλεφάρων μὴ ξυμβαλλομένων, μὴ ἐκ διαῤῥοίης ἢ φαρμακοποσίης ἐόντι, ἢ μὴ εἰθισμένῳ οὕτω καθεύδειν, φλαῦρον τὸ σημεῖον καὶ θανατῶδες λίην. ἢν δὲ καμπύλον γένηται, ἢ πελιὸν, ἢ ὠχρὸν βλέφαρον, ἢ χεῖλος, ἢ ῤὶς, μετά τινος τῶν ἄλλων σημείων, εἰδέναι χρὴ ἐγγὺς ἐόντα θανάτου· θανατῶδες δὲ καὶ χείλεα ἀπολυόμενα, καὶ κρεμάμενα, καὶ ψυχρὰ, καὶ ἔκλευκα γιγνόμενα. [Prog. 3] κεκλιμένον δὲ χρὴ καταλαμβάνεσθαι τὸν νοσέοντα ὑπὸ τοῦ ἰητροῦ ἐπὶ τὸ πλευρὸν τὸ δεξιὸν, ἢ τὸ ἀριστερὸν, καὶ τὰς χεῖρας καὶ τὸν τράχηλον καὶ τὰ σκέλεα ὀλίγον ἐπικεκαμμένα ἔχοντα, καὶ τὸ ξύμπαν σῶμα ὑγρὸν κείμενον· οὕτω γὰρ καὶ οἱ πλεῖστοι τῶν ὁγιαινόντων κατακλίνονται· ἄρισται δέ εἰσι τῶν κατακλίσιων αἱ ὅμοιαι τῇσι τῶν ὑγιαινόντων. ὕπτιον δὲ κέεσθαι καὶ τὰς χεῖρας καὶ τὸν τράχηλον καὶ τὰ σκέλεα ἐκτεταμένα ἔχοντα, ἧσσον ἀγαθόν. εἰ δὲ καὶ προπετὴς γένοιτο, καὶ καταῤῥέοι ἐπὶ τῆς κλίνης ἐπὶ τοὺς πόδας, δεινότερόν ἐστιν. εἰ δὲ καὶ γυμνοὺς τοὺς πόδας εὑρίσκοιτο ἔχων, μὴ θερμοὺς κάρτα ἐόντας, καὶ τὰς χεῖρας, καὶ τὸν τράχηλον, και τὰ σκέλεα ἀνωμάλως διεῤῥιμμένα καὶ γυμνὰ, κακόν· ἀλυσμὸν γὰρ σημαίνει. θανατῶδες δὲ καὶ τὸ κεχηνότα καθεύδειν αἰεὶ, καὶ τὰ σκέλεα ὑπτίου κειμένου ξυγκεκαμμένα εἶναι ἰσχυρῶς, καὶ διαπεπλεγμένα. ἐπὶ γαστέρα δὲ κέεσθαι ᾧ μὴ ξύνηθές ἐστι καὶ ὑγιαίνοντι οὕτω κοιμᾶσθαι, παραφροσύνην τινὰ σημαίνει, ἢ ὀδύνην τῶν ἀμφὶ τὴν κοιλίην τόπων. Ἀνακαθίζειν δὲ βούλεσθαι τὸν νοσέοντα, τῆς νούσου ἀκμαζούσης, πονηρὸν μὲν ἐν πᾶσι τοῖσιν ὀξέσι νουσήμασι, κάκιστον δὲ ἐν τοῖσι περιπλευμονικοῖσιν. ὀδόντας δὲ πρίειν ἐν πυρετοῖσιν, ὁκόσοισι μὴ ξύνηθές ἐστιν ἀπὸ παίδων, μανικὸν καὶ θανατῶδες, ἀλλὰ προλέγειν ἀπ’ ἀμφοῖν κίνδυνον ἐσόμενον· ἢν δὲ καὶ παραφρονέων τοῦτο ποιέῃ, ὀλέθριον γίγνεται καρτα ἤδη. Ἔλκος δὲ ἤν τε καὶ προγεγονὸς τύχῃ ἔχων, ἤν τε καὶ ἐν τῇ νούσῳ γένηται, καταμανθάνειν δεῖ· ἢν γὰρ μέλλῃ ἀπόλλυσθαι ὁ ἄνθρωπος, πρὸ τοῦ θανάτου πελιδνόν τε καὶ ξηρὸν ἔσται, ἢ ὠχρόν τε καὶ ξηρόν. [Prog. 4] περὶ δὲ χειρῶν φορῆς τάδε γιγνώσκω· ὁκόσοισιν ἐν πυρετοῖσιν ὀξέσιν, ἢ ἐν περιπλευμονίῃσιν, ἢ ἐν φρενίτισιν, ἢ ἐν κεφαλαλγίῃσι, πρὸ τοῦ προσώπου φερομένας καὶ θηρευούσας διὰ κενῆς, καὶ ἀποκαρφολογεούσας, καὶ κροκίδας ἀπὸ τῶν ἱματίων ἀποτιλλούσας, καὶ ἀπὸ τοῦ τοίχου ἄχυρα ἀποσπώσας, πάσας εἶναι κακὰς καὶ θανατώδεας. [Prog. 5] πνεῦμα δὲ πυκνὸν μὲν ἐὸν πόνον σημαίνει ἢ φλεγμονὴ ἐν τοῖσιν ὑπὲρ τῶν φρενῶν χωρίοισι· μέγα δὲ ἀναπνεόμενον καὶ διὰ πολλοῦ χρόνου παραφροσύνην δηλοῖ ψυχρὸν δὲ ἐκπνεόμενον ἐκ τῶν ῥινῶν καὶ τοῦ στόματος ὀλέθριον κάρτα ἤδη γίγνεται. Εὔ πνοιαν δὲ χρὴ νομίζειν κάρτα μεγάλην δύναμιν ἔχειν ἐς σωτηρίη ἐν ἅπασι τοῖσιν ὁξέσι νουσήμασιν, ὅσα ξὺν πυρετοῖσίν ἐστι καὶ ἐν τεσσαράκοντα ἡμέρησι κρίνεται. [Prog. 6] οἱ δὲ ἱδρῶτες ἀριστοι μέν εἰσιν ἐν πᾶσι τοῖσιν ὀξέσι νουσμασιν, ὁκόσοι ἐν ἡμέρῃσί τε κρισίμοισι γίγνονται καὶ τελείως τὸν πυρετὸν ἀπαλλάσσουσιν. ἀγαθοὶ δὲ καὶ ὁκόσοι διὰ παντὸς τοῦ σώματος γιγνόμενοι ἀπέδειξαν τὸν ἄνθρωπον εὐπετέστερον φέροντα τὸ νούσημα. οἳ δ’ ἂν μὴ τοιοῦτόν τι ἐξεργάσωνται, οὐ λυσιτελέες. κάκιστοι δὲ οἱ ψυχροί τε καὶ μοῦνον περὶ τὴν κεφαλήν τε καὶ τὸ πρόσωπον γιγνόμενοι καὶ τὸν αὐχένα· οὗτοι γὰρ ξὺν μὲν ὀξεῖ πυρετῷ θάνατον προσημαίνουσι, ξὺν δὲ πρηϋτέρῳ, μῆκος νούσου. καὶ οἱ κατὰ πᾶν τὸ σῶμα ὡσαύτως γιγνόμενοι τοῖσι περὶ τὴν κεφαλήν· οἱ δὲ κεγχροειδέες καὶ μοῦνον περὶ τὸν τράχηλον γιγνόμενοι πονηροί. οἱ δὲ μετὰ σταλαγμῶν καὶ ἀτμίζοντες, ἀγαθοί. κατανοέειν δὲ χρὴ τὸ ξύνολον τῶν ἱδρώτων. γίγνονται γὰρ οἱ μὲν δι’ ἔκλυσιν σωμάτων, οἱ δὲ διὰ ξυντονίην φλεγμονῆς. [Prog. 7] ὑποχόνδριον δὲ ἄριστον μὲν ἀνώδυνόν τε ἐὸν καὶ μαλθακὸν καὶ ὁμαλὸν, καὶ ἐπὶ δεξιὰ καὶ ἐπ’ ἀριστερά. φλεγμαῖνον δὲ, ἢ ὀδύνην παρέχον, ἢ ἐντεταμένον, ἢ ἀνωμάλως διακείμενα τὰ δεξιὰ πρὸς τὰ ἀριστερὰ, ταῦτα πάντα φυλάσσεσθαι χρή. εἰ δὲ καὶ σφυγμὸς ἐνείη ἐν τῷ ὑποχονδρίῳ, θόρυβον σημαίνει, ἢ παραφροσύνην· ἀλλὰ τοὺς ὀφθαλμοὺς ἐπικατιδεῖν τῶν τοιουτέων· ἢν γὰρ αἱ ὄψιες πυκνὰ κινέωνται, μανῆναι τούτους ἐλπίς. οἴδημα δὲ ἐν τῷ ὑποχονδρίῳ σκληρόν τε ἐὸν καὶ ἐπώδυνον, κάκιστον μὲν, εἰ παρ’ ἅπαν εἴη τὸ ὑποχόνδριον· εἰ δὲ καὶ εἴη ἐν τῷ ἑτέρῳ μέρει, ἀκινδυνότερόν ἐστιν ἐν τῷ ἐπ’ ἀριστερά. σημαίνει δὲ τὰ τοιαῦτα οἰδήματα ἐν ἀρχῇ μὲν θάνατον ὀλιγοχρόνιον ἔσεσθαι· ἢν δὲ ὑπερβάλλη εἴκοσιν ἡμέρας ὅ τε πυρετὸς ἔχων καὶ τὸ οἴδημα μὴ καθιστάμενον, ἐς διαπύησιν τρέπεται. γίγνεται δὲ τουτέοισιν ἐν τῇ πρώτῃ περιόδῳ καὶ αἵματος ῤῆξις ἐκ τῶν ῤινῶν, καὶ κάρτα ὠφελέει· ἀλλ’ ἐπανερωτᾷν χρὴ, εἰ τὴν κεφαλὴν ἀλγέουσιν, ἢ ἀμβλυωπέουσιν· ἢν γάρ τι τοιοῦτον εἴη, ἐνταῦθα ἂν ῤέποι. μᾶλλον δὲ τοῖσι νεωτέροισι πέντε καὶ τριήκοντα ἐτέων, τὴν τοῦ αἵματος ῤῆξιν προσδέχεσθαι χρή. τὰ δὲ μαλθακὰ τῶν οἰδημάτων καὶ ἀνώδυνα καὶ τῷ δακτύλῳ ὑπείκοντα χρονιωτέρας τὰς κρίσιας ποιέεται, καὶ ἧσσον ἐκείνων δεινότερά ἐστιν. εἰ δὲ ὑπερβάλλοι ἑξήκοντα ἡμέρας ὅ τε πυρετὸς ἔχων καὶ τὸ οἴδημα μὴ καθιστάμενον, ἔμπυον ἔσεσθαι σημαίνει· καὶ τοῦτο, καὶ τὸ ἐν τῇ ἄλλῃ κοιλίῃ κατὰ τωὐτό. ὁκόσα μὲν οὖν ἐπώδυνά τέ ἐστι καὶ σκληρὰ καὶ μεγάλα, σημαίνει κίνδυνον θανάτου ὀλιγοχρονίου· ὁκόσα δὲ μαλθακά τε καὶ ἀνώδυνα καὶ τῷ δακτύλῳ πιεζόμενα ὑπείκει, χρονιώτερα ἐκείνων. τὰς δὲ ἀποστάσιας ἧσσον τὰ ἐν τῇ γαστρὶ οἰδήματα ποιέεται τῶν ἐν τοῖσιν ὑποχονδρίοισιν, ἥκιστα δὲ τὰ ὑποκάτω τοῦ ὀμφαλοῦ ἐς ἐπιπύησιν τρέπεται· αἵματος δὲ ῤῆξιν ἐκ τῶν ἄνω τόπων μάλιστα προσδέχεσθαι. ἁπάντων δὲ χρὴ τῶν οἰδημάτων χρονιζόντων περὶ ταῦτα τὰ χωρία ὑποσκέπτεσθαι τὰς ἐκπυήσιας. τὰ δὲ διαπυήματα ὧδε δεῖ σκέπτεσθαι τὰ ἐντεῦθεν· ὁκόσα μὲν ἔξω τρέπεται, ἄριστά ἐστι, μικρά τε ἐόντα, καὶ ὡς μάλιστα ἐκκλίνοντα ἔξω, καὶ ἐς ὀξὺ ἀποκυρτούμενα· τὰ δὲ μεγάλα τε ἐόντα καὶ πλατέα, καὶ ἥκιστα ἐς ὀξὺ ἀποκορυφούμενα, κάκιστα· ὁσα δὲ ἔσω ῤήγνυται, ἄριστά ἐστιν, ἃ μηδὲν τῷ ἔξω χωρίῳ ἐπικοινωνέει, ἀλλ’ ἔστι προσεσταλμένα τε καὶ ἀνώδυνα· καὶ πᾶν τὸ ἔξω χωρίον ὁμόχροον φαίνεται. τὸ δὲ πῦον ἄριστον λευκόν τε εἶναι καὶ ὁμαλὸν καὶ λεῖον καὶ ὡς ἥκιστα δυσῶδες· τὸ δὲ ἐναντίον τουτέου κάκιστον. [Prog. 8] οἱ δὲ ὕδρωπες οἱ ἐκ τῶν ὀξέων νουσημάτων πάντες κακοί· οὔτε γὰρ τοῦ πυρὸς ἀπαλλάσσουσιν, ἐπώδυνοί τέ εἰσι κάρτα καὶ θανατώδεες. ἄρχονται δὲ οἱ πλεῖστοι μὲν ἀπὸ τῶν κενεώνων καὶ τῆς ὀσφύος, οἱ δὲ ἀπὸ τοῦ ἥπατος· οἷσι μὲν οὖν ἀπὸ τῶν κενεώνων καὶ τῆς ὀσφύος αἱ ἀρχαὶ γίγνονται, οἵ τε πόδες οἰδέουσι, καὶ διάῤῥοιαι πολυχρόνιον ἔχουσιν, οὔτε τὰς ὀδύνας λύουσαι τὰς ἐκ τῶν κενεώνων καὶ τῆς ὀσφύος, οὔτε τὴν γαστέρα λαπάσσουσαι· ὁκόσοισι δὲ ἀπὸ τοῦ ἥπατος ὕδρωπες γίγνονται, βῆξαί τε θυμὸς τούτοισιν ἐγγίγνεται, καὶ οὐδέν τι ἀποπτύουσιν ἄξιον λόγου, καὶ οἱ πόδες οἰδέουσι, καὶ ἡ γαστὴρ οὐ διαχωρέει, εἰ μὴ σκληρά τε καὶ πρὸς ἀνάγκην, καὶ περὶ τὴν κοιλίην γίγνεται οἰδήματα, τὰ μὲν ἐπὶ δεξιὰ, τὰ δ’ ἐπ’ ἀριστερὰ, ἱστάμενά τε καὶ καταπαυόμενα. [Prog. 9] κεφαλὴ δὲ καὶ χεῖρες καὶ πόδες ψυχρὰ ἐόντα κακὸν, τῆς τε κοιλίης καὶ τῶν πλευρῶν θερμῶν ἐόντων. ἄριστον δὲ καὶ ὅλον τὸ σῶμα θερμόν τε ἐὸν καὶ μαλθακὸν ὁμαλῶς. στρέφεσθαι δὲ χρὴ ῤηϊδίως τὸν ἀλγεῦντα, καὶ ἐν τοῖσι μετεωρισμοῖσιν ἐλαφρὸν εἶναι· εἰ δὲ βαρὺς ἐὼν φαίνοιτο καὶ τὸ ἄλλο σῶμα καὶ τὰς χεῖρας καὶ τοὺς πόδας, ἐπικινδυνότερον. εἰ δὲ πρὸς τῷ βάρει καὶ οἱ ὄνυχες καὶ οἱ δάκτυλοι πελιδνοὶ γίγνονται, προσδόκιμος ὁ θάνατος παραυτίκα· μελαινόμενοι δὲ παντελῶς οἱ δάκτυλοι καὶ οἱ πόδες ἧσσον ὀλέθριοι τῶν πελιδνῶν εἰσιν ἀλλὰ καὶ τἄλλα σημεῖα σκέπτεσθαι χρή· ἢν γὰρ εὐπετέως φέρων φαίνηται τὸ κακὸν, καὶ ἄλλο τι τῶν περιεστικῶν πρὸς τουτέοισι τοῖσι σημείοισιν ὑποδεικνύῃ, τὸ νούσημα ἐς ἀπόστασιν τραπῆναι ἐλπὶς, ὥστε τὸν μὲν ἄνθρωπον περιγενέσθαι, τὰ δὲ μελανθέντα τοῦ σώματος ἀποπεσεῖν. ὄρχιες δὲ καὶ αἰδοῖα ἀνεσπασμένα πόνους ἰσχυροὺς σημαίνει καὶ κίνδυνον θανατώδεα. [Prog. 10] περὶ δὲ ὕπνων, ὥσπερ κατὰ φύσιν ξύνηθες ἡμῖν ἐστι, τὴν μὲν ἡμέρην ἐγρηγορέναι χρὴ, τὴν δὲ νύκτα καθεύδειν. ἢν δὲ εἴη τοῦτο μεταβεβλημένον, κάκιον· ἥκιστα δ’ ἂν λυπέοιτο, εἰ κοιμῷτο τὸ πρωϊ ἐς τὸ τρίτον μέρος τῆς ἡμέρης· οἱ δὲ ἀπὸ τουτέου τοῦ χρόνου ὕπνοι πονηρότεροί εἰσι· κάκιστον δὲ μὴ κοιμᾶσθαι, μήτε τῆς νυκτὸς, μήτε τῆς ἡμέρης· ἢ γὰρ ὑπὸ ὀδύνης τε καὶ πόνων ἀγρυπνέειν ἢ παραφρονήσειν ἕπεται ἀπὸ τουτέου τοῦ σημείου. [Prog. 11] διαχώρημα δέ ἐστιν ἄριστον τὸ μαλθακόν τε καὶ ξυνεστηκὸς, καὶ τὴν ὥρην ἥνπερ καὶ ὑγιαίνοντι ὑπεχώρεε, πλῆθος δὲ πρὸς λόγον τῶν ἐσιόντων· τοιαύτης γὰρ ἐούσης τῆς διεξόδου, ἡ κάτω κοιλίη ὑγιαίνοι ἄν. εἰ δὲ εἴη ὑγρὸν τὸ διαχώρημα, ξυμφέρει μήτε τρύζειν, μήτε πυκνόν τι εἶναι, καὶ κατ’ ὀλίγον ὑποχωρέειν· κοπιῶν γὰρ ὁ ἄνθρωπος ὑπὸ τῆς ξυνεχέος ἐξαναστάσιος ἀγρυπνοίη ἄν· εἰ δὲ ἀθρόον πολλάκις διαχωρέει, κίνδυνος λειποθυμῆσαι. ἀλλὰ χρὴ κατὰ τὸ πλῆθος τῶν ἐσιόντων ἢ δὶς ἢ τρὶς τῆς ἡμέρης ὑποχωρέειν, καὶ τῆς νυκτὸς ἅπαξ, πλείονα δ’ ἐπὶ τὸ πρωϊ, ὥσπερ ξύνηθές ἐστι τῷ ἀνθρώπῳ. παχύνεσθαι δὲ χρὴ τὸ διαχώρημα, ἰούσης πρὸς κρίσιν τῆς νούσου. Ὑπόπυῤῥον δὲ ἔστω καὶ μὴ λίην δυσῶδες. ἐπιτήδειον δὲ καὶ ἕλμινθας στρογγύλας διεξιέναι μετὰ τοῦ διαχωρήματος, πρὸς κρίσιν ἰούσης τῆς νούσου. δεῖ δὲ ἐν παντὶ τῷ νουσήματι λαπαρὴν τὴν κοιλίην εἶναι καὶ εὔογκον. ὑδαρὲς δὲ κάρτα, ἢ λευκὸν, ἢ χλωρὸν, ἢ ἐρυθρὸν ἰσχυρῶς, ἢ ἀφρῶδες διαχωρέειν, πονηρὰ ταῦτα πάντα. ἔτι δὲ πονηρὸν, καὶ σμικρόν τε ἐὸν, καὶ γλισχρὸν, καὶ λευκὸν, καὶ ὑπόχλωρον, καὶ λεῖον. τουτέων δὲ θανατωδέστερα ἂν εἴη τὰ μέλανα, ἢ λιπαρὰ, ἢ πελιὰ, ἢ ἰώδεα, ἢ κάκοδμα. τὰ δὲ ποικίλα, χρονιώτερα μὲν τουτέων, ὀλέθρια δὲ οὐδὲν ἧσσον· ἔστι δὲ τὰ τοιαῦτα ξυσματώδεα, καὶ χολώδεα, καὶ πρασοειδέα, καὶ μέλανα, ποτὲ μὲν ὁμοῦ διεξερχόμενα ἀλλήλοισι, ποτὲ δὲ κατὰ μέρος. φῦσαν δὲ ἄνευ ψόφου καὶ περδήσιος διεξιέναι ἄριστον· κρέσσον δὲ καὶ ξὺν ψόφῳ διελθεῖν ἢ αὐτοῦ ἀνειλέεσθαι· καὶ οὕτω διελθοῦσα σημαίνει ἢ πονέειν τι τὸν ἄνθρωπον, ἢ παραφρονέειν, ἢν μὴ ἑκὼν ὁ ἄνθρωπος οὕτω τὴν ἄφεσιν τῆς φύσης ποιήσηται. τοὺς δὲ ἐκ τῶν ὑποχονδρίων πόνους τε καὶ κυρτώματα, ἢν ᾖ νεαρὰ καὶ μὴ ξὺν φλεγμονῇ, λύει βορβορυγμὸς ἐγγενόμενος ἐν τῷ ὑποχονδρίῳ, καὶ μάλιστα μὲν διεξιὼν ξὺν κόπρῳ τε καὶ οὔρῳ καὶ φύσῃ, ἢν δὲ μὴ, καὶ αὐτὸς δὴ περαιωθεὶς ὠφελέει· ὠφελέει δὲ καὶ ὑποκαταβὰς ἐς τὰ κάτω χωρία. [Prog. 12] τὸ δὲ οὖρον ἄριστόν ἐστιν, ὅταν ᾖ λευκή τε ἡ ὑπόστασις, καὶ λείη, καὶ ὁμαλὴ παρὰ πάντα τὸν χρόνον, ἔστ’ ἂν κριθῇ ἡ νοῦσος· σημαίνει γὰρ ἀσφάλειάν τε καὶ νούσημα ὀλιγοχρόνιον ἔσεσθαι. εἰ δὲ διαλείποι, καὶ ποτὲ μὲν καθαρὸν οὐρέοιτο, ποτὲ δὲ ὑφίσταται τὸ λευκὸν καὶ λεῖον, χρονιωτέρη γίγνεται ἡ νοῦσος καὶ ἧσσον ἀσφαλής. εἰ δὲ εἴη τό τε οὖρον ὑπέρυθρον καὶ ἡ ὑπόστασις αὐτέου ὁμοίη καὶ λείη, πολυχρονιώτερον μὲν τοῦτο τοῦ πρώτου γίγνεται, σωτήριον δὲ κάρτα. Κριμνώδεες δὲ ἐν τοῖσιν οὔροισιν αἱ ὑποστάσιες, πονηραί· τουτέων δέ εἰσι κακίους αἱ πεταλώδεες· αἱ λευκαὶ δὲ καὶ λεπταὶ, κάρτα φλαῦραι· τουτέων δ’ ἔτι κακίους εἰσὶν αἱ πιτυρώδεες. Νεφέλαι δὲ ἐμφερόμεναι τοῖσιν οὔροισι, λευκαὶ μὲν ἀγαθαὶ, μέλαιναι δὲ φλαῦραι. ἔστ’ ἂν δὲ πυῤῥόν τε εἴη τὸ οὖρον καὶ λεπτὸν, σημαίνει τὸ νούσημα ἄπεπτον εἶναι· ἢν δὲ καὶ πουλυχρόνιον εἴη τοιοῦτον ἐὸν, κίνδυνος μὴ οὐ δυνήσεται ὁ ἄνθρωπος διαρκέσαι, ἔστ’ ἂν πεπανθῇ ἡ νοῦσος. Θανατωδέστερα δὲ τῶν οὔρων τά τε δυσώδεα καὶ ὑδατώδεα καὶ μέλανα καὶ παχέα· ἔστι δὲ τοῖσι μὲν ἀνδράσι καὶ τῇσι γυναιξὶ τὰ μέλανα τῶν οὔρων κάκιστα, τοῖσι δὲ παιδίοισι τὰ ὑδατώδεα. ὁκόσοι δ’ ἂν οὖρα λεπτὰ καὶ ὠμὰ οὐρέωσι πουλὺν χρόνον, ἢν τἄλλα ὡς περιεσομένοισι σημεῖα ᾖ, τουτέοισιν ἀπόστασιν δεῖ προσδέχεσθαι ἐς τὰ κάτω τῶν φρενῶν χωρία. και τὰς λιπαρότητας δὲ τὰς ἄνω ἐφισταμένας ἀραχνοειδέας μέμφεσθαι· ξυντήξιος γὰρ σημεῖα. Σκοπέειν δὲ χρὴ τῶν οὔρων, ἐν οἷσιν αἱ νεφέλαι, ἤν τε ἂνω, ἤν τε κάτω ἔωσι, καὶ τὰ χρώματα ὁκοῖα ἴσχουσι, καὶ τὰς μὲν κάτω φερομένας ξὺν τοῖσι χρώμασιν, οἷσιν εἴρηται, ἀγαθὰς εἶναι νομίζειν καὶ ἐπαινέειν, τὰς δὲ ἄνω ξὺν τοῖσι χρώμασιν, οἷσιν εἴρηται, κακὰς εἶναι, καὶ μέμφεσθαι. μὴ ἐξαπατάτω δέ σε, ἤν γε ἡ κύστις τι νούσημα ἔχουσα τῶν οὔρων τὰ τοιαῦτα ἀποδιδῷ· οὐ γὰρ τοῦ ὅλου σώματος σημεῖόν ἐστιν, ἀλλ’ αὐτῆς καθ’ ἑωυτῆς. [Prog. 13] ἔμετος δὲ ὠφελιμώτατος ὁ φλέγματος καὶ χολῆς ξυμμεμιγμένων ὅτι μάλιστα· καὶ μὴ παχὺς κάρτα, μηδὲ πολὺς ἐμεέσθω· οἱ γὰρ ἀκρητέστεροι κακίους εἰσίν. εἰ δὲ εἴη τὸ ἐμεύμενον πρασοειδὲς, ἢ πελιὸν, ἢ μέλαν, ὅ τι ἂν ᾖ τουτέων τῶν χρωμάτων, νομίζειν χρὴ πονηρὸν εἶναι· εἰ δὲ καὶ πάντα τὰ χρώματα ὁ ωὐτὸς ἄνθρωπος ἐμέοι, κάρτα ὀλέθριον τοῦτο γίγνεται· τάχιστον δὲ θάνατον σημαίνει τὸ πελιὸν τῶν ἐμεσμάτων, εἰ ὄζει δυσῶδες. πᾶσαι δὲ αἱ ὑπόσαπροι καὶ δυσώδεες ὀσμαὶ κακαὶ ἐπὶ πᾶσι τοῖσιν ἐμεομένοισιν. [Prog. 14] πτύελον χρὴ ἐπὶ πᾶσι τοῖσιν ἀλγήμασι τοῖσι περὶ τὸν πλεύμονα καὶ τὰς πλευρὰς ταχέως τε ἀναπτύεσθαι καὶ εὐπετέως, ξυμμεμιγμένον τε φαίνεσθαι τὸ ξανθὸν ἰσχυρῶς τῷ ττυέλῳ. εἰ γὰρ πολλῷ ὕστερον μετὰ τὴν ἀρχὴν τῆς ὀδύνης ἀναπτύοιτο, ξανθὸν ἐὸν, ἢ πυῤῥὸν, ἢ πολλὴν βῆχα παρέχον, ἢ μὴ ἰσχυρῶς ξυμμεμιγμένον, κάκιον γίγνεται· τό τε γὰρ ξανθὸν ἄκρητον ἐὸν κινδυνῶδες, τὸ δὲ λευκὸν καὶ γλίσχρον καὶ στρογγύλον ἀλυσιτελές. κακὸν δὲ καὶ τὸ χλωρὸν ἐὸν κάρτα καὶ τὸ ἀφρῶδες· εἰ δὲ εἴη οὕτως ἄκρητον ὥστε καὶ μέλαν φαίνεσθαι, δεινότερόν ἐστι τοῦτο ἐκείνων· κακὸν δὲ καὶ ἢν μηδὲν ἀνακαθαίρηται, μηδὲ προΐῃ ὁ πλεύμων, ἀλλὰ πλήρης ἐὼν ζέῃ ἐν τῇ φάρυγγι. Κορύζας δὲ καὶ πταρμοὺς ἐπὶ πᾶσι τοῖσι περὶ τὸν πλεύμονα νουσήμασι προγεγονέναι, ἢ ἐπιγενέσθαι, κακόν· ἀλλ’ ἐν τοῖσιν ἄλλοισι νουσήμασι τοῖσι θανατωδεστάτοισιν οἱ πταρμοὶ λυσιτελέουσιν. αἵματι δὲ ξυμμεμιγμένον μὴ πολλῷ πτύελον ξανθὸν ἐν τοῖσι περιπλευμονικοῖσιν, ἐν ἀρχῇ μὲν τῆς νούσου πτυόμενον, περιεστικὸν καὶ κάρτα ὠφελεέι· ἑβδομαίῳ δὲ ἐόντι καὶ παλαιοτέρῳ ἧσσον ἀσφαλές. πάντα δὲ πτύελα πονηρά ἐστιν ὁκόσα ἂν τὴν ὀδύνην μὴ παύῃ. κάκιστα δὲ τὰ μέλανα, ὡς διαγέγραπται. τὰ δὲ παύοντα ὀδύνην, πάντων ἀμείνω ἀναπτυόμενα. [Prog. 15] ὁκόσα δὲ τῶν ἀλγημάτων ἐκ τουτέων τῶν χωρίων μὴ παύηται, μήτε πρὸς τὰς τῶν πτυέλων καθάρσιας, μήτε πρὸς τὴν τῆς κοιλίης ἐκκόπρωσιν, μήτε πρὸς τὰς φλεβοτομίας τε καὶ φαρμακείας καὶ διαίτας, εἰδέναι δεῖ ἐκπυήσοντα. τῶν δὲ ἐκπυημάτων ὁκόσα μὲν ἔτι χολώδεος ἐόντος τοῦ πτυέλου ἐκπυΐσκεται, ὀλέθρια κάρτα, ἤν τε ἐν μέρει τὸ χολῶδες τῷ πύῳ ἀναπτύοιτο, ἤν τε ὁμοῦ· μάλιστα δὲ, ἢν ἄρξηται χωρέειν τὸ ἐμπύημα ἀπὸ τουτέου τοῦ πτυέλου, ἑβδομαίου ἐόντος τοῦ νουσήματος. ἐλπὶς δὲ τὸν τὰ τοιαῦτα πτύοντα ἀποθανεῖσθαι τεσσαρεσκαιδεκαταῖον, ἢν μή τι αὐτέῳ ἐπιγένηται ἀγαθόν. ἔστι δὲ τὰ μὲν ἀγαθὰ τάδε· εὐπετέως φέρειν τὸ νούσημα, εὔπνοον εἶναι, τῆς ὀδύνης ἀπηλλάχθαι, τό τε πτύελον ῤηϊδίως ἀναβήσσειν, τό τε σῶμα ὁμαλῶς φαίνεσθαι θερμόν τε εἶναι καὶ μαλθακὸν, καὶ δίψαν μὴ ἔχειν, οὖρά τε καὶ διαχωρήματα καὶ ὕπνους καὶ ἱδρῶτας, ὡς διαγέγραπται ἕκαστα εἶναι ἀγαθὰ, ἐπιγίγνεσθαι· οὕτω μὲν γὰρ ἁπάντων τουτέων ἐπιγιγνομένων, οὐκ ἂν ἀποθάνοι ὁ ἄνθρωπος· ἢν δὲ τὰ μέν τοι αὐτέων ἐπιγίγνοιτο, τὰ δὲ μὴ, οὐ πλείονα χρόνον ζήσας ἢ τεσσαρεσκαίδεκα ἡμέρας, ἀπόλοιτ’ ἂν ὁ ἄνθρωπος. κακὰ δὲ τὰ ἐναντία τουτέων, ἤγουν δυσπετέως φέρειν τὴν νοῦσον, πνεῦμα μέγα καὶ πυκνὸν εἶναι, τὴν ὀδύνην μὴ παύεσθαι, τὸ πτύελον μόλις ἀναβήσσειν, διψῇν κάρτα, τό τε σῶμα ὑπὸ πυρὸς ἀνωμάλως ἔχεσθαι, καὶ τὴν μὲν κοιλίην καὶ τὰς πλευρὰς θερμὰς εἶναι ἰσχυρῶς, τὸ δὲ μέτωπον καὶ τὰς χεῖρας καὶ τοὺς πόδας ψυχροὺς, οὖρα δὲ καὶ διαχωρήματα καὶ ὕπνους καὶ ἱδρῶτας, ὡς διαγέγραπται ἕκαστα εἶναι κακὰ, ἐπιγίγνεσθαι· οὕτω γὰρ εἰ ἐπιγένοιτό τι τῷ πτυέλῳ τουτέῳ, ἀπόλοιτο ἂν ὁ ἄνθρωπος πρὶν ἢ ἐς τὰς τεσσαρεσκαίδεκα ἡμέρας ἀφικέσθαι, ἢ ἐναταῖος, ἢ ἑνδεκαταῖος. οὕτως οὖν ξυμβάλλεσθαι χρὴ, ὡς τοῦ πτυέλου τουτέου θανατώδεος ἐόντος μάλα, καὶ οὐ φθάνοντος ἐς τὰς τεσσαρεσκαίδεκα ἡμέρας. τὰ δὲ ἐπιγενόμενα κακά τε καὶ ἀγαθὰ ξυλλογιζόμενον ἐκ τουτέων χρὴ τὰς προῤῥήσιας προλέγειν· οὕτω γὰρ ἄν τις ἀληθεύοι μάλιστα. αἱ δὲ ἄλλαι ἐκπυήσιες ῤήγνυνται αἱ πλεῖσται, αἱ μὲν εἰκοσταῖαι, αἱ δὲ τριηκοσταῖαι, αἱ δὲ τεσσαρακονθήμεροι, αἱ δὲ πρὸς τὰς ἑξήκοντα ἡμέρας ἀφικνέονται. [Prog. 16] ἐπισκέπτεσθαι δὲ χρὴ τὴν ἀρχὴν τοῦ ἐμπυήματος ἔσεσθαι λογιζόμενον ἀπὸ τῆς ἡμέρης ἧς τὸ πρῶτον ὁ ἄνθρωπος ἐπύρεξεν, ἢ εἴ ποτε αὐτὸν ῤῖγος ἔλαβε, καὶ εἰ φαίη ἀντὶ τῆς ὀδύνης αὐτέῳ βάρος γεγενῆσθαι ἐν τῷ τόπῳ ἐν ᾧ ἤλγεεν· ταῦτα γὰρ ἐν ἀρχῆσι γίγνεται τῶν ἐμπυημάτων. ἐξ οὖν τουτέων τῶν χρόνων τὴν ῤῆξιν χρὴ προσδέχεσθαι τῶν ἐμπυημάτων ἔσεσθαι ἐς τοὺς χρόνους τοὺς προειρημένους. εἰ δὲ εἴη τὸ ἐμπύημα ἐπὶ θάτερα μοῦνον, στρεφειν τε καὶ καταμανθάνειν χρὴ ἐπὶ τουτέοισι, μή τι ἔχῃ ἄλγημα ἐν τῷ ἑτέρῳ πλευρῷ· καὶ ἢν θερμότερον ᾖ τὸ ἕτερον τοῦ ἑτέρου, κατακλινομένου ἐπὶ τὸ ὑγιαῖνον πλευρὸν, ἐρωτᾷν εἴ τι αὐτέῳ δοκέει βαρὺ ἀποκρέμασθαι ἐκ τοῦ ἄνωθεν. εἰ γὰρ εἴη τοῦτο, ἐπὶ θάτερόν ἐστι τὸ ἐμπύημα, ἐπὶ ὁκοῖον ἂν πλευρὸν τὸ βάρος γίγνηται. [Prog. 17] τοὺς δὲ ξύμπαντας ἐμπύους γιγνώσκειν χρὴ τοισίδε τοῖσι σημείοισι. πρῶτον μὲν, ὁ πυρετὸς οὐκ ἀφίησιν, ἀλλὰ τὴν μὲν ἡμέρην λεπτὸς ἴσχει, τὴν δὲ νύκτα πλείων, καὶ ἱδρῶτες πολλοὶ ἐπιγίγνονται, βῆξαί τε θυμὸς ἐγγίγνεται αὐτέοισιν, καὶ ἀποπτύουσιν οὐδὲν ἄξιον λόγου, καὶ οἱ μὲν ὀφθαλμοὶ ἔ κοιλοι γίγνονται, αἱ δὲ γνάθοι ἐρυθήματα ἴσχουσι, καὶ οἱ μὲν ὄνυχες τῶν χειρῶν γρυποῦνται, οἱ δὲ δάκτυλοι θερμαίνονται, καὶ μάλιστα οἱ ἄκροι, καὶ ἐν τοῖσι ποσὶν οἰδήματα γίγνεται, καὶ σιτίων οὐκ ἐπιθυμέουσι, καὶ φλύκταιναι γίγνονται ἀνὰ τὸ σῶμα. ὁκόσα μὲν οὖν ἐγχρονίζει τῶν ἐμπυημάτων, ἔχει τὰ σημεῖα ταῦτα, καὶ πιστεύειν αὐτέοισι χρὴ κάρτα· ὁκόσα δὲ ὀλιγοχρόνιά ἐστι, τουτέοισιν ἐπισημαίνεται, ἤν τι ἐπιφαίνηται, οἷα καὶ τοῖσιν ἐν ἀρχῇσι γιγνομένοισιν, ἅμα δὲ καὶ ἤν τι δυσπνούστερος ᾖ ὁ ἄνθρωπος. τὰ δὲ ταχύτερον αὐτέων καὶ βραδύτερον ῤηγνύμενα τοισίδε γιγνώσκειν χρή· ἢν μὲν ὁ πόνος ἐν ἀρχῇσι γίγνηται, καὶ ἡ δύσπνοια καὶ ἡ βὴξ καὶ ὁ πτυαλισμὸς διατείνῃ, ἐς τὰς εἴκοσιν ἡμέρας προσδέχεσθαι τὴν ῤῆξιν, ἢ καὶ ἔτι πρόσθεν· ἢν δὲ ἡσυχαίτερος ὁ πόνος ᾖ, καὶ τἄλλα πάντα κατὰ λόγον, τουτέοισι προσδέχεσθαι τὴν ῤῆξιν ἐς ὕστερον· γίγνεσθαι δὲ ἀνάγκη καὶ πόνον καὶ δύσπνοιαν καὶ πτυαλισμὸν πρὸ τῆς τοῦ πύου ῤήξιος. περιγίγνονται δὲ τουτέων μάλιστα μὲν οὕς ἂν ἀφῇ ὁ πυρετὸς αὐθημερὸν μετὰ τὴν ῤῆξιν, καὶ σιτίων ταχέως ἐπιθυμέωσι, καὶ δίψης ἀπηλλαγμένοι ἔωσι, καὶ ἡ γαστὴρ σμικρά τε καὶ ξυνεστηκότα ὑποχωρέῃ, καὶ τὸ πῦον λευκόν τε καὶ λεῖον καὶ ὁμόχροον ᾖ καὶ φλέγματος ἀπηλλαγμένον, καὶ ἄτερ πόνου τε καὶ βηχὸς ἰσχυρῆς ἀνακαθαίρηται. ἄριστα μὲν οὕτω καὶ τάχιστα ἀπαλλάσσουσιν· ἢν δὲ μὴ, οἷσιν ἂν ἐγγυτάτω τουτέων γίγνηται. ἀπόλλυνται δὲ οὓς ἂν ὅ τε πυρετὸς μὴ ἀφῇ, ἢ δοκέων αὐτέους ἀφιέναι, αὖθις φαίνηται ἀναθερμαινόμενος, καὶ δίψαν μὲν ἔχωσι, σιτίων δὲ μὴ ἐπιθυμέωσι, καὶ ἡ κοιλίη ὑγρὴ ᾖ, καὶ τὸ πῦον χλωρὸν ἢ πελιὸν πτύῃ, ἢ φλεγματῶδες καὶ ἀφρῶδες· ἢν ταῦτα πάντα γίγνηται, ἀπόλλυνται· ὁκόσοισι δ’ ἂν τουτέων τὰ μὲν ἐπιγένηται, τὰ δὲ μὴ, οἱ μὲν αὐτέων ἀπόλλυνται, οἱ δὲ ἐν πολλῷ χρόνῳ περιγίγνονται. ἀλλ’ ἐκ πάντων τῶν τεκμηρίων τῶν ἐόντων ἐν τουτέοισι σημαίνεσθαι, καὶ τοῖσιν ἄλλοισι πᾶσιν. [Prog. 18] Ὁκόσοισι δὲ ἀποστάσιες γίγνονται ἐκ τῶν περιπλευμονικῶν νουσημάτων παρὰ τὰ ὦτα, καὶ ἐκπυέουσιν, ἢ ἐς τὰ κάτω χωρία, καὶ συριγγοῦνται, οὗτοι περιγίγνονται. ἐπισκέπτεσθαι δὲ χρὴ τὰ τοιαῦτα ὧδε· ἢν ὅ τε πυρετὸς ἔχῃ, καὶ ἡ ὀδύνη μὴ παύηται, καὶ τὸ πτύελον μὴ ἐκχωρέῃ κατὰ λόγον, μηδὲ χολώδεες αἱ τῆς κοιλίης διαχωρήσιες, μηδὲ εὔλυτοί τε καὶ ἄκρητοι γίγνοιντο, καὶ μηδὲ τὸ οὖρον πουλύ τε κάρτα καὶ πολλὴν ὑπόστασιν ἔχον, ὑπηρετέηται δὲ πεοιεστικῶς ὑπὸ τῶν λοιπῶν πάντων τῶν περιεστικῶν σημείων, τουτέοισι χρὴ τὰς τοιαύτας ἀποστάσιας ἐλπίζειν ἔσεσθαι. γίγνονται δὲ αἱ μὲν ἐς τὰ κάτω χωρία, οἷσιν ἂν περὶ τὰ ὑποχόνδρια τοῦ φλέγματός τι ἐγγένηται· αἱ δὲ ἄνω, οἷσι τὸ ὑποχόνδριον λαπαρόν τε καὶ ἀνώδυνον διατελέῃ, δύσπνοος δέ τινα χρόνον γενόμενος παύσηται, ἄτερ φανερῆς προφάσιος ἄλλης. αἱ δὲ ἀποστάσιες αἱ ἐς τὰ σκέλεα ἐν τῇσι περιπλευμονίῃσι τῇσιν ἰσχυρῇσί τε καὶ ἐπικινδύνοισι λυσιτελέες μὲν πᾶσαι, ἄρισται δὲ αἱ τοῦ πτυέλου ἐν μεταβολῇ ἐόντος γιγνόμεναι· εἰ γὰρ τὸ οἴδημα καὶ ἡ ὀδύνη γίγνοιτο, τοῦ πτυέλου ἀντὶ ξανθοῦ πυώδεος γενομένου καὶ ἐκχωρέοντος ἔξω, οὕτως ἂν ἀσφαλέστατα ὅ τε ἄνθρωπος περιγίγνοιτο, καὶ ἡ ἀπόστασις ἀνώδυνος τάχιστα παύσαιτο· εἰ δὲ τὸ πτύελον μὴ ἐκχωρέοι καλῶς, μηδὲ τὸ οὖρον ὑπόστασιν ἀγαθὴν ἔχον φαίνοιτο, κίνδυνος χωλὸν γενέσθαι τὸ ἄρθρον ἢ πολλὰ πρήγματα παρασχεῖν. ἢν δὲ ἀφανίζωνται καὶ παλινδρομέωσιν αἱ ἀποστάσιες, τοῦ πτυέλου μὴ ἐκχωρέοντος, καὶ τοῦ πυρετοῦ ἔχοντος, δεινόν· κίνδυνος γὰρ μὴ παραφρονήσῃ καὶ ἀποθάνῃ ὁ ἄνθρωπος. τῶν δὲ ἐμπύων τῶν ἐκ τῶν περιπλευμονικῶν οἱ γεραίτεροι μᾶλλον ἀπόλλυνται· ἐκ δὲ τῶν ἄλλων ἐμπυημάτων οἱ νεώτεροι μᾶλλον ἀποθνήσκουσι. ὁκόσοι δὲ τῶν ἐμπύων καίονται ἢ τέμνονται, οἷσιν ἂν καθαρὸν μὲν το πῦον ᾖ καὶ λευκὸν καὶ μὴ δυσῶδες, σώζονται· οἷσι δὲ ὕφαιμόν τε καὶ βορβορῶδες, ἀπόλλυνται. [Prog. 19] αἱ δὲ ξὺν πυρετῷ γιγνόμεναι ὀδύναι περὶ τὴν ὀσφῦν τε καὶ τὰ κάτω χωρία, ἢν τῶν φρενῶν ἅπτωνται, τὰ κάτω ἐκλείπουσαι, ὀλέθριαι κάρτα. προσέχειν οὖν δεῖ τὸν νόον τοῖσιν ἄλλοισι σημείοισιν, ὡς ἤν τι καὶ τῶν ἄλλων σημείων ἐπιφαίνηται πονηρὸν, ἀνέλπιστος ὁ ἄνθρωπος· ἢν δὲ, ἀναΐσσοντος τοῦ νουσήματος ὡς πρὸς τὰς φρένας, τἄλλα σημεῖα μὴ πονηρὰ ἐπιγίγνηται, ἔμπυον ἔσεσθαι τοῦτον πολλαὶ ἐλπίδες. κύστιες δὲ σκληραί τε καὶ ἐπώδυνοι δειναὶ μὲν παντελῶς καὶ ὀλέθριαι· ὀλεθριώτεραι δὲ ὁκόσαι ξὺν πυρετῷ ξυνεχεῖ γίγνονται· καὶ γὰρ οἱ ἀπ’ αὐτέων τῶν κύστιων πόνοι ἱκανοὶ ἀποκτεῖναι· καὶ αἱ κοιλίαι οὐ διαχωρέουσιν ἐν τουτέῳ τῷ χρόνῳ, εἰ μὴ σκληρά τε καὶ πρὸς ἀνάγκην· λύει δέ οὖρον πυῶδις οὐρηθὲν, λευκὴν καὶ λείην ἔχον τὴν ὑπόστασιν. ἢν δὲ μήτε τὸ οὖρον μηδὲν ἐνδιδοίη, μήτε ἡ κύστις μαλάσσοιτο, ὅ τε πυρετος ξυνεχὴς ᾖ, ἐν τῇσι πρώτῃσι περιόδοισι τοῦ νουσήματος ἐλπὶς τὸν ἀλγέοντα ἀπολέσθαι. ὁ δὲ τρόπος οὗτος ἅπτεται τῶν παιδίων μάλιστα τῶν ἑπταετέων, ἕως ἂν ἐς τὰ πεντεκαίδεκα ἔτεα γένωνται. [Prog. 20] οἱ δὲ πυρετοὶ κρίνονται ἐν τῇσιν αὐτέῃσιν ἡμέρῃσι τὸν ἀριθμὸν, ἐξ ὧν τε περιγίγνονται οἱ ἄνθρωποι καὶ ἐξ ὧν ἀπόλλυνται. οἵ τε γὰρ εὐηθέστατοι τῶν πυρετῶν καὶ ἐπὶ σημείων ἀσφαλεστάτων βεβῶτες τεταρταῖοι παύονται, ἢ πρόσθεν· οἵ τε κακοηθέστατοι καὶ ἐπὶ σημείων δεινοτάτων γιγνόμενοι τεταρταῖοι κτείνουσιν, ἢ πρόσθεν. ἡ μὲν οὖν πρώτη ἔφοδος αὐτέων οὕτω τελευτᾷ· ἡ δὲ δευτέρη ἐς τὴν ἑβδόμην περιάγεται· ἡ δὲ τρίτη ἐς τὴν ἑνδεκάτην· ἡ δὲ τετάρτη ἐς τὴν τεσσαρεσκαιδεκάτην· ἡ δὲ πέμπτη ἐς τὴν ἑπτακαιδεκάτην· ἡ δὲ ἕκτη ἐς τὴν εἰκοστήν. αὗται μὲν οὖν ἐκ τῶν ὀξυτάτων νουσημάτων διὰ τεσσάρων ἐς τὰς εἴκοσιν ἐκ προσθέσιος τελευτῶσιν. οὐ δύναται δὲ ὅλῃσιν ἡμέρῃσιν οὐδὲν τουτέων ἀριθμέεσθαι ἀτρεκέως· οὐδὲ γὰρ ὁ ἐνιαυτός τε καὶ οἱ μῆνες ὅλῃσιν ἡμέρῃσι πεφύκασιν ἀριθμέεσθαι. μετὰ δὲ ταῦτα ἐν τῷ αὐτέῳ τρόπῳ κατὰ τὴν αὐτέην πρόσθεσιν ἡ πρώτη περίοδος τεσσάρων καὶ τριήκονθ’ ἡμερέων, ἡ δὲ δευτέρη τεσσαράκοντα ἡμερέων, ἡ δὲ τρίτη ἑξήκονθ’ ἡμερέων. τουτέων δ’ ἐν ἀρχῇσίν ἐστιχαλεπώτατον διαγιγνώσκειν τὰ μέλλοντα ἐν πλείστῳ χρόνῳ κρίνεσθαι· ὁμοιόταται γὰρ αἱ ἀρχαί εἰσιν αὐτέων· ἀλλὰ χρὴ ἀπὸ τῆς πρώτης ἡμέρης ἐνθυμέεσθαι, καὶ καθ’ ἑκάστην τετράδα προστιθεμένην σκέπτεσθαι· καὶ οὐ λήσεται ὅπη τρέψεται τὸ νούσημα. γίγνεται δὲ ἡ τῶν τεταρταίων κατάστασις ἐκ τοῦ τοιούτου κόσμου. τὰ δὲ ἐν ἐλαχίστῳ χρόνῳ μέλλοντα κρίνεσθαι, εὐπετέστερα γιγνώσκεσθαι· μέγιστα γὰρ τὰ διαφέροντα ἀπ’ ἀρχῆς αὐτέων ἐστίν· οἱ μὲν γὰρ περιεσόμενοι εὔπνοοί τε καὶ ἀνώδυνοί εἰσι, καὶκοιμῶνται τὰς νύκτας, τά τε ἄλλασημεῖα ἔχουσιν ἀσφαλέστατα· οἱ δὲ ἀπολούμενοι δύσπνοοι γίγνονται, ἀλλοφάσσοντες, ἀγρυπνέοντες, τά τε ἄλλα σημεῖα κάκιστα ἔχοντες. ὡς οὖν τουτέων οὕτω γιγνομένων ξυμβάλλεσθαι χρὴ, κατά τε τὸν χρόνον, κατά τε τὴν πρόσθεσιν ἑκάστην ἐπὶ τὴν κρίσιν ἰόντων τῶν νουσημάτων. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τῇσι γυναιξὶν αἱ κρίσιες ἐκ τῶν τόκων γίγνονται. [Prog. 21] κεφαλῆς δὲ ὀδύναι ἰσχυραί τε καὶ ξυνεχέες ξὺν πυρετῷ· ἢν μέν τι τῶν θανατωδέων σημείων προσγίγνοιτο, ὀλέθριον κάρτα. εἰ δὲ ἄτερ τῶν τοιούτων σημείων ἡ ὀδύνη ὑπερβάλλοι εἴκοσιν ἡμέρας, ὅ τε πυρετὸς ἔχοι, ὑποσκέπτεσθαι χρὴ αἵματος ῤῆξιν διὰ ῤινῶν, ἢ ἄλλην τινὰ ἀπόστασιν ἐς τὰ κάτω χωρία· ἔστ’ ἂν δὲ ἡ ὀδύνη ᾖ νεαρὰ, προσδέχεσθαι χρὴ ὡσαύτως αἵματος ῤῆξιν διὰ ῤινῶν, ἢ ἐκπύησιν, ἄλλως τε ἢν ἡ ὀδύνη περὶ τοὺς κροτάφους καὶ τὸ μέτωπον ᾖ· μᾶλλον δὲ χρὴ προσδέχεσθαι τοῦ μὲν αἵματος τὴν ῤῆξιν τοῖσι νεωτέροισι πέντε καὶ τριήκοντα ἐτέων, τοῖσι δὲ γεραιτέροισι τὴν ἐκπύησιν. [Prog. 22] ὠτὸς δὲ ὀξείη ὀδύνη ξὺν πυρετῷ ξυνεχεῖ τε καὶ ἰσχυρῷ δεινόν· κίνδυνος γὰρ παραφρονῆσαι τὸν ἄνθρωπον καὶ ἀπολέσθαι. ὡς οὖν τουτέου τοῦ τόπου σφαλεροῦ ἐόντος, ταχέως δεῖ προσέχειν τὸν νόον τοῖσι σημείοισι πᾶσιν ἀπὸ τῆς πρώτης ἡμέρης. ἀπόλλυνται δὲ οἱ μὲν νεώτεροι τῶν ἀνθρώπων ἑβδομαῖοι καὶ ἔτι θᾶσσον ὑπὸ τουτέου τοῦ νουσήματος· οἱ δὲ γέροντες πολλῷ βραδύτερον· οἵ τε γὰρ πυρετοὶ καὶ αἱ παραφροσύναι ἧσσον αὐτέοισιν ἐπιγίγνονται, καὶ τὰ ὦτα διὰ τοῦτο φθάνει ἐκπυΐσκεσθαι· ἀλλὰ ταύτῃσι μὲν τῇσιν ἡλικίῃσιν ὑποστροφαὶ τοῦ νουσήματος ἐπιγιγνόμεναι ἀποκτείνουσι τοὺς πλείστους. οἱ δὲ νεώτεροι, πρὶν ἐκπυῆσαι τὸ οὖς, ἀπόλλυνται· πλὴν ἀλλ’ ἤν γε ῤυῇ πῦον λευκὸν ἐκ τοῦ ὠτὸς, ἐλπὶς τῷ νεωτέρῳ περιγενέσθαι, ἤν γε καὶ ἄλλο τι αὐτέῳ ἐπιγένηται χρηστὸν σημεῖον. [Prog. 23] φάρυγξ δὲ ἑλκουμένη ξὺν πυρετῷ δεινόν· ἀλλ’ ἤν τι καὶ ἄλλο σημεῖον γένηται τῶν προκεκριμένων πονηρῶν εἶναι, προλέγειν δεῖ ὡς ἐν κινδύνῳ ἐόντος τοῦ ἀνθρώπου. αἱ δὲ κυνάγχαι δεινόταται μέν εἰσι, καὶ τάχιστα ἀναιρέουσιν, ὁκόσαι μήτε ἐν τῇ φάρυγγι μηδὲν ἔκδηλον ποιέουσι, μήτε ἐν τῷ αὐχένι, πλεῖστον δὲ πόνον παρέχουσι καὶ ὀρθόπνοιαν· αὗται γὰρ καὶ αὐθημερὸν ἀποπνίγουσι, καὶ δευτεραῖαι, καὶ τριταῖαι, καὶ τεταρταῖαι. ὅσαι δὲ τὰ μὲν ἄλλα παραπλησίως πόνον παρέχουσιν, ἐπαίρονται δὲ, καὶ ἐρυθήματα ἐν τῇ φάρυγγι ποιέουσιν, ὀλέθριαι μὲν κάρτα, χρονιώτεραι δὲ μᾶλλον τῶν πρόσθεν, ἢν τὸ ἐρύθημα μέγα γίγνηται. Ὁκόσοισι δὲ ξυνεξερευθείη ἡ φάρυγξ καὶ ὁ αὐχὴν, αὗται δὴ χρονιώτεραι, καὶ μάλιστα ἐξ αὐτέων τινὲς περιφεύγουσιν, ἢν ὅ τε αὐχὴν καὶ τὸ στῆθος ἐρύθημα ἔχῃ, καὶ μὴ παλινδρομέῃ τὸ ἐρυσίπελας ἔσω. ἢν δὲ μήτε ἐν ἡμέρῃσι κρισίμῃσιν ἀφανίζηται τὸ ἐρυσίπελας, μήτε φύματος ξυστραφέντος ἐν τῷ ἔξω χωρίῳ, μήτε πῦον ἀποβήσσῃ, ῤηϊδίως τε καὶ ἀπόνως ἔχειν δοκέῃ, θάνατον σημαίνει, ἢ ὑποστροφὴν τοῦ ἐρυθήματος. ἀσφαλέστερον δὲ τὸ οἴδημα καὶ τὸ ἐρύθημα ὡς μάλιστα ἔξω τρέπεσθαι· ἢν δὲ ἐς τὸν πλεύμονα τραπείη, παράνοιάν τε ποιέει, καὶ ἔμπυοι ἐξ αὐτέων τινὲς ὡς τὰ πολλὰ γίγνονται. οἱ δὲ γαργαρεῶνες ἐπικίνδυνοι καὶ ἀποτάμνεσθαι καὶ ἀποσχάζεσθαι, ἔστ’ ἂν ἐρυθροί τε ἔωσι καὶ μεγάλοι· καὶ γὰρ φλεγμοναὶ ἐπιγίγνονται τουτέοισι καὶ αἱμοῤῥαγίαι· ἀλλὰ χρὴ τὰ τοιαῦτα τοῖσιν ἄλλοισι μηχανήμασι πειρῆσθαι κατισχναίνειν ἐν τουτέῳ τῷ χρόνῳ. ὁκόταν δὲ ἀποκριθῇ πᾶν, ὃ δὴ σταφυλὴν καλέουσι, καὶ γένηται τὸ μὲν ἄκρον τοῦ γαργαρεῶνος μεῖζόν τε καὶ περιφερὲς, τὸ δὲ ἀνωτέρω λεπτότερον, ἐν τουτέῳ τῷ καιρῷ ἀσφαλὲς διαχειρίζειν. ἄμεινον δὲ καὶ τὴν κοιλίην ὑποκενώσαντα τῇ χειρουργίῃ χρέεσθαι, ἢν ὅ τε χρόνος ξυγχωρέῃ, καὶ μὴ ἀποπνίγηται ὁ ἄνθρωπος. [Prog. 24] Ὁκόσοισι δ’ ἂν οἱ πυρετοὶ παύωνται, μήτε σημείων γενομένων λυτηρίων, μήτε ἐν ἡμέρῃσι κρισίμῃσιν, ὑποστροφὴν προσδέχεσθαι χρὴ τουτέοισιν. ὅστις δ’ἂν τῶν πυρετῶν μηκύνῃ περιεστικῶς διακειμένου τοῦ ἀνθρώπου, μηκέτι ὀδύνης ἐχούσης διὰ φλεγμονήν τινα, μήτε διὰ πρόφασιν ἄλλην μηδεμίην ἐμφανέα, τουτέῳ προσδέχεσθαι ἀπόστασιν μετ’ οἰδήματός τε καὶ ὀδύνης ἔς τι τῶν ἄρθρων, καὶ οὐχ ἧσσον ἐκ τῶν κάτω. μᾶλλον δὲ γίγνονται καὶ ἐν ἐλάσσονι χρόνῳ αἱ τοιαῦται ἀποστάσιες τοῖσι νεωτέροισι τριήκοντα ἐτέων· ὑποσκέπτεσθαι δὲ χρὴ εὐθέως τὰ περὶ τῆς ἀποστάσιος, ἢν εἴκοσιν ἡμέρας ὁ πυρετὸς ἔχων ὑπερβάλλῃ· τοῖσι δὲ γεραιτέροισιν ἧσσον γίγνεται, πολυχρονιωτέρου ἐόντος τοῦ πυρετοῦ. χρὴ δὲ τὴν μὲν τοιαύτην ἀπόστασιν προσδέχεσθαι, ξυνεχέος ἐόντος τοῦ πυρετοῦ, ἐς δὲ τεταρταῖον καταστήσεσθαι, ἢν διαλείπῃ τε καὶ καταλαμβάνῃ πεπλανημένον τρόπον, καὶ ταῦτα ποιέων τῷ φθινοπώρῳ προσπελάσῃ. ὥσπερ δὲ τοῖσι νεωτέροισι τῶν τριήκοντα ἐτέων αἱ ἀποστάσιες γίγνονται, οὕτως οἱ τεταρταῖοι μᾶλλον τοῖσι τριήκοντα ἐτέων καὶ γεραιτέροισιν. τὰς δὲ ἀποστάσιας εἰδέναι χρὴ τοῦ χειμῶνος μᾶλλον γιγνομένας χρονιώτερόν τε παυομένας, ἧσσον δὲ παλινδρομεύσας. ὅστις δ’ ἂν ἐν πυρετῷ μὴ θανατώδει φῇ τὴν κεφαλὴν ἀλγέειν, ἢ καὶ ὀρφνῶδές τι πρὸ τῶν ὀφθαλμῶν φαίνεσθαι, ἢ καρδιωγμὸς τουτέῳ προσγένηται, χολώδης ἔμετος παρέσται· ἢν δὲ καὶ ῤῖγος ἐπιλάβῃ, καὶ τὰ κάτω μέρεα τοῦ ὑποχονδρίου ψυχρὰ ᾖ, καὶ θᾶσσον ἔτι ὁ ἔμετος παρέσται· ἢν δέ τι πίῃ ἢ φάγῃ ὑπὸ τοῦτον τὸν χρόνον, κάρτα τοῦτο ταχέως ἐμέεται. τουτέων δὲ οἷσιν ἂν ἄρξηται ὁ πόνος τῇ πρώτῃ ἡμέρῃ γίγνεσθαι, τεταρταῖοι πιεζεῦνται μάλιστα καὶ πεμπταῖοι· ἐς δὲ τὴν ἑβδόμην ἀπαλλάσσονται· οἱ μέντοι πλείονες αὐτέων ἄρχονται μὲν πονέεσθαι τριταῖοι, χειμάζονται δὲ μάλιστα πεμπταῖοι, ἀπαλλάσσονται δὲ ἐναταῖοι ἢ ἑνδεκαταῖοι· οἳ δ’ἂν ἄρξωνται πεμπταῖοι πονέεσθαι, καὶ τἄλλα κατὰ λόγον αὐτέοισι γίγνηται, ἐς τὴν τεσσαρεσκαιδεκάτην κρίνεται ἡ νοῦσος. γίγνεται δὲ ταῦτα τοῖσι μὲν ἀνδράσι καὶ τῆσι γυναιξὶν ἐν τοῖσι τριταίοισι μάλιστα· τοῖσι δὲ νεωτέροισι γίγνεται μὲν καὶ ἐν τουτέοισι, μᾶλλον δὲ ἐν τοῖσι ξυνεχεστέροισι πυρετοῖσι, καὶ ἐν τοῖσι γνησίοισι τριταίοισιν. οἷσι δ’ ἂν ἐν τοιουτοτρόπῳ πυρετῷ κεφαλὴν ἀλγέουσιν ἀντὶ μὲν τοῦ ὀρφνῶδές τι πρὸ τῶν ὀφθαλμῶν φαίνεσθαι, ἀμβλυωγμὸς γίγνεται, ἢ μαρμαρυγαὶ προφαίνονται, ἀντὶ δὲ τοῦ καρδιώσσειν, ἐν τῷ ὑποχονδρίῳ ἐπὶ δεξιὰ ἢ ἐπ’ ἀριστερὰ ξυντείνεταί τι μήτε ξὺν ὀδύνῃ μήτε ξὺν φλεγμονῇ, αἷμα διὰ τῶν ῤινῶν τουτέοισι ῤυῆναι προσδόκιμον ἀντὶ τοῦ ἐμέτου. μᾶλλον δὲ καὶ ἐνταῦθα τοῖσι νέοισι τοῦ αἵματος τὴν ῤῆξιν προσδέχεσθαι· τοῖσι δὲ πέντε καὶ τριήκοντα ἔτεσι καὶ γεραιτέροισιν ἧσσον, ἀλλὰ τοὺς ἐμέτους τουτέοισι προσδέχεσθαι. τοῖσι δὲ παιδίοισι σπασμοὶ γίγνονται, ἢν ὁ πυρετὸς ὀξὺς ᾖ, καὶ ἡ γαστὴρ μὴ διαχωρέῃ, καὶ ἀγρυπνέωσί τε καὶ ἐκπλαγέωσι, καὶ κλαυθμυρίζωσι, καὶ τὸ χρῶμα μεταβάλλωσι, καὶ χλωρὸν ἢ πελιὸν ἢ ἐρυθρὸν ἴσχωσιν. γίγνεται δὲ ταῦτα ἐξ ἑτοιμοτάτου μὲν τοῖσι παιδίοισι τοῖσι νεωτάτοισιν ἐς τὰ ἑπτὰ ἔτεα· τὰ δὲ πρεσβύτερα τῶν παιδίων καὶ οἱ ἄνδρες οὐκ ἔτι ἐν τοῖσι πυρετοῖσιν ὑπὸ τῶν σπασμῶν ἁλίσκονται, ἢν μή τι τῶν σημείων προσγένηται τῶν ἰσχυροτάτων τε καὶ κακίστων, οἷά περ ἐν τῃσι φρενίτισι γίγνεται. τοὺς δ’ἀπολουμένους τε καὶ περιεσομένους τῶν παιδίων τε καὶ τῶν ἄλλων τεκμαίρεσθαι τοῖσι ξύμπασι σημείοισιν, ὡς ἐφ’ ἑκάστοισιν ἕκαστα διαγέγραπται. ταῦτα δὲ λέγω περί τε τῶν ὀξέων νουσημάτων καὶ ὅσα ἐκ τουτέων γίγνεται. [Prog. 25] χρὴ δὲ τὸν μέλλοντα ὀρθῶς προγιγνώσκειν τοὺς περιεσομένους καὶ τοὺς ἀποθανουμένους, ὅσοισί τε ἂν μέλλῃ πλέονας ἡμέρας παραμένειν τὸ νούσημα καὶ ὅσοισιν ἂν ἐλάσσους, τὰ σημεῖα ἐκμανθάνοντα πάντα δύνασθαι κρίνειν, λογιζόμενον τὰς δυνάμιας αὐτέων πρὸς ἀλλήλας, ὥσπερ διαγέγραπται περί τε τῶν ἄλλων καὶ τῶν οὔρων καὶ τῶν πτυέλων, ὅταν ὁμοῦ πῦόν τε ἀναβήσσῃ καὶ χολήν. χρὴ δὲ καὶ τὰς φορὰς τῶν νουσημάτων αἰεὶ ἐπιδημεύντων ταχέως ἐνθυμέεσθαι, τήν τε τῆς ὥρης κατάστασιν. εὖ μέντοι χρὴ εἰδέναι περὶ τῶν τεκμηρίων καὶ τῶν ἄλλων σημείων, καὶ μὴ λανθάνειν ὅτι ἐν παντὶ ἔτει καὶ πάση ὥρῃ τά τε κακὰ κακὸν σημαίνει, καὶ τὰ χρηστὰ ἀγαθὸν, ἐπεὶ καὶ ἐν Λιβύῃ καὶ ἐν Δήλῳ καὶ ἐν Σκυθίῃ φαίνεται τὰ προγεγραμμένα ἀληθεύοντα σημεῖα. ἐξ ὧν χρὴ εἰδέναι ὅτι ἔν γε τοῖσιν αὐτέοισι χωρίοισιν οὐδὲν δεινὸν τὸ μὴ οὐ τὰ πολλαπλάσια αὐτέων ἐπιτυγχάνειν, ἢν ἐκμαθών τις αὐτὰ κρίνειν τε καὶ λογίζεσθαι ὀρθῶς ἐπίστηται. Ποθέειν δὲ χρὴ οὐδενὸς νουσήματος οὔνομα, ὅ τι μὴ τυγχάνῃ ἐνθάδε γεγραμμένον· πάντα γὰρ ὁκόσα ἐν τοῖσι χρόνοισι τοῖσι προειρημένοισι κρίνεται, γνώσῃ τοῖσιν αὐτέοισι σημείοισιν. ## Περὶ διαίτης ὀξέων [Acut. 1] οἱ ξυγγράψαντες τὰς Κνιδίας καλεομένας γνώμας, ὁκοῖα μὲν πάσχουσιν οἱ κάμνοντες ἐν ἑκάστοισι τῶν νουσημάτων ὀρθῶς ἔγραψαν, καὶ ὁκοίως ἔνια ἀπέβαινεν αὐτέων· καὶ ἄχρι μὲν τουτέου καὶ μὴ ἰητρὸς δύναιτο τις ἂν ὀρθῶς ξυγγράψαι, εἰ εὖ παρὰ τῶν καμνόντων ἕκαστον πύθοιτο ὁκοῖα πάσχουσιν. ὁκόσα δὲ προκαταμαθεῖν χρὴ τὸν ἰητρὸν, μὴ λέγοντος τοῦ κάμνοντος, τουτέων τὰ πολλὰ παρεῖται, ἄλλα ἐν ἄλλοισι, καὶ ἐπικαιρα ἔνια ἐόντα ἐς τέκμαρσιν. ὁκόταν δὲ ἐς τέκμαρσιν λέγηται ὡς χρὴ ἕκαστα ἰητρεύειν, ἐν τουτέοισι πολλὰ ἑτεροίως γιγνώσκω ἢ ὡς ἐκεῖνοι ἐπεξῄεσαν· καὶ οὐ μοῦνον διὰ τοῦτο οὐκ ἐπαινέω, ἀλλ’ ὅτι καὶ ὀλίγοισι τὸν ἀριθμὸν τοῖσιν ἀκέεσιν ἐχρέοντο· τὰ γὰρ πλεῖστα αὐτέοισιν εἰρέαται πλὴν τῶν ὀξειῶν νούσων, φάρμακα ἐλατήρια διδόναι καὶ ὀῤῥὸν καὶ γάλα ἐς τὴν ὥρην πιπίσκειν. εἰ μὲν οὖν ταῦτα ἀγαθὰ ἦν καὶ ἁρμόζοντα τοῖσι νουσήμασιν, ἐφ’ οἷσι παρῄνεον διδόναι, ἔτι ἂν ἀξιώτερα ἐπαίνου ἦν, ὅτι, ὀλίγα ἐόντα, αὐτάρκεά ἐστιν· νῦν δὲ οὐχ οὕτως ἔχει. οἱ μέν τοι ὕστερον ἐπιδιασκευάσαντες, ἰητρικώτερον δή τι ἐπῆλθον περὶ τῶν προσοιστέων ἑκάστοισιν· ἀτὰρ οὐδὲ περὶ διαίτης οἱ ἀρχαῖοι ξυνέγραψαν οὐδὲν ἄξιον λόγου, καίτοι μέγα τοῦτο παρῆκαν. τὰς μέντοι πολυτροπίας τὰς ἐν ἑκάστῃ τῶν νούσων καὶ τὴν πολυσχιδίην αὐτέων οὐκ ἠγνόεον ἔνιοι· τοὺς δὲ ἀριθμοὺς ἑκάστου τῶν νουσημάτων σάφα φράζειν ἐθέλοντες, οὐκ ὀρθῶς ἔγραψαν· μὴ γὰρ οὐκ εὐαρίθμητον εἴη, εἰ τουτέῳ τις σημανεῖται τὴν τῶν καμνόντων νοῦσον, τῷ ἕτερον ἑτέρου διαφέρειν τι, καὶ, ἢν μὴ τωὐτὸ νούσημα δοκέῃ εἶναι, μὴ τωὐτὸ οὔνομα ἔχειν. [Acut. 2] ἐμοὶ δ’ ἁνδάνει μὲν ἐν πάσῃ τῇ τέχνῃ προσέχειν τὸν νόον· καὶ γὰρ ὁκόσα ἔργα καλῶς ἔχει ἢ ὀρθῶς, καλῶς ἕκαστα χρὴ ποιέειν καὶ ὀρθῶς, καὶ ὁκόσα ταχέως ἔργα, ταχέως, καὶ ὁκόσα καθαρίως, καθαρίως, καὶ ὁκόσα ἀνωδύνως διαχειρίζεσθαι, ὡς ἀνωδυνώτατα ποιέειν, καὶ τἄλλα πάντα τὰ τοιουτότροπα διαφερόντως τῶν πέλας ἐπὶ τὸ βέλτιον ποιέειν χρή. μάλιστα δ’ ἂν ἐπαινέσαιμι ἰητρὸν, ὅστις ἐν τοῖσιν ὀξέσι νουσήμασιν, ἃ τοὺς πλείστους τῶν ἀνθρώπων κτείνει, ἐν τουτέοισι διαφέρων τι τῶν ἄλλων εἴη ἐπὶ τὸ βέλτιον. ἔστι δὲ ταῦτα ὀξέα, ὁκοῖα ὠνόμασαν οἱ ἀρχαῖοι πλευρῖτιν, καὶ περιπλευμονίην, καὶ φρενῖτιν, καὶ λήθαργον, καὶ καῦσον, καὶ τἄλλα νουσήματα ὁκόσα τουτέων ἐχόμενά ἐστιν, ὧν οἱ πυρετοὶ τὸ ἐπίπαν ξυνεχέες. ὅταν γὰρ μὴ λοιμώδεος νούσου τρόπος τις κοινὸς ἐπιδημήσῃ, ἀλλὰ σποράδεες ἔωσιν αἱ νοῦσοι καὶ παραπλήσιοι, ὑπὸ τουτέων τῶν νουσημάτων ἀποθνήσκουσι μᾶλλον ἢ ὑπὸ τῶν ἄλλων τῶν ξυμπάντων. οἱ μὲν οὖν ἰδιῶται οὐ κάρτα γιγνώσκουσι τοὺς ἐς ταῦτα διαφέροντας τῶν πέλας, ἑτεροίων τε μᾶλλον ἰημάτων ἐπαινέται καὶ ψέκται εἰσίν. ἔπειτα μέγα σημεῖον τόδε, ὅτι οἱ δημόται ἀξυνετώτατοι αὐτοὶ ἑωυτῶν περὶ τουτέων τῶν νουσημάτων εἰσὶν ὥς μελετητέα εἶναι· οἱ γὰρ μὴ ἰητροὶ ἰητροὶ δοκέουσιν εἶναι μάλιστα διὰ ταύτας τὰς νούσους· ῤηΐδιον γὰρ τὰ ὀνόματα ἐκμανθάνειν, ὁκοῖα νενόμισται προσφέρεσθαι πρὸς τοὺς τὰ τοιαῦτα κάμνοντας. ἢν γὰρ ὀνομάσῃ τις πτισάνης τε χυλὸν καὶ οἶνον τοῖον ἢ τοῖον καὶ μελίκρητον, ἅπαντα τοῖσι δημότῃσι δοκέουσιν οἱ ἰητροὶ ταῦτα λέγειν, οἵ τε βελτίους καὶ οἱ χείρους· τὰ δὲ οὐχ οὕτως ἔχει, ἀλλ’ ἐν τουτέοισι δὴ καὶ πάνυ μέγα διαφέρουσιν ἕτεροι ἑτέρων. [Acut. 3] δοκέει δέ μοι ἄξια γραφῆς εἶναι ταῦτα μάλιστα, ὁκόσα τε ἀκαταμάθητά ἐστι τοῖσιν ἰητροῖσιν, ἐπίκαιρα ἐόντα εἰδέναι, καὶ ὁκόσα μεγάλας ὠφελείας φέρει ἢ μεγάλας βλάβας. ἀκαταμάθητα μὲν οὖν τάδε ἐστί· διὰ τί ἄρα ἐν τῇσιν ὀξείῃσι νούσοισιν οἱ μὲν τῶν ἰητρῶν ἅπαντα τὸν αἰῶνα διατελεῦσι πτισάνας διδόντες ἀδιηθήτους, καὶ νομίζουσιν ὀρθῶς ἰητρεύειν, οἱ δέ τινες περὶ παντὸς ποιέονται ὅκως κριθὴν μηδεμίην καταπίῃ ὁ κάμνων (μεγάλην γὰρ βλάβην ἡγεῦνται εἶναι), ἀλλὰ δι’ ὀθονίου διηθεῦντες τὸν χυλὸν διδόασιν· οἱ δ’ αὖ τινες αὐτέων οὔτ’ ἂν πτισάνην παχείην δοῖεν, οὔτε χυλόν· οἱ μὲν μέχρις ἂν ἑβδομαῖος γένηται ὁ κάμνων, οἱ δὲ καὶ διὰ τέλεος ἄχρὶς ἂν κριθῇ ἡ νοῦσος. μάλα μὲν οὖν οὐδὲ προβάλλεσθαι τὰ τοιαῦτα ζητήματα εἰθισμένοι εἰσὶν οἱ ἰητροί· ἴσως δὲ οὐδὲ προβαλλόμενα εὑρίσκεται· καίτοι διαβολήν γε ἔχει ὅλη ἡ τέχνη πρὸς τῶν δημοτέων μεγάλην, ὡς μηδὲ δοκέειν ὅλως ἰητρικὴν εἶναι· ἔν γε τοῖσιν ὀξέσι τῶν νουσημάτων τοσόνδε διοίσουσιν ἀλλήλων οἱ χειρωνάκται, ὥστε ἃ ὁ ἕτερος προσφέρει ἡγεύμενος ἄριστα εἶναι, ταῦτα νομίζειν ἤδη τὸν ἕτερον κακὰ εἶναι· καὶ σχεδὸν ἂν κατά γε τὸ τοιόνδε τὴν τέχνην φαῖεν ὡμοιῶσθαι τῇ μαντικῇ, ὅτι οἱ μάντιες τὸν αὐτὸν ὄρνιθα, εἰ μὲν ἀριστερὸς εἴη, ἀγαθὸν νομίζουσιν εἶναι, εἰ δὲ δεξιὸς, κακόν· καὶ ἐν ἱεροσκοπίῃ τὰ τοιάδε εὕροι τις ἂν ἄλλα ἐπ’ ἄλλοισιν· ἀλλ’ ἔνιοι τῶν μάντιων τἀναντία τουτέων. φημὶ δὴ πάγκαλον εἶναι τοῦτο τὸ σκέμμα καὶ ἠδελφισμένον τοῖσι πλείστοισι τῶν ἐν τῇ τέχνῃ καὶ ἐπικαιροτάτοισιν· καὶ γὰρ τοῖσι νοσέουσι πᾶσιν ἐς ὑγείην μέγα τι δύνασθαι, καὶ τοῖσιν ὑγιαίνουσιν ἐς ἀσφαλείην, καὶ τοῖσιν ἀσκέουσιν ἐς εὐεξίην, καὶ ἐς ὅ τι ἂν ἕκαστος ἐθέλῃ. [Acut. 4] πτισάνη μὲν οὖν μοι δοκέει ὀρθῶς προκεκρίσθαι τῶν σιτηρῶν γευμάτων ἐν τουτέοισι τοῖσι νουσήμασι, καὶ ἐπαινέω γε τοὺς προκρίναντας. τὸ γὰρ γλίσχρασμα αὐτέης λεῖον καὶ ξυνεχὲς καὶ προσηνές ἐστι καὶ ὀλισθηρὸν καὶ πλαδαρὸν μετρίως καὶ ἄδιψον καὶ εὐέκπλυτον, εἴ τι καὶ τουτέου προσδέοι, καὶ οὔτε στύψιν ἔχον, οὔτε ἄραδον κακὸν, οὔτε ἀνοιδίσκεται ἐν τῇ κοιλίῃ· ἀνῴδηκε γὰρ ἐν τῇ ἑψήσει ὁκόσον πλεῖστον ἐπεφύκει διογκοῦσθαι. ὁκόσοι μὲν οὖν πτισάνῃσι χρέονται, ἐν τουτέοισι τοῖσι νουσήμασιν οὐδεμιῇ ἡμέρῃ κενεαγγητέον, ὡς ἔπος εἰρῆσθαι, ἀλλὰ χρηστέον, καὶ οὐ διαλειπτέον, ἢν μή τι δέῃ ἢ διὰ φαρμακίην ἢ κλύσιν διαλιπεῖν. καὶ τοῖσι μέν γε εἰθισμένοισι δὶς σιτέεσθαι τῆς ἡμέρης, δὶς δοτέον· τοῖσι δὲ μονοσιτέειν εἰθισμένοισιν, ἅπαξ δοτέον τὴν πρώτην, ἐκ προσαγωγῆς δὲ, ἢν ἐνδέχηται, καὶ τουτέοισι δὶς δοτέον, ἤν τι δοκέῃ προσδεῖν. πλῆθος δὲ ἀρκέει κατ’ ἀρχὰς διδόναι μὴ πουλὺ, μηδὲ ὑπέρπαχυ, ἀλλ’ ὁκόσον ἕνεκεν τοῦ ἔθεος ἐσιέναι τι, καὶ κενεαγγίην μὴ γίγνεσθαι πολλήν. περὶ δὲ τῆς ἐπιδόσιος ἐς πλῆθος τοῦ ῤοφήματος, ἢν μὲν ξηρότερον ᾖ τὸ νούσημα ἢ ὡς ἄν τις οἴοιτο, οὐ χρὴ ἐπὶ πλέον διδόναι, ἀλλὰ προπίνειν πρὸ τοῦ ῤοφήματος ἢ μελίκρητον, ἢ οἶνον, ὁκότερον ἂν ἁρμόζῃ· τὸ δ’ ἁρμόζον ἐφ’ ἑκάστοισι τῶν τρόπων εἰρήσεται. ἢν δὲ ὑγραίνηται τὸ στόμα καὶ τὰ ἀπὸ τοῦ πλεύμονος εἴη ὁκοῖα δεῖ, ἐπιδιδόναι χρὴ ἐς πλῆθος τοῦ ῤοφήματος, ὡς ἐν κεφαλαίῳ εἰρῆσθαι· τὰ μὲν γὰρ θᾶσσον καὶ μᾶλλον πλαδῶντα ταχυτῆτα κρίσιος σημαίνει, τὰ δὲ βραδύτερον καὶ ἧσσον βραδυτέρην σημαίνει τὴν κρίσιν. καὶ ταῦτα αὐτὰ μὲν καθ’ ἑωυτὰ τοιάδε τὸ ἐπίπαν ἐστίν· πολλὰ δὲ καὶ ἄλλα ἐπίκαιρα παρεῖται οἷσι προσημαίνεσθαι δεῖ, ἃ εἰρήσεται ὕστερον. καὶ ὁκόσῳ ἂν πλείων ἡ κάθαρσις γίγνηται, τοσῷδε χρὴ πλέον ἐπιδιδόναι ἄχρι κρίσιος· μάλιστα δὲ κρίσιος ὑπερβολῆς δύο ἡμερέων, οἷσί γε ἢ πεμπταίοισιν ἢ ἑβδομαίοισιν ἢ ἐναταίοισι δοκέει κρίνεσθαι, ὡς καὶ τὸ ἄρτιον καὶ τὸ περισσὸν προμηθήσῃ· μετὰ δὲ τοῦτο, τῷ μὲν ῤοφήματι τὸ πρωϊ χρηστέον, ὀψὲ δὲ ἐς σιτία μεταβάλλειν. ξυμφέρει δὲ τὰ τοιάδε ὡς ἐπιτοπουλὺ τοῖσιν ὅλῃσι πτισάνῃσιν αὐτίκα χρεομένοισιν. αἵ τε γὰρ ὀδύναι ἐν τοῖσι πλευριτικοῖσιν αὐτίκα αὐτόματοι παύονται, ὅταν ἄρξωνται πτύειν τι ἄξιον λόγου καὶ ἐκκαθαίρεσθαι, αἵ τε καθάρσιες πολλῷ τελεώτεραί εἰσι, καὶ ἔμπυοι ἧσσον γίγνονται ἢ εἰ ἀλλοίως τις διαιτῴη, καὶ αἱ κρίσιες ἁπλούστεραι καὶ εὐκριτώτεραι καὶ ἧσσον ὑποστροφώδεες. [Acut. 5] τὰς δὲ πτισάνας χρὴ ἐκ κριθέων τε ὡς βελτίστων εἶναι καὶ κάλλιστα ἡψῆσθαι, καὶ ἄλλως ἢν μὴ τῷ χυλῷ μούνῳ μέλλῃς χρέεσθαι. μετὰ γὰρ τῆς ἄλλης ἀρετῆς τῆς πτισάνης τὸ ὀλισθηρὸν τὴν κριθὴν καταπινομένην ποιέει μὴ βλάπτειν· οὐδαμοῦ γὰρ προσίσχει, οὐδὲ μένει κατὰ τὴν τοῦ θώρηκος ἴξιν. Ὀλισθηροτάτη τε καὶ ἀδιψοτάτη καὶ εὐπεπτοτάτη καὶ ἀσθενεστάτη ἐστὶν ἡ κάλλιστα ἑφθὴ, ὧν πάντων δεῖ. ἢν οὖν μὴ προστιμωρήσῃ τις ὁκόσων δέεται αὐτάρκης εἶναι ὁ τρόπος τῆς τοιαύτης πτισανοῤῥοφίης, πολλαχῆ βεβλάψεται. Ὁκόσοισι γὰρ σῖτος αὐτίκα ἐγκατακέκλεισται, ἢν μή τις ὑποκενώσας τὸ ῤόφημα δώῃ, τὴν ὀδύνην ἐνεοῦσαν προσπαροξύνειεν ἂν, καὶ μὴ ἐνεοῦσαν εὐθὺς ἐμποιήσειεν ἂν, καὶ πνεῦμα πυκνότερον γένοιτ’ ἄν· κακὸν δὲ τοῦτό ἐστιν· ξηραντικὸν γὰρ πλεύμονος, καὶ κοπῶδες ὑποχονδρίων καὶ ἤτρου καὶ φρενῶν. τοῦτο δὲ, ἢν ἔτι τῆς ὀδύνης τοῦ πλευροῦ ξυνεχέος ἐούσης, καὶ πρὸς τὰ θερμάσματα μὴ χαλώσης, καὶ τοῦ πτυέλου μὴ ἀνιόντος, ἀλλὰ καταγλισχραινομένου ἀσαπέως, ἢν μὴ λύσῃ τις τὴν ὀδύνην, ἢ κοιλίην μαλθάξας, ἢ φλέβα ταμὼν, ὁκότερον ἂν τουτέων ξυμφέρῃ, τὰς δὲ πτισάνας ἢν οὕτως ἔχουσι διδῷ, ταχέες οἱ θάνατοὶ τῶν τοιουτέων γίγνονται. διὰ ταύτας οὖν τὰς προφάσιας καὶ ἑτέρας τοιαύτας ἔτι μᾶλλον, οἱ ὅλῃσι τῇσι πτισάνῃσι χρεόμενοι, ἑβδομαῖοι καὶ ὀλιγημερώτεροι θνήσκουσιν· οἱ μέν τοι καὶ τὴν γνώμην βλαβέντες, οἱ δὲ ὑπὸ τῆς ὀρθοπνοίης τε καὶ τοῦ ῤέγχεος ἀποπνιγέντες. μάλα δὲ τοὺς τοιουτέους οἱ ἀρχαῖοι βλητοὺς ἐνόμιζον εἶναι διὰ τόδε μάλιστα· οὐχ ἥκιστα δὲ, ὅτι καὶ ἀποθανόντων αὐτέων ἡ πλευρὴ πελιὴ εὑρίσκεται ἴκελόν τι πληγῇ. αἴτιον δὲ τουτέου τόδε ἐστὶν, ὅτι, πρὶν λυθῆναι τὴν ὀδύνην, θνήσκουσιν· ταχέως γὰρ πνευματίαι γίγνονται· ὑπὸ δὲ τοῦ πολλοῦ καὶ πυκνοῦ πνεύματος, ὡς ἤδη εἴρηται, καταγλισχραινόμενον τὸ πτύελον ἀπέπτως κωλύει τὴν ἐπάνοδον γίγνεσθαι, ἀλλὰ τὴν ῤέγξιν ποιέει ἐνισχόμενον ἐν τοῖσι βρογχίοισι τοῦ πλεύμονος. καὶ ὁκόταν ἐς ταὐτὸ ἔλθῃ, θανατῶδες ἤδη ὡς ἐπιτοπουλὺ ἐστίν· καὶ γὰρ αὐτὸ τὸ πτύελον ἐνισχόμενον κωλύει μὲν τὸ πνεῦμα ἔσω φέρεσθαι, ἀναγκάζει δὲ ταχέως ἔξω φέρεσθαι· καὶ οὕτως ἐς τὸ κακὸν ἀλλήλοισι τιμωρέουσι· τό τε γὰρ πτύελον ἐνισχόμενον πυκνὸν τὸ πνεῦμα ποιέει, τό τε πνεῦμα πυκνὸν ἐὸν ἐπιγλισχραίνει τὸ πτύελον, καὶ κωλύει ἀπολισθαίνειν. καταλαμβάνει δὲ ταῦτα, οὐ μοῦνον ἢν πτισάνῃ ἀκαίρως χρέωνται, ἀλλὰ πουλὺ μᾶλλον ἤν τι ἄλλο φάγωσιν ἢ πίωσι πτισάνης ἀνεπιτηδειότερον. [Acut. 6] μάλα μὲν οὖν τὰ πλεῖστα παραπλήσιαί εἰσιν αἱ τιμωρίαι τοῖσί τε ὅλῃσι τῇσι πτισάνῃσι χρεομένοισι, τοῖσί τε τῷ χυλῷ αὐτέῳ· τοῖσι δὲ μηδετέρῳ τουτέων, ἀλλὰ ποτῷ μοῦνον, ἔστιν ὅπη καὶ διαφερόντως τιμωρητέον. χρὴ δὲ τό γε πάμπαν οὕτω ποιέειν· ἢν νεοβρῶτι ἐόντι αὐτέῳ καὶ κοιλίης μήπω ὑποκεχωρηκυίης ἄρξηται ὁ πυρετὸς, ἤν τε ξὺν ὀδύνῃ, ἤν τε ἄνευ ὀδύνης, ἐπισχεῖν τὴν δόσιν τοῦ ῤοφήματος, ἔστ’ ἂν οἴηται κεχωρηκέναι ἐς τὸ κάτω μέρος τοῦ ἐντέρου τὸ σιτίον. χρέεσθαι δὲ ποτῷ, ἢν μὲν ἄλγημά τι ἔχῃ, ὀξυμέλιτι χειμῶνος μὲν θερμῷ, θέρεος δὲ, ψυχρῷ· ἢν δὲ πολλὴ δίψα ᾖ, μελικρήτῳ καὶ ὕδατι. ἔπειτα, ἢν μὲν ἄλγημά τι ἐνῇ, ἢ τῶν ἐπικινδύνων τι ἐμφαίνηται, διδόναι τὸ ῤόφημα μήτε πουλὺ μήτε παχὺ, μετὰ δὲ τὴν ἑβδόμην, ἢν ἰσχύῃ. ἤν δὲ μὴ ὑπεληλύθῃ ὁ παλαιότερος σῖτος νεοβρῶτι ἐόντι, ἢν μὲν ἰσχύῃ τε καὶ ἀκμάζῃ τῇ ἡλικίῃ, κλύσαι· ἢν δὲ ἀσθενέστερος ᾖ, βαλάνῳ προσχρήσασθαι, ἢν μὴ αὐτόματα διεξίῃ καλῶς. καιρὸν δὲ τῆς δόσιος τοῦ ῤοφήματος τόνδε μάλιστα φυλάσσεσθαι, κατ’ ἀρχὰς καὶ διὰ παντὸς τοῦ νουσήματος· ὅταν μὲν οἱ πόδες ψυχροὶ ἔωσιν, ἐπισχεῖν χρὴ τοῦ ῤοφήματος τὴν δόσιν, μάλιστα δὲ καὶ τοῦ ποτοῦ ἀπέχεσθαι· ὁκόταν δὲ ἡ θέρμη καταβῇ ἐς τοὺς πόδας, τότε διδόναι, καὶ νομίζειν μέγα δύνασθαι τὸν καιρὸν τοῦτον ἐν πάσῃσι τῇσι νούσοισιν· οὐχ ἥκιστα δὲ ἐν τῇσιν ὀξείῃσι, μάλιστα δὲ ἐν τῇσι μᾶλλον πυρετώδεσι καὶ ἐπικινδυνοτάτῃσιν. χρέεσθαι δὲ πρῶτον μάλιστα μὲν χυλῷ, ἔπειτα δὲ πτισάνῃ, κατὰ τὰ τεκμήρια τὰ προγεγραμμένα ἀκριβέως θεωρέων. [Acut. 7] ὀδύνη δὲ πλευροῦ ἤν τε κατ’ ἀρχὰς γένηται, ἤν τε ἐς ὕστερον, θερμάσμασι μὲν πρῶτον οὐκ ἀπὸ τρόπου ἐστὶ χρησάμενον πειρηθῆναι διαλῦσαι τὴν ὀδύνην. Θερμασμάτων δὲ κράτιστον μὲν ὕδωρ θερμὸν ἐν ἀσκῷ, ἢ ἐν κύστει, ἢ ἐν χαλκῷ ἀγγείῳ, ἢ ἐν ὀστρακίνῳ· προϋποτιθέναι δὲ χρὴ μαλθακόν τι πρὸς τὴν πλευρὴν, προσηνείης εἵνεκεν. ᾽Αγαθὸν δὲ καὶ σπόγγος μαλθακὸς, μέγας, ἐξ ὕδατος θερμοῦ ἐκπεπιεσμένος προστίθεσθαι· περιστέγειν τε ἄνω τὴν θάλψιν χρή· πλείω τε γὰρ χρόνον διαρκέσει καὶ παραμενεῖ, καὶ ἅμα ὡς μὴ ἡ ἀτμὶς πρὸς τὸ πνεῦμα τοῦ κάμνοντος προσφέρηται, ἢν ἄρα μὴ δοκέῃ καὶ τοῦτο χρήσιμον πρός τι εἶναι· ἔστι γὰρ ὅτε δεῖ πρός τι. ἔτι δὲ καὶ κριθαὶ ἢ ὄροβοι· ἐν ὄξει κεκρημένῳ σμικρῷ ὀξύτερον, ἢ ὡς ἄν τις πίοι, διέντα καὶ ἀναζέσαντα, ἐς μαρσίππια καταῤῥάψαντα προστιθέναι· καὶ πίτυρα τὸν αὐτὸν τρόπον. πυρίη δὲ ξηρὴ, ἅλες, κέγχροι πεφρυγμένοι ἐν εἰρινέοισι μαρσιππίοισιν ἐπιτηδειότατοι· καὶ γὰρ κοῦφον καὶ προσηνὲς ὁ κέγχρος· λύει δὲ μάλθαξις ἡ τοιήδε καὶ τὰς πρὸς κληῗδα περαιούσας ἀλγηδόνας. τομὴ μέντοι γε οὐχ δμοίως λύει ὀδύνην, ἢν μὴ πρὸς τὴν κληῗδα περαίνῃ ἡ ὀδύνη. ἢν δὲ μὴ λύηται πρὸς τὰ θερμάσματα ὁ πόνος, οὐ χρὴ πολὺν χρόνον θερμαίνειν· καὶ γὰρ ξηραντικὸν τοῦ πλεύμονος τοῦτό ἐστι, καὶ ἐμπυητικόν· ἀλλ’ ἢν μὲν σημαίνῃ ἡ ὀδύνη ἐς τὴν κληῗδα ἢ ἐς τὸν βραχίονα βάρος ἢ περὶ μαζὸν ἢ ὑπὲρ τῶν φρενῶν, τάμενιν χρὴ τὴν ἐν τῷ ἀγκῶνι φλέβα τὴν ἔσω, καὶ μὴ ὀκνέεινσυχνὸν ἀφαιρέειν τὸ αἷμα ἕως ἂν ἐρυθρότερον πολλῷ ῤυῇ, ἀντὶ καθαροῦ τε καὶἐρυθροῦ πελιόν· ἀμφότερα γὰρ γίγνεται. ἢν δὲ ὑπὸ τὰς φρένας ᾖ τὸ ἄλγημα, ἐς δὲ τὴν κληῗδα μὴ σημαίνῃ, μαλθάσσειν δεῖ τὴν κοιλίην, ἢ μέλανι ἐλλεβόρῳ ἢ πεπλίῳ, μέλανι μὲν δαῦκον ἢ σέσελι ἢ κύμινον ἢ ἄννησον ἢ ἄλλο τι τῶν εὐωδέων μίσγοντα, πεπλίῳ δὲ ὀπὸν σιλφίου· ἀτὰρ καὶ μισγόμενα ἀλλήλοισιν ὁμοιότροπα ταῦτά ἐστιν. ἄγει δὲ μέλας μὲν καλλίω καὶ κρισιμώτερα πεπλίου, πέπλιον δὲ μέλανος μᾶλλον φυσέων καταῤῥηκτικόν ἐστιν· ἄμφω δὲ ταῦτα ὀδύνην παύει· παύει δὲ καὶ ἄλλα πολλα τῶν ὑπηλάτων· κράτιστα δὲ ταῦτα ὧν ἐγὼ οἶδα ἐστίν. ἐπεὶ καὶ τὰ ἐν τοῖσι ῤοφήμασι διδόμενα ὑπήλατα ἀρήγει, ὁκόσα μὴ ἄγαν ἐστὶν ἀηδέα ἢ διὰ πικρότητα ἢ δι’ ἄλλην τινὰ ἀηδίην, ἢ διὰ πλῆθος ἢ χροιὴν ἢ ὑποψίην τινά. τῆς μὲν πτισάνης, ὁκόταν πίη τὸ φάρμακον, ἐπιῤῥοφῇν αὐτίκα χρὴ διδόναι μηδὲν ἔλασσον ἀξίως λόγου ἢ ὁκόσον εἴθιστο· ἐπεὶ καὶ κατὰ λόγον ἐστὶ μεσηγὺ τῆς καθάρσιος μὴ διδόναι ῤοφῇν· ὁκόταν δὲ λήξῃ ἡ κάθαρσις, τότε ἔλασσον ῤοφεέτω ἢ ὁκόσον εἴθιστο· μετὰ δὲ τοῦτο, ἀναγέτω αἰεὶ ἐπὶ τὸ πλεῖον, ἢν ἥ τε ὀδύνη πεπαυμένη ᾖ, καὶ μηδὲν ἄλλο ἐναντιῶται. ωὑτὸς δέ μοι λόγος ἐστὶ, καὶ ἢν χυλῷ πτισάνης δέῃ χρέεσθαι (φημὶ γὰρ ἄμεινον εἶναι αὐτίκα ἄρξασθαι τοῦ ῤοφῇν τὸ ἐπίπαν μᾶλλον, ἢ προκενεαγγήσαντα ἄρξασθαι τοῦ ῤοφήματος, ἢ τριταῖον, ἢ τεταρταῖον, ἢ πεμπταῖον, ἢ ἑκταῖον, ἢ ἑβδομαῖον, ἤν γε μὴ προκριθῇ ἡ νοῦσος ἐν τουτέῳ τῷ χρόνῳ)· αἱ δὲ προπαρασκευαὶ καὶ ἐπὶ τουτέοισι παραπλήσιοι ποιητέαι, ὁκοῖαι εἴρηνται. [Acut. 8] περὶ μὲν οὖν ῤοφήματος προσάρσιος οὕτω γιγνώσκω· ἀτὰρ καὶ περὶ ποτοῦ, ὁκοῖον ἄν τις μέλλῃ πίνειν τῶν γραφησομένων, ωὑτός μοι λόγος ὡς ἐπίπαν ἐστίν. οἶδα δὲ τοὺς ἰητροὺς τὰ ἐναντιώτατα ἢ ὡς δεῖ ποιέοντας· βούλονται γὰρ πάντες, ὑπὸ τὰς ἀρχὰς τῶν νούσων προταριχεύσαντες τοὺς ἀνθρώπους ἢ δύο ἢ τρεῖς ἢ καὶ πλείονας ἡμέρας, οὕτω προσφέρειν τὰ ῤοφήματα καὶ τὰ ποτά· καὶ ἴσως τι καὶ εἰκὸς δοκέει αὐτέοισιν εἶναι, μεγάλης μεταβολῆς γενομένης τῷ σώματι, μέγα τι κάρτα καὶ ἀντιμεταβάλλειν. τὸ δὲ μεταβάλλειν μὲν εὖ ἔχει μὴ ὀλίγον· ὀρθῶς μέντοι ποιητέα καὶ βεβαίως ἡ μεταβολὴ, καὶ ἔκ γε τῆς μεταβολῆς ἡ πρόσαρσις τῶν γευμάτων ἔτι μᾶλλον. μάλιστα μὲν οὖν βλάπτοιντο ἂν, εἰ μὴ ὀρθῶς μεταβάλλοιεν, οἱ ὅλῃσι τῇσι πτισάνῃσι χρεόμενοι· βλάπτοιντο δ’ ἂν καὶ οἱ μούνῳ τῷ χυλῷ χρεόμενοι· βλάπτοιντο δ’ ἂν καὶ οἱ μούνῳ τῷ ποτῷ χρεόμενοι, ἥκιστα δ’ἂν οὗτοι. [Acut. 9] χρὴ δὲ καὶ τὰ μαθήματα ποιέεσθαι ἐν τῇ διαίτῃ τῶν ἀνθρώπων ἔτι ὑγιαινόντων, οἷα ξυμφέρει· εἰ γὰρ δὴ τοῖσί γε ὑγιαίνουσι φαίνεται διαφέροντα μεγάλα τὰ τοῖα ἢ τοῖα διαιτήματα καὶ ἐν ἄλλῳ τινί που καὶ ἐν τῇσι μεταβολῇσι, πῶς οὐχὶ καὶ ἔν γε τῇσι νούσοισι διαφέρει μεγάλα, καὶ τουτέων ἐν τῇσιν ὀξυτάτῃσι μέγιστα; ἀλλὰ μὴν εὐκαταμάθητόν γε ἐστὶν, ὅτι φαύλη δίαιτα βρώσιος καὶ πόσιος αὐτὴ ἑωυτῇ ἐμφερὴς αἰεὶ, ἀσφαλεστέρη ἐστὶ τὸ ἐπίπαν ἐς ὑγείην, ἢ εἴ τις ἐξαπίνης μέγα μεταβάλλοι ἐς ἄλλο. ἐπεὶ καὶ τοῖσι δὶς σιτεομένοισι τῆς ἡμέρης καὶ τοῖσι μονοσιτέουσιν αἱ ἐξαπιναῖοι μεταβολαὶ βλαβὰς καὶ ἀῤῥωστίην παρέχουσιν. καὶ τοὺς μέν γε μὴ μεμαθηκότας ἀριστᾷν, εἰ ἀριστήσουσιν, εὐθέως ἀῤῥώστους ποιέει, καὶ βαρέας ὅλον τὸ σῶμα, καὶ ἀσθενέας καὶ ὀκνηρούς· ἢν δὲ καὶ ἐπιδειπνήσωσιν, ὀξυρεγμιώδεας· ἐνίοισι δὲ καὶ σπατίλη γένοιτο ἂν, ὅτι παρὰ τὸ ἐωθὸς ἠχθοφόρηκεν ἡ κοιλίη εἰθισμένη ἐπιξηραίνεσθαι, καὶ μὴ δὶς διογκοῦσθαι, μήτε δὶς ἕψειν τὰ σιτία. ἀρήγει οὖν τουτέοισιν ἀνασηκῶσαι τὴν μεταβολήν· ἐγκοιμηθῆναι γὰρ χρὴ, ὥσπερ νυκτα ἀγαγόντα μετὰ τὸ δεῖπνον, τοῦ μὲν χειμῶνος ἀῤῥιγέως, τοῦ δὲ θέρεος ἀθαλπέως· ἢν δὲ μὴ δύνηται καθεύδειν, βραδειην, συχνὴν περίοδον, πλανηθέντα, μὴ στασίμως, δειπνῆσαι μηδὲν, ἢ ὀλίγα καὶ μὴ βλαβερά· ἔτι δὲ ἔλασσον πιεῖν καὶ μὴ ὑδαρές. ἔτι δ’ ἂν μᾶλλον πονήσειεν ὁ τοιοῦτος, εἰ τρὶς σιτέοιτο τῆς ἡμέρης ἐς κόρον· ἔτι δὲ μᾶλλον, εἰ πλεονάκις· καίτοι γε πολλοί εἰσιν, οἳ εὐφόρως φέρουσι τρὶς σιτεόμενοι τῆς ἡμέρης ἐς πλῆθος, οἳ ἂν οὕτως ἐθισθῶσιν. ἀλλὰ μὴν καὶ οἱ μεμαθηκότες δὶς σιτέεσθαι τῆς ἡμέρης, ἢν μὴ ἀριστήσωσιν, ἀσθενέες καὶ ἄῤῥωστοί εἰσι, καὶ δειλοὶ ἐς πᾶν ἔργον, καὶ καρδιαλγέες· κρεμᾶσθαι γὰρ δοκέει τὰ σπλάγχνα αὐτέοισι, καὶ οὐρέουσι θερμὸν καὶ χλωρὸν, καὶ ἡ ἄφοδος ξυγκαίεται· ἔστι δ’ οἷσι καὶ τὸ στόμα πικραίνεται, καὶ οἱ ὀφθαλμοὶ κοιλαίνονται, καὶ οἱ κρόταφοι πάλλονται, καὶ τὰ ἄκρα διαψύχονται· καὶ οἱ μὲν πλεῖστοι τῶν ἀνηριστηκοτων οὐ δύνανται κατεσθίειν τὸ δεῖπνον· δειπνήσαντες δὲ βαρύνουσι τὴν κοιλίην, καὶ δυσκοιτέουσι πουλὺ μᾶλλον ἢ εὶ προηριστήκεσαν. ὁκότε οὖν ταῦτα τοιαῦτα γίγνεται τοῖσιν ὑγιαίνουσιν εἵνεκεν ἡμίσεος ἡμέρης διαίτης μεταβολῆς παρὰ τὸ ἔθος, οὔτε προσθεῖναι λυσιτελέειν φαίνεται, οὔτε ἀφελέειν. εἰ τοίνυν οὗτος ὁ παρὰ τὸ ἔθος μονοσιτήσας, ὅλην ἡμέρην κενεαγγήσας, δειπνήσειεν ὁκόσον εἴθιστο, δειπνήσας δὲ, τότε βαρὺς ἦν, εἰκὸς αὐτὸν, εἰ, ὅτι ἀνάριστος ἐὼν ἐπόνεε καὶ ἠῤῥώστει, δειπνήσειε πλείω ἢ ὁκόσον εἴθιστο, πουλὺ μᾶλλον βαρύνεσθαι· εἰ δέ γε ἐπὶ πλείω χρόνον κενεαγγήσας ἐξαπίνης μεταδειπνήσειν, ἔτι μᾶλλον ἂν βαρύνοιτο. τὸν οὖν παρὰ τὸ ἔθος κενεαγγήσαντα ξυμφέρει ταύτην τὴν ἡμέρην ἀντισηκῶσαι ὧδε· ἀῤῥιγέως καὶ ἀθαλπέως καὶ ἀταλαιπώρως, ταῦτα γὰρ πάντα βαρέως ἂν ἐνέγκοι· τὸ δὲ δεῖπνον συχνῷ ἔλασσον ποιήσασθαι ἢ ὅσον εἴθιστο, καὶ μὴ ξηρὸν, ἀλλὰ τοῦ πλαδαρωτέρου τρόπου· καὶ πιεῖν μὴ ὑδαρὲς, μηδ’ ἔλασσον ἢ κατὰ λόγον βρώματος· καὶ τῇ ὑστεραίῃ ὀλίγα ἀριστῆσαι, ὡς ἐκ προσαγωγῆς ἀφίκηται ἐς τὸ ἔθος. αὐτοὶ μέντοι σφῶν αὐτῶν δυσφορώτερον δὴ τὰ τοιαῦτα φέρουσιν οἱ πικρόχολοι τὰ ἄνω· τὴν δέ γε ἀσιτίην τὴν παρὰ τὸ ἔθος οἱ φλεγματίαι τὰ ἄνω εὐφορώτερον φέρουσι τὸ ἐπίπαν, ὥστε καὶ τὴν μονοσιτίην τὴν παρὰ τὸ ἔθος εὐφορώτερον ἂν οὗτοι ἐνέγκοιεν. ἱκανὸν μὲν οὖν καὶ τοῦτο σημήϊον, ὅτι αἱ μέγισται μεταβολαὶ τῶν περὶ τὰς φύσιας ἡμῶν καὶ τὰς ἕξιας ξυμβαινόντων μάλιστα νοσοποιέουσιν· οὐ δὴ οἷόν τε παρὰ καιρὸν οὔτε σφοδρὰς τὰς κενεαγγείας ποιέειν, οὔτε ἀκμαζόντων τῶν νουσημάτων καὶ ἐν φλεγμασίῃ ἐόντων προσφέρειν, οὔτε ἐξαπίνης οἷόν τε ὅλῳ τῷ πρήγματι μεταβάλλειν οὔτε ἐπὶ τὰ οὔτε ἐπὶ τά. [Acut. 10] πολλὰ δ’ ἄν τις ἠδελφισμένα τουτέοισι τῶν ἐς κοιλίην καὶ ἄλλα εἴποι, ὡς εὐφόρως μὲν φέρουσι τὰ βρώματα, ἃ εἰθισμένοι εἰσὶν, ἢν καὶ μὴ ἀγαθὰ ᾖ φύσει, ὡσαύτως δὲ καὶ τὰ ποτά· δυσφόρως δὲ φέρουσι τὰ βρωματα, ἃ μὴ εἰθισμένοι εἰσὶν, κἢν μὴ κακὰ ᾖ, ὡσαύτως δὲ καὶ τὰ ποτά. καὶ ὁκόσα μὲν κρεηφαγίη πολλὴ παρὰ τὸ ἔθος βρωθεῖσα ποιέει, ἢ σκόροδα, ἢ σίλφιον ἢ ὀπὸς ἢ καυλὸς, ἢ ἄλλα ὁκόσα τοιουτότροπα μεγάλας δυνάμιας ἔχοντα ἰδίας, ἧσσον ἄν τις θαυμάσειεν, εἰ τὰ τοιαῦτα πόνους ἐμποιέει τῇσι κοιλίῃσι μᾶλλον τῶν ἄλλων· ἀλλ’ εἰ καταμάθοις ὁκόσον μᾶζα ὄχλον καὶ ὄγκον καὶ φῦσαν καὶ στρόφον τῇ κοιλίῃ παρέχει παρὰ τὸ ἔθος βρωθεῖσα τῷ μὴ μαζοφαγέειν εἰθισμένῳ, ἢ ὁκοῖον ἄρτος βάρος καὶ τάσιν κοιλίης τῷ μαζοφαγέειν εἰθισμένῳ· ἢ αὐτός τε ὁ ἄρτος θερμὸς βρωθεὶς οἵην δίψαν παρέχει, καὶ ἐξαπιναίην πληθώρην διὰ τὸ ξηραντικόν τε καὶ βραδύπορον· καὶ οἱ ἄγαν καθαροί τε καὶ ξυγκομιστοὶ παρὰ τὸ ἔθος βρωθέντες οἷα διαφέροντα ἀλλήλων ποιεῦσι· καὶ μᾶζά τε ξηρὴ παρὰ τὸ ἔθος, ἢ ὑγρὴ, ἢ γλίσχρη· καὶ τὰ ἄλφιτα οἷόν τι ποιέει τὰ ποταίνια τοῖσι μὴ εἰωθόσι, καὶ τὰ ἑτεροῖα τοῖσι τὰ ποταίνια εἰωθόσι· καὶ οἰνοποσίη καὶ ὑδροποσίη παρὰ τὸ ἔθος ἐς θάτερα μεταβληθέντα ἐξαπίνης, καὶ ὑδαρής τε οἶνος καὶ ἄκρητος παρὰ τὸ ενος ἐξαπίνης ποθείς· ὁ μὲν γὰρ πλάδον τε ἐν τῇ ἄνω κοιλίῃ ἐμποιήσει καὶ φῦσαν ἐν τῇ κάτω· ὁ δὲ παλμόν τε φλεβῶν καὶ καρηβαρίην καὶ δίψαν· καὶ λευκος τε καὶμέλας οἶνος παρὰ τὸ ἔθος μεταβάλλοντι, εἰ καὶ ἄμφω οἰνώδεες εἶεν, ὅμως πολλὰ ἂν ἑτεροιώσειαν κατὰ τὸ σῶμα, ὡς δὴ γλυκύν τε καὶ οἰνώδεα οἶνον ἧσσον ἄν τις φαίη θαυμαστὸν εἶναι μὴ τωὐτὸ δύνασθαι ἐξαπίνης μεταβληθέντα. [Acut. 11] τιμωρητέον δὲ τοιόνδε τι μέρος τῷ ἐναντίῳ λόγῳ· μεταβολὴ τῆς διαίτης τουτέοισιν ἐγένετο, οὐ μεταβάλλοντος τοῦ σώματος οὔτε ἐπὶ τὴν ῤώμην, ὥστε προσθέσθαι δεῖν σιτία, οὔτε ἐπὶ τὴν ἀῤῥωστίην, ὥστε ἀφαιρεθῆναι· προστεκμαρτέα δὴ καὶ ἡ ἰσχὺς καὶ ὁ τρόπος τοῦ νουσήματος ἑκάστου, καὶ τῆς φύσιος τοῦ ἀνθρώπου, καὶ τοῦ ἔθεος τῆς διαίτης τοῦ κάμνοντος, οὐ μοῦνον σιτίων, ἀλλὰ καὶ ποτῶν. πολλῷ δὲ ἧσσον ἐπὶ τὴν πρόσθεσιν ἰτέον· ἐπεὶ τήν γε ἀφαίρεσιν ὅλως ἀφελεῖν πολλαχοῦ λυσιτελέει, ὅκου διαρκέειν μέλλει ὁ κάμνων, μέχρις ἂν τῆς νούσου ἡ ἀκμὴ πεπανθῇ· ἐν ὁκοίοισι δὲ τὸ τοιόνδε ποιητέον γεγράψεται. πολλὰ δ’ ἄν τις καὶ ἄλλα ἠδελφισμένα τοῖσιν εἰρημένοισι γράφοι· τὸ δέ γε μὴν κρέσσον μαρτύριον· οὐ γὰρ ἠδελφισμένον ἐστὶ τῷ πρήγματι, περὶ οὗ μοι ὁ πλεῖστος λόγος εἴρηται, ἀλλ’ αὐτὸ τὸ πρῆγμα ἐπικαιρότατόν ἐστι διδακτήριον· οἱ γὰρ ἀρχόμενοι τῶν ὀξέων νουσημάτων ἔστιν ὅτε οἱ μὲν σιτία ἔφαγον αὐθημερὸν ἠργμένοι ἤδη, οἱ δὲ καὶ τῇ ὑστεραίῃ, οἱ δὲ καὶ ἐῤῥόφεον τὸ προστυχὸν, οἱ δὲ καὶ κυκεῶνα ἐῤῥόφεον· ἅπαντα δὲ ταῦτα κακίω μέν ἐστιν ἢ εἰ ἑτεροίως τις διαιτηθείη· πολλῷ μέντοι ἐλάσσω βλάβην φέρει ἐν τουτέῳ τῷ χρόνῳ ἁμαρτηθέντα, ἢ εἴ τις τὰς μὲν πρώτας ἡμέρας δύο ἢ τρεῖς κενεαγγήσειε τελείως, τεταρταῖος δὲ ἐὼν τοιάδε διαιτηθείη, ἢ καὶ πεμπταῖος· ἔτι μέντοι κάκιον, εἰ ταύτας πάσας τὰς ἡμέρας προκενεαγγήσας, ἐν τῇσιν ὕστερον ἡμέρῃσιν οὕτω διαιτηθείη, πρὶν ἢ πέπειρον γενέσθαι τὴν νοῦσον· οὕτω μὲν γὰρ θάνατον φέρει φανερῶς τοῖσι πλείστοισιν, εἰ μὴ παντάπασιν εὐήθης ἡ νοῦσος εἴη. αἱ δὲ κατ’ ἀρχὰς ἁμαρτάδες οὐχ ὁμοίως ταύτῃσιν ἀνήκεστοί εἰσιν, ἀλλὰ πολλῷ εὐακεστότ εραι. τοῦτο οὖν ἡγεῦμαι μέγιστον διδακτήριον, ὅτι οὐ στερητέαι αἱ πρῶται ἡμέραι τοῦ ῤοφήματος ἢ τοίου ἢ τοίου τοῖσι μέλλουσιν ὀλίγον ὕστερον ῤοφήμασιν ἢ τοίοισιν ἢ τοίοισι χρέεσθαι. Πυθμενόθεν μὲν οὖν οὐκ ἴσασιν οὔθ’ οἱ τῇσι κριθώδεσι πτισάνῃσι χρεόμενοι, ὅτι αὐτέῃσι κακοῦνται, ὁκόταν ῤοφέειν ἄρξωνται, ἢν προκενεαγγήσωσι δύο ἢ τρεῖς ἡμέρας ἢ πλείους, οὔτ’ αὖ οἱ τῷ χυλῷ χρεόμενοι γιγνώσκουσιν ὅτι αὐτέῃσι βλάπτονται ῤοφέοντες, ὅταν μὴ ὀρθῶς ἄρξωνται τοῦ ῤοφήματος. τόδε γε μὴν καὶ φυλάσσουσι καὶ γιγνώσκουσιν, ὅτι μεγάλην τὴν βλάβην φέρει, ἢν, πρὶν πέπειρον τὴν νοῦσον γενέσθαι, κριθώδεα πτισάνην ῤοφήσῃ ὁ κάμνων, εἰθισμένος χυλῷ χρέεσθαι. πάντα οὖν ταῦτα μεγάλα μαρτύρια, ὅτι οὐκ ὀρθῶς ἄγουσιν ἐς τὰ διαιτήματα οἱ ἰητροὶ τοὺς κάμνοντας· ἀλλ’ ἐν ᾗσί τε νούσοισιν οὐ χρὴ κενεαγγέειν τοὺς μέλλοντας ῤοφήμασι διαιτᾶσθαι, κενεαγγέουσιν· ἐν ᾗσί τε οὐ χρὴ μεταβάλλειν ἐκ κενεαγγείης ἐς ῤοφήματα, ἐν ταύτῃσι μεταβάλλουσι· καὶ ὡς ἐπιτοπολὺ ἀπαρτὶ ἐν τοῖσι τοιούτοισι καιροῖσι μεταβάλλουσιν ἐς τὰ ῤοφήματα ἐκ τῆς κενεαγγείης, ἐν οἷσι πολλάκις ἀρήγει ἐκ τῶν ῤοφημάτων πλησιάζειν τῇ κενεαγγείῃ, ἢν οὕτω τύχῃ παροξυνομένη ἡ νοῦσος. ἐνίοτε δὲ καὶ ὠμὰ ἐπισπῶνται ἀπὸ τῆς κεφαλῆς καὶ τοῦ περὶ τὸν θώρηκα τόπου χολώδεα· ἀγρυπνίαι τε ξυνεμπίπτουσιν αὐτέοισι, δι’ ἃς οὐ πέσσεται ἡ νοῦσος, περίλυποί τε καὶ πικροὶ γίγνονται, καὶ παραφρονέουσι, καὶ μαρμαρυγώδεα σφέων τὰ ὄμματα, καὶ αἱ ἀκοαὶ ἤχου μεσταὶ, καὶ τὰ ἀκρωτήρια κατεψυγμένα, καὶ οὖρα ἄπεπτα, καὶ πτύσματα λεπτὰ καὶ ἁλυκὰ καὶ κεχρωσμένα ἀκρήτῳ χρώματι σμικρὰ, καὶ ἱδρῶτες περὶ τὸν τράχηλον, καὶ διαπορήματα, καὶ πνεῦμα προσπταῖον ἐν τῇ ἄνω φορῇ πυκνὸν ἢ μέγα λίην, ὀφρύες δεινώσιος μετέχουσαι, λειποψυχώδεα πονηρὰ, καὶ τῶν ἱματίων ἀποῤῥίψιες ἀπὸ τοῦ στήθεος, καὶ χεῖρες τρομώδεες, ἐνίοτε δὲ καὶ χεῖλος τὸ κάτω σείεται. ταῦτα δὲ ἐν ἀρχῇσιν ἐπιφαινόμενα παραφροσύνης δηλωτικά ἐστι σφοδρῆς, καὶ ὡς ἐπιτοπολὺ ἀποθνήσκουσιν· οἱ δὲ διαφεύγοντες, ἢ μετὰ ἀποστήματος, ἢ αἵματος ῤύσιος ἐκ τῆς ῤινὸς, ἢ πῦον παχὺ πτύσαντες διαφεύγουσιν, ἄλλως δὲ οὔ. οὐδὲ γὰρ τῶν τοιουτέων ὁρέω ἐμπείρους τοὺς ἰητροὺς, ὡς χρὴ διαγιγνώσκειν τὰς ἀσθενείας ἐν τῇσι νούσοισιν, αἵ τε διὰ κενεαγγείην ἀσθενεῦνται, αἵ τε δι’ ἄλλον τινὰ ἐρεθισμὸν, αἵ τε διὰ πόνον καὶ ὑπὸ ὀξύτητος τῆς νούσου, ὁκόσα τε ἡμέων ἡ φύσις καὶ ἡ ἕξις ἑκάστοισιν ἐκτεκνοῖ πάθεα καὶ εἴδεα παντοῖα· καίτοι σωτηρίην ἢ θάνατον φέρει γιγνωσκόμενα ἢ ἀγνοούμενα τὰ τοιαῦτα. μέζον μὲν γὰρ κακόν ἐστιν, ἢν διὰ τὸν πόνον καὶ τὴν ὀξύτητα τῆς νούσου ἀσθενέοντι προσφέρῃ τις ποτὸν ἢ ῤόφημα πλεῖον ἢ σιτίον, οἰόμενος διὰ κενεαγγείην ἀσθενέειν. ἀεικὲς δὲ καὶ διὰ κενεαγγείην ἀσθενέοντα μὴ γνῶναι καὶ πιέζειν τῇ διαίτῃ· φέρει μὲν γάρ τινα κίνδυνον καὶ αὕτη ἡ ἁμαρτὰς, πολλῷ δὲ ἥσσονα τῆς ἑτέρης· καταγελαστοτέρη δὲ πολλῷ αὕτη μᾶλλον ἡ ἁμαρτὰς τῆς ἑτέρης· εἰ γὰρ ἄλλος ἰητρὸς ἢ καὶ ἰδιώτης ἐσελθὼν, καὶ γνοὺς τὰ ξυμβεβηκότα, δῴη καὶ φαγεῖν καὶ πιεῖν, ἃ ὁ ἕτερος ἐκώλυεν, ἐπιδήλως ἂν δοκοίη ὠφεληκέναι. τὰ δὲ τοιαῦτα μάλιστα καθυβρίζεται τῶν χειρωνακτέων ὑπὸ τῶν ἀνθρώπων· δοκέει γὰρ αὐτέοισιν ὁ ἐσελθὼν ἰητρὸς ἢ ἰδιώτης ὡσπερεὶ τεθνεῶτα ἀναστῆσαι. γεγράψεται οὖν καὶ περὶ τουτέου σημήϊα οἷσι δεῖ ἕκαστα τουτέων διαγιγνώσκειν. [Acut. 12] παραπλήσια μέντοι τοῖσι κατὰ κοιλίην ἐστὶ καὶ ταῦτα· καὶ γὰρ ἢν ὅλον τὸ σῶμα ἀναπαύσηται πουλὺ παρὰ τὸ ἔθος, οὐκ αὐτίκα ἔῤῥωται μᾶλλον· ἢν δὲ δὴ καὶ πλείω χρόνον διελινύσαν ἐξαπίνης ἐς τοὺς πόνους ἔλθῃ, φλαῦρόν τι πρήξειεν ἐπιδήλως. οὕτω δὲ καὶ ἓν ἕκαστον τοῦ σώματος· καὶ γὰρ οἱ πόδες τοιόνδε τι πρήξειαν, καὶ τὰ ἄλλα ἄρθρα μὴ εἰθισμένα πονέειν, ἢν διὰ χρόνου ἐξαπίνης πρὸς τὸ πονέειν ἔλθῃ. ταῦτα δ’ ἂν καὶ οἱ ὀδόντες καὶ οἱ ὀφθαλμοὶ πάθοιεν, καὶ πᾶν ὁτιοῦν. ἐπεὶ καὶ κοίτη παρὰ τὸ ἔθος μαλθακὴ πόνον ἐμποιέει, καὶ σκληρὴ παρὰ τὸ ἔθος, καὶ ὕπαιθρος εὐνὴ παρὰ τὸ ἔθος σκληρύνει τὸ σῶμα. ἀτὰρ καὶ τὰ τῶν τοιῶνδε πάντων ἀρκέει παραδείγματα γράψαι. εἰ γάρ τις ἕλκος λαβὼν ἐν κνήμῃ μήτε λίην ἐπίκαιρον μήτε λίην εὔηθες, μήτε ἄγαν εὐελκὴς ἐὼν, μήτε ἄγαν δυσελκὴς, αὐτίκα ἀρξάμενος ἐκ πρώτης κατακείμενος ἰητρεύοιτο, καὶ μηδαμῆ μετεωρίζοι τὸ σκέλος, ἀφλέγμαντος μὲν ἂν οὕτως εἴη μᾶλλον, καὶ ὑγιὴς πολλῷ θᾶσσον ἂν γένοιτο, ἢ εἰ πλανώμενος ἰητρεύοιτο· εἰ μέντοι πεμπταῖος ἢ ἑκταῖος ἐὼν ἢ καὶ ἔτι ἀνωτέρω, ἀναστὰς ἐθέλοι προβαίνειν, μᾶλλον ἂν πονέοι τότε ἢ αὐτίκα ἐξ ἀρχῆς πλανώμενος ἰητρεύοιτο· εἰ δὲ καὶ πολλὰ ταλαιπωρήσειεν ἐξαπίνης, πολλῷ ἂν μᾶλλον πονήσειεν ἢ εἰ ἐκείνως ἰητρευόμενος τὰ αὐτὰ ταῦτα ταλαιπωρήσειεν ἐν ταύτῃσι τῇσιν ἡμέρῃσιν. διὰ τέλεος οὖν μαρτυρέει ταῦτα πάντα ἀλλήλοισιν, ὅτι πάντα ἐξαπίνης μέζω πολλῷ τοῦ μετρίου μεταβαλλόμενα ἐπὶ τὰ, καὶ ἐπὶ τὰ, βλάπτει. Πολλαπλασίη μὲν οὖν κατὰ κοιλίην ἡ βλάβη ἐστὶν, ἢν ἐκ πολλῆς κενεαγγείης ἐξαπίνης πλέον τοῦ μετρίου προσαίρηται (ἀτὰρ καὶ κατὰ τὸ ἄλλο σῶμα, ἢν ἐκ πολλῆς ἡσυχίης ἐξαίφνης ἐς πλείω πόνον ἔλθοι, πουλὺ πλείω βλαβείη), ἢ εἰ ἐκ πολλῆς ἐδωδῆς ἐς κενεαγγείην μεταβάλλοι· δεῖ μέντοι καὶ τὸ σῶμὰ τουτέοισιν ἐλινύειν· καὶ ἢν ἐκ πολλῆς ταλαιπωρίης ἐξαπίνης ἐς σχολήν τε καὶ ῤᾳθυμίην ἐμπέσῃ, δεῖ δὲ καὶ τουτέοισι τὴν κοιλίην ἐλινύειν ἐκ πλήθεος βρώμης· ἢν δὲ μὴ, πόνον ἐν τῷ σώματι ἐμποιήσει καὶ βάρος ὅλου τοῦ σώματος. [Acut. 13] ὁ δὴ οὖν πλεῖστός μοι λόγος γέγονε περὶ τῆς μεταβολῆς τῆς ἐπὶ τὰ καὶ ἐπὶ τά· ἐς πάντα μὲν οὖν εὔχρηστον ταῦτα εἰδέναι· ἀτὰρ καὶ περὶ οὗ ὁ λόγος ἦν, ὅτι ἐν τῇσιν ὀξείῃσι νούσοισιν ἐς τὰ ῤοφήματα μεταβάλλουσιν ἐκ τῆς κενεαγγείης· μεταβλητέον γὰρ ὡς ἐγὼ κελεύω· ἔπειτα οὐ χρηστέον ῤοφήμασι πρὶν ἡ νοῦσος πεπανθῇ, ἢ ἄλλο τι σημεῖον φανῇ, ἢ κατ’ ἔντερον κενεαγγικὸν, ἢ ἐρεθιστικὸν, ἢ κατὰ τὰ ὑποχόνδρια, ὁκοῖα γεγράψεται. ἀγρυπνίη ἰσχυρὴ πόμα καὶ σιτίον ἀπεπτότερα ποιέει, καὶ ἡ ἐπὶ τὰ ἕτερα αὖ μεταβολὴ διαλύει σῶμα, καὶ ἑφθότητα καὶ κα ρηβαρίην ἐμποιέει. [Acut. 14] γλυκὺν δὲ οἶνον καὶ οἰνώδεα καὶ λευκὸν καὶ μέλανα, καὶ μελίκρητον, καὶ ὕδωρ, καὶ ὀξύμελι, τοισίδε σημαινόμενον χρὴ διορίζειν ἐν τῇσιν ὀξείῃσι νούσοισιν. ὁ μὲν γλυκὺς ἧσσόν ἐστι καρηβαρικὸς τοῦ οἰνώδεος, καὶ ἧσσον φρενῶν ἁπτόμενος, καὶ διαχωρητικώτερος δή τι τοῦ ἑτέρου κατ’ ἔντερον, μεγαλόσπλαγχνος δὲ σπληνὸς καὶ ἥπατος· οὐκ ἐπιτήδειος δὲ οὐδὲ τοῖσι πικροχόλοισι· καὶ γὰρ οὖν διψώδης τοῖσί γε τοιουτέοισίν ἐστιν· ἀτὰρ καὶ φυσώδης τοῦ ἐντέρου τοῦ ἄνω· οὐ μὴν πολέμιός γε τῷ ἐντέρῳ τῷ κάτω, ὡς κατὰ λόγον τῆς φύσης· καίτοι γε οὐ πάνυ πορίμη ἐστὶν ἡ ἀπὸ τοῦ γλυκέος οἴνου φῦσα, ἀλλ’ ἐγχρονίζει περὶ ὑποχόνδρια. καὶ γὰρ οὖν οὗτος ἧσσον διουρητικὸς γίγνεται τὸ ἐπίπαν τοῦ οἰνώδεος λευκοῦ· πτυάλου δὲ μᾶλλον ἀναγωγός ἐστι τοῦ ἑτέρου ὁ γλυκύς. καὶ οἷσι μὲν διψώδης ἐστὶ πινόμενος, ἧσσον ἂν τούτοισιν ἀνάγοι ἢ ὁ ἕτερος οἶνος, οἷσι δὲ μὴ διψώσης, μᾶλλον ἀνάγοι ἂν τοῦ ἑτέρου. ὁ δὲ λευκὸς οἰνώδης οἶνος ἐπῄνηται μὲν καὶ ἔψεκται τὰ πλεῖστα καὶ τὰ μέγιστα ἤδη ἐν τῇ τοῦ γλυκέος οἴνου διηγήσει· ἐς δὲ κύστιν μᾶλλον πόριμος ἐὼν τοῦ ἑτέρου καὶ διουρητικὸς καὶ καταῤῥηκτικὸς, αἰεὶ πολλὰ προσωφελέοι ἂν ἐν ταύτῃσι τῇσι νούσοισι· καὶ γὰρ εἰ πρὸς ἄλλα ἀνεπιτηδειότερος τοῦ ἑτέρου πέφυκεν, ἀλλ’ ὅμως ἡ κατὰ κύστιν κάθαρσις ὑπ’ αὐτέου γιγνομένη ῤύεται, ἢν προτρέπηται ὁκοῖον δεῖ. καλὰ δὲ ταῦτα τεκμήριά ἐστι τὰ περὶ οἴνου ὠφελίης καὶ βλάβης, ὁκόσα ἀκαταμάθητα ἦν τοῖσιν ἐμεῦ γεραιτέροισιν. Κιῤῥῷ δὲ οἴνῳ καὶ μέλανι αὐστηρῷ ἐν ταύτῃσι τῇσι νούσοισιν ἐς τάδε ἂν χρήσαιο· εἰ καρηβαρίη μὲν μὴ ἐνείη, μηδὲ φρενῶν ἄψις, μηδὲ τὸ πτύελον κωλύοιτο τῆς ἀνόδου, μηδὲ τὸ οὖρον ἴσχοιτο, τὰ διαχωρήματα δὲ πλαδαρώτερα καὶ ξυσματωδέστερα εἴη, ἐν δὴ τοῖσι τοιουτέοισι πρέποι ἂν μάλιστα μεταβάλλειν ἐκ τοῦ λευκοῦ, καὶ ὁκόσα τουτέοισιν ἐμφερέα. Προσξυνιέναι δὲ δεῖ, ὅτι τὰ μὲν ἄνω πάντα καὶ τὰ κατὰ κύστιν ἧσσον βλάψει, ἢν ὑδαρέστερος ᾖ, τὰ δὲ κατ’ ἔντερον μᾶλλον ὀνήσει, ἢν ἀκρητέστερος ᾖ. [Acut. 15] μελίκρητον δὲ πινόμενον διὰ πάσης τῆς νούσου ἐν τῇσιν ὀξείῃσι νούσοισι τὸ ἐπίπαν μὲν τοῖσι πικροχόλοισι καὶ μεγαλοσπλάγχνοισιν ἧσσον ἐπιτήδειον ἢ τοῖσι μὴ τοιούτοισίν ἐστιν· διψῶδές γε μὴ ἧσσον τοῦ γλυκέος οἴνου· πλεύμονός τε γὰρ μαλθακτικόν ἐστι, καὶ πτυέλου ἀναγωγὸν μετρίως, καὶ βηχὸς παρηγορικόν· ἔχει γὰρ σμηγματῶδές τι, ὃ μᾶλλον τοῦ μετρίου καταγλισχραίνει τὸ πτύελον. ἔστι δὲ καὶ οὐρητικὸν μελίκρητον ἱκανῶς, ἢν μή τι τῶν ἀπὸ σπλάγχνων κωλύῃ. καὶ διαχωρητικώτερον δὲ κάτω χολωδέων, ἔστι μὲν ὅτε καλῶν, ἔστι δ’ ὅτε κατακορεστέρων μᾶλλον τοῦ καιροῦ, καὶ ἀφρωδεστέρων· μᾶλλον δὲ τὸ τοιοῦτο τοῖσι χολώδεσί τε καὶ μεγαλοσπλάγχνοισι γίγνεται. πτυάλου μὲν οὖν ἀναγωγὴν καὶ πλεύμονος μάλθαξιν τὸ ὑδαρέστερον μελίκρητον ποιέει μᾶλλον· τὰ μέντοι ἀφρώδεα διαχωρήματα καὶ μᾶλλον τοῦ καιροῦ κατακορέως χολώδεα, καὶ μᾶλλον θερμὰ, τὸ ἄκρητον μᾶλλον τοῦ ὑδαρέος ἄγει· τὸ δὲ τοιόνδε διαχώρημα ἔχει μὲν καὶ ἄλλα σίνεα μεγάλα· οὔτε γὰρ ἐξ ὑποχονδρίων καῦμα σβεννύει, ἀλλὰ ὁρμᾷ, δυσφορίην τε καὶ ῤιπτασμὸν τῶν μελέων ποιέει, ἑλκῶδές τέ ἐστι καὶ ἐντέρου καὶ ἕδρης· ἀλεξητήρια δὲ τουτέων γεγράψεται. ἄνευ μὲν οὖν ῤοφημάτων μελικρήτῳ χρεόμενος ἀντ’ ἄλλου ποτοῦ ἐν ταύτῃσι τῇσι νούσοισι πολλὰ ἂν εὐτυχοίης, καὶ οὐκ ἂν πολλὰ ἀτυχοίης· οἷσι δὲ δοτέον, καὶ οἷσιν οὐ δοτέον, τὰ μέγιστα εἴρηται, καὶ δι’ ἃ οὐ δοτέον Κατέγνωσται δὲ μελίκρητον ὑπὸ τῶν ἀνθρώπων, ὡς καταγυιοῖ τοὺς πίνοντας, καὶ διὰ τοῦτο ταχυθάνατον εἶναι νενόμισται· ἐκλήθη δὲ τοῦτο διὰ τοὺς ἀποκαρτερέοντας· ἔνιοι γὰρ μελικρήτῳ μούνῳ χρέονται ποτῷ, ὡς τοιούτῳ δῆθεν ἐόντι· τὸ δὲ οὐ παντάπασιν ὧδε ἔχει· ἀλλ’ ὕδατος μὲν πολλῷ ἰσχυρότερόν ἐστι πινόμενον μοῦνον, εἰ μὴ ταράσσοι τὴν κοιλίην· ἀτὰρ καὶ οἴνου λεπτοῦ καὶ ὀλιγοφόρου καὶ ἀνόσμου ᾗ μὲν ἰσχυρότερον, ᾗ δὲ ἀσθενέστερον. μέγα μὴν διαφέρει καὶ οἴνου καὶ μέλιτος ἀκρητότης· ἐς ἰσχὺν ἀμφοτέρων δ’ ὅμως τούτων, εἰ διπλάσιον μέτρον οἴνου ἀκρήτου πίνοι τις ἢ ὁκόσον μέλι ἐκλείχοι, πολλῷ ἂν δήπου ἰσχυρότερος εἴη ὑπὸ τοῦ μέλιτος, εἰ μοῦνον μὴ ταράσσοι τὴν κοιλίην· πολλαπλάσιον γὰρ καὶ τὸ κόπριον διεξίο ἂν αὐτέῳ. εἰ μέντοι ῤοφήματι χρέοιτο πτισάνῃ, ἐπιπίνοι δὲ μελίκρητον, ἄγαν πλησμονῶδες ἂν εἴη καὶ φυσῶδες, καὶ τοῖσι κατὰ τὰ ὑποχόνδρια σπλάγχνοισιν ἀξύμφορον· προπινόμενον μέντοι πρὸ ῤοφήματος μελίκρητον οὐ βλάπτει ὡς μεταπινόμενον, ἀλλά τι καὶ ὠφελέει. ἑφθὸν δὲ μελίκρητον ἐσιδεῖν μὲν πολλῷ κάλλιον τοῦ ὠμοῦ· λαμπρὸν γὰρ καὶ λεπτὸν καὶ λευκὸν καὶ διαφανὲς γίγνεται· ἀρετὴν δὲ ἥντινα αὐτέῳ προσθέω διαφέρουσάν τι τοῦ ὠμοῦ οὐκ ἔχω· οὐδὲ γὰρ ἥδιόν ἐστι τοῦ ὠμοῦ, ἢν τυγχάνῃ γε τὸ μέλι καλὸν ἐόν· ἀσθενέστερον μέντοι γε τοῦ ὠμοῦ καὶ ἀκοπρωδέστερόν ἐστιν· ὡν οὐδετέρης τιμωρίης προσδέεται μελίκρητον. ἄγχιστα δὲ χρηστέον αὐτέῳ τοιῷδε ἐόντι, εἰ τὸ μέλι τυγχάνοι πονηρὸν ἐὸν καὶ ἀκάθαρτον καὶ μέλαν καὶ μὴ εὐῶδες· ἀφέλοιτο γὰρ ἂν ἡ ἕψησις τῶν κακοτήτων αὐτέου τὰ πλείονα τοῦ αἴσχεος. [Acut. 16] τὸ δὲ ὀξύμελι καλεύμενον ποτὸν πολλαχοῦ μὲν εὔχρηστον ἐν ταύτῃσι τῇσι νούσοισιν εὑρήσεις ἐόν· καὶ γὰρ πτυάλου ἀναγωγόν ἐστι, καὶ εὔπνοον. καιροὺς μέντοι τοιούσδε ἔχει· τὸ μὲν γὰρ κάρτα ὀξὺ οὐδὲν ἂν μέσον ποιήσειε πρὸς τὰ πτύελα τὰ μὴ ῤηϊδίως ἀνιόντα· εἰ γὰρ ἀνάγοι μὲν τὰ ἐγκέρχνοντα, καὶ ὄλισθον ἐμποιήσειε, καὶ ὥσπερ διαπτερώσειε τὸν βρόγχον, παρηγορήσειεν ἂν τὸν πλεύμονα· μαλθακτικὸν γὰρ αὐτέου· καὶ εἰ μὲν ταῦτα ξυγκυρήσειε, μεγάλην ἂν ὠφελείην ποιήσειεν. ἔστι δ’ ὅτε τὸ κάρτα ὀξὺ οὐκ ἐκράτησε τῆς ἀναγωγῆς τοῦ πτυέλου, ἀλλὰ προσεγλίσχρηνέ τε καὶ ἔβλαψεν· μάλιστα δὲ τοῦτο πάσχουσιν οἵπερ καὶ ἄλλως ὀλέθριοί εἰσι, καὶ ἀδύνατοι βήσσειν τε καὶ ἀποχρέμπτεσθαι τὰ ἐνεχόμενα. ἐς μὲν οὖν τόδε προστεκμαίρεσθαι χρὴ τὴν ῤώμην τοῦ κάμνοντος, κἢν ἐλπίδα ἔχῃ, διδόναι· διδόναι δὲ, ἢν διδῷς, ἀκροχλίαρον καὶ κατ’ ὀλίγον τὸ τοιόνδε, καὶ μὴ λάβρως. τὸ μέντοι ὀλίγον ἔποξυ ὑγραίνει μὲν τὸ στόμα καὶ φάρυγγα· ἀναγωγὸν δὲ πτυέλου ἐστὶ καὶ ἄδιψον· ὑποχονδρίῳ δὲ καὶ σπλάγχνοισι καὶ ταύτῃ εὐμενές· καὶ τὰς ἀπὸ μέλιτος βλάβας κωλύει· τὸ γὰρ χολῶδες ἐν μέλιτι κολάζεται. ἔστι δὲ καὶ φυσέων καταῤῥηκτικὸν, καὶ ἐς οὔρησιν προτρεπτικόν· ἐντέρου μέντοι τῷ κάτω μέρει πλαδαρώτερον, καὶ ξύσματα ἐμποιέει· ἔστι δ’ ὅτε καὶ φλαῦρον τοῦτο ἐν τῇσιν ὀξείῃσι νούσοισι γίγνεται, μάλιστα μὲν ὅτι φῦσαν κωλύει περαιοῦσθαι, ἀλλὰ παλινδρομέειν ποιέει· ἔτι δὲ καὶ ἄλλως γυιοῖ καὶ τὰ ἀκρωτήρια ψύχει· ταύτην καὶ οἶδα μούνην δι’ ὀξυμέλιτος γιγνομένην βλάβην, ἥτις καὶ ἀξίη γραφῆς. ὀλίγον δὲ τὸ τοιόνδε ποτὸν νυκτὸς μὲν καὶ νήστει πρὸ ῤοφήματος ἐπιτήδειον προπίνεσθαι· ἀτὰρ καὶ ὁκόταν πουλὺ μετὰ ῤόφημα ᾖ, οὐδὲν κωλύει πίνειν. τοῖσι δὲ ποτῷ μοῦνον διαιτωμένοισιν ἄνευ ῤοφημάτων διὰ τόδε οὐκ ἐπιτήδειόν ἐστιν αἰεὶ καὶ διὰ παντὸς χρέεσθαι τούτῳ, μάλιστα μὲν διὰ ξύσιν ἢ τρηχυσμὸν τοῦ ἐντέρου (ἀκόπρῳ γὰρ ἐόντι μᾶλλον ἐμποιέοι ἂν, καὶ ταῦτα κενεαγγείης παρεούσης)· ἔπειτα δὲ καὶ τὸ μελίκρητον τῆς ἰσχύος ἀφαιρέοιτο ἄν. ἢν μέντοι ἀρήγειν φαίνηται πρὸς τὴν ξύμπασαν νοῦσον, πολλῷ ποτῷ τούτῳ χρέεσθαι, ὀλίγον χρὴ τὸ ὄξος παραχέειν, ὅσον μοῦνον γιγνώσκεσθαι· οὕτω γὰρ καὶ ἃ φιλέει βλάπτειν, ἥκιστα ἂν βλάπτοι, καὶ ἃ δεῖται προσωφελέειν, προσωφελοίη ἄν. εν κεφαλαίῳ δ’ εἴρησθαι, αἱ ἀπὸ ὀξέος ὀξύτητες πικροχόλοισι μᾶλλον ἢ μελαγχολικοῖσι ξυμφέρουσι· τὰ μὲν γὰρ πικρὰ διαλύεται καὶ ἐκφλεγματοῦται, μετεωριζόμενα ὑπ’ αὐτέου· τὰ δὲ μέλανα ζυμοῦται καὶ μετεωρίζεται καὶ πολλαπλασιοῦται· ἀναγωγὸν γὰρ μελάνων, ὄξος. γυναιξὶ δὲ τὸ ἐπίπαν πολεμιώτερον ἢ ἀνδράσιν ὄξος· ὑστεραλγὲς γάρ ἐστιν. [Acut. 17] ὕδατι δὲ ποτῷ ἐν τῇσιν ὀξείῃσι νούσοισιν ἄλλο μὲν οὐδὲν ἔχω ἔργον ὅ τι προσθέω· οὔτε γὰρ βηχὸς παρηγορικόν ἐστιν ἐν τοῖσι περιπλευμονικοῖσιν, οὔτε πτυέλου ἀναγωγὸν, ἀλλ’ ἧσσον τῶν ἄλλων, εἴ τις διὰ παντὸς ὕδατι ποτῷ χρέοιτο. μεσηγὺ μέντοι ὀξυμέλιτος καὶ μελικρήτου ὕδωρ ἐπιῤῥοφεόμενον ὀλίγον πτυέλου ἀναγωγόν ἐστι διὰ τὴν μεταβολὴν τῆς ποιότητος τῶν ποτῶν· πλημμυρίδα γάρ τινα ἐμποιέει. ἄλλως δὲ οὔτε δίψαν παύει, ἀλλ’ ἐπιπικραίνει· χολῶδες γὰρ φύσει χολώδει, καὶ ὑποχονδρίῳ κακόν· καὶ κάκιστον ἑωυτοῦ καὶ χολωδέστατον καὶ φιλαδυναμώτατον, ὅταν ἐς κενεότητα ἐσέλθη· καὶ σπληνὸς δὲ αὐξητικὸν καὶ ἤπατός ἐστιν, ὁκόταν πεπυρωμένον ἦ· καὶ ἐγκλυδαστικόν τε καὶ ἐπιπολαστικόν· βραδύπορόν τε γάρ ἐστι διὰ τὸ ὑπόψυχρον καὶ ἄπεπτον εἶναι· καὶ οὔτε διαχωρητικὸν, οὔτε διουρητικόν· προσβλάπτει δέ τι καὶ διὰ τόδε, ὅτι ἄκοπρόν ἐστι φύσει· ἢν δὲ δὴ καὶ ποδῶν ψυχρῶν ποτε ἐόντων ποθῇ, πάντα ταῦτα πολλαπλασίως βλάπτει, ἐς ὅ τι ἂν αὐτέων ὁρμήσῃ. Ὑποπτεύσαντι μέντοι ἐν ταύτῃσι τῇσι νούσοισιν ἢ καρηβαρίην ἰσχυρὴν ἢ φρενῶν ἅψιν, παντάπασιν οἴνου ἀποσχετέον· ὕδατι δὲ ἐν τῷ τοιῷδε χρηστέον, ἢ ὑδαρέα καὶ κιῤῥὸν παντελῶς δοτέον οἶνον καὶ ἄοσμον παντάπασι, καὶ μετὰ τὴν πόσιν αὐτοῦ ὕδωρ μεταποτέον ὀλίγον· οὕτω γὰρ ἂν ἧσσον τὸ ἀπὸ τοῦ οἴνου μένος ἅπτοιτο τῆς κεφαλῆς καὶ γνώμης· ἐν οἷσι δὲ μάλιστα αὐτέων ὕδατι ποτῷ χρηστέον, καὶ ὁκότε πολλῷ κάρτα, καὶ ὅκου μετρίῳ, καὶ ὅκου ψυχρῷ, καὶ ὅκου θερμῷ, τὰ μέν που πρόσθεν εἰρέαται, τὰ δὲ ἐν αὐτέοισι τοῖσι καιροῖσι ῤηθήσεται. κατὰ ταῦτα δὲ καὶ περὶ τῶν ἄλλων ποτῶν, οἷον τὸ κρίθινον, καὶ τὰ ἀπὸ χλοίης ποιεύμενα, καὶ τὰ ἀπὸ σταφίδος καὶ στεμφύλων καὶ πυρῶν καὶ κνήκου καὶ μύρτων καὶ ῤοιῆς καὶ τῶν ἄλλων, ὅταν τινὸς αὐτέων καιρὸς ᾖ χρέεσθαι, γεγράψεται παρ’ αὐτέῳ τῷ νουσήματι, ὅκως περ καὶ τἄλλα τῶν ξυνθέτων φαρμάκων. [Acut. 18] λουτρὸν δὲ συχνοῖσι τῶν νουσημάτων ἀρήγοι ἂν χρεομένοισιν, ἐς τὰ μὲν ξυνεχέως, ἐς τὰ δ’ οὔ. ἔστι δὲ ὅτε ἧσσον χρηστέον διὰ τὴν ἀπαρασκευασίην τῶν ἀνθρώπων· ἐν ὀλίγῃσι γὰρ οἰκίῃσι παρεσκεύασται τὰ ἄρμενα καὶ οἱ θεραπεύοντες ὡς δεῖ· εἰ δὲ μὴ παγκάλως λούοιτο, βλάπτοιτ’ ἂν οὐ σμικρά· καὶ γὰρ σκέπης ἀκάπνου δεῖ, καὶ ὕδατος δαψιλέος, καὶ τοῦ λουτροῦ συχνοῦ καὶ μὴ λίην λάβρου, ἤν γε μὴ οὕτω δέῃ. καὶ μᾶλλον μὲν μὴ σμήχεσθαι· ἢν δὲ σμήχηται, θερμῷ χρέεσθαι αὐτέῳ καὶ πολλαπλασίῳ ἢ ὡς νομίζεται σμήγματι, καὶ προσκαταχέεσθαι μὴ ὀλίγῳ, καὶ ταχέως μετακαταχέεσθαι. δεῖ δὲ καὶ τῆς ὁδοῦ βραχείης ἐς τὴν πύελον, καὶ ἐς εὐέμβατον καὶ ἐς εὐέκβατον· εἶναι δὲ καὶ τὸν λουόμενον κόσμιον καὶ σιγηλὸν, καὶ μηδὲν αὐτὸν προσεξεργάζεσθαι, ἀλλ’ ἄλλους καὶ καταχέειν καὶ σμήχειν· καὶ μετακέρασμα πολλὸν ἡτοιμᾶσθαι, καὶ τὰς ἐπαντλήσιας ταχείας ποιέεσθαι· καὶ σπόγγοισι χρέεσθαι ἀντὶ στλεγγίδος, καὶ μὴ ἄγαν ξηρὸν χρίεσθαι τὸ σῶμα. κεφαλὴν μέντοι ἀνεξηράνθαι χρὴ ὡς οἷόν τε μάλιστα ὑπὸ σπόγγου ἐκμασσομένην, καὶ μὴ διαψύχεσθαι τὰ ἄκρεα, μήτε τὴν κεφαλὴν, μήτε τὸ ἄλλο σῶμα· καὶ μήτε νεοῤῥόφητον μήτε νεόποτον λούεσθαι, μηδὲ ῤοφέειν, μηδὲ πίνειν ταχὺ μετὰ τὸ λουτρόν. μέγα μὲν δὴ μέρος χρὴ νέμειν τῷ κάμνοντι, ἢν ὑγιαίνων ᾖ φιλόλουτρος ἄγαν καὶ εἰθισμένος λούεσθαι· καὶ γὰρ ποθέουσι μᾶλλον οἱ τοιοίδε, καὶ ὠφελέονται λουσάμενοι, καὶ βλάπτονται μὴ λουσάμενοι. ἁρμόζει δὲ ἐν περιπλευμονίῃσι μᾶλλον ἢ ἐν καύσοισι τὸ ἐπίπαν· καὶ γὰρ ὀδύνης τῆς κατὰ πλευρὴν καὶ στήθεα καὶ μετάφρενον παρηγορικόν ἐστι τὸ λουτρὸν, καὶ πτυέλου πεπαντικὸν καὶ ἀναγωγὸν, καὶ εὔπνοον καὶ ἄκοπον· μαλθακτικὸν γὰρ καὶ ἄρθρων καὶ τοῦ ἐπιπολαίου δέρματος· καὶ οὐρητικὸν δὲ, καὶ καρηβαρίην λύει, καὶ ῤῖνας ὑγραίνει. ἀγαθὰ μὲν οὖν λουτρῷ τοσαῦτα πάρεστιν, ὧν πάντων δεῖ· ἢν μέντοι τῆς παρασκευῆς ἔνδειά τις ᾖ ἑνὸς ἢ πλειόνων, κίνδυνος μὴ λυσιτελέειν τὸ λουτρὸν, ἀλλὰ μᾶλλον βλάπτειν· ἓν γὰρ ἕκαστον αὐτέων μεγάλην φέρει τὴν βλάβην, μὴ παρασκευασθὲν ὑπὸ τῶν ὑπουργῶν ὡς δεῖ. ἥκιστα δὲ λούειν καιρὸς τούτους οἷσιν ἡ κοιλίη ὑγροτέρη τοῦ καιροῦ ἐν τῇσι νούσοισιν· ἀτὰρ οὐδὲ οἷσιν ἕστηκε μᾶλλον τοῦ καιροῦ καὶ μὴ προδιελήλυθεν· οὐδὲ δὴ τοὺς γεγυιωμένους χρὴ λούειν, οὐδὲ τοὺς ἀσώδεας ἢ ἐμετικοὺς, οὐδὲ τοὺς ἐπανερευγομένους χολῶδες, οὐδὲ τοὺς ἐκ ῤινῶν αἱμοῤῥαγέοντας, εἰ μὴ ἔλασσον τοῦ καιροῦ ῤέοι· τοὺς δὲ καιροὺς οἶδας· ἢν δὲ ἔλασσον τοῦ καιροῦ ῤέοι, λούειν, ἤν τε ὅλον τὸ σῶμα πρὸς τὰ ἄλλα ἀρήγῃ, ἤν τε τὴν κεφαλὴν μοῦνον. ἢν οὖν αἵ τε παρασκευαὶ ἔωσιν ἐπιτήδειοι καὶ ὁ κάμνων μέλλῃ εὖ δέξασθαι τὸ λουτρὸν, λούειν χρὴ ἑκάστης ἡμέρης· τοὺς δὲ φιλολουτρέοντας οὐδ’ εἰ δὶς τῆς ἡμέρης λούοις, οὐδὲν ἂν βλάπτοις. χρέεσθαι δὲ λουτροῖσι τοῖσιν ὅλῃσι πτισάνῃσι χρεομένοισι παραπουλὺ μᾶλλον ἐνδέχεται, ἢ τοῖσι χυλῷ μοῦνον χρεομένοισιν· ἐνδέχεται δὲ καὶ τουτέοισιν ἐνίοτε· ἥκιστα δὲ καὶ τοῖσι ποτῷ μοῦνον χρεομένοισιν· ἔστι δὲ καὶ οἷσι τουτέων ἐνδέχεται· τεκμαίρεσθαι δὲ χρὴ τοῖσι προγεγραμμένοισιν οὕς τε μέλλει λουτρὸν ὠφελέειν ἐν ἑκάστοισι τῶν τρόπων τῆς διαίτης, οὕς τε μή. οἷσι μὲν γὰρ προσδέεταί τινος κάρτα τουτέων, ὁκόσα λουτρὸν ἀγαθὰ ποιέει, καὶ πρόσεστιν αὐτέοισιν ὅσα ἂν λουτρῷ ὠφελέηται, δεῖ λούειν· οἷσι δὲ τουτέων μηδενὸς προσδεῖ, καὶ πρόσεστιν αὐτέοισι τῶν σημείων ἐφ’ οἷσι λούεσθαι οὐ ξυμφέρει, οὐ δεῖ λούειν. ### Νόθα [Acut. App. 1] καῦσος γίγνεται, ὁκόταν ἀναξηρανθέντα τὰ φλέβια ἐν θερινῇ ὥρῃ ἐπισπάσηται δριμέας καὶ χολώδεας ἰχῶρας ἐς ἑωυτά· καὶ πυρετὸς πολὺς ἴσχει, τό τε σῶμα ὡς ὑπὸ κόπου ἐχόμενον κοπιᾷ καὶ ἀλγέει. γίγνεται δὲ ὡς ἐπιτοπουλὺ καὶ ἐκ πορείης μακρῆς καὶ δίψεος μακροῦ, ὁκόταν ἀναξηρανθέντα τὰ φλέβια δριμέα καὶ θερμὰ ῤεύματα ἐπισπάσηται. γίγνεται δὲ ἡ γλῶσσα τρηχείη καὶ ξηρὴ καὶ μέλαινα κάρτα· καὶ τὰ περὶ τὴν νηδὺν δακνόμενος ἀλγέει· τά τε ὑποχωρήματα ἔξυγρα καὶ ὠχρὰ γίγνεται, καὶ δίψαι σφοδραὶ ἔνεισι, καὶ ἀγρυπνίη, ἐνίοτε δὲ καὶ παραλλάξιες φρενῶν. τῷ τοιῷδε δίδου πίνειν ὕδωρ τε καὶ μελίκρητον ἑφθὸν ὑδαρὲς ὁκόσον ἐθέλει· κἂν πικρὸν τὸ στόμα γίγνηται, ἐμέειν ξυμφέρει, καὶ τὴν κοιλίην ὑποκλύσαι· ἢν δὲ μὴ πρὸς ταῦτα λύηται, γάλα ὄνου ἑψήσας κάθαιρε. ἁλμυρὸν δὲ μηδὲν μηδὲ δριμὺ προσφέρειν, οὐ γὰρ ὑποίσει· ῤοφήματα δὲ, ἕως ἂν ἔξω τῶν κρισίμων γένηται, μὴ δίδου. κἢν αἷμα ἐκ τῶν ῤινῶν ῤυῇ, λύεται τὸ πάθος, κἢν ἱδρῶτες ἐπιγένωνται κριτικοὶ γνήσιοι μετ’ οὔρων λευκῶν. παχέων καὶ λείων ὑφισταμένων, κἢν ἀπόστημά που γένηται· ἢν δ’ ἄνευ τούτων λυθῇ, ὑποστροφὴ πάλιν ἔσται τῆς ἀῤῥωστίης, ἢ ἰσχίων ἢ σκελέων ἄλγημα ξυμβήσεται, καὶ πτύσεται παχέα, ἢν μέλλῃ ὑγιὴς ἔσεσθαι. καύσου γένος ἄλλο. κοιλίη ὑπάγουσα, δίψης μεστὴ, γλῶσσα τρηχείη, ξηρὴ, ἁλυκώδης· οὔρων ἀπόληψις· ἀγρυπνίη· ἀκρωτήρια ἐψυγμένα. τῷ τοιούτῳ ἢν μὴ αἷμα ἐκ ῤινῶν ῤυῇ, ἢ ἀπόστημα περὶ τράχηλον γένηται, ἢ σκελέων ἄλγημα, καὶ πτύσματα παχέα πτύσῃ (ταῦτα δὲ ξυστάσης τῆς κοιλίης γίγνεται, ἢ ἰσχίου ὀδύνη, ἢ αἰδοίου πελίωμα), οὐ κρίνεται· καὶ ὄρχις ἐνταθεὶς κριτικόν. Ῥοφήματα ἐπισπαστικὰ δίδου. [Acut. App. 2] τὰ δ’ ὀξέα πάθεα, φλεβοτομήσεις, ἢν ἰσχυρὸν φαίνηται τὸ νούσημα, καὶ οἱ ἔχοντες ἀκμάζωσι τῇ ἡλικίῃ, καὶ ῤώμη παρῇ αὐτέοισιν. ἢν μὲν οὖν σύναγχος ᾖ, ἐκλεικτοῖσιν ἀνακάθαιρε, εἴτ’ ἄλλο τι τῶν πλευριτικῶν· ἢν δὲ ἀσθενέστεροι φαίνωνται, ἢ καὶ πλείω τοῦ αἵματος ἀφέλῃς, κλυσμῷ κατὰ τὴν κοιλίην χρέεσθαι διὰ τρίτης ἡμέρης, ἕως ἂν ἐν ἀσφαλείῃ γένοιτο ὁ νοσέων, καὶ λιμῷ, εἰ χρῄζοι. [Acut. App. 3] φλεγμαίνοντα ὑποχόνδρια μὴ πνευμάτων ἀπολήψει, φρενῶν ἐντάσιες, ἢ πνευμάτων προστάσιες, ὀρθοπνοίης ξηρῆς, οἷσι μὴ πῦον ὕπεστιν, ἀλλὰ ὑπὸ πνεύματος ἀπολήψιος τὰ παθήματα ταῦτα ὑπογίγνεται, μάλιστα δὲ ἥπατος περιωδυνίαι, καὶ σπληνὸς βαρέα, καὶ ἄλλαι φλεγμασίαι τε καὶ ὑπὲρ φρενῶν περιωδυνίαι, καὶ ξυστροφαὶ νουσημάτων, οὐ δύνανται λύεσθαι, ἤν τις πρῶτον ἐπιχειρέῃ φαρμακεύειν· ἀλλὰ φλεβοτομίη τῶν τοιῶνδε ἡγεμονικόν ἐστιν· ἔπειτα δὲ ἐπὶ κλυσμὸν, ἢν μὴ μέγα καὶ ἰσχυρὸν τὸ νούσημα ᾖ· εἰ δὲ μὴ, καὶ ὕστερον φαρμακείης δεῖ· δέεται δὲ ἀσφαλείης καὶ μετριότητος μετὰ φαρμακείης φλεβοτομίη. ὁκόσοι δὲ τὰ φλεγμαίνοντα ἐν ἀρχῇ τῶν νούσων εὐθέως ἐπιχειρέουσι λύειν φαρμακείῃ, τοῦ μὲν ξυντεταμένου καὶ φλεγμαίνοντος οὐδὲν ἀφαιρέουσιν· οὐ γὰρ ἐνδιδοῖ ὠμὸν ἐὸν τὸ πάθος· τὰ δὲ ἀντέχοντα τῷ νουσήματι καὶ ὑγιεινὰ ξυντήκουσιν· ἀσθενέος δὲ τοῦ σώματος γενομένου, τὸ νούσημα ἐπικρατέει· ὁκόταν δὲ τὸ νούσημα ἐπικρατήσῃ τοῦ σώματος, τὸ τοιόνδε ἀνιήτως ἔχει. [Acut. App. 4] τὸ δὲ ἄφωνον τινὰ ἐξαίφνης γενέσθαι, φλεβῶν ἀπολήψιες λυπέουσιν, ἢν ὑγιαίνοντι τόδε ξυμβῇ ἄνευ προφάσιος ἢ ἄλλης αἰτίης ἰσχυρῆς· φλεβοτομέειν οὖν χρὴ τὸν βραχίονα τὸν δεξιὸν τὴν ἔσω φλέβα, καὶ ἀφαιρέειν τοῦ αἵματος, κατὰ τὴν ἕξιν καὶ τὴν ἡλικίην διαλογιζόμενον τὸ πλεῖον καὶ τὸ ἔλασσον. ξυμπίπτει δὲ τοῖσι πλείστοισιν αὐτέων τοιάδε· ἐρυθήματα προσώπου, ὀμμάτων στάσιες, χειρῶν διαστάσιες, ὀδόντων τρισμοὶ, σφυγμοὶ, σιηγόνων ξυναγωγὴ, καὶ κατάψυξις ἀκρωτηρίων, πνευμάτων ἀπολήψιες ἀνὰ τὰς φλέβας. [Acut. App. 5] ὁκόταν ἀλγήματα προγένηται, μελαίνης χολῆς καὶ δριμέων ῤευμάτων ἐπιῤῥύσιες γίγνονται· ἀλγέει δὲ τὰ ἐντὸς δακνόμενος· δηχθεῖσαι δὲ καὶ λίην ξηραὶ γενόμεναι αἱ φλέβες ἐντείνονταί τε καὶ φλεγμαίνουσαι ἐπισπῶνται τὰ ἐπιῤῥέοντα· ὅθεν διαφθαρέντος τοῦ αἵματος, καὶ τῶν πνευμάτων οὐ δυναμένων ἐν αὐτῷ τὰς κατὰ φύσιν ὁδοὺς βαδίζειν, καταψύξιές τε γίγνονται ὑπὸ τῆς στάσιος, καὶ σκοτώσιες, καὶ ἀφωνίη, καὶ καρηβαρίη, καὶ σπασμοὶ, ἢν ἤδη ἐπὶ τὴν καρδίην ἢ τὸ ἧπαρ ἢ ἐπὶ τὴν φλέβα ἔλθῃ· ἔνθεν ἐπίληπτοι γίγνονται ἢ παραπλῆγες, ἢν ἐς τοὺς περιέχοντας τόπους ἐμπέσῃ τὰ ῤεύματα, καὶ ὑπὸ τῶν πνευμάτων οὐ δυναμένων διεξιέναι καταξηρανθῇ. ἀλλὰ χρὴ τοὺς τοιούτους προπυριῶντα φλεβοτομέειν ἐν ἀρχῇσιν εὐθέως, μετεώρων ἐόντων πάντων τῶν λυπεόντων πνευμάτων καὶ ῤευμάτων· εὐβοηθητότερα γάρ ἐστιν· καὶ ἀναλαμβάνοντα, καὶ τὰς κρίσιας ἐπιθεωρέοντα, φαρμακεύειν, ἢν μὴ κουφίζηται, ἄνω· τὴν δὲ κάτω κοιλίην, ἢν μὴ ὑποχωρέῃ κλυσμῷ, ὄνου γάλα ἑφθὸν δίδου, καὶ πινέτω μὴ ἔλασσον δώδεκα κοτυλῶν· ἢν δὲ ῤώμη περιέχῃ, πλεῖον ἑκκαίδεκα. [Acut. App. 6] Σύναγχος δὲ γίνεται, ὁκόταν ἐκ τῆς κεφαλῆς ῤεῦμα πουλὺ καὶ κολλῶδες ὥρην χειμερινὴν ἢ ἐαρινὴν ἐς τὰς σφαγίτιδας φλέβας ἐπιῤῥυῇ, καὶ τὸ ῤεῦμα πλεῖον διὰ τὴν εὐρύτητα ἐπισπάσωνται· ὁκόταν δὲ ψυχρὸν τε ἐὸν καὶ κολλῶδες ἐμφράξηται, τοῦ πνεύματος τὰς διεξόδους καὶ τοῦ αἵματος ἀποφράσσον, πήγνυσι τὰ ξύνεγγυς τοῦ αἵματος, καὶ ἀκίνητον καὶ στάσιμον ποιέει, φύσει ψυχρον ἐὸν καὶ ἐμφρακτικόν. διὰ τοῦτο πνίγονται, τῆς γλώσσης ἀποπελιουμένης καὶ στρογγυλουμένης καὶ ἀνακαμπτομένης διὰ τὰς φλέβας τὰς ὑπὸ τὴν γλῶσσαν· τῆς γὰρ ὑποταμνομένης σταφυλῆς, ἣν δὴ κιονίδα καλεῦσιν, ἑκατέρωθεν φλὲψ παχείη. ὁκόταν οὖν πλήρεες αὗται ἐοῦσαι ἐς τὴν γλῶσσαν ἐναποστηρίζωνται ἀραιὴν ἐοῦσαν καὶ σπογγοειδέα, διὰ τὴν ξηρασίην ὑπὸ βίης τὸ ἐκ τῶν φλεβῶν δεχομένη ὑγρὸν, ἐκ πλατείης μὲν στρογγύλη γίνεται, ἐξ εὐχρόου δὲ πελιδνὴ, ἐκ μαλθακῆς δὲ σκληρὴ, ἐξ εὐκάμπτου δὲ ἄκαμπτος, ὥστε ταχέως ἀποπνίγεσθαι, ἢν μή τις ὀξέως βοηθῇ. φλεβοτομίην τε ποιεύμενος ἀπὸ βραχιόνων, καὶ τὰς ὑπὸ τὴν γλῶσσαν φλέβας ὑποτάμνων, καὶ φαρμακεύων τοῖσιν ἐκλεικτοῖσι, καὶ ἀναγαργαρίζων θερμοῖσι, καὶ κεφαλὴν ὑποξυρῶν, καὶ κήρωμα κεφαλῇ καὶ τραχήλῳ περιτιθέναι, καὶ εἰρίοισι περιελίσσειν, καὶ σπόγγοισι μαλθακοῖσιν, ἐν ὕδατι θερμῷ ἐκπιεζεῦντα, πυριῇν· πίνειν τε ὕδωρ καὶ μελίκρητον μὴ ψυχρά· χυλὸν δε προσφέρειν, ὁκόταν ἐκ κρίσιος ἐν ἀσφαλείῃ ἤδη ᾖ. ὁκόταν ἐν θερινῇ ἢ μετοπωρινῇ ὥρῃ ἐκ κεφαλῆς θερμὸν τὸ ῤεῦμα καταῤῥυῇ, καὶ νιτρῶδες ᾖ, ἅτε ὑπὸ τῆς ὥρης δριμὺ καὶ θερμὸν γεγενημένον, δάκνει τοιόνδε ἐὸν, καὶ ἑλκοῖ, καὶ πνεύματος ἐμπίπλησι, καὶ ὀρθοπνοίη παραγίγνεται καὶ ξηρασίη πολλὴ, καὶ τὰ θεωρεύμενα ἰσχνὰ φαίνεται, καὶ τοὺς ὄπισθεν τένοντας ἐν τῷ τραχήλῳ ξυντείνεται, καὶ δοκέει οἱ τέτανος ἐντετάσθαι, καὶ ἡ φωνὴ ἀπέῤῥωγε, καὶ τὸ πνεῦμα σμικρὸν, καὶ ἡ ἀντίσπασις τοῦ πνεύματος πυκνὴ καὶ βιαίη παραγίγνεται. οἱ τοιοίδε τὴν ἀρτηρίην ἑλκοῦνται, καὶ τὸν πλεύμονα πίμπρανται, οὐ δυνάμενοι τὸ ἔξωθεν πνεῦμα ἐπάγεσθαι. τοῖσι τοιουτέοισι δὲ ἢν μὴ ἐς τὰ ἔξω μέρεα τοῦ τραχήλου ἑκουσίῃ ἀποφέρηται, δεινότερα καὶ ἀφυκτότερα ἐστὶ, καὶ διὰ τὴν ὥρην, καὶ ὅτι ἀπὸ θερμῶν καὶ δριμέων. [Acut. App. 7] ἢν πυρετὸς λάβῃ παλαιῆς κόπρου ὑπεούσης, νεοβρῶτι ἐόντι, ἤν τε ξὺν ὀδύνῃ πλευροῦ, ἤν τε μὴ, ἡσυχίην ἄγειν μέχρις οὗ καταβῇ τὰ σιτία πρῶτον ἐς τὴν κάτω κοιλίην· πόματι δὲ χρεέσθω ὀξυμέλιτι· ὁκόταν δὲ ἐς τὴν ὀσφὺν βάρος ἥκῃ, κάτω κλύσαι κλυσμῷ, ἢ καθᾶραι φαρμάκῳ· ὁκόταν δὲ καθαρθῇ, διαιτᾷν ῤοφήματι πρῶτον καὶ πόματι μελικρήτῳ· ἔπειτα σιτίοισι καὶ ἰχθύσιν ἑφθοῖσι καὶ οἴνῳ ὑδαρεῖ, ἐς νύκτα ὀλίγῳ· ἡμέρῃ δὲ ὑδαρὲς μελίκρητον. ὁκόταν δὲ αἱ φῦσαι δυσώδεες ἔωσιν, οὕτως ἢ βαλάνῳ ἢ κλυσμῷ· εἰ δὲ μὴ, ἐπισχεῖν ὀξύμελι πίνοντα, ἕως ἂν καταβῇ ἐς τὴν κάτω κοιλίην, εἶθ’ οὕτω κλυσμῷ ὑπαγαγεῖν. ἢν δὲ λαπαρῷ ἐόντι καῦσος ἐπιγένηται, ἤν σοι δοκέῃ φαρμακεύειν ἐπιτηδείως ἔχειν, ἔσω τριῶν ἡμερέων μὴ φαρμακεύειν, ἀλλ’ ἢ τεταρταῖον. ὁκόταν δὲ φαρμακεύσῃς, τοῖσι ῤοφήμασι χρῶ, διαφυλάσσων τοὺς παροξυσμοὺς τῶν πυρετῶν, ὅκως μηδέποτε προσοίσεις μελλόντων ἔσεσθαι τῶν πυρετῶν, ἀλλὰ ληγόντων, ἀλλὰ παυσαμένων, καὶ ὡς ποῤῥωτάτω ἀπὸ τῆς ἀρχῆς. ποδῶν δὲ ψυχρῶν ἐόντων, μήτε ποτὸν μήτε ῤόφημα μήτ’ ἄλλο μηδὲν δίδου τοιόνδε, ἀλλὰ μέγιστον ἡγοῖο τοῦτ’ εἰναι διαφυλάσσεσθαι, ἕως ἂν διάθερμοι σφόδρα γένωνται· εἶθ’ οὕτω τὸ ξυμφέρον πρόσφερε. ὡς γὰρ ἐπιτοπουλὺ σημεῖόν ἐστι μέλλοντος παροξύνεσθαι τοῦ πυρετοῦ ψύξις ποδῶν· εἰ δ’ ἐν τοιούτῳ καιρῷ προσοίσεις, ἅπαντα τὰ μέγιστα ἐξαμαρτήσεις· τὸ γὰρ νούσημα αὐξήσεις οὐ σμικρῶς. ὁκόταν δὲ ὁ πυρετὸς λήγῃ, τοὐναντίον οἱ πόδες θερμότεροι γίγνονται τοῦ ἄλλου σώματος· αὔξεται μὲν γὰρ ψύχων τοὺς πόδας, ἐξαπτόμενος ἐκ τοῦ θώρηκος, ἐς τὴν κεφαλὴν ἀναπέμπων τὴν φλόγα· ξυνδεδραμηκότος δὲ ἅλες τοῦ θερμοῦ ἅπαντος ἄνω, καὶ ἀναθυμιωμένου ἐς τὴν κεφαλὴν, εἰκότως οἱ πόδες ψυχροὶ γίγνονται, ἄσαρκες καὶ νευρώδεες φύσει ἐόντες· ἔτι δὲ πουλὺ ἀπέχοντες τῶν θερμοτάτων τόπων ψύχονται, ξυναθροιζομένου τοῦ θερμοῦ ἐς τὸν θώρηκα· καὶ πάλιν ἀνάλογον, λυομένου τοῦ πυρετοῦ καὶ κατακερματιζομένου, ἐς τοὺς πόδας καταβαίνει· κατὰ δὲ τὸν χρόνον τοῦτον ἡ κεφαλὴ καὶ ὁ θώρηξ κατέψυκται. τοῦ δ’ εἵνεκα προσεκτέον, ὅτι, ὁκόταν οἱ πόδες ψυχροὶ ἔωσι, θερμὴν ἀνάγκη τὴν κοιλίην εἶναι καὶ πολλῆς ἄσης μεστὴν, καὶ ὑποτεταραγμένη, … [Acut. App. 8] … οἱ πολλοὶ τῶν τοιουτέων τὰς κροκύδας ἀφαιρέουσι, καὶ τὰς ῤῖνας σκάλλουσι, καὶ κατὰ βραχὺ μὲν ἀποκρίνονται τὸ ἐρωτώμενον, αὐτοὶ δὲ ἀφ’ ἑωυτῶν οὐδὲν λέγουσι κατηρτημένον· δοκέει οὖν μοι τὰ τοιάδε μελαγχολικὰ εἶναι· ἢν δὲ τοιῶνδε ἐόντων ἡ κοιλίη ὑγρὴ ᾖ καὶ ξυντήκῃ, δοκέει μοι τὰ ῤοφήματα ψυχρότερα καὶ παχύτερα προσφέρειν, καὶ τὰ πόματα στατικὰ καὶ οἰνωδέστερα ἢ καὶ στυπτικώτερα. Ὁκόσοισι δὲ τῶν πυρετῶν δῖνοί τε ἀπ’ ἀρχῆς καὶ σφυγμοὶ κεφαλῆς εἰσι καὶ οὖρα λεπτὰ, τουτέοισι προσδέχεσθαι πρὸς τὰς κρίσιας παροξυνθησόμενον τὸν πυρετόν· οὐ θαυμάσαιμι δ’ ἂν οὐδ’ εἰ παραφρονήσειαν. οἷσι δὲ ἐν ἀρχῇ τὰ οὖρα νεφελοειδέα καὶ παχέα, τοὺς τοιούσδε ὑποκαθαίρειν, ἢν καὶ τὰ ἄλλα ξυμφέρῃ· ὁκόσοισι δὲ ἐν ἀρχῇ τὰ οὖρα λεπτὰ, μὴ φαρμάκευε τοὺς τοιούτους, ἀλλ’ ἢν δοκέῃ, κλύσαι· τούτους ξυμφέρει οὕτω θεραπεύεσθαι, τῷ σώματι ἡσυχίην ἄγοντας, ἀλείφοντά τε καὶ περιστέλλοντα ὁμαλῶς· ποτῷ δὲ χρέεσθαι μελικρήτῳ ὑδαρεῖ, καὶ ῤοφήματι χυλῷ πτισάνης ἐς ἑσπέρην· κοιλίην δὲ ὕπαγε κατ’ ἀρχὰς κλυσμῷ· φάρμακα δὲ μὴ πρόσαγε τούτοισιν· ἢν γάρ τι κινήσῃς κατὰ κοιλίην, τὸ οὖρον οὐ πεπαίνεται, ἀλλ’ ἄνιδρός τε καὶ ἄκριτος ὁ πυρετὸς ἐπὶ πολὺν χρόνον ἔσται. τὰ δὲ ῤοφήματα, ὁκόταν ἐγγὺς τῶν κρισίων ᾖ, μὴ δίδου, ἢν θορυβῆται, ἢν δ’ ἀνῇ καὶ ἐπιδιδῷ ἐπὶ τὸ βέλτιον· φυλάσσεσθαι δὲ χρὴ καὶ τῶν ἄλλων πυρετῶν τὰς κρίσιας, καὶ ἀφαιρέειν τὰ ῤοφήματα κατὰ τοῦτον τὸν καιρόν. μεμαθήκασι δὲ μακροὶ οἱ πυρετοὶ οἵδε γίγνεσθαι, καὶ ἀποσκήμματα ἴσχειν, ἢν μὲν τὰ κάτω ψυχρὰ ᾖ, περὶ ὦτα καὶ τράχηλον· ἢν δὲ μὴ ψυχρὰ ᾖ, ἄλλας ἴσχειν μεταβολάς· ῥέει δὲ καὶ αἷμα ἐκ ῤινῶν, καὶ αἱ κοιλίαι τοῖσι τοιουτέοισιν ἐκταράσσονται· ὁκόσοισι δὲ πυρετοὶ ἀσώδεές εἰσι, καὶ ὑποχόνδρια ξυντείνουσι, καὶ κεκλιμένοι οὐκ ἀνέχονται ἐν τῷ αὐτέῳ, καὶ τὰ ἄκρεα ψύχονται πάντα, πλείστης ἐπιμελείης καὶ φυλακῆς δέονται· διάγειν δὲ τούτοισι προσφέροντας μηδὲν ἄλλο ἢ ὀξύμελι ὑδαρές· ῤόφημα δὲ μὴ πρόσφερε, ἕως ἂν λήξῃ, καὶ τὸ οὖρον πεπανθῇ· κατακλίνειν δὲ ἐς ζοφερὰ οἰκήματα, καὶ κατακεκλίσθαι ὡς ἐπὶ μαλθακωτάτοισι στρώμασι, πολὺν χρόνον ἐπὶ τὰ αὐτὰ καρτερέοντα, καὶ ὡς ἥκιστα ῤιπτάζειν· μάλιστα γὰρ τοῦτο τοὺς τοιούτους ὠφελέει. ἐπὶ δὲ τὸ ὑποχόνδριον λίνου σπέρμα ἐγχρίων ἐπιτίθει, φυλασσόμενος ὅκως μὴ φρίξῃ προστιθέμενος· ἔστω δὲ ἀκροχλίαρον, ἑφθὸν ἐν ὕδατι καὶ ἐλαίῳ. τεκμαίρεσθαι δὲ ἐκ τῶν οὔρων τὸ μέλλον ἔσεσθαι· ἢν μὲν γὰρ παχύτερα καὶ ὠχρότερα ᾖ, βελτίω· ἢν δὲ λεπτότερα καὶ μελάντερα, πονηρότερα· ἢν δὲ μεταβολὰς ἔχῃ, χρόνον τε σημαίνει, καὶ ἀνάγκη τῷ νοσέοντι μεταβάλλειν καὶ ἐπὶ τὰ χείρω καὶ ἐπὶ τὰ βελτίω τὴν ἀνωμαλίην. τοὺς δὲ ἀκαταστάνους τῶν πυρετῶν ἐᾷν, μέχρις ἂν στῶσιν, ὁκόταν δὲ στῶσιν, ἀπαντῆσαι διαίτῃ καὶ θεραπείῃ τῇ προσηκούσῃ, κατὰ φύσιν θεωρέων. [Acut. App. 9] εἰσὶ δὲ ὄψιες πολλαὶ τῶν καμνόντων· διὸ προσεκτέον τῷ ἰωμένῳ, ὅκως μὴ διαλήσεται τῶν προφασίων, μήτε τῶν κατὰ λογισμὸν, μήτε ὁκόσα ἐς ἀριθμὸν ἄρτιον ἢ περισσὸν δεῖ φανῆναι· μάλιστα μὲν οὖν δεῖ τὸν περισσὸν ἀριθμὸν εὐλαβέεσθαι, ὡς αὗται αἱ ἡμέραι ἑτεροῤῥοπέας ποιέουσι τοὺς κάμνοντας. φυλάσσεσθαι οὖν δεῖ τὴν πρώτην ἡμέρην, ᾗ ἦρκται ἀσθενέειν ὁ κάμνων, ἰδόντα τὴν ἀρχὴν ἐξ ὅτου καὶ διότι· ἡγέεται γὰρ τοῦτο πρῶτον εἰδῆσαι. ὁκόταν δὲ ἔρῃ αὐτὸν καὶ διασκέψῃ ταῦτα πάντα, πρῶτον μὲν κεφαλὴν ὅκως ἔχει, εἰ ἀνάλγητος καὶ μὴ βάρος ἔχει ἐν ἑωυτῇ· ἔπειτα ὑποχόνδρια καὶ πλευρὰ, εἰ ἀνάλγητα· ὑποχόνδριον μὲν γὰρ, εἰ ἐπίπονόν ἐστιν ἢ ἐπηρμένον ἢ ἔχει τινὰ σκολιότητα ἢ κόρον, ἢ πλευροῦ ἀλγηδὼν ἐνείη, καὶ ἅμα τῷ ἀλγήματι ἢ βηχίον ἢ στρόφος ἢ πόνος κοιλίης· ὅταν δέ τι τούτέων παρῇ, ἐν ὑποχονδρίῳ μὲν μάλιστα, λύειν τὴν κοιλίην κλυσμοῖσιν· πινέτω δὲ μελίκρητον θερμὸν ἀφηψημένον. καταμανθάνειν δὲ καὶ ἐν τῇσιν ἐξαναστάσεσιν εἰ λειποθυμέει, καὶ εἰ τοῦ πνεύματος εὐφορίη αὐτὸν ἔχει, ἰδεῖν τε τὴν διαχώρησιν, μή τι μέλαν διεχώρησεν ἰσχυρῶς χρῶμα, καὶ εἰ καθαρὸν, ὁκοῖα ὑγιαίνοντος ἂν εἴη διαχωρήματα, καὶ ὁ πυρετὸς ἐς τὴν τρίτην ἐπιπαροξυνόμενος· κατιδὼν δὲ εὖ μάλα τοὺς τοιούσδε ἐν ταύτῃσι τῇσι νούσοισι τριταίους, πρὸς ταάτην ἤδη καὶ τὰ ἄλλα συνορῇν· καὶ ἢν ἡ τετάρτη τῇ τρίτῃ ἡμέρῃ ὅμοιον ἔχῃ τι τῶν αὐτῶν τουτέων, κινδυνώδης ὁ νων γίγνεται. τὰ δὲ σημεῖα· ἡ μὲν μέλαινα διαχώρησις θάνατον σημαίνει, ἡ δὲ ὁμοίη τῷ ὑγιαίνοντι ὁκόταν πάσας τὰς ἡμέρας φαίνηται, σωτήριον· ὁκόταν δὲ μὴ ὑπακούῃ τῇ βαλάνῳ, ἐνῇ δὲ τοῦ πνεύματος εὐφορίη, διαναστὰς ἐπὶ τὸν θρόνον ἢ αὐτοῦ ἐν τῇ κλίνῃ, ἢν ἀψυχίη ἐγγένηται, ταῦτα ὁκόταν προσῇ τῷ κάμνοντι ἢ τῇ καμνούσῃ κατ’ ἀρχὰς, παραφροσύνην οἴου ἐσομένην. προσέχειν δὲ χρὴ καὶ τῇσι χερσίν· ἢν γὰρ τρομεραὶ ἔωσι, προσδέχου τῷ τοιῷδε ἀπόσταξιν αἵματος ἐκ ῤινῶν ἐσομένην· ὁρῇν δὲ χρὴ καὶ τοὺς μυκτῆρας· ἢν ὁμοίως τὸ πνεῦμα δι’ ἀμφοτέρων ἕλκηται, καὶ ἢν πουλὺ φέρηται ἐκ τῶν μυκτήρων, φιλέει γίγνεσθαι σπασμός· ἢν δὲ σπασμὸς γένηται τῷ τοιῷδε, θάνατος προσδόκιμος, καὶ καλῶς ἔχει προλέγειν. [Acut. App. 10] ἢν δὲ ἐν πυρετῷ χειμερινῷ ἡ γλῶσσα τρηχείη γένηται καὶ ἀψυχίαι ἐνέωσι, φιλέει τῷ τοιῷδε καὶ ἐπάνεσις εἶναι τοῦ πυρετοῦ· ἀλλ’ ὅμως τὸν τοιόνδε παραφυλάσσειν τῇ λιμοκτονίῃ καὶ ὑδατοποσίῃ καὶ μελικρήτου πόσει· καὶ χυλοῖσι παραφύλασσε, μηδὲν πιστεύων τῇ ἀνέσει τῶν πυρετῶν, ὡς οἱ τοιάδε ἔχοντες σημεῖα, ἐπικίνδυνοί εἰσι θνήσκειν· ὁκόταν δὲ ταῦτα συνειδῇς, οὕτω προλέγειν, ἤν σοι ἀρέσκῃ, θεωρήσας εὖ μάλα. ὁκόταν δὲ πυρετοῖσι φοβερόν τι γένηται πεμπταίοισιν ἐοῦσιν, ἡ κοιλίη ἐξαίφνης ὑγρὰ διαχωρήσῃ, καὶ ἀψυχίη γένηται, ἢ ἀφωνίη ἐπιλάβῃ, ἢ σπασμώδης γένηται ἢ λυγμώδης, ἐπὶ τούτοισιν ἀσώδεα φιλέει γίγνεσθαι, καὶ περὶ ὑποῤῥίνιον καὶ μέτωπον ἱδρῶτες καὶ αὐχένα ὄπισθεν τῆς κεφαλῆς· οἱ δὲ ταῦτα πάσχοντες θνήσκουσιν οὐκ ἐς μακρὸν πνευματωθέντες. Ὁκόσοισι δὲ ἐν πυρετοῖσι τὰ σκέλεα γίγνεται φυματώδεα, καὶ ἐγχρονιζόμενα μὴ ἐκπεπαίνεται ἔτι ἐόντων ἐν πυρετοῖσιν, ἢν καὶ προσπέσῃ πνιγμὸς ἐν φάρυγγι, ἰσχνων ἐόντων τῶν περὶ φάρυγγα, καὶ μὴ πεπαίνηται, ἀλλὰ σβεσθῇ, φιλέει τῷ τοιῷδε αἷμα ἐκ τῶν ῤινῶν ῤέειν· κἢν μὲν πουλὺ ῤυῇ, λύσιν σημαίνει τῆς νούσου· ἢν δὲ μὴ, μακρήν· ὁκόσῳ δ’ ἂν ἔλασσον ῤυῇ, τοσῷδε χεῖρον καὶ ἐπίμηκες· ἢν δὲ τἄλλα ῤήϊστα γένηται, προσδέχεσθαι τῷ τοιῷδε ἐς πόδας ἀλγήματα· ἢν δὲ ἅψηται τοῦ ποδὸς, καὶ ἐπώδυνος γενόμενος παραμένῃ πυριφλεγὴς γενόμενος, καὶ μὴ λυθῇ, κατὰ σμικρὸν ἥξει καὶ ἐς αὐχένα ἀλγήματα καὶ ἐς κληῗδα καὶ ἐς ὦμον καὶ ἐς στῆθος καὶ ἐς ἄρθρον, καὶ τοῦτο δεήσει φυματῶδες γενέσθαι· σβεννυμένων δὲ τουτέων, ἢν αἱ χεῖρες ἐφέλκωνται ἢ τρομεραὶ γένωνται, σπασμὸς τὸν τοιόνδε ἐπιλαμβάνει καὶ παραφροσύνη· ἀτὰρ καὶ φλυζάκια ἐπὶ τὴν ὀφρὺν, καὶ ἐρυθήματα ἴσχει, καὶ τὸ βλέφαρον τὸ ἕτερον παρὰ τὸ ἕτερον παραβλαστάνει, καὶ σκληρὴ φλεγμονὴ κατέχει, καὶ οἰδέει ἰσχυρῶς ὁ ὀφθαλμὸς, καὶ ἡ παραφροσύνη μέγα ἐπιδιδοῖ· αἱ δὲ νύκτες μᾶλλον σημαίνουσιν ἢ αἱ ἡμέραι τὰ περὶ τὴν παραφροσύνην. τὰ δὲ σημεῖα μάλιστα γίγνεται πολλὰἐπὶ τὸν περισσὸν ἀριθμὸν ἢ ἐπὶ τὸν ἄρτιον· ὁκοτέρῳ δ’ ἂν τούτων τῶν ἀριθμῶν γίγνηται, ὄλεθροι ἐπιγίγνονται. τοὺς τοιούτους δὲ ἢν μὲν ἐξ ἀρχῆς φαρμακεύειν προαιρῇ, πρὸ τῆς πέμπτης, ἢν βορβορύζῃ ἡ κοιλίη· εἰ δὲ μὴ, ἐᾷν ἀφαρμακεύτους εἶναι· ἢν δὲ διαβορβορύζῃ, καὶ τὰ ὑποχωρήματα χολώδεα ᾖ, σκαμμωνίῳ ὑποκάθαιρε μετρίως· τῇ δὲ ἄλλῃ θεραπείῃ, ὡς ἐλάχιστα προσφέρειν πόματα καὶ ῤοφήματα, ἵνα βελτιόνως ἔχῃ, ἢν μὴ ὑπερβῶσι τὴν τεσσαρεσκαιδεκάτην ἐπανέντες. ὁκόταν πυρέσσοντι τεσσαρεσκαιδεκαταίῳ ἐόντι ἀφωνίη προσγένηται, οὐ φιλέει ἥκειν λύσις ταχείη, οὐδ’ ἀπαλλαγὴ τοῦ νουσήματος γίγνεσθαι, ἀλλὰ χρόνον τῷ τοιῷδε σημαίνει ὁκόταν δὲ φανῇ ἐπὶ τῇ ἡμέρῃ ταύτῃ, μακρότερον ξυμπίπτει. ὁκόταν δὲ πυρέσσοντι τεταρταίῳ ἡ γλῶσσα ἐκτεταραγμένα διαλέγηται, καὶ ἡ κοιλίη χολώδεα ὑποχωρέῃ ὑγρὰ, φιλέει παραληρέειν ὁ τοιόσδε· ἀλλὰ χρὴ παραφυλάσσειν παρεπόμενον τοῖσιν ἀποβαίνουσιν. θερινῆς καὶ μετοπωρινῆς ὥρης ἐπὶ τῶν ὀξέων αἵματος ἀπόσταξις ἐξαπίνης ξυντονίην καὶ πολλὴν θεραπείην κατὰ τὰς φλέβας δηλοῖ, καὶ ἐς τὴν ὑστεραίην λεπτῶν οὔρων ἐπιφάσιας· καὶ ἢν ἀκμάζῃ τῇ ἡλικίῃ καὶ τὸ σῶμα ἐκ γυμνασίων ἢ εὐσαρκώσιος ἔχῃ, ἢ μελαγχολικὸς ᾖ, ἢ ἐκ πόσιος χεῖρες τρομεραὶ, καλῶς ἔχει παραφροσύνην προειπεῖν ἢ σπασμόν· κἢν μὲν ἐν ἀρτίῃσιν ἐπιγένηται, βέλτιον, ἐν κρισίμῃσι δὲ ὀλέθριον· ἢν μὲν πουλὺ ἀλὲς ἀποσυθὲν αἷμα ἐξόδους ποιήσηται, τῆς πλεονεξίης κατὰ ῤῖνας, ἢ κατὰ ἕδρην ἐμπλησθείσης, ἀπόστασιν, ἢ πόνους ἐν ὑποχονδρίῳ, ἢ ἐς ὄρχιας, ἢ ἐς σκέλεα· λυθέντων δὲ τουτέων, ἔξοδοι γίγνονται πτυσμῶν παχέων, οὔρων λείων, λευκῶν. πυρετῷ λυγγώδει, ὀπὸν σιλφίου, ὀξύμελι, δαῦκον τρίψας, πιεῖν δίδου, καὶ χαλβάνην ἐν μέλιτι, καὶ κύμινον ἐκλεικτικὸν, καὶ χυλὸν πτισάνης ἐπὶ τουτέοισι ῤοφέειν· ἄφυκτος δὲ ὁ τοιοῦτος, ἢν μὴ ἱδρῶτες κριτικοὶ καὶ ὕπνοι ὁμαλοὶ ἐπιγένωνται, καὶ οὖρα παχέα καὶ δριμέα καταδράμῃ, ἢ ἐς ἀπόστασιν στηρίζῃ· κόκκαλος καὶ σμύρνα ἐκλεικτόν· πίνειν δὲ τούτοισι διδόναι ὀξύμελι ὡς ἐλάχιστον· ἢν δὲ διψώδεες ἔωσι σφόδρα, τοῦ κριθίνου ὕδατος. [Acut. App. 11] τὰ δὲ περιπλευμονικὰ καὶ πλευριτικὰ ὧδε χρὴ σκέπτεσθαι· ἢν ὀξύς ὁ πυρετὸς ᾖ, καὶ τὰ ὀδυνήματα τοῦ ἑτέρου πλευροῦ ἢ ἀμφοτέρων, καὶ τοῦ πνεύματος δὲ ἀναφερομένου ἢν πονέῃ, καὶ βῆχες ἐνέωσι, καὶ πτύσματα πτύῃ πυῤῥὰ ἢ πελιὰ, ἢ καὶ λεπτὰ καὶ ἀφρώδεα καὶ ἀνθηρὰ, καὶ εἴ τι ἄλλο διαφέρον ἔχοι παρὰ τὰ μεμαθηκότα, τούτοισιν οὕτω χρὴ διάγειν· ἢν μὲν ἡ ὀδύνη ἄνω περαίνῃ πρὸς κληῗδα ἢ περὶ μαζὸν ἢ περὶ βραχίονα, τάμνειν χρὴ τὴν ἐν τῷ βραχίονι φλέβα τὴν ἔσω, ἐφ’ ὁκότερον ἂν ᾖ τῶν μερέων κατὰ τόδε· ἀφαιρέειν δὲ κατὰ τὴν τοῦ σώματος ἕξιν καὶ ὥρην καὶ ἡλικίην καὶ χροιὴν πλεῖον, καὶ θαρσέων, ἢν ὀξὺ τὸ ἄλγημα ᾖ, ἄγειν πρὸς λειποψυχίην· ἔπειτα ὑποκλύζειν μετὰ τοῦτο. ἢν δὲ ὑποκάτω τοῦ θώρηκος ᾖ τὸ ἄλγημα, καὶ ξυντείνῃ λίην, τῷ πλευριτικῷ τὴν κοιλίην ὑποκάθαιρε· μεσηγὺ δὲ τῆς καθάρσιος μηδὲν δίδου· μετὰ κάθαρσιν δὲ ὀξύμελι· φαρμακεύειν δὲ τεταρταῖον· τὰς δὲ ἐξ ἀρχῆς τρεῖς ὑποκλύζειν, καὶ ἢν μὴ κουφίζῃ, οὕτως ὑποκάθαιρε· φυλακὴ δὲ ἔστω ἕως ἀπυρέτου καὶ ἑβδόμης· ἔπειτα ἢν ἀσφαλὴς ἐὼν φαίνηται, οὕτω χυλῷ ὀλίγῳ καὶ λεπτῷ τὸ πρῶτον, ξὺν μέλιτι μίσγων δίδου· ἢν δὲ ἀνάγηται ῤηϊδίως, καὶ εὔπνοος ᾖ καὶ ἀνώδυνος τὰ πλευρὰ, καὶ ἀπύρετος, κατὰ σμικρὸν παχυτέρῳ τε καὶ πλείονι, καὶ δὶς τῆς ἡμέρης· ἢν δὲ μὴ ῤηϊδίως ἀπαλλάσσῃ, ἔλασσόν τε τὸ πόμα, καὶ τὸ ῤόφημα ὀλίγον, χυλὸν λεπτὸν, καὶ ἅπαξ, ἐν ὁκοτέρῃ ἂν ὥρῃ βέλτιον διάγῃ· γνώσῃ δὲ ἐκ τῶν οὔρων. Δεὶ δὲ ῤόφημα προσφέρειν τοῖσιν ἐκ τῶν νουσημάτων μὴ πρότερον ἢ πέπονα τὰ οὖρα ἢ πτύσματα ἴδῃς γεγενημένα (ἢν δὲ φαρμακευθεὶς συχνὰ καθαρθῇ, ἀναγκαῖον διδόναι, ἔλασσον δὲ καὶ λεπτότερον· οὐ γὰρ δυνήσεται ὑπὸ κενεαγγείης ὑπνώσσειν, οὐδὲ πέσσειν ὁμοίως, οὐδὲ τὰς κρίσιας ὑπομένειν)· ἀλλ’ ἐπειδὰν ξυντήξιες ὠμῶν γένωνται, καὶ τὰ ἀντέχοντα ἀποβάλλῃ, ἀνθέξει οὐδέν. πέπονα δέ ἐστι τὰ μὲν πτύελα, ὁκόταν γένηται ὅμοια τῷ πύῳ, τὰ δὲ οὖρα τὰς ὑποστάσιας ὑπερύθρους ἔχοντα ὁκοῖον ὀρόβων. οὐδὲν δὲ κωλύει καὶ πρὸς τὰ ἄλλα ἀλγήματα τῶν πλευρέων χλιάσματα προστιθέναι καὶ κηρώματα· ἀλείφειν δὲ σκέλεα καὶ ὀσφὺν θερμῷ, καὶ λίπος ἐγκαταλείφειν· ἐπὶ δὲ ὑποχόνδρια λίνου σπέρμα καταπλάσσειν ἕως μαζῶν· ἀκμαζούσης δὲ τῆς περιπλευμονίης, ἀβοήθητον μὴ ἀνακαθαιρομένου, καὶ πονηρὸν ἢν δύσπνοος ᾖ, καὶ οὖρα λεπτὰ καὶ δριμέα, καὶ ἱδρῶτες περὶ τράχηλον καὶ κεφαλὴν γίγνωνται· οἱ τοιοῦτοι ἱδρῶτες πονηροὶ, ὑπὸ πνιγμοῦ καὶ ῤωγμῆς καὶ βίης ἐπικρατεόντων τῶν νουσημάτων, ἢν μὴ οὖρα πολλὰ καὶ παχέα ὁρμήσῃ, καὶ πτύσματα πέπονα ἔλθῃ· ὅ τι δ’ἂν τούτων αὐτοματίσῃ, λύσει τὸ νούσημα. περιπλευμονίης ἐκλεικτὸν, χαλβάνη καὶ κόκκαλος ἐν μέλιτι ἀττικῷ· καὶ ἀβρότονον ἐν ὀξυμέλιτι, πέπερι· ἐλλέβορον μέλανα ἀποζέσας πλευριτικῷ ἐν ἀρχῇ περιωδύνῳ ἐόντι δίδου· ἀγαθὸν δὲ καὶ τὸ πάνακες ἐν ὀξυμέλιτι ἀναζέσαντα καὶ διηθέοντα διδόναι πίνειν, καὶ ἡπατικοῖσι καὶ τῇσιν ἀπὸ τῶν φρενῶν περιωδυνίῃσι, καὶ ὁκόσα δεῖ ἐς κοιλίην καὶ ἐς οὔρησιν, ἐν οἴνῳ καὶ μέλιτι, τὰ δὲ ἐς κοιλίην, ξὺν ὑδαρεῖ μελικρήτῳ πίνειν πλείω δίδου. [Acut. App. 12] δυσεντερίη ἀπόστημα ἢ ἔπαρμά τι παυσαμένη ποιήσει, ἢν μὴ ἐς πυρετοὺς ἢ ἱδρῶτας καὶ οὖρα παχέα καὶ λευκὰ ἐπιφανῇ, ἢ ἐς τριταίους ἢ ἐς κιρσὸν ἢ ἐς ὄρχιν ἢ ἐς σκέλεα ἢ ἐς ἰσχία στηρίξῃ ὀδύνη. [Acut. App. 13] ἐν πυρετῷ χολώδεϊ πρὸ τῆς ἑβδόμης μετὰ ῤίγεος ἴκτερος ἐπιγενόμενος λύει τὸν πυρετόν· ἄνευ δὲ ῤίγεος ἢν ἐπιγένηται ἔξω τῶν καιρῶν, ὀλέθριον. [Acut. App. 14] τετάνου δὲ ὀσφύος, καὶ ἀπὸ μελαγχολικῶν διὰ φλεβῶν πνευμάτων ἀπολήψιες ὁκόταν ἔωσι, φλεβοτομίη ῥύεται. ὁκόταν δὲ ἀπὸ τῶν τενόντων σφοδρῶς ἔμπροσθεν ἀντισπῶνται, καὶ ἱδρῶτες περὶ τράχηλον καὶ πρόσωπον, ὑπὸ τοῦ πόνου δακνομένων καὶ ξηραινομένων τῶν τενόντων τῶν οὐρωδέων, οἳ παχύτατοι τὴν ῤάχιν ξυνέχουσιν, ᾗ οἱ μέγιστοι ξύνδεσμοι καταπεφυκότες ἕως ἐς πόδας ἀποτελευτῶσι, τῷ τοιῷδε ἢν μὴ πυρετὸς καὶ ὕπνος ἐπιγένηται, καὶ τὰ ἑπόμενα οὖρα πέψιν ἔχοντα ἔλθῃ καὶ ἱδρῶτες κριτικοὶ, πίνειν οἶνον κρητικὸν οἰνώδεα, καὶ ἄλητον ἑφθὸν ἐσθίειν, καὶ κηρωτῇ ἀλείφειν καὶ ἐγχρίειν· τά τε σκέλεα περιελίσσειν ἕως τῶν ποδῶν, θερμῷ προβρέχων ἐν σκάφῃ, καὶ βραχίονας ἕως δακτύλων κατελίσσειν, καὶ ὀσφὺν ἀπὸ τοῦ τραχήλου ἕως τῶν ἰσχίων, λάσιον ἐγκηρώσας, ὅκως καὶ τὰ ἔξωθεν περιέξει, καὶ διαλιπὼν πυρία τοῖσιν ἀσκίοισι, θερμὸν ὕδωρ ἐγχέων, καὶ περιτείνων σινδόνιον, ἐπανάκλινε αὐτόν· κοιλίην δὲ μὴ λύσῃς, ἢν μὴ βαλάνῳ, ἢν πουλὺς χρόνος ᾖ ἀδιαχωρήτῳ ἐούσῃ· καὶ ἢν μὲν ἐπιδιδῷ τί σοι, ἐπὶ τὸ βέλτιον· εἰ δὲ μὴ, τοῦ μόδου τῆς ῤίζης τρίβων ἐν οἴνῳ εὐώδει καὶ τοῦ δαύκου, πίνειν δίδου πρωϊ νήστει πρὸ τοῦ βρέχειν, καὶ ταχὺ ἐπὶ τουτέοισι τὸ ἄλευρον ἑφθὸν χλιαρὸν ἐσθιέτω ὡς πλεῖστον, καὶ οἶνον, ὁκόταν βούληται, εὔκρητον ἐπιπινέτω· καὶ ἢν μέν σοι ἐπιδιδῷ, ἐπὶ τὸ βέλτιον· εἰ δὲ μὴ, προλέγειν. [Acut. App. 15] τὰ δὲ νουσήματα πάντα λύεται ἢ κατὰ στόμα ἢ κατα κοιλίην ἢ κατὰ κύστιν ἢ τινὸς ἄλλου τοιούτου ἄρθρου· ἡ δὲ τοῦ ἱδρῶτος ἰδέη κοινὸν ἁπάντων. [Acut. App. 16] Ἐλλεβορίζειν δὲ χρὴ οἷσιν ἀπὸ κεφαλῆς φέρεται ῤεῦμα· ὁκόσοι δὲ ἐξ ἀποστημάτων ἢ φλεβοῤῥαγίης ἢ δι’ ἀκρησίην ἢ δι’ ἄλλην τινὰ ἰσχυρὴν αἰτίην ἔμπυοι γίγνονται, μὴ δίδου ἐλλέβορον τοῖσι τοιουτέοισιν· οὐδὲν γὰρ ὠφελήσει, καὶ ἤν τι πάθῃ, αἴτιον δόξει εἶναι ὁ ἐλλέβορος· ἢν δὲ διαλύηται τὸ σῶμα, ἢ πόνος ἐν κεφαλῆ ᾖ, ἢ ἐμπεπλασμένα τὰ οὔατα ἢ ῤὶς, ἢ πτυελισμὸς, ἢ γουνάτων βάρος, ἢ σώματος ὄγκος παρὰ τὸ ἔθος, ὅ τι ἂν ξυμβαίνῃ μήτε ὑπὸ ποτῶν, μήτε ὑπὸ ἀφροδισίων, μήτε ὑπὸ λύπης, μήτε ὑπὸ φροντίδων, μήτε ὑπὸ ἀγρυπνιῶν· ἢν μέν τι τουτέων ἔχῃ αἴτιον, πρὸς τοῦτο ποιέεσθαι τὴν θεραπείην. [Acut. App. 17] τὰ δὲ ἐκ πορείης ἀλγήματα, πλευρέων, νώτου, ὀσφύος, ἰσχίων, καὶ ὁκόσα ἀναπνέοντες ἀλγέουσι πρόφασιν ἔχοντες, πολλάκις γὰρ μεμάθηκε φοιτῇν ἐκ κραιπαλέων καὶ βρωμάτων φυσωδέων ἀλγήματα ἐς ὀσφὺν καὶ ἐς ἰσχία, οἷσι δ’ ἂν αὐτέων ᾖ τοιάδε, δυσουρέεται, τουτέων δὲ πορείη αἰτίη καὶ κορυζέων καὶ βράγχων. [Acut. App. 18] ὁκόσα δὲ ἀπὸ διαιτημάτων, τὰ μὲν πολλὰ ἕκαστος ὡς ἂν παρὰ το ἔθος διαιτηθῇ, μάλιστα ἐπισημαίνει. καὶ γὰρ ὁκόσοι ἂν μὴ μεμαθηκότες ἀριστῇν, ἀριστήσωσιν, ὄγκος πουλὺς αὐτοῖσι τῆς γαστρὸς καὶ νυσταγμὸς καὶ πληθώρη· ἢν δὲ ἐπιδειπνήσωσι, κοιλίη ἐκταράσσεται· ξυμφέρει δὲ τουτέοισιν ἐκλουσαμένοισι καθεύδειν· κοιμηθέντας δὲ περιπατῆσαι βραδέως συχνὴν περίοδον· κἢν μὲν λαπαχθῆ, δειπνῆσαι καὶ πιεῖν οἶνον ἐλάσσονα ἀκρητέστερον· ἢν δὲ μὴ λαπαχθῇ, ὑποχρίσασθαι τὸ σῶμα θερμῷ, καὶ ὑδαρέα οἶνον λευκὸν ἢ γλυκὺν, ἢν διψῇ, ἐπιπιόντα ἀναπαύεσθαι· ἢν δὲ μὴ ἐγκοιμηθῇ, πλείω ἀναπαύεσθαι· τὰ δ’ ἄλλα ὁμοίως τοῖσιν ἐκ κραιπάλης διαιτάσθω. τὰ δὲ ἀπὸ πομάτων, ὁκόσα μὲν ὑδαρέα, βραδυπορώτερά ἐστι, καὶ ἐγκυκλέεται, καὶ ἐπιπολάζει περὶ ὑποχόνδρια, καὶ ἐς οὔρησιν οὐ κατατρέχει· τοιούτου δὲ πόματος πληρωθεὶς, μηδὲν ἔργον ὀξέως διαπρήξῃ, ὁκόσα τῷ σώματι ξυνταθέντι βίῃ ἢ τάχει πονέειν ξυμβαίνει· ὡς μάλιστα δὲ ἡσυχαζέτω, ἕως ἂν καταπεφθῇ μετὰ τῶν σιτίων. ὁκόσα δὲ τῶν πομάτων ἀκρητέστερά ἐστιν ἢ αὐστηρότερα, παλμὸν ἐν τῷ σώματι καὶ σφυγμὸν ἐν τῇ κεφαλῇ ἐμποιέει, τούτοισι καλῶς ἔχει ἐπικοιμᾶσθαι, καὶ θερμόν τι ἐπιῤῥοφῇν, πρὸς ὅπερ μάλιστα ἡδίστως ἔχουσιν· νηστείη δὲ πονηρὸν πρὸς τὴν κεφαλαλγίην καὶ κραιπάλην. ὁκόσοι δὲ μονοσιτεῦσι, κενοὶ καὶ ἀδύνατοί εἰσι, καὶ οὐρέουσι θερμὸν, παρὰ τὸ ἔθος κενεαγγέοντες· γίγνεται δὲ καὶ τὸ στόμα ἁλυκὸν καὶ πικρὸν, καὶ τρέμουσιν ἐν παντὶ ἔργῳ, καὶ κροτάφους ἐπιξυντείνονται, καὶ τὸ δεῖπνον οὐ δύνανται πέσσειν, ὅκως περ ἢν ἠριστηκότες ἔωσιν. τούτους δὲ χρὴ δειπνέειν ἔλασσον ἢ μεμαθήκασι, καὶ ὑγροτέρην μᾶζαν ἀντὶ ἄρτου, καὶ λαχάνων λάπαθον, ἢ μαλάχην, ἢ πτισάνην, ἢ σεῦτλα· πίνειν δὲ κατὰ τὸ σιτίον οἶνον, ὁκόσον ξύμμετρον, καὶ ὑδαρέστερον, καὶ ἀπὸ δείπνου περιπατῆσαι ὀλίγον, ἕως οὖρα καταδράμῃ καὶ οὐρήσῃ· χρεέσθω δὲ καὶ ἰχθύσιν ἑφθοῖσιν. βρώματα δὲ μάλιστα ἐπισημαίνει· σκόροδον φῦσαν καὶ θέρμην περὶ τὸν θώρηκα, καὶ κεφαλῆς βάρος, καὶ ἄσην, καὶ εἴ τι ἄλλο ἄλγημα εἴη μεμαθηκὸς πρόσθεν, παροξύνειεν ἄν· οὐρητικὸν δὲ, καὶ τοῦτο ἔχει ἀγαθόν· ἄριστον δὲ αὐτοῦ φαγέειν μέλλοντι ἐς πόσιν ἰέναι, ἢ μεθύοντι. τυρὸς δὲ φῦσαν καὶ στεγνότητα καὶ σιτίων ἔξαψιν ποιέει, τό τ’ὠμὸν καὶ ἄπεπτον· κάκιστον δὲ ἐν ποτῷ φαγέειν πεπληρωμένοισιν. ὄσπρια δὲ πάντα φυσώδεα, καὶ ὠμὰ, καὶ ἑφθὰ, καὶ πεφρυγμένα· ἥκιστα δὲ βεβρεγμένα καὶ χλωρά· τουτέοισι δὲ μὴ χρέεσθαι, ἢν μὴ μετὰ σιτίων. ἔχει δὲ καὶ ἰδίας μοχθηρίας ἕκαστον αὐτέων. Ἐρέβινθος μὲν φῦσαν, ὠμὸς καὶ πεφρυγμένος, καὶ πόνον ἐμποιέει. φακὸς δὲ στύφει, καὶ ἄραδον ἐμποιέει, ἢν μετὰ τοῦ φλοιοῦ ᾖ. Θέρμος δὲ ἥκιστα τουτέων κακὰ ἔχει. σίλφιον δὲ καὶ ὀπὸς ἔστι μὲν οἷσι μάλιστα, τοῖσι δὲ ἀπείροισιν οὐ διέρχεται τῇ κοιλίῃ, ἀλλὰ καλέεται ξηρὴ χολέρη· μάλιστα δὲ γίγνεται, ἢν μετὰ πολλοῦ τυροῦ μιχθῇ ἢ κρεηφαγίης βοείων κρεῶν. τὰ μὲν γὰρ μελαγχολικὰ παθήματα καὶ παροξυνθείη ἂν ὑπὸ βοείων κρεῶν· ἀνυπέρβλητος γὰρ ἡ φύσις αὐτέων, καὶ οὐ τῆς τυχούσης κοιλίης καταπέψαι· βέλτιστα δ’ἂν ἀπαλλάξαιεν, εἰ διέφθοισί τε χρέοιντο καὶ ὡς παλαιοτάτοισιν. Αἴγεια δὲ κρέα, ὅσα τε βοείοισιν ἔνι κακὰ, πάντα ἔχει, τήν τε ἀπεψίην, καὶ φυσωδέστερα καὶ ἐρευγματώδεα, καὶ χολέρης γεννητικά· ἔστι δὲ τὰ εὐωδέστατα, στερεὰ καὶ ἥδιστα, ταῦτα ἄριστα δίεφθα καὶ ψυχρά· τὰ δὲ ἀηδέστατα, δυσώδεα καὶ σκληρὰ, ταῦτα κάκιστα, καὶ τὰ πρόσφατα· βέλτιστα δέ ἐστι τῇ θερινῇ, μετοπωρινῇ δὲ κάκιστα. Χοίρου δὲ πονηρὰ, ὁκόταν ᾖ ἐνωμότερα ἢ περικαῆ· χολερώδεα δ’ἂν εἴη καὶ ἐκταρακτικά. ὕεια δὲ βέλτιστα τῶν κρεῶν ἁπάντων· κράτιστα δὲ τὰ μήτε ἰσχυρῶς πίονα, μήτε πάλιν ἰσχυρῶς λεπτὰ, μήτε ἡλικίην φέροντα παλαιοῦ ἱερείου· ἐσθίειν δὲ ἄνευ τῆς φορίνης καὶ ὑπόψυχρα. [Acut. App. 19] Χολέρης δὲ ξηρῆς ἡ γαστὴρ πεφύσηται, καὶ ψόφοι ἔνεισι, καὶ ὀδύνη πλευρέων καὶ ὀσφύος, διαχωρέει δὲ οὐδὲν κάτω, ἀλλ’ ἀπεστέγνωται. τὸν τοιόνδε διαφύλαξον, ὅκως μὴ ἐμέσηται, ἀλλ’ ἡ κοιλίη ὑπελεύσηται. Κλύσον οὖν ὅτι τάχιστα θερμῷ καὶ ὡς λιπαρωτάτῳ, καὶ ἐς ὕδωρ, ἀλείφων ὡς πλείστῳ, κάθιε θερμὸν, ἐν σκάφῃ κατακλίνων, καὶ τοῦ θερμοῦ παράχεε κατὰ σμικρὸν, καὶ ἢν θερμαινομένῳ αὐτέῳ ἡ κοιλίη ὑπάγῃ, λέλυται. ξυμφέρει δὲ καὶ ἐγκοιμᾶσθαι τῷ τοιῷδε, καὶ πίνειν οἶνον λεπτὸν καὶ παλαιὸν καὶ ἀκρητέστερον, καὶ ἔλαιον δίδου, ὥστε ἡσυχίη καὶ ἡ κοιλίη ὑπίῃ, καὶ λέλυται. σίτων δὲ καὶ τῶν ἄλλων ἀπεχέσθω. ἢν δὲ μὴ ἀνῇ ὁ πόνος, ὄνου γάλα δίδου πίνειν, ἕως ἂν καθαρθῇ. ἢν δὲ ὑγρὴ ἡ κοιλίη ᾖ, καὶ χολὴ ὑποχωρέῃ, καὶ στρόφοι, καὶ ἔμετοι, καὶ πνιγμοὶ, καὶ δηγμοὶ, τούτοισι κράτιστον ἀτρεμίζειν· πίνειν δὲ μελίκρητον, καὶ μὴ ἐξεμέειν. [Acut. App. 20] Ὑδρώπων δύο φύσιες, ὧν ὁ μὲν ὑποσαρκίδιος, ἐγχειρέων γίγνεσθαι ἄφυκτος, ὁ δὲ μετ’ ἐμφυσημάτων, πολλῆς εὐτυχίης δεόμενος· μάλιστα δὲ ταλαιπωρίη, καὶ πυρίη, καὶ ἐγκρατείη· ξηρὰ δὲ καὶ δριμέα ἐσθιέτω· οὕτω γὰρ οὐρητικώτατος ἂν εἴη, καὶ ἰσχύοι μάλιστα. ἢν δὲ δύσπνοος ᾖ, καὶ ἡ ὥρη θερινὴ ἐοῦσα τύχῃ, καὶ ἡ ἡλικίη ἀκμάζη, καὶ ῤώμη ᾖ, ἀπὸ τοῦ βραχίονος αἷμα ἀφαιρέειν· εἶτα θερμοὺς ἄρτους ἐξ οἴνου μέλανος καὶ ἐλαίου ἀποβάπτων ἐσθιέτω· καὶ ὡς ἐλάχιστα πίνων, ὡς πλεῖστα πονεέτω, καὶ κρέα ὕεια σαρκώδεα ἐσθιέτω μετὰ ὄξους ἑφθὰ, ὅκως πρὸς τοὺς προσάντεας περιπάτους ἀντέχῃ. [Acut. App. 21] ὁκόσοι κοιλίας τὰς κάτω θερμὰς ἔχουσι, καὶ δριμέα τὰ ὑποχωρήματα καὶ ἀνώμαλα διέρχεται ὑπὸ ξυντήξιος αὐτέοισιν, ἢν μὲν δυνατοὶ ἔωσιν, ἐλλεβόρῳ ἀντισπάσαι· ἢν δὲ μὴ, ὁ χυλὸς τῶν σητανίων πυρῶν παχὺς, ψυχρὸς, καὶ τὸ φάκινον ἔτνος, καὶ ἄρτοι ἐγκρυφίαι, καὶ ἰχθύες πυρέσσοντι μὲν ἑφθοὶ, ἀπυρέτῳ δὲ ἐόντι ὀπτοὶ, καὶ οἶνος μέλας ἀπυρέτῳ· ἢν δὲ μὴ, ὕδωρ ἀπὸ μεσπίλων ἢ μύρτων ἢ μήλων ἢ οὔων, ἢ φοινικοβαλάνων, ἢ οἰνάνθης ἀμπελικῆς. ἢν δὲ πυρετὸς μὴ ἔχη, καὶ στρόφοι ἔωσι, γάλα ὄνειον θερμὸν ὀλίγον τὸ πρῶτον, ἔπειτα ἐκ προσαγωγῆς πλεῖον, καὶ λίνου σπέρμα, καὶ πύρινα ἄλφιτα, καὶ τῶν αἰγυπτίων κυάμων ἐξελὼν τὰ πικρὰ, καταλέσας, ἐπιπάσσων πινέτω· καὶ ὠὰ ἡμιπαγέα ἐσθιέτω ὀπτὰ, καὶ σεμίδαλιν, καὶ κέγχρον, καὶ χόνδρον ἑφθὸν ἐν γάλακτι, ἑφθὰ ψυχρὰ ἐσθίειν, καὶ τὰ τούτοισιν ὅμοια καὶ ποτὰ καὶ ἐδέσματα προσφερέσθω. [Acut. App. 22] τῆς διαιτητικῆς ἐστι μέγιστον παρατηρέειν καὶ φυλάσσειν ἐν τοῖσι μακροῖσιν ἀῤῥωστήμασι καὶ τὰς ἐπιτάσιας τῶν πυρετῶν καὶ τὰς ἀνέσιας, ὥστε τοὺς καιροὺς διαπεφυλάχθαι ὁκότε μὴ δεῖ τὰ σιτία προσενεγκεῖν, καὶ ἀσφαλέως ὁκότε δεῖ προσενεγκεῖν, εἰδέναι· ἔστι δὲ ὅταν πλεῖστον ἀπέχωσι τῆς ἐπιτάσιος. [Acut. App. 23] εἰδέναι δὲ τοὺς κεφαλαλγικοὺς ἐκ γυμνασίων ἢ δρόμων ἢ πορειῶν ἢ κυνηγεσίων ἢ ἄλλου τινὸς πόνου ἀκαίρου, ἢ ἐξ ἀφροδισίων, τοὺς ἀχρόους, τοὺς βραγχαλέους, τοὺς σπληνώδεας, τοὺς λειφαίμους, τοὺς πνευματώδεας, τοὺς ξηρὰ βήσσοντας καὶ διψώδεας, τοὺς φυσώδεας, φλεβῶν ἀπολήψιας, ἐντεταμένους ὑποχόνδρια καὶ πλευρὰ καὶ μετάφρενον, τοὺς ἀπονεναρκωμένους, καὶ ἀμαυρὰ βλέποντας, καὶ οἷσιν ἦχοι τῶν οὐάτων ἐμπίπτουσι, καὶ τῆς οὐρήθρης ἀκρατέως διακειμένους, τοὺς ἰκτεριώδεας, καὶ ὧν αἱ κοιλίαι ὠμὰ ἐκβάλλουσι, καὶ αἱμοῤῥαγέοντας ἐκ ῤινὸς ἢ καθ’ ἕδρην σφοδρῶς, ἢν ἐν ἐμφυσήμασιν ἔωσιν, ἢ πόνος αὐτοῖσιν ἐπιτρέχῃ σφοδρὸς, καὶ μὴ ἐπικρατέωσιν· τῶν τοιῶνδε μηδένα φαρμακεύειν· κίνδυνόν τε γὰρ ἕξει, καὶ οὐδὲν ὀνήσεις, τάς τε ἀπὸ ταὐτομάτου ἀπαλλάξιας καὶ κρίσιας ἀφαιρήσεις. [Acut. App. 24] ἢν δὲ αἷμα τινὶ ξυμφέρῃ ἀφαιρέειν, στερεὴν πρότερον ποιέειν τὴν κοιλίην, καὶ οὕτως ἀφαιρέειν, καὶ λιμοκτονέειν, καὶ οἶνον ἀφαιρέειν αὐτέων· ἔπειτα τῇ διαίτῃ τῇ προσηκούσῃ τὰ ἐπίλοιπα αὐτέων καὶ πυρίῃσιν ἐνίκμοισι θεράπευε. ἢν δέ σοι κατάπυκνος ἡ κοιλίη δοκέῃ εἶναι, μαλθακῷ κλύσματι ὑπόκλυζε. [Acut. App. 25] ἢν δὲ φαρμακεῦσαι δόξῃ, ἐλλεβόρῳ ἀσφαλέως ἄνω κάθαιρε· κάτω δὲ μηδενὶ τῶν τοιῶνδε. κράτιστον δὲ, ἐς οὔρησιν καὶ ἐς ἱδρῶτας καὶ ἐς περιπάτους ἄγειν· καὶ τρίψει ἡσύχῳ χρέο, ἵνα μὴ πυκνώσῃς τὴν ἕξιν· ἢν δὲ κλινοπετὴς ᾖ, ἄλλοι τριβέτωσαν αὐτόν· κἢν μὲν ἐν τῷ θώρηκι ὑπὲρ τῶν φρενῶν λυπέῃ τὸ πάθος, αὐτὸν ἀνακαθίζειν ὡς πλειστάκις, καὶ ὡς ἥκιστα προσκλινέσθωσαν ἐς ὅτε δυνατοί εἰσι, καὶ καθίζοντα ἀνατρίβειν μιν πουλὺν χρόνον πολλῷ θερμῷ· ἢν δὲ ἐν τῇ κάτω κοιλίῃ ὑπὸ φρένας ἴσχῃ τὰ ἀλγήματα, ἀνακέεσθαι ξυμφέρει, καὶ μηδεμίην κίνησιν κινέεσθαι· τῷ τοιῷδε σώματι μηδὲν προσφέρεσθαι, ἔξω τῆς ἀνατρίψιος. τὰ δὲ ἐκ τῆς κάτω κοιλίης λυόμενα δι’ οὔρων καὶ ἱδρώτων, ἢν ὀλισθῇ μετρίως, ὑπὸ αὐτοματισμοῦ λύεται τὰ σμικρά· τὰ σφοδρὰ δὲ πονηρόν· οἱ τοιοῦτοι γὰρ ἢ ἀπόλλυνται, ἢ ἄνευ ἄλλων κακῶν οὐ γίγνονται ὑγιέες, ἀλλ’ ἀποστηρίζει καὶ τὰ τοιουτότροπα. [Acut. App. 26] πόμα ὑδρωπιῶντι· κανθαρίδας τρεῖς, ἀφελὼν τὴν κεφαλὴν ἑκάστης, καὶ πόδας καὶ πτερὰ, τρίψας ἐν τρισὶ κυάθοισιν ὕδατος τὰ σώματα, ὁκόταν δὲ πονέῃ ὁ πιὼν, θερμῷ βρεχέσθω, ὑπαλειψάμενος πρότερον, νῆστις δὲ πινέτω· ἐσθιέτω δὲ ἄρτους θερμοὺς ἐξ ἀλείφατος. [Acut. App. 27] Ἴσχαιμον. ὀπὸν συκῆς ἐν εἰρίῳ προσθεῖναι ἔσω πρὸς τὴν φλέβα, ἢ πυτίην ξυστρέψαντα ἐμβῆσαι ἐς τὸν μυκτῆρα, ἢ χαλκίτιδος τῷ δακτύλῳ προσεπιπασάμενος πίεσον, καὶ τοὺς χόνδρους ἔξωθεν προσπίεζε ἑκατέρωθεν· καὶ τὴν κοιλίην λῦσον ὄνου γάλακτι ἑφθῷ, καὶ τὴν κεφαλὴν ξυρῶν ψυκτικὰ πρόσφερε, ἢν ἐν ὥρῃ θερμῇ γίγνηται. [Acut. App. 28] Σησαμοειδὲς ἄνω καθαίρει· ἡ πόσις, ἡμιόλιον δραχμῆς ἐν ὀξυμέλιτι τετριμμένον· ξυμμίσγεται δὲ καὶ τοῖσιν ἐλλεβόροισι, καὶ ἧσσον πνίγει τὸ τρίτον μέρος τῆς πόσιος. [Acut. App. 29] Τριχώσιος. ὑποθεὶς τὸ ῤάμμα τῇ βελόνῃ τῇ τὸ κύαρ ἐχούσῃ, κατὰ τὸ ὀξὺ τῆς ἄνω τάσιος τοῦ βλεφάρου ἐς τὸ κάτω διακεντήσας δίες, καὶ ἄλλο ὑποκάτω τούτου· ἀνατείνας δὲ τὰ ῤάμματα ῤάψον καὶ κατάδει, ἕως ἂν ἀποπέσῃ· κἢν μὲν ἱκανῶς ἔχῃ· εἰ δὲ μὴ, ἢν ἐλλείπῃ, ὀπίσω ποιέειν τὰ αὐτά. καὶ τὰς αἱμοῤῥοΐδας τὸν αὐτὸν τρόπον διώσεις τῇ βελόνῃ, ὡς παχύτατον εἰρίου οἰσυπηροῦ ῤάμμα καὶ ὡς μέγιστον ἀποδήσας, ἀσφαλεστέρη γὰρ γίγνεται ἡ θεραπείη· εἶτα ἀποπιέσας, τῷ σηπτῷ χρέο, καὶ μὴ βρέχε πρὶν ἀποπέσῃ, καὶ αἰεὶ μίην καταλίμπανε, καὶ μετὰ ταῦτα ἀναλαβὼν ἐλλεβορίσαι. εἶτα γυμναζέσθω καὶ ἀφιδρούτω· γυμνασίου δὲ τρίψις, πάλη ἀπὸ ὄρθρου· δρόμου δὲ ἀπεχέσθω, καὶ μέθης, καὶ τῶν δριμέων ἔξω ὀριγάνου· ἐμεέτω δὲ δι’ ἑπτὰ ἡμερέων ἢ τρὶς ἐν τῷ μηνί· οὕτω γὰρ ἂν ἔχοι ἄριστα τὸ σῶμα· οἶνον δὲ κιῤῥὸν αὐστηρὸν, ὑδαρέα, καὶ ὀλίγον τὸ ποτὸν πινέτω. [Acut. App. 30] τοῖσι δὲ ἐμπύοισι σκίλλης καταταμὼν κυκλίσκους ἕ ψεε ἐν ὕδατι, καὶ ἀποζέσας εὖ μάλα ἀπόχεον, καὶ ἐπιχέας ἄλλο ἕψεε, ἕως ἂν ἁπτομένῳ δίεφθον καὶ μαλθακὸν φανῇ· εἶτα τρίψας λεῖον, ξύμμισγε κύμινον πεφρυγμένον, καὶ λευκὰ σήσαμα, καὶ ἀμυγδάλας νέας τρίψας ἐν μέλιτι, ἐκλεικτὸν δίδου, καὶ ἐπὶ τούτῳ οἶνον γλυκύν· ῤοφήματα δὲ, μήκωνος τῆς λευκῆς ὑποτρίψας ὁκόσον λεκίσκιον, ὕδατι διεὶς σητανίου πλύματι ἀλεύρου, ἑψήσας, μέλι ἐπιχέας, χλιερὸν ἐπιῤῥοφέων, οὕτω διαγέτω τὴν ἡμέρην· εἶτα ἐς τὰ ἀποβαίνοντα λογιζόμενος τὸ δεῖπνον δίδου. [Acut. App. 31] δυσεντερίης· κυάμων καθαρῶν τεταρτημόριον, καὶ ἐρυθροδάνου δυοκαίδεκα κάρφεα λεῖα ξυμμίξαντα καὶ ἑψήσαντα, λιπαρὸν διδόναι ἐκλείχειν. [Acut. App. 32] ὀφθαλμῶν· σποδὸς πεπλυμένη, λιπαρῷ πεφυρημένη, ὡς σταῖς μὴ ὑγρὸν, λεῖον τρίψας, ὀμφακίῳ τῷ τῆς πικρῆς ὄμφακος ἀνυγρήνας, ἐν ἡλίῳ τε ἀναξηρήνας, ὑγραίνειν ὡς ἐνάλειπτον· ὁκόταν δὲ ξηρὸν γένηται, λείῳ τετριμμένῳ ξηρῷ ὑπάλειφε τοὺς ὀφθαλμοὺς, καὶ παράπασσε τοὺς κανθούς. [Acut. App. 33] ὑγρῶν· ἐβένου δραχμὴν μίην, χαλκοῦ κεκαυμένου ἐννέα ὀβολοὺς ἐπ’ ἀκόνης τρίβων, κρόκου τριώβολον· ταῦτα τρίψας λεῖα, παράχεε οἴνου γλυκέος κοτύλην ἀττικὴν, κἄπειτα ἐς τὸν ἥλιον θεὶς, κατακαλύψας· ὁκόταν ξυνεψηθῇ, τούτῳ χρέο. [Acut. App. 34] πρὸς τὰς περιωδυνίας· χαλκίτιδος δραχμὴ, σταφυλῆς· ὁκόταν δυσὶν ἡμέρῃσι πεφθῇ, ἐκπιέσας, σμύρναν καὶ κρόκον τρίψας, καὶ ξυμμίξας τὸ γλεῦκος, ἕψησον ἐν τῷ ἡλίῳ, καὶ τούτῳ ὑπάλειφε τοὺς περιωδυνέοντας· ἔστω δὲ ἐν χαλκῷ ἀγγείῳ. [Acut. App. 35] ὑπὸ ὑστερικῶν πνιγομένων γνῶσις· πιέσαι τοῖσι δακτύλοισι· κἢν αἴσθηται, ταῦτα ὑστερικά ἐστιν· ἢν δὲ μὴ, σπασμώδεα. [Acut. App. 36] τοῖσιν ὑπνωτικοῖσι, μηκώνιον, λεκίσκιον ἀττικὸν στρογγύλον, πόσις. [Acut. App. 37] λεπίδος μῆλαι τρεῖς τῷ πλάτει, καὶ ἀλήτου σητανίου κόλλης· ταῦτα λεὶα τρίψας, κατάποτα ξυστρέψας, δίδου· κάτω ὕδωρ καθαίρει. [Acut. App. 38] κοιλίην ἐκκοπροῖ· ἐς ἰσχάδας ὀποῦ τοῦ τιθυμάλλου ἀπόσταζε ἑπτάκις ἐς ἑκάστην, εἶτα ἐς καινὸν ἄγγος συνθεὶς ταμιεύεσθαι· δίδου πρὸ τῶν σιτίων. [Acut. App. 39] καὶ τὸ μηκώνιον τρίβων, ὕδωρ ἐπιχέων, καὶ διηθέων, ἄλευρον φυρῶν, ἰτρίον ὀπτῶν, μέλι ἑφθὸν παραχέων, τοῖσιν ἑδρικοῖσιν ὁδερικοῖσί τε τρώγειν δίδου, καὶ ἐπιπίνειν οἶνον γλυκὺν, ὑδαρέα, ἢ μελίκρητον ὑδαρὲς, τὸ ἀπὸ τῶν κοπρίων· ἢ μηκώνιον ξυλλέγων ταμιεύου, καὶ θεράπευε. ## Ἐπιδημιῶν Αʹ καὶ Γʹ ### Βιβλίον Αʹ ### Κατάστασις πρώτη [Epid. 1.1] ἐν Θάσῳ φθινοπώρου περὶ ἰσημερίην καὶ ὑπὸ πληιάδα ὕδατα πολλά, συνεχέα μαλθακῶς, ἐν νοτίοις. χειμὼν νότιος, σμικρὰ βόρεια, αὐχμοί· τὸ σύνολον ἔς γε χειμῶνα οἷον ἔαρ γίνεται. ἔαρ δὲ νότιον ψυχεινόν, σμικρὰ ὕσματα. θέρος ὡς ἐπὶ τὸ πολὺ ἐπινέφελον. ἀνυδρίαι. ἐτησίαι ὀλίγα, σμικρά, διεσπασμένως ἔπνευσαν. [Epid. 1.1] γενομένης δὲ τῆς ἀγωγῆς ὅλης ἐπὶ τὰ νότια καὶ μετ’ αὐχμῶν, πρωὶ μὲν τοῦ ἦρος ἐκ τῆς πρόσθεν καταστάσιος ὑπεναντίης καὶ βορείου γενομένης ὀλίγοις ἐγίνοντο καῦσοι καὶ τούτοισι πάνυ εὐσταθέες, καὶ ὀλίγοις ᾑμορράγει οὐδ’ ἀπέθνῃσκον ἐκ τούτων. ἐπάρματα δὲ παρὰ τὰ ὦτα πολλοῖσιν ἑτερόρροπα καὶ ἐξ ἀμφοτέρων, τοῖσι πλείστοισιν ἀπύροισιν ὀρθοστάδην· ἔστι δὲ οἳ καὶ σμικρὰ ἐπεθερμαίνοντο. κατέσβη πᾶσιν ἀσινέως οὐδ’ ἐξεπύησεν οὐδενὶ ὥσπερ τὰ ἐξ ἄλλων προφασίων. ἦν δὲ ὁ τρόπος αὐτῶν χαῦνα, μεγάλα, κεχυμένα, οὐ μετὰ φλεγμονῆς, ἀνώδυνα· πᾶσιν ἀσήμως ἠφανίσθη. ἐγίνετο δὲ ταῦτα μειρακίοισι, νέοισιν, ἀκμάζουσι, καὶ τούτων τοῖσι περὶ παλαίστρην καὶ γυμνάσια πλείστοισι· γυναιξὶ δὲ ὀλίγῃσιν ἐγίνετο. πολλοῖσι δὲ βῆχες ξηραὶ βήσσουσι καὶ οὐδὲν ἀνάγουσιν· φωναὶ βραγχώδεες. οὐ μετὰ πολύ, τοῖσι δὲ καὶ μετὰ χρόνον, φλεγμοναὶ μετ’ ὀδύνης ἐς ὄρχιν ἑτερόρροποι, τοῖσι δὲ ἐς ἀμφοτέρους. πυρετοὶ τοῖσι μέν, τοῖσι δ’ οὔ. ἐπιπόνως ταῦτα τοῖσι πλείστοισι. τὰ δ’ ἄλλα ὅσα κατ’ ἰητρεῖον ἀνόσως διῆγον. [Epid. 1.2] πρωὶ δὲ τοῦ θέρεος ἀρξάμενοι διὰ θέρεος καὶ κατὰ χειμῶνα πολλοὶ τῶν ἤδη πολὺν χρόνον ὑποφερομένων φθινώδεες κατεκλίνησαν, ἐπεὶ καὶ τοῖς ἐνδοιαστῶς ἔχουσι πολλοῖσιν ἐβεβαίωσε τότε. ἔστι δ’ οἷσιν ἤρξατο πρῶτον τότε, οἷσιν ἔρρεπεν ἡ φύσις ἐπὶ τὸ φθινῶδες. ἀπέθανον δὲ πολλοὶ καὶ πλεῖστοι τούτων, καὶ τῶν κατακλινέντων οὐκ οἶδα εἴ τις οὐδ’ εἰ μέτριον χρόνον περιεγένετο. ἀπέθνῃσκον δὲ ὀξυτέρως ἢ ὡς εἴθισται διάγειν τὰ τοιαῦτα· ὡς τά γε ἄλλα καὶ μακρότερα καὶ ἐν πυρετοῖσιν ἐόντα εὐφόρως ἤνεγκαν καὶ οὐκ ἀπέθνῃσκον, περὶ ὧν γεγράψεται. μοῦνον γὰρ καὶ μέγιστον τῶν γενομένων νοσημάτων τοὺς πολλοὺς τὸ φθινῶδες ἔκτεινεν. [Epid. 1.2] ην δὲ τοῖς πλείστοισιν αὐτῶν τὰ παθήματα τοιάδε· φρικώδεες πυρετοί, συνεχέες, ὀξέες, τὸ μὲν ὅλον οὐ διαλείποντες· ὁ δὲ τρόπος ἡμιτριταῖος· μίαν κουφότεροι, τῇ ἑτέρῃ παροξυνόμενοι, καὶ τὸ ὅλον ἐπὶ τὸ ὀξύτερον ἐπιδιδόντες. ἱδρῶτες αἰεί, οὐ δι’ ὅλου· ψύξις ἀκρέων πολλὴ καὶ μόγις ἀναθερμαινόμενα. κοιλίαι ταραχώδεες χολώδεσιν, ὀλίγοις, ἀκρήτοισι, λεπτοῖσι, δακνώδεσι· πυκνὰ ἀνίσταντο. οὖρα ἢ λεπτὰ καὶ ἄχρω καὶ ἄπεπτα καὶ ὀλίγα ἢ πάχος ἔχοντα καὶ σμικρὴν ὑπόστασιν, οὐ καλῶς καθιστάμενα, ἀλλ’ ὠμῇ τινι καὶ ἀκαίρῳ ὑποστάσει. ἔβησσον δὲ σμικρά, πυκνά, πέπονα, κατ’ ὀλίγα μόγις ἀνάγοντες. οἷσι δὲ τὰ βιαιότατα συμπίπτοι, οὐδ’ ἐς ὀλίγον πεπασμὸν ᾔει, ἀλλὰ διετέλεον ὠμὰ πτύοντες. φάρυγγες δὲ τοῖσι πλείστοισι τούτων ἐξ ἀρχῆς καὶ διὰ τέλεος ἐπώδυνοι· εἶχον ἔρευθος μετὰ φλεγμονῆς· ῥεύματα σμικρά, λεπτά, δριμέα· ταχὺ τηκόμενοι καὶ κακούμενοι, ἀπόσιτοι πάντων γευμάτων διὰ τέλεος, ἄδιψοι· καὶ παράληροι πολλοὶ περὶ θάνατον. περὶ μὲν τὰ φθινώδεα ταῦτα. [Epid. 1.3] κατὰ δὲ θέρος ἤδη καὶ φθινόπωρον πυρετοὶ πολλοὶ συνεχέες οὐ βιαίως, μακρὰ δὲ νοσέουσιν οὐδὲ περὶ τὰ ἄλλα δυσφόρως διάγουσιν ἐγένοντο· κοιλίαι τε γὰρ τοῖσι πλείστοισι πάνυ εὐφόρως καὶ οὐδὲν ἄξιον λόγου προσέβλαπτον. οὖρά τε τοῖσι πλείστοισιν εὔχρω μὲν καὶ καθαρά, λεπτὰ δὲ καὶ μετὰ χρόνον περὶ κρίσιν πεπαινόμενα. βηχώδεες οὐ λίην. οὐδὲ τὰ βησσόμενα δυσκόλως· οὐδ’ ἀπόσιτοι, ἀλλὰ καὶ διδόναι πάνυ ἐνεδέχετο. τὸ μὲν ὅλον ὑπενόσεον, οὐ τὸν φθινώδεα τρόπον πυρετοῖσι φρικώδεσι, σμικρὰ ὑφιδροῦντες, ἄλλοτε ἀλλοίως παροξυνόμενοι πεπλανημένως. ἔκρινε τούτων οἷσι τὰ βραχύτατα γίνοιτο περὶ εἰκοστήν, τοῖσι δὲ πλείστοισι περὶ τεσσαρακοστήν, πολλοῖσι δὲ περὶ τὰς ὀγδοήκοντα. ἔστι δ’ οἷσιν οὐδ’ οὕτως, ἀλλὰ πεπλανημένως καὶ ἀκρίτως ἐξέλιπον· τούτων δὲ τοῖσι πλείστοισιν οὐ πολὺν διαλιπόντες χρόνον ὑπέστρεψαν οἱ πυρετοὶ πάλιν, ἐκ δὲ τῶν ὑποστροφέων ἐν τῇσιν αὐτῇσι περιόδοισιν ἐκρίνοντο· πολλοῖσι δὲ αὐτῶν ἀνήγαγον, ὥστε καὶ ὑπὸ χειμῶνα νοσεῖν. [Epid. 1.3] ἐκ πάντων δὲ τῶν ὑπογεγραμμένων ἐν τῇ καταστάσει ταύτῃ μούνοισι τοῖσι φθινώδεσι θανατώδεα συνέπεσεν· ἐπεὶ τοῖσί γε ἄλλοισι πᾶσιν εὐφόρως, καὶ θανατώδεες ἐν τοῖσιν ἄλλοισι πυρετοῖσιν οὐκ ἐγένοντο. ### Κατάστασις δευτέρη [Epid. 1.4] ἐν Θάσῳ πρωὶ τοῦ φθινοπώρου χειμῶνες οὐ κατὰ καιρόν, ἀλλ’ ἐξαίφνης ἐν βορείοισι καὶ νοτίοισι πολλοῖς ὑγροὶ καὶ προεκρηγνύμενοι. ταῦτα δὴ ἐγένετο τοιαῦτα μέχρι πληϊάδος δύσιος καὶ ὑπὸ πληϊάδα. χειμὼν δὲ βόρειος· ὕδατα πολλά, λάβρα, μεγάλα, χιόνες· μειξαίθρια τὰ πλεῖστα. ταῦτα δὲ ἐγένετο μὲν πάντα, οὐ λίην δὲ ἀκαίρως τὰ τῶν ψυχέων. ἤδη δὲ μεθ’ ἡλίου τροπὰς χειμερινὰς καὶ ἡνίκα ζέφυρος πνεῖν ἄρχεται, ὀπισθοχειμῶνες μεγάλοι, βόρεια πολλά, χιὼν καὶ ὕδατα πολλὰ συνεχέως, οὐρανὸς λαιλαπώδης καὶ ἐπινέφελος. ταῦτα δὲ συνέτεινε καὶ οὐκ ἀνίει μέχρι ἰσημερίης. ἔαρ δὲ ψυχρόν, βόρειον, ὑδατῶδες, ἐπινέφελον. θέρος οὐ λίην καυματῶδες ἐγένετο· ἐτησίαι συνεχέες ἔπνευσαν. ταχὺ δὲ περὶ ἀρκτοῦρον ἐν βορείοισι πολλὰ πάλιν ὕδατα. [Epid. 1.5] γενομένου δὲ τοῦ ἔτεος ὅλου ὑγροῦ καὶ ψυχροῦ καὶ βορείου κατὰ χειμῶνα μὲν ὑγιηρῶς εἶχον τὰ πλεῖστα, πρωὶ δὲ τοῦ ἦρος πολλοί τινες καὶ οἱ πλεῖστοι διῆγον ἐπινόσως. ἤρξαντο μὲν οὖν τὸ πρῶτον ὀφθαλμίαι ῥοώδεες, ὀδυνώδεες, ὑγραὶ ἀπέπτως· σμικρὰ λημία δυσκόλως πολλοῖσιν ἐκρηγνύμενα· τοῖσι πλείστοισιν ὑπέστρεφον· ἀπέλιπον ὀψὲ πρὸς τὸ φθινόπωρον. κατὰ δὲ θέρος καὶ φθινόπωρον δυσεντεριώδεες καὶ τεινεσμοὶ καὶ λειεντεριώδεες. καὶ διάρροιαι χολώδεες, πολλοῖσι λεπτοῖσιν, ὠμοῖσι καὶ δακνώδεσιν, ἔστι δ’ οἷσι καὶ ὑδατώδεες. πολλοῖσι δὲ καὶ περίρροιαι μετὰ πόνου χολώδεες, ὑδατώδεες, ξυσματώδεες, πυώδεες, στραγγουριώδεες· οὐ νεφριτικά, ἀλλὰ τούτοισιν ἀντ’ ἄλλων ἄλλα. ἔμετοι φλεγματώδεες, χολώδεες καὶ σιτίων ἀπέπτων ἀναγωγαί. ἱδρῶτες· πᾶσι πάντοθεν πολὺς πλάδος. ἐγίνετο δὲ ταῦτα πολλοῖσιν ὀρθοστάδην ἀπύροισι, πολλοῖσι δὲ πυρετοί, περὶ ὧν γεγράψεται. ἐν οἷσι δὲ ὑπεφαίνετο πάντα τὰ ὑπογεγραμμένα, μετὰ πόνου φθινώδεες. ἤδη δὲ φθινοπώρου καὶ ὑπὸ χειμῶνα πυρετοὶ συνεχέες—καί τισιν αὐτῶν ὀλίγοισι καυσώδεες—ἡμερινοί, νυκτερινοί, ἡμιτριταῖοι, τριταῖοι ἀκριβέες, τεταρταῖοι, πλάνητες. ἔκαστοι δὲ τῶν ὑπογεγραμμένων πυρετῶν πολλοῖσιν ἐγίνοντο. [Epid. 1.6] οἱ μὲν οὖν καῦσοι ἐλαχίστοισί τε ἐγένοντο καὶ ἥκιστα τῶν καμνόντων οὗτοι ἐπόνησαν. οὔτε γὰρ ᾑμορράγει, εἰ μὴ πάνυ σμικρὰ καὶ ὀλίγοισιν, οὔτε οἱ παράληροι. τά τε ἄλλα πάντ’ εὐφόρως. ἔκρινε τούτοισι πάνυ εὐτάκτως, τοῖσι πλείστοισι σὺν τῇσι διαλειπούσῃσιν ἐν ἑπτακαίδεκα ἡμέρῃσιν οὐδὲ ἀποθανόντα οὐδένα οἶδα τότε καύσῳ οὐδὲ φρενιτικὰ τότε γενόμενα. οἱ δὲ τριταῖοι πλείους μὲν τῶν καύσων καὶ ἐπιπονώτεροι· εὐτάκτως δὲ τούτοισι πᾶσιν ἀπὸ τῆς πρώτης λήψιος τέσσαρας περιόδους· ἐν ἑπτὰ δὲ τελέως ἔκριναν οὐδ’ ὑπέστρεψαν οὐδενὶ τούτων. οἱ δὲ τεταρταῖοι πολλοῖσι μὲν ἐξ ἀρχῆς ἐν τάξει τεταρταίου ἤρξαντο, ἔστι δὲ οἷς οὐκ ὀλίγοισιν ἐξ ἄλλων πυρετῶν καὶ νοσημάτων ἀποστάσει τεταρταῖοι ἐγένοντο· μακρὰ δὲ καὶ ὡς εἴθισται τούτοισι καὶ ἔτι μακρότερα συνέπιπτεν. ἀμφημερινοὶ δὲ καὶ νυκτερινοὶ καὶ πλάνητες πολλοῖσι πολλοὶ καὶ πολὺν χρόνον παρέμενον ὀρθοστάδην τε καὶ κατακειμένοισι. τοῖσι πλείστοισι τούτων ὑπὸ πληϊάδα καὶ μέχρι χειμῶνος οἱ πυρετοὶ παρείποντο. σπασμοὶ δὲ πολλοῖσι, μᾶλλον δὲ παιδίοις, ἐξ ἀρχῆς καὶ ὑπεπύρεσσον, καὶ ἐπὶ πυρετοῖσιν ἐγίνοντο σπασμοί· χρόνια μὲν τοῖσι πλείστοισι τούτων, ἀβλαβέα δέ, εἰ μὴ τοῖσι καὶ ἐκ τῶν ἄλλων πάντων ὀλεθρίως ἔχουσιν. [Epid. 1.7] οἱ δὲ δὴ συνεχέες μὲν τὸ ὅλον καὶ οὐδὲν ἐκλείποντες, παροξυνόμενοι δὲ πᾶσι τριταιοφυέα τρόπον, μίαν ὑποκουφίζοντες καὶ μίαν παροξυνόμενοι, πάντων βιαιότατοι τῶν τότε γενομένων καὶ μακρότατοι καὶ μετὰ πόνων μεγίστων γενόμενοι· πρηέως ἀρχόμενοι, τὸ δ’ ὅλον ἐπιδιδόντες αἰεὶ καὶ παροξυνόμενοι καὶ ἀνάγοντες ἐπὶ τὸ κάκιον· σμικρὰ διακουφίζοντες καὶ ταχὺ πάλιν ἐξ ἐπισχέσιος βιαιοτέρως παροξυνόμενοι, ἐν κρισίμοις ὡς ἐπὶ τὸ πολὺ κακούμενοι. ῥίγεα δὲ πᾶσι μὲν ἀτάκτως καὶ πεπλανημένως ἐγίνετο, ἐλάχιστα δὲ καὶ ἥκιστα τούτοισιν, ἀλλ’ ἐπὶ τῶν ἄλλων πυρετῶν μέζω. ἱδρῶτες πολλοί, τούτοισι δὲ ἐλάχιστοι, κουφίζοντες οὐδέν, ἀλλ’ ὑπεναντίον βλάβας φερόντες. ψύξις δὲ πολλὴ τούτοισιν ἀκρέων καὶ μόγις ἀναθερμαινόμενα. ἄγρυπνοι τὸ σύνολον καὶ μάλιστα οὗτοι καὶ πάλιν κωματώδεες. κοιλίαι δὲ πᾶσι μὲν ταραχώδεες καὶ κακαί, πολὺ δὲ τούτοισι κάκισται. οὖρα δὲ τοῖσι πλείστοισι τούτων ἢ λεπτὰ καὶ ὠμὰ καὶ ἄχρω καὶ μετὰ χρόνον σμικρὰ πεπαινόμενα κρισίμως ἢ πάχος μὲν ἔχοντα, θολερὰ δὲ καὶ οὐδὲν καθιστάμενα, οὐδ’ ὑφιστάμενα, ἢ σμικρὰ καὶ κακὰ καὶ ὠμὰ τὰ ὑφιστάμενα· κάκιστα δὲ ταῦτα πάντων. βῆχες δὲ παρείποντο μὲν τοῖς πυρετοῖσι, γράψαι δὲ οὐκ ἔχω βλάβην οὐδ’ ὠφελείην γενομένην διὰ βηχὸς τότε. [Epid. 1.8] χρόνια μὲν οὖν καὶ δυσχερέα καὶ πάνυ ἀτάκτως καὶ πεπλανημένως καὶ ἀκρίτως τὰ πλεῖστα τούτων διετέλει γινόμενα καὶ τοῖσι πάνυ ὀλεθρίως ἔχουσι καὶ τοῖσι μή. εἰ γάρ τινας αὐτῶν καὶ διαλίποι σμικρά, ταχὺ πάλιν ὑπέστρεφεν. ἔστι δ’ οἷσιν ἔκρινεν αὐτῶν ὀλίγοισιν, οἷσι τὰ βραχύτατα γένοιτο, περὶ ὀγδοηκοστὴν ἐοῦσι, καὶ τούτων ἐνίοις ὑπέστρεφεν, ὥστε κατὰ χειμῶνα τοὺς πλείστους αὐτῶν ἔτι νοσεῖν. τοῖσι δὲ πλείστοισιν ἀκρίτως ἐξέλειπεν. ὁμοίως δὲ ταῦτα συνέπιπτεν τοῖς περιγινομένοισιν καὶ τοῖσιν οὔ. πολλῆς δέ τινος γινομένης ἀκρισίης καὶ ποικιλίης ἐπὶ τῶν νοσημάτων καὶ μεγίστου μὲν σημείου καὶ κακίστου διὰ τέλεος παρεπομένου τοῖσι πλείστοισιν ἀποσίτοις εἶναι πάντων γευμάτων, μάλιστα δὲ τούτων, οἷσι καὶ τἄλλα ὀλεθρίως ἔχοι, διψώδεες οὐ λίην ἀκαίρως ἦσαν ἐπὶ τοῖσι πυρετοῖσι τούτοισι. γενομένων δὲ χρόνων μακρῶν καὶ πόνων πολλῶν καὶ κακῆς συντήξιος, ἐπὶ τούτοισιν ἀποστάσιες ἐγίνοντο ἢ μέζους, ὥστε ὑποφέρειν μὴ δύνασθαι, ἢ μείους, ὥστε μηδὲν ὠφελεῖν, ἀλλὰ ταχὺ παλινδρομεῖν καὶ συνεπείγειν ἐπὶ τὸ κάκιον. [Epid. 1.9] ἦν δὲ τούτοισι τὰ γινόμενα δυσεντεριώδεα καὶ τεινεσμοί, καὶ λειεντερικοὶ καὶ ῥοώδεες. ἔστι δ’ οἷσι καὶ ὕδρωπες μετὰ τούτων καὶ ἄνευ τούτων. ὅ τι δὲ παραγένοιτο τούτων βιαίως ταχὺ συνῄρει, ἢ πάλιν ἐπὶ τὸ μηδὲν ὠφελεῖν. ἐξανθήματα σμικρὰ καὶ οὐκ ἀξίως τῆς περιβολῆς τῶν νοσημάτων καὶ ταχὺ πάλιν ἀφανιζόμενα ἢ παρὰ τὰ ὦτα οἰδήματα μωλυόμενα καὶ οὐδὲν ἀποσημαίνοντα, ἔστι δ’ οἷς ἐς ἄρθρα, μάλιστα δὲ κατὰ ἰσχίον, ὀλίγοισι κρισίμως ἀπολείποντα καὶ ταχὺ πάλιν ἐπικρατεύμενα ἐπὶ τὴν ἐξ ἀρχῆς ἕξιν. [Epid. 1.10] ἔθνῃσκον δ’ ἐκ πάντων μέν, πλεῖστοι δ’ ἐκ τούτων, καὶ τούτων παιδία, ὅσα ἀπὸ γάλακτος ἤδη, καὶ πρεσβύτερα, ὀκταετέα καὶ δεκαετέα, καὶ ὅσα πρὸ ἥβης. ἐγίνετο δὲ τούτοισι ταῦτα οὐκ ἄνευ τῶν πρώτων γεγραμμένων, τὰ δὲ πρῶτα πολλοῖσιν ἄνευ τούτων. μοῦνον δὲ χρηστὸν καὶ μέγιστον τῶν γενομένων σημείων καὶ πλείστους ἐρρύσατο τῶν ἐόντων ἐπὶ τοῖσι μεγίστοισι κινδύνοισιν, οἷσιν ἐπὶ τὸ στραγγουριῶδες ἐτράπετο καὶ ἐς τοῦτο ἀποστάσιες ἐγίνοντο. συνέπιπτε δὲ καὶ τὸ στραγγουριῶδες τῇσιν ἡλικίῃσιν ταύτῃσιν γίνεσθαι μάλιστα. ἐγίνετο δὲ καὶ τῶν ἄλλων πολλοῖσιν ὀρθοστάδην καὶ ἐπὶ τῶν νοσημάτων. ταχὺ δὲ καὶ μεγάλη τις ἡ μεταβολὴ τούτοισι πάντων ἐγίνετο. κοιλίαι τε γάρ, καὶ εἰ τύχοιεν ἐφυγραινόμεναι κακοήθεα τρόπον, ταχὺ συνίσταντο, γεύμασίν τε πᾶσιν ἡδέως εἶχον, οἵ τε πυρετοὶ πρηέες μετὰ ταῦτα. χρόνια δὲ καὶ τούτοισι τὰ περὶ τὴν στραγγουρίην καὶ ἐπιπόνως. οὖρα δὲ τούτοισιν ᾔει πολλὰ παχέα καὶ ποικίλα καὶ ἐρυθρά, μειξόπυα μετ’ ὀδύνης. περιεγένοντο δὲ πάντες οὗτοι, καὶ οὐδένα τούτων οἶδα ἀποθανόντα. [Epid. 1.11] ὅσα διὰ κινδύνων, πεπασμοὺς τῶν ἀπιόντων πάντας πάντοθεν ἐπικαίρους ἢ καλὰς καὶ κρισίμους ἀποστάσιας σκοπεῖσθαι. πεπασμοὶ ταχυτῆτα κρίσιος καὶ ἀσφάλειαν ὑγιείης σημαίνουσιν, ὠμὰ δὲ καὶ ἄπεπτα καὶ ἐς κακὰς ἀποστάσιας τρεπόμενα ἀκρισίας ἢ πόνους ἢ χρόνους ἢ θανάτους ἢ τῶν αὐτῶν ὑποστροφάς. ὅ τι δὲ τούτων ἔσται μάλιστα, σκεπτέον ἐξ ἄλλων. λέγειν τὰ προγενόμενα, γινώσκειν τὰ παρεόντα, προλέγειν τὰ ἐσόμενα· μελετᾶν ταῦτα. ἀσκεῖν περὶ τὰ νοσήματα δύο, ὠφελεῖν ἢ μὴ βλάπτειν. ἡ τέχνη διὰ τριῶν, τὸ νόσημα καὶ ὁ νοσέων καὶ ὁ ἰητρός· ὁ ἰητρὸς ὑπηρέτης τῆς τέχνης· ὑπεναντιοῦσθαι τῷ νοσήματι τὸν νοσέοντα μετὰ τοῦ ἰητροῦ. [Epid. 1.12] τὰ περὶ κεφαλὴν καὶ τράχηλον ἀλγήματα καὶ βάρεα μετ’ ὀδύνης ἄνευ πυρετῶν καὶ ἐν πυρετοῖσι· φρενιτικοῖσι μὲν σπασμοί, καὶ ἰώδεα ἐπανεμεῦσιν, ἔνιοι ταχυθάνατοι τούτων. ἐν καύσοισι δὲ καὶ τοῖς ἄλλοις πυρετοῖς, οἷσι μὲν τραχήλου πόνος καὶ κροτάφων βάρος καὶ σκοτώδεα περὶ τὰς ὄψιας καὶ ὑποχονδρίου σύντασις οὐ μετ’ ὀδύνης γίνεται, τούτοισιν αἱμορραγεῖ διὰ ῥινῶν· οἷσι δὲ βάρεα μὲν ὅλης τῆς κεφαλῆς, καρδιωγμοὶ δὲ καὶ ἀσώδεές εἰσιν, ἐπανεμέουσιν χολώδεα καὶ φλεγματώδεα. τὸ πολὺ δὲ παιδίοισιν ἐν τοῖσι τοιούτοισιν οἱ σπασμοὶ μάλιστα, γυναιξὶ δὲ καὶ ταῦτα καὶ ἀπὸ ὑστερέων πόνοι, πρεσβυτέροισι δὲ καὶ ὅσοις ἤδη τὸ θερμὸν κρατεῖται, παραπληγικὰ ἢ μανικὰ ἢ στερήσιες ὀφθαλμῶν. ### Κατάστασις τρίτη [Epid. 1.13] ἐν Θάσῳ πρὸ ἀρκτούρου ὀλίγον καὶ ἐπ’ ἀρκτούρου ὕδατα πολλὰ μεγάλα ἐν βορείοις. περὶ δὲ ἰσημερίην καὶ μέχρι πληϊάδος νότια ὕσματα ὀλίγα. χειμὼν βόρειος, αὐχμοί, ψύχεα, πνεύματα μεγάλα, χιόνες. περὶ δὲ ἰσημερίην χειμῶνες μέγιστοι. ἔαρ βόρειον, αὐχμοί, ὕσματα ὀλίγα, ψύχεα. περὶ δὲ ἡλίου τροπὰς θερινὰς ὕδατα ὀλίγα, μεγάλα ψύχεα μέχρι κυνὸς ἐπλησίασε. μετὰ δὲ κύνα μέχρι ἀρκτούρου θέρος θερμόν· καύματα μεγάλα καὶ οὐκ ἐκ προσαγωγῆς, ἀλλὰ συνεχέα καὶ βίαια· ὕδωρ οὐκ ἐγένετο· ἐτησίαι ἔπνευσαν. περὶ ἀρκτοῦρον ὕσματα νότια μέχρι ἰσημερίης. [Epid. 1.14] ἐν τῇ καταστάσει ταύτῃ κατὰ χειμῶνα μὲν ἤρξαντο παραπληγίαι καὶ πολλοῖσιν ἐγίνοντο, καὶ τινὲς αὐτῶν ἔθνῃσκον διὰ ταχέων· καὶ γὰρ ἄλλως τὸ νόσημα ἐπίδημον ἦν· τὰ δὲ ἄλλα διετέλεον ἄνοσοι. πρωϊ δὲ τοῦ ἦρος ἤρξαντο καῦσοι καὶ διετέλεον μέχρι ἰσημερίης καὶ πρὸς τὸ θέρος. ὅσοι μὲν οὖν ἦρος καὶ θέρεος ἀρξαμένου αὐτίκα νοσεῖν ἤρξαντο, οἱ πλεῖστοι διεσῴζοντο, ὀλίγοι δέ τινες ἔθνῃσκον. ἤδη δὲ τοῦ φθινοπώρου καὶ τῶν ὑσμάτων γενομένων θανατώδεες ἦσαν καὶ πλείους ἀπωλλυντο. [Epid. 1.14] ἦν δὲ τὰ παθήματα τῶν καύσων, οἷσι μὲν καλῶς καὶ δαψιλέως ἐκ ῥινῶν αἱμορραγήσαι, διὰ τούτου μάλιστα σῴζεσθαι, καὶ οὐδένα οἶδα, εἰ καλῶς αἱμορραγήσαι, ἐν τῇ καταστάσει ταύτῃ ἀποθανόντα. Φιλίσκῳ γὰρ καὶ Ἐπαμείνονι καὶ Σιληνῷ τεταρταίῳ καὶ πεμπταίῳ σμικρὸν ἀπὸ ῥινῶν ἔσταξεν· ἀπέθανον. οἱ μὲν οὖν πλεῖστοι τῶν νοσησάντων περὶ κρίσιν ἐπερρίγουν καὶ μάλιστα οἷσι μὴ αἱμορραγήσαι. ἐπερρίγουν δὲ καὶ οὗτοι καὶ ἐφίδρουν. [Epid. 1.15] ἔστι δὲ οἷσιν ἴκτεροι ἑκταίοις, ἀλλὰ τούτοις ἢ κατὰ κύστιν κάθαρσις ἢ κοιλίη ἐκταραχθεῖσα ὠφέλει ἢ δαψιλὴς αἱμορραγίη, οἷον Ἡρακλείδῃ, ὃς κατέκειτο παρὰ Ἀριστοκύδει. καίτοι τούτῳ καὶ ἐκ ῥινῶν ᾑμορράγησε καὶ ἡ κοιλίη ἐπεταράχθη, καὶ κατὰ κύστιν ἐκαθήρατο· ἐκρίθη εἰκοσταῖος· οὐχ οἷον ὁ Φαναγόρεω οἰκέτης, ᾧ οὐδὲν τούτων ἐγένετο· ἀπέθανεν. ᾑμορράγει δὲ τοῖσι πλείστοισι, μάλιστα δὲ μειρακίοισι καὶ ἀκμάζουσι, καὶ ἔθνῃσκον πλεῖστοι τούτων, οἷσι μὴ αἱμορραγήσαι. πρεσβυτέροισι δὲ ἐς ἰκτέρους ἢ κοιλίαι ταραχώδεες, οἷον Βίωνι τῷ παρὰ Σιληνὸν κατακειμένῳ. ἐπεδήμησαν δὲ καὶ δυσεντερίαι κατὰ θέρος, καί τισι καὶ τῶν διανοσησάντων, οἷσι καὶ αἱμορραγίαι ἐγένοντο, ἐς δυσεντεριώδεα ἐτελεύτησεν, οἷον τῷ Ἐράτωνος παιδὶ καὶ Μύλλῳ πολλῆς αἱμορραγίης γενομένης ἐς δυσεντεριώδεα κατέστη· περιεγένοντο. [Epid. 1.15] πολὺς μὲν οὖν μάλιστα οὗτος ὁ χυμὸς ἐπεπόλασεν, ἐπεὶ καὶ οἷσι περὶ κρίσιν οὐχ ᾑμορράγησεν, ἀλλὰ παρὰ τὰ ὦτα ἐπαναστάντα ἠφανίσθη – τούτων δὲ ἀφανισθέντων παρὰ τὸν κενεῶνα βάρος τὸν ἀριστερὸν καὶ ἐς ἄκρον ἰσχίον – ἀλγήματος μετὰ κρίσιν γενομένου καὶ οὔρων λεπτῶν διεξιόντων, αἱμορραγεῖν σμικρὰ ἤρξατο περὶ τετάρτην καὶ εἰκοστήν, καὶ ἐγένοντο ἐς αἱμορραγίην ἀποστάσιες· Ἀντιφῶντι Κριτοβούλου ἀπεπαύσατο καὶ ἐκρίθη τελέως περὶ τεσσαρακοστήν. [Epid. 1.16] γυναῖκες δὲ ἐνόσησαν μὲν πολλαί, ἐλάσσους δὲ ἢ ἄνδρες καὶ ἔθνῃσκον ἧσσον. ἐδυστόκεον δὲ αἱ πλεῖσται καὶ μετὰ τοὺς τόκους ἐπενόσεον, καὶ ἔθνῃσκον αὗται μάλιστα, οἷον ἡ Τελεβούλου θυγάτηρ ἀπέθανεν ἑκταίη ἐκ τόκου. τῇσι μὲν οὖν πλείστῃσιν ἐν τοῖσι πυρετοῖσι γυναικεῖα ἐπεφαίνετο καὶ παρθένοισι πολλῇσι τότε πρῶτον ἐγένετο· ἔστι δ’ ᾗσιν ᾑμορράγησεν ἐκ ῥινῶν· ἔστι δ’ ὅτε καὶ ἐκ ῥινῶν καὶ τὰ γυναικεῖα τῇσιν αὐτῇσιν ἐπεφαίνετο, οἷον τῇ Δαιθάρσεος θυγατρὶ παρθένῳ ἐπεφάνη τότε πρῶτον καὶ ἐκ ῥινῶν λάβρον ἐρρύη, καὶ οὐδεμίαν οἰδα ἀποθανοῦσαν, ᾗσι τούτων τι καλῶς γένοιτο. ᾗσι δὲ συνεκύρησεν ἐν γαστρὶ ἐχούσῃσι νοσῆσαι, πᾶσαι ἀπέφθειραν, ἃς καὶ ἐγὼ οἶδα. [Epid. 1.17] οὖρα δὲ τοῖσι πλείστοισιν εὔχρω μέν, λεπτὰ δὲ καὶ ὑποστάσιας ὀλίγας ἔχοντα, κοιλίαι δὲ ταραχώδεες τοῖσι πλείστοισι διαχωρήμασι λεπτοῖσι καὶ χολώδεσι. πολλοῖσι δὲ τῶν ἄλλων κεκριμένων ἐς δυσεντερίας ἐτελεύτα, οἷον Ξενοφάνει καὶ Κριτίᾳ. οὖρα δὲ ὑδατώδεα πολλὰ καθαρὰ καὶ λεπτὰ καὶ μετὰ κρίσιν καὶ ὑποστάσιος καλῆς γενομένης καὶ τῶν ἄλλων καλῶς κεκριμένων ἀναμνήσομαι οἷσιν ἐγένετο· Βίωνι, ὃς κατέκειτο παρὰ Σιληνόν, Κράτιδι τῇ παρὰ Ξενοφάνεος, Ἀρέτωνος παιδί, Μνησιστράτου γυναικί. μετὰ δὲ δυσεντεριώδεες ἐγένοντο οὗτοι πάντες. [Epid. 1.17] περὶ δὲ ἀρκτοῦρον ἑνδεκαταίοισι πολλοῖσιν ἔκρινε καὶ τούτοισιν οὐδ’ αἱ κατὰ λόγον γινόμεναι ὑποστροφαὶ ὑπέστρεφον· ἦσαν δὲ καὶ κωματώδεες περὶ τὸν χρόνον τοῦτον, πλείω δὲ παιδία, καὶ ἔθνῃσκον ἥκιστα οὗτοι πάντων. [Epid. 1.18] περὶ δὲ ἰσημερίην καὶ μέχρι πληϊάδος καὶ ὑπὸ χειμῶνα παρείποντο μὲν οἱ καῦσοι, ἀτὰρ καὶ οἱ φρενιτικοὶ τηνικαῦτα πλεῖστοι ἐγένοντο καὶ ἔθνῃσκον τούτων οἱ πλεῖστοι. ἐγένοντο δὲ καὶ κατὰ θέρος ὀλίγοι. τοῖσι μὲν οὖν καυσώδεσιν ἀρχομένοισιν ἐπεσήμαινεν, οἷσι τὰ ὀλέθρια συνέπιπτεν· αὐτίκα γὰρ ἀρχομένοισι πυρετὸς ὀξύς, σμικρὰ ἐπερρίγουν, ἄγρυπνοι, διψώδεες, ἀσώδεες, σμικρὰ ἐφίδρουν περὶ μέτωπον καὶ κληῖδας, οὐδεὶς δι’ ὅλου, πολλὰ παρέλεγον, φόβοι, δυσθυμίαι, ἄκρεα περίψυχρα, πόδες ἄκροι, μᾶλλον δὲ τὰ περὶ χεῖρας· οἱ παροξυσμοὶ ἐν ἀρτίῃσι· τοῖσι δὲ πλείστοισιν τεταρταίοισιν οἱ πόνοι μέγιστοι καὶ ἱδρὼς ἐπὶ πλεῖστον ὑπόψυχρος καὶ ἄκρεα οὐκ ἔτι ἀνεθερμαίνοντο, ἀλλὰ πελιδνὰ καὶ ψυχρά, οὐδ’ ἐδίψων ἔτι ἐπὶ τούτοισιν· οὖρα τούτοις ὀλίγα, μέλανα, λεπτὰ καὶ κοιλίαι ἐφίσταντο· οὐδ’ ᾑμορράγησεν ἐκ ῥινῶν οὐδενί, οἷσι ταῦτα συμπίπτοι, ἀλλ’ ἢ σμικρὰ ἔσταξεν· οὐδ’ ἐς ὑποστροφὴν οὐδενὶ τούτων ἦλθεν, ἀλλ’ ἑκταῖοι ἀπέθνῃσκον σὺν ἱδρῶτι. τοῖσι δὲ φρενιτικοῖσι συνέπιπτε μὲν καὶ τὰ ὑπογεγραμμένα πάντα, ἔκρινε δὲ τούτοισιν ὡς ἐπὶ τὸ πολὺ ἑνδεκαταίοισιν· ἔστι δ’ οἷσι καὶ εἰκοσταίοισι, οἷσιν οὐκ εὐθὺς ἐξ ἀρχῆς ἡ φρενῖτις ἤρξατο ἢ περὶ τρίτην ἢ τετάρτην ἡμέρην, ἀλλὰ μετρίως ἔχουσιν ἐν τῷ πρώτῳ χρόνῳ περὶ τὴν ἑβδόμην ἐς ὀξύτητα τὸ νόσημα μετέπεσεν. [Epid. 1.19] πλῆθος μὲν οὖν τῶν νοσημάτων ἐγένετο. ἐκ δὲ τῶν καμνόντων ἀπέθνῃσκον μάλιστα μειράκια, νέοι, ἀκμάζοντες, λεῖοι, ὑπολευκόχρωτες, ἰθύτριχες, μελανότριχες, μελανόφθαλμοι, οἱ εἰκῇ καὶ ἐπὶ τὸ ῥᾴθυμον βεβιωκότες, ἰσχνόφωνοι, τρηχύφωνοι, τραυλοί, ὀργίλοι. καὶ γυναῖκες πλεῖσται ἐκ τούτου τοῦ εἴδεος ἀπέθνῃσκον. ἐν δὲ ταύτῃ τῇ καταστάσει ἐπὶ σημείων μάλιστα τεσσάρων διεσῴζοντο· οἷσι γὰρ ἢ διὰ ῥινῶν καλῶς αἱμορραγήσαι ἢ κατὰ κύστιν οὖρα πολλὰ καὶ πολλὴν καὶ καλὴν ὑπόστασιν ἔχοντα ἔλθοι ἢ κατὰ κοιλίην ταραχώδεα χολώδεσιν ἐπικαίρως, ἢ δυσεντερικοὶ γενοίατο. πολλοῖσι δὲ συνέπιπτε μὴ ἐφ’ ἑνὸς κρίνεσθαι τῶν ὑπογεγραμμένων σημείων, ἀλλὰ διεξιέναι διὰ πάντων τοῖσι πλείστοισι καὶ δοκεῖν μὲν ἔχειν ὀχληροτέρως· διεσῴζοντο δὲ πάντες, οἷσι ταῦτα συμπίπτοι. γυναιξὶ δὲ καὶ παρθένοισι συνέπιπτε μὲν καὶ τὰ ὑπογεγραμμένα σημεῖα πάντα, ᾗσι δὲ ἢ τούτων τι καλῶς γένοιτο ἢ τὰ γυναικεῖα δαψιλέως ἐπιφανείη, διὰ τούτων ἐσῴζοντο καὶ ἔκρινε, καὶ οὐδεμίαν οἶδα ἀπολομένην, ᾗσι τούτων τι καλῶς γένοιτο. Φίλωνος γὰρ θυγάτηρ, ἐκ ῥινῶν λάβρον ἐρρύη, ἑβδομαίη ἐοῦσα ἐδείπνησεν ἀκαιροτέρως· ἀπέθανεν. [Epid. 1.19] οἷσιν ἐν πυρετοῖσιν ὀξέσι, μᾶλλον δὲ καυσώδεσιν, ἀέκουσιν δάκρυα παραρρεῖ, τούτοισιν ἀπὸ ῥινῶν αἱμορραγίην προσδέχεσθαι, ἢν καὶ τἄλλα ὀλεθρίως μὴ ἔχωσιν, ἐπεὶ τοῖσί γε φλαύρως ἔχουσιν οὐχ αἱμορραγίην, ἀλλὰ θάνατον σημαίνει. [Epid. 1.20] τὰ παρὰ τὰ ὦτα ἐν πυρετοῖσιν ἐπαιρόμενα μετ’ ὀδύνης ἔστιν οἷσιν ἐκλείποντος τοῦ πυρετοῦ κρισίμως οὔτε καθίστατο οὔτε ἐξεπύει· τούτοισι διάρροιαι χολωδέων ἢ δυσεντερίη ἢ παχέων οὔρων ὑπόστασις γενομένη ἔλυσεν, οἷον Ἑρμίππῳ τῷ Κλαζομενίῳ. τὰ δὲ περὶ τὰς κρίσιας, ἐξ ὧν καὶ διεγινώσκομεν, ἢ ὅμοια ἢ ἀνόμοια, οἷον οἱ δύο ἀδελφεοί, οἳ ἤρξαντο ὁμοῦ τὴν αὐτὴν ὥρην· κατέκειντο παρὰ τὸ θέρετρον Ἐπιγένεος. τούτων τῷ πρεσβυτέρῳ ἔκρινεν ἑκταίῳ, τῷ δὲ νεωτέρῳ ἑβδομαίῳ. ὑπέστρεψεν ἀμφοτέροισιν ὁμοῦ τὴν αὐτὴν ὥρην καὶ διέλιπεν ἡμέρας πέντε. ἐκ δὲ τῆς ὑποστροφῆς ἐκρίθη ἀμφοτέροισιν ὁμοῦ τὸ σύμπαν ἑπτακαιδεκαταίοισιν. ἔκρινε δὲ τοῖσι πλείστοισιν ἑκταίοις. διέλειπεν ἕξ· ἐκ δὲ τῶν ὑποστροφέων ἔκρινε πεμπταίοις. οἷσι δ’ ἔκρινεν ἑβδομαίοισι, διέλειπεν ἑπτά· ἐκ δὲ τῆς ὑποστροφῆς ἔκρινε τριταίοις. οἷσι δ’ ἔκρινεν ἑβδομαίοισι, διαλείποντα τρεῖς ἔκρινεν ἑβδομαίοις. οἷσι δ’ ἔκρινεν ἑκταίοισι, διαλείποντα ἓξ ἐλάμβανε τρισίν, διέλειπε μίαν, μίαν ἐλάμβανεν· ἔκρινεν, οἷον Εὐάγοντι τῷ Δαιθάρσεος. οἷσι δ’ ἔκρινεν ἑκταίοισι, διέλειπεν ἑπτά, ἐκ δὲ τῆς ὑποστροφῆς ἔκρινε τετάρτῃ, οἷον τῇ Ἀγλαΐδου θυγατρί. οἱ μὲν οὖν πλεῖστοι τῶν νοσησάντων ἐν τῇ καταστάσει ταύτῃ τούτῳ τῷ τρόπῳ διενόσησαν, καὶ οὐδένα οἶδα τῶν περιγενομένων, ᾧτινι οὐχ ὑπέστρεψαν αἱ κατὰ λόγον ὑποστροφαὶ γενόμεναι, καὶ διεσῴζοντο πάντες, οὓς κἀγὼ οἶδα, οἷσιν αἱ ὑποστροφαὶ διὰ τοῦ εἴδεος τούτου γενοίατο. οὐδὲ τῶν διανοσησάντων διὰ τούτου τοῦ τρόπου οὐδενὶ οἶδα ὑποστροφὴν γενομένην πάλιν. [Epid. 1.21] ἔθνῃσκον δὲ τοῖσι νοσήμασι τούτοις οἱ πλεῖστοι ἑκταῖοι, οἷον Ἐπαμεινώνδας καὶ Σιληνὸς καὶ Φιλίσκος ὁ Ἀνταγόρεω. οἷσι δὲ τὰ παρὰ τὰ ὦτα γενοίατο, ἔκρινε μὲν εἰκοσταίοισι, κατέσβη δὲ πᾶσι καὶ οὐκ ἐξεπύησεν, ἀλλ’ ἐπὶ κύστιν ἐτράπετο. Κρατιστώνακτι, ὃς παρ’ Ἡρακλεῖ ᾤκει, καὶ Σκύμνου τοῦ γναφέως θεραπαίνῃ ἐξεπύησεν· ἀπέθανον· οἷσι δ’ ἔκρινεν ἑβδομαίοισι, διέλειπεν ἐννέα, ὑπέστρεφεν, ἔκρινεν ἐκ τῆς ὑποστροφῆς τεταρταίοισι – Παντακλεῖ, ὃς ᾤκει παρὰ Διονύσιον –. οἷσι δ’ ἔκρινεν ἑβδομαίοισιν, διέλειπεν ἕξ· ὑποστροφή· ἐκ δὲ τῆς ὑποστροφῆς ἔκρινεν ἑβδομαίοισι – Φανοκρίτῳ, ὃς κατέκειτο παρὰ Γνάθωνι τῷ γναφεῖ. [Epid. 1.22] ὑπὸ δὲ χειμῶνα περὶ ἡλίου τροπὰς χειμερινὰς καὶ μέχρι ἰσημερίης παρέμενον μὲν καὶ οἱ καῦσοι καὶ τὰ φρενιτικά, καὶ ἔθνῃσκον πολλοί· αἱ μέντοι κρίσιες μετέπεσον, καὶ ἔκρινε τοῖσι πλείστοισιν ἐξ ἀρχῆς πεμπταίοισι, διέλειπε τέσσαρας, ὑπέστρεφεν, ἐκ δὲ τῆς ὑποστροφῆς ἔκρινε πεμπταίοισι, τὸ σύμπαν τεσσαρεσκαιδεκαταίοις. ἔκρινε δὲ παιδίοισιν οὕτω τοῖσι πλείστοισιν, ἀτὰρ καὶ πρεσβυτέροισιν. ἔστι δὲ οἷσιν ἔκρινεν ἑνδεκαταίοις, ὑποστροφὴ τεσσαρεσκαιδεκαταίοις, ἔκρινε τελέως εἰκοστῇ. εἰ δέ τινες ἐπερρίγουν περὶ τὴν εἰκοστήν, τούτοισιν ἔκρινε τεσσαρακοσταίοις. ἐπερρίγουν δ’ οἱ πλεῖστοι περὶ κρίσιν τὴν ἐξ ἀρχῆς· οἱ δ’ ἐπιρριγώσαντες ἐξ ἀρχῆς περὶ κρίσιν, καὶ ἐν τῇσιν ὑποστροφῇσιν ἅμα κρίσει. ἐρρίγουν δ’ ἐλάχιστοι μὲν τοῦ ἦρος, θέρεος πλείους, φθινοπώρου ἔτι πλείους, ὑπὸ δὲ χειμῶνα πολὺ πλεῖστοι. αἱ δὲ αἱμορραγίαι ὑπέληγον. [Epid. 1.23] τὰ δὲ περὶ τὰ νοσήματα, ἐξ ὧν διεγινώσκομεν, μαθόντες ἐκ τῆς κοινῆς φύσιος ἁπάντων καὶ τῆς ἰδίης ἑκάστου, ἐκ τοῦ νοσήματος, ἐκ τοῦ νοσέοντος, ἐκ τῶν προσφερομένων, ἐκ τοῦ προσφέροντος – ἐπὶ τὸ ῥᾷονγὰρ καὶ χαλεπώτερον ἐκ τούτων –, ἐκ τῆς καταστάσιος ὅλης καὶ κατὰ μέρεα τῶν οὐρανίων καὶ χώρης ἑκάστης, ἐκ τοῦ ἔθεος, ἐκ τῆς διαίτης, ἐκ τῶν ἐπιτηδευμάτων, ἐκ τῆς ἡλικίης ἑκάστου, λόγοισι, τρόποισι, σιγῇ, διανοήμασιν, ὕπνοισιν, οὐχ ὕπνοισιν, ἐνυπνίοισι, οἵοισι καὶ ὅτε, τιλμοῖσι, κνησμοῖσι, δάκρυσιν, ἐκ τῶν παροξυσμῶν, διαχωρήμασιν, οὔροισιν, πτυάλοισιν, ἐμέτοισι, καὶ ὅσαι ἐξ οἵων ἐς οἷα διαδοχαὶ νοσημάτων καὶ ἀποστάσιες ἐπὶ τὸ ὀλέθριον καὶ κρίσιμον, ἱδρώς, ῥῖγος, ψύξις, βήξ, πταρμοί, λυγμοί, πνεύματα, ἐρεύξιες, φῦσαι, σιγῶσαι, ψοφώδεες, αἱμορραγίαι, αἱμορροΐδες. ἐκ τούτων καὶ ὅσα διὰ τούτων σκεπτέον. [Epid. 1.24] πυρετοὶ οἱ μὲν συνεχέες, οἱ δ’ ἡμέρην ἔχουσι, νύκτα διαλείπουσι, νύκτα ἔχουσιν, ἡμέρην διαλείπουσιν· ἡμιτριταῖοι, τριταῖοι, τεταρταῖοι, πεμπταῖοι, ἑβδομαῖοι, ἐναταῖοι. εἰσὶ δὲ ὀξύταται μὲν καὶ μέγισται καὶ χαλεπώταται νοῦσοι καὶ θανατωδέσταται ἐν τῷ συνεχεῖ πυρετῷ. ἀσφαλέστατος δὲ πάντων καὶ ῥήϊστος καὶ μακρότατος πάντων ὁ τεταρταῖος· οὐ γὰρ μοῦνον αὐτὸς ἐφ’ ἑωυτοῦ τοιοῦτός ἐστιν, ἀλλὰ καὶ νοσημάτων ἑτέρων μεγάλων ῥύεται. ἐν δὲ τῷ ἡμιτριταίῳ καλεομένῳ συμπίπτει μὲν καὶ ὀξέα νοσήματα γίνεσθαι, καὶ ἔστι τῶν λοιπῶν οὗτος θανατωδέστατος· ἀτὰρ καὶ φθινώδεες καὶ ὅσοι ἄλλα μακρότερα νοσήματα νοσέουσιν, ἐπὶ τούτῳ μάλιστα νοσέουσι. νυκτερινὸς οὐ λίην θανατώδης, μακρὸς δέ. ἡμερινὸς μακρότερος· ἔστι δ’ οἷσι ῥέπει καὶ ἐπὶ τὸ φθινῶδες. ἑβδομαῖος μακρός, οὐ θανατώδης. ἐναταῖος ἔτι μακρότερος, οὐ θανατώδης. τριταῖος ἀκριβὴς ταχυκρίσιμος καὶ οὐ θανατώδης. ὁ δὲ πεμπταῖος πάντων μὲν κάκιστος· καὶ γὰρ πρὸ φθίσιος καὶ ἤδη φθίνουσιν ἐπιγινόμενος κτείνει. [Epid. 1.25] εἰσὶ δὲ τρόποι καὶ καταστάσιες καὶ παροξυσμοὶ τούτων ἑκάστου τῶν πυρετῶν. αὐτίκα γὰρ συνεχὴς ἔστιν οἷσιν ἀρχόμενος ἀνθεῖ καὶ ἀκμάζει μάλιστα καὶ ἀνάγει ἐπὶ τὸ χαλεπώτατον, περὶ δὲ κρίσιν καὶ ἅμα κρίσει λεπτύνεται· ἔστι δ’ οἷσιν ἄρχεται μαλακῶς καὶ ὑποβρύχια, ἐπαναδιδοῖ δὲ καὶ παροξύνεται καθ’ ἡμέρην ἑκάστην, περὶ δὲ κρίσιν ἅλις ἐξέλαμψεν· ἔστι δ’ οἷσιν ἀρχόμενος πρηέως ἐπιδιδοῖ καὶ παροξύνεται καὶ μέχρι τινὸς ἀκμάσας πάλιν ὑφίησι μέχρι κρίσιος καὶ περὶ κρίσιν. συμπίπτει δὲ ταῦτα γίνεσθαι ἐπὶ παντὸς πυρετοῦ καὶ νοσήματος. δεῖ δὲ καὶ τὰ διαιτήματα σκοπεύμενον ἐκ τούτων προσφέρειν. πολλὰ δὲ καὶ ἄλλα ἐπίκαιρα σημεῖα τούτοις ἐστὶν ἠδελφισμένα, περὶ ὧν τὰ μέν που γέγραπται, τὰ δὲ καὶ γεγράψεται. πρὸς ἃ δεῖ διαλογιζόμενον δοκιμάζειν καὶ σκοπεῖσθαι, τίνι τούτων ὀξὺ καὶ θανατῶδες ἢ περιεστικὸν καὶ τίνι μακρὸν καὶ θανατῶδες ἢ περιεστικὸν καὶ τίνι προσαρτέον ἢ οὒ καὶ πότε καὶ πόσον καὶ τί τὸ προσφερόμενον ἔσται. [Epid. 1.26] τὰ δὲ παροξυνόμενα ἐν ἀρτίῃσι κρίνεται ἐν ἀρτίῃσιν· ὧν δὲ οἱ παροξυσμοὶ ἐν περισσῇσι, κρίνεται ἐν περισσῇσιν. ἔστι δὲ πρώτη περίοδος τῶν ἐν τῇσιν ἀρτίῃσι κρινόντων τετάρτη, ἕκτη, ὀγδόη, δεκάτη, τεσσαρεσκαιδεκάτη, εἰκοστή, τετάρτη καὶ εἰκοστή, τριακοστή, τεσσαρακοστή, ἑξηκοστή, ὀγδοηκοστή, εἰκοστὴ καὶ ἑκατοστή· τῶν δ’ ἐν τῇσι περισσῇσι κρινόντων περίοδος πρώτη, τρίτη, πέμπτη, ἑβδόμη, ἐνάτη, ἑνδεκάτη, ἑπτακαιδεκάτη, εἰκοστὴ πρώτη, εἰκοστὴ ἑβδόμη, τριακοστὴ πρώτη. εἰδέναι δὲ χρὴ ἔτι, ἢν ἄλλως κριθῇ ἔξω τῶν ὑπογεγραμμένων, ἐσομένας ὑποστροφάς· γένοιτο δὲ ἂν καὶ ὀλέθρια. δεῖ δὴ προσέχειν τὸν νόον καὶ εἰδέναι ἐν τοῖσι χρόνοισι τούτοισι τὰς κρίσιας ἐσομένας ἐπὶ σωτηρίην ἢ ὄλεθρον ἢ ῥοπὰς ἐπὶ τὸ ἄμεινον ἢ τὸ χεῖρον. πλάνητες δὲ πυρετοὶ καὶ τεταρταῖοι καὶ πεμπταῖοι καὶ ἑβδομαῖοι καὶ ἐναταῖοι, ἐν ᾗσι περιόδοισι κρίνονται, σκεπτέον. ### Ἄρρωστοι τεσσαρεσκαίδεκα [Epid. 1 case 1] Φιλίσκος ᾤκει παρὰ τὸ τεῖχος· κατεκλίνη, τῇ πρώτῃ πυρετὸς ὀξύς, ἵδρωσεν, ἐς νύκτα ἐπιπόνως· δευτέρῃ πάντα παρωξύνθη, ὀψὲ δὲ ἀπὸ κλυσματίου καλῶς διῆλθε· νύκτα δι’ ἡσυχίης. τρίτῃ πρωὶ καὶ μέχρι μέσου ἡμέρης ἔδοξε γενέσθαι ἄπυρος, πρὸς δείλην δὲ πυρετὸς ὀξὺς μετὰ ἱδρῶτος, διψώδης, γλῶσσα ἐπεξηραίνετο, μέλανα οὔρησε· νύκτα δυσφόρως, οὐκ ἐκοιμήθη, πάντα παρέκρουσε. τετάρτῃ πάντα παρωξύνθη, οὖρα μέλανα· νύκτα εὐφορωτέρην, οὖρα εὐχροώτερα. πέμπτῃ περὶ μέσον ἡμέρης σμικρὸν ἀπὸ ῥινῶν ἔσταξεν ἄκρητον· οὖρα δὲ ποικίλα, ἔχοντα ἐναιωρήματα στρογγύλα, γονοειδέα, διεσπας μένα, οὐχ ἱδρύετο· προσθεμένῳ δὲ βάλανον φυσώδεα σμικρὰ διῆλθε. νύκτα ἐπιπόνως, ὕπνοι σμικροί, λόγοι, λῆρος, ἄκρεα πάντοθεν ψυχρὰ καὶ οὐκέτι ἀναθερμαινόμενα, οὔρησε μέλανα, ἐκοιμήθη σμικρὰ πρὸς ἡμέρην, ἄφωνος, ἵδρωσε ψυχρῷ, ἄκρεα πελιδνά. περὶ δὲ μέσον ἡμέρης ἑκταῖος ἀπέθανεν. τούτῳ πνεῦμα διὰ τέλεος, ὥσπερ ἀνακαλεομένῳ, ἀραιὸν μέγα· σπλὴν ἐπήρθη περιφερεῖ κυρτώματι, ἱδρῶτες ψυχροὶ διὰ τέλεος. οἱ παροξυσμοὶ ἐν ἀρτίῃσιν. [Epid. 1 case 2] Σιληνὸς ᾤκει ἐπὶ τοῦ πλαταμῶνος πλησίον τῶν Εὐαλκίδεω. ἐκ κόπων καὶ πότων καὶ γυμνασιων ἀκαίρων πῦρ ἔλαβεν. ἤρξατο δὲ πονεῖν κατ’ ὀσφῦν· καὶ κεφαλῆς βάρος καὶ τραχήλου σύντασις. ἀπὸ δὲ κοιλίης τῇ πρώτῃ χολώδεα, ἄκρητα, ἔπαφρα, κατακορέα πολλὰ διῆλθεν· οὖρα μέλανα, μέλαιναν ὑπόστασιν ἔχοντα, διψώδης, γλῶσσα ἐπίξηρος, νυκτὸς οὐδὲν ἐκοιμήθη. δευτέρῃ πυρετὸς ὀξύς, διαχωρήματα πλείω, λεπτότερα, ἔπαφρα, οὖρα μέλανα, νύκτα δυσφόρως, σμικρὰ παρέκρουσε. τρίτῃ πάντα παρωξύνθη· ὑποχονδρίου σύντασις ἐξ ἀμφοτέρων παραμήκης πρὸς ὀμφαλόν, ὑπολάπαρος· διαχωρήματα λεπτά, ὑπομέλανα, οὖρα θολερά, ὑπομέλανα, νυκτὸς οὐδὲν ἐκοιμήθη, λόγοι πολλοί, γέλως, ᾠδή, κατέχειν οὐκ ἠδύνατο. τετάρτῃ διὰ τῶν αὐτῶν. πέμπτῃ διαχωρήματα ἄκρητα, χολώδεα, λεῖα, λιπαρά, οὖρα λεπτά, διαφανέα· σμικρὰ κατενόει. ἕκτῃ περὶ κεφαλὴν σμικρὰ ἐφίδρωσεν, ἄκρεα ψυχρά, πελιδνά, πολὺς βληστρισμός, ἀπὸ κοιλίης οὐδὲν διῆλθεν, οὖρα ἐπέστη, πυρετὸς ὀξύς. ἑβδόμῃ ἄφωνος, ἄκρεα οὐκέτι ἀνεθερμαίνετο, οὔρησεν οὐδέν. ὀγδόῃ ἵδρωσεν δι’ ὅλου ψυχρῷ· ἐξανθήματα μετὰ ἱδρῶτος ἐρυθρά, στρογγύλα, σμικρὰ οἷον ἴονθοι, παρέμενεν, οὐ καθίστατο· ἀπὸ δὲ κοιλίης ἐρεθισμῷ σμικρῷ κοπρανα λεπτά, οἷα ἄπεπτα, πολλὰ διῄει μετὰ πόνου· οὔρει μετ’ ὀδύνης δακνώδεα· ἄκρεα σμικρὰ ἀνεθερμαίνετο, ὕπνοι λεπτοί, κωματώδης, ἄφωνος, οὖρα λεπτὰ διαφανέα. ἐνάτῃ διὰ τῶν αὐτῶν. δεκάτῃ ποτὰ οὐκ ἐδέχετο, κωματώδης, ὕπνοι λεπτοί· ἀπὸ δὲ κοιλίης ὅμοια, οὔρησεν ἀθρόον ὑπόπαχυ· κειμένῳ ὑπόστασις κριμνώδης λευκή, ἄκρεα πάλιν ψυχρά. ἑνδεκάτῃ ἀπέθανεν. ἐξ ἀρχῆς τούτῳ καὶ διὰ τέλεος πνεῦμα ἀραιόν, μέγα. ὑποχονδρίου παλμὸς συνεχής, ἡλικίη ὡς περὶ ἔτεα εἴκοσιν. [Epid. 1 case 3] Ἡροφῶντι πυρετὸς ὀξύς, ἀπὸ κοιλίης ὀλίγα, τεινεσμώδεα κατ’ ἀρχάς, μετὰ δὲ λεπτὰ διῄει χολώδεα, ὑπόσυχνα· ὕπνοι οὐκ ἐνῆσαν, οὖρα μέλανα λεπτά. πέμπτῃ πρωὶ κώφωσις, παρωξύνθη πάντα, σπλὴν ἐπήρθη, ὑποχονδρίου σύντασις, ἀπὸ κοιλίης ὀλίγα διῆλθε μέλανα, παρεφρόνησεν. ἕκτῃ ἐλήρει, ἐς νύκτα ἱδρώς, ψύξις, παράληρος παρέμενεν. ἑβδόμῃ περιέψυκτο, διψώδης, παρέκρουσε. νύκτα κατενόει, κατεκοιμήθη. ὀγδόῃ ἐπύρεσσεν, σπλὴν ἐμειοῦτο, κατενόει πάντα, ἤλγησεν τὸ πρῶτον κατὰ βουβῶνα, σπληνὸς κατ’ ἴξιν, ἔπειτα δὲ πόνοι ἐς ἀμφοτέρας κνήμας. νύκτα εὐφόρως, οὖρα εὐχροώτερα, ὑπόστασιν εἶχε σμικρήν. ἐνάτῃ ἵδρωσεν, ἐκρίθη, διέλιπεν. πέμπτῃ ὑπέστρεψεν. αὐτίκα δὲ σπλὴν ἐπήρθη, πυρετὸς ὀξύς, κώφωσις πάλιν· μετὰ δὲ τὴν ὑποστροφὴν τρίτῃ σπλὴν ἐμειοῦτο, κώφωσις ἧσσον, σκέλεα ἐπωδύνως· νύκτα ἵδρωσεν. ἐκρίθη περὶ ἑπτακαιδεκάτην· οὐδὲ παρέκρουσεν ἐν τῇ ὑποστροφῇ. [Epid. 1 case 4] ἐν Θάσῳ Φιλίνου γυναῖκα θυγατέρα τεκοῦσαν κατὰ φύσιν καθάρσιος γενομένης καὶ τὰ ἄλλα κούφως διάγουσαν, τεσσαρεσκαιδεκαταίην ἐοῦσαν μετὰ τὸν τόκον, πῦρ ἔλαβε μετὰ ῥίγεος· ἤλγει δὲ ἀρχομένη καρδίην καὶ ὑποχόνδριον δεξιόν· γυναικείων πόνοι· κάθαρσις ἐπαύσατο. προσθεμένῃ δὲ ταῦτα μὲν ἐκουφίσθη, κεφαλῆς δὲ καὶ τραχήλου καὶ ὀσφύος πόνοι παρέμενον, ὕπνοι οὐκ ἐνῆσαν, ἄκρεα ψυχρά, διψώδης, κοιλίη συνεκαύθη, σμικρὰ διῄει, οὖρα λεπτά, ἄχρω κατ’ ἀρχάς. ἑκταίη ἐς νύκτα παρέκρουσε πολλὰ καὶ πάλιν κατενόει. ἑβδόμῃ διψώδης, διαχωρήματα ὀλίγα χολώδεα κατακορέα. ὀγδόῃ ἐπερρίγωσεν, πυρετὸς ὀξύς, σπασμοὶ πολλοὶ μετὰ πόνου, πολλὰ παρέλεγεν· ἐξανίστατο βάλανον προσθεμένη· πολλὰ διῆλθε μετὰ περιρρόου χολώδεος· ὕπνοι οὐκ ἐνῆσαν. ἐνάτῃ σπασμοί. δεκάτῃ σμικρὰ κατενόει. ἑνδεκάτῃ ἐκοιμήθη, πάντων ἀνεμνήσθη, ταχὺ δὲ πάλιν παρέκρουσεν· οὔρει δὲ μετὰ σπασμῶν ἀθρόον πολὺ ὀλιγάκις ἀναμιμνῃσκόντων παχὺ λευκόν, οἷον γίνεται ἐκ τῶν καθισταμένων, ὅταν ἀναταραχθῇ· κείμενον πολὺν χρόνον οὐ καθίστατο· χρῶμα καὶ πάχος ἴκελον οἷον γίνεται ὑποζυγίου. τοιαῦτα οὔρει, οἷα κἀγὼ εἶδον. περὶ τεσσαρεσκαιδεκάτην ἐούσῃ παλμὸς δι’ ὅλου τοῦ σώματος, λόγοι πολλοί, σμικρὰ κατενόει· διὰ ταχέων δὲ πάλιν παρέκρουσεν. περὶ δὲ ἑπτακαιδεκάτην ἐοῦσα ἄφωνος. εἰκοστῇ ἀπέθανε. [Epid. 1 case 5] Ἐπικράτεος γυναῖκα, ἣ κατέκειτο παρὰ ἀρχηγέτην, περὶ τόκον ἤδη ἐοῦσαν ῥῖγος ἔλαβεν ἰσχυρῶς, οὐκ ἐθερμάνθη, ὡς ἔλεγον, καὶ τῇ ὑστεραίῃ τὰ αὐτά. τρίτῃ δ’ ἔτεκεν θυγατέρα καὶ τἄλλα πάντα κατὰ λόγον ἦλθε. δευτεραίην μετὰ τὸν τόκον ἔλαβε πυρετὸς ὀξύς, καρδίης πόνος καὶ γυναικείων. προσθεμένῃ δὲ ταῦτα μὲν ἐκουφίσθη, κεφαλῆς δὲ καὶ τραχήλου καὶ ὀσφύος πόνος· ὕπνοι οὐκ ἐνῆσαν· ἀπὸ δὲ κοιλίης ὀλίγα χολώδεα λεπτὰ διῄει ἄκρητα· οὖρα λεπτὰ ὑπομέλανα. ἀφ’ ἧς δὲ ἔλαβε τὸ πῦρ, ἐς νύκτα ἑκταίη παρέκρουσεν. ἑβδομαίῃ πάντα παρωξύνθη, ἄγρυπνος, παρέκρουσεν, διψώδης, διαχωρήματα χολώδεα κατακορέα. ὀγδόῃ ἐπερρίγωσεν καὶ ἐκοιμήθη πλείω. ἐνάτῃ διὰ τῶν αὐτῶν. δεκάτῃ σκέλεα ἐπιπόνως ἤλγει, καρδίης πάλιν ὀδύνη, καρηβαρίη, οὐ παρέκρουεν, ἐκοιμᾶτο μᾶλλον, κοιλίη ἐπέστη. ἑνδεκάτῃ οὔρησεν εὐχροώτερα συχνὴν ὑπόστασιν ἔχοντα· διῆγε κουφότερον. τεσσαρεσκαιδεκάτῃ ἐπερρίγωσεν, πυρετὸς ὀξύς. πεντεκαιδεκάτῃ ἤμεσε χολώδεα ξανθὰ ὑπόσυχνα, ἵδρωσεν ἄπυρος, ἐς νύκτα δὲ πυρετὸς ὀξύς, οὖρα πάχος ἔχοντα, ὑπόστασις λευκή. ἑκκαιδεκάτῃ παρωξύνθη· νύκτα δυσφόρως· οὐχ ὕπνωσεν· παρέκρουσεν. ὀκτωκαιδεκάτῃ διψώδης, γλῶσσα ἐπεκαύθη, οὐχ ὕπνωσεν, παρέκρουσε πολλά, σκέλεα ἐπωδύνως εἶχεν. περὶ δὲ εἰκοστὴν πρωὶ σμικρὰ ἐπερρίγωσεν, κωματώδης, δι’ ἡσυχίης ὕπνωσεν, ἤμεσε χολώδεα ὀλίγα μέλανα, ἐς νύκτα κώφωσις. περὶ δὲ πρώτην καὶ εἰκοστὴν πλευροῦ ἀριστεροῦ βάρος δι’ ὅλου μετ’ ὀδύνης, σμικρὰ ὑπέβησσεν. οὖρα δὲ πάχος ἔχοντα, θολερά, ὑπέρυθρα· κείμενα οὐ καθίστατο· τὰ δ’ ἄλλα κουφοτέρως· οὐκ ἄπυρος. αὕτη ἐξ ἀρχῆς φάρυγγα ἐπώδυνος· ἔρευθος· κίων ἀνεσπασμένος· ῥεῦμα δριμύ, δακνῶδες, ἁλμυρῶδες διὰ τέλεος παρέμενεν. περὶ δὲ εἰκοστὴν ἑβδόμην ἄπυρος, οὔροισιν ὑπόστασις, πλευρὸν ὑπήλγει. περὶ δὲ πρώτην καὶ τριακοστὴν πῦρ ἔλαβεν, κοιλίη χολώδεσιν ἐπεταράχθη. τεσσαρακοστῇ ἤμεσεν ὀλίγα χολώδεα. ἐκρίθη τελέως ἄπυρος ὀγδοηκοστῇ. [Epid. 1 case 6] Κλεανακτίδην, ὃς κατέκειτο ἐπάνω τοῦ Ἡρακλείου, πῦρ ἔλαβε πεπλανημένως· ἤλγει δὲ κεφαλὴν ἐξ ἀρχῆς καὶ πλευρὸν ἀριστερόν, καὶ τῶν ἄλλων πόνοι κοπιώδεα τρόπον· οἱ πυρετοὶ παροξυνόμενοι ἄλλοτ’ ἀλλοίως, ἀτάκτως· ἱδρῶτες ὅτε μέν, ὅτε δ’ οὔ· τὰ μὲν πλεῖστα ἐπεσήμαινον οἱ παροξυσμοὶ ἐν κρισίμοις μάλιστα. περὶ δὲ εἰκοστὴν τετάρτην χεῖρας ἄκρας ἐπόνησεν, ἤμεσε χολώδεα ξανθά, ὑπόσυχνα, μετ’ ὀλίγον δὲ ἰώδεα· πάντων ἐκουφίσθη. περὶ δὲ τριακοστὴν ἐόντι ἤρξατο ἀπὸ ῥινῶν αἱμορραγεῖν ἐξ ἀμφοτέρων καὶ ταῦτα πεπλανημένως κατ’ ὀλίγον μέχρι κρίσιος· οὐκ ἀπόσιτος οὐδὲ διψώδης παρὰ πάντα τὸν χρόνον οὐδ’ ἄγρυπνος· οὖρα δὲ λεπτά, οὐκ ἄχρω. περὶ δὲ τεσσαρακοστὴν ἐὼν οὔρησεν ὑπέρυθρα ὑπόστασιν πολλὴν ἐρυθρὴν ἔχοντα· ἐκουφίσθη. μετὰ δὲ ποικίλως τὰ τῶν οὔρων· ὅτε μὲν ὑπόστασιν εἶχεν, ὅτε δ’ οὔ. ἑξηκοστῇ οὔροισιν ὑπόστασις πολλὴ καὶ λευκὴ καὶ λείη, συνέδωκε πάντα, πυρετοὶ διελιπον, οὖρα δὲ πάλιν λεπτὰ μέν, εὔχρω δέ. ἑβδομηκοστῇ πυρετός, διέλειπεν ἡμέρας δέκα. ὀγδοηκοστῇ ἐρρίγωσε, πυρετὸς ὀξὺς ἔλαβεν· ἵδρωσεν πολλῷ· οὔροισιν ὑπόστασις ἐρυθρή, λείη. τελέως ἐκρίθη. [Epid. 1 case 7] Μέτωνα πῦρ ἔλαβεν, ὀσφύος βάρος ἐπώδυνον. δευτέρῃ ὕδωρ πιόντι ὑπόσυχνον ἀπὸ κοιλίης καλῶς διῆλθε. τρίτῃ κεφαλῆς βάρος, διαχωρήματα λεπτά, χολώδεα, ὑπέρυθρα. τετάρτῃ πάντα παρωξύνθη, ἐρρύη ἀπὸ δεξιοῦ δὶς κατ’ ὀλίγον. νύκτα δυσφόρως, διαχωρήματα ὅμοια τῇ τρίτῃ, οὖρα ὑπομέλανα· εἶχεν ἐναιώρημα ὑπόμελαν ἐόν, διεσπασμένον· οὐχ ἱδρύετο. πέμπτῃ ἐρρύη λάβρον ἐξ ἀριστεροῦ ἄκρητον, ἵδρωσεν, ἐκρίθη. μετὰ κρίσιν ἄγρυπνος, παρέλεγεν, οὖρα λεπτὰ ὑπομέλανα. λουτροῖσιν ἐχρήσατο κατὰ κεφαλῆς, ἐκοιμήθη, κατενόει. τούτῳ οὐχ ὑπέστρεψεν, ἀλλ’ ᾑμορράγει πολλάκις μετὰ κρίσιν. [Epid. 1 case 8] Ἐρασῖνος ᾤκει παρὰ Βοώτεω χαράδρην. πῦρ ἔλαβεν μετὰ δεῖπνον, νύκτα ταραχώδης. ἡμέρην τὴν πρώτην δι’ ἡσυχίης, νύκτα ἐπιπόνως. δευτέρῃ πάντα παρωξύνθη, ἐς νύκτα παρέκρουσε. τρίτῃ ἐπιπόνως, πολλὰ παρέκρουσε. τετάρτῃ δυσφορώτατα· ἐς δὲ τὴν νύκτα οὐδὲν ἐκοιμήθη· ἐνύπνια καὶ λογισμοί· ἔπειτα χείρω, μεγάλα καὶ ἐπίκαιρα, φόβος, δυσφορίη. πέμπτῃ πρωὶ κατήρτητο· κατενόει πάντα· πολὺ δὲ πρὸ μέσου ἡμέρης ἐξεμάνη, κατέχειν οὐκ ἠδύνατο, ἄκρεα ψυχρὰ ὑποπέλια, οὖρα ἐπέστη· ἀπέθανε περὶ ἡλίου δυσμάς. τούτῳ πυρετοὶ διὰ τέλεος σὺν ἱδρῶτι, ὑποχόνδρια μετέωρα, σύντασις μετ’ ὀδύνης· οὖρα μέλανα ἔχοντα ἐναιωρήματα στρογγύλα· οὐχ ἱδρύετο· ἀπὸ δὲ κοιλίης κόπρανα διῄει· δίψα διὰ τέλεος οὐ λίην· σπασμοὶ πολλοὶ σὺν ἱδρῶτι περὶ θάνατον. [Epid. 1 case 9] Κρίτωνι ἐν Θάσῳ ποδὸς ὀδύνη ἤρξατο ἰσχυρὴ ἀπὸ δακτύλου τοῦ μεγάλου ὀρθοστάδην περιιόντι. κατεκλίνη αὐθημερόν, φρικώδης, ἀσώδης, σμικρὰ ὑποθερμαινόμενος, ἐς νύκτα παρεφρόνησεν. δευτέρῃ οἴδημα δι’ ὅλου τοῦ ποδὸς καὶ περὶ σφυρὸν ὑπέρυθρον μετὰ συντάσιος, φλυκταινίδια μέλανα, πυρετὸς ὀξύς, ἐξεμάνη· ἀπὸ δὲ κοιλίης ἄκρητα, χολώδεα, ὑπόσυχνα. ἀπέθανεν ἀπὸ τῆς ἀρχῆς δευτεραῖος. [Epid. 1 case 10] τὸν Κλαζομένιον, ὃς κατέκειτο παρὰ τὸ Φρυνιχίδεω φρέαρ, πῦρ ἔλαβε. ἤλγει δὲ κεφαλήν, τράχηλον, ὀσφῦν ἐξ ἀρχῆς, αὐτίκα δὲ κώφωσις· ὕπνοι οὐκ ἐνῆσαν, πυρετὸς ὀξὺς ἔλαβεν, ὑποχόνδριον ἐπῆρτο μετ’ ὄγκου οὐ λίην, σύντασις, γλῶσσα ξηρή. τετάρτῃ ἐς νύκτα παρεφρόνει. πέμπτῃ ἐπιπόνως. ἕκτῃ πάντα παρωξύνθη. περὶ δὲ ἑνδεκάτην σμικρὰ συνέδωκεν. ἀπὸ δὲ κοιλίης ἀπ’ ἀρχῆς καὶ μέχρι τεσσαρεσκαιδεκάτης λεπτά, πολλά, ὑδατόχολα διῄει· εὐφόρως τὰ περὶ διαχώρησιν διῆγεν. ἔπειτα κοιλίη ἐπέστη. οὖρα διὰ τέλεος λεπτὰ μέν, εὔχρω δέ· καὶ πολὺ εἶχεν ἐναιώρημα ὑποδιεσπασμένον· οὐχ ἱδρύετο. περὶ δὲ ἕκτην καὶ δεκάτην οὔρησεν ὀλίγῳ παχύτερα· εἶχε σμικρὴν ὑπόστασιν· ἐκούφισεν ὀλίγῳ· κατενόει μᾶλλον. ἑπτακαιδεκάτῃ πάλιν λεπτά, παρὰ δὲ τὰ ὦτα ἀμφότερα ἐπήρθη σὺν ὀδύνῃ· ὕπνοι οὐκ ἐνῆσαν, παρελήρει, σκέλεα ἐπωδύνως εἶχεν. εἰκοστῇ ἄπυρος ἐκρίθη, οὐχ ἵδρωσε, πάντα κατενόει. περὶ δὲ εἰκοστὴν ἑβδόμην ἰσχίου ὀδύνη δεξιοῦ ἰσχυρῶς· διὰ ταχέων ἐπαύσατο. τὰ δὲ παρὰ τὰ ὦτα οὔτε καθίστατο οὔτε ἐξεπύει, ἤλγει δέ. περὶ πρώτην καὶ τριηκοστὴν διάρροια πολλοῖσιν ὑδατώδεσιν μετὰ δυσεντεριωδέων· οὖρα παχέα οὔρει· κατέστη τὰ παρὰ τὰ ὦτα. τεσσαρακοστῇ ὀφθαλμὸν δεξιὸν ἤλγει, ἀμβλύτερον ἑώρα· κατέστη. [Epid. 1 case 11] τὴν Δρομεάδεω γυναῖκα θυγατέρα τεκοῦσαν καὶ τῶν ἄλλων πάντων γενομένων κατὰ λόγον δευτεραίην ἐοῦσαν ῥῖγος ἔλαβεν· πυρετὸς ὀξύς. ἤρξατο δὲ πονεῖν τῇ πρώτῃ περὶ ὑποχόνδριον· ἀσώδης, φρικώδης, ἀλύουσα καὶ τὰς ἐχομένας οὐχ ὕπνωσε. πνεῦμα ἀραιόν, μέγα, αὐτίκα ἀνεσπασμένον. δευτέρῃ ἀφ’ ἧς ἐρρίγωσεν, ἀπὸ κοιλίης καλῶς κόπρανα διῆλθεν· οὖρα παχέα, λευκά, θολερά, οἷα γίνεται ἐκ τῶν καθισταμένων, ὅταν ἀναταραχθῇ κείμενα χρόνον πολύν· οὐ καθίστατο. νύκτα οὐκ ἐκοιμήθη. τρίτῃ περὶ μέσον ἡμέρης ἐπερρίγωσε, πυρετὸς ὀξύς, οὖρα ὅμοια, ὑποχονδρίου πόνος, ἀσώδης, νύκτα δυσφόρως, οὐκ ἐκοιμήθη· ἵδρωσε δι’ ὅλου ψυχρῷ, ταχὺ δὲ πάλιν ἀνεθερμάνθη. τετάρτῃ περὶ ὑποχόνδριον σμικρὰ ἐκουφίσθη, κεφαλῆς δὲ βάρος μετ’ ὀδύνης· ὑπεκαρώθη· σμικρὰ ἀπὸ ῥινῶν ἔσταξε· γλῶσσα ἐπίξηρος· διψώδης· οὖρα σμικρὰ λεπτὰ ἐλαιώδεα· σμικρὰ ἐκοιμήθη. πέμπτῃ διψώδης, ἀσώδης, οὖρα ὅμοια, ἀπὸ κοιλίης οὐδέν, περὶ δὲ μέσον ἡμέρης πολλὰ παρέκρουσε καὶ πάλιν ταχὺ σμικρὰ κατενόει· ἀνισταμένη ὑπεκαρώθη, ψύξις σμικρά, νυκτὸς ἐκοιμήθη, παρέκρουσεν. ἕκτῃ πρωὶ ἐπερρίγωσεν, ταχὺ διεθερμάνθη, ἵδρωσε δι’ ὅλου· ἄκρεα ψυχρά, παρέκρουσεν, πνεῦμα μέγα, ἀραιόν· μετ’ ὀλίγον σπασμοὶ ἀπὸ κεφαλῆς ἤρξαντο, ταχὺ ἀπέθανεν. [Epid. 1 case 12] ἄνθρωπος θερμαινόμενος ἐδείπνησεν καὶ ἔπιε πλέον. ἤμεσε πάντα νυκτός, πυρετὸς ὀξύς, ὑποχονδρίου δεξιοῦ πόνος, φλεγμονὴ ὑπολάπαρος ἐκ τοῦ ἔσω μέρεος, νύκτα δυσφόρως· οὖρα δὲ κατ’ ἀρχὰς πάχος ἔχοντα, ἐρυθρά· κείμενα οὐ καθίστατο· γλῶσσα ἐπίξηρος, οὐ λίην διψώδης. τετάρτῃ πυρετὸς ὀξύς, πόνοι πάντων. πέμπτῃ οὔρησε λεῖον ἐλαιῶδες πολύ· πυρετὸς ὀξύς. ἕκτῃ δείλης πολλὰ παρέκρουσεν. οὐδὲ νύκτα ἐκοιμήθη. ἑβδόμῃ πάντα παρωξύνθη· οὖρα ὅμοια, λόγοι πολλοί, κατέχειν οὐκ ἠδύνατο· ἀπὸ δὲ κοιλίης ἐρεθισμῷ ὑγρὰ ταραχώδεα διῆλθεν μετὰ ἐλμίγγων. νύκτα ἐπιπόνως, πρωὶ δ’ ἐρρίγωσε. πυρετὸς ὀξύς. ἵδρωσε θερμῷ, ἄπυρος ἔδοξε γενέσθαι· οὐ πολὺ ἐκοιμήθη, ἐξ ὕπνου ψύξις· πτυαλισμός. δείλης πολλὰ παρέκρουσε, μετ’ ὀλίγον δὲ ἤμεσε μέλανα, ὀλίγα, χολώδεα. ἐνάτῃ ψύξις, παρελήρει πολλά, οὐχ ὕπνωσεν. δεκάτῃ σκέλεα ἐπωδύνως, πάντα παρωξύνθη, παρελήρει. ἑνδεκάτῃ ἀπέθανεν. [Epid. 1 case 13] γυναῖκα, ἣ κατέκειτο ἐν ἀκτῇ, τρίμηνον πρὸς ἑωυτῇ ἔχουσαν πῦρ ἔλαβεν· αὐτίκα δὲ ἤρξατο πονεῖν ὀσφῦν. τρίτῃ πόνος τραχήλου καὶ κεφαλῆς καὶ κατὰ κληῖδα δεξιήν· διὰ ταχέων δὲ γλῶσσα ἠφώνει, δεξιὴ χεὶρ παρελύθη μετὰ σπασμοῦ παραπληγικὸν τρόπον, παρελήρει πάντα. νύκτα δυσφόρως, οὐκ ἐκοιμήθη, κοιλίη ἐπεταράχθη χολώδεσιν ἀκρήτοισιν ὀλίγοισιν. τετάρτῃ γλῶσσα ἀσαφὴς ἦν, ἐλύθη, σπασμοί· πόνοι τῶν αὐτῶν παρέμενον, κατὰ ὑποχόνδριον ἔπαρμα σὺν ὀδύνῃ, οὐκ ἐκοιμᾶτο, παρέκρουσε πάντα, κοιλίη ταραχώδης, οὖρα λεπτά, οὐκ εὔχρω. πέμπτῃ πυρετὸς ὀξύς, ὑποχονδρίου πόνος, παρέκρουε πάντα, διαχωρήματα χολώδεα. ἐς νύκτα ἵδρωσεν, ἄπυρος. ἕκτῃ κατενόει, πάντα ἐκουφίσθη, περὶ δὲ κληῖδα ἀριστερὴν πόνος παρέμενε· διψώδης, οὖρα λεπτά, οὐκ ἐκοιμήθη. ἑβδόμῃ τρόμος, ὑπεκαρώθη, σμικρὰ παρέκρουσεν, ἀλγήματα κατὰ κληῖδα καὶ βραχίονα ἀριστερὸν παρέμενε, τὰ δ’ ἄλλα διεκούφισεν, πάντα κατενόει. τρεῖς διέλιπεν ἄπυρος. ἑνδεκάτῃ ὑπέστρεψεν, ἐπερρίγωσεν, πῦρ ἔλαβεν. περὶ δὲ τεσσαρεσκαιδεκάτην ἤμεσε χολώδεα ξανθὰ ὑπόσυχνα, ἵδρωσεν· ἄπυρος ἐκρίθη. [Epid. 1 case 14] Μελιδίῃ, ἣ κατέκειτο παρὰ Ἥρης ἱρόν, ἤρξατο κεφαλῆς καὶ τραχήλου καὶ στήθεος πόνος ἰσχυρός· αὐτίκα δὲ πυρετὸς ὀξὺσἔλαβεν· γυναικεῖα δὲ σμικρὰ ἐπεφαίνετο· πόνοι τούτων πάντων συνεχέες. ἕκτῃ κωματώδης, ἀσώδης, φρικώδης, ἐρύθημα ἐπὶ γνάθων, σμικρὰ παρέκρουσεν. ἑβδόμῃ ἵδρωσε, πυρετὸς διέλιπεν, οἱ πόνοι παρέμενον, ὑπέστρεψεν, ὕπνοι σμικροί· οὖρα διὰ τέλεος εὔχρω μέν, λεπτὰ δέ· διαχωρήματα λεπτά, χολώδεα, δακνώδεα, ὀλίγα, μέλανα, δυσώδεα διῆλθεν, οὔροις ὑπόστασις λευκή, λείη· ἵδρωσεν. ἐκρίθη τελέως ἑνδεκάτῃ. ### Βιβλίον Γʹ [Epid. 3.1 case 1] Πυθίωνι, ὃς ᾤκει παρὰ Γῆς ἱρόν, ἤρξατο τρόμος ἀπὸ χειρῶν· τῇ πρώτῃ πυρετὸς ὀξύς· λῆρος. δευτέρῃ πάντα παρωξύνθη. τρίτῃ τὰ αὐτά. τετάρτῃ ἀπὸ κοιλίης ὀλίγα, ἄκρητα, χολώδεα διῆλθε. πέμπτῃ πάντα παρωξύνθη· ὕπνοι λεπτοί· κοιλίη ἔστη. ἕκτῃ πτύαλα ποικίλα, ὑπέρυθρα. ἑβδόμῃ στόμα παρειρύσθη. ὀγδόῃ πάντα παρωξύνθη, τρόμοι παρέμενον· οὖρα δὲ κατ’ ἀρχὰς μὲν καὶ μέχρι τῆς ὀγδόης λεπτά, ἄχρω· ἐναιώρημα εἶχον ἐπινέφελον. δεκάτῃ ἵδρωσε, πτύαλα ὑποπέπονα, ἐκρίθη· οὖρα ὑπόλεπτα περὶ κρίσιν. μετὰ δὲ κρίσιν, τεσσαράκοντα ἡμέρῃσιν ὕστερον, ἐμπύημα περὶ ἕδρην, καὶ στραγγουριώδης ἐγένετο ἀπόστασις. [Epid. 3.1 case 2] Ἑρμοκράτην, ὃς κατέκειτο παρὰ τὸ καινὸν τεῖχος, πῦρ ἔλαβεν. ἤρξατο δὲ ἀλγεῖν κεφαλήν, ὀσφῦν· ὑποχονδρίου ἔντασις λαπαρῶς· γλῶσσα δὲ ἀρχομενῳ ἐπεκαύθη· κώφωσις αὐτίκα· ὕπνοι οὐκ ἐνῆσαν· διψώδης οὐ λίην· οὖρα παχέα, ἐρυθρά, κείμενα οὐ καθίστατο· ἀπὸ δὲ κοιλίης οὐκ ὀλίγα συγκεκαυμένα διῄει. πέμπτῃ οὔρησε λεπτά, εἶχεν ἐναιώρημα, οὐχ ἵδρυτο, ἐς νύκτα παρέκρουσεν. ἕκτῃ ἰκτεριώδης, πάντα παρωξύνθη, οὐ κατενόει. ἑβδόμῃ δυσφόρως, οὖρα λεπτά, ὅμοια. τὰς ἑπομένας παραπλησίως. περὶ δὲ ἑνδεκάτην ἐόντι πάντα ἔδοξε κουφισθῆναι· κῶμα ἤρξατο, οὔρει παχύτερα, ὑπέρυθρα, κάτω λεπτά· οὐ καθίστατο· ἡσυχῇ κατενόει. τεσσαρεσκαιδεκάτῃ ἄπυρος, οὐχ ἵδρωσεν, ἐκοιμήθη, κατενόει πάντα, οὖρα παραπλήσια. περὶ δὲ ἑπτακαιδεκάτην ἐόντι ὑπέστρεψεν, ἐθερμάνθη. τὰς ἑπομένας πυρετὸς ὀξύς, οὖρα λεπτά, παρέκρουσεν. πάλιν δὲ εἰκοστῇ ἐκρίθη, ἄπυρος, οὐχ ἵδρωσεν. ἀπόσιτος παρὰ πάντα τὸν χρόνον, κατενόει πάντα, διαλέγεσθαι οὐκ ἠδύνατο, γλῶσσα ἐπίξηρος, οὐκ ἐδίψη· κατεκοιμᾶτο σμικρά, κωματώδης. περὶ δὲ εἰκοστὴν καὶ τετάρτην ἐπεθερμάνθη, κοιλίη ὑγρὴ πολλοῖσι λεπτοῖσι. καὶ τὰς ἑπομένας πυρετὸς ὀξύς, γλῶσσα συνεκαύθη. ἑβδόμῃ καὶ εἰκοστῇ ἀπέθανε. τούτῳ κώφωσις διὰ τέλεος παρέμενεν, οὖρα παχέα καὶ ἐρυθρά, οὐ καθιστάμενα, ἢ λεπτὰ καὶ ἄχρω καὶ ἐναιώρημα ἔχοντα· γεύεσθαι δὲ οὐκ ἠδύνατο. [Epid. 3.1 case 3] ὁ κατακείμενος ἐν τῷ Δελεάρκεος κήπῳ κεφαλῆς βάρος καὶ κρόταφον δεξιὸν ἐπώδυνον εἶχε χρόνον πολύν. μετὰ δὲ προφάσιος πῦρ ἔλαβε, κατεκλίθη. δευτέρῃ ἐξ ἀριστεροῦ ὀλίγον ἄκρητον ἐρρύη· ἀπὸ δὲ κοιλίης κόπρανα καλῶς διῆλθεν, οὖρα λεπτὰ ποικίλα, ἐναιωρήματα ἔχοντα κατὰ σμικρὰ οἷον κρίμνα, γονοειδέα. τρίτῃ πυρετὸς ὀξύς, διαχωρήματα μέλανα, λεπτά, ἔπαφρα, ὑπόστασις πελιδνὴ διαχωρήμασιν, ὑπεκαροῦτο, ἐδυσφόρει περὶ τὰς ἀναστάσιας, οὔροις ὑπόστασις πελιδνή, ὑπόγλισχρος. τετάρτῃ ἤμεσε χολώδεα ξανθὰ ὀλίγα, διαλιπὼν ὀλίγον ἰώδεα, ἐξ ἀριστεροῦ ὀλίγον ἄκρητον ἐρρύη, διαχωρήματα ὅμοια, οὖρα ὅμοια, ἐφίδρωσε περὶ κεφαλὴν καὶ κληῖδας, σπλὴν ἐπήρθη, μηροῦ ὀδύνη κατ’ ἴξιν, ὑποχονδρίου δεξιοῦ σύντασις ὑπολάπαρος, νυκτὸς οὐκ ἐκοιμήθη, παρέκρουσε σμικρά. πέμπτῃ διαχωρήματα πλείω, μέλανα, ἔπαφρα, ὑπόστασις μέλαινα διαχωρήμασι, νύκτα οὐχ ὕπνωσε, παρέκρουσεν. ἕκτῃ διαχωρήματα μέλανα, λιπαρά, γλίσχρα, δυσώδεα, ὕπνωσε, κατενόει μᾶλλον. ἑβδόμῃ γλῶσσα ἐπίξηρος, διψώδης, οὐκ ἐκοιμήθη, παρέκρουσεν, οὖρα λεπτά, οὐκ εὔχρω. ὀγδόῃ διαχωρήματα μέλανα ὀλίγα, συνεστηκότα, ὕπνωσε, κατενόει, διψώδης οὐ λίην. ἐνάτῃ ἐπερρίγωσε, πυρετὸς ὀξύς, ἵδρωσε, ψύξις, παρέκρουσε, δεξιῷ ἴλλαινε, γλῶσσα ἐπίξηρος, διψώδης, ἄγρυπνος. δεκάτῃ περὶ τὰ αὐτά. ἑνδεκάτῃ κατενόει πάντα, ἄπυρος, ὑπνωσεν, οὖρα λεπτὰ περὶ κρίσιν. δύο διέλιπεν ἄπυρος, ὑπέστρεψεν τεσσαρες καιδεκάτῃ, αὐτίκα δὲ νύκτα οὐκ ἐκοιμήθη, πάντα παρέκρουσεν. πεντεκαιδεκάτῃ οὖρον θολερόν, οἶον ἐκ τῶν καθεστηκότων γίνεται, ὅταν ἀναταραχθῇ, πυρετὸς ὀξύς, πάντα παρέκρουσεν, οὐκ ἐκοιμήθη, γούνατα καὶ κνήμας ἐπώδυνα εἶχεν· ἀπὸ δὲ κοιλίης βάλανον προσθεμένῳ μέλανα κόπρανα διῆλθεν. ἑξκαιδεκάτῃ οὖρα λεπτά, εἶχεν ἐναιώρημα ἐπινέφελον, παρέκρουσεν. ἑπτακαιδεκάτῃ πρωϊ ἄκρεα ψυχρά, περιεστέλλετο, πυρετὸς ὀξύς, ἵδρωσε δι’ ὅλου, ἐκουφίσθη, κατενόει μᾶλλον, οὐκ ἄπυρος, διψώδης, ἤμεσε χολώδεα, ξανθά, ὀλίγα, ἀπὸ δὲ κοιλίης κόπρανα διῆλθε, μετ’ ὀλίγον δὲ μέλανα, ὀλίγα, λεπτά· οὖρα λεπτά, οὐκ εὔχρω. ὀκτωκαιδεκάτῃ οὐ κατενόει, κωματώδης. ἐννεακαιδεκάτῃ διὰ τῶν αὐτῶν. εἰκοστῇ ὕπνωσε, κατενόει πάντα, ἵδρωσεν, ἄπυρος, οὐκ ἐδίψη, οὖρα δὲ λεπτά. εἰκοστῇ πρώτῃ σμικρὰ παρέκρουσεν, ὑπεδίψη, ὑποχονδρίου πόνος καὶ περὶ ὀμφαλὸν παλμὸς διὰ τέλεος. εἰκοστῇ τετάρτῃ οὔροισιν ὑπόστασις, κατενόει πάντα. εἰκοστῇ ἑβδόμῃ ἰσχίου δεξιοῦ ὀδύνη, τὰ δ’ ἄλλα ἔσχεν ἐπιεικέστατα, οὔροισιν ὑπόστασις. περὶ δὲ εἰκοστὴν ἐνάτην ὀφθαλμοῦ δεξιοῦ ὀδύνη, οὖρα λεπτά. τεσσαρακοστῇ διεχώρησε φλεγματώδεα, λευκά, ὑπόσυχνα, ἵδρωσε πολλῷ δι’ ὅλου, τελέως ἐκρίθη. [Epid. 3.1 case 4] ἐν Θάσῳ Φιλιστῆς κεφαλὴν ἐπόνει χρόνον πολὺν καί ποτε καὶ ὑποκαρωθεὶς κατεκλίθη· ἐκ δὲ πότων πυρετῶν συνεχέων γενομένων ὁ πόνος παρωξύνθη. νυκτὸς ἐπεθερμάνθη τὸ πρῶτον. τῇ πρώτῃ ἤμεσε χολώδεα, ὀλίγα, ξανθὰ τὸ πρῶτον, μετὰ δὲ ταῦτα ἰώδεα πλείω, ἀπὸ δὲ κοιλίης κόπρανα διῆλθε· νύκτα δυσφόρως. δευτέρῃ κώφωσις, πυρετὸς ὀξύς, ὑποχόνδριον δεξιὸν συνετάθη, ἔρρεπεν ἐς τὰ ἔσω· οὖρα λεπτά, διαφανέα, εἶχεν ἐναιώρημα γονοειδές, σμικρόν· ἐξεμάνη περὶ μέσον ἡμέρης. τρίτῃ δυσφόρως. τετάρτῃ σπασμοί, παρωξύνθη. πέμπτῃ πρωὶ ἀπέθανεν. [Epid. 3.1 case 5] Χαιρίωνα, ὃς κατέκειτο παρὰ Δημαινέτῳ, ἐκ πότου πῦρ ἔλαβεν. αὐτίκα δὲ κεφαλῆς βάρος ἐπώδυνον, οὐκ ἐκοιμᾶτο, κοιλίη ταραχώδης λεπτοῖσιν, ὑποχολώδεσι. τρίτῃ πυρετὸς ὀξύς, κεφαλῆς τρόμος, μάλιστα δὲ χείλεος τοῦ κάτω· μετ’ ὀλίγον δὲ ῥῖγος, σπασμοί, πάντα παρέκρουσε, νύκτα δυσφόρως. τετάρτῃ δι’ ἡσυχίης, σμικρὰ ἐκοιμήθη, παρέλεγε. πέμπτῃ ἐπιπόνως, πάντα παρωξύνθη, λῆρος, νύκτα δυσφόρως, οὐκ ἐκοιμήθη. ἕκτῃ διὰ τῶν αὐτῶν. ἑβδόμῃ ἐπερρίγωσε, πυρετὸς ὀξύς, ἵδρωσε δι’ ὅλου, ἐκρίθη. τούτῳ διὰ τέλεος ἀπὸ κοιλίης διαχωρήματα χολώδεα, ὀλίγα, ἄκρητα· οὖρα λεπτά, οὐκ εὔχρω, ἐναιώρημα ἐπινέφελον ἔχοντα. περὶ ὀγδόην οὔρησεν εὐχροώτερα, ἔχοντα ὑπόστασιν λευκὴν ὀλίγην, κατενόει, ἄπυρος· διέλιπεν. ἐνάτῃ ὑπέστρεψε. περὶ δὲ τεσσαρεσκαιδεκάτην πυρετὸς ὀξύς. ἑκκαιδεκάτῃ ἤμεσε χολώδεα, ξανθά, ὑπόσυχνα. ἑπτακαιδεκάτῃ ἐπερρίγωσε, πυρετὸς ὀξύς, ἵδρωσεν, ἄπυρος ἐκρίθη. οὖρα μετὰ ὑποστροφὴν καὶ κρίσιν εὔχρω, ὑπόστασιν ἔχοντα, οὐδὲ παρέκρουσεν ἐν τῇ ὑποστροφῇ. ὀκτωκαιδεκάτῃ ἐθερμαίνετο σμικρά, ὑπεδίψη, οὖρα λεπτά, ἐναιώρημα ἐπινέφελον, σμικρὰ παρέκρουσεν. ἐννεακαιδεκάτῃ ἄπυρος, τράχηλον ἐπωδύνως εἶχεν, οὔροισιν ὑπόστασις. τελέως ἐκρίθη εἰκοστῇ. [Epid. 3.1 case 6] τὴν Εὐρυάνακτος θυγατέρα, παρθένον, πῦρ ἔλαβεν. ἦν δὲ ἄδιψος διὰ τέλεος· γεύματα οὐ προσεδέχετο. ἀπὸ δὲ κοιλίης σμικρὰ διῄει, οὖρα λεπτά, ὀλίγα, οὐκ εὔχρω. ἀρχομένου δὲ τοῦ πυρετοῦ περὶ ἕδρην ἐπόνει. ἑκταίη δὲ ἐοῦσα ἄπυρος οὐχ ἵδρωσεν· ἐκρίθη. τὸ δὲ περὶ τὴν ἕδρην σμικρὰ ἐξεπύησεν, ἐρράγη ἅμα κρίσει. μετὰ δὲ κρίσιν ἑβδομαίη ἐοῦσα ἐρρίγωσε, σμικρὰ ἐπεθερμάνθη, ἵδρωσεν. ὕστερον δὲ ἄκρεα ψυχρὰ αἰεί. περὶ δὲ δεκάτην μετὰ τὸν ἱδρῶτα τὸν γενόμενον παρέκρουσε καὶ πάλιν ταχὺ κατενόει· ἔλεγον δὲ γευσαμένην βότρυος. διαλιποῦσα δὲ δωδεκάτῃ πάλιν πολλὰ παρελήρει, κοιλίη ἐπεταράχθη χολώδεσιν, ἀκρήτοισιν, ὀλίγοισι, λεπτοῖσι, δακνώδεσι, πυκνὰ ἀνίστατο. ἀφ’ ἧς δὲ παρέκρουσε τὸ ὕστερον, ἀπέθανε ἑβδόμῃ. αὕτη ἀρχομένου τοῦ νοσήματος ἤλγει φάρυγγα, καὶ διὰ τέλεος ἔρευθος εἶχε, γαργαρεὼν ἀνεσπασμένος. ῥεύματα πολλά, σμικρά, δριμέα. ἔβησσε πέπονα, οὐδὲν ἀνῆγεν· ἀπόσιτος πάντων παρὰ πάντα τὸν χρόνον οὐδ’ ἐπεθύμησεν οὐδενός. ἄδιψος, οὐδ’ ἔπινεν οὐδὲν ἄξιον λόγου. σιγῶσα, οὐδὲν διελέγετο. δυσθυμίη, ἀνελπίστως ἑωυτῆς εἶχεν. ἦν δέ τι καὶ συγγενικὸν φθινῶδες. [Epid. 3.1 case 7] ἡ κυναγχικὴ ἡ παρὰ Ἀριστίωνος, ᾗ πρῶτον ἤρξατο ἀσαφὴς φωνή. γλῶσσα ἐρυθ ρή, ἐπεξηράνθη. τῇ πρώτῃ φρικώδης, ἐπεθερμάνθη. τρίτῃ ῥῖγος, πυρετὸς ὀξύς, οἴδημα ὑπέρυθρον, σκληρὸν τραχήλου καὶ ἐπὶ στῆθος ἐξ ἀμφοτέρων, ἄκρεα ψυχρά, πελιδνά, πνεῦμα μετέωρον, ποτὸν διὰ ῥινῶν, καταπίνειν οὐκ ἠδύνατο, διαχωρήματα καὶ οὖρα ἐπέστη. τετάρτῃ πάντα παρωξύνθη. πέμπτῃ ἀπέθανε. [Epid. 3.1 case 8] τὸ μειράκιον, ὃ κατέκειτο ἐπὶ ψευδέων ἀγορῇ, πῦρ ἔλαβεν ἐκ κόπων καὶ πόνων καὶ δρόμων παρὰ τὸ ἔθος. τῇ πρώτῃ κοιλίη ταραχώδης χολώδεσι, λεπτοῖσι, πολλοῖσιν, οὖρα λεπτά, ὑπομέλανα, οὐχ ὕπνωσε, διψώδης. δευτέρῃ πάντα παρωξύνθη, διαχωρήματα πλείω, ἀκαιρότερα. οὐχ ὕπνωσε, τὰ τῆς γνώμης ταραχώδεα, σμικρὰ ὑφίδρωσε. τρίτῃ δυσφόρως, διψώδης, ἀσώδης, πολὺς βληστρισμός, ἀπορίη, παρέκρουσεν, ἄκρεα πελιδνὰ καὶ ψυχρά, ὑποχονδρίου ἔντασις ὑπολάπαρος ἐξ ἀμφοτέρων. τετάρτῃ οὐχ ὕπνωσεν· ἐπὶ τὸ χεῖρον. ἑβδόμῃ ἀπέθανεν, ἡλικίην περὶ ἔτεα εἴκοσιν. [Epid. 3.1 case 9] ἡ παρὰ Τεισαμενοῦ γυνὴ κατέκειτο, ᾗ τὰ εἰλεώδεα δυσφόρως ὥρμησεν. ἔμετοι πολλοί, ποτὸν κατέχειν οὐκ ἠδύνατο. πόνοι περὶ ὑποχόνδρια. καὶ ἐν τοῖσι κάτω κατὰ κοιλίην οἱ πόνοι. στρόφοι συνεχέες. οὐ διψώδης. ἐπεθερμαίνετο, ἄκρεα ψυχρὰ διὰ τέλεος. ἀσώδης, ἄγρυπνος. οὖρα ὀλίγα, λεπτά. διαχωρήματα ὠμά, λεπτὰ, ὀλίγα. ὠφελεῖν οὐκέτι ἠδύνατο, ἀπέθανεν. [Epid. 3.1 case 10] γυναῖκα ἐξ ἀποφθορῆς νηπίου τῶν περὶ Παντιμίδην τῇ πρώτῃ πῦρ ἔλαβε. γλῶσσα ἐπίξηρος, διψώδης, ἀσώδης, ἄγρυπνος. κοιλίη ταραχώδης λεπτοῖσι, πολλοῖσιν, ὠμοῖσι. δευτέρῃ ἐπερρίγωσε, πυρετὸς ὀξύς, ἀπὸ κοιλίης πολλά, οὐχ ὕπνωσε. τρίτῃ μείζους οἱ πόνοι. τετάρτῃ παρέκρουσεν· ἑβδόμῃ ἀπέθανε. κοιλίη διὰ παντὸς ὑγρὴ διαχωρήμασι πολλοῖσι, λεπτοῖσιν, ὠμοῖσιν· οὖρα ὀλίγα λεπτά. [Epid. 3.1 case 11] ἑτέρην ἐξ ἀποφθορῆς περὶ πεντάμηνον, Ἱκέτεω γυναῖκα, πῦρ ἔλαβεν. ἀρχομένη κωματώδης ἦν, καὶ πάλιν ἄγρυπνος, ὀσφύος ὀδύνη, κεφαλῆς βάρος. δευτέρῃ κοιλίη ἐπεταράχθη ὀλίγοισι, λεπτοῖσιν, ἀκρήτοισι τὸ πρῶτον. τρίτῃ πλείω, χείρω· νυκτὸς οὐδὲν ἐκοιμήθη. τετάρτῃ παρέκρουσε, φόβοι, δυσθυμίαι. δεξιῷ ἴλλαινε, ἵδρωσε περι κεφαλὴν ὀλίγῳ ψυχρῷ, ἄκρεα ψυχρά· πέμπτῃ πάντα παρωξύνθη, πολλὰ παρέλεγε καὶ πάλιν ταχὺ κατενόει· ἄδιψος, ἄγρυπνος, κοιλίη πολλοῖσιν ἀκαίροισι διὰ τέλεος· οὖρα ὀλίγα, λεπτά, ὑπομέλανα· ἄκρεα ψυχρά, ὑποπέλιδνα. ἕκτῃ διὰ τῶν αὐτῶν. ἑβδόμῃ ἀπέθανε. [Epid. 3.1 case 12] γυναῖκα, ἥτις κατέκειτο ἐπὶ ψευδέων ἀγορῇ, τεκοῦσαν τότε πρῶτον ἐπιπόνως ἄρσεν πῦρ ἔλαβεν. αὐτίκα ἀρχομένη διψώδης, ἀσώδης, καρδίην ὑπήλγει, γλῶσσα ἐπίξηρος, κοιλίη ἐπεταράχθη λεπτοῖσιν ὀλίγοισιν, οὐχ ὕπνωσε. δευτέρῃ σμικρὰ ἐπερρίγωσε, πυρετὸς ὀξύς, σμικρὰ περὶ κεφαλὴν ἵδρωσε ψυχρῷ. τρίτῃ ἐπιπόνως· ἀπὸ κοιλίης ὠμά, λεπτὰ πολλὰ διῄει. τετάρτῃ ἐπερρίγωσε, πάντα παρωξύνθη· ἄγρυπνος· πέμπτῃ ἐπιπόνως. ἕκτῃ διὰ τῶν αὐτῶν· ἀπὸ κοιλίης ἦλθε ὑγρὰ πολλά. ἑβδόμῃ ἐπερρίγωσε, πυρετὸς ὀξύς, δίψα, πολὺς βληστρισμός, περὶ δείλην ἵδρωσε δι’ ὅλου ψυχρῷ, ψύξις, ἄκρεα ψυχρά, οὐκέτι ἀνεθερμαίνετο· καὶ πάλιν ἐς νύκτα ἐπερρίγωσεν, ἄκρεα οὐκ ἀνεθερμαίνετο, οὐχ ὕπνωσε, σμικρὰ παρέκρουσε, καὶ πάλιν ταχὺ κατενόει. ὀγδόῃ περὶ μέσον ἡμέρης ἀνεθερμάνθη, διψώδης, κωματώδης, ἀσώδης, ἤμεσε χολώδεα σμικρὰ ὑπόξανθα. νύκτα δυσφόρως, οὐκ ἐκοιμήθη, οὔρησε πολὺ ἀθρόον οὐκ εἰδυῖα. ἐνάτῃ συνέδωκε πάντα, κωματώδης. πρὸς δείλην σμικρὰ ἐπερρίγωσεν, ἤμεσε σμικρὰ χολώδεα. δεκάτῃ ῥῖγος, πυρετὸς παρωξύνθη, οὐχ ὕπνωσεν οὐδέν· πρωὶ οὔρησε πολὺ ὑπόστασιν οὐκ ἔχον, ἄκρεα ἀνεθερμάνθη. ἑνδεκάτῃ ἤμεσε χολώδεα, ἰώδεα. ἐπερρίγωσεν οὐ μετὰ πολύ, καὶ πάλιν ἄκρεα ψυχρά, ἐς δείλην ἱδρώς, ῥῖγος, ἤμεσε πολλά, νύκτα ἐπιπόνως. δωδεκάτῃ ἤμεσε πολλὰ μέλανα δυσώδεα, λυγμὸς πολύς, δίψος ἐπιπόνως. τρισκαιδεκάτῃ μέλανα, δυσώδεα πολλὰ ἤμεσε, ῥῖγος· περὶ δὲ μέσον ἡμέρης ἄφωνος. τεσσαρεσκαιδεκάτῃ αἷμα διὰ ῥινῶν· ἀπέθανε. ταύτῃ διὰ τέλεος κοιλίη ὑγρή· φρικώδης· ἡλικίη περὶ ἔτεα ἑπτακαίδεκα. ### Κατάστασις [Epid. 3.2] ἔτος νότιον ἔπομβρον· ἄπνοια διὰ τέλεος· αὐχμῶν δὲ γενομένων τοὺς ὑπόπροσθεν χρόνους ἐν νοτίοισι περὶ ἀρκτοῦρον ὕδατα πολλά. φθινόπωρον σκιῶδες, ἐπινέφελον, ὑδάτων πλήθεα. χειμὼν νότιος, ὑγρός, μαλθακὸς μετὰ ἡλίου τροπάς· ὕστερον πολλῷ, πλησίον ἰσημερίης, ὀπισθοχειμῶνες, καὶ ἤδη περὶ ἰσημερίην βόρεια, χιονώδεα, οὐ πολὺν χρόνον. ἦρ πάλιν νότιον, ἄπνοον· ὕδατα πολλὰ διὰ τέλεος μέχρι κυνός. θέρος αἴθριον, θερμόν, πνίγεα μεγάλα· ἐτησίαι σμικρὰ διεσπασμένως ἔπνευσαν· πάλιν δὲ περὶ ἀρκτοῦρον ἐν βορείοισιν ὕδατα πολλά. [Epid. 3.2] γενομένου δὲ τοῦ ἔτεος νοτίου καὶ ὑγροῦ καὶ μαλθακοῦ κατὰ μὲν χειμῶνα διῆγον ὑγιηρῶς πλὴν τῶν φθινωδέων, περὶ ὧν γεγράψεται. [Epid. 3.3] πρωὶ δὲ τοῦ ἦρος ἅμα τοῖσι γενομένοισι ψύχεσιν ἐρυσιπέλατα πολλά, τοῖσι μὲν μετὰ προφάσιος, τοῖσι δ’ οὔ, κακοήθεα· πολλοὺς ἔκτεινε, πολλοὶ φάρυγγας ἐπόνησαν· φωναὶ κακούμεναι, καῦσοι, φρενιτικοί, στόματα ἀφθώδεα, αἰδοίοισι φύματα, ὀφθαλμίαι, ἄνθρακες, κοιλίαι ταραχώδεες, ἀπόσιτοι, διψώδεες οἱ μέν, οἱ δ’ οὔ, οὖρα ταραχώδεα, πολλά, κακά, κωματώδεες ἐπὶ πολὺ καὶ πάλιν ἄγρυπνοι, ἀκρισίαι πολλαί, δύσκριτα, ὕδρωπες, φθινώδεες πολλοί. τὰ μὲν ἐπιδημήσαντα νοσήματα ταῦτα. ἑκάστου δὲ τῶν ὑπογεγραμμένων εἰδέων ἦσαν οἱ κάμνοντες καὶ ἔθνῃσκον πολλοί. συνέπιπτε δ’ ἐφ’ ἑκάστοισι τούτων ὧδε. [Epid. 3.4] πολλοῖσι μὲν τὸ ἐρυσίπελας μετὰ προφάσιος ἐπὶ τοῖσι τυχοῦσι καὶ πάνυ ἐπὶ σμικροῖσι τρωματίοις ἐφ’ ὅλῳ τῷ σώματι, μάλιστα δὲ τοῖσι περὶ ἑξήκοντα ἔτεα καὶ περὶ κεφαλήν, εἰ καὶ σμικρὸν ἀμεληθείη. πολλοῖσι δὲ καὶ ἐν θεραπείῃ ἐοῦσι μεγάλαι φλεγμοναὶ ἐγίνοντο, καὶ τὸ ἐρυσίπελας πολὺ ταχὺ πάντοθεν ἐπενέμετο. τοῖσι μὲν οὖν πλείστοισιν αὐτῶν ἀποστάσιες ἐς ἐμπυήματα συνέπιπτον· σαρκῶν καὶ νεύρων καὶ ὀστέων ἐκπτώσιες μεγάλαι. ἦν δὲ καὶ τὸ ῥεῦμα τὸ συνιστάμενον οὐ πύῳ ἴκελον, ἀλλὰ σηπεδών τις ἄλλη καὶ ῥεῦμα πολὺ καὶ ποικίλον. οἷσι μὲν οὖν περὶ κεφαλὴν τούτων τι συμπίπτοι γίνεσθαι, μάδησίς τε ὅλης τῆς κεφαλῆς ἐγίνετο καὶ τοῦ γενείου καὶ ὀστέων ψιλώματα καὶ ἐκπτώσιες καὶ πολλὰ ῥεύματα. ἐν πυρετοῖσί τε ταῦτα καὶ ἄνευ πυρετῶν. ἦν δὲ ταῦτα φοβερώτερα ἢ κακίω. οἷσι γὰρ ἐς ἐμπύημα ἤ τινα τοιοῦτον ἀφίκοιτο πεπασμόν, οἱ πλεῖστοι τούτων ἐσῴζοντο. οἷσι δ’ ἡ μὲν φλεγμονὴ καὶ τὸ ἐρυσίπελας ἀπέλθοι, τοιαύτην δὲ ἀπόστασιν μηδεμίαν ποιήσαιτο, τούτων ἀπώλλυντο πολλοί. ὁμοίως δὲ καὶ εἴ πῃ ἄλλῃ τοῦ σώματος πλανηθείη, συνέπιπτε ταῦτα. πολλοῖσι μὲν γὰρ βραχίων καὶ πῆχυς ὅλος περιερρύη. οἷσι δ’ ἐπὶ τὰ πλευρά, ταῦτα ἐκακοῦτο ἢ τῶν ἔμπροσθέν τι ἢ τῶν ὄπισθεν. οἷσι δ’ ὅλος ὁ μηρὸς ἢ τὰ περὶ κνήμην ἀπεψιλοῦτο καὶ ποὺς ὅλος. ἦν δὲ πάντων χαλεπώτατα τῶν τοιούτων, ὅτε περὶ ἥβην καὶ αἰδοῖα γενοίατο. τὰ μὲν περὶ ἕλκεα καὶ μετὰ προφάσιος τοιαῦτα. πολλοῖσι δὲ ἐν πυρετοῖσι καὶ πρὸ πυρετοῦ καὶ ἐπὶ πυρετοῖσι συνέπιπτεν. ἦν δὲ καὶ τούτων, ὅσα μὲν ἀπόστασιν ποιήσαιτο διὰ τοῦ ἐκπυῆσαι ἢ κατὰ κοιλίην ταραχή τις ἐπίκαιρος ἢ χρηστῶν οὔρων διάδοσις γένοιτο, διὰ τούτων λελύσθαι, οἷσι δὲ μηδὲν τούτων συμπίπτοι, ἀσήμως δὲ ἀφανιζομένων, θανατώδεα γίνεσθαι. πολὺ μὲν οὖν πλείστοισι συνέπιπτε τὰ περὶ τὸ ἐρυσίπελας τοῦ ἦρος. παρείπετο δὲ καὶ διὰ τοῦ θέρεος καὶ ὑπὸ φθινόπωρον. [Epid. 3.5] πολλὴ δὲ ταραχή τισι καὶ τὰ περὶ φάρυγγα φύματα, καὶ φλεγμοναὶ γλώσσης, καὶ τὰ παρ’ ὀδόντας ἀποστήματα. φωναί τε πολλοῖσιν ἐπεσήμαινον κακούμεναι καὶ κατίλλουσαι, πρῶτον μὲν τοῖσι φθινώδεσιν ἀρχομένοισιν, ἀτὰρ καὶ τοῖσι καυσώδεσι καὶ τοῖσι φρενιτικοῖσιν. [Epid. 3.6] ἤρξαντο μὲν οὖν οἱ καῦσοι καὶ τὰ φρενιτικὰ πρωὶ τοῦ ἦρος μετὰ τὰ γενόμενα ψύχεα, καὶ πλεῖστοι τηνικαῦτα διενόσησαν· ὀξέα δὲ τούτοισι καὶ θανατώδεα συνέπιπτεν. ἦν δὲ ἡ κατάστασις τῶν γενομένων καύσων ὧδε· ἀρχόμενοι κωματώδεες, ἀσώδεες, φρικώδεες, πυρετὸς ὀξύς, οὐ διψώδεες λίην, οὐ παράληροι, ἀπὸ ῥινῶν ἔσταξε σμικρόν. οἱ παροξυσμοὶ τοῖσι πλείστοισιν ἐν ἀρτίῃσι, περὶ δὲ τοὺς παροξυσμοὺς λήθη καὶ ἄφεσις καὶ ἀφωνίη. ἄκρεά τε τούτοισιν αἰεὶ μὲν ψυχρότερα ποδῶν καὶ χειρῶν, πολὺ δὲ περὶ τοὺς παροξυσμοὺς μάλιστα· πάλιν τε βραδέως καὶ οὐ καλῶς ἀνεθερμαίνοντο καὶ πάλιν κατενόεον καὶ διελέγοντο. κατεῖχε δὲ ἢ τὸ κῶμα συνεχές, οὐχ ὑπνῶδες, ἢ μετὰ πόνων ἄγρυπνοι. κοιλίαι ταραχώδεες τοῖσι πλείστοισι τούτων, διαχωρήμασιν ὠμοῖσι, λεπτοῖσι, πολλοῖσιν· οὖρά τε πολλὰ λεπτὰ κρίσιμον οὐδὲ χρηστὸν οὐδὲν ἔχοντα· οὐδὲ ἄλλο κρίσιμον οὐδὲν τοῖσιν οὕτως ἔχουσιν ἐφαίνετο· οὔτε γὰρ ᾑμορράγει καλῶς οὔτε τις ἄλλη τῶν εἰθισμένων ἀπόστασις ἐγένετο κρίσιμος. ἔθνῃσκόν τε ἕκαστος ὡς τύχοι, πεπλανημένως τὰ πολλά, περὶ τὰς κρίσιας, ἐκ πολλοῦ δέ τινες ἄφωνοι, ἱδρῶντες πολλοί. τοῖσι μὲν ὀλεθρίως ἔχουσι συνέπιπτε ταῦτα· παραπλήσια δὲ καὶ τοῖσι φρενιτικοῖσιν. ἄδιψοι δὲ πάνυ οὗτοι ἦσαν, οὐδ’ ἐξεμάνη τῶν φρενιτικῶν οὐδείς, ὥσπερ ἐπ’ ἄλλοισιν, ἀλλ’ ἄλλῃ τινὶ καταφορῇ νωθρῇ καρηβαρέες ἀπώλλυντο. [Epid. 3.7] ἦσαν δὲ καὶ ἄλλοι πυρετοί, περὶ ὧν γεγράψεται. στόματα πολλοῖσιν ἀφθώδεα, ἑλκώδεα. ῥεύματα περὶ αἰδοῖα πολλά, ἑλκώματα, φύματα ἔξωθεν, ἔσωθεν· τὰ περὶ βουβῶνας. ὀφθαλμίαι ὑγραί, μακροχρόνιοι μετὰ πόνων. ἐπιφύσιες βλεφάρων ἔξωθεν, ἔσωθεν, πολλῶν φθείροντα τὰς ὄψιας, ἃ σῦκα ἐπονομάζουσιν. ἐφύετο δὲ καὶ ἐπὶ τῶν ἄλλων ἑλκέων πολλὰ καὶ ἐν αἰδοίοισιν. ἄνθρακες πολλοὶ κατὰ θέρος καὶ ἄλλα, ἃ σὴψ καλεῖται. ἐκθύματα μεγάλα. ἕρπητες πολλοῖσι μεγάλοι. [Epid. 3.8] τὰ δὲ κατὰ κοιλίην πολλοῖσι πολλὰ καὶ βλαβερὰ συνέβαινε. πρῶτον μὲν τεινεσμοὶ πολλοῖσιν ἐπιπόνως, πλείστοισι δὲ παιδίοισι, καὶ πᾶσιν ὅσα πρὸ ἥβης, καὶ ἀπώλλυντο τὰ πλεῖστα τούτων. λειεντερικοὶ πολλοί. δυσεντεριώδεες, οὐδ’ οὗτοι λίην ἐπιπόνως. τὰ δὲ χολώδεα καὶ λιπαρὰ καὶ λεπτὰ καὶ ὑδατώδεα· πολλοῖσι μὲν αὐτὸ τὸ νόσημα ἐς τοῦτο κατέσκηψεν ἄνευ τε πυρετῶν καὶ ἐν πυρετοῖσι. μετὰ πόνων στρόφοι καὶ ἀνειλήσιες κακοήθεες. διέξοδοί τε τῶν πολλῶν ἐνόντων τε καὶ ἐπισχόντων. τὰ δὲ διεξιόντα πόνους οὐ λύοντα τοῖσι τε προσφερομένοισι δυσκόλως ὑπακούοντα· καὶ γὰρ αἱ καθάρσιες τοὺς πλείστους προσέβλαπτον. τῶν δὲ οὕτως ἐχόντων πολλοὶ μὲν ὀξέως ἀπώλλυντο, ἔστι δ’ οἷσι καὶ μακρότερα διῆγεν. ὡς δ’ ἐν κεφαλαίῳ εἰρῆσθαι, πάντες, καὶ οἱ τὰ μακρὰ νοσέοντες καὶ οἱ τὰ ὀξέα, ἐκ τῶν κατὰ κοιλίην ἀπέθνῃσκον μάλιστα. πάντας γὰρ κοιλίη συναπήνεγκεν. [Epid. 3.9] ἀπόσιτοι δ’ ἐγένοντο πάντες μὲν καὶ ἐπὶ πᾶσι τοῖσι προγεγραμμένοισιν, ὡς ἐγὼ οὐδὲ πώποτε ἐνέτυχον, πολὺ δὲ μάλιστα οὗτοι καὶ ἐκ τούτων καὶ ἐκ τῶν ἄλλων δὲ οἳ καὶ ὀλεθρίως ἔχοιεν. διψώδεες οἱ μέν, οἱ δ’ οὔ· τῶν ἐν πυρετοῖσι καὶ τοῖσιν ἄλλοισιν οὐδεὶς ἀκαίρως, ἀλλ’ ἦν κατὰ ποτὸν διαιτᾶν ὡς ἤθελες. [Epid. 3.10] οὖρα δὲ πολλὰ μὲν τὰ διεξιόντα ἦν, οὐκ ἐκ τῶν προσφερομένων ποτῶν, ἀλλὰ πολλὸν ὑπερβάλλοντα. πολλὴ δέ τις καὶ τῶν οὔρων κακότης ἦν τῶν ἀπιόντων. οὔτε γὰρ πάχος οὔτε πεπασμοὺς οὔτε καθάρσιας χρηστὰς εἶχεν. ἐσήμαινεν δὲ τοῖσι πλείστοισι σύντηξιν καὶ ταραχὴν καὶ πόνους καὶ ἀκρισίας. [Epid. 3.11] κωματώδεες δὲ μάλιστα οἱ φρενιτικοὶ καὶ οἱ καυσώδεες ἦσαν, ἀτὰρ καὶ ἐπὶ τοῖς ἄλλοισι νοσήμασι πᾶσι τοῖσι μεγίστοισιν, ὅ τι μετὰ πυρετοῦ γίνοιτο. διὰ παντὸς δὲ τοῖσι πλείστοισιν ἢ βαρὺ κῶμα παρείπετο ἢ μικροὺς καὶ λεπτοὺς ὕπνους κοιμᾶσθαι. [Epid. 3.12] πολλὰ δὲ καὶ ἄλλα πυρετῶν ἐπεδήμησεν εἴδεα, τριταίων, τεταρταίων, νυκτερινῶν, συνεχέων, μακρῶν, πεπλανημένων, ἀσωδέων, ἀκαταστάτων. ἅπαντες δὲ οὗτοι μετὰ πολλῆς ἐγίνοντο ταραχῆς· κοιλίαι τε γὰρ τοῖσι πλείστοισιν ταραχώδεες, φρικώδεες· ἱδρῶτες οὐ κρίσιμοι, καὶ τὰ τῶν οὔρων ὡς ὑπογέγραπται. μακρὰ δὲ τοῖσι πλείστοισι τούτων· οὐδὲ γὰρ αἱ γινόμεναι τούτοισιν ἀποστάσιες ἔκρινον ὥσπερ ἐπὶ τοῖσιν ἄλλοισι. δύσκριτα μὲν οὖν πᾶσι πάντα ἐγίνετο καὶ ἀκρισίαι καὶ χρόνια, πολὺ δὲ μάλιστα τούτοις. ἔκρινε δὲ τούτων ὀλίγοισι περὶ ὀγδοηκοστήν. τοῖσι δὲ πλείστοισιν ἐξέλειπεν ὡς ἔτυχεν. ἔθνῃσκον δὲ τούτων ὀλίγοι ὑπὸ ὕδρωπος ὀρθοστάδην. πολλοῖσι δὲ καὶ ἐπὶ τοῖσιν ἄλλοισι νοσήμασιν οἰδήματα παρώχλει, πολὺ δὲ μάλιστα τοῖσι φθινώδεσι. [Epid. 3.13] μέγιστον δὲ καὶ χαλεπώτατον καὶ πλείστους ἔκτεινε τὸ φθινῶδες. πολλοὶ γάρ τινες ἀρξάμενοι κατὰ χειμῶνα πολλοὶ μὲν κατεκλίθησαν, οἱ δὲ αὐτῶν ὀρθοστάδην ὑπεφέροντο· πρωὶ δὲ τοῦ ἦρος ἔθνῃσκον οἱ πλεῖστοι τῶν κατακλιθέντων· τῶν δὲ ἄλλων ἐξέλιπον μὲν αἱ βῆχες οὐδενί, ὑφίεσαν δὲ κατὰ θέρος. ὑπὸ δὲ τὸ φθινόπωρον κατεκλίθησαν πάντες καὶ πολλοὶ ἔθνῃσκον. μακρὰ δὲ τούτων οἱ πλεῖστοι διενόσεον. ἤρξατο μὲν οὖν τοῖσι πλείστοισι τούτων ἐξαίφνης ἐκ τούτων κακοῦσθαι· φρικώδεες πυκνά. πολλάκις πυρετοὶ συνεχέες, ὀξέες· ἱδρῶτες ἄκαιροι πολλοί, ψυχροὶ διὰ τέλεος· πολλὴ ψύξις, καὶ μόγις πάλιν ἀναθερμαινόμενοι· κοιλίαι ποικίλως ἐφιστάμεναι καὶ πάλιν ταχὺ καθυγραινόμεναι, περὶ δὲ τελευτὴν πᾶσι βιαίως καθυγραινόμεναι· καὶ τῶν περὶ πνεύμονα πάντων διάδοσις κάτω· πλῆθος οὔρων οὐ χρηστῶν· συντήξιες κακαί. αἱ δὲ βῆχες ἐνῆσαν μὲν διὰ τέλεος πολλαὶ καὶ πολλὰ ἀνάγουσαι πέπονα καὶ ὑγρά, μετὰ πόνων δὲ οὐ λίην· ἀλλ’ εἰ καὶ ἐπόνεον, πάνυ πρηέως πᾶσιν ἡ κάθαρσις τῶν ἀπὸ πνεύμονος ἐγίνετο. φάρυγγες οὐ λίην δακνώδεες, οὐδὲ ἁλμυρίδες οὐδὲν ἠνώχλεον· τὰ μέντοι γλίσχρα καὶ λευκὰ καὶ ὑγρὰ καὶ ἀφρώδεα πολλὰ ἀπὸ κεφαλῆς ᾔει. πολὺ δὲ μέγιστον κακὸν παρείπετο καὶ τούτοισι καὶ τοῖσιν ἄλλοισι τὰ περὶ τὴν ἀποσιτίην, καθάπερ ὑπογέγραπται· οὐδὲ γὰρ πότων μετὰ τροφῆς ἡδέως εἶχον, ἀλλὰ πάνυ διῆγον ἀδίψως· βάρος σώματος· κωματώδεες· τοῖσι πλείστοισιν αὐτῶν οἴδημα, καὶ ἐς ὕδρωπα περιίσταντο· φρικώδεες, παράληροι περὶ θάνατον. [Epid. 3.14] εἶδος δὲ τῶν φθινωδέων ἦν τὸ λεῖον, τὸ ὑπόλευκον, τὸ φακῶδες, τὸ ὑπέρυθρον, τὸ χαροπόν, λευκοφλεγματίαι, πτερυγώδεες· καὶ γυναῖκες οὕτω. τὸ μελαγχολικὸν καὶ ὕφαιμον· οἱ καῦσοι καὶ τὰ φρενιτικὰ καὶ τὰ δυσεντεριώδεα τούτων ἥπτετο. τεινεσμοὶ νέοισι φλεγματώδεσιν· αἱ μακραὶ διάρροιαι καὶ τὰ δριμέα διαχωρήματα καὶ λιπαρὰ πικροχόλοισιν. [Epid. 3.15] ἦν δὲ πᾶσι τοῖς ὑπογεγραμμένοις χαλεπώτατον μὲν τὸ ἔαρ καὶ πλείστους ἀπέκτεινε, τὸ δὲ θέρος ῥήϊστον, καὶ ἐλάχιστοι ἀπώλλυντο. τοῦ δὲ φθινοπώρου καὶ ὑπὸ πληϊάδα πάλιν ἔθνῃσκον, οἱ πολλοὶ τεταρταῖοι. δοκεῖ δέ μοι προσωφελῆσαι κατὰ λόγον τὸ γενόμενον θέρος. τὰς γὰρ θερινὰς νούσους χειμὼν ἐπιγενόμενος λύει, καὶ τὰς χειμερινὰς θέρος ἐπιγενόμενον μεθίστησι. καίτοι αὐτό γε ἐπὶ ἑωυτοῦ τὸ γενόμενον θέρος οὐκ εὐσταθὲς ἐγένετο· καὶ γὰρ ἐξαίφνης θερμὸν καὶ νότιον καὶ ἄπνοον· ἀλλ’ ὅμως πρὸς τὴν ἄλλην κατάστασιν μεταλλάξαν ὠφέλησε. [Epid. 3.16] μέγα δὲ μέρος ἡγεῦμαι τῆς τέχνης εἶναι τὸ δύνασθαι σκοπεῖν καὶ περὶ τῶν γεγραμμένων ὀρθῶς. ὁ γὰρ γνοὺς καὶ χρεώμενος τούτοις οὐκ ἄν μοι δοκεῖ μέγα σφάλλεσθαι ἐν τῇ τέχνῃ. δεῖ δὲ καταμανθάνειν τὴν κατάστασιν τῶν ὡρέων ἀκριβῶς ἑκάστην καὶ τὸ νόσημα, ἀγαθὸν ὅ τι κοινὸν ἐν τῇ καταστάσει ἢ ἐν τῇ νούσῳ, κακὸν ὅ τι κοινὸν ἐν τῇ καταστάσει ἢ ἐν τῇ νούσῳ, μακρὸν ὅ τι νόσημα καὶ θανάσιμον, μακρὸν ὅ τι καὶ περιεστικόν, ὀξὺ ὅ τι θανάσιμον, ὀξὺ ὅ τι περιεστικόν· τάξιν τῶν κρισίμων ἐκ τούτων σκοπεῖσθαι καὶ προλέγειν ἐκ τούτων εὐπορεῖται. εἰδότι περὶ τούτων ἔστιν εἰδέναι οὓς καὶ ὅτε καὶ ὡς δεῖ διαιτᾶν. ### Ἑκκαίδεκα ἄρρωστοι [Epid. 3.17 case 1] Ἐν Θάσῳ τὸν Πάριον, ὃς κατέκειτο ὑπὲρ Ἀρτεμισίου, πυρετὸς ἔλαβεν ὀξύς, κατ’ ἀρχὰς συνεχής, καυσώδης· δίψος· ἀρχόμενος κωματώδης καὶ πάλιν ἄγρυπνος· κοιλίη ταραχώδης ἐν ἀρχῇσιν, οὖρα λεπτά. ἕκτῃ οὔρησεν ἐλαιῶδες, παρέκρουσεν. ἑβδόμῃ παρωξύνθη πάντα, οὐδὲν ἐκοιμήθη, ἀλλὰ οὖρά τε ὅμοια καὶ τὰ τῆς γνώμης ταραχώδεα· ἀπὸ δὲ κοιλίης χολώδεα, λιπαρὰ διῆλθεν. ὀγδόῃ σμικρὸν ἀπὸ ῥινῶν ἔσταξεν, ἤμεσεν ἰώδεα ὀλίγα, σμικρὰ ἐκοιμήθη. ἐνάτῃ διὰ τῶν αὐτῶν. δεκάτῃ πάντα συνέδωκεν. ἑνδεκάτῃ ἵδρωσε δι’ ὅλου· περιέψυξε, ταχὺ δὲ πάλιν ἀνεθερμάνθη. τεσσαρεσκαιδεκάτῃ πυρετὸς ὀξύς, διαχωρήματα χολώδεα, λεπτά, πολλά, οὔροισιν ἐναιώρημα, παρέκρουσεν. ἑπτακαιδεκάτῃ ἐπιπόνως· οὔτε γὰρ ὕπνοι, ὅ τε πυρετὸς ἐπέτεινεν. εἰκοστῇ ἵδρωσε δι’ ὅλου· ἄπυρος, διαχωρήματα χολώδεα, ἀπόσιτος, κωματώδης· εἰκοστῇ τετάρτῃ ὑπέστρεψε. τριηκοστῇ τετάρτῃ ἄπυρος, κοιλίη οὐ συνίστατο, καὶ πάλιν ἀνεθερμάνθη. τεσσαρακοστῇ ἄπυρος, κοιλίη συνέστη χρόνον οὐ πολύν, ἀπόσιτος, σμικρὰ πάλιν ἐπύρεξε καὶ διὰ παντὸς πεπλανημένως· ἄπυρος τὰ μέν, τὰ δ’ οὔ· εἰ γάρ τι διαλίποι καὶ διακουφίσαι, ταχὺ πάλιν ὑπέστρεφε. σιταρίοισί τε ὀλίγοισι καὶ φαύλοισι προσεχρῆτο. ὕπνοι κακοί, περὶ τὰς ὑποστροφὰς παρέκρουσεν. οὖρα πάχος μὲν ἔχοντα οὔρει τηνικαῦτα, ταραχώδεα δὲ καὶ πονηρά. καὶ τὰ κατὰ κοιλίην συνιστάμενα καὶ πάλιν διαλυόμενα. πυρέτια συνεχέα. διαχωρήματα λεπτά, πολλά. ἐν εἴκοσι καὶ ἑκατὸν ἔθανε. τούτῳ κοιλίη συνεχέως ἀπὸ τῆς πρώτης ὑγρὴ χολώδεσιν, ὑγροῖσι πολλοῖσιν ἦν ἢ συνισταμένη ζέουσι καὶ ἀπέπτοισιν· οὖρα διὰ τέλεος κακά· κωματώδης τὰ πλεῖστα, μετὰ πόνων ἄγρυπνος, ἀπόσιτος συνεχέως. [Epid. 3.17 case 2] ἐν Θάσῳ τὴν κατακειμένην παρὰ τὸ ψυχρὸν ὕδωρ ἐκ τόκου θυγατέρα τεκοῦσαν καθάρσιος οὐ γενομένης πυρετὸς ὀξὺς φρικώδης τριταίην ἔλαβεν. ἐκ χρόνου δὲ πολλοῦ πρὸ τοῦ τόκου πυρετώδης ἦν, κατακλινής, ἀπόσιτος. μετὰ δὲ τὸ γενόμενον ῥῖγος συνεχέες, ὀξέες, φρικώδεες οἱ πυρετοί. ὀγδόῃ πολλὰ παρέκρουσε καὶ τὰς ἐχομένας καὶ ταχὺ πάλιν κατενόει· κοιλίη ταραχώδης πολλοῖσι λεπτοῖσιν, ὑδατοχόλοις· ἄδιψος. ἑνδεκάτῃ κατενόει, κωματώδης δ’ ἦν· οὖρα πολλὰ λεπτὰ καὶ μέλανα, ἄγρυπνος. εἰκοστῇ σμικρὰ περιέψυξε καὶ ταχὺ πάλιν ἀνεθερμάνθη, σμικρὰ παρέλεγεν, ἄγρυπνος· τὰ κατὰ κοιλίην ἐπὶ τῶν αὐτῶν· οὖρα ὑδατώδεα πολλά. εἰκοστῇ ἑβδόμῃ ἄπυρος, κοιλίη συνέστη, οὐ πολλῷ δὲ χρόνῳ ὕστερον ἰσχίου δεξιοῦ ὀδύνη ἰσχυρὴ χρόνον πολύν· πυρετοὶ πάλιν παρείποντο· οὖρα ὑδατώδεα. τεσσαρακοστῇ τὰ μὲν περὶ τὸ ἰσχίον ἐπεκούφισε, βῆχες δὲ συνεχέες ὑγραὶ πολλαί, κοιλίη συνέστη, ἀπόσιτος· οὖρα ἐπὶ τῶν αὐτῶν. οἱ δὲ πυρετοὶ τὸ μὲν ὅλον οὐκ ἐκλείποντες, πεπλανημένως δὲ παροξυνόμενοι, τὰ μέν, τὰ δ’ οὔ. ἑξηκοστῇ αἱ μὲν βῆχες ἀσήμως ἐξέλιπον· οὔτε γάρ τις πτυάλων πεπασμὸς ἐγένετο οὔτε ἄλλη τῶν εἰθισμένων ἀπόστασις· σιηγὼν δὲ ἡ ἐκ τῶν ἐπὶ δεξιὰ κατεσπάσθη· κωματώδης· παρέλεγε καὶ ταχὺ πάλιν κατενόει· πρὸς δὲ τὰ γεύματα ἀπονενοημένως εἶχεν· σιηγὼν μὲν ἐπανῆκε, κοιλίη δὲ χολώδεα σμικρὰ διέδωκεν, ἐπύρεξεν ὀξυτέρως, φρικώδης· καὶ τὰς ἐχομένας ἄφωνος καὶ πάλιν διελέγετο. ὀγδοηκοστῇ ἀπέθανε. ταύτῃ τὰ τῶν οὔρων διὰ τέλεος ἦν μέλανα καὶ λεπτὰ καὶ ὑδατώδεα. κῶμα παρείπετο, ἀπόσιτος, ἄθυμος, ἄγρυπνος, ὀργαί, δυσφορίαι, τὰ περὶ τὴν γνώμην μελαγχολικά. [Epid. 3.17 case 3] ἐν Θάσῳ Πυθίωνα, ὃς κατέκειτο ὑπεράνω τοῦ Ἡρακλείου, ἐκ πόνων καὶ κόπων καὶ διαίτης γενομένης ἀμελέος ῥῖγος μέγα καὶ πυρετὸς ὀξὺς ἔλαβε. γλῶσσα ἐπίξηρος, διψώδης, χολώδης, οὐχ ὕπνωσεν, οὖρα ὑπομέλανα, ἐναιώρημα μετέωρον, οὐχ ἵδρυτο. δευτέρῃ περὶ μέσον ἡμέρης ψύξις ἀκρέων, τὰ περὶ χεῖρας καὶ κεφαλὴν μᾶλλον, ἄναυδος, ἄφωνος, βραχύπνοος ἐπὶ πολὺν χρόνον, ἀνεθερμάνθη, δίψα, νύκτα δι’ ἡσυχίης, ἵδρωσε περὶ κεφαλὴν σμικρά. τρίτῃ ἡμέρην δι’ ἡσυχίης, ὀψὲ δὲ περὶ ἡλίου δυσμὰς ὑπεψύχθη σμικρά, ἄση, ταραχή, νυκτὸς ἐπιπόνως, οὐδὲν ὕπνωσεν, ἀπὸ δὲ κοιλίης σμικρὰ συνεστηκότα κόπρανα διῆλθε. τετάρτῃ πρωὶ δι’ ἡσυχίης, περὶ δὲ μέσον ἡμέρης πάντα παρωξύνθη, ψύξις, ἄναυδος, ἄφωνος, ἐπὶ τὸ χεῖρον, ἀνεθερμάνθη μετὰ χρόνον, οὔρησε μέλανα ἐναιώρημα ἔχοντα, νύκτα δι’ ἡσυχίης, ἐκοιμήθη· πέμπτῃ ἔδοξε κουφίσαι, κατὰ δὲ κοιλίην βάρος μετὰ πόνου, διψώδης, νύκτα ἐπιπόνως. ἕκτῃ πρωὶ μὲν δι’ ἡσυχίης, δείλης δὲ οἱ πόνοι μέζους, παρωξύνθη, ἀπὸ δὲ κοιλίης ὀψὲ κλυσματίῳ καλῶς διῆλθε, νυκτὸς ἐκοιμήθη. ἑβδόμῃ ἡμέρῃ ἀσώδης, ὑπεδυσφόρει, οὔρησεν ἐλαιῶδες, νυκτὸς ταραχὴ πολλή, παρέλεγεν, οὐδὲν ἐκοιμήθη. ὀγδόῃ πρωὶ μὲν ἐκοιμήθη σμικρά, ταχὺ δὲ ψύξις, ἀφωνίη, λεπτὸν πνεῦμα καὶ μινυθῶδες, ὀψὲ δὲ πάλιν ἀνεθερμάνθη, παρέκρουσεν, ἤδη δὲ πρὸς ἡμέρην σμικρὰ ἐκουφίσθη, διαχωρήματα ἄκρητα, σμικρὰ, χολώδεα. ἐνάτῃ κωματώδης, ἀσώδης, ὅτε διεγείροιτο· οὐ λίην διψώδης· περὶ δὲ ἡλίου δυσμὰς ἐδυσφόρει, παρέλεγε, νύκτα κακήν. δεκάτῃ πρωὶ ἄφωνος, πολλὴ ψύξις, πυρετὸς ὀξύς, πολὺς ἱδρώς, ἔθανεν. ἐν ἀρτίῃσιν οἱ πόνοι τούτῳ. [Epid. 3.17 case 4] ὁ φρενιτικὸς τῇ πρώτῃ κατακλιθεὶς ἤμεσεν ἰώδεα πολλά, λεπτά, πυρετὸς φρικώδης πολύς, ἱδρὼς συνεχὴς δι’ ὅλου, κεφαλῆς καὶ τραχήλου βάρος μετ’ ὀδύνης, οὖρα λεπτά, ἐναιωρήματα σμικρά, διεσπασμένα, οὐχ ἵδρυτο. ἀπὸ δὲ κοιλίης ἐξεκόπρισεν ἀθρόα πολλὰ, παρέκρουσεν, οὐδὲν ὕπνωσε. δευτέρῃ πρωὶ ἄφωνος, πυρετὸς ὀξύς, ἵδρωσεν, οὐ διέλιπε, παλμοὶ δι’ ὅλου τοῦ σώματος, νυκτὸς σπασμοί. τρίτῃ πάντα παρωξύνθη. τετάρτῃ ἔθανεν. [Epid. 3.17 case 5] ἐν Λαρίσῃ φαλακρὸς μηρὸν δεξιὸν ἐπόνησεν ἐξαίφνης· τῶν δὲ προσφερομένων οὐδὲν ὠφέλει. τῇ πρώτῃ πυρετὸς ὀξύς, καυσώδης, ἀτρεμέως εἶχεν, οἱ δὲ πόνοι παρείποντο. δευτέρῃ τοῦ μηροῦ μὲν ὑφίεσαν οἱ πόνοι, ὁ δὲ πυρετὸς ἐπέτεινεν, ὑπεδυσφόρει, οὐκ ἐκοιμᾶτο, ἄκρεα ψυχρά, οὔρων πλῆθος διῄει οὐ χρηστῶν. τρίτῃ τοῦ μηροῦ μὲν ὁ πόνος ἐπαύσατο, παρακοπὴ δὲ τῆς γνώμης καὶ ταραχὴ καὶ πολὺς βληστρισμός. τετάρτῃ περὶ μέσον ἡμέρης ἔθανεν. [Epid. 3.17 case 6] ἐν Ἀβδήροισι Περικλέα πυρετὸς ἔλαβεν ὀξύς, συνεχὴς μετὰ πονου, πολλὴ δίψα, ἄση, ποτὸν κατέχειν οὐκ ἠδύνατο· ἦν δὲ ὑπόσπληνός τε καὶ καρηβαρικός. τῇ πρώτῃ ᾑμορράγησεν ἐξ ἀριστεροῦ· πολὺς μέντοι ὁ πυρετὸς ἐπέτεινεν· οὔρησε πολὺ θολερόν, λευκόν· κείμενον οὐ καθίστατο. δευτέρῃ πάντα παρωξύνθη· τὰ μέντοι οὖρα παχέα μὲν ἦν, ἱδρυμένα δὲ μᾶλλον· καὶ τὰ περὶ τὴν ἄσην ἐκούφισεν, ἐκοιμήθη. τρίτῃ πυρετὸς ἐμαλάχθη, οὔρων πλῆθος, πέπονα, πολλὴν ὑπόστασιν ἔχοντα, νύκτα δι’ ἡσυχίης. τετάρτῃ περὶ μέσον ἡμέρης ἵδρωσε πολλῷ θερμῷ δι’ ὅλου, ἄπυρος, ἐκρίθη, οὐχ ὑπέστρεψεν. [Epid. 3.17 case 7] ἐν Ἀβδήροισι τὴν παρθένον, ἣ κατέκειτο ἐπὶ τῆς ἱρῆς ὁδοῦ, πυρετὸς καυσώδης ἔλαβεν· ἦν δὲ διψώδης καὶ ἄγρυπνος. κατέβη δὲ τὰ γυναικεῖα πρῶτον αὐτῇ. ἕκτῃ ἄση πολλή, ἔρευθος, φρικώδης, ἀλύουσα. ἑβδόμῃ διὰ τῶν αὐτῶν, οὖρα λεπτὰ μέν, εὔχρω δέ, τὰ περὶ τὴν κοιλίην οὐκ ἠνώχλει. ὀγδόῃ κώφωσις, πυρετὸς ὀξύς, ἄγρυπνος, ἀσώδης, φρικώδης, κατενόει, οὖρα ὅμοια. ἐνάτῃ διὰ τῶν αὐτῶν· καὶ τὰς ἑπομένας οὕτως· ἡ κώφωσις παρέμενε. τεσσαρεσκαιδεκάτῃ τὰ τῆς γνώμης ταραχώδεα, ὁ πυρετὸς συνέδωκεν. ἑπτακαιδεκάτῃ διὰ ῥινῶν ἐρρύη πολύ, ἡ κώφωσις σμικρὰ συνέδωκε. καὶ τὰς ἑπομένας ἄση, κωφότης· ἐνῆν καὶ παράληρος. εἰκοστῇ ποδῶν ὀδύνη· κωφότης, παράληρος ἀπέλιπεν, ᾑμορράγησε σμικρὰ διὰ ῥινῶν, ἵδρωσεν, ἄπυρος. εἰκοστῇ τετάρτῃ ὁ πυρετὸς ὑπέστρεψε, κώφωσις πάλιν, ποδῶν ὀδύνη παρέμεινεν, παρακοπή. εἰκοστῇ ἑβδόμῃ ἵδρωσε πολλῷ, ἄπυρος, ἡ κώφωσις ἐξέλιπεν, ἡ τῶν ποδῶν ὑπέμενεν ὀδύνη, τὰ δ’ ἄλλα τελέως ἐκρίθη. [Epid. 3.17 case 8] ἐν Ἀβδήροισιν Ἀναξίωνα, ὃς κατέκειτο παρὰ τὰς Θρηϊκίας πύλας, πυρετὸς ὀξὺς ἔλαβε· πλευροῦ δεξιοῦ ὀδύνη συνεχής, ἔβησσε ξηρά, οὐδ’ ἔπτυε τὰς πρώτας· διψώδης, ἄγρυπνος, οὖρα δὲ εὔχρω πολλὰ λεπτά. ἕκτῃ παράληρος· πρὸς δὲ τὰ θερμάσματα οὐδὲν ἐνεδίδου. ἑβδόμῃ ἐπιπόνως· ὁ γὰρ πυρετὸς ἐπέτεινεν, οἵ τε πόνοι οὐ συνεδίδοσαν, αἵ τε βῆχες ἠνώχλεον, δύσπνοός τε ἦν. ὀγδόῃ ἀγκῶνα ἔταμον· ἐρρύη πολλὸν οἷον δεῖ· συνέδωκαν μὲν οἱ πόνοι, αἱ μέντοι βῆχες αἱ ξηραὶ παρείποντο. ἑνδεκάτῃ συνέδωκαν οἱ πυρετοί, σμικρὰ περὶ κεφαλὴν ἵδρωσεν, αἵ τε βῆχες καὶ τὰ ἀπὸ πνεύμονος ὑγρότερα. ἑπτακαιδεκάτῃ ἤρξατο σμικρὰ πέπονα πτύειν· ἐκουφίσθη. εἰκοστῇ ἵδρωσεν, ἄπυρος, μετὰ δὲ κρίσιν διψώδης τε ἦν καὶ τῶν ἀπὸ πνεύμονος οὐ χρησταὶ αἱ καθάρσιες. εἰκοστῇ ἑβδόμῃ ὁ πυρετὸς ὑπέστρεψεν, ἔβησσεν, ἀνῆγε πέπονα πολλά, οὔροισιν ὑπόστασις πολλὴ λευκή, ἄδιψος ἐγένετο, εὔπνοος. τριηκοστῇ τετάρτῃ ἵδρωσε δι’ ὅλου, ἄπυρος, ἐκρίθη πάντα. [Epid. 3.17 case 9] ἐν Ἀβδήροισιν Ἡρόπυθος κεφαλὴν ὀρθοστάδην ἐπιπόνως εἶχεν, οὐ πολλῷ δὲ χρόνῳ ὕστερον κατεκλίθη. ᾤκει πλησίον τῆς ἄνω ἀγωγῆς. πυρετὸς ἔλαβε καυσώδης, ὀξύς· ἔμετοι τὸ κατ’ ἀρχὰς πολλῶν χολωδέων, διψώδης, πολλὴ δυσφορίη, οὖρα λεπτὰ μέλανα, ἐναιώρημα μετέωρον ὁτὲ μέν, ὁτὲ δ’ οὔ· νύκτα ἐπιπόνως, πυρετὸς ἄλλοτε ἀλλοίως παροξυνόμενος, τὰ πλεῖστα ἀτάκτως. περὶ δὲ τεσσαρεσκαιδεκάτην κώφωσις, οἱ πυρετοὶ ἐπέτεινον, οὖρα διὰ τῶν αὐτῶν. εἰκοστῇ πολλὰ παρέκρουσε καὶ τὰς ἑπομένας. τεσσαρακοστῇ διὰ ῥινῶν ᾑμορράγησε πολὺ καὶ κατενόει μᾶλλον· ἡ κώφωσις ἐνῆν μέν, ἧσσον δέ· οἱ πυρετοὶ συνέδωκαν. ᾑμορράγει τὰς ἑπομένας πυκνὰ κατ’ ὀλίγον. περὶ δὲ ἑξηκοστὴν αἱ μὲν αἱμορραγίαι ἀπεπαύσαντο, ἰσχίου δὲ δεξιοῦ ὀδύνη ἰσχυρὴ καὶ οἱ πυρετοὶ ἐπέτεινον. οὐ πολλῷ δὲ χρόνῳ ὕστερον πόνοι τῶν κάτω πάντων· συνέπιπτε δὲ ἢ τοὺς πυρετοὺς εἶναι μέζους καὶ τὴν κώφωσιν πολλὴν ἢ ταῦτα μὲν ὑφιέναι καὶ κουφίζειν, τῶν δὲ κάτω περὶ ἰσχία μέζους εἶναι τοὺς πόνους. ἤδη δὲ περὶ ὀγδοηκοστὴν συνέδωκε μὲν πάντα, ἐξέλιπε δὲ οὐδέν· οὖρά τε γὰρ εὔχρω καὶ πλείους ὑποστάσιας ἔχοντα κατέβαινεν, οἱ παράληροί τε μείους ἦσαν. περὶ δὲ ἑκατοστὴν κοιλίη πολλοῖσι χολώδεσιν ἐπεταράχθη, καὶ ᾔει χρόνον οὐκ ὀλίγον πολλὰ τοιαῦτα, καὶ πάλιν δυσεντεριώδεα μετὰ πόνου, τῶν δὲ ἄλλων ῥᾳστώνη. τὸ δὲ σύνολον οἵ τε πυρετοὶ ἐξέλιπον καὶ ἡ κώφωσις ἐπαύσατο. ἐν ἑκατοστῇ εἰκοστῇ τελέως ἐκρίθη. [Epid. 3.17 case 10] ἐν Ἀβδήροισι Νικόδημον ἐξ ἀφροδισίων καὶ πότων πῦρ ἔλαβεν. ἀρχόμενος δὲ ἦν ἀσώδης καὶ καρδιαλγικός, διψώδης, γλῶσσα ἐπεκαύθη, οὖρα λεπτὰ μέλανα. δευτέρῃ ὁ πυρετὸς παρωξύνθη, φρικώδης, ἀσώδης, οὐδὲν ἐκοιμήθη, ἤμεσε χολώδεα ξανθά, οὖρα ὅμοια, νύκτα δι’ ἡσυχίης, ὕπνωσε. τρίτῃ ὑφῆκε πάντα, ῥᾳστώνη· περὶ δὲ ἡλίου δυσμὰς πάλιν ὑπεδυσφόρει, νύκτα ἐπιπόνως. τετάρτῃ ῥῖγος, πυρετὸς πολύς, πόνοι πάντων, οὖρα λεπτά, ἐναιώρημα· νύκτα πάλιν δι’ ἡσυχίης. πέμπτῃ ἐνῆν μὲν πάντα, ῥᾳστώνη δὲ ἦν. ἕκτῃ τῶν αὐτῶν πόνοι πάντων, οὔροισιν ἐναιώρημα, παρέκρουσε πολλά. ἑβδόμῃ ῥᾳστώνη. ὀγδόῃ τὰ ἄλλα συνέδωκε πάντα. δεκάτῃ καὶ τὰς ἑπομένας ἐνῆσαν μὲν οἱ πόνοι, ἧσσον δὲ πάντες· οἱ δὲ παροξυσμοὶ καὶ οἱ πόνοι τούτῳ διὰ τέλεος ἐν ἀρτίῃσιν ἦσαν μᾶλλον. εἰκοστῇ οὔρησε λευκόν, πάχος εἶχε, κείμενον οὐ καθίστατο· ἵδρωσε πολλῷ, ἔδοξεν ἄπυρος γενέσθαι, δείλης δὲ πάλιν ἐθερμάνθη, καὶ τῶν αὐτῶν πόνοι, φρίκη, δίψα, σμικρὰ παρέκρουσεν. εἰκοστῇ τετάρτῃ οὔρησε πολὺ λευκόν, πολλὴν ὑπόστασιν ἔχον. ἵδρωσε πολλῷ θερμῷ δι’ ὅλου, ἄπυρος ἐκρίθη. [Epid. 3.17 case 11] ἐν Θάσῳ γυνὴ δυσάνιος ἐκ λύπης μετὰ προφάσιος ὀρθοστάδην ἐγένετο ἄγρυπνός τε καὶ ἀπόσιτος καὶ διψώδης ἦν καὶ ἀσώδης. ᾤκει δὲ πλησίον τῶν Πυλάδου ἐπὶ τοῦ λείου. τῇ πρώτῃ ἀρχομένης νυκτὸς φόβοι, λόγοι πολλοί, δυσθυμίη, πυρέτιον λεπτόν. πρωὶ σπασμοὶ πολλοί· ὅτε δὲ διαλίποιεν οἱ σπασμοὶ οἱ πολλοί, παρέλεγεν, ᾐσχρομύθει· πολλοὶ πόνοι, μεγάλοι, συνεχέες. δευτέρῃ διὰ τῶν αὐτῶν, οὐδὲν ἐκοιμᾶτο, πυρετὸς ὀξύτερος. τρίτῃ οἱ μὲν σπασμοὶ ἀπέλιπον, κῶμα δὲ καὶ καταφορὴ καὶ πάλιν ἔγερσις· ἀνήϊσσε, κατέχειν οὐκ ἠδύνατο, παρέλεγε πολλά, πυρετὸς ὀξύς, ἐς νύκτα δὲ ταύτην ἵδρωσε πολλῷ θερμῷ δι’ ὅλου· ἄπυρος, ὕπνωσε, πάντα κατενόει, ἐκρίθη. περὶ δὲ τρίτην ἡμέρην οὖρα μέλανα λεπτά, ἐναιώρημα δὲ ἐπὶ πολὺ στρογγύλον, οὐχ ἱδρύετο, περὶ δὲ κρίσιν γυναικεῖα πολλὰ κατέβη. [Epid. 3.17 case 12] ἐν Λαρίσῃ παρθένον πυρετὸς ἔλαβε καυσώδης, ὀξύς· ἄγρυπνος, διψώδης, γλῶσσα λιγνυώδης, ξηρή· οὖρα εὔχρω μέν, λεπτὰ δέ. δευτέρῃ ἐπιπόνως, οὐχ ὕπνωσε. τρίτῃ πολλὰ διῆλθεν ἀπὸ κοιλίης ὑδατόχλοα, καὶ τὰς ἑπομένας ᾔει τοιαῦτα εὐφόρως. τετάρτῃ οὔρησε λεπτὸν ὀλίγον, εἶχεν ἐναιώρημα μετέωρον, οὐχ ἱδρύετο, παρέκρουσεν ἐς νύκτα. ἕκτῃ διὰ ῥινῶν λάβρον ἐρρύη πολύ· φρίξασα ἵδρωσε πολλῷ θερμῷ δι’ ὅλου· ἄπυρος· ἐκρίθη. ἐν δὲ τοῖσι πυρετοῖσι καὶ ἤδη κεκριμένων γυναικεῖα κατέβη πρῶτον τότε· παρθένος γὰρ ἦν. ἦν δὲ διὰ παντὸς ἀσώδης, φρικώδης, ἔρευθος προσώπου, ὀμμάτων ὀδύνη· καρηβαρική. ταύτῃ οὐχ ὑπέστρεψεν, ἀλλ’ ἐκρίθη. οἱ πόνοι ἐν ἀρτίῃσιν. [Epid. 3.17 case 13] Ἀπολλώνιος ἐν Ἀβδήροισιν ὀρθοστάδην ὑπεφέρετο χρόνον πολύν. ἦν δὲ μεγαλόσπλαγχνος, καὶ περὶ ἧπαρ συνήθης ὀδύνη χρόνον πολὺν παρείπετο, καὶ δὴ τότε καὶ ἰκτερώδης ἐγένετο, φυσώδης, χροιῆς τῆς ὑπολεύκου. φαγὼν δὲ καὶ πιὼν ἀκαιρότερον βόειον ἐθερμάνθη σμικρὰ τὸ πρῶτον, κατεκλίθη. γάλαξι δὲ χρησάμενος ἑφθοῖσι καὶ ὠμοῖσι πολλοῖσιν, αἰγείοισι καὶ μηλείοισι, καὶ διαίτῃ κακῇ πάντων, βλάβαι μεγάλαι· οἵ τε γὰρ πυρετοὶ παρωξύνθησαν, κοιλίη τε τῶν προσενεχθέντων οὐδὲν διέδωκεν ἄξιον λόγου, οὖρά τε λεπτὰ καὶ ὀλίγα διῄει· ὕπνοι οὐκ ἐνῆσαν· ἐμφύσημα κακόν, πολὺ δίψος, κωματώδης, ὑποχονδρίου δεξιοῦ ἔπαρμα σὺν ὀδύνῃ, ἄκρεα πάντοθεν ὑπόψυχρα, σμικρὰ παρέλεγε, λήθη πάντων ὅ τι λέγοι, παρεφέρετο. περὶ δὲ τεσσαρεσκαιδεκάτην, ἀφ’ ἧς κατεκλίθη, ῥιγώσας ἐπεθερμάνθη· ἐξεμάνη· βοή, ταραχή, λόγοι πολλοί, καὶ πάλιν ἵδρυσις, καὶ τὸ κῶμα τηνικαῦτα προσῆλθε. μετὰ δὲ ταῦτα κοιλίη ταραχώδης πολλοῖσι χολώδεσιν, ἀκρήτοισιν, ὠμοῖσιν· οὖρα μέλανα, σμικρά, λεπτά· πολλὴ δυσφορίη· τὰ τῶν διαχωρημάτων ποικίλως· ἢ γὰρ μέλανα καὶ σμικρὰ καὶ ἰώδεα ἢ λιπαρὰ καὶ ὠμὰ καὶ δακνώδεα· κατὰ δὲ χρόνους ἐδόκει καὶ γαλακτώδεα διδόναι. περὶ δὲ εἰκοστὴν τετάρτην διὰ παρηγορίης· τὰ μὲν ἄλλα ἐπὶ τῶν αὐτῶν, σμικρὰ δὲ κατενόησεν· ἐξ οὗ δὲ κατεκλίθη, οὐδενὸς ἐμνήσθη· πάλιν δὲ ταχὺ παρενόει, ὥρμητο πάντα ἐπὶ τὸ χεῖρον. περὶ δὲ τριηκοστὴν πυρετὸς ὀξύς, διαχωρήματα πολλὰ λεπτά, παράληρος, ἄκρεα ψυχρά, ἄφωνος. τριηκοστῇ τετάρτῃ ἔθανε. τούτῳ διὰ τέλεος, ἐξ οὗ καὶ ἐγὼ οἶδα, κοιλίη ταραχώδης, οὖρα λεπτὰ μέλανα, κωματώδης, ἄγρυπνος, ἄκρεα ψυχρά, παράληρος διὰ τέλεος. [Epid. 3.17 case 14] ἐν Κυζίκῳ γυναικὶ θυγατέρας τεκούσῃ διδύμας καὶ δυστοκησάσῃ καὶ οὐ πάνυ καθαρθείσῃ τῇ πρώτῃ πυρετὸς φρικώδης ὀξύς, κεφαλῆς καὶ τραχήλου βάρος μετ’ ὀδύνης· ἄγρυπνος ἐξ ἀρχῆς, σιγῶσα δὲ καὶ σκυθρωπὴ καὶ οὐ πειθομένη· οὖρα λεπτὰ καὶ ἄχρω· διψώδης, ἀσώδης τὸ πολύ, κοιλίη πεπλανημένως ταραχώδης καὶ πάλιν συνισταμένη. ἕκτῃ ἐς νύκτα πολλὰ παρέλεγε, οὐδὲν ἐκοιμήθη. περὶ δὲ ἑνδεκάτην ἐοῦσα ἐξεμάνη καὶ πάλιν κατενόει· οὖρα μέλανα, λεπτὰ καὶ πάλιν διαλείποντα ἐλαιώδεα· κοιλίη πολλοῖσι, λεπτοῖσι, ταραχώδεσι. τεσσαρεσκαιδεκάτῃ σπασμοὶ πολλοί, ἄκρεα ψυχρά, οὐδὲν ἔτι κατενόει, οὖρα ἐπέστη. ἑξκαιδεκάτῃ ἄφωνος· ἑπτακαιδεκάτῃ ἀπέθανε. [Epid. 3.17 case 15] ἐν Θάσῳ Δελεάρκεος γυναῖκα, ἣ κατέκειτο ἐπὶ τοῦ λείου, πυρετὸς φρικώδης, ὀξὺς ἐκ λύπης ἔλαβεν. ἐξ ἀρχῆς δὲ περιεστέλλετο καὶ διὰ τέλεος αἰεὶ σιγῶσα ἐψηλάφα, ἔτιλλεν, ἔγλυφεν, ἐτριχολόγει, δάκρυα καὶ πάλιν γέλως, οὐκ ἐκοιμᾶτο· ἀπὸ κοιλίης ἐρεθισμῷ οὐδὲν διῄει· σμικρὰ ὑπομιμνῃσκόντων ἔπινεν· οὖρα λεπτὰ σμικρά· πυρετοὶ πρὸς χεῖρα λεπτοί· ἀκρέων ψύξις. ἐνάτῃ πολλὰ παρέλεγε καὶ πάλιν ἱδρύνθη· σιγῶσα. τεσσαρεσκαιδεκάτῃ πνεῦμα ἀραιόν, μέγα διὰ χρόνου καὶ πάλιν βραχύπνοος. ἑπτακαιδεκάτῃ ἀπὸ κοιλίης ἐρεθισμῷ ταραχώδεα, ἔπειτα δὲ αὐτὰ τὰ ποτὰ διῄει, οὐδὲν συνίστατο· ἀναισθήτως εἶχε πάντων· δέρματος περίτασις καρφαλέου. εἰκοστῇ λόγοι πολλοὶ καὶ πάλιν ἱδρύνθη· ἄφωνος, βραχύπνοος. εἰκοστῇ πρώτῃ ἀπέθανε. ταύτῃ διὰ τέλεος πνεῦμα ἀραιόν, μέγα· ἀναισθήτως πάντων εἶχεν· αἰεὶ περιεστέλλετο· ἢ λόγοι πολλοὶ ἢ σιγῶσα διὰ τέλεος. [Epid. 3.17 case 16] ἐν Μελιβοίῃ νεηνίσκος ἐκ πότων καὶ ἀφροδισίων πολλῶν πολὺν χρόνον θερμανθεὶς κατεκλίθη· φρικώδης δὲ καὶ ἀσώδης ἦν καὶ ἄγρυπνος καὶ ἄδιψος. ἀπὸ δὲ κοιλίης τῇ πρώτῃ πολλὰ κόπρανα διῆλθε σὺν περιρρόῳ πολλῷ, καὶ τὰς ἑπομένας ὑδατόχλοα πολλὰ διῄει· οὖρα λεπτά, ὀλίγα, ἄχρω· πνεῦμα ἀραιόν, μέγα διὰ χρόνου· ὑποχονδρίου ἔντασις ὑπολάπαρος, παραμήκης ἐξ ἀμφοτέρων· καρδίης παλμὸς διὰ τέλεος συνεχής· οὔρησεν ἐλαιῶδες. δεκάτῃ παρέκρουσεν ἀτρεμέως, ἦν δὲ κόσμιός τε καὶ σιγῶν· δέρμα καρφαλέον καὶ περιτεταμένον· διαχωρήματα ἢ πολλὰ καὶ λεπτὰ ἢ χολώδεα, λιπαρά. τεσσαρεσκαιδεκάτῃ πάντα παρωξύνθη, παρέκρουσεν, πολλὰ παρέλεγεν. εἰκοστῇ ἐξεμάνη, πολὺς βληστρισμός, οὐδὲν οὔρει, σμικρὰ ποτὰ κατείχετο. εἰκοστῇ τετάρτῃ ἀπέθανε. ## Ἀφορισμοί ### ΤΜΗΜΑ ΠΡΩΤΟΝ [Aph. 1.1] ὁ βίος βραχὺς, ἡ δὲ τέχνη μακρὴ, ὁ δὲ καιρὸς ὀξὺς, ἡ δὲ πεῖρα σφαλερὴ, ἡ δὲ κρίσις χαλεπή. δεῖ δὲ οὐ μόνον ἑωυτὸν παρέχειν τὰ δέοντα ποιεῦντα, ἀλλὰ καὶ τὸν νοσέοντα, καὶ τοὺς παρεόντας, καὶ τὰ ἔξωθεν. [Aph. 1.2] ἐν τῇσι τα ραχῇσι τῆς κοιλίης, καὶ ἐμέτοισι, τοῖσιν αὐτομάτως γιγνομένοισιν, ἢν μὲν, οἷα δεῖ καθαίρεσθαι, καθαίρωνται, ξυμφέρει τε καὶ εὐφόρως φέρουσιν· ἢν δὲ μὴ, τοὐναντίον. οὕτω δὲ καὶ κενεαγγείη, ἢν μὲν, οἷα δεῖ γίγνεσθαι, γίγνηται, ξυμφέρει τε καὶ εὐφόρως φέρουσιν· ἢν δὲ μὴ, τοὐναντίον. ἐπιβλέπειν οὖν δεῖ καὶ χώρην, καὶ ὥρην, καὶ ἡλικίην, καὶ νούσους, ἐν ᾗσι δεῖ, ἢ οὔ. [Aph. 1.3] ἐν τοῖσι γυμναστικοῖσιν αἱ ἐπ’ ἄκρον εὐεξίαι σφαλεραὶ, ἢν ἐν τῷ ἐσχάτῳ ἔωσιν· οὐ γὰρ δύνανται μένειν ἐν τῷ αὐτέῳ, οὐδὲ ἀτρεμέειν· ἐπεὶ δὲ οὐκ ἀτρεμέουσιν, οὐδ’ ἔτι δυνάνται ἐπὶ τὸ βέλτιον ἐπιδιδόναι, λείπεται ἐπὶ τὸ χεῖρον· τουτέων οὖν εἵνεκεν τὴν εὐεξίην λύειν ξυμφέρει μὴ βραδέως, ἵνα πάλιν ἀρχὴν ἀναθρέψιος λαμβάνῃ τὸ σῶμα· μηδὲ τὰς ξυμπτώσιας ἐς τὸ ἔσχατον ἄγειν, σφαλερὸν γὰρ, ἀλλ’ ὁκοίη ἂν ἡ φύσις ᾖ τοῦ μέλλοντος ὑπομένειν, ἐς τοῦτο ἄγειν. ὡσαύτως δὲ καὶ αἱ κενώσιες αἱ ἐς τὸ ἔσχατον ἄγουσαι, σφαλεραί· καὶ πάλιν αἱ ἀναθρέψιες, αἱ ἐν τῷ ἐσχάτῳ ἐοῦσαι, σφαλεραί. [Aph. 1.4] αἱ λεπταὶ καὶ ἀκριβέες δίαιται, καὶ ἐν τοῖσι μακροῖσιν αἰεὶ πάθεσι, καὶ ἐν τοῖσιν ὀξέσιν, οὗ μὴ ἐπιδέχεται, σφαλεραί. καὶ πάλιν αἱ ἐς τὸ ἔσχατον λεπτότητος ἀφιγμέναι δίαιται, χαλεπαί· καὶ γὰρ αἱ πληρώσιες αἱ ἐν τῷ ἐσχάτῳ ἐοῦσαι, χαλεπαί. [Aph. 1.5] ἐν τῇσι λεπτῇσι διαίτῃσιν ἁμαρτάνουσιν οἱ νοσέοντες, διὸ μᾶλλον βλάπτονται· πᾶν γὰρ τὸ ἁμάρτημα ὃ ἂν γίνηται, μέγα γίνεται μᾶλλον, ἢ ἐν τῇσιν ὀλίγον ἁδροτέρῃσι διαίτῃσιν· διὰ τοῦτο καὶ τοῖσιν ὁγιαίνουσι σφαλεραὶ αἱ πάνυ λεπταὶ καὶ καθεστηκυῖαι καὶ ἀκριβέες δίαιται, ὅτι τὰ ἁμαρτανόμενα χαλεπώτερον φέρουσιν. διὰ τοῦτο οὖν αἱ λεπταὶ καὶ ἀκριβέες δίαιται, σφαλεραὶ ἐς τὰ πλεῖστα τῶν σμικρῷ ἁδροτέρων. [Aph. 1.6] ἐς δὲ τὰ ἔσχατα νουσήματα αἱ ἔσχαται θεραπεῖαι ἐς ἀκριβείην, κράτισται. [Aph. 1.7] ὅκου μὲν κάτοξυ τὸ νούσημα, αὐτίκα καὶ τοὺς ἐσχάτους πόνους ἔχει, καὶ τῇ ἐσχάτως λεπτοτάτῃ διαίτῃ ἀναγκαῖον χρέεσθαι· ὅκου δὲ μὴ, ἀλλ’ ἐνδέχεται ἁδροτέρως διαιτᾷν, τοσοῦτον ὑποκαταβαίνειν, ὁκόσον ἂν ἡ νοῦσος μαλθακωτέρη τῶν ἐσχάτων ἔῃ. [Aph. 1.8] ὁκόταν δὲ ἀκμάζῃ τὸ νούσημα, τότε λεπτοτάτῃ διαίτῃ ἀναγκαῖον χρέεσθαι. [Aph. 1.9] ξυντεκμαίρεσθαι δὲ χρὴ καὶ τὸν νοσέοντα, εἰ ἐξαρκέσει τῇ διαίτῃ πρὸς τὴν ἀκμὴν τῆς νούσου, καὶ πότερον ἐκεῖνος ἀπαυδήσει πρότερον, καὶ οὐκ ἐξαρκέσει τῇ διαίτῃ, ἢ ἡ νοῦσος πρότερον ἀπαυδήσει καὶ ἀμβλυνεῖται. [Aph. 1.10] Ὁκόσοισι μὲν οὖν αὐτίκα ἡ ἀκμὴ, αὐτίκα λεπτῶς διαιτῇν· ὁκόσοισι δὲ ἐς ὕστερον ἡ ἀκμὴ, ἐς ἐκεῖνο, καὶ πρὸ ἐκείνου σμικρὸν, ἀφαιρετέον· ἔμπροσθεν δὲ, πιοτέρως διαιτῇν, ὡς ἂν ἐξαρκέσῃ ὁ νοσέων. [Aph. 1.11] ἐν δὲ τοῖσι παροξυσμοῖσιν ὑποστέλλεσθαι χρή· τὸ προστιθέναι γὰρ βλάβη· καὶ ὁκόσα κατὰ περιόδους παροξύνεται, ἐν τοῖσι παροξυσμοῖσιν ὑποστέλλεσθαι χρή. [Aph. 1.12] τοὺς δὲ παροξυσμοὺς καὶ τὰς καταστάσιας δηλώσουσιν αἱ νοῦσοι, καὶ αἱ ὧραι τοῦ ἔτεος, καὶ αἱ τῶν περιόδων πρὸς ἀλλήλας ἀνταποδόσιες, ἤν τε καθ’ ἡμέρην, ἤν τε παρ’ ἡμέρην, ἤν τε καὶ διὰ πλείονος χρόνου γίγνωνται· ἀτὰρ καὶ τοῖσιν ἐπιφαινομένοισιν, οἷον ἐν πλευριτικοῖσι πτύελον ἢν μὲν αὐτίκα ἐπιφαίνηται, ἀρχομένου, βραχύνει, ἢν δ’ ὕστερον ἐπιφαίνηται, μηκύνει· καὶ οὖρα καὶ ὑποχωρήματα καὶ ἱδρῶτες, καὶ δύσκριτα καὶ εὔκριτα, καὶ βραχέα καὶ μακρὰ τὰ νοσήματα, ἐπιφαινόμενα, δηλοῖ. [Aph. 1.13] γέροντες εὐφορώτατα νηστείην φέρουσι, δεύτερον, οἱ καθεστηκότες, ἥκιστα, μειράκια, πάντων δὲ μάλιστα, παιδία, τουτέων δὲ αὐτέων ἃ ἂν τύχῃ αὐτὰ ἑωυτέων προθυμότερα ἐόντα. [Aph. 1.14] τὰ αὐξανόμενα πλεῖστον ἔχει τὸ ἔμφυτον θερμόν· πλείστης οὖν δεῖται τροφῆς· εἰ δὲ μὴ, τὸ σῶμα ἀναλίσκεται· γέρουσι δὲ ὀλίγον τὸ θερμὸν, διὰ τοῦτο ἄρα ὀλίγων ὑπεκκαυμάτων δέονται· ὑπὸ πολλῶν γὰρ ἀποσβέννυται· διὰ τοῦτο καὶ οἱ πυρετοὶ τοῖσι γέρουσιν οὐχ ὁμοίως ὀξέεες· ψυχρὸν γὰρ τὸ σῶμα. [Aph. 1.15] αἱ κοιλίαι χειμῶνος καὶ ἦρος θερμόταται φύσει, καὶ ὕπνοι μακρότατοι ἐν ταύτῃσιν οὖν τῇσιν ὥρῃσι, καὶ τὰ προσάρματα πλείω δοτέον· καὶ γὰρ τὸ ἔμφυτον θερμὸν πλεῖστον ἔχει· τροφῆς οὖν πλείονος δεῖται· σημεῖον, αἱ ἡλικίαι καὶ οἱ ἀθληταί. [Aph. 1.16] αἱ ὑγραὶ δίαιται πᾶσι τοῖσι πυρεταίνουσι ξυμφέρουσι, μάλιστα δὲ παιδίοισι, καὶ τοῖσιν ἄλλοισι τοῖσιν οὕτως εἰθισμένοισι διαιτᾶσθαι. [Aph. 1.17] καὶ οἷσιν ἅπαξ, ἢ δὶς, καὶ πλείω ἢ ἐλάσσω, καὶ κατὰ μέρος· δοτέον δέ τι καὶ τῷ ἔθει, καὶ τῇ ὥρῃ, καὶ τῇ χώρῃ, καὶ τῇ ἡλικίη. [Aph. 1.18] θέρεος καὶ φθινοπώρου σιτία δυσφορώτατα φέρουσι, χειμῶνος ῥήϊστα, ἦρος δεύτερον. [Aph. 1.19] τοῖσιν ἐν τῇσι περιόδοισι παροξυνομένοισι μηδὲν διδόναι, μηδ’ ἀναγκάζειν, ἀλλ’ ἀφαιρέειν τῶν προσθεσίων πρὸ τῶν κρισίων. [Aph. 1.20] τὰ κρινόμενα καὶ τὰ κεκριμένα ἀρτίως, μὴ κινέειν, μηδὲ νεωτεροποιέειν, μήτε φαρμακείῃσι, μήτ’ ἄλλοισιν ἐρεθισμοῖσιν, ἀλλ’ ἐᾷν. [Aph. 1.21] ἁ δεῖ ἄγειν, ὅκου ἂν μάλιστα ῥέπῃ, ταύτῃ ἄγειν, διὰ τῶν ξυμφερόντων χωρίων [Aph. 1.22] πέπονα φαρμακεύειν καὶ κινέειν, μὴ ὠμὰ, μηδὲ ἐν ἀρχῇσιν, ἢν μὴ ὀργᾷ· τὰ δὲ πλεῖστα οὐκ ὀργᾷ. [Aph. 1.23] τὰ χωρέοντα μὴ τῷ πλήθει τεκμαίρεσθαι, ἀλλ’ ὡς ἂν χωρέῃ οἷα δεῖ, καὶ φέρῃ εὐφόρως· καὶ ὁκου δεῖ μέχρι λειποθυμίης ἄγειν, καὶ τοῦτο ποιέειν, ἢν ἐξαρκέῃ ὁ νοσέων. [Aph. 1.24] ἐν τοῖσιν ὀξέσι πάθεσιν ὀλιγάκις καὶ ἐν ἀρχῇσι τῇσι φαρμακείῃσι χρέεσθαι, καὶ τοῦτο προεξευκρινήσαντα ποιέειν. [Aph. 1.25] ἢν, οἷα δεῖ καθαίρεσθαι, καθαίρωνται, ξυμφέρει τε, καὶ εὐφόρως φέρουσιν· τὰ δ’ ἐναντία, δυσχερῶς. ### ΤΜΗΜΑ ΔΕΥΤΕΡΟΝ [Aph. 2.1] ἐν ᾧ νοσήματι ὕπνος πόνον ποιέει, θανάσιμον· ἢν δὲ ὕπνος ὠφελέῃ, οὐ θανάσιμον. [Aph. 2.2] ὅκου παραφροσύνην ὕπνος παύει, ἀγαθόν. [Aph. 2.3] ὕπνος, ἀγρυπνίη, ἀμφότερα τοῦ μετρίου μᾶλλον γενόμενα, κακόν. [Aph. 2.4] οὐ πλησμονὴ, οὐ λιμὸς, οὐδ’ ἄλλο οὐδὲν ἀγαθὸν, ὅ τι ἂν μᾶλλον τῆς φύσιος ᾖ. [Aph. 2.5] κόποι αὐτόματοι φράζουσι νούσους. [Aph. 2.6] ὁκόσοι, πονέοντές τι τοῦ σώματος, τὰ πολλὰ τῶν πόνων οὐκ αἰσθάνονται, τουτέοισιν ἡ γνώμη νοσέεει. [Aph. 2.7] τὰ ἐν πολλῷ χρόνῳ λεπτυνόμενα σώματα νωθρῶς ἐπανατρέφειν, τὰ δὲ ἐν ὀλίγῳ, ὀλίγως. [Aph. 2.8] ἢν ἐκ νούσου τροφὴν λαμβάνων τις μὴ ἰσχύῃ, σημαίνει ὅτι πλείονι τροφῇ τὸ σῶμα χρέεται· ἢν δὲ, τροφὴν μὴ λαμβάνοντος, τοῦτο γίγνηται, χρὴ εἰδέναι, ὅτι κενώσιος δεῖται. [Aph. 2.9] τὰ σώματα χρὴ, ὅκου τις βούλεται καθαίρειν, εὔροα ποιέειν. [Aph. 2.10] τὰ μὴ καθαρὰ τῶν σωμάτων, ὁκόσῳ ἂν θρέψῃς μᾶλλον, βλάψεις. [Aph. 2.11] ῥᾷον πληροῦσθαι ποτοῦ, ἢ σιτίου. [Aph. 2.12] τὰ ἐγκαταλιμπανόμενα ἐν τῇσι νούσοισι μετὰ κρίσιν, ὑποστροφὰς ποιέειν εἴωθεν. [Aph. 2.13] Ὁκόσοισι κρίσις γίνεται, τουτέοισιν ἡ νὺξ δύσφορος, ἡ πρὸ τοῦ παροξυσμοῦ, ἡ δὲ ἐπιοῦσα εὐφορωτέρη ὡς ἐπὶ τὸ πουλύ. [Aph. 2.14] ἐν τῇσι τῆς κοιλίης ῥύσεσιν αἱ μεταβολαὶ τῶν διαχωρημάτων ὠφελέουσιν, ἢν μὴ ἐς τὰ πονηρὰ μεταβάλλῃ. [Aph. 2.15] ὅκου φάρυγξ νοσέει, ἢ φύματα ἐν τῷ σώματι ἐκφύεται, τὰς ἐκκρίσιας σκέπτεσθαι· ἢν γὰρ χολώδεες ἔωσι, τὸ σῶμα ξυννοσέει· ἢν δὲ ὅμοιαι τοῖσιν ὑγιαίνουσι γίγνωνται, ἀσφαλὲς τὸ σῶμα τρέφειν. [Aph. 2.16] ὅκου λιμὸς, οὐ δεῖ πονέειν. [Aph. 2.17] ὅκου ἂν τροφὴ πλείων παρὰ φύσιν ἐσέλθῃ, τοῦτο νοῦσον ποιέει, δηλοῖ δὲ ἡ ἴησις. [Aph. 2.18] τῶν τρεφόντων ἀθρόως καὶ ταχέως, ταχεῖαι καὶ αἱ διαχωρήσιες γίνονται. [Aph. 2.19] τῶν ὀξέων νοσημάτων οὐ πάμπαν ἀσφαλέες αἱ προδιαγορεύσιες, οὔτε τοῦ θανάτου, οὔτε τῆς ὑγιείης. [Aph. 2.20] Ὁκόσοισι νέοισιν ἐοῦσιν αἱ κοιλίαι ὑγραί εἰσι, τουτέοισιν ἀπογηράσκουσι ξηραίνονται· ὁκόσοισι δὲ νέοισιν ἐοῦσιν αἱ κοιλίαι ξηραί εἰσι, τουτέοισι πρεσβυτέροισι γινομένοισιν ὑγραίνονται. [Aph. 2.21] λιμὸν θώρηξις λύει. [Aph. 2.22] ἀπὸ πλησμονῆς ὁκόσα ἂν νοσήματα γένηται, κένωσις ἰῆται, καὶ ὁκόσα ἀπὸ κενώσιος, πλησμονὴ, καὶ τῶν ἄλλων ἡ ὑπεναντίωσις. [Aph. 2.23] τὰ ὀξέα τῶν νουσημάτων κρίνεται ἐν τεσσαρεσκαίδεκα ἡμέρῃσιν. [Aph. 2.24] τῶν ἑπτὰ ἡ τετάρτη ἐπίδηλος· ἑτέρης ἑβδομάδος ἡ ὀγδόη ἀρχὴ, θεωρητὴ δὲ ἡ ἑνδεκάτη, αὕτη γάρ ἐστι τετάρτη τῆς ἑτέρης ἑβδομάδος· θεωρητὴ δὲ πάλιν ἡ ἑπτακαιδεκάτη, αὕτη γάρ ἐστι τετάρτη μὲν ἀπὸ τῆς τεσσαρεσκαιδεκάτης, ἑβδόμη δὲ ἀπὸ τῆς ἑνδεκάτης. [Aph. 2.25] οἱ θερινοὶ τεταρταῖοι τὰ πολλὰ γίνονται βραχέες, οἱ δὲ φθινοπωρινοὶ, μακροὶ, καὶ μάλιστα οἱ πρὸς τὸν χειμῶνα ξυνάπτοντες. [Aph. 2.26] πυρετὸν ἐπὶ σπασμῷ βέλτιον γενέσθαι, ἢ σπασμὸν ἐπὶ πυρετῷ. [Aph. 2.27] τοῖσι μὴ κατὰ λόγον κουφίζουσιν οὐ δεῖ πιστεύειν, οὐδὲ φοβέεσθαι λίην τὰ μοχθηρὰ γινόμενα παραλόγως· τὰ γὰρ πολλὰ τῶν τοιουτέων ἐστὶν ἀβέβαια, καὶ οὐ πάνυ τι διαμένειν, οὐδὲ χρονίζειν εἴωθεν. [Aph. 2.28] τῶν πυρεσσόντων μὴ παντάπασιν ἐπιπολαίως, τὸ διαμένειν, καὶ μηδὲν ἐνδιδόναι τὸ σῶμα, ἢ καὶ συντήκεσθαι μᾶλλον τοῦ κατὰ λόγον, μοχθηρόν· τὸ μὲν γὰρ μῆκος νούσου σημαίνει, τὸ δὲ, ἀσθένειαν. [Aph. 2.29] ἀρχομένων τῶν νούσων, ἤν τι δοκέῃ κινέειν, κίνει· ἀκμαζουσῶν δὲ, ἡσυχίην ἔχειν βέλτιόν ἐστιν. [Aph. 2.30] περὶ τὰς ἀρχὰς καὶ τὰ τέλη, πάντα ἀσθενέστατα, περὶ δὲ τὰς ἀκμὰς, ἰσχυρότατα. [Aph. 2.31] τῷ ἐξ ἀῤῥωστίης εὐσιτεῦντι, μηδὲν ἐπιδιδόναι τὸ σῶμα, μοχθηρόν. [Aph. 2.32] ὡς τὰ πολλὰ πάντες οἱ φαύλως ἔχοντες, κατ’ ἀρχὰς μὲν εὐσιτεῦντες, καὶ μηδὲν ἐπιδιδόντες, πρὸς τῷ τέλει πάλιν ἀσιτέουσιν· οἱ δὲ κατ’ ἀρχὰς μὲν ἀσιτεῦντες ἰσχυρῶς, ὕστερον δὲ εὐσιτεῦντες, βέλτιον ἀπαλλάσσουσιν. [Aph. 2.33] ἐν πάσῃ νούσῳ τὸ ἐῤῥῶσθαι τὴν διάνοιαν, καὶ εὖ ἔχειν πρὸς τὰς προσφορὰς, ἀγαθόν· τὸ δὲ ἐναντίον, κακόν. [Aph. 2.34] ἐν τῇσι νούσοισιν ἧσσον κινδυνεύουσιν, οἷσιν ἂν οἰκείη τῆς φύσιος, καὶ τῆς ἕξιος, καὶ τῆς ἡλικίης, καὶ τῆς ὥρης ἡ νοῦσος ᾖ μᾶλλον, ἢ οἷσιν ἂν μὴ οἰκείη κατά τι τουτέων ᾖ. [Aph. 2.35] ἐν πάσῃσι τῇσι νούσοισι, τὰ περὶ τὸν ὀμφαλὸν καὶ τὸ ἦτρον πάχος ἔχειν βέλτιόν ἐστι, τὸ δὲ σφόδρα λεπτὸν καὶ ἐκτετηκὸς, μοχθηρόν· ἐπισφαλὲς δὲ τὸ τοιοῦτον καὶ πρὸς τὰς κάτω καθάρσιας. [Aph. 2.36] οἱ ὑγιεινῶς ἔχοντες τὰ σώματα, ἐν τῇσι φαρμακείῃσι καθαιρόμενοι ἐκλύονται ταχέως, καὶ οἱ πονηρῇ τροφῇ χρεόμενοι. [Aph. 2.37] οἱ εὖ τὰ σώματα ἔχοντες, φαρμακεύεσθαι ἐργώδεες. [Aph. 2.38] τὸ σμικρῷ χεῖρον καὶ πόμα καὶ σιτίον, ἥδιον δὲ, τῶν βελτιόνων μὲν, ἀηδεστέρων δὲ, μᾶλλον αἱρετέον. [Aph. 2.39] οἱ πρεσβῦται τῶν νέων τὰ μὲν πολλὰ νοσέουσιν ἧσσον· ὅσα δ’ ἂν αὐτέοισι χρόνια νοσήματα γένηται, τὰ πολλὰ ξυναποθνήσκει. [Aph. 2.40] βράγχοι καὶ κόρυζαι τοῖσι σφόδρα πρεσβύτῃσιν οὐ πεπαίνονται. [Aph. 2.41] οἱ ἐκλυόμενοι πολλάκις καὶ ἰσχυρῶς, ἄνευ φανερῆς προφάσιος, ἐξαπίνης τελευτῶσιν. [Aph. 2.42] λύειν ἀποπληξίην ἰσχυρὴν μὲν ἀδύνατον, ἀσθενέα δὲ, οὐ ῥηΐδιον. [Aph. 2.43] τῶν ἀπαγχομένων καὶ καταλυομένων, μηδέπω δὲ τεθνηκότων, οὐκ ἀναφέρουσιν, οἷσιν ἂν ἀφρὸς ᾖ περὶ τὸ στόμα. [Aph. 2.44] οἱ παχέες σφόδρα κατὰ φύσιν, ταχυθάνατοι γίνονται μᾶλλον τῶν ἰσχνῶν. [Aph. 2.45] τῶν ἐπιληπτικῶν τοῖσι νέοισιν ἀπαλλαγὴν αἱ μεταβολαὶ μάλιστα τῆς ἡλικίης, καὶ τῶν χωρίων, καὶ τῶν βίων ποιέουσιν. [Aph. 2.46] δύο πόνων ἅμα γινομένων μὴ κατὰ τὸν αὐτὸν τόπον, ὁ σφοδρότερος ἀμαυροι τὸν ἕτερον. [Aph. 2.47] περὶ τὰς γενέσιας τοῦ πύου οἱ πόνοι καὶ οἱ πυρετοὶ ξυμβαίνουσι μᾶλλον, ἢ γενομένου. [Aph. 2.48] ἐν πάσῃ κινήσει τοῦ σώματος, ὁκόταν ἄρχηται πονέειν, τὸ διαναπαύειν εὐθὺς, ἄκοπον. [Aph. 2.49] οἱ εἰθισμένοι τοὺς ξυνήθεας πόνους φέρειν, κἢν ὦσιν ἀσθενέες ἢ γέροντες, τῶν ἀξυνηθέων ἰσχυρῶν τε καὶ νέων ῥᾷον φέρουσιν. [Aph. 2.50] τὰ ἐκ πολλοῦ χρόνου ξυνήθεα, κἂν ᾖ χείρω τῶν ἀξυνηθέων, ἧσσον ἐνοχλεῖν εἴωθεν· δεῖ δὲ καὶ ἐς τὰ ἀξυνήθεα μεταβάλλειν [Aph. 2.51] τὸ κατὰ πολὺ καὶ ἐξαπίνης κενοῦν, ἢ πληροῦν, ἢ θερμαίνειν, ἢ ψύχειν, ἢ ἄλλως ὁκωσοῦν τὸ σῶμα κινέειν, σφαλερὸν, καὶ πᾶν τὸ πολὺ τῇ φύσει πολέμιον· τὸ δὲ κατ’ ὀλίγον, ἀσφαλὲς, καὶ ἄλλως, ἤν τις ἐξ ἑτέρου ἐφ’ ἕτερον μεταβαίνῃ. [Aph. 2.52] πάντα κατὰ λόγον ποιέοντι, μὴ γινομένων τῶν κατὰ λόγον, μὴ μεταβαίνειν ἐφ’ ἕτερον, μένοντος τοῦ δόξαντος ἐξ ἀρχῆς. [Aph. 2.53] ὁκόσοι τὰς κοιλίας ὑγρὰς ἔχουσιν, νέοι μὲν ἐόντες, βέλτιον ἀπαλλάσσουσι τῶν ξηρὰς ἐχόντων, ἐς δὲ τὸ γῆρας χεῖρον ἀπαλλάσσουσιν· ξηραίνονται γὰρ ὡς ἐπὶ τὸ πουλὺ ἀπογηράσκουσιν. [Aph. 2.54] μεγέθει δὲ σώματος, ἐννεάσαι μὲν, ἐλευθέριον καὶ οὐκ ἀηδές· ἐγγηρᾶσαι δὲ, δύσχρηστον καὶ χεῖρον τῶν ἐλασσόνων. ### ΤΜΗΜΑ ΤΡΙΤΟΝ [Aph. 3.1] αἱ μεταβολαὶ τῶν ὡρέων μάλιστα τίκτουσι νουσήματα, καὶ ἐν τῇσιν ὥρῃσιν αἱ μεγάλαι μεταλλαγαὶ ἢ ψύξιος ἢ θάλψιος, καὶ τἄλλα κατὰ λόγον οὕτως. [Aph. 3.2] τῶν φυσίων αἱ μὲν πρὸς θέρος, αἱ δὲ πρὸς χειμῶνα εὖ ἢ κακῶς πεφύκασιν. [Aph. 3.3] τῶν νούσων ἄλλαι πρὸς ἄλλας εὖ ἢ κακῶς πεφύκασι, καὶ ἡλικίαι τινὲς πρὸς ὥρας, καὶ χώρας, καὶ διαίτας. [Aph. 3.4] ἐν τῇσιν ὥρῃσιν, ὅταν τῆς αὐτῆς ἡμέρης ὁτὲ μὲν θάλπος, ὁτὲ δὲ ψῦχος γένηται, φθινοπωρινὰ τὰ νουσήματα προσδέχεσθαι χρή. [Aph. 3.5] Νότοι βαρυήκοοι, ἀχλυώδεες, καρηβαρικοὶ, νωθροι, διαλυτικοί· ὁκόταν οὗτος δυναστεύῃ, τοιαῦτα ἐν τῇσιν ἀῤῥωστίῃσι πάσχουσιν. ἢν δὲ βόρειον ᾖ, βῆχες, φάρυγγες, κοιλίαι σκληραὶ, δυσουρίαι φρικώδεες, ὀδύναι πλευρέων, στηθέων ὁκόταν οὗτος δυναστεύῃ, τοιαῦτα ἐν τῇσιν ἀῤῥωστίῃσι προσδέχεσθαι χρή. [Aph. 3.6] ὁκόταν θέρος γένηται ἦρι ὅμοιον, ἱδρῶτας ἐν τοῖσι πυρετοῖσι πολλοὺς προσδέχεσθαι χρή. [Aph. 3.7] ἐν τοῖσιν αὐχμοῖσι πυρετοὶ ὀξέες γίνονται· καὶ ἢν μὲν ἐπὶ πλέον ᾖ τὸ ἔτος τοιουτέον ἐὸν, οἵην τὴν κατάστασιν ἐποίησεν, ὡς ἐπιτοπουλὺ καὶ τὰ νουσήματα τοιαῦτα δεῖ προσδέχεσθαι. [Aph. 3.8] ἐν τοῖσι καθεστεῶσι καιροῖσι, καὶ ὡραίως τὰ ὡραῖα ἀποδιδοῦσιν, εὐσταθέες καὶ εὐκρινέες αἱ νοῦσοι γίνονται, ἐν δὲ τοῖσιν ἀκαταστάτοισιν ἀκατάστατοι καὶ δύσκριτοι. [Aph. 3.9] ἐν φθινοπώρῳ ὀξύταται αἱ νοῦσοι, καὶ θανατωδέσταται τοὐπίπαν, ἦρ δὲ ὑγιεινότατον, καὶ ἥκιστα θανατῶδες. [Aph. 3.10] τὸ φθινόπωρον τοῖσι φθίνουσι κακόν. [Aph. 3.11] περὶ δὲ τῶν ὡρέων, ἢν μὲν ὁ χειμὼν αὐχμηρὸς καὶ βόρειος γένηται, τὸ δὲ ἔπομβρον καὶ νότιον, ἀνάγκη, τοῦ θέρεος, πυρετοὺς ὀξέας, καὶ ὀφθαλμίας, καὶ δυσεντερίας γίνεσθαι, μάλιστα τῇσι γυναιξὶ, καὶ ἀνδρῶν τοῖσιν ὑγροῖσι τὰς φύσιας. [Aph. 3.12] ἢν δὲ νότιος ὁ χειμὼν καὶ ἔπομβρος καὶ εὐδιεινὸς γένηται, τὸ δὲ ἔαρ αὐχμηρὸν καὶ βόρειον, αἱ μὲν γυναῖκες, ᾗσιν οἱ τόκοι πρὸς τὸ ἦρ, ἐκ πάσης προφάσιος ἐκτιτρώσκουσιν· αἳ δ’ ἂν τέκωσιν, ἀκρατέα καὶ νοσώδεα τὰ παιδία τίκτουσιν, ὥστε ἢ παραυτίκα ἀπόλλυσθαι, ἢ λεπτὰ καὶ νοσώδεα ζῇν ἐόντα· τοῖσι δὲ ἄλλοισι βροτοῖσι δυσεντερίαι καὶ ὀφθαλμίαι ξηραὶ γίνονται, τοῖσι δὲ πρεσβυτέροισι κατάῤῥοοι ξυντόμως ἀπολλύντες. [Aph. 3.13] ἢν δὲ τὸ θέρος αὐχμηρὸν καὶ βόρειον γένηται, τὸ δὲ φθινόπωρον ἔπομβρον καὶ νότιον, κεφαλαλγίαι ἐς τὸν χειμῶνα γίνονται, καὶ βῆχες, καὶ βράγχοι, καὶ κόρυζαι, ἐνίοισι δὲ καὶ φθίσιες. [Aph. 3.14] ἢν δὲ βόρειον ᾖ καὶ ἄνυδρον, τοῖσι μὲν ὑγροῖσι τὰς φύσιας καὶ τῇσι γυναιξὶ ξύμφορον· τοῖσι δὲ λοιποῖσιν ὀφθαλμίαι ἔσονται ξηραὶ, καὶ πυρετοὶ ὀξέες, καὶ κόρυζαι, ἐνίοισι δὲ καὶ μελαγχολίαι. [Aph. 3.15] τῶν δὲ καταστασίων τοῦ ἐνιαυτοῦ τὸ μὲν ὅλον οἱ αὐχμοὶ τῶν ἐπομβριῶν εἰσιν ὑγιεινότεροι, καὶ ἧσσον θανατώδεες. [Aph. 3.16] νοσήματα δὲ ἐν μὲν τῇσιν ἐπομβρίῃσιν ὡς τὰ πολλὰ γίνεται, πυρετοί τε μακροὶ, καὶ κοιλίης· ῥύσιες, καὶ σηπεδόνες, καὶ ἐπίληπτοι, καὶ ἀπόπληκτοι, καὶ κυνάγχαι· ἐν δὲ τοῖσιν αὐχμοῖσι, φθινάδες, ὀφθαλμίαι, ἀρθρίτιδες, στραγγουρίαι, καὶ δυσεντερίαι. [Aph. 3.17] αἱ δὲ καθ’ ἡμέρην καταστάσιες, αἱ μὲν βόρειοι τά τε σώματα ξυνιστᾶσι, καὶ εὔτονα καὶ εὐκίνητα καὶ εὔχροα καὶ εὐηκοώτερα ποιέουσι, καὶ τὰς κοιλίας ξηραίνουσι, καὶ τὰ ὄμματα δάκνουσι, καὶ περὶ τὸν θώρηκα ἄλγημα ἤν τι προϋπάρχῃ, μᾶλλον πονέουσιν· αἱ δὲ νότιοι διαλύουσι τὰ σώματα καὶ ὑγραίνουσι, καὶ βαρυηκοΐας καὶ καρηβαρίας καὶ ἰλίγγους ποιέουσιν, ἐν δὲ τοῖσιν ὀφθαλμοῖσι καὶ τοῖσι σώμασι δυσκινησίην, καὶ τὰς κοιλίας ὑγραίνουσιν. [Aph. 3.18] κατὰ δὲ τὰς ὥρας, τοῦ μὲν ἦρος καὶ ἄκρου τοῦ θέρεος, οἱ παῖδες καὶ οἱ τουτέων ἐχόμενοι τῇσιν ἡλικίῃσιν, ἄριστά τε διἄγουσι, καὶ ὑγιαίνουσι μάλιστα· τοῦ δὲ θέρεος καὶ τοῦ φθινοπώρου, μέχρι μέν τινος οἱ γέροντες· τὸ δὲ λοιπὸν, καὶ τοῦ χειμῶνος, οἱ μέσοι τῇσιν ἡλικίῃσιν. [Aph. 3.19] νοσήματα δὲ πάντα μὲν ἐν πάσῃσι τῇσιν ὥρῃσι γίνεται, μᾶλλον δ’ ἔνια κατ’ ἐνίας αὐτέων καὶ γίνεται καὶ παροξύνεται. [Aph. 3.20] τοῦ μὲν γὰρ ἦρος, τὰ μανικὰ, καὶ τὰ μελαγχολικὰ, καὶ τὰ ἐπιληπτικὰ, καὶ αἵματος ῥύσιες, καὶ κυνάγχαι, καὶ κόρυζαι, καὶ βράγχοι, καὶ βῆχες, καὶ λέπραι, καὶ λειχῆνες, καὶ ἀλφοὶ, καὶ ἐξανθήσιες ἑλκώδεες πλεῖσται, καὶ φύματα, καὶ ἀρθριτικά. [Aph. 3.21] τοῦ δὲ θέρεος, ἔνιά τε τουτέων, καὶ πυρετοὶ ξυνεχέες, καὶ καῦσοι, καὶ τριταῖοι πλεῖστοι, καὶ ἔμετοι, καὶ διάῤῥοιαι, καὶ ὀφθαλμίαι, καὶ ὤτων πόνοι, καὶ στομάτων ἑλκώσιες, καὶ σηπεδόνες αἰδοίων, καὶ ἵδρωα. [Aph. 3.22] τοῦ δὲ φθινοπώρου, καὶ τῶν θερινῶν τὰ πολλὰ, καὶ πυρετοὶ τεταρταῖοι, καὶ πλανῆτες, καὶ σπλῆνες, καὶ ὕδρωπες, καὶ φθίσιες, καὶ στραγγουρίαι, καὶ λειεντερίαι, καὶ δυσεντερίαι, καὶ ἰσχιάδες, καὶ κυνάγχαι, καὶ ἄσθματα, καὶ εἰλεοὶ, καὶ ἐπιληψίαι, καὶ τὰ μανικὰ, καὶ τὰ μελαγχολικά. [Aph. 3.23] τοῦ δὲ χειμῶνος, πλευρίτιδες, περιπλευμονίαι, κόρυζαι, βράγχοι, βῆχες, πόνοι στηθέων, πόνοι πλευρέων, ὀσφύος, κεφαλαλγίαι, ἴλιγγοι, ἀποπληξίαι. [Aph. 3.24] ἐν δὲ τῇσιν ἡλικίῃσι τοιάδε ξυμβαίνει· τοῖσι μὲν σμικροῖσι καὶ νεογνοῖσι παιδίοισιν, ἄφθαι, ἔμετοι, βῆχες, ἀγρυπνίαι, φόβοι, ὀμφαλοῦ φλεγμοναὶ, ὤτων ὑγρότητες. [Aph. 3.25] πρὸς δὲ τὸ ὀδοντοφυέειν προσάγουσιν, οὔλων ὀδαξησμοὶ, πυρετοὶ, σπασμοὶ, διάῤῥοιαι, καὶ μάλιστα ὅταν ἀνάγωσι τοὺς κυνόδοντας, καὶ τοῖσι παχυτάτοισι τῶν παίδων, καὶ τοῖσι σκληρὰς τὰς κοιλίας ἔχουσιν. [Aph. 3.26] πρεσβυτέροισι δὲ γενομένοισι, παρίσθμια, σπονδύλου τοῦ κατὰ τὸ ἰνίον εἴσω ὤσιες, ἄσθματα, λιθιάσιες, ἕλμινθες στρογγύλαι, ἀσκαρίδες, ἀκροχορδόνες, σατυριασμοὶ, χοιράδες, καὶ τἄλλα φύματα, μάλιστα δὲ τὰ προειρημένα. [Aph. 3.27] τοῖσι δὲ ἔτι πρεσβυτέροισι καὶ πρὸς τὴν ἥβην προσάγουσι, τουτέων τε τὰ πολλὰ, καὶ πυρετοὶ χρόνιοι μᾶλλον, καὶ ἐκ ῥινῶν αἵματος ῥύσιες [Aph. 3.28] τὰ δὲ πλεῖστα τοῖσι παιδίοισι πάθεα κρίνεται, τὰ μὲν ἐν τεσσαράκοντα ἡμέρῃσι, τὰ δὲ ἐν ἑπτὰ μησὶ, τὰ δὲ ἐν ἑπτὰ ἔτεσι, τὰ δὲ πρὸς τὴν ἥβην προσάγουσιν· ὅσα δ’ ἂν διαμείνῃ τοῖσι παιδίοισι, καὶ μὴ ἀπολυθῇ περὶ τὸ ἡβάσκειν, ἢ τῇσι θηλείῃσι περὶ τὰς τῶν καταμηνίων ῥήξιας, χρονίζειν εἴωθεν. [Aph. 3.29] τοῖσι δὲ νεηνίσκοισιν, αἵματος πτύσιες, φθίσιες, πυρετοὶ ὀξέες, ἐπιληψίαι, καὶ τἄλλα νουσήματα, μάλιστα δὲ τὰ προειρημένα. [Aph. 3.30] τοῖσι δὲ ὑπὲρ τὴν ἡλικίην ταύτην, ἄσθματα, πλευρίτιδες, περιπλευμονίαι, λήθαργοι, φρενίτιδες, καῦσοι, διάῤῥοιαι χρόνιαι, χολέραι, δυσεντερίαι, λειεντερίαι, αἱμοῤῥοΐδες. [Aph. 3.31] τοῖσι δὲ πρεσβύτῃσι, δύσπνοιαι, κατάῤῥοοι βηχώδεες, στραγγουρίαι, δυσουρίαι, ἄρθρων πόνοι, νεφρίτιδες, ἴλιγγοι, ἀποπληξίαι, καχεξίαι, ξυσμοὶ τοῦ σώματος ὅλου, ἀγρυπνίαι, κοιλίης καὶ ὀφθαλμῶν καὶ ῥινῶν ὑγρότητες, ἀμβλυωπίαι, γλαυκώσιες, βαρυηκοΐαι. ### ΤΜΗΜΑ ΤΕΤΑΡΤΟΝ [Aph. 4.1] τὰς κυούσας φαρμακεύειν, ἢν ὀργᾷ, τετράμηνα καὶ ἄχρι ἑπτὰ μηνῶν, ἧσσον δὲ ταύτας· τὰ δὲ νήπια καὶ τὰ πρεσβύτερα εὐλαβέεσθαι χρή. [Aph. 4.2] ἐν τῇσι φαρμακείῃσι τοιαῦτα ἄγειν ἐκ τοῦ σώματος, ὁκοῖα καὶ αὐτόματα ἰόντα χρήσιμα, τὰ δὲ ἐναντίως ἰόντα παύειν, [Aph. 4.3] ἢν μὲν οἷα δεῖ καθαίρεσθαι, καθαίρωνται, ξυμφέρει τε καὶ εὐφόρως φέρουσι, τὰ δὲ ἐναντία, δυσχερῶς. [Aph. 4.4] φαρμακεύειν θέρεος μὲν μᾶλλον τὰς ἄνω, χειμῶνος δὲ τὰς κάτω. [Aph. 4.5] ὑπὸ κύνα καὶ πρὸ κυνὸς ἐργώδεες αἱ φαρμακεῖαι. [Aph. 4.6] τοὺς ἰσχνοὺς τοὺς εὐημέας ἄνω φαρμακεύειν, ὑποστελλομένους χειμῶνα. [Aph. 4.7] τοὺς δὲ δυσημέας καὶ μέσως εὐσάρκους, κάτω, ὑποστελλομένους θέρος. [Aph. 4.8] τοὺς δὲ φθινώδεας, ὑποστελλομένους τὰς ἄνω. [Aph. 4.9] τοὺς δὲ μελαγχολικοὺς, ἁδροτέρως τὰς κάτω, τῷ αὐτῷ λογισμῷ τἀναντία προστιθείς. [Aph. 4.10] φαρμακεύειν ἐν τοῖσι λίην ὀξέσιν, ἢν ὀργᾷ, αὐθημερόν· χρονίζειν γὰρ ἐν τοῖσι τοιουτέοισι κακόν. [Aph. 4.11] Ὁκόσοισι στρόφοι, καὶ περὶ ὀμφαλὸν πόνοι, καὶ ὀσφύος ἄλγημα μὴ λυόμενον μήτε ὑπὸ φαρμακείης, μήτ’ ἄλλως, εἰς ὕδρωπα ξηρὸν ἱδρύεται. [Aph. 4.12] Ὁκόσοισι κοιλίαι λειεντεριώδεες, χειμῶνος φαρμακεύειν ἄνω, κακόν [Aph. 4.13] πρὸς τοὺς ἐλλεβόρους τοῖσι μὴ ῥηϊδίως ἄνω καθαιρομένοισι, πρὸ τῆς πόσιος προϋγραίνειν τὰ σώματα πλείονι τροφῇ καὶ ἀναπαύσει. [Aph. 4.14] ἐπὴν πίῃ τις ἐλλέβορον, πρὸς μὲν τὰς κινήσιας τῶν σωμάτων μᾶλλον ἄγειν, πρὸς δὲ τοὺς ὕπνους καὶ μὴ κινήσιας, ἧσσον· δηλοῖ δὲ καὶ ἡ ναυτιλίη, ὅτι κίνησις τὰ σώματα ταράσσει. [Aph. 4.15] ἐπὴν βούλῃ μᾶλλον ἄγειν τὸν ἐλλέβορον, κίνει τὸ σῶμα· ἐπὴν δὲ παῦσαι, ὕπνον ποίει, καὶ μὴ κίνει. [Aph. 4.16] ἐλλέβορος ἐπικίνδυνος τοῖσι τὰς σάρκας ὑγιέας ἔχουσι, σπασμὸν γὰρ ἐμποιέει. [Aph. 4.17] Ἀπυρέτῳ ἐόντι, ἀποσιτίη, καὶ καρδιωγμὸς, καὶ σκοτόδινος, καὶ στόμα ἐκτικρούμενον, ἄνω φαρμακείης δέεσθαι σημαίνει. [Aph. 4.18] τὰ ὑπὲρ τῶν φρενῶν ὀδυνήματα ἄνω φαρμακείην σημαίνει· ὁκόσα δὲ κάτω, κάτω. [Aph. 4.19] ὁκόσοι ἐν τῇσι φαρμακοποσίῃσι μὴ διψῶσι, καθαιρόμενοι οὐ παύονται πρὶν ἢ διψήσωσιν. [Aph. 4.20] Ἀπυρέτοισιν ἐοῦσιν, ἢν γίνηται στρόφος, καὶ γουνάτων βάρος, καὶ ὀσφύος ἄλγημα, κάτω φαρμακείης δεῖσθαι σημαίνει. [Aph. 4.21] ὑποχωρήματα μέλανα, οἱονεὶ αἷμα, ἀπὸ ταυτομάτου ἰόντα, καὶ ξὺν πυρετῷ, καὶ ἄνευ πυρετοῦ, κάκιστα· καὶ ὁκόσῳ ἂν τὰ χρώματα πλείω καὶ πονηρότερα ᾖ, μᾶλλον. κάκιον· ξὺν φαρμάκῳ δὲ ἄμεινον, καὶ ὁκόσῳ ἂν πλείω χρώματα ᾖ, οὐ πονηρόν. [Aph. 4.22] νοσημάτων ὁκόσων ἀρχομένων, ἢν χολὴ μέλαινα ἢ ἄνω ἢ κάτω ὑπέλθῃ, θανάσιμον. [Aph. 4.23] Ὁκόσοισιν ἐκ νουσημάτων ὀξέων ἢ πολυχρονίων, ἢ ἐκ τρωμάτων, ἢ ἄλλως πως λελεπτυσμένοισι χολὴ μέλαινα ἢ ὁκοῖον αἷμα μέλαν ὑπέλθῃ, τῇ ὑστεραίῃ ἀποθνήσκουσιν. [Aph. 4.24] δυσεντερίη ἢν ἀπὸ χολῆς μελαίνης ἄρξηται, θανάσιμον. [Aph. 4.25] αἷμα ἄνω μὲν ὁκοῖον ἂν ᾖ, κακὸν, κάτω δὲ, ἀγαθὸν, καὶ τὰ μέλανα ὑποχωρέοντα. [Aph. 4.26] ἢν ὑπὸ δυσεντερίης ἐχομένῳ ὁκοῖαι σάρκες ὑποχωρήσωσι, θανάσιμον. [Aph. 4.27] Ὁκόσοισιν ἐν τοῖσι πυρετοῖσιν αἱμοῤῥαγέει πλῆθος ὁκοθενοῦν, ἐν τῇσιν ἀναλήψεσι τουτέοισιν αἱ κοιλίαι καθυγραίνονται. [Aph. 4.28] Ὁκόσοισι χολώδεα τὰ διαχωρήματα, κωφώσιος γενομένης παύεται, καὶ ὁκόσοισι κώφωσις, χολωδέων γενομένων παύεται. [Aph. 4.29] Ὁκόσοισιν ἐν τοῖσι πυρετοῖσιν ἑκταίοισιν ἐοῦσι ῥίγεα γίνεται, δύσκριτα. [Aph. 4.30] Ὁκόσοισι παροξυσμοὶ γίνονται, ἣν ἂν ὥρην ἀφῇ, ἐς τὴν αὔριον τὴν αὐτὴν ὥρην ἢν λάβῃ, δύσκριτα. [Aph. 4.31] τοῖσι κοπιώδεσιν ἐν τοῖσι πυρετοῖσιν, ἐς ἄρθρα καὶ παρὰ τὰς γνάθους μάλιστα ἀποστάσιες γίνονται. [Aph. 4.32] Ὁκόσοισι δὲ ἀνισταμένοισιν ἐκ τῶν νούσων τι πονέσει, ἐνταῦθα ἀποστάσιες γίνονται. [Aph. 4.33] ἀτὰρ ἢν καὶ προπεπονηκός τι ᾖ πρὸ τοῦ νοσέειν, ἐνταῦθα στηρίζει ἡ νοῦσος. [Aph. 4.34] ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ, οἰδήματος μὴ ἐόντος ἐν τῇ φάρυγγι, πνὶξ ἐξαίφνης ἐπιστῇ, θανάσιμον. [Aph. 4.35] ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ ὁ τράχηλος ἐξαίφνης ἐπιστραφῇ, καὶ μόλις καταπίνειν δύνηται, οἰδήματος μὴ ἐόντος, θανάσιμον. [Aph. 4.36] ἱδρῶτες πυρεταίνουσιν ἢν ἄρξωνται, ἀγαθοὶ τριταῖοι, καὶ πεμπταῖοι, καὶ ἑβδομαῖοι, καὶ ἐναταῖοι, καὶ ἑνδεκαταῖοι, καὶ τεσσαρεσκαιδεκαταῖοι, καὶ ἑπτακαιδεκαταῖοι, καὶ μιῇ καὶ εἰκοστῇ, καὶ ἑβδόμῃ καὶ εἰκοστῇ, καὶ τριηκοστῇ πρώτῃ, καὶ τριηκοστῇ τετάρτῃ· οὗτοι γὰρ οἱ ἱδρῶτες νούσους κρίνουσιν· οἱ δὲ μὴ οὕτω γινόμενοι πόνον σημαίνουσι καὶ μῆκος νούσου καὶ ὑποτροπιασμούς. [Aph. 4.37] οἱ ψυχροὶ ἱδρῶτες, ξὺν μὲν ὀξεῖ πυρετῷ γινόμενοι, θάνἀτον, ξὺν πρηϋτέρῳ δὲ, μῆκος νούσου σημαίνουσιν. [Aph. 4.38] καὶ ὅκου ἔνι τοῦ σώματος ἱδρὼς, ἐνταῦθα φράζει τὴν νοῦσον. [Aph. 4.39] καὶ ὅκου ἔνι τοῦ σώματος θερμὸν ἢ ψυχρὸν, ἐνταῦθα ἡ νοῦσος. [Aph. 4.40] καὶ ὅκου ἐν ὅλῳ τῷ σώματι μεταβολαὶ, καὶ ἢν τὸ σῶμα καταψύχηται, ἢ αὖθις θερμαίνηται, ἢ χρῶμα ἕτερον ἐξ ἑτέρου γίνηται, μῆκος νούσου σημαίνει. [Aph. 4.41] ἱδρὼς πουλὺς ἐξ ὕπνου ἄνευ τινὸς αἰτίης φανερῆς γινόμενος, τὸ σῶμα σημαίνει ὅτι πλείονι τροφῇ χρέεται· ἢν δὲ τροφὴν μὴ λαμβάνοντι τοῦτο γίγνηται, σημαίνει ὅτι κενώσιος δέεται. [Aph. 4.42] ἱδρὼς πουλὺς ψυχρὸς ἢ θερμὸς αἰεὶ ῥέων, ὁ μὲν ψυχρὸς, μέζω, ὁ δὲ θερμὸς, ἐλάσσω, νοῦσον σημαίνει. [Aph. 4.43] οἱ πυρετοὶ ὁκόσοι, μὴ διαλείποντες, διὰ τρίτης ἰσχυρότεροι γίνονται, ἐπικίνδυνοι· ὅτῳ δ’ ἂν τρόπῳ διαλείπωσι, σημαίνει ὅτι ἀκίνδυνοι. [Aph. 4.44] Ὁκόσοισι πυρετοὶ μακροὶ, τουτέοισι φύματα ἢ ἐς τὰ ἄρθρα πόνοι ἐγγίνονται. [Aph. 4.45] Ὁκόσοισι φύματα, ἢ ἐς τὰ ἄρθρα πόνοι ἐκ πυρετῶν γίγνονται, οὗτοι σιτίοισι πλείοσι χρέονται. [Aph. 4.46] ἢν ῥῖγος ἐπιπίπτῃ πυρετῷ μὴ διαλείποντι, ἤδη ἀσθενεῖ ἐόντι, θανάσιμον. [Aph. 4.47] αἱ ἀποχρέμψιες αἱ ἐν τοῖσι πυρετοῖσι τοῖσι μὴ διαλείπουσιν, αἱ πελιδναὶ, καὶ αἱματώδεες, καὶ δυσώδεες, καὶ χολώδεες, πᾶσαι κακαί· ἀποχωρέουσαι δὲ καλῶς, ἀγαθαὶ, καὶ κατὰ τὰς διαχωρήσιας, καὶ κατὰ τὰ οὖρα· ἢν δε μή τι τῶν ξυμφερόντων ἐκκρίνηται διὰ τῶν τόπων τούτων, κακόν. [Aph. 4.48] ἐν τοῖσι μὴ διαλείπουσι πυρετοῖσιν, ἢν τὰ μὲν ἔξω ψυχρὰ ᾖ, τὰ δὲ ἔνδον καίηται, καὶ δίψαν ἔχῃ, θανάσιμον. [Aph. 4.49] ἐν μὴ διαλείποντι πυρετῷ, ἢν χεῖλος, ἢ ὀφρὺς, ἢ ὀφθαλμὸς, ἢ ῥὶς διαστραφῇ, ἢν μὴ βλέπῃ, ἢν μὴ ἀκούῃ, ἀσθενέος ἐόντος τοῦ κάμνοντος, ὅ τι ἂν τουτέων γένηται, ἐγγὺς ὁ θάνατος. [Aph. 4.50] ὅκου ἐν πυρετῷ μὴ διαλείποντι δύσπνοια γίνεται καὶ παραφροσύνη, θανάσιμον. [Aph. 4.51] ἐν τοῖσι πυρετοῖσιν ἀποστήματα μὴ λυόμενα πρὸς τὰς πρώτας κρίσιας, μῆκος νούσου σημαίνει. [Aph. 4.52] ὁκόσοι ἐν τοῖσι πυρετοῖσιν, ἢ ἐν τῇσιν ἄλλῃσιν ἀῤῥωστίῃσι κατὰ προαίρεσιν δακρύουσιν, οὐδὲν ἄτοπον· ὁκόσοι δὲ μὴ κατὰ προαίρεσιν, ἀτοπώτερον. [Aph. 4.53] Ὁκόσοισι δὲ ἐπὶ τῶν ὀδόντων ἐν τοῖσι πυρετοῖσι περίγλισχρα γίνεται, ἰσχυρότεροι γίνονται οἱ πυρετοί. [Aph. 4.54] Ὁκόσοισιν ἐπὶ πουλὺ βῆχες ξηραὶ, βραχέα ἐρεθίζουσαι, ἐν πυρετοῖσι καυσώδεσιν, οὐ πάνυ τι διψώδεές εἰσιν. [Aph. 4.55] οἱ ἐπὶ βουβῶσι πυρετοὶ, πάντες κακοὶ, πλὴν τῶν ἐφημέρων. [Aph. 4.56] πυρέσσοντι ἱδρὼς ἐπιγενόμενος, μὴ ἐκλείποντος τοῦ πυρετοῦ, κακόν· μηκύνει γὰρ ἡ νοῦσος, καὶ ὑγρασίην πλείω σημαίνει. [Aph. 4.57] ὑπὸ σπασμοῦ ἢ τετάνου ἐχομένῳ πυρετὸς ἐπιγενόμενος λύει τὸ νόσημα. [Aph. 4.58] ὑπὸ καύσου ἐχομένῳ, ἐπιγενομένου ῥίγεος, λύσις. [Aph. 4.59] τριταῖος ἀκριβὴς κρίνεται ἐν ἑπτὰ περιόδοισι τὸ μακρότατον. [Aph. 4.60] Ὁκόσοισιν ἂν ἐν τοῖσι πυρετοῖσι τὰ ὦτα κωφωθῇ, αἷμα ἐκ ῥινῶν ῥυὲν, ἢ κοιλίη ἐκταραχθεῖσα, λύει τὸ νούσημα. [Aph. 4.61] πυρέσσοντι ἢν μὴ ἐν περισσῇσιν ἡμέρῃσιν ἀφῇ ὁ πυρετὸς, ὑποτροπιάζειν εἴωθεν. [Aph. 4.62] Ὁκόσοισιν ἐν τοῖσι πυρετοῖσιν ἴκτεροι ἐπιγίνονται πρὸ τῶν ἑπτὰ ἡμερῶν, κακὸν, ἢν μὴ ξυνδόσιες ὑγρῶν κατὰ τὴν κοιλίην γένωνται. [Aph. 4.63] Ὁκόσοισιν ἂν ἐν τοῖσι πυρετοῖσι καθ’ ἡμέρην ῥίγεα γίνηται, καθ’ ἡμέρην οἱ πυρετοὶ λύονται. [Aph. 4.64] Ὁκόσοισιν ἐν τοῖσι πυρετοῖσι τῇ ἑβδόμῃ ἢ τῇ ἐνάτῃ ἢ τῇ ἑνδεκάτῃ ἢ τῇ τεσσαρεσκαιδεκάτῃ ἴκτεροι ἐπιγίνονται, ἀγαθὸν, ἢν μὴ τὸ δεξιὸν ὑποχόνδριον σκληρὸν ᾖ· ἢν δὲ μὴ, οὐκ ἀγαθόν. [Aph. 4.65] ἐν τοῖσι πυρετοῖσι περὶ τὴν κοιλίην καῦμα ἰσχυρὸν καὶ καρδιωγμὸς, κακόν. [Aph. 4.66] ἐν τοῖσι πυρετοῖσι τοῖσιν ὀξέσιν οἱ σπασμοὶ καὶ οἱ περὶ τὰ σπλάγχνα πόνοι ἰσχυροὶ, κακόν. [Aph. 4.67] ἐν τοῖσι πυρετοῖσιν οἱ ἐκ τῶν ὕπνων φόβοι, ἢ σπασμοὶ, κακόν. [Aph. 4.68] ἐν τοῖσι πυρετοῖσι τὸ πνεῦμα προσκόπτον, κακόν· σπασμὸν γὰρ σημαίνει. [Aph. 4.69] Ὁκόσοισιν οὖρα παχέα, θρομβώδεα, ὀλίγα, οὐκ ἀπυρέτοισι, πλῆθος ἐπελθὸν ἐκ τουτέων λεπτὸν ὠφελέει· μάλιστα δὲ τὰ τοιαῦτα ἔρχεται, οἷσιν ἐξ ἀρχῆς, ἢ διὰ ταχέων ὑπόστασιν ἴσχει. [Aph. 4.70] Ὁκόσοισι δὲ ἐν πυρετοῖσι τὰ οὖρα ἀνατεταραγμένα οἷον ὑποζυγίου, τουτέοισι κεφαλαλγίαι ἢ πάρεισιν, ἢ παρέσονται. [Aph. 4.71] Ὁκόσοισιν ἑβδομαῖα κρίνεται, τουτέοισιν ἐπινέφελον ἴσχει τὸ οὖρον τῇ τετάρτῃ ἐρυθρὸν, καὶ τἄλλα κατὰ λόγον. [Aph. 4.72] Ὁκόσοισιν οὖρα διαφανέα λευκὰ, πονηρά· μάλιστα δὲ ἐν τοῖσι φρενιτικοῖσιν ἐπιφαίνεται. [Aph. 4.73] Ὁκόσοισιν ὑποχόνδρια μετέωρα, διαβορβορύζοντα, ὀσφύος ἀλγήματος ἐπιγενομένου, αἱ κοιλίαι τουτέοισι καθυγραίνονται, ἢν μὴ φῦσαι καταῤῥαγέωσιν, ἢ οὔρου πλῆθος ἐπέλθῃ· ἐν πυρετοῖσι δὲ ταῦτα. [Aph. 4.74] Ὁκόσοισιν ἐλπὶς ἐς ἄρθρα ἀφίστασθαι, ῥύεται τῆς ἀποστάσιος οὖρον πουλὺ, κάρτα παχὺ, καὶ λευκὸν γινόμενον, οἷον ἐν τοῖσι κοπιώδεσι πυρετοῖσι τεταρταίοισιν ἄρχεται ἐνίοισι γίνεσθαι· ἢν δὲ καὶ ἐκ τῶν ῥινῶν αἱμοῤῥαγήσῃ, καὶ πάνυ ταχὺ λύεται. [Aph. 4.75] ἢν αἷμα ἢ πῦον οὐρέῃ, τῶν νεφρῶν ἢ τῆς κύστιος ἕλκωσιν σημαίνει. [Aph. 4.76] Ὁκόσοισιν ἐν τῷ οὔρῳ παχεῖ ἐόντι σαρκία σμικρὰ ὥσπερ τρίχες συνεξέρχονται, τουτέοισιν ἀπὸ τῶν νεφρῶν ἐκκρίνεται. [Aph. 4.77] Ὁκόσοισιν ἐν τῷ οὔρῳ παχεῖ ἐόντι πιτυρώδεα συνεξουρέεται, τουτέοισιν ἡ κύστις ψωριᾷ. [Aph. 4.78] ὁκόσοι ἀπὸ ταὐτομάτου αἷμα οὐρέουσι, τουτέοισιν ἀπὸ τῶν νεφρῶν φλεβίου ῥῆξιν σημαίνει. [Aph. 4.79] Ὁκόσοισιν ἐν τῷ οὔρῳ ψαμμώδεα ὑφίσταται, τουτέοισιν ἡ κύστις λιθιᾷ. [Aph. 4.80] ἢν αἷμα· οὐρέῃ καὶ θρόμβους, καὶ στραγγουρίην ἔχῃ, καὶ ὀδύνη ἐμπίπτῃ ἐς τὸ ὑπογάστριον καὶ ἐς τὸν περίνεον, τὰ περὶ τὴν κύστιν πονέει. [Aph. 4.81] ἢν αἷμα καὶ πῦον οὐρέῃ καὶ λεπίδας, καὶ ὀσμὴ βαρέη ᾖ, τῆς κύστιος ἕλκωσιν σημαίνει. [Aph. 4.82] Ὁκόσοισιν ἐν τῇ οὐρήθρῃ φύματα φύεται, τουτέοισι, διαπυήσαντος καὶ ἐκραγέντος, λύσις. [Aph. 4.83] οὔρησις νύκτωρ πολλὴ γινομένη, σμικρὴν τὴν ὑποχώρησιν σημαίνει. ### ΤΜΗΜΑ ΠΕΜΠΤΟΝ [Aph. 5.1] σπασμὸς ἐξ ἐλλεβόρου, θανάσιμον. [Aph. 5.2] ἐπὶ τρώματι σπασμὸς ἐπιγενόμενος, θανάσιμον. [Aph. 5.3] αἵματος πολλοῦ ῥυέντος, σπασμὸς ἢ λυγμὸς ἐπιγενόμενος, κακόν. [Aph. 5.4] ἐπὶ ὑπερκαθάρσει σπασμὸς ἢ λυγμὸς ἐπιγενόμενος, κακόν. [Aph. 5.5] ἢν μεθύων ἐξαίφνης ἄφωνός τις γένηται, σπασθεὶς ἀποθνήσκει, ἢν μὴ πυρετὸς ἐπιλάβῃ, ἢ ἐς τὴν ὥρην ἐλθὼν, καθ’ ἣν αἱ κραιπάλαι λύονται, φθέγξηται. [Aph. 5.6] ὁκόσοι ὑπὸ τετάνου ἁλίσκονται, ἐν τέσσαρσιν ἡμέρῃσιν ἀπόλλυνται· ἢν δὲ ταύτας διαφύγωσιν, ὑγιέες γίνονται. [Aph. 5.7] τὰ ἐπιληπτικὰ ὁκόσοισι πρὸ τῆς ἥβης γίνεται, μετάστασιν ἴσχει· ὁκόσοισι δὲ πέντε καὶ εἴκοσιν ἐτέων γίνεται, τουτέοισι τὰ πολλὰ ξυναποθνήσκει. [Aph. 5.8] ὁκόσοι πλευριτικοὶ γενόμενοι οὐκ ἀνακαθαίρονται ἐν τεσσαρεσκαίδεκα ἡμέρῃσι, τουτέοισιν ἐς ἐμπύημα καθίσταται. [Aph. 5.9] φθίσις γίνεται μάλιστα ἡλικίῃσι τῇσιν ἀπὸ ὀκτωκαίδεκα ἐτέων μέχρι πέντε καὶ τριήκοντα ἐτέων. [Aph. 5.10] ὁκόσοι κυνάγχην διαφεύγουσι, καὶ ἐς τὸν πλεύμονα αὐτέοισι τρέπεται, ἐν ἑπτὰ ἡμέρῃσιν ἀποθνήσκουσιν· ἢν δὲ ταύτας διαφύγωσιν, ἒμπυοι γίνονται. [Aph. 5.11] τοῖσιν ὑπὸ τῶν φθισίων ἐνοχλουμένοισιν, ἢν τὸ πτύσμα, ὅπερ ἂν ἀποβήσσωσι, βαρὺ ὄζῃ ἐπὶ τοὺς ἄνθρακας ἐπιχεόμενον, καὶ αἱ τρίχες ἀπὸ τῆς κεφαλῆς ῥέωσι, θανατῶδες. [Aph. 5.12] Ὁκόσοισι φθισιῶσιν αἱ τρίχες ἀπὸ τῆς κεφαλῆς ῥέουσιν, οὗτοι, διαῤῥοίης ἐπιγενομένης, ἀποθνήσκουσιν. [Aph. 5.13] ὁκόσοι αἷμα ἀφρῶδες ἀναπτύουσι, τουτέοισιν ἐκ τοῦ πλεύμονος ἡ τοιαύτη ἀναγωγὴ γίνεται. [Aph. 5.14] ὑπὸ φθίσιος ἐχομένῳ διάῤῥοια ἐπιγενομένη, θανατῶδες. [Aph. 5.15] ὁκόσοι ἐκ πλευρίτιδος ἔμπυοι γίνονται, ἢν ἀνακαθαρθῶσιν ἐν τεσσαράκοντα ἡμέρῃσιν, ἀφ’ ἧς ἂν ἡ ῥῆξις γένηται, παύονται· ἢν δὲ μὴ, ἐς φθίσιν μεθίσταντα. [Aph. 5.16] τὸ θερμὸν βλάπτει ταῦτα πλεονάκις χρεομένοισι, σαρκῶν ἐκθήλυνσιν, νεύρων ἀκράτειαν, γνώμης νάρκωσιν, αἱμμῤῥαγίας, λειποθυμίας, ταῦτα οἷσι θάνατος. [Aph. 5.17] τὸ δὲ ψυχρὸν, σπασμοὺς, τετάνους, μελασμοὺς καὶ ῥίγεα πυρετώδεα. [Aph. 5.18] τὸ ψυχρὸν, πολέμιον ὀστέοισιν, ὀδοῦσι, νεύροισὶν, ἐγκεφάλῳ, νωτιαίῳ μυελῷ· τὸ δὲ θερμὸν ὠφέλιμον. [Aph. 5.19] ὁκόσα κατέψυκται, ἐκθερμαίνειν, πλὴν ὁκόσα αἱμοῤῥαγέει, ἢ μέλλει. [Aph. 5.20] ἕλκεσι τὸ μὲν ψυχρὸν δακνῶδες, δέρμα περισκληρύνει, ὀδύνην ἀνεκπύητον ποιέει, μελαίνει, ῥίγεα πυρετώδεα ποιέει, σπασμοὺς καὶ τετάνους. [Aph. 5.21] ἔστι δὲ ὅκου ἐπὶ τετάνου ἄνευ ἕλκεος νέῳ εὐσάρκῳ, θέρεος μέσου, ψυχροῦ πολλοῦ κατάχυσις ἐπανάκλησιν θέρμης ποιέεται· θέρμη δὲ ταῦτα ῥύεται. [Aph. 5.22] τὸ θερμὸν ἐκπυητικὸν, οὐκ ἐπὶ παντὶ ἕλκεϊ, μέγιστον σημεῖον ἐς ἀσφαλείην, δέρμα μαλάσσει, ἰσχναίνει, ἀνώδυνον, ῥιγέων, σπασμῶν, τετάνων παρηγορικόν· τὰ δὲ ἐν τῇ κεφαλῇ, καὶ καρηβαρίην λύει· πλεῖστον δὲ διαφέρει ὀστέων κατήγμασι, μάλιστα δὲ τοῖσιν ἐψιλωμένοισι, τουτέων δὲ μάλιστα, τοῖσιν ἐν κεφαλῇ ἕλκεα ἔχουσι· καὶ ὁκόσα ὑπὸ ψύξιος θνήσκει, ἢ ἑλκοῦται, καὶ ἕρπησιν ἐσθιομένοισιν, ἕδρῃ, αἰδοίῳ, ὑστέρῃ, κύστει, τουτέοισι τὸ μὲν θερμὸν φίλιον καὶ κρῖνον, τὸ δὲ ψυχρὸν πολέμιον καὶ κτεῖνον. [Aph. 5.23] ἐν τουτέοισι δεῖ τῷ ψυχρῷ χρέεσθαι, ὁκόθεν αἱμοῤῥαγέει, ἢ μέλλει, μὴ ἐπ’ αὐτὰ, ἀλλὰ περὶ αὐτὰ, ὁκόθεν ἐπιῤῥεῖ· καὶ ὁκόσαι φλεγμοναὶ, ἢ ἐπιφλογίσματα ἐς τὸ ἐρυθρόν καὶ ὕφαιμον ῥέποντα αἵματι νεαρῷ, ἐπὶ ταῦτα, ἐπεὶ τά γε παλαιὰ μελαίνει· καὶ ἐρυσίπελας τὸ μὴ ἑλκούμενον, ἐπεὶ τό γε ἑλκούμενον βλάπτει. [Aph. 5.24] τὰ ψυχρὰ, οἷον χιὼν, κρύσταλλος, τῷ στήθεϊ πολέμια, βηχέων κινητικὰ, αἱμοῤῥοϊκαὶ, καταῤῥοϊκά. [Aph. 5.25] τὰ ἐν ἄρθροισιν οἰδήματα καὶ ἀλγήματα, ἄτερ ἕλκεος, καὶ ποδαγρικὰ, καὶ σπάσματα, τουτέων τὰ πλεῖστα ψυχρὸν πολλὸν καταχεόμενον ῥηΐζει τε καὶ ἰσχναίνει, καὶ ὀδύνην λύει· νάρκη δὲ μετρίη ὀδύνης λυτική. [Aph. 5.26] ὕδωρ τὸ ταχέως θερμαινόμενον καὶ ταχέως ψυχόμενον, κουφότατον. [Aph. 5.27] Ὁκόσοισι πιεῖν ὀρέξιες νύκτωρ τοῖσι πάνυ διψῶσιν, ἢν ἐπικοιμηθῶσιν, ἀγαθὸν. [Aph. 5.28] γυναικείων ἀγωγὸν, ἡ ἐν ἀρώμασι πυρίη, πολλαχῆ δὲ καὶ ἐς ἄλλα χρησίμη ἂν ἦν, εἰ μὴ καρηβαρίας ἐνεποίεεν. [Aph. 5.29] τὰς κυούσας φαρμακεύειν, ἢν ὀργᾷ, τετράμηνα, καὶ ἄχρι ἑπτὰ μηνῶν ἧσσον· τὰ δὲ νήπια καὶ πρεσβύτερα εὐλαβέεσθαι. [Aph. 5.30] γυναικὶ ἐν γαστρὶ ἐχούσῃ ὑπό τινος τῶν ὀξέων νουσημάτων ληφθῆναι, θανατῶδες. [Aph. 5.31] γυνὴ ἐν γαστρὶ ἔχουσα, φλεβοτομηθεῖσα, ἐκτιτρώσκει· καὶ μᾶλλον ᾖσι μεῖζον τὸ ἔμβρυον. [Aph. 5.32] γυναικὶ αἷμα ἐμεούσῃ, τῶν καταμηνίων ῥαγέντων, λύσις. [Aph. 5.33] γυναικὶ, τῶν καταμηνίων ἐκλειπόντων, αἷμα ἐκ τῶν ῥινῶν ῥυῆναι, ἀγαθόν. [Aph. 5.34] γυναικὶ ἐν γαστρὶ ἐχούσῃ, ἢν ἡ κοιλίη πουλλὰ ῥυῇ, κίνδυνος ἐκτρῶσαι. [Aph. 5.35] γυναικὶ ὑπὸ ὑστερικῶν ἐνοχλουμένῃ, ἢ δυστοκούσῃ, πταρμὸς ἐπιγινόμενος, ἀγαθόν. [Aph. 5.36] γυναικὶ τὰ καταμήνια ἄχροα, καὶ μὴ κατὰ τὰ αὐτὰ αἰεὶ γινόμενα, καθάρσιος δεῖσθαι σημαίνει. [Aph. 5.37] γυναικὶ ἐν γαστρὶ ἐχούσῃ, ἢν οἱ μασθοὶ ἐξαίφνης ἰσχνοὶ γένωνται, ἐκτιτρώσκει. [Aph. 5.38] γυναικὶ ἐν γαστρὶ ἐχούσῃ ἢν ὁ ἕτερος μασθὸς ἰσχνὸς γένηται, δίδυμα ἐχούσῃ, θάτερον ἐκτιτρώσκει· καὶ ἢν μὲν ὁ δεξιὸς ἰσχνὸς γένηται, τὸ ἄρσεν· ἢν δὲ ὁ ἀριστερὸς, τὸ θῆλυ. [Aph. 5.39] ἢν γυνὴ μὴ κύουσα, μηδὲ τετοκυῖα, γάλα ἔχῃ, ταύτῃ τὰ καταμήνια ἐκλέλοιπεν. [Aph. 5.40] γυναιξὶν ὁκόσῃσιν ἐς τοὺς τιτθοὺς αἷμα συστρέφεται, μανίην σημαίνει. [Aph. 5.41] γυναῖκα ἢν θέλῃς εἰδέναι εἰ κύει, ἐπὴν καθεύδειν μέλλῃ, ἀδείπνῳ ἐούσῃ, μελίκρητον διδόναι πιεῖν· κἢν μὲν στρόφος αὐτὴν ἔχῃ περὶ τὴν γαστέρα, κύει· ἢν δὲ μὴ, οὐ κύει. [Aph. 5.42] γυνὴ ἔγκυος, ἢν μὲν ἄρσεν κύῃ, εὔχροός ἐστιν· ἢν δὲ θῆλυ, δύσχροος. [Aph. 5.43] ἢν γυναικὶ κυούσῃ ἐρυσίπελας ἐν τῇ ὑστέρῃ γένηται, θανατῶδες. [Aph. 5.44] ὁκόσαι παρὰ φύσιν λεπταὶ ἐοῦσαι ἐν γαστρὶ ἔχουσιν, ἐκτιτρώσκουσι, πρὶν ἢ παχυνθῆναι. [Aph. 5.45] ὁκόσαι δὲ μετρίως τὸ σῶμα ἔχουσαι ἐκτιτρώσκουσι δίμηνα καὶ τρίμηνα ἄτερ προφάσιος φανερῆς, ταύτῃσιν αἱ κοτυληδόνες μύξης μεσταί εἰσι, καὶ οὐ δύνανται κρατέειν ὑπὸ τοῦ βάρεος τὸ ἔμβρυον, ἀλλ’ ἀποῤῥήγνυνται. [Aph. 5.46] ὁκόσαι παρὰ φύσιν παχεῖαι ἐοῦσαι μὴ ξυλλαμβάνουσιν ἐν γαστρὶ, ταύτῃσι τὸ ἐπίπλοον τὸ στόμα τῶν ὑστερέων ἀποπιέζει, καὶ, πρὶν ἢ λεπτυνθῆναι, οὐ κύουσιν. [Aph. 5.47] ἢν ὑστέρη ἐν τῷ ἰσχίῳ ἐγκειμένη διαπυήσῃ, ἀνάγκη ἔμμοτον γενέσθαι. [Aph. 5.48] ἔμβρυα τὰ μὲν ἄρσενα ἐν τοῖσι δεξιοῖσι, τὰ δὲ θήλεα ἐν τοῖσιν ἀριστεροῖσι μᾶλλον. [Aph. 5.49] ὑστέρων ἐκπτώσιες, πταρμικὸν προσθεὶς, ἐπιλάμβανε τοὺς μυκτῆρας καὶ τὸ στόμα. [Aph. 5.50] γυναικὶ τὰ καταμήνια ἢν βούλῃ ἐπισχεῖν, σικύην ὡς μεγίστην πρὸς τοὺς τιτθοὺς πρόσβαλλε. [Aph. 5.51] ὁκόσαι ἐν γαστρὶ ἔχουσι, τουτέων τὸ στόμα τῶν ὑστερέων ξυμμέμυκεν. [Aph. 5.52] ἢν γυναικὶ ἐν γαστρὶ ἐχούσῃ γάλα πουλὺ ἐκ τῶν μαζῶν ῥυῇ, ἀσθενὲς τὸ ἔμβρυον σημαίνει· ἢν δὲ στερεοὶ οἱ μαστοὶ ἔωσιν, ὑγιεινότερον τὸ ἔμβρυον σημαίνει. [Aph. 5.53] ὁκόσαι διαφθείρειν μέλλουσι τὰ ἔμβρυα, ταύτῃσιν οἱ τιτθοὶ ἰσχνοὶ γίνονται· ἢν δὲ πάλιν σκληροὶ γένωνται, ὀδύνη ἔσται ἢ ἐν τοῖσι τιτθοῖσιν, ἢ ἐν τοῖσιν ἰσχίοισιν, ἢ ἐν τοῖσιν ὀφθαλμοῖσιν, ἢ ἐν τοῖσι γούνασι, καὶ οὐ διαφθείρουσιν. [Aph. 5.54] Ὀκόσῃσι τὸ στόμα τῶν ὑστερέων σκληρόν ἐστι, ταύτῃσιν ἀνάγκη τὸ στόμα τῶν ὑστερέων ξυμμύειν. [Aph. 5.55] ὁκόσαι ἐν γαστρὶ ἔχουσαι ὑπὸ πυρετῶν λαμβάνονται, καὶ ἰσχυρῶς ἰσχναίνονται, ἄνευ προφάσιος φανερῆς τίκτουσι χαλεπῶς καὶ ἐπικινδύνως, ἢ ἐκτιτρώκουσαι κινδυνεύουσιν. [Aph. 5.56] ἐπὶ ῥόῳ γυναικείῳ σπασμὸς καὶ λειποθυμίη ἢν ἐπιγένηται, κακόν. [Aph. 5.57] καταμηνίων γενομένων πλειόνων, νοῦσοι ξυμβαίνουσι, καὶ, μὴ γινομένων, ἀπὸ τῆς ὑστέρης γίνονται νοῦσοι. [Aph. 5.58] ἐπὶ ἀρχῷ φλεγμαίνοντι, καὶ ὑστέρῃ φλεγμαινούσῃ, στραγγουρίη ἐπιγίνεται, καὶ ἐπὶ νεφροῖσιν ἐμπύοισι στραγγουρίη ἐπιγίνεται, ἐπὶ δὲ ἥπατι φλεγμαίνοντι λὺγξ ἐπιγίνεται. [Aph. 5.59] γυνὴ ἢν μὴ λαμβάνῃ ἐν γαστρὶ, βούλῃ δὲ εἰδέναι εἰ λήψεται, περικαλύψας ἱματίοισι, θυμία κάτω· κἢν μὲν πορεύεσθαι δοκέῃ ἡ ὀδμὴ διὰ τοῦ σώματος ἐς τὰς ῥῖνας καὶ ἐς τὸ στόμα, γίνωσκε ὅτι αὐτὴ οὐ δι’ ἑωυτὴν ἄγονός ἐστίν. [Aph. 5.60] ἢν γυναικὶ ἐν γαστρὶ ἐχούσῃ αἱ καθάρσιες πορεύωνται, ἀδύνατον τὸ ἔμβρυον ὑγιαίνειν. [Aph. 5.61] ἢν γυναικὶ αἱ καθάρσιες μὴ πορεύωνται, μήτε φρίκης, μήτε πυρετοῦ ἐπιγινομένου, ἆσαι δὲ αὐτῇ προσπίπτωσι, λογίζου ταύτην ἐν γαστρὶ ἔχειν. [Aph. 5.62] ὁκόσαι ψυχρὰς καὶ πυκνὰς τὰς μήτρας ἔχουσιν, οὐ κυΐσκουσιν· καὶ ὁκόσαι καθύγρους ἔχουσι τὰς μήτρας, οὐ κυΐσκουσιν, ἀποσβέννυται γὰρ ὁ γόνος· καὶ ὁκόσαι ξηρὰς μᾶλλον καὶ περικαέας, ἐνδείῃ γὰρ τῆς τροφῆς φθείρεται τὸ σπέρμα· ὁκόσαι δὲ ἐξ ἀμφοτέρων τὴν κρᾶσιν ἔχουσι ξύμμετρον, αἱ τοιαῦται ἐπίτεκνοι γίνονται. [Aph. 5.63] παραπλησίως δὲ καὶ ἐπὶ τῶν ἀῤῥένων· ἢ γὰρ διὰ τὴν ἀραιότητα τοῦ σώματος τὸ πνεῦμα ἔξω φέρεται πρὸς τὸ μὴ παραπέμπειν τὸ σπέρμα· ἢ διὰ τὴν πυκνότητα τὸ ὑγρὸν οὐ διαχωρέει ἔξω· ἢ διὰ τὴν ψυχρότητα οὐκ ἐκπυροῦται, ὥστε ἀθροίζεσθαι πρὸς τὸν τόπον τοῦτον· ἢ διὰ τὴν θερμασίην τὸ αὐτὸ τοῦτο γίνεται. [Aph. 5.64] γάλα διδόναι κεφαλαλγέουσι κακόν· κακὸν δὲ καὶ πυρεταίνουσι, καὶ οἷσιν ὑποχόνδρια μετέωρα καὶ διαβορβορύζοντα, καὶ τοῖσι διψώδεσι· κακὸν δὲ, καὶ οἷσι χολώδεες αἱ ὑπ χωρήσιες ἐν ὀξέσι πυρετοῖσιν ἐοῦσι, καὶ οἷσιν αἵματος πολλοῦ διαχώρησις γέγονεν· ἁρμόζει δὲ φθινώδεσι μὴ λίην πολλῷ πυρέσσουσιν· διδόναι δὲ καὶ ἐν πυρετοῖσι μακροῖσι βληχροῖσι, μηδενὸς τῶν προειρημένων σημείων παρεόντος, παρὰ λόγον δὲ ἐκτετηκότων. [Aph. 5.65] Ὁκόσοισιν οἰδήματα ἐφ’ ἕλκεσι φαίνεται, οὐ μάλα σπῶνται, οὐδὲ μαίνονται· τουτέων δὲ ἀφανισθέντων ἐξαίφνης, τοῖσι μὲν ὄπισθεν σπασμοὶ, τέτανοι, τοῖσι δὲ ἔμπροσθεν μανίαι, ὀδύναι πλευροῦ ὀξεῖαι, ἢ ἐμπύησις, ἢ δυσεντερίη, ἢν ἐρυθρὰ μᾶλλον ᾖ τὰ οἰδήματα. [Aph. 5.66] ἢν, τραυμάτων ἰσχυρῶν ἐόντων καὶ πονηρῶν, οἴδημα μὴ φαίνηται, μέγα κακόν. [Aph. 5.67] τὰ χαῦνα, χρηστὰ, τὰ ἔνωμα, κακά. [Aph. 5.68] τῷ τὰ ὄπισθεν τῆς κεφαλῆς ὀδυνωμένῳ ἡ ἐν μετώπῳ ὀρθίη φλὲψ τμηθεῖσα, ὠφελέει. [Aph. 5.69] Ῥίγεα ἄρχεται, γυναιξὶ μὲν ἐξ ὀσφύος μᾶλλον καὶ διὰ νώτου ἐς κεφαλήν· ἀτὰρ καὶ ἀνδράσι μᾶλλον ὄπισθεν, ἢ ἔμπροσθεν τοῦ σώματος, οἷον ἀπὸ πήχεων καὶ μηρῶν· ἀτὰρ καὶ τὸ δέρμα ἀραιὸν ἔχουσι, δηλοῖ δὲ τοῦτο ἡ θρίξ. [Aph. 5.70] οἱ ὑπὸ τεταρταίων ἁλισκόμενοι ὑπὸ σπασμοῦ οὐ πάνυ τι ἁλίσκονται· ἢν δὲ ἁλίσκωνται πρότερον, εἶτα ἐπιγένηται τεταρταῖος, παύονται. [Aph. 5.71] Ὁκόσοισι δέρματα περιτείνεται καρφαλέα καὶ σκληρὰ, ἄνευ ἱδρῶτος τελευτῶσιν· ὁκόσοισι δὲ χαλαρὰ καὶ ἀραιὰ, σὺν ἱδρῶτι τελευτῶσιν. [Aph. 5.72] οἱ ἰκτεριώδεες οὐ πάνυ τι πνευματώδεές εἰσιν. ### ΤΜΗΜΑ ΕΚΤΟΝ [Aph. 6.1] ἐν τῇσι χρονίῃσι λειεντερίῃσιν ὀξυρεγμίη ἐπιγινομένη, μὴ γενομένη πρότερον, σημεῖον ἀγαθόν. [Aph. 6.2] οἷσι ῥῖνες ὑγρότεραι φύσει, καὶ ἡ γονὴ ὑγροτέρη, ὑγιαίνουσι νοσηρότερον· οἷσι δὲ τἀναντία, ὑγιεινότερον. [Aph. 6.3] ἐν τῇσι μακρῇσι δυσεντερίῃσιν αἱ ἀποσιτίαι, κακόν· καὶ ξὺν πυρετῷ, κάκιον. [Aph. 6.4] τὰ περιμάδαρα ἕλκεα, κακοήθεα. [Aph. 6.5] τῶν ὀδυνέων ἐν πλευρῇσι, καὶ ἐν στήθεσι, καὶ ἐν τοῖσιν ἄλλοισι μέρεσιν, ἢν μέγα διαφέρωσι, καταμαθητέον. [Aph. 6.6] τὰ νεφριτικὰ, καὶ ὁκόσα κατὰ τὴν κύστιν, ἐργωδῶς ὑγιάζεται τοῖσι πρεσβύτῃσιν. [Aph. 6.7] τὰ ἀλγήματα τὰ κατὰ τὴν κοιλίην γινόμενα, τὰ μὲν μετέωρα κουφότερα, τὰ δὲ μὴ μετέωρα, ἰσχυρότερα. [Aph. 6.8] τοῖσιν ὑδρωπικοῖσι τὰ γινόμενα ἕλκεα ἐν τῷ σώματι, οὐ ῥηϊδίως ὑγιάζεται. [Aph. 6.9] τὰ πλατέα ἐξανθήματα, οὐ πάνυ τι κνησμώδεα. [Aph. 6.10] κεφαλὴν πονέοντι καὶ περιωδυνέοντι, πῦον, ἢ ὕδωρ, ἢ αἷμα ῥυὲν κατὰ τὰς ῥῖνας, ἢ κατὰ τὸ στόμα, ἢ κατὰ τὰ ὦτα, λύει τὸ νούσημα. [Aph. 6.11] τοῖσι μελαγχολικοῖσι, καὶ τοῖσι νεφριτικοῖσιν αἱμοῤῥοΐδες ἐπιγινόμεναι, ἀγαθόν. [Aph. 6.12] τῷ ἰηθέντι χρονίας αἱμοῤῥοΐδας, ἢν μὴ μία φυλαχθῇ, κίνδυνος ὕδρωπα ἐπιγενέσθαι ἢ φθίσιν. [Aph. 6.13] ὑπὸ λυγμοῦ ἐχομένῳ πταρμοὶ ἐπιγενόμενοι λύουσι τὸν λυγμόν. [Aph. 6.14] ὑπὸ ὕδρωπος ἐχομένῳ, κατὰ τὰς φλέβας ἐς τὴν κοιλίην ὕδατος ῥυέντος, λύσις. [Aph. 6.15] ὑπὸ διαῤῥοίης ἐχομένῳ μακρῆς ἀπὸ ταυτομάτου ἔμετος ἐπιγινόμενος λύει τὴν διάῤῥοιαν. [Aph. 6.16] ὑπὸ πλευρίτιδος, ἢ ὑπὸ περιπλευμονίης ἐχομένῳ διάῤῥοια ἐπιγενομένη, κακόν. [Aph. 6.17] ὀφθαλμιῶντι, ὑπὸ διαῤῥοίης ληφθῆναι, ἀγαθόν. [Aph. 6.18] κύστιν διακοπέντι, ἢ ἐγκέφαλον, ἢ καρδίην, ἢ φρένας, ἢ τῶν ἐντέρων τι τῶν λεπτῶν, ἢ κοιλίην, ἢ ἧπαρ, θανατῶδες. [Aph. 6.19] ἐπὴν διακοπῇ ὀστέον, ἢ χονδρὸς, ἢ νεῦρον, ἢ γνάθου τὸ λεπτὸν, ἢ ἀκροποσθίη, οὔτε αὔξεται, οὔτε ξυμφύεται. [Aph. 6.20] ἢν ἐς τὴν κοιλίην αἷμα ἐκχυθῇ παρὰ φύσιν, ἀνάγκη ἐκπυηθῆναι. [Aph. 6.21] τοῖσι μαινομένοισι, κιρσῶν ἢ αἱμοῤῥοΐδων ἐπιγινομένων, μανίης λύσις. [Aph. 6.22] ὁκόσα ῥήγματα ἐκ τοῦ νώτου ἐς τοὺς ἀγκῶνας καταβαίνει, φλεβοτομίη λύει. [Aph. 6.23] ἢν φόβος ἢ δυσθυμίη πουλὺν χρόνον διατελέῃ, μελαγχολικὸν τὸ τοιοῦτον. [Aph. 6.24] ἐντέρων ἢν διακοπῇ τῶν λεπτῶν τι, οὐ ξυμφύεται. [Aph. 6.25] ἐρυσίπελας, ἔξωθεν καταχεόμενον, ἔσω τρέπεσθαι οὐκ ἀγαθόν· ἔσωθεν δὲ ἔξω, ἀγαθόν. [Aph. 6.26] Ὁκόσοισιν ἂν ἐν τοῖσι καύσοισι τρόμοι γενωνται, παρακοπὴ λύει. [Aph. 6.27] ὁκόσοι ἔμπυοι ἢ ὑδρωπικοὶ τέμνονται ἢ καίονται, ἐκρυέντος τοῦ πύου ἢ τοῦ ὕδατος ἀθρόου, πάντως ἀπόλλυνται. [Aph. 6.28] εὐνοῦχοι οὐ ποδαγριῶσιν, οὐδὲ φαλακροὶ γίνονται. [Aph. 6.29] γυνὴ οὐ ποδαγριᾷ, ἢν μὴ τὰ καταμήνια αὐτέῃ ἐκλίπῃ. [Aph. 6.30] παῖς οὐ ποδαγριᾷ πρὸ τοῦ ἀφροδισιασμοῦ. [Aph. 6.31] ὀδύνας ὀφθαλμῶν ἀκρητοποσίη, ἢ λουτρὸν, ἢ πυρίη, ἢ φλεβοτομίη, ἢ φαρμακοποσίη λύει. [Aph. 6.32] Τραυλοὶ ὑπὸ διαῤῥοίης μάλιστα ἁλίσκονται μακρῆς. [Aph. 6.33] οἱ ὀξυρεγμιώδεες οὐ πάνυ τι πλευριτικοὶ γίνονται. [Aph. 6.34] ὁκόσοι φαλακροὶ, τουτέοισι κιρσοὶ μεγάλοι οὐ γίνονται· ὁκόσοισι δὲ φαλακροῖσιν ἐοῦσιν κιρσοὶ γίνονται, πάλιν οὗτοι γίνονται δασέες. [Aph. 6.35] τοῖσιν ὑδρωπικοῖσι βὴξ ἐπιγενομένη, κακόν. [Aph. 6.36] Δυσουρίην φλεβοτομίη λύει, τάμνειν δὲ τὰς ἔσω. [Aph. 6.37] ὑπὸ κυνάγχης ἐχομένῳ οἰδήματα γενέσθαι ἐν τῷ βρόγχῳ ἔξω, ἀγαθόν. [Aph. 6.38] Ὁκόσοισι κρυπτοὶ καρκίνοι γίνονται, μὴ θεραπεύειν βέλτιον· θεραπευόμενοι γὰρ ἀπόλλυνται ταχέως, μὴ θεραπευόμενοι δὲ, πουλὺν χρόνον διατελέουσιν. [Aph. 6.39] Σσπασμοὶ γίνονται, ἢ ὑπὸ πληρώσιος, ἢ κενώσιος· οὕτω δὲ καὶ λυγμός. [Aph. 6.40] Ὁκόσοισι περὶ τὸ ὑποχόνδριον πόνοι γίνονται ἄτερ φλεγμοῆς, τουτέοισι πυρετὸς ἐπιγενόμενος λύει τὸν πόνον. [Aph. 6.41] Ὁκόσοισι διάπυόν τι ἐὸν ἐν τῷ σώματι μὴ διασημαίνει, τουτέοισι διὰ παχύτητα τοῦ τόπου οὐ διασημαίνει. [Aph. 6.42] ἐν τοῖσιν ἰκτερικοῖσι τὸ ἧπαρ σκληρὸν γενέσθαι, πονηρόν. [Aph. 6.43] ὁκόσοι σπληνώδεες ὑπὸ δυσεντερίης ἁλίσκονται, τουτέοισιν, ἐπιγενομένης μακρῆς τῆς δυσεντερίης, ὕδρωψ ἐπιγίνεται, ἢ λειεντερίη, καὶ ἀπόλλυνται. [Aph. 6.44] Ὁκόσοισιν ἐκ στραγγουρίης εἰλεοὶ γίνονται, ἐν ἑπτὰ ἡμέρῃσιν ἀπόλλυνται, ἢν μὴ, πυρετοῦ ἐπιγενομένου, ἅλις τὸ οὖρον ῥυῇ. [Aph. 6.45] ἕλκεα ὁκόσα ἐνιαύσια γίνεται, ἢ μακρότερον χρόνον ἴσχει, ἀνάγκη ὀστέον ἀφίστασθαι, καὶ τὰς οὐλὰς κοίλας γίνεσθαι. [Aph. 6.46] ὁκόσοι ὑβοὶ ἐξ ἄσθματος ἢ βηχὸς γίνονται πρὸ τῆς ἥβης, ἀπόλλυνται. [Aph. 6.47] Ὁκόσοισι φλεβοτομίη ἢ φαρμακείη ξυμφέρει, τουτέους προσῆκον τοῦ ἦρος φλεβοτομεῖν, ἢ φαρμακεύειν. [Aph. 6.48] τοῖσι σπληνώδεσι δυσεντερίη ἐπιγενομένη, ἀγαθόν. [Aph. 6.49] ὁκόσα ποδαγρικὰ νουσήματα γίνεται, ταῦτα ἀποφλεγμήναντα ἐν τεσσαράκοντα ἡμέρῃσιν ἀποκαθίσταται. [Aph. 6.50] Ὁκόσοισιν ἂν ὁ ἐγκέφαλος διακοπῇ, τουτέοισιν ἀνάγκη πυρετὸν καὶ χολῆς ἔμετον ἐπιγίνεσθαι. [Aph. 6.51] Ὁκόσοισιν ὑγιαίνουσιν ὀδύναι γίνονται ἐξαίφνης ἐν τῇ κεφαλῇ, καὶ παραχρῆμα ἄφωνοι κεῖνται, καὶ ῥέγκουσιν, ἀπόλλυνται ἐν ἑπτὰ ἡμέρῃσιν, ἢν μὴ πυρετὸς ἐπιλάβῃ. [Aph. 6.52] σκοπεῖν δὲ χρὴ καὶ τὰς ὑποφάσιας τῶν ὀφθαλμῶν ἐν τοῖσιν ὕπνοισιν· ἢν γάρ τι ὑποφαίνηται, ξυμβαλλομένων τῶν βλεφάρων, τοῦ λευκοῦ μὴ ἐκ διαῤῥοίης ἐόντι ἢ φαρμακοποσίης, φλαῦρον τὸ σημεῖον καὶ θανατῶδες σφόδρα. [Aph. 6.53] αἱ παραφροσύναι αἱ μὲν μετὰ γέλωτος γινόμεναι, ἀσφαλέστεραι· αἱ δὲ μετὰ σπουδῆς, ἐπισφαλέστεραι. [Aph. 6.54] ἐν τοῖσιν ὀξέσι πάθεσι τοῖσι μετὰ πυρετοῦ αἱ κλαυθμώδεες ἀναπνοαὶ, κακαί. [Aph. 6.55] τὰ ποδαγρικὰ τοῦ ἦρος καὶ τοῦ φθινοπώρου κινέεται ὡς ἐπὶ τὸ πουλύ. [Aph. 6.56] τοῖσι μελαγχολικοῖσι νουσήμασιν ἐς τάδε ἐπικίνδυνοι αἱ ἀποσκήψιες· ἢ ἀπόπληξιν τοῦ σώματος, ἢ σπασμὸν, ἢ μανίην, ἢ τύφλωσιν σημαίνουσιν. [Aph. 6.57] ἀπόπληκτοι δὲ μάλιστα γίνονται ἡλικίῃ τῇ ἀπὸ τεσσαράκοντα ἐτέων ἄχρις ἑξήκοντα. [Aph. 6.58] ἢν ἐπίπλοον ἐκπέσῃ, ἀνάγκη ἀποσαπῆναι. [Aph. 6.59] Ὁκόσοισιν ὑπὸ ἰσχιάδος ἐνοχλουμένοισιν ἐξίσταται τὸ ἰσχίον, καὶ πάλιν ἐμπίπτει, τουτέοισι μύξαι ἐπιγίνονται. [Aph. 6.60] Ὁκόσοισιν ὑπὸ ἰσχιάδος ἐνοχλουμένοισι χρονίης τὸ ἰσχίον ἐξίσταται, τουτέοισι τήκεται τὸ σκέλος, καὶ χωλοῦνται, ἢν μὴ καυθέωσιν. ### ΤΜΗΜΑ ΕΒΔΟΜΟΝ [Aph. 7.1] ἐν τοῖσιν ὀξέσι νουσήμασι ψύξις ἀκρωτηρίων, κακόν. [Aph. 7.2] ἐπὶ ὀστέῳ νοσέοντι σὰρξ πελιδνὴ, κακόν. [Aph. 7.3] ἐπὶ ἐμέτῳ λὺγξ καὶ ὀφθαλμοὶ ἐρυθροὶ, κακόν. [Aph. 7.4] ἐπὶ ἱδρῶτι φρίκη, οὐ χρηστόν. [Aph. 7.5] ἐπὶ μανίῃ δυσεντερίη, ἢ ὕδρωψ, ἢ ἔκστασις, ἀγαθόν. [Aph. 7.6] ἐν νούσῳ πολυχρονίῃ ἀσιτίη καὶ ἄκρητοι ὑποχωρήσιες, κακόν. [Aph. 7.7] ἐκ πολυποσίης ῥῖγος καὶ παραφροσύνη, κακόν. [Aph. 7.8] ἐπὶ φύματος ἔσω ῥήξει ἔκλυσις, ἔμετος, καὶ λειποψυχίη γίνεται. [Aph. 7.9] ἐπὶ αἵματος ῥύσει παραφροσύνη ἢ σπασμὸς, κακόν. [Aph. 7.10] ἐπὶ εἰλεῷ ἔμετος, ἢ λὺγξ, ἢ σπασμὸς, ἢ παραφροσύνη, κακόν [Aph. 7.11] ἐπὶ πλευρίτιδι περιπλευμονίη, κακόν. [Aph. 7.12] ἐπὶ περιπλευμονίῃ φρενῖτις, κακόν. [Aph. 7.13] ἐπὶ καύμασιν ἰσχυροῖσι σπασμὸς ἢ τέτανος, κακόν. [Aph. 7.14] ἐπὶ πληγῇ ἐς τὴν κεφαλὴν ἔκπληξις ἢ παραφροσύνη, κακόν. [Aph. 7.15] ἐπὶ αἵματος πτύσει, πύου πτύσις. [Aph. 7.16] ἐπὶ πύου πτύσει, φθίσις καὶ ῥύσις· ἐπὴν δὲ τὸ σίελον ἴσχηται, ἀποθνήσκουσιν. [Aph. 7.17] ἐπὶ φλεγμονῇ τοῦ ἥπατος λὺγξ, κακόν. [Aph. 7.18] ἐπὶ ἀγρυπνίῃ σπασμὸς ἢ παραφροσύνη, κακόν. [Aph. 7.18a] Ἐπὶ ληθάργῳ τρόμος, κακόν. [Aph. 7.19] ἐπὶ ὀστέου ψιλώσει, ἐρυσίπελας. [Aph. 7.20] ἐπὶ ἐρυσιπέλατι σηπεδὼν ἢ ἐκπύησις. [Aph. 7.21] ἐπὶ ἰσχυρῷ σφυγμῷ ἐν τοῖσιν ἕλκεσιν, αἱμοῤῥαγίη. [Aph. 7.22] ἐπὶ ὀδύνῃ πολυχρονίῳ τῶν περὶ τὴν κοιλίην, ἐκπύησις. [Aph. 7.23] ἐπὶ ἀκρήτῳ ὑποχωρήσει, δυσεντερίη. [Aph. 7.24] ἐπὶ ὀστέου διακοπῇ, παραφροσύνη, ἢν κενεὸν λάβῃ [Aph. 7.25] ἐκ φαρμακοποσίης σπασμὸς, θανατῶδες. [Aph. 7.26] ἐπὶ ὀδύνῃ ἰσχυρῇ τῶν περὶ τὴν κοιλίην, ἀκρωτηρίων ψύξις, κακόν. [Aph. 7.27] ἐν γαστρὶ ἐχούσῃ τεινεσμὸς ἐπιγενόμενος ἐκτρῶσαι ποιέει. [Aph. 7.28] ὅ τι ἂν ὀστέον, ἢ χόνδρος, ἢ νεῦρον ἀποκοπῇ ἐν τῷ σώματι, οὔτε αὔξεται, οὔτε συμφύεται. [Aph. 7.29] ἢν ὑπὸ λευκοῦ φλέγματος ἐχομένῳ διάῤῥοια ἐπιγένηται ἰσχυρὴ, λύει τὴν νοῦσον. [Aph. 7.30] Ὁκόσοισιν ἀφρώδεα τὰ διαχωρήματα ἐν τῇσι διαῤῥοίῃσι, τουτέοισιν ἀπὸ τῆς κεφαλῆς ταῦτα ἀποκαταῤῥέει. [Aph. 7.31] Ὁκόσοισι πυρέσσουσιν ἐν τοῖσιν οὔροισι κριμνώδεες αἱ ὑποστάσιες γίνονται, μακρὴν τὴν ἀῤῥωστίην σημαίνουσιν. [Aph. 7.32] Ὁκόσοισι δὲ χολώδεες αἱ ὑποστάσιες, ἄνωθεν δὲ λεπταὶ, ὀξείην τὴν ἀῤῥωστίην σημαίνουσιν. [Aph. 7.33] Ὁκόσοισι δὲ διεστηκότα τὰ οὖρα γίνεται, τουτέοισι ταραχὴ ἰσχυρὴ ἐν τῷ σώματί ἐστιν. [Aph. 7.34] Ὁκόσοισι δὲ ἐπὶ τοῖσιν οὔροισιν ἐφίστανται πομφόλυγες, νεφριτικὰ σημαίνουσι, καὶ μακρὴν τὴν ἀῤῥωστίην ἔσεσθαι. [Aph. 7.35] Ὁκόσοισι δὲ λιπαρὴ ἡ ἐπίστασις καὶ ἀθρόη, τουτέοισι νεφριτικὰ καὶ ὀξέα σημαίνει. [Aph. 7.36] Ὁκόσοισι δὲ νεφριτικοῖσιν ἐοῦσι τὰ προειρημένα συμβαίνει σημήϊα, πόνοι τε ὀξέες περὶ τοὺς μύας τοὺς ῥαχιαίους γίνονται, ἢν μὲν περὶ τοὺς ἔξω τόπους γίνωνται, ἀπόστημα προσδέχου ἐσόμενον ἔξω· ἢν δὲ μᾶλλον οἱ πόνοι πρὸς τοὺς ἔσω τόπους γίνωνται, καὶ τὸ ἀπόστημα προσδέχου ἐσόμενον μᾶλλον ἔσω. [Aph. 7.37] ὁκόσοι αἷμα ἐμέουσιν, ἢν μὲν ἄνευ πυρετοῦ, σωτήριον· ἢν δὲ ξὺν πυρετῷ, κακόν· θεραπεύειν δὲ τοῖσι ψυκτικοῖσι καὶ τοῖσι στυπτικοῖσιν. [Aph. 7.38] κατάῤῥοοι οἱ ἐς τὴν ἄνω κοιλίην ἐκπυέονται ἐν ἡμέρησιν εἴκοσιν. [Aph. 7.39] ἢν οὐρέῃ αἷμα καὶ θρόμβους, καὶ στραγγουρίη ἔχῃ, καὶ ὀδύνη ἐμπίπτῃ ἐς τὸν περίνεον καὶ τὸν κτένα, τὰ περὶ τὴν κύστιν νοσέειν σημαίνει. [Aph. 7.40] ἢν ἡ γλῶσσα ἐξαίφνης ἀκρατὴς γένηται, ἢ ἀπόπληκτόν τι τοῦ σώματος, μελαγχολικὸν τὸ τοιοῦτο γίνεται. [Aph. 7.41] ἢν, ὑπερκαθαιρομένων τῶν πρεσβυτέρων, λὺγξ ἐπιγένηται, οὐκ ἀγαθόν [Aph. 7.42] ἢν πυρετὸς μὴ ἀπὸ χολῆς ἔχῃ, ὕδατος πολλοῦ καὶ θερμοῦ καταχεομένου κατὰ τῆς κεφαλῆς, λύσις τοῦ πυρετοῦ γίνεται. [Aph. 7.43] γυνὴ ἀμφιδέξιος οὐ γίνεται. [Aph. 7.44] ὁκόσοι ἔμπυοι καίονται ἢ τέμνονται, ἢν μὲν τὸ πῦον καθαρὸν ῥυῇ καὶ λευκὸν, περιγίνονται· ἢν δὲ ὕφαιμον καὶ βορβορῶδες καὶ δυσῶδες, ἀπόλλυνται [Aph. 7.45] ὁκόσοι τὸ ἧπαρ διάπυον καίονται ἢ τέμνονται, ἢν μὲν τὸ πῦον καθαρὸν ῥυῇ καὶ λευκὸν, περιγίγνονται (ἐν χιτῶνι γὰρ τὸ πῦον τουτέοισίν ἐστιν)· ἢν δὲ οἷον ἀμόργη ῥυῇ, ἀπόλλυνται. [Aph. 7.46] ὀδύνας ὀφθαλμῶν, ἄκρητον ποτίσας καὶ λούσας πολλῷ θερμῷ, φλεβοτόμει. [Aph. 7.47] Ὑδρωπιῶντα ἢν βὴξ ἔχῃ, ἀνέλπιστός ἐστιν. [Aph. 7.48] στραγγουρίην καὶ δυσουρίην θώρηξις καὶ φλεβοτομίη λύει· τάμνειν δὲ τὰς ἔσω. [Aph. 7.49] ὑπὸ κυνάγχης ἐχομένῳ οἴδημα καὶ ἐρύθημα ἐν τῷ στήθει ἐπιγενόμενον, ἀγαθόν· ἔξω γὰρ τρέπεται τὸ νούσημα. [Aph. 7.50] Ὁκόσοισιν ἂν σφακελισθῇ ὁ ἐγκέφαλος, ἐν τρισὶν ἡμέρῃσιν ἀπόλλυνται· ἢν δὲ ταύτας διαφύγωσιν, ὑγιέες γίνονται. [Aph. 7.51] πταρμὸς γίνεται ἐκ τῆς κεφαλῆς, διαθερμαινομένου τοῦ ἐγκεφάλου, ἢ διυγραινομένου τοῦ ἐν τῇ κεφαλῇ κενεοῦ· ὑπερχέεται οὖν ὁ ἀὴρ ὁ ἐνεὼν, ψοφέει δὲ, ὅτι διὰ στενοῦ ἡ διέξοδος αὐτοῦ ἐστιν [Aph. 7.52] ὁκόσοι ἧπαρ περιωδυνέουσι, τουτέοισι πυρετὸς ἐπιγενόμενος λύει τὴν ὀδύνην. [Aph. 7.53] Ὁκόσοισι ξυμφέρει αἷμα ἀφαιρέεσθαι ἀπὸ τῶν φλεβῶν, τουτέοισι ξυμφέρει ἦρος φλεβοτομέεσθαι. [Aph. 7.54] Ὁκόσοισι μεταξὺ τῶν φρενῶν καὶ τῆς γαστρὸς φλέγμα ἀποκλείεται, καὶ ὀδύνην παρέχει, οὐκ ἔχον διέξοδον ἐς οὐδετέρην τῶν κοιλιῶν, τουτέοισι, κατὰ τὰς φλέβας ἐς τὴν κύστιν τραπέντος τοῦ φλέγματος, λύσις γίνεται τῆς νούσου. [Aph. 7.55] Ὁκόσοισι δ’ ἂν τὸ ἧπαρ ὕδατος πλησθὲν ἐς τὸ ἐπίπλοον ῥαγῇ, τουτέοισιν ἡ κοιλίη ὕδατος ἐμπίπλαται, καὶ ἀποθνήσκουσιν. [Aph. 7.56] Ἀλύκη, χάσμη, φρίκη, οἶνος ἴσος ἴσῳ πινόμενος λύει. [Aph. 7.57] Ὁκόσοισιν ἐν τῇ οὐρήθρῃ φύματα γίνεται, τουτέοισι, διαπυήσαντος καὶ ἐκραγέντος, λύεται ὁ πόνος [Aph. 7.58] Ὁκόσοισιν ἂν ὁ ἐγκέφαλος σεισθῇ ὑπό τινος προφάσιος, ἀνάγκη ἀφώνους γίνεσθαι παραχρῆμα. [Aph. 7.59] ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ, οἰδήματος μὴ ἐόντος ἐν τῇ φάρυγγι, πνὶξ ἐξαίφνης ἐπιγένηται, καὶ καταπίνειν μὴ δύνηται, ἀλλ’ ἢ μόλις, θανάσιμον. [Aph. 7.59a] Ἢνὑπὸ πυρετοῦ ἐχομένῳ ὁ τράχηλος ἐπιστραφῇ, καὶ καταπίνειν μὴ δύνηται, οἰδήματος μὴ ἐόντος ἐν τῷ τραχήλῳ, θανάσιμον. [Aph. 7.60] Τοὶσι σώμασι τοῖσιν ὑγρὰς τὰς σάρκας ἔχουσι δεῖ λιμὸν ἐμποιέειν· λιμὸς γὰρ ξηραίνει τὰ σώματα. [Aph. 7.61] ὅκου ἂν ἐν ὅλῳ τῷ σώματι μεταβολαὶ, καὶ τὸ σῶμα καταψύχηται, καὶ πάλιν θερμαίνηται, ἢ χρῶμα ἕτερον ἐξ ἑτέρου μεταβάλλῃ, μῆκος νούσου σημαίνει. [Aph. 7.62] ἱδρὼς πουλὺς, θερμὸς ἢ ψυχρὸς, ῥέων αἰεὶ, σημαίνει ἔχειν πλησμονὴν ὑγροῦ· ἀπάγειν οὖν χρὴ τῷ μὲν ἰσχυρῷ ἄνωθεν, τῷ δὲ ἀσθενεῖ κάτωθεν. [Aph. 7.63] οἱ πυρετοὶ οἱ μὴ διαλείποντες, ἢν ἰσχυρότεροι διὰ τρίτης γίνωνται, ἐπικίνδυνοι· ὅτῳ δ’ ἂν τρόπῳ διαλείπωσι, σημαίνει ὅτι ἀκίνδυνοι. [Aph. 7.64] Ὁκόσοισι πυρετοὶ μακροὶ, τουτέοισιν ἢ φύματα, ἢ ἐς τὰ ἄρθρα πόνοι ἐγγίνονται. [Aph. 7.65] Ὁκόσοισι φύματα ἢ ἐς τὰ ἄρθρα πόνοι ἐκ πυρετῶν γίνονται, οὗτοι σιτίοισι πλείοσι χρέονται. [Aph. 7.66] ἤν τις πυρέσσοντι τροφὴν διδῷ, ἣν ὑγιεῖ, τῷ μὲν ὑγιαίνοντι ἰσχὺς, τῷ δὲ κάμνοντι νοῦσος. [Aph. 7.67] τὰ διὰ τῆς κύστιος διαχωρέοντα ὁρῇν δεῖ, εἰ οἷα τοῖς ὑγιαίνουσιν ὑποχωρέεται· τὰ ἥκιστα οὖν ὅμοια τουτέοισι, ταῦτα νοσωδέστερα, τὰ δ’ ὅμοια τοῖσιν ὑγιαίνουσιν, ἥκιστα νοσερά. [Aph. 7.68] καὶ οἷσι τὰ ὑποχωρήματα, ἢν ἐάσῃς στῆναι καὶ μὴ κινήσῃς, ὑφίσταται οἱονεὶ ξύσματα, τουτέοισι ξυμφέρει ὑποκαθῆραι τὴν κοιλίην· ἢν δὲ μὴ καθαρὴν ποιήσας διδῷς τὰ ῥοφήματα, ὁκόσῳ ἂν κλείω διδῷς, μᾶλλον βλάψεις. [Aph. 7.69] Ὁκόσοισιν ἂν κάτω ὠμὰ διαχωρέῃ, ἀπὸ χολῆς μελαίνης ἐστὶν, ἢν πλείονα, πλείονος, ἢν ἐλάσσονα, ἐλάσσονος. [Aph. 7.70] αἱ ἀποχρέμψιες αἱ ἐν τοῖσι πυρετοῖσι τοῖσι μὴ διαλείπουσι, πελιδναὶ καὶ αἱματώδεες καὶ δυσώδεες, πᾶσαι κακαί· ἀποχωρέουσαι δὲ καλῶς, ἀγαθαὶ, καὶ κατὰ κοιλίην καὶ κύστιν· καὶ ὅκου ἄν τι ἀποχωρέον στῇ μὴ κεκαθαρμένῳ, κακόν. [Aph. 7.71] τὰ σώματα χρὴ, ὅκου τις βούλεται καθαίρεσθαι, εὔροα ποιέειν· κἢν μὲν ἄνω βούλῃ εὔροα ποιέειν, στῆσαι τὴν κοιλίην· ἢν δὲ κάτω εὔροα ποιέειν, ὑγρῆναι τὴν κοιλίην. [Aph. 7.72] ὕπνος, ἀγρυπνίη, ἀμφότερα μᾶλλον τοῦ μετρίου γινόμενα, νοῦσος. [Aph. 7.73] ἐν τοῖσι μὴ διαλείπουσι πυρετοῖσιν, ἢν τὰ μὲν ἔξω ψυχρὰ ᾖ, τὰ δὲ ἔσω καίηται, καὶ πυρετὸς ἔχῃ, θανάσιμον. [Aph. 7.74] ἐν μὴ διαλείποντι πυρετῷ, ἢν χεῖλος, ἢ ῥὶς, ἢ ὀφθαλμὸς διαστραφῇ, ἢν μὴ βλέπῃ, ἢν μὴ ἀκούῃ, ἤδη ἀσθενὴς ἐὼν, ὅ τι ἂν ᾖ τουτέων τῶν σημείων, θανάσιμον. [Aph. 7.75] ἐπὶ λευκῷ φλέγματι ὕδρωψ ἐπιγίνεται. [Aph. 7.76] ἐπὶ διαῤῥοίῃ δυσεντερίη. [Aph. 7.77] ἐπὶ δυσεντερίῃ λειεντερίη. [Aph. 7.78] ἐπὶ σφακέλῳ ἀπόστασις ὀστέου. [Aph. 7.79–80] ἐπὶ αἵματος ἐμέτῳ φθορὴ, καὶ πύου κάθαρσις ἄνω· ἐπὶ φθορῇ ῥεῦμα ἐκ τῆς κεφαλῆς· ἐπὶ ῥεύματι διάῤῥοια· ἐπὶ διαῤῥοίῃ σχέσις τῆς ἄνω καθάρσιος· ἐπὶ τῇ σχέσει θάνατος. [Aph. 7.81] ὁκοῖα καὶ ἐν τοῖσι κατὰ τὴν κύστιν, καὶ τοῖσι κατὰ τὴν κοιλίην ὑποχωρήμασι, καὶ ἐν τοῖσι κατὰ τὰς σάρκας, καὶ ἤν που ἄλλῃ τῆς φύσιος ἐκβαίνῃ τὸ σῶμα, ἢν ὀλίγον, ὀλίγη ἡ νοῦσοξ γίνεται, ἢν πουλὺ, πολλὴ, ἢν πάνυ πουλὺ, θανάσιμον τὸ τοιοῦτον. [Aph. 7.82] ὁκόσοι ὑπὲρ τὰ τεσσαράκοντα ἔτεα φρενιτικοὶ γίνονται, οὐ πάνυ τι ὑγιάζονται· ἧσσον γὰρ κινδυνεύουσιν, οἷσιν ἂν οἰκείη τῆς φύσιος καὶ τῆς ἡλικίης ἡ νοῦσος ᾖ. [Aph. 7.83] Ὁκόσοισιν ἐν τῇσιν ἀῤῥωστίῃσιν οἱ ὀφθαλμοὶ κατὰ προαίρεσιν δακρύουσιν, ἀγαθόν· ὁκόσοισι δὲ ἄνευ προαιρέσιος, κακόν. [Aph. 7.84] Ὁκόσοισιν ἐν τοῖσι πυρετοῖσι τεταρταίοισιν ἐοῦσιν αἷμα ἐκ τῶν ῥινῶν ῥυῇ, πονηρόν. [Aph. 7.85] ἱδρῶτες ἐπικίνδυνοι ἐν τῇσι κρισίμοισιν ἡμέρῃσι μὴ γινόμενοι, σφοδροί τε καὶ ταχέως ὠθούμενοι ἐκ τοῦ μετώπου, ὥσπερ σταλαγμοὶ καὶ κρουνοὶ, καὶ ψυχροὶ σφόδρα καὶ πολλοί· ἀνάγκη γὰρ τὸν τοιοῦτον ἱδρῶτα πορεύεσθαι μετὰ βίης, καὶ πόνου ὑπερβολῆς, καὶ ἐκθλίψιος πολυχρονίου. [Aph. 7.86] ἐπὶ χρονίῳ νουσήματι κοιλίης καταφορὴ, κακόν. [Aph. 7.87] ὁκόσα φάρμακα οὐκ ἰῆται, σίδηρος ἰῆται· ὅσα σίδηρος οὐκ ἰῆται, πῦρ ἰῆται· ὅσα δὲ πῦρ οὐκ ἰῆται, ταῦτα χρὴ νομίζειν ἀνίατα. ## Ὅρκος [Oath 1] ὄμνυμι Ἀπόλλωνα ἰητρὸν καὶ Ἀσκληπιὸν καὶ Ὑγείαν καὶ Πανάκειαν καὶ θεοὺς πάντας τε καὶ πάσας, ἵστορας ποιεύμενος, ἐπιτελέα ποιήσειν κατὰ δύναμιν καὶ κρίσιν ἐμὴν ὅρκον τόνδε καὶ συγγραφὴν τήνδε· ἡγήσεσθαι μὲν τὸν διδάξαντά με τὴν τέχνην ταύτην ἴσα γενέτῃσιν ἐμοῖς, καὶ βίου κοινώσεσθαι, καὶ χρεῶν χρηΐζοντι μετάδοσιν ποιήσεσθαι, καὶ γένος τὸ ἐξ αὐτοῦ ἀδελφοῖς ἴσον ἐπικρινεῖν ἄρρεσι, καὶ διδάξειν τὴν τέχνην ταύτην, ἢν χρηΐζωσι μανθάνειν, ἄνευ μισθοῦ καὶ συγγραφῆς, παραγγελίης τε καὶ ἀκροήσιος καὶ τῆς λοίπης ἁπάσης μαθήσιος μετάδοσιν ποιήσεσθαι υἱοῖς τε ἐμοῖς καὶ τοῖς τοῦ ἐμὲ διδάξαντος, καὶ μαθητῇσι συγγεγραμμένοις τε καὶ ὡρκισμένοις νόμῳ ἰητρικῷ, ἄλλῳ δὲ οὐδενί. διαιτήμασί τε χρήσομαι ἐπ’ ὠφελείῃ καμνόντων κατὰ δύναμιν καὶ κρίσιν ἐμήν, ἐπὶ δηλήσει δὲ καὶ ἀδικίῃ εἴρξειν. οὐ δώσω δὲ οὐδὲ φάρμακον οὐδενὶ αἰτηθεὶς θανάσιμον, οὐδὲ ὑφηγήσομαι συμβουλίην τοιήνδε· ὁμοίως δὲ οὐδὲ γυναικὶ πεσσὸν φθόριον δώσω. ἁγνῶς δὲ καὶ ὁσίως διατηρήσω βίον τὸν ἐμὸν καὶ τέχνην τὴν ἐμήν. οὐ τεμέω δὲ οὐδὲ μὴν λιθιῶντας, ἐκχωρήσω δὲ ἐργάτῃσιν ἀνδράσι πρήξιος τῆσδε. ἐς οἰκίας δὲ ὁκόσας ἂν ἐσίω, ἐσελεύσομαι ἐπ’ ὠφελείῃ καμνόντων, ἐκτὸς ἐὼν πάσης ἀδικίης ἑκουσίης καὶ φθορίης, τῆς τε ἄλλης καὶ ἀφροδισίων ἔργων ἐπί τε γυναικείων σωμάτων καὶ ἀνδρῴων, ἐλευθέρων τε καὶ δούλων. ἃ δ’ ἂν ἐν θεραπείῃ ἢ ἴδω ἢ ἀκούσω, ἢ καὶ ἄνευ θεραπείης κατὰ βίον ἀνθρώπων, ἃ μὴ χρή ποτε ἐκλαλεῖσθαι ἔξω, σιγήσομαι, ἄρρητα ἡγεύμενος εἶναι τὰ τοιαῦτα. ὅρκον μὲν οὖν μοι τόνδε ἐπιτελέα ποιέοντι, καὶ μὴ συγχέοντι, εἴη ἐπαύρασθαι καὶ βίου καὶ τέχνης δοξαζομένῳ παρὰ πᾶσιν ἀνθρώποις ἐς τὸν αἰεὶ χρόνον· παραβαίνοντι δὲ καὶ ἐπιορκέοντι, τἀναντία τούτων. ## Περὶ ἱερῆς νούσου [Sacr. 1] περὶ μὲν τῆς ἱερῆς νούσου καλεομένης ὧδ’ ἔχει· οὐδέν τί μοι δοκέει τῶν ἄλλων θειοτέρη εἶναι νούσων οὐδὲ ἱερωτέρη, ἀλλὰ φύσιν μὲν ἔχει ἣν καὶ τὰ λοιπὰ νουσήματα, ὅθεν γίνεται. φύσιν δὲ αὐτῇ καὶ πρόφασιν οἱ ἄνθρωποι ἐνόμισαν θεῖόν τι πρῆγμα εἶναι ὑπὸ ἀπειρίης καὶ θαυμασιότητος, ὅτι οὐδὲν ἔοικεν ἑτέρῃσι νούσοισιν· καὶ κατὰ μὲν τὴν ἀπορίην αὐτοῖσι τοῦ μὴ γινώσκειν τὸ θεῖον αὐτῇ διασώζεται, κατὰ δὲ τὴν εὐπορίην τοῦ τρόπου τῆς ἰήσιος ᾧ ἰῶνται, ἀπόλλυται, ὅτι καθαρμοῖσί τε ἰῶνται καὶ ἐπαοιδῇσιν. εἰ δὲ διὰ τὸ θαυμάσιον θεῖον νομιεῖται, πολλὰ τὰ ἱερὰ νουσήματα ἔσται καὶ οὐχὶ ἓν, ὡς ἐγὼ ἀποδείξω ἕτερα οὐδὲν ἧσσον ἐόντα θαυμάσια οὐδὲ τερατώδεα, ἃ οὐδεὶς νομίζει ἱερὰ εἶναι. τοῦτο μὲν γὰρ οἱ πυρετοὶ οἱ ἀμφημερι νοὶ καὶ οἱ τριταῖοι καὶ οἱ τεταρταῖοι οὐδὲν ἧσσόν μοι δοκέουσιν. ἱεροὶ εἶναι καὶ ὑπὸ θεοῦ γίνεσθαι ταύτης τῆς νούσου, ὧν οὐ θαυμασίως γ’ ἔχουσιν· τοῦτο δὲ ὁρέω μαινομένους ἀνθρώπους καὶ παραφρονέοντας ἀπὸ μηδεμιῆς προφάσιος ἐμφανέος, καὶ πολλά τε καὶ ἄκαιρα ποιέοντας, ἔν τε τῷ ὕπνῳ οἶδα πολλοὺς οἰμώζοντας καὶ βοῶντας, τοὺς δὲ πνιγομένους, τοὺς δὲ καὶ ἀναΐσσοντάς τε καὶ φεύγοντας ἔξω καὶ παραφρονέοντας μέχρις ἂν ἐπέγρωνται, ἔπειτα δὲ ὁγιέας ἐόντας καὶ φρονέοντας ὥσπερ καὶ πρότερον, ἐόντας τ’ αὐτέους ὠχρούς τε καὶ ἀσθενέας, καὶ ταῦτα οὐχ ἅπαξ, ἀλλὰ πολλάκις, ἄλλα τε πολλά ἐστι καὶ παντοδαπὰ ὧν περὶ ἑκάστου λέγειν πουλὺς ἂν εἴη λόγος. ἐμοὶ δὲ δοκέουσιν οἱ πρῶτοι τοῦτο τὸ νόσημα ἀφιερώσαντες τοιοῦτοι εἶναι ἄνθρωποι οἷοι καὶ νῦν εἰσι μάγοι τε καὶ καθάρται καὶ ἀγύρται καὶ ἀλαζόνες, ὁκόσοι δὴ προσποιέονται σφόδρα θεοσεβέες εἶναι καὶ πλέον τι εἰδέναι. οὗτοι τοίνυν παραμπεχόμενοι καὶ προβαλλόμενοι τὸ θεῖον τῆς ἀμηχανίης τοῦ μὴ ἴσχειν ὅ τι προσενέγκαντες ὠφελήσουσιν, ὡς μὴ κατάδηλοι ἔωσιν οὐδὲν ἐπιστάμενοι, ἱερὸν ἐνόμισαν τοῦτο τὸ πάθος εἶναι, καὶ λόγους ἐπιλέξαντες ἐπιτηδείους τὴν ἴησιν κατεστήσαντο ἐς τὸ ἀσφαλὲς σφίσιν αὐτοῖσι, καθαρμοὺς προσφέροντες καὶ ἐπαοιδὰς, λουτρῶν τε ἀπέχεσθαι κελεύοντες καὶ ἐδεσμάτων πολλῶν καὶ ἀνεπιτηδείων ἀνθρώποισι νοσέουσιν ἐσθίειν, θαλασσίων μὲν τρίγλης, μελανούρου, κεστρέος, ἐγχέλυος (οὗτοι γὰρ οἱ ἰχθύες εἰσὶν ἐπικαιρότατοι), κρεῶν δὲ αἰγείου καὶ ἐλάφων καὶ χοιρίων καὶ κυνὸς (ταῦτα γὰρ κρεῶν ταρακτικώτατά ἐστι τῆς κοιλίης), ὀρνίθων δὲ ἀλεκτρυόνος καὶ τρυγόνος καὶ ὠτίδος, ἔτι δὲ ὅσα νομίζεται ἰσχυρότατα εἶναι, λαχάνων δὲ μίνθης, σκορόδου καὶ κρομύου (δριμὺ γὰρ ἀσθενέοντι οὐδὲν ξυμφέρει), ἱμάτιον δὲ μέλαν μὴ ἔχειν (θανατῶδες γὰρ τὸ μέλαν), μηδὲ ἐν αἰγείῳ κατακέεσθαι δέρματι μηδὲ φορέειν, μηδὲ πόδα ἐπὶ ποδὶ ἔχειν, μηδὲ χεῖρα ἐπὶ χειρὶ (ταῦτα γὰρ πάντα κωλύματα εἶναι). ταῦτα δὲ πάντα τοῦ θείου εἵνεκεν προστιθέασιν, ὡς πλέον τι εἰδότες καὶ ἄλλας προφάσιας λέγοντες, ὅκως, εἰ μὲν ὑγιὴς γένοιτο, αὐτῶν ἡ δόξα εἴη καὶ ἡ δεξιότης, εἰ δὲ ἀποθάνοι, ἐν ἀσφαλεῖ καθισταῖντο αὐτῶν αἱ ἀπολογίαι καὶ ἔχοιεν πρόφασιν ὡς οὐκ αἴτιοί εἰσιν αὐτοὶ, ἀλλ’ οἱ θεοί· οὔτε γὰρ φαγέειν οὔτε πιέειν ἔδοσαν φάρμακον οὐδὲν, οὔτε λουτροῖσι καθήψησαν, ὥστε δοκέειν αἴτιον εἶναι. ἐγὼ δὲ δοκέω Λιβύων τῶν τὴν μεσόγειον οἰκεόντων οὐδένα ὑγιαίνειν, ὅτι ἐν αἰγείοισι δέρμασι κατακέονται καὶ κρέασιν αἰγείοισι χρῶνται, ἐπεὶ οὐκ ἔχουσιν οὔτε στρῶμα οὔτε ἱμάτιον οὔτε ὑπόδημα ὅ τι μὴ αἴγειόν ἐστιν· οὐ γάρ ἐστιν αὐτοῖς ἄλλο προβάτιον οὐδὲν ἢ αἶγες καὶ βόες. εἰ δὲ ταῦτα προσφερόμενα καὶ ἐσθιόμενα τὴν νοῦσον τίκτει τε καὶ αὔξει καὶ μὴ ἐσθιόμενα ἰῆται, οὐκ ἐστὶν ἄρα ὁ θεὸς αἴτιος οὐδενὸς, οὐδὲ οἱ καθαρμοὶ ὠφελέουσιν, ἀλλὰ τὰ ἐδέσματα τὰ ἰώμενά ἐστι καὶ τὰ βλάπτοντα, τοῦ δὲ θείου ἀφανίζεται ἡ δύναμις. οὕτως οὖν ἔμοιγε δοκέουσιν οἵτινες τούτῳ τῷ τρόπῳ ἐγχειρέουσιν ἰῆσθαι ταῦτα τὰ νοσήματα, οὔτε ἱερὰ νομίζειν εἶναι οὔτε θεῖα· ὅκου γὰρ ὑπὸ καθαρμῶν τοιούτων μετάστατα γίνεται καὶ ὑπὸ θεραπείης τοιῆσδε, τί κωλύει καὶ ὑφ’ ἑτέρων τεχνημάτων ὁμοίων τούτοισιν ἐπιγίνεσθαι τοῖσιν ἀνθρώποισι καὶ προσπίπτειν; ὥστε μηκέτι τὸ θεῖον αἴτιον εἶναι, ἀλλά τι ἀνθρώπινον. ὅστις γὰρ οἷός τε περικαθαίρων ἐστὶ καὶ μαγεύων ἀπάγειν τοιοῦτον πάθος, οὗτος κἂν ἐπάγοι ἕτερα τεχνησάμενος, καὶ ἐν τούτῳ τῷ λόγῳ τὸ θεῖον ἀπόλλυται. τοιαῦτα λέγοντες καὶ μηχανεύμενοι προσποιέονται πλέον τι εἰδέναι, καὶ ἀνθρώπους ἐξαπατέουσι προστιθέμενοι τούτοισιν ἁγνείας τε καὶ καθαρότητας, ὅ τε πουλὺς αὐτοῖσι τοῦ λόγου ἐς τὸ θεῖον ἀφήκει καὶ τὸ δαιμόνιον. καίτοι ἔμοιγε οὐ περὶ εὐσεβείης δοκέουσι τοὺς λόγους ποιέεσθαι, ὡς οἴονται, ἀλλὰ περὶ δυσσεβείης μᾶλλον, καὶ ὡς οἱ θεοὶ οὐκ εἰσὶ, τό τε εὐσεβὲς καὶ θεῖον αὐτῶν ἀσεβὲς καὶ ἀνόσιόν ἐστιν, ὡς ἐγὼ διδάξω. εἰ γὰρ σελήνην τε καθαιρέειν καὶ ἥλιον ἀφανίζειν καὶ χειμῶνά τε καὶ εὐδίην ποιέειν καὶ ὄμβρους καὶ αὐχμοὺς καὶ θάλασσαν ἄφορον καὶ γῆν καὶ τἄλλα τὰ τοιουτότροπα πάντα ὑποδέχονται ἐπίστασθαι, εἴτε καὶ ἐκ τελετέων εἴτε καὶ ἐξ ἄλλης τινὸς γνώμης ἢ μελέτης φασὶν ταῦτα οἷόν τ’ εἶναι γενέσθαι οἱ ταῦτ’ ἐπιτηδεύοντες, δυσσεβέειν ἔμοιγε δοκέουσι καὶ θεοὺς οὔτε εἶναι νομίζειν οὔτ’ ἐόντας ἰσχύειν οὐδὲν οὔτε εἴργεσθαι ἂν οὐδενὸς τῶν ἐσχάτων, ὧν ποιέοντες πῶς οὐ δεινοὶ αὐτοῖσίν εἰσιν; εἰ γὰρ ἄνθρωπος μαγεύων τε καὶ θύων σελήνην τε καθαιρήσει καὶ ἥλιον ἀφανιεῖ καὶ χειμῶνα καὶ εὐδίην ποιήσει, οὐκ ἂν ἔγωγέ τι θεῖον νομίσαιμι τούτων εἶναι, ἀλλ’ ἀνθρώπινον, εἰ δὴ τοῦ θείου ἡ δύναμις ὑπὸ ἀνθρώπου γνώμης κρατέεται καὶ δεδούλωται. ἴσως δὲ οὐχ οὕτως ἔχει ταῦτα, ἀλλ’ ἄνθρωποι βίου δεόμενοι πολλὰ καὶ παντοῖα τεχνέονται καὶ ποικίλλουσιν ἔς τε τἄλλα πάντα καὶ ἐς τὴν νοῦσον ταύτην, ἑκάστῳ εἴδει τοῦ πάθεος θεῷ τὴν αἰτίην προστιθέντες. οὐ γὰρ καθάπαξ, ἀλλὰ πλεονάκις ταῦτα μέμνηνται· κἢν μὲν γὰρ αἶγα μιμῶνται, κἢν βρύχωνται, κἢν τὰ δεξιὰ σπῶνται, μητέρα θεῶν φασὶν αἰτίην εἶναι. ἢν δὲ ὀξύτερον καὶ εὐτονώτερον φθέγγηται, ἵππῳ εἰκάζουσι, καὶ φασὶ Ποσειδῶνα αἴτιον εἶναι. ἢν δὲ καὶ τῆς κόπρου τι παρέῃ, ὃ πολλάκις γίνεται ὑπὸ τῆς νούσου βιαζομένοισιν, Ἐνοδίου πρόσκειται ἡ προσωνυμίη· ἢν δὲ λεπτότερον καὶ πυκνότερον, οἷον ὄρνιθες, Ἀπόλλων νόμιος. ἢν δὲ ἀφρὸν ἐκ τοῦ στόματος ἀφίῃ καὶ τοῖσι ποσὶ λακτίζῃ, Ἄρης τὴν αἰτίην ἔχει. ὁκόσα δὲ δείματα νυκτὸς παρίσταται καὶ φόβοι καὶ παράνοιαι καὶ ἀναπηδήσιες ἐκ τῆς κλίνης καὶ φόβητρα καὶ φεύξιες ἔξω, Ἑκάτης φασὶν εἶναι ἐπιβολὰς καὶ ἡρώων ἐφόδους. Καθαρμοῖσί τε χρέονται καὶ ἐπαοιδῇσι, καὶ ἀνοσιώτατόν γε καὶ ἀθεώτατον ποιέουσιν, ὡς ἔμοιγε δοκέει, τὸ θεῖον· καθαίρουσι γὰρ τοὺς ἐχομένους τῇ νούσῳ αἵματί τε καὶ ἄλλοισι τοιούτοισιν ὥσπερ μίασμά τι ἔχοντας, ἢ ἀλάστορας, ἢ πεφαρμαγμένους ὑπὸ ἀνθρώπων, ἤ τι ἔργον ἀνόσιον εἰργασμένους, οὓς ἐχρῆν τἀναντία τούτοισι ποιέειν, θύειν τε καὶ εὔχεσθαι καὶ ἐς τὰ ἱερὰ φέροντας ἱκετεύειν τοὺς θεούς· νῦν δὲ τούτων μὲν ποιέουσιν οὐδὲν, καθαίρουσι δέ. καὶ τὰ μὲν τῶν καθαρμῶν γῇ κρύπτουσι, τὰ δὲ ἐς θάλασσαν ἐμβάλλουσι, τὰ δὲ ἐς τὰ οὔρεα ἀποφέρουσιν, ὅπη μηδεὶς ἅψεται μηδὲ ἐπιβήσεται· τὰ δ’ ἐχρῆν ἐς τὰ ἱερὰ φέροντας τῷ θεῷ ἀποδοῦναι, εἰ δὴ θεός γέ ἐστιν αἴτιος. οὐ μέντοι ἔγωγε ἀξιῶ ὑπὸ θεοῦ ἀνθρώπου σῶμα μιαίνεσθαι, τὸ ἐπικηρότατον ὑπὸ τοῦ ἁγνοτάτου· ἀλλὰ κἢν τυγχάνῃ ὑπὸ ἑτέρου μεμιασμένον ἠ τι πεπονθὸς, ἐθέλοι ἂν ὑπὸ τοῦ θεοῦ καθαίρεσθαι καὶ ἁγνίζεσθαι μᾶλλον ἢ μιαίνεσθαι. τὰ γοῦν μέγιστα τῶν ἁμαρτημάτων καὶ ἀνοσιώτατα τὸ θεῖόν ἐστι τὸ καθαῖρον καὶ ἁγνίζον καὶ ῥύμμα γινόμενον ἡμῖν, αὐτοί τε ὅρους τοῖσι θεοῖσι τῶν ἱερῶν καὶ τῶν τεμενέων ἀποδεικνύμενοι, ὡς ἂν μηδεὶς ὑπερβαίνῃ ἢν μὴ ἁγνεύῃ, εἰσιόντες τε ἡμεῖς περιῤῥαινόμεθα οὐχ ὡς μιαινόμενοι, ἀλλ’ εἴ τι καὶ πρότερον ἔχομεν μύσος, τοῦτο ἀφαγνιούμενοι. καὶ περὶ μὲν τῶν καθαρμῶν οὕτω μοι δοκέει ἔχειν. [Sacr. 2] τὸ δὲ νούσημα τοῦτο οὐδέν τί μοι δοκέει θειότερον εἶναι τῶν λοιπῶν, ἀλλὰ φύσιν μὲν ἔχει ἣν καὶ τὰ ἄλλα νουσήματα, καὶ πρόφασιν ὅθεν ἕκαστα γίνεται· φύσιν δὲ τοῦτο καὶ πρόφασιν ἀπὸ ταὐτοῦ τὸ θεῖον γίνεσθαι ἀφ’ ὅτου καὶ τἄλλα πάντα, καὶ ἰητὸν εἶναι, καὶ οὐδὲν ἧσσον ἑτέρων, ὅ τι ἂν μὴ ἤδη ὑπὸ χρόνου πολλοῦ καταβεβιασμένον ἔῃ, ὥστε ἤδη εἶναι ἰσχυρότερον τῶν φαρμάκων τῶν προσφερομένων. ἄρχεται δὲ ὥσπερ καὶ τἄλλα νουσήματα κατὰ γένος· εἰ γὰρ ἐκ φλεγματώδεος φλεγματώδης, καὶ ἐκ χολώδεος χολώδης γίνεται, καὶ ἐκ φθινώδεος φθινώδης, καὶ ἐκ σπληνώδεος σπληνώδης, τί κωλύει ὅτῳ πατὴρ καὶ μήτηρ εἴχετο, τούτῳ τῷ νοσήματι καὶ τῶν ἐκγόνων ἔχεσθαί τινα; ὡς ὁ γόνος ἔρχεται πάντοθεν τοῦ σώματος, ἀπό τε τῶν ὑγιηρῶν ὑγιηρὸς, ἀπό τε τῶν νοσερῶν νοσερός. ἕτερον δὲ μέγα τεκμήριον ὅτι οὐδὲν θειότερόν ἐστι τῶν λοιπῶν νουσημάτων· τοῖσι γὰρ φλεγματώδεσι φύσει γίνεται· τοῖσι δὲ χολώδεσιν οὐ προσπίπτει· καίτοι εἰ θειότερόν ἐστι τῶν ἄλλων, τοῖσιν ἅπασιν ὁμοίως ἔδει γίνεσθαι τὴν νοῦσον ταύτην, καὶ μὴ διακρίνειν μήτε χολώδεα μήτε φλεγματώδεα. [Sacr. 3] ἀλλὰ γὰρ αἴτιος ὁ ἐγκέφαλος τούτου τοῦ πάθεος, ὥσπερ καὶ τῶν ἄλλων νουσημάτων τῶν μεγίστων· ὁτέῳ δὲ τρόπῳ καὶ ἐξ οἵης προφάσιος γίνεται, ἐγὼ φράσω σαφέως. ὁ ἐγκέφαλος τοῦ ἀνθρώπου ἐστὶ διπλόος ὥσπερ καὶ τοῖσιν ἄλλοισι ζώοισιν ἅπασιν· τὸ δὲ μέσον αὐτοῦ διείργει μῆνιγξ λεπτή· διὸ οὐκ αἰεὶ κατὰ τωὐτὸ τῆς κεφαλὴς ἀλγέει, ἀλλ’ ἐν μέρει ἑκάτερον, ὁτὲ δὲ ἅπασαν. καὶ φλέβες δ’ ἐς αὐτὸν τείνουσιν ἐξ ἅπαντος τοῦ σώματος, πολλαὶ καὶ λεπταὶ, δύο δὲ παχεῖαι, ἡ μὲν ἀπὸ τοῦ ἥπατος, ἡ δὲ ἀπὸ τοῦ σπληνός. καὶ ἡ μὲν ἀπὸ τοῦ ἥπατος ὧδ’ ἔχει· τὸ μέν τι τῆς φλεβὸς κάτω τείνει διὰ τῶν ἐπὶ δεξιὰ παρ’ αὐτὸν τὸν νεφρὸν καὶ τὴν ψυὴν ἐς τὸ ἐντὸς τοῦ μηροῦ, καὶ καθήκει ἐς τὸν πόδα, καὶ καλέεται κοίλη φλέψ· ἡ δὲ ἑτέρη ἄνω τείνει διὰ φρενῶν τῶν δεξιῶν καὶ τοῦ πλεύμονος· ἀπέσχισται δὲ καὶ ἐς τὴν καρδίην καὶ ἐς τὸν βραχίονα τὸν δεξιόν· τὸ δὲ λοιπὸν ἄνω φέρει διὰ τῆς κληῗδος ἐς τὰ δεξιὰ τοῦ αὐχένος, ἐς αὐτὸ τὸ δέρμα, ὥστε κατάδηλός εἶναι· παρὰ δὲ τὸ οὖς κρύπτεται καὶ ἐνταῦθα σχίζεται, καὶ τὸ μὲν παχύτατον καὶ μέγιστον καὶ κοιλότατον ἐς τὸν ἐγκέφαλον τελευτᾷ, τὸ δὲ ἐς τὸ οὖς τὸ δεξιὸν φλέβιον λεπτὸν, τὸ δὲ ἐς τὸν ὀφθαλμὸν τὸν δεξιὸν, τὸ δὲ ἐς τὸν μυκτῆρα. ἀπὸ μὲν τοῦ ἥπατος οὕτως ἔχει τῶν φλεβῶν. διατέταται δὲ καὶ ἀπὸ τοῦ σπληνὸς φλὲψ ἐς τὰ ἀριστερὰ καὶ κάτω καὶ ἄνω, ὥσπερ καὶ ἀπὸ τοῦ ἥπατος, λεπτοτέρη δὲ καὶ ἀσθενεστέρη. [Sacr. 4] κατὰ ταύτας δὲ τὰς φλέβας καὶ ἐσαγόμεθα τὸ πουλὺ τοῦ πνεύματος· αὗται γὰρ ἡμέων εἰσὶν ἀναπνοαὶ τοῦ σώματος τὸν ἠέρα ἐς σφᾶς ἕλκουσαι, καὶ ἐς τὸ σῶμα τὸ λοιπὸν ὀχετεύουσι κατὰ τὰ φλέβια, καὶ ἀναψύχουσι καὶ πάλιν ἀφιᾶσιν. οὐ γὰρ οἷόν τε τὸ πνεῦμα στῆναι, ἀλλὰ χωρέει ἄνω καὶ κάτω· ἢν γὰρ στῇ που καὶ ἀποληφθῇ, ἀκρατὲς γίνεται ἐκεῖνο τὸ μέρος ὅπου ἂν στῇ· τεκμήριον δέ· ὁκόταν καθημένῳ ἢ κατακειμένῳ φλέβια πιεσθῇ, ὥστε τὸ πνεῦμα μὴ διεξιέναι διὰ τῆς φλεβὸς, εὐθὺς νάρκη ἔχει. περὶ μὲν τῶν φλεβῶν καὶ τῶν λοιπῶν οὕτως ἔχει. [Sacr. 5] ἡ δὲ νοῦσος αὕτη γίνεται τοῖσι μὲν φλεγματίῃσι, τοῖσι δὲ χολώδεσιν οὔ. ἄρχεται δὲ φύεσθαι ἐπὶ τοῦ ἐμβρύου ἔτι ἐν τῇ μήτρῃ ἐόντος· καθαίρεται γὰρ καὶ ἀνθέει, ὥσπερ τἄλλα μέρεα, πρὶν γενέσθαι, καὶ ὁ ἐγκέφαλος. ἐν ταύτῃ δὲ τῇ καθάρσει ἢν μὲν καλῶς καὶ μετρίως καθαρθῇ καὶ μήτε πλέον μήτε ἔλασσον τοῦ δέοντος ἀποῤῥυῇ, οὕτως ὑγιεινοτάτην τὴν κεφαλὴν ἔχει· ἢν δὲ πλέονα ῥυῇ ἀπὸ παντὸς τοῦ ἐγκεφάλου καὶ ἀπότηξις πολλὴ γένηται, νοσώδεά τε τὴν κεφαλὴν ἕξει αὐξόμενος καὶ ἤχου πλέην, καὶ οὔτε ἥλιον οὔτε ψῦχος ἀνέξεται· ἢν δὲ ἀπὸ ἑνός τινος γένηται ἢ ὀφθαλμοῦ ἢ ρὔατος, ἢ φλέψ τις συνισχνανθῇ, ἐκεῖνο κακοῦται τὸ μέρος, ὁκοίως ἂν καὶ τῆς ἀποτήξιος ἔχῃ· ἢν δὲ κάθαρσις μὴ ἐπιγένηται, ἀλλὰ ξυστραφῇ τῷ ἐγκεφάλῳ, οὕτως ἀνάγκη φλεγματώδεα εἶναι. καὶ ὁκόσοισι μὲν παιδίοισιν ἐοῦσιν ἐξανθέει ἕλκεα ἐς τὴν κεφαλὴν καὶ ἐς τὰ οὔατα καὶ ἐς τὸν ἄλλον χρῶτα, καὶ σιαλώδεα γίνεται καὶ μυξόῤῥοα, ταῦτα μὲν ῥήϊστα διάγει προϊούσης τῆς ἡλικίης· ἐνταῦθα γὰρ ἀφίει καὶ ἐκκαθαίρεται τὸ φλέγμα, ὃ ἐχρῆν ἐν τῇ μήτρῃ καθαρθῆναι· καὶ τὰ οὕτω καθαρθέντα οὐκ ἐπίληπτα γίνεται ταύτῃ τῇ νούσῳ ὡς ἐπὶ τὸ πουλύ. ὁκόσα δὲ καθαρά ἐστι, καὶ μήθ’ ἕλκος μηδὲν μήτε μύξα μήτε σίελον αὐτοῖς προέρχεται μηδὲν, μήτε ἐν τῇσι μήτρῃσι πεποίηται. τὴν κάθαρσιν, τούτοισιν ἐπικίνδυνόν ἐστιν ἁλίσκεσθαι ὑπὸ ταύτης τῆς νούσου. [Sacr. 6] ἢν δὲ ἐπὶ τὴν καρδίην ποιήσηται ὁ κατάῤῥοος τὴν πορείην, παλμὸς ἐπιλαμβάνει καὶ ἄσθματα, καὶ τὰ στήθεα διαφθείρεται, ἔνιοι δὲ καὶ κυφοὶ γίνονται· ὁκόταν γὰρ ἐπικατέλθῃ τὸ φλέγμα ψυχρὸν ἐπὶ τὸν πλεύμονα ἢ ἐπὶ τὴν καρδίην, ἀποψύχεται τὸ αἷμα· αἱ δὲ φλέβες πρὸς βίην ψυχόμεναι πρὸς τῷ πλεύμονι καὶ τῇ καρδίῃ πηδῶσι, καὶ ἡ καρδίη πάλλεται, ὥστε ὑπὸ τῆς ἀνάγκης ταύτης τὰ ἄσθματα ἐπιπίπτειν καὶ τὴν ὀρθοπνοίην. οὐ γὰρ δέχεται τὸ πνεῦμα ὅσον ἐθέλει, μέχρις ἂν κρατηθῇ τοῦ φλέγματος τὸ ἐπιῤῥυὲν καὶ διαθερμανθὲν διαχυθῇ ἐς τὰς φλέβας· ἔπειτα παύεται τοῦ παλμοῦ καὶ τοῦ ἄσθματος· παύεται δὲ ὅκως ἂν τοῦ πλήθεος ἔχῃ· ἢν μὲν γὰρ πλέον ἐπικαταῤῥυῇ, σχολαίτερον, ἢν δὲ ἔλασσον, θᾶσσον· καὶ ἢν μὲν πυκνότεροι ἔωσιν οἱ κατάῤῥοοι, πυκνότερα ἐπίληπτος γίνεται, ἢν δὲ μὴ, ἀραιότερα. Τάῦτα μὲν οὖν πάσχει, ἢν ἐπὶ τὸν πλεύμονα καὶ τὴν καρδίην ἴῃ· ἢν δὲ ἐς τὴν κοιλίην, διάῤῥοιαι λαμβάνουσιν. [Sacr. 7] ἢν δὲ τουτέων μὲν τῶν ὁδῶν ἀποκλεισθῇ, ἐς δὲ τὰς φλέβας, ἃς προείρηκα, τὸν κατάῤῥοον ποιήσηται, ἄφωνός τὲ γίνεται καὶ πνίγεται, καὶ ἀφρὸς ἐκ τοῦ στόματος ἐκρέει, καὶ οἱ ὁδόντες συνηρείκασι, καὶ αἱ χεῖρες συσπῶνται, καὶ τὰ ὄμματα διαστρέφονται, καὶ οὐδὲν φρονέουσιν, ἐνίοισι δὲ καὶ ὑποχωρέει ἡ κόπρος κάτω· καὶ ταῦτα γίνεται ὁτὲ μὲν ἐς τὰ ἀριστερὰ, ὁτὲ δὲ ἐς τὰ δεξιὰ, ὁτὲ δὲ ἐς ἀμφότερα. ὅκως δὲ τούτων ἕκαστον πάσχει ἐγὼ φράσω· ἄφωνος μέν ἐστιν ὁκόταν ἐξαίφνης τὸ φλέγμα ἐπικατελθὸν ἐς τὰς φλέβας ἀποκλείσῃ τὸν ἠέρα καὶ μὴ παραδέχηται μήτε ἐς τὸν ἐγκέφαλον μήτε ἐς τὰς φλέβας τὰς κοίλας μήτε ἐς τὰς κοιλίας, ἀλλ’ ἐπιλάβῃ τὴν ἀναπνοήν· ὅταν γὰρ λάβῃ ἄνθρωπος κατὰ τὸ στόμα καὶ τοὺς μυκτῆρας τὸ πνεῦμα, πρῶτον μὲν ἐς τὸν ἐγκέφαλον ἔρχεται, ἔπειτα δὲ ἐς τὴν κοιλίην τὸ πλεῖστον μέρος, τὸ δὲ ἐπὶ τὸν πλεύμονα, τὸ δὲ ἐπὶ τὰς φλέβας. ἐκ τουτέων δὲ σκίδναται ἐς τὰ λοιπὰ μέρεα κατὰ τὰς φλέβας· καὶ ὅσον μὲν ἐς τὴν κοιλίην ἔρχεται, τοῦτο μὲν τὴν κοιλίην διαψύχει, καὶ ἄλλο τι οὐδὲν ξυμβάλλεται· ὁ δ’ ἐς τὸν πλεύμονά τε καὶ τὰς φλέβας ἀὴρ ξυμβάλλεται ἐς τὰς κοιλίας ἐσιὼν καὶ ἐς τὸν ἐγκέφαλον, καὶ οὕτω τὴν φρόνησιν καὶ τὴν κίνησιν τοῖσι μέλεσι παρέχει, ὥστε, ἐπειδὰν ἀποκλεισθῶσιν αἱ φλέβες τοῦ ἠέρος ὑπὸ τοῦ φλέγματος καὶ μὴ παραδέχωνται, ἄφωνον καθιστᾶσι καὶ ἄφρονα τὸν ἄνθρωπον. αἱ δὲ χεῖρες ἀκρατέες γίνονται καὶ σπῶνται, τοῦ αἵματος ἄτρεμίσαντος καὶ μὴ διαχεομένου ὥσπερ εἰώθει. καὶ οἱ ὀφθαλμοὶ διαστρέφονται, τῶν φλεβίων ἀποκλειομένων τοῦ ἠέρος καὶ σφυζόντων. ἀφρὸς δὲ ἐκ τοῦ στόματος προέρχεται ἐκ τοῦ πλεύμονος· ὅταν γὰρ τὸ πνεῦμα μὴ ἐσίῃ ἐς αὐτὸν, ἀφρέει καὶ ἀναβλύει ὥσπερ ἀποθνήσκων. ἡ δὲ κόπρος ὑπέρχεται ὑπὸ βίης πνιγομένου· πνίγεται δὲ τοῦ ἥπατος καὶ τῆς κοιλίης ἄνω πρὸς τὰς φρένας προσπεπτωκότων καὶ τοῦ στομάχου τῆς γαστρὸς ἀπειλημμένου· προσπίπτει δὲ ὁκόταν τὸ πνεῦμα μὴ ἐσίῃ ἐσίῃ ἐς τὸ στόμα ὅσον εἰώθει. λακτίζει δὲ τοῖσι ποσὶν, ὁκόταν ὁ ἀὴρ ἀποκλεισθῇ ἐν τοῖσι μέλεσι καὶ μὴ οἷός τε ἔῃ διεκδῦναι ἔξω ὑπὸ τοῦ φλέγματος· ἀΐσσων δὲ διὰ τοῦ αἵματος ἄνω καὶ κάτω σπασμὸν ἐμποιέει καὶ ὀδύνην, διὸ λακτίζει. ταῦτα δὲ πάσχει πάντα, ὁκόταν τὸ φλέγμα ψυχρὸν παραῤῥυῇ ἐς τὸ αἷμα θερμὸν ἐόν· ἀποψύχει γὰρ καὶ ἵστησι τὸ αἷμα· κἢν μὲν τὸ ῥεῦμα πουλὺ ἔῃ καὶ παχὺ, αὐτίκα ἀποκτείνει· κρατέει γὰρ τοῦ αἵματος τῷ ψύχει καὶ πήγνυσιν· ἢν δὲ ἔλασσον ἔῃ, πὸ μὲν παραυτίκα κρατέει ἀποφράξαν τὴν ἀναπνοήν· ἔπειτα τῷ χρόνῳ ὁκόταν σκεδασθῇ κατὰ τὰς φλέβας καὶ μιγῇ τῷ αἵματι πολλῷ ἐόντι καὶ θερμῷ, ἢν κρατηθῇ οὕτως, ἐδέξαντο τὸν ἠέρα αἱ φλέβες, καὶ ἐφρόνησαν. [Sacr. 8] καὶ ὁκόσα μὲν παιδία σμικρὰ κατάληπτα γίνεται τῇ νούσῳ ταύτῃ, τὰ πολλὰ ἀποθνήσει, ἢν πουλὺ τὸ ῥεῦμα ἐπιγένηται καὶ νότιον ἔῃ· τὰ γὰρ φλέβια λεπτὰ ἐόντα οὐ δύναται παραδέχεσθαι τὸ φλέγμα ὑπὸ πάχεος καὶ πλήθεος, ἀλλ’ ἀποψύχεται καὶ πήγνυται τὸ αἷμα, καὶ οὕτως ἀποθνήσκει. ἢν δὲ ὀλίγον ἐὸν ἐς ἀμφοτέρας τὰς φλέβας τὸν κατάῤῥοον ποιήσηται, ἢ ἐς τὰς ἐπὶ θάτερα, περιγίνεται ἐπίσημα ἐόντα· ἢ γὰρ στόμα παρέσπασται ἢ ὀφθαλμὸς ἢ αὐχὴν ἢ χεὶρ, ὁκόθεν ἂν τὸ φλέβιον πληρωθὲν τοῦ φλέγματος κρατηθῆ καὶ ἀπισχνωθῇ. τούτῳ οὖν τῷ φλεβίῳ ἀνάγκη ἀσθενέστερον εἶναι καὶ ἐνδεέστερον τοῦτο τοῦ σώματος τὸ βλαβέν· ἐς δὲ τὸν πλείονα χρόνον ὠφελέει ὡς ἐπὶ τὸ πουλύ· οὐ γὰρ ἔτι ἐπίληπτον γίνεται, ἢν ἅπαξ ἐπισημανθῇ, διὰ τόδε ὑπὸ τῆς ἀνάγκης ταύτης αἱ φλέβες αἱ λοιπαὶ κακοῦνται καὶ μέρος τι συνισχναίνονται, ὡς τὸν μὲν ἠέρα δέχεσθαι, τὸν δὲ τοῦ φλέγματος κατάῤῥοον μηκέτι ὁμοίως ἐπικαταῤῥέειν· ἀσθενέστερα μέντοι τὰ μέλεα εἰκὸς εἶναι, τῶν φλεβῶν κακωθεισέων. Ὁκόσοισι δ’ ἂν βόρειόν τε καὶ πάνυ ὀλίγον παραῤῥυῇ καὶ ἐς τὰ δεξιὰ, ἀσήμως περιγίνονται· κίνδυνος δὲ ξυντραφῆναι καὶ ξυναυξηθῆναι, ἢν μὴ θεραπευθῶσι τοῖσιν ἐπιτηδείοισιν. τοῖσι μὲν οὖν παιδίοισιν οὕτω γίνεται, ἢ ὅτι τούτων ἐγγυτάτω. [Sacr. 9] τοὺς δὲ πρεσβυτέρους οὐκ ἀποκτείνει, ὁκόταν ἐπιγένηται, οὐδὲ διαστρέφει· αἵ τε γὰρ φλέβες εἰσὶ κοῖλαι καὶ αἵματος μεσταὶ θερμοῦ, ἃ οὐδὲ δύναται ἐπικρατῆσαι τὸ φλέγμα, οὐδ’ ἀποψῦξαι τὸ αἷμα, ὥστε καὶ πῆξαι, ἀλλ’ αὐτὸ κρατέεται καὶ καταμίγνυται τῷ αἵματι ταχέως· καὶ οὕτω παραδέχονται αἱ φλέβες τὸν ἠέρα, καὶ τὸ φρόνημα γίνεται, τά τε σημήϊα τὰ προειρημένα ἧσσον ἐπιλαμβάνει διὰ τὴν ἰσχύν. Τοϊσι δὲ πρεσβυτάτοισιν ὁκόταν ἐπιγένηται τοῦτο τὸ νούσημα, διὰ τοῦτο ἀποκτείνει ἢ παράπληκτον ποιέει, ὅτι αἱ φλέβες κεκένωνται καὶ τὸ αἷμα ὀλίγον τέ ἐστι καὶ λεπτὸν καὶ ὑδαρές. ἢν μὲν οὖν πολὺ καταῤῥυῇ καὶ χειμῶνος ἔῃ καιρὸς, ἀποκτείνει· ἀπέπνιξε γὰρ τὰς ἀναπνοὰς καὶ ἀπέπηξε τὸ αἷμα, ἢν ἐπ’ ἀμφότερα ὁ κατάῤῥοος γένηται· ἢν δὲ ἐπὶ θατερα μοῦνον, παράπληκτον ποιέει· οὐ γὰρ δύναται τὸ αἷμα ἐπικρατῆσαι τοῦ φλέγματος λεπτὸν ἐὸν καὶ ψυχρὸν καὶ ὀλίγον, ἀλλ’ αὐτὸ κρατηθὲν ἐπάγη, ὥστε ἀκρατέα εἶναι ἐκεῖνα καθ’ ἃ τὸ αἷμα διεφθάρη. [Sacr. 10] ἐς δὲ τὰ δεξιὰ μᾶλλον καταῤῥέει ἢ ἐς τὰ ἀριστερὰ, ὅτι αἱ φλέβες εἰσὶ κοιλότεραι καὶ πλέονες ἢ ἐν τοῖσιν ἀριστεροῖσιν· ἀπὸ γὰρ τοῦ ἥπατος τείνουσι καὶ ἀπὸ τοῦ σπληνός. Ἐπικαταῤῥέει δὲ καὶ ἀποτήκεται τοῖσι μὲν παιδίοισι μάλιστα, οἷσιν ἂν διαθερμανθῇ ἡ κεφαλὴ ἤν τε ὑπὸ ἡλίου, ἤν τε ὑπὸ πυρὸς, καὶ ἐξαπίνης φρίξῃ ὁ ἐγκέφαλος· τότε γὰρ ἀποκρίνεται τὸ φλέγμα. Ἀποτήκεται μὲν γὰρ ἐκ τῆς θέρμης καὶ διαχύσιος τοῦ ἐγκεφάλου· ἀποκρίνεται δὲ ἀπὸ τῆς ψύξιός τε καὶ ξυστάσιος, καὶ οὕτως ἐπικαταῤῥέει. τοῖσι μὲν αὕτη ἡ πρόφασις γίνεται, τοῖσι δὲ καὶ ἐπειδὰν ἐξαπίνης μετὰ βόρεια πνεύματα νότος μεταλάβῃ, ξυνεστηκότα τὸν ἐγκέφαλον καὶ εὐσθενέοντα ἔλυσε καὶ ἐχάλασεν ἐξαίφνης, ὥστε πλημμυρεῖν τὸ φλέγμα, καὶ οὕτω τὸν κατάῤῥοον ποιέεται. Ἐπικαταῤῥέει δὲ καὶ ἐξ ἀδήλου, φόβου γινομένου, ἢν δείσῃ βοήσαντός τινος, ἢ καὶ μεταξὺ κλαίων μὴ οἷός τε ἔῃ τὸ πνεῦμα ταχέως ἀναλαβεῖν, οἷα γίνεται παιδίοισι πολλάκις· ὅ τι δ’ ἂν τούτων αὐτῷ γένηται, εὐθὺς ἔφριξε τὸ σῶμα, καὶ ἄφωνος γενόμενος τὸ πνεῦμα οὐχ εἵλκυσεν, ἀλλὰ τὸ πνεῦμα ἠρέμησε, καὶ ὁ ἐγκέφαλος ξυνέστη, καὶ τὸ αἷμα ἔστη, καὶ οὕτως ἀπεκρίθη καὶ ἐπικατεῤῥύη τὸ φλέγμα. τοῖσι μὲν παιδίοισιν αὗται αἱ προφάσιες τῆς ἐπιλήψιός εἰσι τὴν ἀρχήν. τοῖσι δὲ πρεσβύτῃσιν ὁ χειμὼν πολεμιώτατός ἐστιν· ὅταν γὰρ παρὰ πυρὶ πολλῷ διαθερμανθῇ τὴν κεφαλὴν καὶ τὸν ἐγκέφαλον, ἔπειτα ἐν ψύχει γένηται καὶ ῥιγώσῃ, ἢ καὶ ἐκ ψύχεος εἰς ἀλέην ἔλθῃ καὶ παρὰ πυρὶ καθίσῃ, τωὐτὸ τοῦτο πάσχει, καὶ οὕτως ἐπίληπτος γίνεται κατὰ τὰ προειρημένα. κίνδυνος δὲ πολὺς καὶ ἦρος παθέειν τωὐτὸ τοῦτο, ἢν ἡλιωθῇ ἡ κεφαλή· τοῦ δὲ θέρεος ἥκιστα, οὐ γὰρ γίνονται μεταβολαὶ ἐξαπιναῖοι. ὁκόταν δὲ εἴκοσιν ἔτεα παρέλθῃ, οὐκ ἔτι ἡ νοῦσος αὕτη ἐπιλαμβάνει, ἢν μὴ ἐκ παιδίου ξύντροφος ἔῃ, ἀλλ’ ἢ ὀλίγους ἢ οὐδένα· αἱ γὰρ φλέβες μεσταί εἰσιν αἵματος, καὶ ὁ ἐγκέφαλος συνέστηκε καὶ ἐστὶ στρυφνὸς, ὥστε οὐκ ἐπικαταῤῥέει ἐπὶ τὰς φλέβας· ἢν δ’ ἐπικαταῤῥύη, τοῦ αἵματος οὐκ ἐπικρατέει, πολλοῦ καὶ θερμοῦ ἐόντος. [Sacr. 11] ᾧ δὲ ἀπὸ παιδίου συνηύξηται καὶ συντέτροφεν, ἔθος πεποίηται ἐν τῇσι μεταβολῇσι τῶν πνευμάτων τοῦτο πάσχειν καὶ ἐπίληπτον ὡς τὰ πολλὰ γίνεσθαι, καὶ μάλιστα ἐν τοῖσι νοτίοισιν· ἡ τε ἀπάλλαξις χαλεπὴ γίνεται· ὁ γὰρ ἐγκέφαλος ὑγρότερος γέγονε τῆς φύσιος καὶ πλημμυρεῖ ὑπὸ τοῦ φλέγματος, ὥστε τοὺς μὲν καταῤρόους πυκνοτέρους γίνεσθαι, ἐκκριθῆναι δὲ μηκέτι οἷόν τε εἶναι τὸ φλέγμα, μηδὲ ἀναξηρανθῆναι τὸν ἐγκέφαλον, ἀλλὰ διαβεβρέχθαι καὶ εἶναι ὑγρόν. γνοίη δ’ ἄν τις τόδε μάλιστα τοῖσι προβάτοισι τοῖσι καταλήπτοισι γινομένοισιν ὑπὸ τῆς νούσου ταύτης καὶ μάλιστα τῇσιν αἰξίν· αὗται γὰρ πυκνότατα λαμβάνονται· ἢν ὁιακόψῃς τὴν κεφαλὴν, εὑρήσεις τὸν ἐγκέφαλον ὑγρὸν ἐόντα καὶ ὅδρωπος περίπλεων καὶ κακὸν ὄζοντα, καὶ ἐν τούτῳ δηλονότι γνώσῃ ὅτι σὐχ ὁ θεὸς τὸ σῶμα λυμαίνεται, ἀλλ’ ἡ νοῦσος. οὕτω δ’ ἔχετ καὶ τῷ ἀνθρώπῳ· ὁκόταν γὰρ ὁ χρόνος γένηται τῇ νούσῳ, οὐκ ἔτι ἰήσιμος γίνεται· διεσθίεται γὰρ ὁ ἐγκέφαλος ὑπὸ τοῦ φλέγματος καὶ τήκεται, τὸ δὲ ἀποτηκόμενον ὕδωρ γίνεται, καὶ περιέχει τὸν ἰγκέφαλον ἐκτὸς καὶ περικλύζει· καὶ διὰ τοῦτο πυκνότερον ἐπίληπτοι γίνονται καὶ ῥᾷον. διὸ δὴ πουλυχρόνιος ἡ νοῦσος, ὅτι τὸ ἐπιῤῥέον λεπτόν ἐστιν ὑπὸ πολυπληθίης, καὶ εὐθὺς κρατέεται ὑπὸ τοῦ αἵματος καὶ διαθερμαίνεται. [Sacr. 12] ὁκόσοι δὲ ἤδη ἐθάδες εἰσὶ τῇ νούσῳ, προγινώσκουσιν ὁκόταν μέλλωσι λήψεσθαι, καὶ φεύγουσιν ἐκ τῶν ἀνθρώπων, ἢν μὲν ἐγγὺς αὐτῶν ὁ οἶκος ἔῃ, οἴκαδε, ἢν δὲ μὴ, ἐς τὸ ἐρημότατον, ὅπη μέλλουσιν ὄψεσθαι αὐτὸν ἐλάχιστοι πεσόντα, εὐθύς τε ἐγκαλύπτεται· τοῦτο δὲ ποιέει ὑπ’ αἰσχύνης τοῦ πάθεος καὶ οὐχ ὑπὸ φόβου, ὡς οἱ πολλοὶ νομίζουσι, τοῦ δαιμονίου. τὰ δὲ παιδάρια τὸ μὲν πρῶτον πίπτουσιν ὅπη ἂν τύχωσιν ὑπὸ ἀηθίης· ὅταν δὲ πλεονάκις κατάληπτοι γένωνται, ἐπειδὰν προαίσθωνται, φεύγουσι παρὰ τὰς μητέρας ἢ παρὰ ἄλλον ὅντινα μάλιστα γινώσκουσιν, ὑπὸ δέους καὶ φόβου τῆς πάθης· τὸ γὰρ αἰσχύνεσθαι παῖδες ὄντες οὔπω γινώσκουσιν. [Sacr. 13] ἐν δὲ τῇσι μεταβολῇσι τῶν πνευμάτων διὰ τάδε φημὶ επιλήπτους γίνεσθαι, καὶ μάλιστα τοῖσι νοτίοισιν, ἔπειτα τοῖσι βορείοισιν, ἔπειτα τοῖσι λοιποῖσι πνεύμασι· ταῦτα δέ ἐστιν ὅσα τῶν πνευμάτων ἰσχυρότατά ἐστι καὶ ἀλλήλοισιν ἐναντιώτατα κατὰ τὴν στάσιν καὶ κατὰ τὴν δύναμιν. ὁ μὲν γὰρ βορέης ξυνίστησι τὸν ἠέρα καὶ τὸ θολερόν τε καὶ τὸ νεφῶδες ἐκκρίνει καὶ λαμπρόν τε καὶ διαφανέα. ποιέει· κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τἄλλα πάντα ἐκ τῆς θαλάσσης ἀρξάμενα καὶ τῶν ἄλλων ὑδάτων· ἐκκρίνει γὰρ ἐξ ἁπάντων τὴν νοτίδα καὶ τὸ δνοφερὸν, καὶ ἐξ αὐτῶν τῶν ἀνθρώπων, διὸ καὶ ὑγιεινότατός ἐστι τῶν ἀνέμων. ὁ δὲ νότος τἀναντία τουτέῳ ἐργάζεται· πρῶτον μὲν γὰρ ἄρχεται τὸν ἠέρα ξυνεστεῶτα τήκειν καὶ διαχέειν, καθότι καὶ οὐκ εὐθὺς πνέει μέγας, ἀλλὰ γαληνίζει πρῶτον, ὅτι οὐ δύναται ἐπικρατῆσαι τοῦ ἠέρος αὐτίκα, τοῦ πρόσθεν πυκνοῦ τε ἐόντος καὶ ξυνεστηκότος, ἀλλὰ τῷ χρόνῳ διαλύει· τὸ δ’ αὐτὸ τοῦτο καὶ τὴν γῆν ἐργάζεται καὶ τὴν θάλασσαν καὶ τοὺς ποταμοὺς καὶ τὰς κρήνας καὶ τὰ φρέατα καὶ ὅσα φύεται καὶ ἐν οἷσιν ὑγρὸν ἔνεστιν· ἔστι δὲ ἐν παντὶ, ἐν μὲν τῷ πλέον, ἐν δὲ τῷ ἔλασσον· ἅπαντα δὲ ταῦτα αἰσθάνεται τοῦ πνεύματος τούτου, καὶ ἔκ τε λαμπρῶν δνοφερώδεα γίνεται, ἔκ τε ψυχρῶν θερμὰ, καὶ ἐκ ξηρῶν νοτώδεα· ὁκόσα τε ἐν οἰκήμασι κεράμια ἢ κατὰ γῆς ἐστι μεστὰ οἴνου ἢ ἄλλου τινὸς ὑγροῦ, πάντα ταῦτα αἰσθάνεται τοῦ νότου καὶ διαλλάσσει τὴν μορφὴν ἐς ἕτερον εἶδος· τὸν δὲ ἥλιον καὶ τὴν σελήνην καὶ τὰ ἄστρα πουλὺ ἀμβλυωπότερα καθίστησι τῆς φύσιος. ὅτε οὖν καὶ τούτων οὕτω μεγάλων ἐόντων καὶ ἰσχυρῶν τοσοῦτον ἐπικρατέει καὶ τὸ σῶμα ποιέει αἰσθάνεσθαι καὶ μεταβάλλειν ἐκ τῶν ἀνέμων τούτων ἐν τῇσι μεταλλαγῇσιν, ἀνάγκη τοῖσι μὲν νοτίοισι λύεσθαί τε καὶ φλυδᾷν τὸν ἐγκέφαλον καὶ τὰς φλέβας χαλαρωτέρας εἶναι, τοῖσι δὲ βορείοισι ξυνίστασθαι τὸ ὑγιηρότατον τοῦ ἐγκεφάλου, τὸ δὲ νοσερώτατον καὶ ὑγρότατον ἐκκρίνεσθαι καὶ περικλύζειν ἔξωθεν, καὶ οὕτω τοὺς καταῤῥόους ἐπιγίνεσθαι ἐν τῇσι μεταβολῇσι τῶν πνευμάτων τούτων. οὕτως ἡ νοῦσος αὕτη γίνεται καὶ θάλλει ἀπὸ τῶν προσιόντων τε καὶ ἀπιόντων, καὶ οὐδέν ἐστιν ἀπορωτέρη τῶν ἄλλων οὔτε ἰῆσθαι οὔτε γνῶναι, οὐδὲ θειοτέρη ἢ αἱ ἄλλαι. [Sacr. 14] εἰδέναι δὲ χρὴ τοὺς ἀνθρώπους, ὅτι ἐξ οὐδενὸς ἡμῖν αἱ ἡδοναὶ γίνονται καὶ αἱ εὐφροσύναι καὶ γέλωτες καὶ παιδιαὶ ἢ ἐντεῦθεν, καὶ λῦπαι καὶ ἀνίαι καὶ δυσφροσύναι καὶ κλαυθμοί. καὶ τούτῳ φρονεῦμεν μάλιστα καὶ νοεῦμεν καὶ βλέπομεν καὶ ἀκούομεν καὶ γινώσκομεν τά τε αἰσχρὰ καὶ τὰ καλὰ καὶ τὰ κακὰ καὶ ἀγαθὰ καὶ ἡδέα καὶ ἀηδέα, τὰ μὲν νόμῳ διακρίνοντες, τὰ δὲ τῷ ξυμφέροντι αἰσθανόμενοι, τῷ δὲ καὶ τὰς ἡδονὰς καὶ τὰς ἀηδίας τοῖσι καιροῖσι διαγινώσκοντες, καὶ οὐ ταὐτὰ ἀρέσκει ἡμῖν. τῷ δὲ αὐτῷ τούτῳ καὶ μαινόμεθα καὶ παραφρονέομεν, καὶ δείματα καὶ φόβοι παρίστανται ἡμῖν τὰ μὲν νύκτωρ, τὰ δὲ μεθ’ ἡμέρην, καὶ ἐνύπνια καὶ πλάνοι ἄκαιροι, καὶ φροντίδες οὐχ ἱκνεύμεναι, καὶ ἀγνωσίη τῶν καθεστεώτων καὶ ἀηθίη καὶ ἀπειρίη. καὶ ταῦτα πάσχομεν ἀπὸ τοῦ ἐγκεφάλου πάντα, ὅταν οὕτος μὴ ὑγιαίνῃ, ἀλλ’ ἢ θερμότερος τῆς φύσιος γένηται ἢ ψυχρότερος ἠ ὑγρότερος ἢ ξηρότερος, ἤ τι ἄλλο πεπόνθῃ πάθος παρὰ τὴν φύσιν ὃ μὴ ἐώθει. καὶ μαινόμεθα μὲν ὑπὸ ὑγρότητος· ὁκόταν γὰρ ὑγρότερος τῆς φύσιος ἔῃ, ἀνάγκη κινέεσθαι, κινευμένου δὲ μήτε τὴν ὄψιν ἀτρεμίζειν μήτε τὴν ἀκοὴν, ἀλλ’ ἄλλοτε ἄλλο ὁρᾷν καὶ ἀκούειν, τήν τε γλῶσσαν τοιαῦτα διαλέγεσθαι οἷα ἂν βλέπῃ τε καὶ ἀκούῃ ἑκάστοτε· ὁκόσον δ’ ἂν ἀτρεμήσῃ ὁ ἐγκέφαλος χρόνον, τοσοῦτον καὶ φρονέει ὁ ἄνθρωπος. [Sacr. 15] γίνεται δὲ ἡ διαφθορὴ τοῦ ἐγκεφάλου ὑπὸ φλέγματος καὶ χολῆς· γνώσῃ δὲ ἑκάτερα ὧδε· οἱ μὲν γὰρ ὑπὸ τοῦ φλέγματος μαινόμενοι ἥσυχοί τέ εἰσι καὶ οὐ βοῶσιν οὐδὲ θορυβέουσιν, οἱ δὲ ὑπὸ χολῆς κεκράκται καὶ κακοῦργοι καὶ οὐκ ἀτρεμαῖοι, ἀλλ’ αἰεί τι ἄκαιρον δρῶντες. ἢν μὲν οὖν ξυνεχέως μαίνωνται, αὗται αὐτοῖς αἱ προφάσιές εἰσίν· ἢν δὲ δείματα καὶ φόβοι παριστῶνται, ὑπὸ μεταστάσιος τοῦ ἐγκεφάλου· μεθίσταται δὲ θερμαινόμενος· θερμαίνεται δὲ ὑπὸ τῆς χολῆς, ὁκόταν ὁρμήσῃ ἐπὶ τὸν ἐγκέφαλον, κατὰ τὰς φλέβας τὰς αἱματίτιδας ἐκ τοῦ σώματος· καὶ φόβος παρέστηκε μέχρις ἀπέλθῃ πάλιν ἐπὶ τὰς φλέβας καὶ τὸ σῶμα· ἔπειτα πέπαυται. ἀνιᾶται δὲ καὶ ἀσᾶται παρὰ καιρὸν ψυχομένου τοῦ ἐγκεφάλου καὶ ξυνισταμένου παρὰ τὸ ἔθος· τοῦτο δὲ ὑπὸ φλέγματος πάσχει· ὑπ’ αὐτοῦ δὲ τοῦ πάθεος καὶ ἐπιλήθεται. ἐκ νυκτῶν δὲ βοᾷ καὶ κέκραγεν, ὁκόταν ἐξαπίνης ὁ ἐγκέφαλος διαθερμαίνηται· τοῦτο δὲ πάσχουσιν οἱ χολώδεες, οἱ φλεγματώδεες δὲ οὔ· διαθερμαίνεται δὲ καὶ ἐπὴν τὸ αἷμα ἐπέλθῃ πουλὺ ἐπὶ τὸν ἐγκέφαλον καὶ ἐπιζέσῃ. ἔρχεται δὲ κατὰ τὰς φλέβας πουλὺ τὰς προειρημένας, ὁκόταν τυγχάνῃ ὥνθρωπος ὁρέων ἐνύπνιον φοβερὸν καὶ ἐν τῷ φόβῳ ἔῃ· ὥσπερ οὖν καὶ ἐγρηγορότι τότε μάλιστα τὸ πρόσωπον φλογιᾷ, καὶ οἱ ὀφθαλμοὶ ἐρεύθονται, ὁκόταν φοβῆται, καὶ ἡ γνώμη ἐπινοέῃ τι κακὸν ἐργάσασθαι, οὕτω καὶ ἐν τῷ ὕπνῳ πάσχει· ὁκόταν δὲ ἐπέγρηται καὶ καταφρονήσῃ καὶ τὸ αἷμα πάλιν ἀποσκεδασθῇ ἐς τὰς φλέβας τὰς προειρημένας, πέπαυται. [Sacr. 16] κατὰ ταῦτα νομίζω τὸν ἐγκέφαλον δύναμιν πλείστην ἔχειν ἐν τῷ ἀνθρώπῳ· οὗτος γὰρ ἡμῖν ἐστι τῶν ἀπὸ τοῦ ἠέρος γινομένων ἑρμηνεὺς, ἢν ὑγιαίνων τυγχάνῃ· τὴν δὲ φρόνησιν αὐτῷ ὁ ἀὴρ παρέχεται. οἱ δὲ ὀφθαλμοὶ καὶ τὰ οὔατα καὶ ἡ γλῶσσα καὶ αἱ χεῖρες καὶ οἱ πόδες οἷα ἂν ὁ ἐγκέφαλος γινώσκῃ, τοιαῦτα πρήσσουσι· γίνεται γὰρ παντὶ τῷ σώματι τῆς φρονήσιος, ὡς ἂν μετέχῃ τοῦ ἠέρος. ἐς δὲ. τὴν ξύνεσιν ὁ ἐγκέφαλός ἐστιν ὁ διαγγέλλων· ὁκόταν γὰρ σπάσῃ τὸ πνεῦμα ὥνθρωπος ἐς ἑωυτὸν, ἐς τὸν ἐγκέφαλον πρῶτον ἀφικνέεται, καὶ οὕτως ἐς τὸ λοιπὸν σῶμα σκίδναται ὁ ἀὴρ, καταλιπὼν ἐν τῷ ἐγκεφάλῳ ἑωυτοῦ τὴν ἀκμὴν καὶ ὅ τι ἂν ἔῃ φρόνιμόν τε καὶ γνώμην ἔχον· εἰ γὰρ ἐς τὸ σῶμα πρῶτον ἀφικνέετο καὶ ὕστερον ἐς τὸν ἐγκέφαλον, ἐν τῇσι σαρξὶ καὶ ἐν τῇσι φλεψὶ καταλελοιπὼς τὴν διάγνωσιν ἐς τὸν ἐγκέφαλον ἂν ἴοι θερμὸς ἐὼν καὶ οὐχὶ ἀκραιφνὴς, ἀλλ’ ἐπιμεμιγμένος τῇ ἰκμάδι τῆ ἀπὸ τῶν σαρκῶν καὶ τοῦ αἵματος, ὥστε μηκέτι εἶναι ἀκριβής. [Sacr. 17] διὸ φημὶ τὸν ἐγκέφαλον εἶναι τὸν ἑρμηνεύοντα τὴν ξύνεσιν. αἱ δὲ φρένες ἄλλως οὔνομα ἔχουσι τῇ τύχῃ κεκτημένον καὶ τῷ νόμῳ, τῷ δ’ ἐόντι οὒκ, οὐδὲ τῇ φύσει, οὐδὲ οἶδα ἔγωγε τίνα δύναμιν ἔχουσιν αἱ φρένες ὥστε φρονέειν τε καὶ νοέειν, πλὴν εἴ τι ὥνθρωπος ὑπερχαρείη ἐξ ἀδοκήτου ἢ ἀνιηθείη, πηδῶσι καὶ ἅλσιν παρέχουσιν ὑπὸ λεπτότητος καὶ ὅτι ἀνατέτανται μάλιστα ἐν τῷ σώματι, καὶ κοιλίην οὐκ ἔχουσι πρὸς ἣν δέξονται ἢ ἀγαθὸν ἢ κακὸν προσπῖπτον, ἀλλ’ ὑπ’ ἀμφοτέρων τούτων τεθορύβηνται διὰ τὴν ἀσθενείην τῆς φύσιος· ἐπεὶ αἰσθάνονταί γε οὐδενὸς πρότερον τῶν ἐν τῷ σώματι ἐόντων, ἀλλὰ μάτην τοῦτο τὸ οὔνομα ἔχουσι καὶ τὴν αἰτίην, ὥσπερ τὰ πρὸς τῇ καρδίῃ ἅπερ ὦτα καλέεται, οὐδὲν ἐς τὴν ἀκοὴν ξυμβαλλόμενα. λέγουσι δέ τινες ὡς φρονέομεν τῇ καρδίῃ καὶ τὸ ἀνιώμενον τοῦτό ἐστι καὶ τὸ φροντίζον· τὸ δὲ οὐχ οὕτως ἔχει, ἀλλὰ σπᾶται μὲν ὥσπερ αἱ φρένες καὶ μᾶλλον διὰ ταύτας τὰς αἰτίας· ἐξ ἅπαντος γαρ τοῦ σώματος φλέβες ἐς αὐτὴν συντείνουσι, καὶ ξυγκλείσασα ἔχει ὥστε αἰσθάνεσθαι, ἤν τις πόνος ἢ τάσις γίνηται τῷ ἀνθρώπῳ· ἀνάγκη γὰρ καὶ ἀνιώμενον φρίσσειν τὸ σῶμα καὶ συντείνεσθαι, καὶ ὑπερχαίροντα τὸ αὐτὸ τοῦτο πάσχειν· διότι ἡ καρδίη αἰσθάνεταί τε μάλιστα καὶ αἱ φρένες. τῆς μέντοι φρονήσιος οὐδετέρῳ μέτεστιν, ἀλλὰ πάντων τουτέων ὁ ἐγκέφαλος αἴτιός ἐστιν· ὥσπερ οὖν καὶ τῆς φρονήσιος τοῦ ἠέρος πρῶτος αἰσθάνεται τῶν ἐν τῷ σώματι ἐνεόντων, οὕτω καὶ ἤν τις μεταβολὴ ἰσχυροτέρη γένηται ἐν τῷ ἠέρι ὑπὸ τῶν ὡρέων, καὶ αὐτὸς ἑωυτοῦ διάφορος γίνηται ὁ ἠὴρ, ὁ ἐγκέφαλος πρῶτος αἰσθάνεται· διὸ καὶ τὰ νουσήματα ἐς αὐτὸν ἐμπίπτειν φημὶ ὀξύτατα καὶ μέγιστα καὶ θανατωδέστατα καὶ δυσκριτώτατα τοῖσιν ἀπείροισιν. [Sacr. 18] αὕτη δὲ ἡ νοῦσος ἡ ἱερὴ καλεομένη ἐκ τῶν αὐτῶν προφασίων γίνεται ἀφ’ ὧν καὶ αἱ λοιπαὶ ἀπὸ τῶν προσιόντων καὶ ἀπιόντων, καὶ ψύχεος, ἡλίου, πνευμάτων μεταβαλλομένων τε καὶ μηδέποτε ἀτρεμιζόντων. ταῦτα δ’ ἐστὶ θεῖα, ὥστε μηδὲν. διακρίνοντα τὸ νούσημα θειότερον τῶν λοιπῶν νουσημάτων νομίζειν, ἀλλὰ πάντα θεῖα καὶ ἀνθρώπινα πάντα· φύσιν δὲ ἔχει ἕκαστον καὶ δύναμιν ἐφ’ ἑωυτοῦ, καὶ οὐδὲν ἄπορόν ἐστιν οὐδὲ ἀμήχανον· ἀκεστά τε τὰ πλεῖστά ἐστι τοῖς αὐτοῖσι τούτοισιν ἀφ’ ὅτων καὶ γίνεται· ἕτερον γὰρ ἑτέρῳ τροφή ἐστι, τῷ δὲ κάκωσις. τοῦτο οὖν δεῖ τὸν ἰητρὸν ἐπίστασθαι, ὅκως τὸν καιρὸν διαγινώσκων ἑκάστου τῷ μὲν ἀποδώσει τὴν τροφὴν καὶ αὐξήσει, τῷ δὲ ἀφαιρήσει καὶ κακώσει. χρὴ δὲ καὶ ἐν ταύτῃ τῇ νούσῳ καὶ ἐν τῇσιν ἄλλῃσιν ἁπάσῃσι μὴ αὔξειν τὰ νουσήματα, ἀλλὰ σπεύδειν τρύχειν προσφέροντα τῇ νούσῳ τὸ πολεμιώτατον ἑκάστῃ, καὶ μὴ τὸ ρίλον καὶ σύνηθες· ὑπὸ μὲν γὰρ τῆς συνηθείης θάλλει καὶ αὔξεται, ὑπὸ δὲ τοῦ πολεμίου φθίνει καὶ ἀμαυροῦται. ὅστις δὲ ἐπίσταται ἐν ἀνθρώποισι τὴν τοιαύτην μεταβολὴν καὶ δύναται ὑγρὸν καὶ ξηρὸν ποιέειν καὶ θερμὸν καὶ ψυχρὸν ὑπὸ διαίτης τὸν ἄνθρωπον, οὗτος καὶ ταύτην τὴν νοῦσον ἰῷτο ἂν, εἰ τοὺς καιροὺς διαγινώσκοι τῶν ξυμφερόντων, ἄνευ καθαρμῶν καὶ μαγευμάτων καὶ πάσης ἄλλης βαναυσίης τοιαύτης. ## Περὶ τροφῆς [Nutr. 1] τροφὴ καὶ τροφῆς εἶδος μία καὶ πολλαί· μία μὲν ᾗ γένος ἕν, εἶδος δὲ ὑγρότητι καὶ ξηρότητι· καὶ ἐν τούτοις ἰδέαι καὶ πόσον ἐστὶ καὶ ἔς τινα καὶ ἐς τοσαῦτα. [Nutr. 2] αὔξει δὲ καὶ ῥώννυσι καὶ σαρκοῖ καὶ ὁμοιοῖ καὶ ἀνομοιοῖ τὰ ἐν ἑκάστοις κατὰ φύσιν τὴν ἑκάστου καὶ τὴν ἐξ ἀρχῆς δύναμιν. [Nutr. 3] ὁμοιοῖ δὲ ἐς δύναμιν, ὅταν κρατήσῃ ἡ ἐπεισιοῦσα, καὶ ὅταν ἐπικρατῆται ἡ προῦ πάρχουσα. [Nutr. 4] γίγνεται δὲ καὶ ἐξίτηλος, ὁτὲ μὲν ἡ προτέρη ἐν χρόνῳ ἀπολυθεῖσα ἢ ἐπιπροστεθεῖσα, ὁτὲ δὲ ἡ ὑστέρη ἐν χρόνῳ ἀπολυθεῖσα ἢ ἐπιπροστεθεῖσα. [Nutr. 5] ἀμαυροῖ δὲ ἑκατέρας ἐν χρόνῳ καὶ μετὰ χρόνον ἡ ἔξωθεν συνεχὴς ἐπεισκριθεῖσα καὶ ἐπὶ πολλὸν χρόνον στερεμνίως πᾶσι τοῖς μέλεσι διαπλεκεῖσα. [Nutr. 6] καὶ τὴν μὲν ἰδίην ἰδέην ἐξέβλαστησε· ⟨μεταβάλλει τε τὴν ἀρχαίην καὶ καταφέρεται· τρέφει δὲ πεττομένη·⟩ τὴν δὲ προτέρην ⟨ἰδέην ἐξαλλάσσει⟩ ἔστιν ὅτε καὶ τὰς προτέρας ἐξημαύρωσεν. [Nutr. 7] δύναμις δὲ τροφῆς ἀφικνεῖται καὶ ἐς ὀστέον καὶ πάντα τὰ μέρεα αὐτοῦ, καὶ ἐς νεῦρον καὶ ἐς φλέβα καὶ ἐς ἀρτηρίην καὶ ἐς μῦν καὶ ἐς ὑμένα καὶ σάρκα καὶ πιμελὴν καὶ αἷμα καὶ φλέγμα καὶ μυελὸν καὶ ἐγκέφαλον καὶ νωτιαῖον καὶ τὰ ἐντοσθίδια καὶ πάντα τὰ μέρεα αὐτῶν, καὶ δὴ καὶ ἐς θερμασίην καὶ πνεῦμα καὶ ὑγρασίην. [Nutr. 8] τροφὴ δὲ τὸ τρέφον, τροφὴ δὲ τὸ οἷον, τροφὴ δὲ τὸ μέλλον. [Nutr. 9] ἀρχὴ δὲ πάντων μία καὶ τελευτὴ πάντων μία, καὶ ἡ αὐτὴ τελευτὴ καὶ ἀρχή. [Nutr. 10] καὶ ὅσα κατὰ μέρος ἐν τροφῇ καλῶς καὶ κακῶς διοικεῖται, καλῶς μὲν ὅσα προείρηται, κακῶς δὲ ὅσα τούτοις τὴν ἐναντίην ἔχει τάξιν. [Nutr. 11] χυλοὶ ποικίλοι καὶ χρώμασι καὶ δυνάμεσι καὶ ἐς βλαβὴν καὶ ἐς ὠφελίην, καὶ οὔτε βλάπτειν οὔτε ὠφελεῖν, καὶ πλήθει καὶ ὑπερβολῇ καὶ ἐλλείψει καὶ διαπλοκῇ ὧν μέν, ὧν δὲ οὔ. [Nutr. 12] καὶ πάντων ἐς θερμασίην βλάπτει καὶ ὠφελεῖ, ἐς ψύξιν βλάπτει καὶ ὠφελεῖ, ἐς δύναμιν βλάπτει καὶ ὠφελεῖ. [Nutr. 13] δυνάμιος δὲ ποικίλαι φύσιες. [Nutr. 14] χυμοὶ φθείροντες καὶ ὅλον καὶ μέρος καὶ ἔξωθεν καὶ ἔνδοθεν, αὐτόματοι οὐκ αὐτόματοι, ἡμῖν μὲν αὐτόματοι αἰτίῃ δὲ οὐκ αὐτόματοι. αἰτίης δὲ τὰ μὲν δῆλα τὰ δὲ ἄδηλα, καὶ τὰ μὲν δυνατὰ τὰ δὲ ἀδύνατα. [Nutr. 15] φύσις ἐξαρκεῖ πάντα πᾶσι. [Nutr. 16] ἐς δὲ ταύτην, ἔξωθεν μὲν κατάπλασμα, κατάχρισμα, ἄλειμμα, γυμνότης ὅλου καὶ μέρεος καὶ σκέπη ὅλου καὶ μέρεος, θερμασίη καὶ ψύξις κατὰ τὸν αὐτὸν λόγον, καὶ στύψις καὶ ἕλκωσις καὶ δηγμὸς καὶ λίπασμα· ἔνδοθεν δὲ τινά τε τῶν εἰρημένων, καὶ ἐπὶ τούτοις αἰτίη ἄδηλος καὶ μέρει καὶ ὅλῳ, τινί τε καὶ οὔ τινι. [Nutr. 17] Ἀποκρίσιες κατὰ φύσιν, κοιλίης, οὔρων, ἱδρῶτος, πτυάλου, μύξης, ὑστέρης, καθ’ αἱμορροϊδα, θύμον, λέπρην, φῦμα, καρκίνωμα, ἐκ ῥινῶν, ἐκ πλεύμονος, ἐκ κοιλίης, ἐξ ἕδρης, ἐκ καυλοῦ, κατὰ φύσιν καὶ παρὰ φύσιν. αἱ διακρίσιες τούτων ἄλλοισι πρὸς ἄλλον λόγον ἄλλοτε καὶ ἀλλοίως. μία φύσις ἐστὶ ταῦτα πάντα καὶ οὐ μία· πολλαὶ φύσιές εἰσι ταῦτα πάντα καὶ μία. [Nutr. 18] φαρμακείη ἄνω καὶ κάτω, οὔτε ἄνω οὔτε κάτω. [Nutr. 19] ἐν τροφῇ φαρμακείη ἄριστον, ἐν τροφῇ φαρμακείη φλαῦρον, φλαῦρον καὶ ἄριστον πρός τι. [Nutr. 20] ἕλκος, ἐσχάρη, αἷμα, πύον, ἰχώρ, λέπρη, πίτυρον, ἄχωρ, λειχήν, ἀλφός, ἔφηλις, ὁτὲ μὲν βλάπτει, ὁτὲ δὲ ὠφελεῖ, ὁτὲ δὲ οὔτε βλάπτει οὔτε ὠφελεῖ. [Nutr. 21] τροφὴ οὐ τροφή, ἢν μὴ δύνηται· μὴ τροφὴ τροφή, ἢν οἷόν τε ᾖ τρέφεσθαι. οὔνομα τροφή, ἔργον δὲ οὐχί· ἔργον τροφή, οὔνομα δὲ οὐχί. [Nutr. 22] ἐς τρίχας καὶ ἐς ὄνυχας καὶ ἐς τὴν ἐσχάτην ἐπιφανείην ἔνδοθεν ἀφικνεῖται· ἔξωθεν τροφὴ ἐκ τῆς ἐσχάτης ἐπιφανείης ἐνδοτάτω ἀφικνεῖται. [Nutr. 23] Σύρροια μία, σύμπνοια μία, συμπαθέα πάντα. κατὰ μὲν οὐλομελίην πάντα, κατὰ μέρος δὲ τὰ ἐν ἑκάστῳ μέρει μέρεα πρὸς τὸ ἔργον. [Nutr. 24] ἀρχὴ μεγάλη ἐς ἔσχατον μέρος ἀφικνεῖται· ἐξ ἐσχάτου μέρεος ἐς ἀρχὴν μεγάλην ἀφικνεῖται· μία φύσις εἶναι καὶ μὴ εἶναι. [Nutr. 25] νούσων δὲ διαφοραὶ ἐν τροφῇ, ἐν πνεύματι, ἐν θερμασίῃ, ἐν αἵματι, ἐν φλέγματι, ἐν χολῇ, ἐν χυμοῖσιν, ἐν σαρκί, ἐν πιμελῇ, ἐν φλεβί, ἐν ἀρτηρίῃ, ἐν νεύρῳ, μυί, ὑμένι, ὀστέῳ, ἐγκεφάλῳ, νωτιαίῳ μυελῷ, στόματι, γλώσσῃ, στομάχῳ, κοιλίῃ, ἐντέροισι, φρεσί, περιτοναίῳ, ἥπατι, σπληνί, νεφροῖς, κύστει, μήτρῃ, δέρματι. ταῦτα πάντα καὶ καθ’ ἓν καὶ κατὰ μέρος. μέγεθος αὐτῶν μέγα καὶ οὐ μέγα. [Nutr. 26] τεκμήρια, γαργαλισμός, ὀδύνη, ῥῆξις, γνώμη, ἱδρώς, οὔρων ὑπόστασις, ἡσυχίη, ῥιπτασμός, ὄψιος στάσιες, φαντασίαι, ἴκτερος, λυγμοί, ἐπιληψίη, αἷμα ὁλοσχερές, ὕπνος, καὶ ἐκ τούτων καὶ τῶν ἄλλων τῶν κατὰ φύσιν, καὶ ὅσα ἄλλα τοιουτότροπα ἐς βλάβην καὶ ἐς ὠφελίην ὁρμᾶ· πόνοι ὅλου καὶ μέρεος μεγέθους σημεῖα, τοῦ μὲν ἐς τὸ μᾶλλον, τοῦ δὲ ἐς τὸ ἧσσον, καὶ ἀπ’ ἀμφοτέρων ἐς τὸ μᾶλλον καὶ ἀπ’ ἀμφοτέρων ἐς τὸ ἧσσον. [Nutr. 27] γλυκύ οὐ γλυκύ, γλυκὺ ἐς δύναμιν οἷον ὕδωρ, γλυκὺ ἐς γεῦσιν οἷον μέλι· σημεῖα ἑκατέρων, ἕλκεα, ὀφθαλμοὶ καὶ γεύσιες, καὶ ἐν τούτοις τὸ μᾶλλον καὶ τὸ ἧσσον· γλυκὺ ἐς τὴν ὄψιν καὶ ἐν χρώμασι καὶ ἐν ἄλλῃσι μίξεσι, γλυκὺ μᾶλλον καὶ ἧττον. [Nutr. 28] Ἀραιότης σώματος ἐς διαπνοίην οἷς πλέον ἀφαιρεῖται ὑγιεινόν· πυκνότης σώματος ἐς διαπνοίην οἷς ἔλασσον ἀφαιρεῖται νοσηλόν· οἱ διαπνεόμενοι καλῶς ἀσθενέστεροι καὶ ὑγιεινότεροι καὶ εὐανάσφαλτοι, οἱ διαπνεόμενοι κακῶς πρὶν ἢ νοσεῖν ἰσχυρότεροι, νοσήσαντες δὲ δυσανάσφαλτοι· ταῦτα δὲ καὶ ὅλῳ καὶ μέρει. [Nutr. 29] πλεύμων ἐναντίην σώματος τροφὴν ἕλκει, τὰ δ’ ἄλλα πάντα τὴν αὐτήν. [Nutr. 30] ἀρχὴ τροφῆς πνεύματος, ῥῖνες, στόμα, βρόγχος, πλεύμων, καὶ ἡ ἄλλη διαπνοίη· ἀρχὴ τροφῆς καὶ ὑγρῆς καὶ ξηρῆς, στόμα, στόμαχος, κοιλίη. ἡ δὲ ἀρχαιοτέρη τροφὴ διὰ τοῦ ἐπιγαστρίου, ᾗ ὁ ὀμφαλός. [Nutr. 31] ῥίζωσις φλεβῶν ἧπαρ, ῥίζωσις ἀρτηριῶν καρδίη· ἐκ τούτων ἀποπλανᾶται ἐς πάντα αἷμα καὶ πνεῦμα, καὶ θερμασίη διὰ τούτων φοιτᾷ. [Nutr. 32] δύναμις μία καὶ οὐ μία, ᾗ πάντα ταῦτα καὶ τὰ ἑτεροῖα διοικεῖται, ἡ μὲν ἐς ζωὴν ὅλου καὶ μέρεος, ἡ δὲ ἐς αἴσθησιν ὅλου καὶ μέρεος. [Nutr. 33] γάλα τροφή, οἷς γάλα τροφὴ κατὰ φύσιν, ἄλλοισι δὲ οὐχί, ἄλλοισι δὲ οἶνος τροφή, καὶ ἄλλοισιν οὐχί, καὶ σάρκες καὶ ἄλλαι ἰδέαι τροφῆς πολλαί, καὶ κατὰ χώρην καὶ κατ’ ἐθισμόν. [Nutr. 34] τρέφεται δὲ τὰ μὲν ἐς αὔξησιν καὶ ἐς τὸ εἶναι, τὰ δὲ ἐς τὸ εἶναι μοῦνον, οἷον γέροντες, τὰ δὲ πρὸς τούτῳ καὶ ἐς ῥώμην. διάθεσις ἀθλητικὴ οὐ φύσει· ἕξις ὑγιεινὴ κρείσσων ἐν πᾶσιν. [Nutr. 35] μέγα τὸ πόσον εὐστόχως ἐς δύναμιν συναρμοσθέν. [Nutr. 36] γάλα καὶ αἷμα τροφῆς πλεονασμός. [Nutr. 37] περίοδοι ἐς πολλὰ σύμφωνοι, ἐς ἔμβρυον ἐς τὴν τούτου τροφήν. αὖτις δ’ ἄνω ῥέπει ἐς γάλα καὶ ἐς τροφὴν βρέφεος. [Nutr. 38] ζωοῦται τὰ μὴ ζῷα, ζωοῦται τὰ ζῷα, ζωοῦται τὰ μέρεα τῶν ζῴων. [Nutr. 39] φύσιες πάντων ἀδίδακτοι. [Nutr. 40] αἷμα ἀλλότριον ὠφέλιμον, αἷμα ἴδιον ὠφέλιμον, αἷμα ἀλλότριον βλαβερόν, αἷμα ἴδιον βλαβερόν, χυμοὶ ἴδιοι βλαβεροί, χυμοὶ ἀλλότριοι βλαβεροί, χυμοὶ ἀλλότριοι συμφέροντες, χυμοὶ ἴδιοι συμφέροντες, τὸ σύμφωνον διάφωνον, τὸ διάφωνον σύμφωνον, γάλα ἀλλότριον ἀστεῖον, γάλα ἴδιον φλαῦρον, γάλα ἀλλότριον βλαβερόν, γάλα ἴδιον ὠφέλιμον. [Nutr. 41] σιτίον νέοις ἀκροσαπές, γέρουσιν ἐς τέλος μεταβεβλημένον, ἀκμάζουσιν ἀμετάβλητον. [Nutr. 42] ἐς τύπωσιν λε’ ἠέλιοι, ἐς κίνησιν ο’, ἐς τελειότητα σι’· ἄλλοι, ἐς ἰδέην με’, ἐς κίνησιν σ’, ἐς ἔξοδον σο’· ἄλλοι, ν’ ἐς ἰδέην, ἐς πρῶτον ἅλμα ρ’, ἐς τελειότητα τ’. ἐς διάκρισιν μ’, ἐς μετάβασιν ρ’, ἐς ἔκπτωσιν σμ’. οὐκ ἔστι καὶ ἔστι. γίνεται δὲ ἐν τούτοις καὶ πλείω καὶ ἐλάσσω, καὶ καθ’ ὅλον καὶ κατὰ μέρος, οὐ πολλὸν δὲ καὶ πλείω πλείω καὶ ἐλάσσω ἐλάσσω. [Nutr. 43] ὀστέων τροφὴ ἐκ κατήξιος, ῥινὶ δὶς πέντε, γνάθῳ καὶ κληῖδι καὶ πλευρῇσι διπλάσιαι, πήχει τριπλάσιαι, κνήμῃ καὶ βραχίονι τετραπλάσιαι, μηρῷ πενταπλάσιαι, καὶ εἴ τι ἐν τούτοις δύναται πλέον ἢ ἔλασσον. [Nutr. 44] αἷμα ὑγρὸν καὶ αἷμα στερεόν. αἷμα ὑγρὸν ἀστεῖον, αἷμα ὑγρὸν φλαῦρον· αἷμα στερεὸν ἀστεῖον, αἷμα στερεὸν φλαυρόν· πρός τι πάντα φλαῦρα καὶ πάντα ἀστεῖα. [Nutr. 45] ὁδὸς ἄνω κάτω. [Nutr. 46] δύναμις τροφῆς κρέσσων ἢ ὄγκος, ὄγκος τροφῆς κρέσσων ἢ δύναμις, καὶ ἐν ὑγροῖς καὶ ἐν ξηροῖς. [Nutr. 47] ἀφαιρεῖ καὶ προστίθησιν οὐ τωὐτό, τῷ μὲν ἀφαιρεῖ, τῷ δὲ προστίθησι τωὐτό. [Nutr. 48] φλεβῶν διασφύξιες καὶ ἀναπνοὴ πλεύμονος καθ’ ἡλικίην, καὶ σύμφωνα καὶ διάφωνα, καὶ νούσου καὶ ὑγιείης σημεῖα, καὶ ὑγιείης μᾶλλον ἢ νούσου καὶ νούσου μᾶλλον ἢ ὑγιείης· τροφὴ γὰρ καὶ πνεῦμα. [Nutr. 49] ὑγρὴ τροφὴ εὐμετάβλητος μᾶλλον ἢ ξηρή· ξηρὴ τροφὴ εὐμετάβλητος μᾶλλον ἢ ὑγρή· ἡ δυσαλλοίωτος δυσεξανάλωτος, ἡ εὐπρόσθετος εὐεξανάλωτος. [Nutr. 50] καὶ ὁκόσοι ταχείης προσθέσιος δέονται, ὑγρὸν ἴημα ἐς ἀνάληψιν δυνάμιος κράτιστον· ὁκόσοι δὲ ἔτι ταχυτέρης, δι’ ὀσφρήσιος. ὁκόσοι δὲ βραδυτέρης προσθέσιος δέονται, στερεὴ τροφή. [Nutr. 51] Μῦες στερεώτεροι δυσέκτηκτοι ⟨μᾶλλον⟩ τῶν ἄλλων, παρὲξ ὀστέου καὶ νεύρου· δυσμετάβλητα τὰ γεγυμνασμένα, κατὰ γένος αὐτὰ ἑωυτῶν ἰσχυρότερα ἐόντα, διὰ τοῦτο αὐτὰ ἑωυτῶν δυστηκτότερα. [Nutr. 52] πύον τὸ ἐκ σαρκός· πυῶδες τὸ ἐξ αἵματος καὶ ἐξ ἄλλης ὑγρασίης· πύον τροφὴ ἕλκεος· πυῶδες τροφὴ φλεβός, ἀρτηρίης. [Nutr. 53] μυελὸς τροφὴ ὀστέου, διὰ τοῦτο ἐπιπωροῦται. [Nutr. 54] δύναμις πάντα αὔξει καὶ τρέφει καὶ βλαστάνει. [Nutr. 55] Ὑγρασίη τροφῆς ὄχημα. ## Παραγγελίαι [Prec. 1] χρόνος ἐστὶν ἐν ᾧ καιρός, καὶ καιρὸς ἐν ᾧ χρόνος οὐ πολύς· ἄκεσις χρόνῳ, ἔστι δὲ ἡνίκα καὶ καιρῷ. δεῖ γε μὴν ταῦτα εἰδότα μὴ λογισμῷ πρότερον πιθανῷ προσέχοντα ἰητρεύειν, ἀλλὰ τριβῇ μετὰ λόγου. ὁ γὰρ λογισμὸς μνήμη τίς ἐστι συνθετικὴ τῶν μετ’ αἰσθήσιος ληφθέντων. ἐφαντασιώθη γὰρ ἐναργέως ἡ αἴσθησις προπαθὴς καὶ ἀναπομπὸς ἐοῦσα ἐς διάνοιαν τῶν ὑποκειμένων, ἡ δὲ παραδεξαμένη πολλάκις, οἷς ὅτε ὁκοίως τηρήσασα, καὶ ἐς ἑωυτὴν καταθεμένη, ἐμνημόνευσεν. συγκαταινέω μὲν οὖν καὶ τὸν λογισμόν, ἤνπερ ἐκ περιπτώσιος ποιῆται τὴν ἀρχήν, καὶ τὴν καταφορὴν ἐκ τῶν φαινομένων μεθοδεύῃ. ἐκ γὰρ τῶν ἐναργέως ἐπιτελεομένων ἢν τὴν ἀρχὴν ποιήσηται ὁ λογισμός, ἐν διανοίης δυνάμει ὑπάρχων εὑρίσκεται, παραδεχομένης αὐτῆς ἕκαστα παρ’ ἄλλων. ὑποληπτέον οὖν τὴν φύσιν ὑπὸ τῶν πολλῶν καὶ παντοίων πρηγμάτων κινηθῆναί τε καὶ διδαχθῆναι, βίης ὑπεούσης· ἡ δὲ διάνοια παρ’ αὐτῆς λαβοῦσα, ὡς προεῖπον, ὕστερον ἐς ἀληθείην ἤγαγεν. εἰ δὲ μὴ ἐξ ἐναργέος ἐφόδου, ἐκ δὲ πιθανῆς ἀναπλάσιος λόγου, πολλάκις βαρείην καὶ ἀνιηρὴν ἐπήνεγκε διάθεσιν. οὗτοι δὲ ἀνοδίην χειρίζουσι. τί γὰρ ἂν ἦν κακόν, ἢν τὰ ἐπίχειρα ἐκομίζοντο οἱ τὰ τῆς ἰητρικῆς ἔργα κακῶς δημιουργέοντες; νῦν δὲ τοῖς ἀναιτίοις ἐοῦσι τῶν καμνόντων, ὁκόσοις οὐχ ἱκανὴ ἐφαίνετο ἐοῦσα τοῦ νοσεῖν βίη, εἰ μὴ συνέλθοι τῇ τοῦ ἰητροῦ ἀπειρίῃ. περὶ μὲν οὖν τούτων ἅλις ἔστω διειλεγμένα. [Prec. 2] τῶν δ’ ὡς λόγου μόνου συμπεραινομένων μὴ εἴη ἐπαύρασθαι, τῶν δὲ ὡς ἔργου ἐνδείξιος· σφαλερὴ γὰρ καὶ εὔπταιστος ἡ μετ’ ἀδολεσχίης ἰσχύρισις. διὸ καὶ καθόλου δεῖ ἔχεσθαι τῶν γινομένων, καὶ περὶ ταῦτα μὴ ἐλαχίστως γίνεσθαι, ἢν μέλλῃ ἕξειν ῥηϊδίην καὶ ἀναμάρτητον ἕξιν ἣν δὴ ἰητρικὴν προσαγορεύομεν. κάρτα γὰρ μεγάλην ὠφελίην περιποιήσει τοῖς γε νοσέουσι καὶ τοῖς τούτων δημιουργοῖς. μὴ ὀκνεῖν δὲ παρὰ ἰδιωτέων ἱστορεῖν, ἤν τι δοκῇ συνοίσειν ἐς καιρὸν θεραπείης. οὕτω γὰρ δοκέω τὴν σύμπασαν τέχνην ἀναδειχθῆναι, διὰ τὸ ἐξ ἑκάστου τι τοῦ τέλους τηρηθῆναι καὶ ἐς ταὐτὸ συναλισθῆναι. προσέχειν οὖν δεῖ τῇ περιπτώσει τῇ ὡς ἐπὶ τὸ πολύ, καὶ μετ’ ὠφελίης καὶ ἠρεμαιότητος μᾶλλον ἢ ἐπαγγελίης καὶ ἀπολογίης τῆς μετ’ ἀπρηξίης. [Prec. 3] χρήσιμος δὲ καὶ ποικίλος τῶν προσφερομένων τῷ νοσέοντι καὶ ὁ προορισμός, ὅτι μόνον τι προσενεχθὲν ὠφελήσει· οὐ γὰρ ἰσχυρίσιος δεῖ· πάντα γὰρ τὰ πάθη διὰ πολλὰς περιστάσιας καὶ μεταβολὰς μονῇ τινι προσκαθίζει. [Prec. 4] Παραινέσιος δ’ ἂν καὶ τοῦτο ἐπιδεηθείη τῆς θεωρίης· συμβάλλει γάρ τι τῷ σύμπαντι· εἰ γὰρ ἄρξαιο περὶ μισθαρίων τῷ μὲν ἀλγέοντι τοιαύτην διανόησιν ἐμποιήσεις τὴν ὅτι ἀπολιπὼν αὐτὸν πορεύσει μὴ συνθέμενος, ἢ ὅτι ἀμελήσεις καὶ οὐχ ὑποθήσει τινὰ τῷ παρεόντι. ἐπιμελεῖσθαι οὖν οὐ δεῖ περὶ στάσιος μισθοῦ· ἄχρηστον γὰρ ἡγεύμεθα ἐνθύμησιν ὀχλεομένῳ τὴν τοιαύτην, πολὺ δὲ μᾶλλον ἐν ὀξεῖ νοσήματι· νούσου γὰρ ταχυτὴς καιρὸν μὴ διδοῦσα ἐς ἀναστροφὴν οὐκ ἐποτρύνει τὸν καλῶς ἰητρεύοντα ζητεῖν τὸ λυσιτελές, ἔχεσθαι δὲ δόξης μᾶλλον. κρέσσον οὖν σῳζομένοις ὀνειδίζειν ἢ ὀλεθρίως ἔχοντας προμύσσειν. [Prec. 5] καί τοι ἔνιοι νοσέοντες ἀξιοῦσι τὸ ξενοπρεπὲς καὶ τὸ ἄδηλον προκρίνοντες, ἄξιοι μὲν ἀμελείης, οὐ μέντοι γε κολάσιος. διὸ τούτοις ἀντιτάξει εἰκότως μεταβολῆς ἐπὶ σάλου πορευομένοις. τίς γάρ, ὦ πρὸς Διός, ἠδελφισμένος ἰητρὸς ἰητρεύει τοσαύτῃ ἀτεραμνίῃ ὥστε ἐν ἀρχῇ ἀνακρίνοντα πᾶν πάθος μὴ οὐχ ὑποθέσθαι τινὰ συμφέροντα ἐς θεραπείην, ἀποθεραπεῦσαί τε τὸν νοσέοντα καὶ μὴ παριδεῖν τὴν ἐπικαρπίην, ἄνευ τῆς ἐπισκευαζούσης ἐς μάθησιν ἐπιθυμίης; [Prec. 6] παρακελεύομαι δὲ μὴ λίην ἀπανθρωπίην ἐσάγειν, ἀλλ’ ἀποβλέπειν ἔς τε περιουσίην καὶ οὐσίην· ὁτὲ δὲ προῖκα, ἀναφέρων μνήμην εὐχαριστίης προτέρην ἢ παρεοῦσαν εὐδοκίην. ἢν δὲ καιρὸς εἴη χορηγίης ξένῳ τε ἐόντι καὶ ἀπορέοντι, μάλιστα ἐπαρκεῖν τοῖς τοιούτοις· ἢν γὰρ παρῇ φιλανθρωπίη, πάρεστι καὶ φιλοτεχνίη. ἔνιοι γὰρ νοσέοντες ᾐσθημένοι τὸ περὶ ἑωυτοὺς πάθος μὴ ἐὸν ἐν ἀσφαλείῃ, καὶ τῇ τοῦ ἰητροῦ ἐπιεικείῃ εὐδοκέουσι, μεταλλάσσοντες ἐς ὑγιείην. εὖ δ’ ἔχει νοσεόντων μὲν ἐπιστατεῖν, ἕνεκεν ὑγιείης, ὑγιαινόντων δὲ φροντίζειν, ἕνεκεν ἀνοσίης· φροντίζειν καὶ ἑωυτῶν ἕνεκεν εὐσχημοσύνης. [Prec. 7] οἱ μὲν οὖν ἐόντες ἐν βυθῷ ἀτεχνίης τῶν προλελεγμένων οὐκ ἂν αἰσθάνοιντο. καὶ γὰρ οὗτοι ἀνίητροι ἐόντες ἐλέγχοιντ’ ἂν ἐκ ποδὸς ὑψεύμενοι, τύχης γε μὴν δεόμενοι. ὑπὸ γάρ τινων εὐπόρων, καὶ στενῶν ἔνδοσιν ἀναλαμβανόντων, ἑκατέρῃ ἐπὴν ἐπιτύχωσι, εὐδοκιμέουσι, καὶ διαπιπτόντων ἐπὶ τὸ χεῖρον καταχλιδεῦσι, καταμεμεληκότες τὰ τῆς τέχνης ἀνυπεύθυνα, ἐφ’ οἷς ἂν ἰητρὸς ἀγαθὸς ἀκμάζοι ὁμότεχνος καλεόμενος. ὁ δὲ τὰς ἀκέσιας ἀναμαρτήτους ῥηϊδίως ἐπιτελέων οὐδὲν ἂν τούτων παραβαίη σπάνει τοῦ δύνασθαι· οὐ γὰρ ἄπιστός ἐστιν ὡς ἐν ἀδικίῃ. πρὸς γὰρ θεραπείην οὐ γίνονται σκοπέοντες διάθεσιν φλεβονώδεα, φυλασσόμενοι ἑτέρων ἰητρῶν ἐπεσαγωγήν, ἐνόντες ἐν μισοπονηρίῃ βοηθήσιος. οἵ τε νοσέοντες ἀνιώμενοι νήχονται ἐπὶ ἑκατέρῃ μοχθηρίῃ μὴ ἐγκεχειρικότες ἑωυτοὺς ἕως τέλεος τῇ ἐν τῇ τέχνῃ πλείονι θεραπείῃ· ἄνεσις γὰρ νούσου τινὸς κάμνοντι παρέχει μεγάλην ἀλεωρήν· διὸ δεόμενοι τὴν ὑγιεινὴν διάθεσιν οὐκ ἐθέλουσι τὴν αὐτὴν χρῆσιν αἰεὶ προσδέχεσθαι, ὁμονοέοντες ἰητροῦ ποικιλίῃ. πολυτελείης γὰρ ἀπορέουσιν οἱ νοσέοντες, κακοτροπίῃ προσκυνέοντες καὶ ἀχαριστέοντες συντιχεῖν. δυνατοὶ ἐόντες εὐπορεῖν, διαντλίζονται περὶ μισθαρίων, ἀτρεκέως ἐθέλοντες ὑγιέες εἶναι εἵνεκεν … ἐργασίης τόκων ἢ γεωργίης, ἀφροντιστέοντες περὶ αὐτῶν λαμβάνειν. [Prec. 8] περὶ σημασίης τοιαύτης ἅλις ἔστω· ἄνεσις γὰρ καὶ ἐπίτασις νοσέοντος ἐπινέμησιν ἰητρικὴν κέχρηνται. οὐκ ἀσχήμων δέ, οὐδ’ ἤν τις ἰητρὸς στενοχωρέων τῷ παρεόντι ἐπί τινι νοσέοντι καὶ ἐπισκοτεόμενος τῇ ἀπειρίῃ κελεύῃ καὶ ἑτέρους ἐσάγειν, εἵνεκα τοῦ ἐκ κοινολογίης ἱστορῆσαι τὰ περὶ τὸν νοσέοντα, καὶ συνεργοὺς γενέσθαι ἐς εὐπορίην βοηθήσιος. ἐν γὰρ κακοπαθείης παρεδρίῃ ἐπιτείνοντος τοῦ πάθεος, δι’ ἀπορίην τὰ πλεῖστα ἐκκλίνουσι τῷ παρέοντι· θαρρητέον οὖν ἐν καιρῷ τοιούτῳ· οὐδέποτε γὰρ ἐγὼ τὸ τοιοῦτο ὁριεῦμαι, ὅτι ἡ τέχνη κέκριται περὶ τούτου. μηδέποτε φιλονεικεῖν προσκυρέοντας ἑωυτοῖσι καὶ κατασιλλαίνειν· ὃ γὰρ ἂν μεθ’ ὅρκου ἐρέω, οὐδέποτε ἰητροῦ λογισμὸς φθονήσειεν ἂν ἑτέρῳ· ἀκιδνὸς γὰρ ἂν φανείη· ἀλλὰ μᾶλλον οἱ ἀγχιστεύοντες ἀγοραίης ἐργασίης πρήσσουσι ταῦτα εὐμαρέως. καίτοι γε οὐδὲ ψευδέως κατανενόηται· πάσῃ γὰρ εὐπορίῃ ἀπορίη ἔνεστι. [Prec. 9] μετὰ τούτων δὲ πάντων μέγα ἂν τεκμήριον φανείη σὺν τῇ οὐσίῃ τῆς τέχνης, εἴ τις καλῶς ἰητρεύων προσαγορεύσιος τοιαύτης μὴ ἀποσταίη, κελεύων τοῖσι νοσέουσι μηδὲν ὀχλεῖσθαι κατὰ διάνοιαν ἐν τῷ σπεύδειν ἀφικέσθαι ἐς καιρὸν σωτηρίης· ἡγεύμεθα γὰρ ἃ χρὴ ἐς τὴν ὑγιείην. καὶ προστασσόμενός γε οὐ διαμαρτήσει· αὐτοὶ μὲν γὰρ οἱ νοσέοντες διὰ τὴν ἀλγεινὴν διάθεσιν ἀπαυδέοντες ἑωυτούς τε … μεταλλάσσουσι τῆς ζωῆς· ὁ δ’ ἐγκεχειρισμένος τὸν νοσέοντα, ἢν ἀποδείξῃ τὰ τῆς τέχνης ἐξευρήματα, σῴζων οὐκ ἀλλοιῶν φύσιν, ἀποίσει τὴν παρεοῦσαν ⟨ἀθυμίην⟩ ἢ τὴν παραυτίκα ἀπιστίην. ἡ γὰρ τοῦ ἀνθρώπου εὐεξίη φύσις τίς ἐστι φύσει περιπεποιημένη κίνησιν οὐκ ἀλλοτρίην, ἀλλὰ λίην γε εὐαρμοστεῦσαν, πνεύματί τε καὶ θερμασίῃ καὶ χυμῶν κατεργασίῃ, πάντη τε καὶ πάσῃ διαίτῃ καὶ τοῖσι σύμπασι δεδημιουργημένη, ἢν μή τι ἐκ γενετῆς ἢ ἀπ’ ἀρχῆς ἔλλειμα ᾖ· ἢν δὲ γένηταί τι, ἐξιτήλου ἐόντος, πειρᾶσθαι ἐξομοιοῦν τῇ ὑποκειμένῃ· παρὰ γὰρ φύσιν τὸ μινύθημα καὶ διὰ χρόνου. [Prec. 10] Φευκτέη δὲ καὶ θρύψις ἐπικρατίδων διὰ προσκύρησιν ἀκέσιος, ὀδμή τε περίεργος· διὰ γὰρ ἱκανὴν ἀσυνηθείην διαβολὴν κεκτήσει, διὰ δὲ ὀλίγην, εὐσχημοσύνην· ἐν γὰρ μέρει πόνος ὀλίγος, ἐν πᾶσι ἱκανός. εὐχαρίην δὲ οὐ περιαιρέω· ἀξίη γὰρ ἰητρικῆς προστασίης. [Prec. 11] προσθέσιος δὲ δι’ ὀργάνων καὶ σημαντικῶν ἐπιδείξιος, καὶ τῶν τοιουτοτρόπων μνήμην παρεῖναι. [Prec. 12] ἤν δὲ καὶ εἵνεκεν ὁμίλου θέλῃς ἀκρόασιν ποιήσασθαι, οὐκ ἀγακλεῶς ἐπιθυμεῖς, μὴ μέντοι γε μετὰ μαρτυρίης ποιητικῆς· ἀδυναμίην γὰρ ἐμφαίνει φιλοπονίης· ἀπαρνέομαι γὰρ ἐς χρῆσιν ἑτέρην φιλοπονίην μετὰ πόνου ἱστοριευμένην, διὸ ἐν ἑωυτῇ μούνῃ αἵρεσιν ἔχουσαν χαρίεσσαν· περιποιήσει γὰρ κηφῆνος μετὰ παραπομπῆς ματαιοκοπίην. [Prec. 13] Εὐκτέη δὲ καὶ διάθεσις ἐκτὸς ἐοῦσα ὀψιμαθίης· παρεόντων μὲν οὐδὲν ἐπιτελεῖ· ἀπεόντων δὲ μνήμη ἀνεκτή. γίνεται τοίνυν πάμμαχος ἀτυχίη, μετὰ λύμης νεαρῆς, ἀφροντιστεῦσα εὐπρεπίης, ὁρισμοῖς τε καὶ ἐπαγγελίῃσιν, ὅρκοις τε παμμεγέθεσιν θεῶν εἵνεκεν, ἰητροῦ προστατέοντος νούσου, ἀναγνώσιος συνεχείης κατηχήσιός τε ἰδιωτέων φιλαλυστέων λόγους ἐκ μεταφορῆς διαζηλευομένων, καὶ πρὶν ἢ νούσῳ καταπορέωσιν ἠθροισμένων. τῶν μὲν οὖν ταιούτων ὅποι ἂν καὶ ἐπιστατήσαιμι, οὐκ ἂν ἐπὶ θεραπείης συλλόγου αἰτήσαιμι ἂν θαρσαλέως βοηθείην· ἱστορίης γὰρ εὐσχήμονος σύνεσις ἐν τούτοις διεσπασμένη. τούτων οὖν δι’ ἀνάγκην ἀσυνέτων ἐόντων, παρακελεύομαι χρησίμην εἶναι τὴν τρίβην, μεθυστέρησιν δογμάτων ἱστορίης. τίς γὰρ ἐπιθυμεῖ δογμάτων μὲν πολυσχιδίην ἀτρεκέως ἐθέλων ἱστορεῖν, μετὰ δὲ χειροτριβίης ἀτρεμεότητα; διὸ παραινέω τούτοις λέγουσι μὲν προσέχειν, ποιέουσι δὲ ἐγκόπτειν. [Prec. 14] Συνεσταλμένης διαίτης μὴ μακρὴν ἐγχειρεῖν τοῦ κάμνοντος χρονίην ἐπιθυμίην· ἀνίστησι καὶ συγχωρίη ἐν χρονίῃ νούσῳ, ἤν τις προσέχῃ τυφλῷ τὸ δέον. ὡς μέγας φόβος φυλακτέος, καὶ χαρᾶς δεινότης. ἠέρος αἰφνιδίη ταραχὴ φυλακτέη. ἀκμὴ ἡλικίης πάντα ἔχει χαρίεντα, ἀπόληξις δὲ τοὐναντίον. ἀσαφίη δὲ γλώσσης γίνεται ἢ διὰ πάθος, ἢ διὰ τὰ ὦτα, ἢ πρὶν τὰ πρότερα ἐξαγγεῖλαι ἕτερα ἐπιλαλεῖν, ἢ πρὶν τὸ διανενοημένον εἰπεῖν ἕτερα ἐπιδιανοεῖσθαι· τοῦτο μὲν οὖν ἄνευ πάθους ὁρατοῦ λελεγμένου μάλιστα συμβαίνει φιλοτεχνοῦσιν, ἡλικίης, σμικροῦ ἐόντος τοῦ ὑποκειμένου, δύναμις ἐνίοτε παμπολλή. νούσου ἀταξίη μῆκος σημαίνει· κρίσις δὲ ἀπόλυσις νούσου. σμικρὴ αἰτίη ἄκεσις γίνεται, ἢν μή τι περὶ τόπον καίριον πάθῃ. διότι συμπάθησις ὑπὸ λύπης ἐοῦσα ὀχλεῖ, ἐξ ἑτέρου συμπαθείης τινὲς ὀχλεῦνται. καταύδησις λυπεῖ. φιλοπονίης κραταιῆς ὑποπαραίτησις. † ἀλυώδης † τόπος ὀνησιφόρος.