Συγγράμματα, τόμος Βʹ — Hippocrates =================================== ΙΠΠΟΚΡΑΤΟΥΣ ΣΥΓΓΡΑΜΜΑΤΑ Βʹ Translation/edition: Greek text (Littré) Language: Ancient Greek Read in Plato Scroll: https://plato-scroll.com/s/hippocrates-2/ This file: https://plato-scroll.com/text/hippocrates-2-e.txt Other editions of this work: - Francis Adams (1849): https://plato-scroll.com/text/hippocrates-2.txt Sources and licences: https://plato-scroll.com/attribution.html Numbers in [brackets] are the edition's reference loci (Stephanus, Bekker, book.line, page...). Superscript numerals refer to the Notes at the end. ## Περὶ τῶν ἐν κεφαλῇ τρωμάτων [Head 1] τῶν ἀνθρώπων αἱ κεφαλαὶ οὐδὲν ὁμοίως σφίσιν αὐταῖς, οὐδὲ αἱ ῤαφαὶ τῆς κεφαλῆς πάντων κατὰ ταὐτὰ πεφύκασιν. ἀλλ’ ὅστις μὲν ἔχει ἐκ τοῦ ἔμπροσθεν τῆς κεφαλῆς προβολὴν (ἡ δὲ προβολή ἐστι τὸ τοῦ ὀστέου ἐξέχον στρογγύλον παρὰ τὸ ἄλλο), τουτέου εἰσὶν αἱ ῤαφαὶ πεφυκυῖαι ἐν τῇ κεφαλῇ, ὡς γράμμα τὸ ταῦ, Τ, γράφεται· τὴν μὲν γὰρ βραχυτέρην γραμμὴν ἔχει πρὸ τῆς προβολῆς ἐπικαρσίην πεφυκυῖαν· τὴν δ’ ἑτέρην γραμμὴν ἔχει διὰ μέσης τῆς κεφαλῆς κατὰ μῆκος πεφυκυῖαν ἐς τὸν τράχηλον αἰεί. ὅστις δ’ ὄπισθεν τῆς κεφαλῆς τὴν προβολὴν ἔχει, αἱ ῤαφαὶ τουτέῳ πεφύκασι τἀναντία ἢ τῷ προτέρῳ· ἡ μὲν γὰρ βραχυτέρη γραμμὴ πρὸ τῆς προβολῆς πέφυκεν ἐπικαρσίη· ἡ δὲ μακροτέρη διὰ μέσης τῇς κεφαλῆς πέφυκε κατὰ μῆκος ἐς τὸ μέτωπον αἰεί. ὅστις δὲ ἀμφοτέρωθεν τῆς κεφαλῆς προβολὴν ἔχει, ἐκ τε τοῦ ἔμπροσθεν καὶ ἐκ τοῦ ὄπισθεν, τουτέῳ αἱ ῤαφαί εἰσιν ὁμοίως πεφυκυῖαι ὡς γράμμα τὸ ἦτα, ⟨Η⟩, γράφεται· πεφύκασι δὲ τῶν γραμμέων αἱ μὲν μακραὶ, πρὸ τῆς προβολῆς ἑκατέρης ἐπικάρσιαι πεφυκυῖαι· ἡ δὲ βραχείη διὰ μέσης τῆς κεφαλῆς κατὰ μῆκος πρὸς ἑκατέρην τελευτῶσα τὴν μακρὴν γραμμήν. ὅστις δὲ μηδ’ ἑτέρωθι μηδεμίαν προβολὴν ἔχει, οὗτος ἔχει τὰς ῤαφὰς τῆς κεφαλῆς, ὡς γράμμα τὸ χῖ, Χ, γράφεται· πεφύκασι δὲ αἱ γραμμαὶ, ἡ μὲν ἑτέρη ἐπικαρσίη πρὸς τὸν κρόταφον ἀφίκουσα· ἡ δὲ ἑτέρη, κατὰ μῆκος διὰ μέσης τῆς κεφαλῆς. Δίπλοον δ’ ἐστὶ τὸ ὀστέον κατὰ μέσην τὴν κεφαλήν· σκληρότατον δὲ καὶ πυκνότατον αὐτέου πέφυκεν τό τε ἀνώτατον, ᾗ ἡ ὁμοχροίη τοῦ ὀστέου ἡ ὑπὸ τῇ σαρκὶ, καὶ τὸ κατώτατον τὸ πρὸς τῇ μήνιγγι, ᾗ ἡ ὁμοχροίη τοῦ ὀστέου ἡ κάτω· ἀποχωρέον δὲ ἀπὸ τοῦ ἀνωτάτου ὀστέου καὶ τοῦ κατωτάτου, ἀπὸ τῶν σκληροτάτων καὶ πυκνοτάτων ἐπὶ τὸ μαλθακώτερον καὶ ἧσσον πυκνὸν καὶ ἐπικοιλότερον ἐς τὴν διπλόην αἰεί. ἡ δὲ διπλόη κοιλότατον καὶ μαλθακώτατον καὶ μάλιστα σηραγγῶδές ἐστιν. ἔστι δὲ καὶ πᾶν τὸ ὀστέον τῆς κεφαλῆς, πλὴν κάρτα ὀλίγου τοῦ τε ἀνωτάτου καὶ τοῦ κατωτάτου, σπόγγῳ ὅμοιον· καὶ ἔχει τὸ ὀστέον ἐν ἑωυτῷ ὁκοῖα σαρκία πολλὰ καὶ ὑγρὰ, καὶ εἴ τις αὐτὰ διατρίβοι τοῖσι δακτύλοισιν, αἷμα ἂν διαγίγνοιτο ἐξ αὐτέων. ἔνι δ’ ἐν τῷ ὀστέῳ καὶ φλέβια λεπτότερα καὶ κοιλότερα, αἵματος πλέα. σκληρότητος μὲν οὖν καὶ μαλθακότητος καὶ κοιλότητος ὧδε ἔχει. [Head 2] παχύτητι δὲ καὶ λεπτότητι, ξυμπάσης τῆς κεφαλῆς τὸ ὀστέον λεπτότατόν ἐστιν καὶ ἀσθενέστατον τὸ κατὰ βρέγμα, καὶ σάρκα ὀλιγίστην καὶ λεπτοτάτην ἔχει ἐφ’ ἑωυτέῳ ταύτῃ τῆς κεφαλῆς τὸ ὀστέον, καὶ ὁ ἐγκέφαλος κατὰ τοῦτο τῆς κεφαλῆς πλεῖστος ὕπεστιν. καὶ δὴ, ὅτι οὕτω ταῦτα ἔχει, τῶν τε τρωσίων καὶ τῶν βελέων ἴσων τε ἐόντων κατὰ μεγέθος, καὶ ἐλασσόνων, καὶ ὁμοίως τε τρωθεὶς καὶ ἧσσον, τὸ ὀστέον ταύτῃ τῆς κεφαλῆς φλᾶταί τε μᾶλλον καὶ ῤήγνυται, καὶ ἔσω ἐσφλᾶται, καὶ θανασιμώτερά ἐστι καὶ χαλεπώτερα ἰητρεύεσθαί τε καὶ ἐκφυγγάνειν τὸν θάνατον ταύτῃ ἤπου ἄλλοθι τῆς κεφαλῆς· ἐξίσων τε ἐόντων τῶν τρωμάτων καὶ ἡσσόνων, καὶ ὁμοίως τε τρωθεὶς καὶ ἧσσον, ἀποθνήσκει ὁ ἄνθρωπος, ὅταν καὶ ἄλλως μέλλῃ ἀποθανεῖσθαι ἐκ τοῦ τρώματος, ἐν ἐλάσσονι χρόνῳ ὁ ταύτῃ ἔχων τὸ τρῶμα τῆς κεφαλῆς, ἤπου ἄλλοθι. ὁ γὰρ ἐγκέφαλος τάχιστά τε καὶ μάλιστα κατὰ τὸ βρέγμα αἰσθάνεται τῶν κακῶν τῶν γιγνομένων ἔν τε τῇ σαρκὶ καὶ τῷ ὀστέῳ· ὑπὸ λεπτοτάτῳ γὰρ ὀστέῳ ἐστὶ ταύτῃ ὁ ἐγκέφαλος καὶ ὀλιγίστῃ σαρκὶ, καὶ ὁ πλεῖστος ἐγκέφαλος ὑπὸ τῷ βρέγματι κεῖται. τῶν δὲ ἄλλων τὸ κατὰ τοὺς κροτάφους ἀσθενέστατόν ἐστιν· ξυμβολή τε γὰρ τῆς κάτω γνάθου πρὸς τὸ κρανίον, καὶ κίνησις ἔνεστιν ἐν τῷ κροτάφῳ ἄνω καὶ κάτω ὥσπερ ἄρθρου· καὶ ἡ ἀκοὴ πλησίον γίγνεται αὐτέου, καὶ φλὲψ διὰ τοῦ κροτάφου τέταται κοίλη τε καὶ ἰσχυρή. ἰσχυρότερον δ’ ἐστὶ τῆς κεφαλῆς τὸ ὀστέον ἅπαν τὸ ὄπισθεν τῆς κορυφῆς καὶ τῶν οὐάτων, ἢ ἅπαν τὸ πρόσθεν, καὶ σάρκα πλέονα καὶ βαθυτέρην ἐφ’ ἑωυτέῳ ἔχει τοῦτο τὸ ὀστέον. καὶ δὴ, τουτέων οὕτως ἐχόντων ὑπὸ τῶν τε τρωσίων καὶ τῶν βελέων ἴσων ἐόντων καὶ ὁμοίων, καὶ μεζόνων, καὶ ὁμοίως τιτρωσκόμενος καὶ μᾶλλον, ταύτῃ τῆς κεφαλῆς τὸ ὀστέον ἧσσον ῤήγνυται καὶ φλᾶται ἔσω· κἢν μέλλῃ ὥνθρωπος ἀποθνήσκειν καὶ ἄλλως ἐκ τοῦ τρώματος, ἐν τῷ ὄπισθεν τῆς κεφαλῆς ἔχων τὸ τρῶμα, ἐν πλέονι χρόνῳ ἀποθανεῖται· ἐν πλέονι γὰρ χρόνῳ τὸ ὀστέον ἐμπυΐσκεταί τε καὶ διαπυΐσκεται κάτω ἐπὶ τὸν ἐγκέφαλον διὰ τὴν παχύτητα τοῦ ὀστέου, καὶ ἐλάσσων ταύτῃ τῆς κεφαλῆς ὁ ἐγκέφαλος ὕπεστι, καὶ πλέονες ἐκφυγγάνουσι τὸν θάνατον τῶν ὄπισθεν τιτρωσκομένων τῆς κεφαλῆς ὡς ἐπιτοπολὺ, ἢ τῶν ἔμπροσθεν. καὶ ἐν χειμῶνι πλέονα χρόνον ζῇ ὥνθρωπος ἢ ἐν θέρει, ὅστις καὶ ἄλλως μέλλει ἀποθανεῖσθαι ἐκ τοῦ τρώματος, ὁκουοῦν τῆς κεφαλῆς ἔχων τὸ τρῶμα. [Head 3] αἱ δὲ ἕδραι τῶν βελέων τῶν ὀξέων καὶ κουφοτέρων, αὐταὶ ἐπὶ σφῶν αὐτέων γινόμεναι ἐν τῷ ὀστέῳ, ἄνευ ῤωγμῆς τε καὶ φλάσιος, ἢ ἔσω ἐσφλάσιος (αὗται δὲ γίνονται ὁμοίως ἔν τε τῷ ἔμπροσθεν τῆς κεφαλῆς, καὶ ἐν τῷ ὄπισθεν), ἐκ τουτέων ὁ θάνατος οὐ γίνεται κατά γε δίκην, οὐδ’ ἢν γένηται. Ῥαφὴ δὲ ἐν ἕλκει φανεῖσα, ὀστέου ψιλωθέντος, πανταχοῦ τῆς κεφαλῆς τοῦ ἕλκεος γενομένου, ἀσθενέστατον γίγνεται τῇ τρώσει καὶ τῷ βέλει ἀντέχειν, εἰ τύχοι τὸ βέλος ἐς αὐτὴν τὴν ῤαφὴν στηριχθέν· πάντων δὲ μάλιστα ἐν τῷ βρέγματι γενόμενον κατὰ τὸ ἀσθενέστατον τῆς κεφαλῆς, καὶ αἱ ῤαφαὶ εἰ τύχοιεν ἐοῦσαι περὶ τὸ ἕλκος, καὶ τὸ βέλος αὐτέων τύχοι τῶν ῤαφῶν. [Head 4] τιτρώσκεται δὲ ὀστέον τὸ ἐν τῇ κεφαλῇ τοσούσδε τρόπους· τῶν δὲ τρόπων ἑκάστου πλέονες ἰδέαι γίγνονται τοῦ κατήγματος ἐν τῇ τρώσει. ὀστέον ῤήγνυται τιτρωσκόμενον, καὶ τῷ περιέχοντι ὀστέῳ τὴν ῤωγμὴν, ἀνάγκη φλάσιν προσγίγνεσθαι, ἤνπερ ῤαγῇ· τῶν γὰρ βελέων ὅ τι περ ῤήγνυσι τὸ ὀστέον, τὸ αὐτὸ τοῦτο καὶ φλᾷ τὸ ὀστέον ἢ μᾶλλον, ἢ ἧσσον, αὐτό τε ἐν ᾧπερ καὶ ῤήγνυσι τὴν ῤωγμὴν, καὶ τὰ περιέχοντα ὀστέα τὴν ῤώγμήν· εἷς οὗτος τρόπος. ἰδέαι δὲ ῤωγμέων παντοῖαι γίγνονται· καὶ γὰρ λεπτότεραί τε καὶ λεπταὶ πάνυ, ὥστε οὐ καταφανέες γίγνονται ἔστιν αἳ τῶν ῤωγμέων, οὔτε αὐτίκα μετὰ τὴν τρῶσιν, οὔτ’ ἐν τῇσιν ἡμέρῃσιν, ἐν ᾗσιν ἂν καὶ πλέον ὄφελος γένοιτο ἐκ τούτου τῷ ἀνθρώπῳ· αἱ δ’ αὖ παχύτεραί τε καὶ εὐρύτεραι ῤήγνυνται τῶν ῤωγμέων· ἔνιαι δὲ καὶ πάνυ εὐρέαι. ἔστι δὲ αὐτέων καὶ αἳ μὲν ἐπὶ μακρότερον ῤήγνυνται, αἳ δὲ ἐπὶ βραχύτερον. καὶ αἱ μὲν ἰθύτεραί τε καὶ ἰθεῖαι πάνυ, αἱ δὲ καμπυλώτεραί τε καὶ καμπύλαι· καὶ βαθύτεραί τε ἐς τὸ κάτω καὶ διὰ παντὸς τοῦ ὀστέου, καὶ ἧσσον βαθεῖαι ἐς τὸ κάτω, καὶ οὐ διὰ παντὸς τοῦ ὀστέου. [Head 5] Φλασθείη δ’ ἂν τὸ ὀστέον μένον ἐν τῇ ἑωυτοῦ φύσει, καὶ ῤωγμὴ τῇ φλάσει οὐκ ἂν προσγένοιτο ἐν τῷ ὀστέῳ οὐδεμία· δεύτερος οὗτος τρόπος. ἰδέαι δὲ τῆς φλάσιος πλείους γίγνονται· καὶ γὰρ μᾶλλόν τε καὶ ἧσσον φλᾶται, καὶ ἐς βαθύτερόν τε καὶ διὰ παντὸς τοῦ ὀστέου, καὶ ἧσσον ἐς βαθὺ, καὶ οὐ διὰ παντὸς τοῦ ὀστέου, καὶ ἐπὶ πλέον τε καὶ ἔλασσον μήκεός τε καὶ πλατύτητος. ἀλλ’ οὐ τουτέων τῶν ἰδεῶν οὐδεμίαν ἐστὶν ἰδόντα τοῖσιν ὀφθαλμοῖσι γνῶναι, ὁκοίη τίς ἐστι τὴν ἰδέην, καὶ ὁκόσητις τις τὸ μέγεθος· οὐδὲ γὰρ εἰ πέφλασται, ἢ μὴ πέφλασται, ἐόντων πεφλασμένων καὶ τοῦ κακοῦ γεγενημένου, γίγνεται τοῖσιν ὀφθαλμοῖσι καταφανὲς ἰδεῖν αὐτίκα μετὰ τὴν τρῶσιν, ὥσπερ οὐδὲ τῶν ῤωγμέων ἔνιαι ἑκὰς ἐοῦσαι. [Head 6] καὶ ἐῤῥωγότος τοῦ ὀστέου, ἐσφλᾶται τὸ ὀστέον ἐκ τῆς φύσιος τῆς ἑωυτοῦ ἔσω σὺν ῤωγμῇσιν· ἄλλως γὰρ οὐκ ἂν ἐσφλασθείη· τὸ γὰρ ἐσφλώμενον, ἀποῤῥηγνύμενόν τε καὶ καταγνύμενον, ἐσφλᾶται ἔσω ἀπὸ τοῦ ἄλλου ὀστέου μένοντος ἐν τῇ φύσει τῇ ἑωυτοῦ· καὶ δὴ οὕτω ῤωγμὴ ἂν προσείη τῇ ἐσφλάσει· τρίτος οὗτος τρόπος. ἐσφλᾶται δὲ τὸ ὀστέον πολλὰς ἰδέας· καὶ γὰρ ἐπὶ πλέον τοῦ ὀστέου καὶ ἐπ’ ἔλασσον, καὶ μᾶλλόν τε καὶ ἐς βαθύτερον κάτω, καὶ ἧσσόν τε καὶ ἐπιπολαιότερον. [Head 7] καὶ ἕδρης γενομένης ἐν τῷ ὀστέῳ βέλεος, προσγένοιτο ἂν ῤωγμὴ τῇ ἑδραίῃ· φλάσιν προσγενέσθαι ἀναγκαῖόν ἐστιν, ἢ μᾶλλον, ἢ ἧσσον, ἤνπερ καὶ ῤωγμὴ προσγένηται, ἐνθάπερ ἡ ἕδρη ἐγένετο καὶ ἡ ῤωγμὴ, καὶ ἐν τῷ ὀστέῳ τῷ περιέχοντι τήν τε ἕδρην καὶ τὴν ῤωγμήν· τέταρτος οὗτος τρόπος. καὶ ἕδρη μὲν ἂν γένοιτο, φλάσιν ἔχουσα τοῦ ὀστέου περὶ αὐτὴν, ῤωγμὴ δὲ οὐκ ἂν προσγένοιτο τῇ ἕδρῃ καὶ τῇ φλάσει ὑπὸ τοῦ βέλεος. καὶ ἕδρη δὲ τοῦ βέλεος γίγνεται ἐν τῷ ὀστέῳ· ἕδρη δὲ καλέεται, ὅταν, μένον τὸ ὀστέον ἐν τῇ ἑωυτοῦ φύσει, τὸ βέλος στηρίξαν ἐς τὸ ὀστέον δῆλον ποιήσῃ ὅκου ἐστήριξεν. ἐν δὲ τῷ τρόπῳ ἑκάστῳ πλέονες ἰδέαι γίγνονται· καὶ περὶ μὲν φλάσιός τε καὶ ῤωγμῆς, ἢν ἄμφω ταῦτα προσγένηται τῇ ἕδρῃ, καὶ ἢν φλάσις μούνη γένηται, ἤδη πέφρασται, ὅτι πολλαὶ ἰδέαι γίνονται καὶ τῆς φλάσιος καὶ τῆς ῤωγμῆς. ἡ δὲ ἕδρη αὐτὴ ἐφ’ ἑωυτῆς γίνεται, μακροτέρη καὶ βραχυτέρη ἐοῦσα, καὶ καμπυλωτέρη, καὶ ἰθυτέρη, καὶ κυκλοτερής· καὶ πολλαὶ ἄλλαι ἰδέαι τοῦ τοιουτέου τρόπου, ὁκοῖον ἄν τι καὶ τὸ σχῆμα τοῦ βέλεος ᾖ· αὐταὶ δὲ καὶ βαθύτεραι τὸ κάτω καὶ μᾶλλον καὶ ἧσσον, καὶ στενότεραι, καὶ εὐρύτεραι, καὶ πάνυ εὐρέαι. Ἣ διακέκοπται διακοπὴ δ’, ὁκοσητισοῦν γιγνομένη μήκεός τε καὶ εὐρύτητος ἐν τῷ ὀστέῳ, ἕδρη ἐστὶν, ἢν τὰ ἄλλα ὀστέα τὰ περιέχοντα τὴν διακοπὴν μένῃ ἐν τῇ φύσει τῇ ἑωυτέων, καὶ μὴ ξυνεσφλᾶται τῇ διακοπῇ ἔσω ἐκ τῆς φύσιος τῆς ἑωυτέων· οὕτω δ’ ἔσφλασις ἂν εἴη, καὶ οὐκ ἔτι ἕδρη. [Head 8] ὀστέον τιτρώσκεται ἄλλῃ τῆς κεφαλῆς, ἢ ᾗ τὸ ἕλκος ἔχει ὥνθρωπος, καὶ τὸ ὀστέον ἐψιλώθη τῆς σαρκός· πέμπτος οὗτος τρόπος. καὶ ταύτην τὴν ξυμφορὴν, ὅταν γένηται, οὐκ ἂν ἔχοις ὠφελῆσαι οὐδέν. οὐδὲ γὰρ, εἰ πέπονθε τὸ κακὸν τοῦτο, οὐκ ἔστιν ὅκως χρὴ αὐτὸν ἐξελέγξαντα εἰδέναι εἰ πέπονθε τὸ κακὸν τοῦτο ὥνθρωπος, οὐδ’ ὅκοι τῆς κεφαλῆς. [Head 9] τούτων τῶν τρόπων τῆς κατήξιος ἐς πρίσιν ἀφήκει, ἥ τε φλάσις ἡ ἀφανὴς ἰδεῖν, καὶ ἤν πως τύχῃ φανερὴ γενομένη, καὶ ἡ ῤωγμὴ ἡ ἀφανὴς ἰδεῖν, καὶ ἢν φανερὴ ᾖ. καὶ ἢν, ἕδρης γενομένης τοῦ βέλεος ἐν τῷ ὀστέῳ, προσγένηται ῤωγμὴ καὶ φλάσις τῇ ἕδρῃ, καὶ ἢν φλάσις μοῦνον προσγένηται ἄνευ ῤωγμῆς τῇ ἕδρῃ, καὶ αὕτη ἐς πρίσιν ἀφήκει. τὸ δ’ ἔσω ἐσφλώμενον ὀστέον ἐκ τῆς φύσιος τῆς ἑωυτοῦ, ὀλίγα τῶν πολλῶν πρίσιος προσδεῖται· καὶ τὰ μάλιστα ἐσφλασθέντα καὶ μάλιστα καταῤῥαγέντα, ταῦτα πρίσιος ἥκιστα κέχρηται· οὐδὲ ἕδρη αὐτὴ ἐφ’ ἑωυτῆς γενομένη ἄτερ ῤωγμῆς καὶ φλάσιος, οὐδὲ αὐτὴ πρίσιος δεῖται· οὐδ’ ἡ διακοπὴ, ἢν μεγάλη καὶ εὐρέη, οὐδ’ αὐτή· διακοπὴ γὰρ καὶ ἕδρη τωὐτόν ἐστιν. [Head 10] πρῶτον δὲ χρὴ τὸν τρωματίην σποπεῖσθαι, ὅπη ἔχει τὸ τρῶμα τῆς κεφαλῆς, ἐἴτ’ ἐν τοῖσιν ἰσχυροτέροισιν, εἴτ’ ἐν τοῖσιν ἀσθενεστέροισι, καὶ τὰς τρίχας καταμανθάνειν τὰς περὶ τὸ ἕλκος, εἰ διακεκόφαται ὑπὸ τοῦ βέλεος, καὶ εἰ ἔσω ἤϊσαν ἐς τὸ τρῶμα· καὶ ἢν τοῦτο ᾖ, φάναι κινδυνεύειν τὸ ὀστέον ψιλὸν εἶναι τῆς σαρκὸς, καὶ ἔχειν τι σίνος τὸ ὀστέον ὑπὸ τοῦ βέλεος. ταῦτα μὲν οὖν χρὴ ἀπόπροσθεν σκεψάμενον λέξαι, μὴ ἁπτόμενον τοῦ ἀνθρώπου· ἁπτόμενον δ’ ἤδη πειρᾶσθαι εἰδέναι σάφα, εἴ ἐστι ψιλὸν τὸ ὀστέον τῆς σαρκὸς, ἢ οὔ· καὶ ἢν μὲν καταφανὲς ᾖ τοῖσιν ὀφθαλμοῖσι τὸ ὀστέον ψιλόν· εἰ δὲ μὴ, τῇ μήλῃ σκέπτεσθαι. καὶ ἢν μὲν εὕρῃς ψιλὸν ἐὸν τὸ ὀστέον τῆς σαρκὸς, καὶ μὴ ὑγιὲς ἀπὸ τοῦ τρώματος, χρὴ τοῦ ἐν τῷ ὀστέῳ ἐόντος τὴν διάγνωσιν πρῶτα ποιέεσθαι, ὁρέοντα ὅσον τέ ἐστι τὸ κακὸν, καὶ τίνος δεῖται ἔργου. χρὴ δὲ καὶ ἐρωτᾷν τὸν τετρωμένον, ὅκως ἔπαθε καὶ τίνα τρόπον. ἢν δὲ μὴ καταφανὲς ᾖ τὸ ὀστέον, εἰ ἔχει τι κακὸν ἢ μὴ ἔχει, πολλῷ ἔτι χρὴ μᾶλλον τὴν ἐρώτησιν ποιέεσθαι, ψιλοῦ ἐόντος τοῦ ὀστέου, τὸ τρῶμα ὅκως ἐγένετο, καὶ ὅντινα τρόπον· τὰς γὰρ φλάσιας καὶ τὰς ῤωγμὰς τὰς οὐ φαινομένας ἐν τῷ ὀστέῳ, ἐνεούσας δὲ, ἐκ τῆς ὑποκρίσιος τοῦ τετρωμένου πρῶτον διαγινώσκειν πειρῆσθαι, εἴ τι πέπονθε τουτέων τὸ ὀστέον ἢ οὐ πέπονθεν, ἔπειτα δὲ καὶ λόγῳ καὶ ἔργῳ ἐξελέγχειν πλὴν μηλώσιος. Μήλωσις γὰρ οὐκ ἐξελέγχει, εἰ πέπονθέ τι τουτέων τῶν κακῶν τὸ ὀστέον, καὶ εἴ τι ἔχει ἐν ἑωυτέῳ, ἢ οὐ πέπονθεν· ἀλλ’ ἕδρην τε τοῦ βέλεος ἐξελέγχει μήλωσις, καὶ ἢν ἐμφλασθῇ τὸ ὀστέον ἔσω ἐκ τῆς φύσιος τῆς ἑωυτέου, καὶ ἢν ἰσχυρῶς ῤαγῇ τὸ ὀστέον, ἅπερ καὶ τοῖσιν ὀφθαλμοῖσι καταφανέα ἐστὶν ὁρῶντα γιγνώσκειν. [Head 11] ῥήγνυται δὲ τὸ ὀστέον τάς τε ἀφανέας ῤωγμὰς καὶ τὰς φανερὰς, καὶ φλᾶται τὰς ἀφανέας φλάσιας, καὶ ἐσφλᾶται ἔσω ἐκ τῆς φύσιος τῆς ἑωυτέου, μάλιστα ὅταν ἕτερος ὑφ’ ἑτέρου τιτρωσκόμενος ἐπίτηδες τρωθῇ, ἢ ὁκόταν, ἐπίτηδες τρῶσαι βουλόμενος ἢ ἀέκων, ἐξ ὑψηλοτέρου γίγνηται ἡ βολὴ ἢ ἡ πληγὴ, ὁκοτέρη ἂν ᾖ μᾶλλον, ἢ ὅταν ἐξ ἰσοπέδου τοῦ χωρίου, καὶ ἢν περικρατέῃ τῇ χειρὶ τὸ βέλος, ἤν τε βάλλῃ, ἤν τε τύπτῃ, καὶ ἰσχυρότερος ἐὼν ἀσθενέστερον τιτρώσκῃ. ὅσοι δὲ πίπτοντες τιτρώσκονται πρός τε τὸ ὀστέον καὶ αὐτὸ τὸ ὀστέον, ὁ ἀπὸ ὑψηλοτάτου πίπτων καὶ ἐπὶ σκληρότατον καὶ ἀμβλύτατον, τουτέῳ κίνδυνος τὸ ὀστέον ῤαγῆναι καὶ φλασθῆναι, καὶ ἔσω ἑσφλασθῆναι ἐκ τῆς φύσιος τῆς ἑωυτέου· τῷ δ’ ἐξ ἰσοπέδου μᾶλλον χωρίου πίπτοντι καὶ ἐπὶ μαλθακώτερον, ἧσσον ταῦτα πάσχει τὸ ὀστέον, ἢ οὐκ ἂν πάθοι. ὅσα δὲ ἐσπίπτοντα ἐς τὴν κεφαλὴν βέλεα τιτρώσκει πρὸς τὸ ὀστέον καὶ αὐτὸ τὸ ὀστέον, τὸ ἀπὸ ὑψηλοτάτου ἐμπεσὸν καὶ ἥκιστα ἐξ ἰσοπέδου, καὶ σκληρότατόν τε ἅμα καὶ ἀμβλύτατον καὶ βαρύτατον, καὶ ἥκιστα κοῦφον καὶ ἥκιστα ὀξὺ καὶ μαλθακὸν, τοῦτο ἂν ῤήξειε τὸ ὀστέον καὶ φλάσειεν. καὶ μάλιστά γε ταῦτα πάσχειν τὸ ὀστέον κίνδυνος, ὅταν ταῦτά τε γίνηται, καὶ ἐς ἰθὺ τρωθῇ, καὶ κατ’ ἀντίον γένηται τὸ ὀστέον τοῦ βέλεος, ἤν τε πληγῇ ἐκ χειρὸς, ἤν τε βληθῇ, ἤν τέ τι ἐμπέσῃ αὐτέῳ, καὶ ἢν αὐτὸς καταπεσὼν τρωθῇ, καὶ ὁκωσοῦν τρωθεὶς κατ’ ἀντίον γενομένου τοῦ ὀστέου τῷ βέλει. τὰ δ’ ἐς πλάγιον τοῦ ὀστέου παρασύραντα βέλεα ἧσσον καὶ ῤήγνυσι τὸ ὀστέον, καὶ φλᾷ, καὶ ἔσω ἐσφλᾷ, κἢν ψιλωθῇ τὸ ὀστέον τῆς σαρκός· ἔνια γὰρ τῶν τρωμάτων τῶν οὕτω τρωθέντων οὐδὲ ψιλοῦται τὸ ὀστέον τῆς σαρκός. τῶν δὲ βελέων ῤήγνυσι μάλιστα τὸ ὀστέον τάς τε φανερὰς ῤωγμὰς καὶ τὰς ἀφανέας, καὶ φλᾶται καὶ ἐσφλᾷ ἔσω ἐκ τῆς φύσιος τῆς ἑωυτέου τὸ ὀστέον, τὰ στρογγύλα τε καὶ περιφερέα, καὶ ἀρτίστομα, ἀμβλέα τε ἐόντα καὶ βαρέα καὶ σκληρά· καὶ τὴν σάρκα ταῦτα φλᾶται, καὶ πέπειρον ποιέει, καὶ κόπτει· καὶ τὰ ἕλκεα γίνεται ὑπὸ τῶν τοιουτέων βελέων, ἔς τε πλάγιον καὶ ἐν κύκλῳ, ὑπόκοιλα, καὶ διάπυά τε μᾶλλον γίγνεται, καὶ ὑγρά ἐστι, καὶ ἐπὶ πλέονα χρόνον καθαίρεται· ἀνάγκη γὰρ τὰς σάρκας τὰς φλασθείσας καὶ κοπείσας πῦον γενομένας ἐκτακῆναι. τὰ δὲ βέλεα τὰ προμήκεα, ἐπιπολὺ λεπτὰ ἐόντα καὶ ὀξέα καὶ κοῦφα, τήν τε σάρκα διατάμνει μᾶλλον ἢ φλᾷ, καὶ τὸ ὀστέον ὡσαύτως· καὶ ἕδρην μὲν ἐμποιέει αὐτὸ καὶ διακόψαν (διακοπὴ γὰρ καὶ ἕδρη τωὐτόν ἐστι), φλᾷ δὲ οὐ μάλα τὸ ὀστέον τὰ τοιαῦτα βέλεα, οὐδὲ ῤήγνυσιν, οὐδ’ ἐκ τῆς φύσιος ἔσω ἐσφλᾷ. ἀλλὰ χρὴ πρὸς τῇ ὄψει τῇ ἑωυτέου, ὅ τι ἄν σοι φαίνηται ἐν τῷ ὀστέῳ, καὶ ἐρώτησιν ποιέεσθαι πάντων τουτέων (τοῦ γὰρ μᾶλλόν τε καὶ ἧσσον τρωθέντος ταῦτ’ ἐστὶ σημήϊα), καὶ ἢν ὁ τρωθεὶς καρωθῇ, καὶ σκότος περιχυθῇ, καὶ δῖνος ἔχῃ, καὶ πέσῃ. [Head 12] ὅταν δὲ τύχῃ ψιλωθὲν τὸ ὀστέον τῆς σαρκὸς ὑπὸ τοῦ βέλεος, καὶ τύχῃ κατ’ αὐτὰς τὰς ῤαφὰς γενόμενον τὸ ἕλκος, χαλεπὸν γίγνεται καὶ τὴν ἕδρην τοῦ βέλεος φράσασθαι τὴν ἐν τῷ ἄλλῳ ὀστέῳ φανερὴν γιγνομένην, εἴτ’ ἔνεστιν ἐν τῷ ὀστέῳ, εἴτε μὴ ἔνεστιν, καὶ ἢν τύχῃ γενομένη ἡ ἕδρη ἐν αὐτέῃσι τῇσι ῤαφῇσιν. Ξυγκλέπτεται γὰρ αὐτὴ ἡ ῤαφὴ τρηχυτέρη ἐοῦσα τοῦ ἄλλου ὀστέου, καὶ οὐ διάδηλον ὅ τι τε αὐτοῦ ῤαφή ἐ⟨στ⟩ιν, καὶ ὅ τι τοῦ βέλεος ἕδρη, ἢν μὴ κάρτα μεγάλη γένηται ἡ ἕδρη. προσγίνεται δὲ καὶ ῤῆξις τῇ ἕδρῃ ὡς ἐπὶ τὸ πουλὺ, τῇ ἐν τῇσι ῤαφῇσι γιγνομένῃ, καὶ γίνεται καὶ αὐτὴ ἡ ῤήξις χαλεπωτέρη φράσασθαι, ἐῤῥωγότος τοῦ ὀστέου, διὰ τοῦτο, ὅτι κατ’ αὐτὴν τὴν ῤαφὴν ἡ ῤῆξις γίνεται ἢν ῤηγνύηται, ὡς ἐπὶ τὸ πουλύ. ἕτοιμον γὰρ ταύτῃ ῤήγνυσθαι τὸ ὀστέον καὶ διαχαλᾷν, διὰ τὴν ἀσθένείην τῆς φύσιος τοῦ ὀστέου ταύτῃ καὶ διὰ τὴν ἀραιότητα, καὶ δὴ ἅτε τῆς ῤαφῆς ἑτοίμης ἐούσης ῤήγνυσθαι καὶ διαχαλᾷν· τὰ δ’ ἄλλα ὀστέα, τὰ περιέχοντα τὴν ῤαφὴν, μένει ἀῤῥαγέα, ὅτι ἰσχυρότερά ἐστι τῆς ῤαφῆς. ἡ δὲ ῤῆξις ἡ κατὰ τὴν ῤαφὴν γινομένη καὶ διαχάλασίς ἐστι τῆς ῤαφῆς, καὶ φράσασθαι οὐκ εὐμαρὴς, οὔτε ἢν ὑπὸ ἕδρης τοῦ βέλεος γενομένης ἐν τῇ ῤαφῇ ῤαγῇ καὶ διαχαλάσῃ, οὔτε ἢν, φλασθέντος τοῦ ὀστέου κατὰ τὰς ῤαφὰς, ῤαγῇ καὶ διαχαλάσῃ· ἀλλ’ ἔτι χαλεπώτερον φράσασθαι τὴν ἀπὸ τῆς φλάσιος ῤωγμήν. Ξυγκλέπτουσι γὰρ τὴν γνώμην καὶ τὴν ὄψιν τοῦ ἰητροῦ αὗται αἱ ῤαφαὶ ῤωγμοειδέες φαινόμεναι, καὶ τρηχύτεραι ἐοῦσαι τοῦ ἄλλου ὀστέου, ὅτι μὴ ἰσχυρῶς διεκόπη, καὶ διεχάλασεν· διακοπὴ δὲ καὶ ἕδρη τωὐτόν ἐστιν. ἀλλὰ χρὴ, εἰ κατὰ τὰς ῤαφὰς τὸ τρῶμα γένοιτο καὶ πρός γε τὸ ὀστέον καὶ ἐς τὸ ὀστέον στηρίξειε τὸ βέλος, προσέχοντα τὸν νόον, ἀνευρίσκειν ὅ τι πέπονθε τὸ ὀστέον. ἀπὸ γὰρ ἴσων τε βελέων τὸ μέγεθος καὶ ὁμοίων, καὶ πολλὸν ἐλασσόνων, καὶ ὁμοίως τρωθεὶς καὶ πολὺ ἧσσον, πολλῷ μέζον ἐκτήσατο τὸ κακὸν ἐν τῷ ὀστέῳ ὁ ἐς τὰς ῤαφὰς δεξάμενος τὸ βέλος, ἢ ὁ μὴ ἐς τὰς ῤαφὰς δεξάμενος. καὶ τουτέων τὰ πολλὰ πρίεσθαι δεῖ· ἀλλ’ οὐ χρὴ αὐτὰς τὰς ῤαφὰς πρίειν, ἀλλ’ ἀποχωρήσαντα ἐν τῷ πλησίον ὀστέῳ τὴν πρίσιν ποιέεσθαι, ἢν πρίῃς. [Head 13] περὶ δὲ ἰήσιος τρωσίων τῶν ἐν τῇ κεφαλῇ, καὶ ὡς χρὴ ἐξελέγχειν τὰς πάθας τὰς ἐν τῷ ὀστέῳ γινομένας τὰς μὴ φανερὰς, ὧδέ μοι δοκέει. ἕλκος ἐν τῇ κεφαλῇ οὐ χρὴ τέγγειν οὐδενὶ, οὐδὲ οἴνῳ, ἀλλ’ ὡς ἥκιστα· οὐδὲ καταπλάσσειν, οὐδὲ μοτῷ τὴν ἴησιν ποιέεσθαι, οὐδ’ ἐπιδεῖν χρὴ ἕλκος ἐν κεφαλῇ, ἢν μὴ ἐν τῷ μετώπῳ ᾖ τὸ ἕλκος, ἐν τῷ ψιλῷ τῶν τριχῶν, ἢ περὶ τὴν ὀφρὺν καὶ τὸν ὀφθαλμόν. ἐνταῦθα δὲ γινόμενα τὰ ἕλκεα καταπλάσιος καὶ ἐπιδέσιος μᾶλλον κέχρηται ἤ κου ἄλλοθι τῆς κεφαλῆς τῆς ἄλλης. περιέχει γὰρ ἡ κεφαλὴ ἡ ἄλλη τὸ μέτωπον πᾶν· ἐκ δὲ τῶν περιεχόντων τὰ ἕλκεα, καὶ ἐν ὅτῳ ἂν ᾖ τὰ ἕλκεα, φλεγμαίνει καὶ ἐπανοιδίσκεται δι’ αἵματος ἐπιῤῥοήν. χρὴ δὲ οὐδὲ τὰ ἐν τῷ μετώπῳ διὰ παντὸς τοῦ χρόνου καταπλάσσειν καὶ ἐπιδεῖν, ἀλλ’ ἐπειδὰν παύσηται φλεγμαίνοντα, καὶ τὸ οἴδημα καταστῇ, παύσασθαι καταπλάσσοντα καὶ ἐπιδέοντα. ἐν δὲ τῇ ἄλλῃ κεφαλῇ ἕλκος οὔτε μοτοῦν χρὴ, οὔτε καταπλάσσειν, οὔτ’ ἐπιδεῖν, εἰ μὴ καὶ τομῆς δέοιτο. τάμνειν δὲ χρὴ τῶν ἑλκέων τῶν ἐν τῇ κεφαλῇ γινομένων, καὶ ἐν τῷ μετώπῳ, ὅκου ἂν τὸ μὲν ὀστέον ψιλὸν ᾖ τῆς σαρκὸς, καὶ δοκέῃ τι σίνος ἔχειν ὑπὸ τοῦ βέλεος, τὰ ἕλκεα μὴ ἱκανὰ τὸ μέγεθος τοῦ μήκεος καὶ τῆς εὐρύτητος ἐς τὴν σκέψιν τοῦ ὀστέου, εἴ τι πέπονθεν ὑπὸ τοῦ βέλεος κακὸν, καὶ ὁκοῖόν τι πέπονθε, καὶ ὅσον μὲν ἡ σὰρξ πέφλασται, καὶ τὸ ὀστέον ἔχει τὸ σίνος, καὶ δ’ αὖ εἰ ἀσινές τέ ἐστι τὸ ὀστέον ὑπὸ τοῦ βέλεος, καὶ μηδὲν πέπονθε κακὸν, καὶ ἐς τὴν ἴησιν, ὁκοίης τινὸς δεῖται τό τε ἕλκος, ἥ τε σὰρξ, καὶ ἡ πάθη τοῦ ὀστέου. τὰ δὴ τοιαῦτα τῶν ἑλκέων τομῆς δεῖται. καὶ ἂν μὲν τὸ ὀστέον ψιλωθῇ τῆς σαρκὸς, ὑπόκοιλα δὲ ᾖ ἐς πλάγιον ἐπιπολὺ, ἐπανατάμνειν τὸ κοῖλον, ὅκου μὴ εὐχερὲς τῷ φαρμάκῳ ἐφικέσθαι, ὁκοίῳ ἄν τινι χρῇ· καὶ τὰ κυκλοτερέα τῶν ἑλκέων καὶ ὑπόκοιλα ἐπὶ πουλὺ καὶ τὰ τοιαῦτα, ἐπανατάμνων τὸν κύκλον διχῆ κατὰ μῆκος, ὡς πέφυκεν ὥνθρωπος, μακρὸν ποιέειν τὸ ἕλκος. Τάμνοντι δὲ κεφαλὴν, τὰ μὲν ἄλλα τῆς κεφαλῆς ἀσφαλείην ἔχει ταμνόμενα· ὁ δὲ κρόταφος, καὶ ἄνωθεν ἔτι τοῦ κροτάφου, κατὰ τὴν φλέβα τὴν διὰ τοῦ κροτάφου φερομένην, τοῦτο δὲ τὸ χωρίον μὴ τάμνειν. σπασμὸς γὰρ ἐπιλαμβάνει τὸν τμηθέντα· καὶ ἢν μὲν ἐπ’ ἀριστερὰ τμηθῇ κροτάφου, τὰ ἐπὶ δεξιὰ ὁ σπασμὸς ἐπιλαμβάνει· ἢν δ’ ἐπὶ τὰ δεξιὰ τμηθῇ κροτάφου, τὰ ἐπ’ ἀριστερὰ ὁ σπασμὸς ἐπιλαμβάνει. [Head 14] ὅταν οὖν τάμνῃς ἕλκος ἐν κεφαλῇ ὀστέων εἵνεκα τῆς σαρκὸς ἐψιλωμένων, θέλων εἰδέναι εἴ τι ἔχει τὸ ὀστέον κακὸν ὑπὸ τοῦ βέλεος, ἢ καὶ οὐκ ἔχει, τάμνειν χρὴ τὸ μέγεθος τὴν ὠτειλὴν, ὅση ἂν δοκέῃ ἀποχρῆναι. τάμνοντα δὲ χρὴ ἀναστεῖλαι τὴν σάρκα ἀπὸ τοῦ ὀστέου, ᾗ πρὸς τῇ μήνιγγι καὶ πρὸς τῷ ὀστέῳ πέφυκεν· ἔπειτα διαμοτῶσαι τὸ ἕλκος πᾶν μοτῷ, ὅστις εὐρύτατον τὸ ἕλκος παρέξει ἐς τὴν ὑστεραίην ξὺν ἐλαχίστῳ πόνῳ· μοτώσαντα δὲ καταπλάσματι χρῆσθαι, ὅσον ἂν χρόνον καὶ τῷ μοτῷ, μάζην ἐκ λεπτῶν ἀλφίτων ἐν ὄξει διαμάσσειν, ἢ ἕψειν καὶ γλίσχρην ποιέειν ὡς μάλιστα. τῇ δ’ ὑστεραίῃ ἡμέρῃ, ἐπειδὰν ἐξέλῃς τὸν μοτὸν, κατιδὼν τὸ ὀστέον ὅ τι πέπονθεν, ἐὰν μή σοι καταφανὴς ᾖ ἡ τρῶσις, ὁκοίη τίς ἐστιν ἐν τῷ ὀστέῳ, μηδὲ διαγινώσκῃς εἴ τέ τι ἔχει τὸ ὀστέον κακὸν ἐν ἑωυτέῳ, ἢ καὶ οὐκ ἔχει, τὸ δὲ βέλος δοκέῃ ἀφικέσθαι ἐς τὸ ὀστέον καὶ σίνασθαι, ἐπιξύειν χρὴ τῷ ξυστῆρι κατὰ βάθος καὶ κατὰ μῆκος τοῦ ἀνθρώπου ὡς πέφυκε, καὶ αὖθις ἐπικάρσιον τὸ ὀστέον, τῶν ῤηξίων εἵνεκα τῶν ἀφανέων ἰδεῖν, καὶ τῆς φλάσιος εἵνεκα τῆς ἀφανέος, τῆς οὐκ ἐσφλωμένης ἔσω ἐκ τῆς φύσιος τῆς κεφαλῆς τοῦ ἄλλου ὀστέου. ἐξελέγχει γὰρ ἡ ξύσις μάλα τὸ κακὸν, ἢν μὴ καὶ ἄλλως καταφανέες ἔωσιν αὗται αἱ πάθαι ἐοῦσαι ἐν τῷ ὀστέῳ. καὶ ἢν ἕδρην ἴδῃς ἐν τῷ ὀστέῳ τοῦ βέλεος, ἐπιξύειν χρὴ αὐτήν τε τὴν ἕδρην, καὶ τὰ περιέχοντα αὐτὴν ὀστέα, μὴ πολλάκις τῇ ἕδρῃ προσγένηται ῤῆξις καὶ φλάσις, ἢ μούνη φλάσις, ἔπειτα λανθάνῃ οὐ καταφανέα ἐόντα. ἐπειδὰν δὲ ξύσῃς τὸ ὀστέον τῷ ξυστῆρι, ἢν μὲν δοκέῃ ἐς πρίσιν ἀφίκειν ἡ τρῶσις τοῦ ὀστέου, πρίειν χρὴ, καὶ οὐ δεῖ τὰς τρεῖς ἡμέρας μὴ ὑπερβάλλειν ἀπρίωτον, ἀλλ’ ἐν ταύτῃσι πρίειν, ἄλλως τε καὶ τῆς θερμῆς ὥρης, ἢν ἐξ ἀρχῆς λαμβάνῃς τὸ ἴημα. ἢν δὲ ὑποπτεύσῃς μὲν τὸ ὀστέον ἐῤῥωγέναι, ἢ πεφλάσθαι, ἢ ἀμφότερα ταῦτα, τεκμαιρόμενος, ὅτι ἰσχυρῶς τέτρωται, ἐκ τῶν λόγων τοῦ τρωματίου, καὶ ὅτι ὑπὸ ἰσχυροτέρου τοῦ τρώσαντος, ἢν ἕτερος ὑφ’ ἑτέρου τρωθῇ, καὶ τὸ βέλος ὅτῳ ἐτρώθη, ὅτι τῶν κακούργων βελέων ἦν, ἔπειτα τὸν ἄνθρωπον ὅτι δῖνός τε ἔλαβε καὶ σκότος, καὶ ἐκαρώθη καὶ κατέπεσεν· τούτων δὲ οὕτω γιγνομένων, ἢν μὴ διαγινώσκῃς εἰ ἔῤῥωγε τὸ ὀστέον, ἢ πέφλασται, ἢ καὶ ἀμφότερα ταῦτα, μήτε ὅλως ὁρᾷν δύνῃ, δεῖ δὴ, ἐπὶ τὸ ὀστέον τὸ τηκτὸν τὸ μελάντατον δεύσαντα, τῷ μέλανι φαρμάκῳ τῷ τηκομένῳ στεῖλαι τὸ ἕλκος, ὑποτείναντα ὀθόνιον, ἐλαίῳ τέγξαντα, εἶτα καταπλάσαντα τῇ μάζῃ ἐπιδῆσαι· τῇ δ’ ὑστεραίῃ, ἀπολύσαντα, ἐκκαθήραντα τὸ ἕλκος, ἐπιξῦσαι. καὶ ἢν μὴ ᾖ ὑγιὲς, ἀλλ’ ἐῤῥώγῃ καὶ πεφλασμένον ᾖ, τὸ μὲν ἄλλο ἔσται ὀστέον λευκὸν ἐπιξυόμενον· ἡ δὲ ῤωγμὴ καὶ ἡ φλάσις, κατατακέντος τοῦ φαρμάκου, δεξαμένη τὸ φάρμακον ἐς ἑωυτὴν μέλαν ἐὸν, ἔσται μέλαινα ἐν λευκῷ τῷ ὀστέῳ τῷ ἄλλῳ. ἀλλὰ χρὴ αὖθις τὴν ῤωγμὴν ταύτην φανεῖσαν μέλαιναν ἐπιξέειν κατὰ βάθος· καὶ ἢν μὲν ἐπιξύων τὴν ῤωγμὴν ἐξέλῃς καὶ ἀφανέα ποιήσῃς, φλάσις μὲν γεγένηται τοῦ ὀστέου ἢ μᾶλλον ἢ ἧσσον, ἥτις περιέῤῥηξε καὶ τὴν ῤωγμὴν τὴν ἀφανισθεῖσαν ὑπὸ τοῦ ξυστῆρος· ἧσσον δὲ φοβερὸν καὶ ἧσσον ἂν πρῆγμα ἀπ’ αὐτέης γένοιτο ἀφανισθείσης τῆς ῤωγμῆς. ἢν δὲ κατὰ βάθος ᾖ καὶ μὴ ἐθέλῃ ἐξιέναι ἐπιξυομένη, ἀφίκει ἐς πρίσιν ἡ τοιαύτη ξυμφορή. ἀλλὰ χρὴ πρίσαντα τὰ λοιπὰ ἰητρεύειν τὸ ἔλκος. [Head 15] φυλάσσεσθαι δὲ χρὴ, ὅκως μή τι κακὸν ἀπολαύσῃ τὸ ὀστέον ἀπὸ τῆς σαρκὸς, ἢν κακῶς ἰητρεύηται. ὀστέῳ γὰρ καὶ πεπρισμένῳ, καὶ ἄλλως ἐψιλωμένῳ, ὑγιεῖ δὲ ἐόντι, καὶ ἔχοντί τι σίνος ὑπὸ τοῦ βέλεος, δοκέοντι δὲ ὑγιεῖ εἶναι, κίνδυνός ἐστι μᾶλλον ὑπόπυον γενέσθαι (ἢν καὶ ἄλλως μὴ μέλλᾐ, ἢν καὶ ἡ σὰρξ ἡ περιέχουσα τὸ ὀστέον κακῶς θεραπεύηται, καὶ φλεγμαίνηται, καὶ περισφίγγηται· πυρετῶδες γὰρ γίγνεται, καὶ πολλοῦ φλογμοῦ πλέον. καὶ δὴ τὸ ὀστέον ἐκ τῶν περιεχουσῶν σαρκέων ἐς ἑωυτὸ θέρμην τε καὶ φλογμὸν καὶ ἄραδον ἐμποιέει καὶ σφυγμὸν, καὶ ὅσα περ ἡ σὰρξ ἔχει κακὰ ἐν ἑωυτέῃ, καὶ ἐκ τουτέων ὧδε ὑπόπυον γίνεται. κακὸν δὲ καὶ ὑγρήν τε εἶναι τὴν σάρκα ἐν τῷ ἕλκει καὶ μυδῶσαν, καὶ ἐπὶ πολλὸν χρόνον καθαίρεσθαι. ἀλλὰ χρὴ διάπυον μὲν ποιῆσαι τὸ ἕλκος ὡς τάχιστα· οὕτω γὰρ ἂν ἥκιστα φλεγμαίνοι τὰ περιέχοντα τὸ ἕλκος, καὶ τάχιστα καθαρὸν εἴη· ἀνάγκη γὰρ ἔχει τὰς σάρκας τὰς κοπείσας καὶ φλασθείσας ὑπὸ τοῦ βέλεος, ὑποπύους γενομένας, ἐκτακῆναι. ἐπειδὰν δὲ καθαρθῇ, ξηρότερον χρὴ γίγνεσθαι τὸ ἕλκος· οὕτω γὰρ ἂν τάχιστα ὑγιὲς γένοιτο, ξηρῆς σαρκὸς βλαστούσης καὶ μὴ ὑγρῆς, καὶ οὕτως οὐκ ἂν ὑπερσαρκήσειε τὸ ἕλκος. ὁ δ’ αὐτὸς λόγος καὶ ὑπὲρ τῆς μήνιγγος τῆς περὶ τὸν ἐγκέφαλον· ἢν γὰρ αὐτίκα ἐκπρίσας τὸ ὀστέον καὶ ἀφελὼν ἀπὸ τῆς μήνιγγος ψιλώσῃς, αὐτὴν καθαρὴν χρὴ ποιῆσαι ὡς τάχιστα καὶ ξηρὴν, ὡς μὴ ἐπὶ πουλὺν χρόνον ὑγρὴ ἐοῦσα μυδήῃ τε καὶ ἐξαίρηται· τούτων γὰρ οὕτω γιγνομένων, σαπῆναι αὐτὴν κίνδυνος. [Head 16] ὀστέον δὲ, ὅ τι δεῖ ἀποστῆναι ἀπὸ τοῦ ἄλλου ὀστέου, ἕλκεος ἐν κεφαλῇ γενομένου, ἕδρης τε ἐούσης τοῦ βέλεος ἐν τῷ ὀστέῳ, ἢ ἄλλως ἐπὶ πουλὺ ψιλωθέντος τοῦ ὀστέου, ἀφίσταται ἐπὶ πουλὺ ἔξαιμον γινόμενον. ἀναξηραίνεται γὰρ τὸ αἷμα ἐκ τοῦ ὀστέου ὑπό τε τοῦ χρόνου καὶ ὑπὸ φαρμάκων τῶν πλείστων· τάχιστα δ’ ἂν ἀποσταίη, εἴ τις τὸ ἕλκος ὡς τάχιστα καθήρας ξηραίνοι τὸ λοιπὸν τό τε ἕλκος καὶ τὸ ὀστέον, καὶ τὸ μεῖζον καὶ τὸ ἧσσον. τὸ γὰρ τάχιστα ἀποξηρανθὲν καὶ ἀποστρακωθὲν τούτῳ μάλιστα ἀφίεται ἀπὸ τοῦ ἄλλου ὀστέου τοῦ ἐναίμου τε καὶ ζῶντος αὐτέου, ἔξαιμόν τε γενόμενον καὶ ξηρὸν τῷ ἐναίμῳ καὶ ζῶντι μάλα ἐφίσταται. [Head 17] ὅσα δὲ τῶν ὀστέων ἐσφλᾶται ἔσω ἐκ τῆς φύσιος τῆς ἑωυτῶν, καταῤῥαγέντα ἢ καὶ διακοπέντα πάνυ εὐρέα, ἀκινδυνότερα τὰ τοιαῦτα γίνεται, ἐπὴν ἡ μῆνιγξ ὑγιὴς ᾖ· καὶ τὰ πλέοσι ῤωγμῇσιν ἐσκαταῤῥαγέντα καὶ εὐρυτέρῃσιν, ἔτι ἀκινδυνότερα καὶ εὐμαρέστερα ἐς τὴν ἀφαίρεσιν γίνεται. καὶ οὐ χρὴ πρίειν τῶν τοιούτων οὐδὲν, οὐδὲ κινδυνεύειν τὰ ὀστέα πειρώμενον ἀφαιρέειν, πρὶν ἢ αὐτόματα ἐπανίῃ, οἴδεος πρῶτον χαλάσαντος. ἐπανέρχεται δὲ τῆς σαρκὸς ὑποφυομένης· ὑποφύεται δὲ ἐκ τῆς διπλόης τοῦ ὀστέου καὶ ἐκ τοῦ ὑγιέος, ἢν ἡ ἄνωθεν μοῖρα μούνη σφακελίσῃ. οὕτω δ’ ἂν τάχιστα ἥ τε σὰρξ ὑποφύοιτο καὶ βλαστάνοι, καὶ τὰ ὀστέα ἐπανίοι, εἴ τις τὸ ἕλκος ὡς τάχιστα διάπυον ποιήσας καθαρὸν ποιήσηται. καὶ ἢν διὰ παντὸς τοῦ ὀστέου ἄμφω αἱ μοῖραι ἐσφλασθῶσιν ἔσω ἐς τὴν μήνιγγα, ἥ τε ἄνω μοίρη τοῦ ὀστέου καὶ ἡ κάτω, ἰητρεύοντι ὡσαύτως τὸ ἕλκος ὑγιὲς τάχιστα ἔσται, καὶ τὰ ὀστέα τάχιστα ἐπάνεισι, τὰ ἐσφλασθέντα ἔσω. [Head 18] τῶν δὲ παιδίων τὰ ὀστέα καὶ λεπτότερά ἐστι καὶ μαλθακώτερα διὰ τοῦτο, ὅτι ἐναιμότερά ἐστι, καὶ κοῖλα, καὶ σηραγγώδεα, καὶ οὔτε πυκνὰ, οὔτε στερεά. καὶ ὑπὸ τῶν βελέων ἴσων τε ἐόντων καὶ ἀσθενεστέρων, καὶ τρωθέντων ὁμοίως τε καὶ ἧσσον, τὸ τοῦ νεωτέρου παιδίου καὶ μᾶλλον καὶ θᾶσσον ὑποπυΐσκεται, ἢ τὸ τοῦ πρεσβυτέρου, καὶ ἐν ἐλάσσονι χρόνῳ· καὶ ὅσα ἂν ἄλλως μέλλῃ ἀποθανεῖσθαι ἐκ τοῦ τρώματος, ὁ νεώτερος τοῦ πρεσβυτέρου θᾶσσον ἀπόλλυται. ἀλλὰ χρὴ, ἢν ψιλωθῇ τῆς σαρκὸς τὸ ὀστέον, προσέχοντα τὸν νόον, πειρῆσθαι διαγινώσκειν ὅ τι μή ἐστι τοῖσιν ὀφθαλμοῖσιν ἰδεῖν, καὶ γνῶναι εἰ ἔῤῥωγε τὸ ὀστέον καὶ εἰ πέφλασται, ἢ μοῦνον πέφλασται, καὶ εἰ, ἕδρης γενομένης τοῦ βέλεος, πρόσεστι φλάσις, ἢ ῤωγμὴ, ἢ ἄμφω ταῦτα· καὶ ἤν τι τούτων πεπόνθῃ τὸ ὀστέον, ἀφεῖναι τοῦ αἵματος τρυπῶντα τὸ ὀστέον σμικρῷ τρυπάνῳ, φυλασσόμενον ἐπ’ ὀλίγον· λεπτότερον γὰρ τὸ ὀστέον, καὶ ἐπιπολαιότερον τῶν νέων ἢ τῶν πρεσβυτέρων. [Head 19] ὅστις δὲ μέλλει ἐκ τρωμάτων ἐν κεφαλῇ ἀποθνήσκειν, καὶ μὴ δυνατὸν αὐτὸν ὑγιᾶ γενέσθαι, μηδὲ σωθῆναι, ἐκ τῶνδε τῶν σημείων χρὴ τὴν διάγνωσιν ποιέεσθαι τοῦ μέλλοντος ἀποθνήσκειν, καὶ προλέγειν τὸ μέλλον ἔσεσθαι. πάσχει γὰρ τάδε· ὁκόταν τις ὀστέον κατεηγὸς, ἢ ἐῤῥωγὸς, ἢ πεφλασμένον, ἢ ὅτῳ γοῦν τρόπῳ κατεηγὸς μὴ ἐννοήσας ἁμάρτῃ, καὶ μήτε ξύσῃ, μήτε πρίσῃ, δεόμενον, μεθῇ δὲ ὡς ὑγιέος ὄντος τοῦ ὀστέου, πρὸ τῶν τεσσαρεσκαίδεκα ἡμερέων πυρετὸς ἐπιλήψεται ὡς ἐπὶ πουλὺ ἐν χειμῶνι· ἐν δὲ τῷ θέρει μετὰ τὰς ἑπτὰ ἡμέρας ὁ πυρετὸς ἐπιλαμβάνει. καὶ ἐπειδὰν τοῦτο γένηται, τὸ ἕλκος ἄχροον γίνεται· καὶ ἐξ αὐτοῦ ἰχὼρ ῤέει σμικρός· καὶ τὸ φλεγμαῖνον ἐκτέθνηκεν ἐξ αὐτοῦ· καὶ γλισχρῶδες γίνεται, καὶ φαίνεται ὥσπερ τάριχος, χροιὴν πυῤῥὸν, ὑποπέλιον· καὶ τὸ ὀστέον σφακελίζειν τηνικαῦτα ἄρχεται, καὶ γίνεται περκνὸν, λευκὸν ὂν, τελευταῖον δὲ ἔπωχρον γενόμενον ἢ ἔκλευκον. ὅταν δ’ ἤδη ὑπόπυον ᾖ, ἐπὶ τῇ γλώσσῃ φλυκταῖναι γίνονται, καὶ παραφρονέων τελευτᾷ. καὶ σπασμὸς ἐπιλαμβάνει τοὺς πλείστους τὰ ἐπὶ θάτερα τοῦ σώματος· ἢν μὲν ἐν τῷ ἐπ’ ἀριστερὰ τῆς κεφαλῆς ἔχῃ τὸ ἕλκος, τὰ ἐπὶ δεξιὰ τοῦ σώματος ὁ σπασμὸς λαμβάνει· ἢν δ’ ἐν τῷ ἐπὶ δεξιὰ τῆς κεφαλῆς ἔχῃ τὸ ἕλκος, τὰ ἐπ’ ἀριστερὰ τοῦ σώματος ὁ σπασμὸς ἐπιλαμβάνει. εἰσὶ δ’ οἳ καὶ ἀπόπληκτοι γίνονται. καὶ οὕτως ἀπόλλυνται πρὸ ἑπτὰ ἡμερέων ἐν θέρει, ἢ τεσσάρων καὶ δέκα ἐν χειμῶνι. ὁμοίως δὲ τὰ σημεῖα ταῦτα σημαίνει, καὶ ἐν πρεσβυτέρῳ ἐόντι τῷ τρώματι, ἢ καὶ ἐν νεωτέρῳ. ἀλλὰ χρὴ, εἰ ἐννοοίης τὸν πυρετὸν ἐπιλαμβάνοντα, καὶ τῶν ἄλλων τι σημεῖον τούτῳ προσγενόμενον, μὴ διατρίβειν, ἀλλὰ πρίσαντα τὸ ὀστέον πρὸς τὴν μήνιγγα, ἢ καταξύσαντα τῷ ξυστῆρι (εὔπριστον δὲ γίνεται καὶ εὔξυστον), ἔπειτα τὰ λοιπὰ οὕτως ἰητρεύειν, ὅκως ἂν δοκέῃ ξυμφέρειν, πρὸς τὸ γινόμενον ὁρῶν. [Head 20] ὅταν δ’ ἐπὶ τρώματι ἐν κεφαλῇ ἀνθρώπου ἢ πεπριωμένου ἢ ἀπριώτου, ἐψιλωμένου δὲ τοῦ ὀστέου, οἴδημα ἐπιγένηται ἐρυθρὸν καὶ ἐρυσιπελατῶδες ἐν τῷ προσώπῳ, καὶ ἐν τοῖσιν ὀφθαλμοῖσιν ἀμφοτέροισιν, ἢ τῷ ἑτέρῳ, καὶ, εἴ τις ἅπτοιτο τοῦ οἴδήματος, ὀδυνῷτο, καὶ πυρετὸς ἐπιλαμβάνοι καὶ ῤῖγος, τὸ δὲ ἕλκος αὐτό τε ἀπὸ τῆς σαρκὸς καλῶς ἔχοι ἰδέσθαι, καὶ τἀπὸ τοῦ ὀστέου, καὶ τὰ περιέχοντα τὸ ἕλκος ἔχοι καλῶς, πλὴν τοῦ οἰδήματος τοῦ ἐν τῷ προσώπῳ, καὶ ἄλλην ἁμαρτάδα μηδεμίαν ἔχοι τὸ οἴδημα τῆς ἄλλης διαίτης, τούτου χρὴ τὴν κάτω κοιλίην ὑποκαθῆραι φαρμάκῳ, ὅ τι χολὴν ἄγει· καὶ οὕτω καθαρθέντος, ὅ τε πυρετὸς ἀφίησι, καὶ τὸ οἴδημα καθίσταται, καὶ ὑγιὴς γίνεται. τὸ δὲ φάρμακον χρὴ διδόναι πρὸς τὴν δύναμιν τοῦ ἀνθρώπου ὁρῶν, ὡς ἂν ἔχῃ ἰσχύος. [Head 21] περὶ δὲ πρίσιος, ὅταν καταλάβῃ ἀνάγκη πρίσαι ἄνθρωπον, ὧδε γινώσκειν· ἢν ἐξ ἀρχῆς λαβὼν τὸ ἴημα πρίῃς, οὐ χρὴ ἐκπρίειν τὸ ὀστέον πρὸς τὴν μήνιγγα αὐτίκα· οὐ γὰρ συμφέρει τὴν μήνιγγαψιλὴν εἶναι τοῦ ὀστέου ἐπὶ πουλὺν χρόνον κακοπαθοῦσαν, ἀλλὰ τελευτῶσά πη καὶ διεμύδησεν. ἔστι δὲ καὶ ἕτερος κίνδυνος, ἢν αὐτίκα ἀφαιρέῃς πρὸς τὴν μήνιγγα ἐκπρίσας τὸ ὀστέον, τρῶσαι ἐν τῷ ἔργῳ τῷ πρίονι τὴν μήνιγγα. ἀλλὰ χρὴ πρίοντα, ἐπειδὰν ὀλίγον πάνυ δέῃ διαπεπρίσθαι, καὶ ἤδη κινέηται τὸ ὀστέον, παύσασθαι πρίοντα, καὶ ἐᾷν ἐπὶ τὸ αὐτόματον ἀποστῆναι τὸ ὀστέον. ἐν γὰρ τῷ διαπριωτῷ ὀστέῳ καὶ ἐπιλελειμμένῳ τῆς πρίσιος οὐκ ἂν ἐπιγένοιτο κακὸν οὐδέν· λεπτὸν γὰρ τὸ λειπόμενον ἤδη γίνεται. τὰ δὲ λοιπὰ ἰῆσθαι χρὴ, ὡς ἂν δοκέῃ ξυμφέρειν τῷ ἕλκεϊ. πρίοντα δὲ χρὴ πυκινὰ ἐξαιρέειν τὸν πρίονα τῆς θερμασίης εἵνεκα τοῦ ὀστέου, καὶ ὕδατι ψυχρῷ ἐναποβάπτειν. θερμαινόμενος γὰρ ὑπὸ τῆς περιόδου ὁ πρίων, καὶ τὸ ὀστέον ἐκθερμαίνων καὶ ἀναξηραίνων, κατακαίει, καὶ μεῖζον ποιέει ἀφίστασθαι τὸ ὀστέον τὸ περιέχον τὴν πρίσιν, ἢ ὅσον μέλλει ἀφίστασθαι. καὶ ἢν αὐτίκα βούλῃ ἐκπρίσαι τὸ πρὸς τὴν μήνιγγα, ἔπειτα ἀφελέειν τὸ ὀστέον, ὡσαύτως χρὴ πυκινά τε ἐξαιρέειν τὸν πρίονα, καὶ ἐναποβάπτειν τῷ ὕδατι τῷ ψυχρῷ. ἢν δὲ μὴ ἐξ ἀρχῆς λαμβάνῃς τὸ ἴημα, ἀλλὰ παρ’ ἄλλου παραδέχῃ ὐστερίζων τῆς ἰήσιος, πρίονι χρὴ χαρακτῷ ἐκπρίειν μὲν αὐτίκα τὸ ὀστέον πρὸς τὴν μήνιγγα, θαμινὰ δὲ ἐξαιρεῦντα τὸν πρίονα σκοπεῖσθαι καὶ ἄλλως καὶ τῇ μήλῃ πέριξ κατὰ τὴν ὁδὸν τοῦ πρίονος. καὶ γὰρ πουλὺ θᾶσσον διαπρίεται τὸ ὀστέον, ἢν ὑπόπυόν τε ἐήν ἤδη καὶ διάπυον πρίῃς, καὶ πολλάκις τυγχάνει ἐπιπόλαιον ἐὸν τὸ ὀστέον, ἄλλως τε καὶ ἢν ταύτῃ τῆς κεφαλῆς ᾖ τὸ τρῶμα, ᾗ τυγχάνει λεπτότερον ἐὸν τὸ ὀστέον ἢ παχύτερον. ἀλλὰ φυλάσσεσθαι χρὴ, ὡς μὴ λάθῃς προσβαλὼν τὸν πρίονα, ἀλλ’ ὅπη δοκέῃ παχύτατον εἶναι τὸ ὀστέον, ἐς τοῦτο αἰεὶ ἐνστηρίζειν τὸν πρίονα, θαμινὰ σκοπούμενος, καὶ πειρᾶσθαι ἀνακινέων τὸ ὀστέον ἀναβάλλειν, ἀφελὼν δὲ, τὰ λοιπὰ ἰητρεύειν ὡς ἂν δοκέῃ ξυμφέρειν τῷ ἕλκεϊ. καὶ ἢν, ἐξ ἀρχῆς λαβὼν τὸ ἴημα, αὐτίκα βούλῃ ἐκπρίσας τὸ ὀστέον ἀφελεῖν ἀπὸ τῆς μήνιγγος, ὡσαύτως χρὴ πυκινά τε σκοπεῖσθαι τῇ μήλῃ τὴν περίοδον τοῦ πρίονος, καὶ ἐς τὸ παχύτατον ἀεὶ τοῦ ὀστέου τὸν πρίονα ἐνστηρίζειν, καὶ ἀνακινέων βούλεσθαι ἀφελέειν τὸ ὀστέον. ἢν δὲ τρυπάνῳ χρῇ, πρὸς δὲ τὴν μήνιγγα μὴ ἀφικνέεσθαι, ἢν ἐξ ἀρχῆς λαμβάνων τὸ ἴημα τρυπᾷς, ἀλλ’ ἐπιλιπεῖν τοῦ ὀστέου λεπτὸν, ὥσπερ καὶ ἐν τῇ πρίσει γέγραπται. ## Κατ’ ἰητρεῖον [Surg. 1] ἢ ὅμοια ἢ ἀνόμοια ἐξ ἀρχῆς· ἀπὸ τῶν μεγίστων, ἀπὸ τῶν ῤηΐστων, ἀπὸ τῶν πάντη πάντως γιγνωσκομένων. ἁ καὶ ἰδεῖν, καὶ θιγεῖν, καὶ ἀκοῦσαι ἔστιν· ἃ καὶ τῇ ὄψει, καὶ τῇ ἁφῇ, καὶ τῇ ἀκοῇ, καὶ τῇ ῤινὶ, καὶ τῇ γλώσσῃ, καὶ τῇ γνώμῃ ἔστιν αἰσθέσθαι· ἃ, οἷς γιγνώσκομεν ἅπασιν, ἔστι γνῶναι. [Surg. 2] τὰ δ’ ἐς χειρουργίην κατ’ ἰητρεῖον· ὁ ἀσθενέων· ὁ δρῶν· οἱ ὑπηρέται· τὰ ὄργανα· τὸ φῶς· ὅκου· ὅκως· ὅσα· ὅκως· ὅκου τὸ σῶμα, τὰ ἄρμενα· ὁ χρόνος· ὁ τρόπος· ὁ τόπος. [Surg. 3] ὁ δρῶν, ἢ καθήμενος, ἢ ἑστεὼς, ξυμμέτρως πρὸς ἑωυτὸν, πρὸς τὸ χειριζόμενον, πρὸς τὴν αὐγήν. Αὐγέης μὲν οὖν δύο εἴδεα, τὸ μὲν κοινὸν, τὸ δὲ τεχνητόν. τὸ μὲν οὖν κοινὸν οὐκ ἐφ’ ἡμῖν· τὸ δὲ τεχνητὸν, καὶ ἐφ’ ἡμῖν. ὧν ἑκατέρου δισσαὶ χρήσιες, ἢ πρὸς αὐγὴν, ἢ ὑπ’ αὐγήν. ὑπ’ αὐγὴν μὲν οὖν ὀλίγη τε ἡ χρῆσις, καταφανής τε ἡ μετριότης. τὰ δὲ πρὸς αὐγὴν ἐκ τῶν παρεουσέων, ἐκ τῶν ξυμφερουσέων αὐγέων, πρὸς τὴν λαμπροτάτην τρέπειν τὸ χειριζόμενον· πλὴν ὁκόσα λαθεῖν δεῖ, ἢ ὁρῇν αἰσχρόν· οὕτω δὲ τὸ μὲν χειριζόμενον ἐναντίον τῇ αὐγῇ, τὸν δὲ χειρίζοντα, ἐναντίον τῷ χειριζομένῳ, πλὴν ὥστε μὴ ἐπισκοτάζειν· οὕτω γὰρ ἂν ὁ μὲν δρῶν ὁρῴη, τὸ δὲ χειριζόμενον οὐχ ὁρῷτο. πρὸς ἑωυτὸν δὲ, καθημένῳ πόδες ἐς τὴν ἄνω ἴξιν κατ’ ἰθὺ γούνασιν· διάστασιν δὲ, ὀλίγον ξυμβεβῶτες· γούνατα δὲ ἀνωτέρω βουβώνων σμικρὸν, διάστασιν δὲ, ἀγκώνων θέσει καὶ παραθέσει. ἱμάτιον, εὐσταλέως, εὐκρινέως, ἴσως, ὁμοίως, ἀγκῶσιν, ὤμοισιν. πρὸς δὲ τὸ χειριζόμενον, τοῦ μὲν πρόσω καὶ ἐγγὺς, καὶ τοῦ ἄνω, καὶ τοῦ κάτω, καὶ ἔνθα ἢ ἔνθα, ἢ μέσον. τοῦ μὲν πρόσω καὶ ἐγγὺς ὅριον, ἀγκῶνας ἐς μὲν τὸ πρόσθεν γούνατα μὴ ἀμείβειν, ἐς δὲ τὸ ὄπισθεν, πλευράς· τοῦ δὲ ἄνω, μὴ ἀνωτέρω μαζῶν ἄκρας χεῖρας ἔχειν· τοῦ δὲ κάτω, μὴ κατωτέρω, ἢ ὡς τὸ στῆθος ἐπὶ γούνασιν ἔχοντα, ἔχειν ἄκρας χεῖρας ἐγγωνίους πρὸς βραχίονας· τὰ μὲν κατὰ μέσον οὕτως· τὰ δὲ ἔνθα, ἢ ἔνθα, μὴ ἔξω τῆς ἔδρης, κατὰ λόγον δὲ τῆς ἐπιτροφῆς προσβαλλόμενον τὸ σῶμα, καὶ τοῦ σώματος τὸ ἐργαζόμενον. ἑστεῶτα δὲ, ἰδεῖν μὲν ἐπ’ ἀμφοτέρων βεβῶτα ἐξ ἴσου τῶν ποδῶν ἅλις, δρῇν δὲ τῷ ἑτέρῳ ἐπιβεβῶτα, μὴ τῷ κατὰ τὴν δρῶσαν χεῖρα· ὕψος γούνα τος πρὸς βουβῶνας, ὡς ἐν ἕδρῃ· καὶ τὰ ἄλλα ὅρια τὰ αὐτά. ὁ δὲ χειριζόμενος τῷ χειρίζοντι τῷ ἄλλῳ τοῦ σώματος μέρει ὑπηρετείτω, ἢ ἑστεὼς, ἢ καθήμενος, ἢ κείμενος, ὅκως ἂν ῤήϊστα, ὃ δεῖ, σχῆμα ἔχων διατελέῃ, φυλάσσων ὑπόῤ ῤυσιν, ὑπόστασιν, ἔκτρεψιν, καταντίαν, ὡς ὃ δεῖ, σώζηται καὶ σχῆμα καὶ εἶδος τοῦ χειριζομένου, ἐν παρέξει, ἐν χειρισμῷ, ἐν τῇ ἔπειτα ἕξει. [Surg. 4] ὄνυχας μήτε ὑπερέχειν, μήτε ἐλλείπειν· δακτύλων κορυφῇσι χρῆσις· ἀσκέειν, δακτύλοισι μὲν ἄκροις, τὰ πλεῖστα λιχανῷ πρὸς μέγαν· ὅλῃ δὲ, καταπρηνεῖ· ἀμφοτέρῃσι δὲ, ἐναντίῃσιν· δακτύλων εὐφυΐα, μέγα τὸ ἐν μέσῳ τῶν δακτύλων, καὶ ἀπεναντίον τὸν μέγαν τῷ λιχανῷ. νοῦσος δὲ δι’ ἣν καὶ βλάπτονται, οἷσιν ἐκ γενεῆς ἢ ἐν τροφῇ εἴθισται ὁ μέγας ὑπὸ τῶν ἄλλων δακτύλων κατέχεσθαι, δῆλον. τὰ ἔργα πάντα ἀσκέειν ἑκα τέρῃ δρῶντα, καὶ ἀμφοτέρῃσιν ἅμα (ὅμοιαι γάρ εἰσιν ἀμφότεραι), στοχαζόμενον ἀγαθῶς, καλῶς, ταχέως, ἀπόνως, εὐρύθμως, εὐπόρως. [Surg. 5] Ὅργανα μὲν, καὶ ὅτε, καὶ οἵως, εἰρήσεται· ὅκου δεῖ· μὴ ἐμποδὼν τῷ ἔργῳ, μηδὲ ἐμποδὼν τῇ ἀναιρέσει, παρὰ τὸ ἐργαζόμενον δὲ τοῦ σώματος· ἄλλος δὲ ἢν διδῷ, ἕτοιμος ὀλίγῳ πρότερον ἔστω, ποιείτω δὲ, ὅταν κελεύῃς. [Surg. 6] οἱ δὲ περὶ τὸν ἀσθενέοντα τὸ μὲν χειριζόμενον παρεχόντων, ὡς ἂν δοκῇ· τὸ δὲ ἄλλο σῶμα κατεχόντων, ὡς ἂν ἀτρεμέῃ, σιγῶντες, ἀκούοντες τοῦ ἐφεστεῶτος. [Surg. 7] ἐπιδέσιος δύο εἴδεα, εἰργασμένον, καὶ ἐργαζόμενον. ἐργαζόμενον μὲν, ταχέως, ἀπόνως, εὐπόρως, εὐρύθμως· ταχέως μὲν, ἀνύειν τὰ ἔργα· ἀπόνως δὲ, ῤηῖδίως δρῇν· εὐπόρως δὲ, ἐς πᾶν ἑτοίμως· εὐρύθμως δὲ, ὁρῆσθαι ἡδέως· ἄφ’ ὧν δὲ ταῦτα ἀσκημάτων, εἴρηται. εἰργασμένον δὲ ἀγαθῶς, καλῶς· καλῶς μὲν, ἁπλῶς, εὐκρινέως· ἢ ὅμοια καὶ ἴσα, ἴσως καὶ ὁμοίως· ἢ ἄνισα καὶ ἀνόμοια [, ἀνίσως καὶ ἀνομοίως]· τὰ δὲ εἴδεα, ἁπλοῦν, σκέπαρνον, σιμὸν, ὀφθαλμὸς, ῤόμβος, καὶ ἡμίτομον· ἁρμόζον τὸ εἶδος τῷ εἴδει καὶ τῷ πάθει τοῦ ἐπιδεομένου. [Surg. 8] ἀγαθὰ δὲ δύο εἴδεα τοῦ ἐπιδεομένου· ἰσχύος μὲν, ἢ πιέξει, ἢ πλήθει ὀθονίων. τὸ μὲν οὖν, αὕτη ἡ ἐπίδεσις ἰῆται, τὸ δὲ τοῖσιν ἰωμένοισιν ὑπηρετέει. ἐς μὲν οὖν ταῦτα νόμος· ἐν δὲ τουτέοισι μέγιστα ἐπιδέσιος· πίεξις μὲν, ὥστε τὰ ἐπικείμενα μὴ ἀφεστάναι, μηδὲ ἐρηρεῖσθαι κάρτα, ἀλλὰ ἡρμόσθαι μὲν, προσηναγκάσθαι δὲ μὴ, ἧσσον μὲν τὰ ἔσχατα, ἥκιστα δὲ τὰ μέσα. ἅμμα, καὶ ῤάμμα νεμόμενον μὴ κάτω, ἀλλ’ ἄνω, ἐν παρέξει, καὶ σχέσει, καὶ ἐπιδέσει, καὶ πιέξει. ἀρχὰς βάλλεσθαι μὴ ἐπὶ τὸ ἕλκος, ἀλλ’ ἔνθα τὸ ἅμμα. τὸ δὲ ἅμμα μήτε ἐν τρίβῳ, μήτε ἐν ἔργῳ, μήτε ἐκεῖσε, ὅκου ἐνεόν. ἅμμα δὲ καὶ ῤάμμα μαλθακὸν, οὐ μέγα. [Surg. 9] εὖ γε μὴν γνόντα, ὅτι ἐς τὰ κατάντη καὶ ἀπόξη φεύγει πᾶς ἐπίδεσμος, οἷον, κεφαλῆς μὲν τὸ ἄνω, κνήμης δὲ τὸ κάτω. ἐπιδεῖν δεξιὰ ἐπ’ ἀριστερὰ, ἀριστερὰ ἐπὶ δεξιὰ, πλὴν τῆς κεφαλῆς· ταύτην δὲ κατ’ ἴξιν. τὰ δ’ ὑπεναντία, ἀπὸ δύο ἀρχέων· ἢν δὲ ἀπὸ μιῆς, ἐφ’ ὅμοιον ἐς τὸ μόνιμον, οἷον τὸ μέσον τῆς κεφαλῆς, ἢ ὅ τι ἄλλο τοιοῦτον. τὰ δὲ κινεύμενα, οἷον ἄρθρα, ὅπη μὲν ξυγκάμπτεται, ὡς ἥκιστα, καὶ εὐσταλέστατα περιβάλλειν, οἷον ἰγνύῃ· ὅπη δὲ περιτείνεται, ἁπλᾶ τε καὶ πλατέα, οἷον μύλῃ· προσπεριβάλλειν δὲ καταλήψιος μὲν τῶν περὶ ταῦτα εἵνεκα, ἀναλήψιος δὲ τοῦ ξύμπαντος ἐπιδέσμου, ἐν τοῖσιν ἀτρεμέουσι καὶ λαπαρωτέροισι τοῦ σώματος, οἷον τὸ ἄνω καὶ τὸ κάτω τοῦ γούνατος· ὁμολογέει δὲ ὤμου μὲν ἡ περὶ τὴν ἑτέρην μασχάλην περιβολὴ, βουβῶνος δὲ, ἡ περὶ τὸν ἕτερον ⟨κ⟩ενεῶνα, καὶ κνήμης, ἡ ὑπὲρ γαστροκνημίης. Ὁκόσοισι μὲν ἄνω ἡ φυγὴ, κάτωθεν ἡ ἀντίληψις· οἷσι δὲ κάτω, τοὐναντίον· οἷσι δὲ μὴ ἔστι, οἷον κεφαλῇ, τουτέων ἐν τῷ ὁμαλωτάτῳ τὰς καταλήψιας ποιέεσθαι, καὶ ἥκιστα λοξῷ τῷ ἐπιδέσμῳ χρέεσθαι, ὡς τὸ μονιμώτατον ὕστατον περιβληθὲν τὰ πλανωδέστατα κατέχῃ. Ὁκόσοισι δὲ τοῖσιν ὀθονίοισι μὴ εὐκαταλήπτως, μηδὲ εὐαναλήπτως ἔχει, ῤάμμασι τὰς ἀναλήψιας ποιέεσθαι ἐκ καταβολῆς ἢ ξυῤῥαφῆς. [Surg. 10] ἐπιδέσματα καθαρὰ, κοῦφα, μαλθακὰ, λεπτά. Ἑλίσσειν ἀμφοτέρῃσιν ἅμα, καὶ ἑκατέρῃ χωρὶς ἀσκέειν. τῇ πρεπούσῃ δὲ, ἐς τὰ πλάτη καὶ τὰ πάχη τῶν μορίων τεκμαιρόμενον, χρέεσθαι. Ἑλίξιος κεφαλαὶ σκληραὶ, ὁμαλαὶ, εὐκρινέες. τὰ δὲ δὴ μέλλοντα ἀποπίπτειν κακίω ταχέως ἀποπεσόντων· τὰ δὲ, ὡς μήτε πιέζειν, μήτε ἀποπίπτειν. [Surg. 11] ὧν δὲ ἔχεται ἢ ἐπίδεσις, ἢ ὑπόδεσις, ἢ ἀμφότερα· ὑπόδεσις μὲν αἰτίη, ὥστε ἢ ἀφεστεῶτα προστεῖλαι, ἢ ἐκπεπταμένα συστεῖλαι, ἢ ξυνεσταλμένα διαστεῖλαι, ἢ διεστραμμένα διορθῶσαι, ἢ τἀναντία. παρασκευάζειν δὲ ὀθόνια κοῦφα, λεπτὰ, μαλθακὰ, καθαρὰ, πλατέα, μὴ ἔχοντα ξυῤῥαφὰς, μηδ’ ἐξαστίας, καὶ ὑγιέα, ὥστε τάνυσιν φέρειν, καὶ ὀλίγῳ κρέσσω, μὴ ξηρὰ, ἀλλ’ ἔγχυμα χυμῷ, ᾧ ἕκαστα ξύντροφα. ἀφεστεῶτα μὲν, ὥστε τὰ μετέωρα τῆς ἕδρης ψαύειν μὲν, πιέζειν δὲ μή· ἄρχεσθαι δὲ ἐκ τοῦ ὑγιέος, τελευτᾷν δὲ πρὸς τὸ ἕλκος, ὡς τὸ μὲν ὑπεὸν ἐξαθέλγηται, ἕτερον δὲ μὴ ἐπιξυλλέγηται· ἐπιδεῖν τὰ μὲν ὀρθὰ ἐς ὀρθὸν, τὰ δὲ λοξὰ λοξῶς, ἐν σχήματι ἀπόνῳ, ἐν ᾧ μήτε ἀπόσφιγξις, μήτε ἀπόστασις ἔσται τις, ἐξ οὗ, ὅταν μεταλλάσσῃ ἢ ἐς ἀνάληψιν ἢ ἐς θέσιν, οὐ μεταλλάξουσιν, ἀλλ’ ὅμοια ταῦτα ἕξούσι, μύες, φλέβες, νεῦρα, ὀστέα, ᾗ μάλιστα εὔθετα καὶ εὔσχετα· ἀναλελάφθαι δὲ, ἢ κέεσθαι ἐν σχήματι ἀπόνῳ τῷ κατὰ φύσιν· ὧν δὲ ἂν ἀποστῇ, τἀναντία. ὧν δὲ ἐκπεπταμένα ξυστεῖλαι, τὰ μὲν ἄλλα κατὰ τὰ αὐτὰ, ἐκ πολλοῦ δέ τινος δεῖ τὴν ξυναγωγὴν, καὶ ἐκ προσαγωγῆς τὴν πίεξιν, τὸ πρῶτον ἥκιστα, ἔπειτα ἐπὶ μᾶλλον, ὅριον τοῦ μάλιστα τὸ ξυμψαύειν. ὧν δὲ ξυνεσταλμένα διαστεῖλαι, ξὺν μὲν φλεγμονῇ τἀναντία· ἄνευ δὲ ταύτης, παρασκευῇ μὲν τῇ αὐτῇ, ἐπιδέσει δὲ ἐναντίῃ. διεστραμμένα δὲ διορθῶσαι, τὰ μὲν ἄλλα κατὰ τὰ αὐτά· δεῖ δὲ τὰ μὲν ἀπεληλυθότα ἐπαγαγεῖν ὑποδέσει, παρακολλήσει, ἀναλήψει· τὰ δὲ ἐναντία, ἐναντίως. [Surg. 12] κατήγμασι δὲ, σπληνῶν μήκεα, πλάτεα, πάχεα, πλήθεα· μῆκος, ὅση ἡ ἐπίδεσις· πλάτος τριῶν ἢ τεσσάρων δακτύλων· πάχος, τριπτύχους ἢ τετραπτύχους· πλῆθος, κυκλεῦντας μὴ ὑπερβάλλειν, μηδὲ ἐλλείπειν· οἷσι δὲ ἐς διόρθωσιν, μῆκος, κυκλεῦντα· πλάτος καὶ πάχος τῇ ἐνδείῃ τεκμαίρεσθαι, μὴ ἀθρόα πληρεῦντα. τῶν δὲ ὀθονίων ὑποδεσμίδες εἰσὶ δύο· τῇ πρώτῃ ἐκ τοῦ σίνεος ἐς τὸ ἄνω τελευτώσῃ, τῇ δὲ δευτέρῃ, ἐκ τοῦ σίνεος ἐς τὸ κάτω, ἐκ τοῦ κάτω ἐς τὸ ἄνω τελευτώσῃ· τὰ κατὰ τὸ σίνος πιέζειν μάλιστα, ἥκιστα τὰ ἄκρα, τὰ δὲ ἄλλακατὰ λόγον. ἡ δὲ ἐπίδεσις πουλὺ τοῦ ὑγιέος προσλαμβανέτω. Ἐπιδέσμων δὲ πλῆθος, μῆκος, πλάτος· πλῆθος μὲν, μὴ ἡσσᾶσθαι τοῦ σίνεος, μηδὲ νάρθηξιν ἐνέρεισιν εἶναι, μηδὲ ἄχθος, μηδὲ περίῤῥεψιν, μηδὲ ἐκθήλυνσιν· μῆκος δὲ καὶ πλάτος, τριῶν, ἢ τεσσάρων, ἢ πέντε, ἢ ἓξ, πήχεων μὲν μῆκος, δακτύλων δὲ πλάτος. καὶ παραιρήματος περιβολαὶ τοσαῦται, ὥστε μὴ πιέζειν· μαλθακὰ δὲ, μὴ παχέα· ταῦτα πάντα, ὡς ἐπὶ μήκει καὶ πλάτει καὶ πάχει τοῦ παθόντος. νάρθηκες δὲ λεῖοι, ὁμαλοὶ, σιμοὶ κατ’ ἄκρα, σμικρῷ μείους ἔνθεν καὶ ἔνθεν τῆς ἐπιδέσιος, παχύτατοι δὲ, ᾗ ἐξήριπε τὸ κάτηγμα. ὁκόσα δὲ κυρτὰ καὶ ἄσαρκα φύσει, φυλασσόμενον τῶν ὑπερεχόντων, οἷον κατὰ δακτύλους ἢ σφυρὰ, ἢ τῇ θέσει, ἢ τῇ βραχύτητι. Παραιρήμασι δὲ ἑρμάζειν, μὴ πιέζειν τὸ πρῶτον. κηρωτῇ μαλθακῇ, καὶ λείῃ, καὶ καθαρῇ ἑλισσέσθω. [Surg. 13] ὕδατος θερμότης, πλῆθος· θερμότης μὲν, κατὰ τῆς ἑωυτοῦ χειρὸς καταχεῖν· πλῆθος δὲ, χαλάσαι μὲν καὶ ἰσχνῆναι τὸ πλεῖστον, ἄριστον, σαρκῶσαι δὲ καὶ ἁπαλῦναι, τὸ μέτριον· μέτρον δὲ τῆς καταχύσιος, ἔτι μετεωριζομένου, δεῖ, πρὶν ξυμπίπτειν, παύεσθαι· τὸ μὲν γὰρ πρῶτον αἴρεται, ἔπειτα δὲ ἰσχναίνεται. [Surg. 14] θέσις δὲ μαλθακὴ, ὁμαλὴ, ἀνάῤῥοπος τοῖσιν ἐξέχουσι τοῦ σώματος, οἷον πτέρνῃ καὶ ἰσχίῳ, ὡς μήτε ἀνακλᾶται, μήτε ἀποκλᾶται, μήτε ἐκτρέπηται. Σωλῆνα παντὶ τῷ σκέλει, ἢ ἡμίσει· ἐς τὸ πάθος δὲ βλέπειν καὶ τἄλλα ὅσα βλάπτει δῆλα. [Surg. 15] Πάρεξις δὲ, καὶ διάτασις, καὶ ἀνάπλασις, καὶ τὰ ἄλλα κατὰ φύσιν. φύσις δὲ ἐν μὲν ἔργοις, τοῦ ἔργου τῇ πρήξει, ὃ βούλεται, τεκμαρτέον· ἐς δὲ ταῦτα, ἐκ τοῦ ἐλινύοντος, ἐκ τοῦ κοινοῦ, ἐκ τοῦ ἔθεος· ἐκ μὲν τοῦ ἐλινύοντος καὶ ἀφειμένου, τὰς ἰθυωρίας σκέπτεσθαι, οἷον τὸ τῆς χειρός· ἐκ δὲ τοῦ κοινοῦ, ἔκτασιν, ξύγκαμψιν, οἷον τὸ ἐγγὺς τοῦ ἐγγωνίου πήχεος πρὸς βραχίονα· ἐκ δὲ τοῦ ἔθεος, ὅτι οὐκ ἄλλα σχήματα φέρειν δυνατώτερον, οἷον σκέλεᾳ ἔκτασιν· ἀπὸ τουτέων γὰρ ῤήϊστα πλεῖστον χρόνον ἔχοι ἂν μὴ μεταλλάσσοντα. ἐν δὲ τῇ μεταλλαγῇ ἐκ διατάσιος ὅμοια ταῦτα ἕξουσιν ἐς ἕξιν ἢ θέσιν μύες, φλέβες, νεῦρα, ὀστέα, ᾗ μάλιστα εὔθετα καὶ εὔσχετα. [Surg. 16] διάτασις μάλιστα, τὰ μέγιστα καὶ πάχιστα, καὶ ὅκου ἀμφότερα· δεύτερα, ὧν τὸ ὑποτεταγμένον· ἥκιστα, ὧν τὸ ἄνω· μᾶλλον δὲ τοῦ μετρίου, βλάβη, πλὴν παιδίων· ἔχειν ἀνάντη σμικρόν. διορθώσιος παράδειγμα, τὸ ὁμώνυμον, τὸ ὁμόζυγον, τὸ ὅμοιον, τὸ ὑγιές. [Surg. 17] ἀνάτριψις δύναται λῦσαι, δῆσαι, σαρκῶσαι, μινυθῆσαι· ἡ σκληρὴ, δῆσαι· ἡ μαλακὴ, λῦσαι· ἡ πολλὴ, μινυθῆσαι· ἡ μετρίη, παχῦναι. [Surg. 18] ἐπιδεῖν δὲ τὸ πρῶτον· ὁ μὲν ἐπιδεδεμένος μάλιστα φάτω πεπιέχθαι κατὰ τὸ σίνος, ἥκιστα τὰ ἄκρα· ἡρμάσθαι δὲ, μὴ πεπιέχθαι· πλήθει, μὴ ἰσχύϊ· τὴν δὲ ἡμέρην ταύτην καὶ νύκτα, ὀλίγῳ μᾶλλον, τὴν δ’ ὑστέρην, ἧσσον· τρίτη, χαλαρά. Εὑρεθήτω δὲ τῇ μὲν ὑστεραίῃ ἐν ἄκροισιν οἴδημα μαλθακόν· τῇ τρίτῃ δὲ τὸ ἐπιδεθὲν λυθὲν, ἰσχνότερον, παρὰ πάσας τὰς ἐπιδέσιας τοῦτο. τῇ δὲ ὑστεραίῃ ἐπιδέσει, ἢν δικαίως ἐπιδεδεμένον φανῇ, μαθεῖν δεῖ· ἐντεῦθεν δὲ μᾶλλον καὶ ἐπὶ πλέοσι πιεχθήτω· τῇ δὲ τρίτῃ ἐπὶ μᾶλλον καὶ ἐπὶ πλέοσιν. τῇ δὲ ἑβδόμῃ ἀπὸ τῆς πρώτης ἐπιδέσιος λυθέντα, εὑρεθήτω ἰσχνὰ, χαλαρὰ τὰ ὀστέα. ἐς δὲ νάρθηκας, δεθέντα, ἢν ἰσχνὰ καὶ ἄκνησμα καὶ ἀνέλκεα ᾖ, ἐᾷν μέχρις εἴκοσιν ἡμερέων ἀπὸ τοῦ σίνεος· ἢν δέ τι ὑποπτεύηται, λῦσαι ἐν τῷ μέσῳ· νάρθηκας διὰ τρίτης ἐρείδειν. [Surg. 19] ἡ ἀνάληψις, ἡ θέσις, ἡ ἐπίδεσις, ὡς ἐν τῷ αὐτῷ σχήματι διαφυλάσσειν. κεφάλαια σχημάτων, ἔθεα, φύσιες ἑκάστου τῶν μελέων· τὰ εἴδεα, ἐκ τοῦ τρέχειν, ὁδοιπορέειν, ἑστάναι, κατακεῖσθαι, ἐκ τοῦ ἔργου, ἐκ τοῦ ἀφεῖσθαι. [Surg. 20] ὅτι χρῆσις κρατύνει, ἀργίη δὲ τήκει. [Surg. 21] ἡ πίεξις πλήθει, μὴ ἰσχύϊ. [Surg. 22] ὁκόσα δὲ ἐκχυμώματα, ἢ φλάσματα, ἢ σπάσματα, ἢ οἰδήματα ἀφλέγμαντα, ἐξερύεται αἷμα ἐκ τοῦ τρώματος, ἐς μὲν τὸ ἄνω τοῦ σώματος πλεῖστον, βραχὺ δέ τι καὶ ἐς τὸ κάτω· μὴ κατάντη τὴν χεῖρα ἔχοντα, ἢ τὸ σκέλος· τιθέμενον τὴν ἀρχὴν κατὰ τὸ τρῶμα, καὶ μάλιστα ἐρείδοντα, ἥκιστα τὰ ἄκρα, μέσως τὰ διὰ μέσου· τὸ ἔσχατον πρὸς τὰ ἄνω τοῦ σώματος νεμόμενον· ἐπιδέσει, πιέξει· ἀτὰρ καὶ ταῦτα, πλήθει μᾶλλον, ἢ ἰσχύϊ· μάλιστα δὲ τουτέοισιν ὀθόνια λεπτὰ, κοῦφα, μαλθακὰ, καθαρὰ, πλατέα, ὑγιέα, ὡς ἂν ἄνευ ναρθήκων· καὶ καταχύσει χρῆσθαι. [Surg. 23] τὰ δὲ ἐκπτώματα, ἢ στρέμματα, ἢ διαστήματα, ἢ ἀποσπάσματα, ἢ ἀποκλάσματα, ἢ διαστρέμματα, οἷα τὰ κυλλὰ, τὰ ἑτερόῤῥοπα, ὅθεν μὲν ἐξέστη, ξυνδιδόντα, ὅπη δὲ ξυντείνοντα, ὡς ἐς τἀναντία ῤέπῃ, ἐπιδεθέντα, ἢ πρὶν ἐπιδεθῆναι, σμικρῷ μᾶλλον, ἢ ὥστε ἐξ ἴσου εἶναι· καὶ τοῖσιν ἐπιδέσμοισι, καὶ τοῖσι σπλήνεσι, καὶ τοῖσιν ἀναλήμμασι, καὶ τοῖσι σχήμασι, κατατάσει, ἀνατρίψει, διορθώσει, ταῦτα καὶ καταχύσει πλείονι. [Surg. 24] τὰ δὲ μινυθήματα, πουλὺ προσλαμβάνοντα τοῦ ὑγιέος, ἐπιδεῖν ὡς ἂν ἐξ ἐπιδρομῆς τὰ ξυντακέντα πλέον ἢ αὐτὰ ἐμινύθει, ἀλλοίῃ τῇ ἐπιδέσει παραλλάξαντα, ἐκκλίνειν ἐς τὴν αὔξησιν καὶ ἀνάπλασιν τῶν σαρκῶν ποιήσηται. βέλτιον δὲ καὶ τὸ ἄνωθεν, οἷον κνήμης, καὶ τὸν ἕτερον μηρὸν, καὶ τὸ σκέλος τὸ ὑγιὲς συνεπιδεῖν, ὡς ὁμοιότερον ᾖ, καὶ ὁμοίως ἐλινύῃ, καὶ ὁμοίως τῆς τροφῆς ἀποκλείηται καὶ δέχηται· ὀθονίων πλήθει, μὴ πιέξει· ἀνιέντα πρῶτον τὸ μάλιστα δεόμενον, καὶ ἀνατρίψει χρώμενον σαρκούσῃ, καὶ καταχύσει· ἄνευ ναρθήκων. [Surg. 25] τὰ δὲ ἑρμάσματα καὶ ἀποστηρίγματα, οἷον στήθει, πλευρῇσι, κεφαλῇ, καὶ τοῖσιν ἄλλοισιν, ὅσα τοιαῦτα· τὰ μὲν, σφυγμῶν ἕνεκεν, ὡς μὴ ἐνσείηται· τὰ δὲ, καὶ τῶν διαστασίων τῶν κατὰ τὰς ἁρμονίας ἐν τοῖσι κατὰ τὴν κεφαλὴν ὀστέοισιν, ἐρεισμάτων χάριν· ἐπί τε βηχέων, ἢ πταρμέων, ἢ ἄλλης κινήσιος, οἷα τὰ κατὰ θώρηκα καὶ κεφαλὴν ἀποστηρίγματα γίγνεται. τουτέων ἁπάντων αἱ αὐταὶ ξυμμετρίαι τῆς ἐπιδέσιος· ᾗ μὲν γὰρ τὰ σίνη, μάλιστα πιέζει· ὑποτιθέναι οὖν μαλθακόν τι ἁρμόζον τῷ πάθει· ἐπιδεῖν δὲ μὴ μᾶλλον πιεζεῦντα, ἢ ὥστε τοὺς σφυγμοὺς μὴ ἐνσείειν, μηδὲ μᾶλλον ἢ ὥστε τῶν διεστηκότων τὰ ἔσχατα τῶν ἁρμονιῶν ψαύειν ἀλλήλων, μηδὲ τὰς βῆχας καὶ τοὺς πταρμοὺς ὥστε κωλύειν, ἀλλ’ ὥστε ἀποστήριγμα εἶναι, ὡς μήτε διαναγκάζηται, μήτε ἐνσείηται. ## Περὶ ἀγμῶν [Fract. 1] ἐχρῆν τὸν ἰητρὸν τῶν ἐκπτωσίων τε καὶ κατηγμάτων ὡς ἰθυτάτας τὰς κατατάσιας ποιέεσθαι· αὕτη γὰρ ἡ δικαιοτάτη φύσις. ἢν δέ τι ἐγκλίνῃ ἢ τῇ ἢ τῇ, ἐπὶ τὸ πρηνὲς ῤέπειν· ἐλάσσων γὰρ ἡ ἁμαρτὰς ἢ ἐπὶ τὸ ὕπτιον. οἱ μὲν οὖν μηδὲν προβουλεύσαντες οὐδὲν ἐξαμαρτάνουσιν ὡς ἐπὶ τὸ πουλύ· αὐτὸς γὰρ ὁ ἐπιδεόμενος τὴν χεῖρα ἀπορέγει, οὕτως ὑπὸ τῆς δικαίης φύσιος ἀναγκαζόμενος· οἱ δὲ ἰητροὶ σοφιζόμενοι δῆθεν ἐστὶν οἳ ἁμαρτάνουσιν. σπουδὴ μὲν οὐ πολλὴ χεῖρα κατεαγυῖαν χειρίσαι, καὶ παντὸς δὲ ἰητροῦ, ὡς ἔπος εἰπεῖν· ἀναγκάζομαι δ’ ἐγὼ πλείω γράφειν περὶ αὐτέου, ὅτι οἶδα ἰητροὺς σοφοὺς δόξαντας εἶναι ἀπὸ σχημάτων χειρὸς εν ἐπιδέσει, ἀφ’ ὧν ἀμαθέας αὐτέους ἐχρῆν δοκέειν εἶναι. ἄλλα γὰρ πολλὰ οὕτω ταύτης τῆς τέχνης κρίνεται· τὸ γὰρ ξενοπρεπὲς οὔπω ξυνιέντες εἰ χρηστὸν, μᾶλλον ἐπαινέουσιν, ἢ τὸ ξύνηθες, ὃ ἤδη οἴδασιν ὅτι χρηστὸν, καὶ τὸ ἀλλόκοτον, ἢ τὸ εὔδηλον. ῥητέον οὖν ὁκόσας ἐθέλω τῶν ἁμαρτάδων τῶν ἰητρῶν, τὰς μὲν ἀποδιδάξαι, τὰς δὲ διδάξαι περὶ τῆς φύσιος τῆς χειρός· καὶ γὰρ ἄλλων ὀστέων τῶν κατὰ τὸ σῶμα δίδαγμα ὅδε ὁ λόγος ἐστίν. [Fract. 2] τὴν μὲν οὖν χεῖρα, περὶ οὗ ὁ λόγος, ἔδωκέ τις ἐπιδῆσαι, πρηνέα ποιήσας· ὁ δ’ ἠνάγκαζεν οὕτως ἔχειν, ὥς περ οἱ τοξεύοντες, ἐπὴν τὸν ὦμον ἐμβάλλωσι, καὶ οὕτως ἔχουσαν ἐπέδει, νομίζων ἑωυτῷ εἶναι τοῦτο αὐτέῃ τὸ κατὰ φύσιν· καὶ μαρτύριον ἐπήγετο τά τε ὀστέα ἅπαντα τὰ ἐν τῷ πήχει, ὅτι ἰθυωρίην κατάλληλα εἶχε, τήν τε ὁμοχροίην, ὅτι αὐτὴ καθ’ ἑωυτὴν τὴν ἰθυωρίην ἔχει οὕτω καὶ ἐκ τοῦ ἔξωθεν μέρεος καὶ ἐκ τοῦ ἔσωθεν· οὕτω δὲ ἔφη καὶ τὰς σάρκας καὶ τὰ νεῦρα πεφυκέναι, καὶ τὴν τοξικὴν ἐπήγετο μαρτύριον. ταῦτα λέγων καὶ ταῦτα ποιέων, σοφὸς ἐδόκεεν εἶναι· τῶν δὲ ἄλλων τεχνέων ἐπελελήθει, καὶ ὁκόσα ἰσχύϊ ἐργάζονται, καὶ ὁκόσα τεχνήμασιν, οὐκ εἰδὼς ὅτι ἄλλο ἐν ἄλλῳ τὸ κατὰ φύσιν σχῆμά ἐστιν, καὶ ἐν τῷ αὐτέῳ ἔργῳ ἕτερα τῆς δεξιῆς χειρὸς σχήματα κατὰ φύσιν ἐστὶ, καὶ ἕτερα τῆς ἀριστερῆς, ἢν οὕτω τύχῃ. ἄλλο μὲν γὰρ σχῆμα ἐν ἀκοντισμῷ κατὰ φύσιν, ἄλλο δὲ ἐν σφενδονήσει, ἄλλο δὲ ἐν λιθοβολίῃσιν, ἄλλο ἐν πυγμῇ, ἄλλο ἐν τῷ ἐλινύειν. ὁκόσας δ’ ἄν τις τέχνας εὕροι, ἐννοέοι οὐ τὸ αὐτὸ σχῆμα τῶν χειρέων κατὰ φύσιν εἶναι ἐν ἑκάστῃ τῶν τεχνέων· ἀλλὰ πρὸς τὸ ἄρμενον ὃ ἂν ἔχῃ ἕκαστος, καὶ πρὸς τὸ ἔργον ὃ ἂν ἐπιτελέσασθαι θέλῃ, σχηματίζονται αἱ χεῖρες. τοξικὴν δὲ ἀσκέοντι εἰκὸς τοῦτο τὸ σχῆμα κράτιστον εἶναι τῆς ἑτέρης χειρός· τοῦ γὰρ βραχίονος τὸ γιγγλυμοειδὲς, ἐν τῇ τοῦ πήχεος βαθμίδι ἐν τουτέῳ τῷ σχήματι ἐρεῖδον, ἰθυωρίην ποιέει τοῖσιν ὀστέοισι τοῦ πήχεος καὶ τοῦ βραχίονος, ὡς εἰ ἓν εἴη τὸ πᾶν· καὶ ἡ ἀνάκλασις τοῦ ἄρθρου κέκλασται ἐν τουτέῳ τῷ σχήματι. εἰκὸς μὲν οὖν οὕτως ἀκαμπτότατόν τε καὶ τετανώτατον εἶναι τὸ χωρίον, καὶ μὴ ἡσσᾶσθαι, μηδὲ ξυνδιδόναι, ἑλκομένης τῆς νευρῆς ὑπὸ τῆς δεξιῆς χειρός· καὶ οὕτως ἐπὶ πλεῖστον μὲν τὴν νευρὴν ἑλκύσει, ἀφήσει δὲ ἀπὸ στερεωτάτου καὶ ἀθροωτάτου· ἀπὸ τῶν τοιουτέων γὰρ ἀφεσίων τῶν τοξευμάτων, ταχεῖαι καὶ αἱ ἰσχύες καὶ τὰ μήκεα γίνονται. ἐπιδέσει δὲ καὶ τοξικῇ οὐδὲν κοινόν. τοῦτο μὲν γὰρ, εἰ ἐπιδήσας ἔχειν τὴν χεῖρα οὕτως ἐκέλευε, πόνους ἂν ἄλλους πολλοὺς προσετίθει μείζονας τοῦ τρώματος· τοῦτο δ’, εἰ ξυγκάμψαι ἐκέλευεν, οὔτε τὰ ὀστέα, οὔτε τὰ νεῦρα, οὔτε αἱ σάρκες ἔτι ἐν τῷ αὐτέῳ ἐγίνοντο, ἀλλὰ ἄλλῃ μετεκοσμεῖτο, κρατέοντα τὴν ἐπίδεσιν· καὶ τί ὄφελός ἐστι τοξικοῦ σχήματος; καὶ ταῦτα ἴσως οὐκ ἂν ἐξημάρτανε σοφιζόμενος, εἰ εἴα τὸν τετρωμένον αὐτὸν τὴν χεῖρα παρασχέσθαι. [Fract. 3] ἄλλος δ’ αὖ τις τῶν ἰητρῶν ὑπτίην τὴν χεῖρα δοὺς, οὕτω κατατείνειν ἐκέλευε, καὶ οὕτως ἔχουσαν ἐπέδει, τοῦτο νομίζων τὸ κατὰ φύσιν εἶναι, τῷ τε χροϊ σημαινόμενος, καὶ τὰ ὀστέα νομίζων κατὰ φύσιν εἶναι οὕτως, ὅτι φαίνεται τὸ ἐξέχον ὀστέον τὸ παρὰ τὸν καρπὸν, ἧ ὁ σμικρὸς δάκτυλος, κατ’ ἰθυωρίην εἶναι τοῦ ὀστέου ἀφ’ ὁτέου τὸν πῆχυν οἱ ἄνθρωποι μετρέουσιν. ταῦτα τὰ μαρτύρια ἐπήγετο, ὅτι κατὰ φύσιν οὕτως ἔχει, καὶ ἐδόκεεν εὖ λέγειν. ἀλλὰ τοῦτο μὲν, εἰ ὑπτίη ἡ χεὶρ κατατείνοιτο, ἰσχυρῶς πονοίη ἄν· γνοίη δ’ ἄν τις τὴν ἑωυτοῦ χεῖρα κατατείνας, ὡς ἐπώδυνον τὸ σχῆμα. ἐπεὶ καὶ ἀνὴρ ἥσσων κρέσσονα διαλαβὼν οὕτως εὖ τῇσιν ἑωυτοῦ χερσὶν, ὡς κλᾶται ὁ ἄγκων ὕπτιος, ἄγοι ἂν ὅπῃ ἐθέλοι· οὔτε γὰρ εἰ ξίφος ἐν ταύτῃ τῇ χειρὶ ἔχοι, ἔχοι ἂν ὅ τι χρήσαιτο τῷ ξίφει, οὕτω βίαιον τοῦτο τὸ σχῆμά ἐστιν. τοῦτο δὲ, εἰ ἐπιδήσας τις ἐν τουτέῳ τῷ σχήματι ἐῴη, μέζων μὲν πόνος, εἰ περιιοι, μέγας δὲ καὶ εἰ κατακέοιτο. τοῦτο δὲ, εἰ ξυγκάμψει τὴν χεῖρα, ἀνάγκη πᾶσα τούς τε μύας καὶ τὰ ὀστέα ἄλλο σχῆμα ἔχειν. ἠγνόει δὲ καὶ τάδε τὰ ἐν τῷ σχήματι χωρὶς τῆς ἄλλης λύμης· τὸ γὰρ ὀστέον τὸ παρὰ τὸν καρπὸν ἐξέχον, τὸ κατὰ τὸν σμικρὸν δάκτυλον, τοῦτο μὲν τοῦ πήχεός ἐστιν· τὸ δ’ ἐν τῆ ξυγκάμψει ἐὸν, ἀπ’ ὅτευ τὸν πῆχυν οἱ ἄνθρωποι μετρέουσι, τοῦτο δὴ τοῦ βραχίονος ἡ κεφαλή ἐστιν. ὁ δὲ ᾤετο τωὐτὸ ὀστέον εἶναι τοῦτό τε κακεῖνο, πολλοὶ δὲ καὶ ἄλλοι· ἔστι δ’ ἐκείνῳ τῷ ὀστέῳ τωὐτὸ ὁ ἄγκων καλεόμενος, ᾧ ποτὶ στηριζόμεθα. οὕτως οὖν ὑπτίην ἔχοντι τὴν χεῖρα, τοῦτο μὲν, τὸ ὀστέον διεστραμμένον φαίνεται· τοῦτο δὲ, τὰ νεῦρα τὰ ἀπὸ τοῦ καρποῦ τείνοντα ἐκ τοῦ εἴσω μέρεος καὶ ἀπὸ τῶν δακτύλων, ταῦτα ὑπτίην ἔχοντι τὴν χεῖρα διεστραμμένα γίνεται· τείνει τε γὰρ ταῦτα τὰ νεῦρα πρὸς τὸ τοῦ βραχίονος ὀστέον, ὅθεν ὁ πῆχυς μετρεῖται. αὗται τοσαῦται καὶ τοιαῦται αἱ ἁμαρτάδες καὶ ἄγνοιαι τῆς φύσιος τῆς χειρός. εἰ δ’, ὡς ἐγὼ κελεύω, χεῖρα κατεαγυῖαν κατατείνοι τις, ἐπιστρέψει μὲν τὸ ὀστέον ἐς ἰθὺ, τὸ κατὰ τὸν σμικρὸν δάκτυλον, τὸ ἐς τὸν ἀγκῶνα τεῖνον, ἰθυωρίην δὲ ἕξει τὰ νεῦρα τὰ ἀπὸ τοῦ καρποῦ πρὸς τοῦ βραχίονος τὰ ἄκρα τείνοντα· ἀναλαμβανομένη δὲ ἡ χεὶρ ἐν παραπλησίῳ σχήματι ἔσται, ἐν ᾧ περ καὶ ἐπιδεομένη, ἄπονος μὲν ὁδοιπορέοντι, ἄπονος δὲ κατακειμένῳ καὶ ἀκάματος. Καθίννυσθαι δὲ χρὴ τὸν ἄνθρωπον οὕτως, ὅκως ᾖ τὸ ἐξέχον τοῦ ὀστέου πρὸς τὴν λαμπροτάτην τῶν παρεουσέων αὐγέων, ὡς μὴ λάθῃ τὸν χειρίζοντα ἐν τῇ κατατάσει, εἰ ἱκανῶς ἐξίθυνται. τοῦ γε μὴν ἐμπείρου οὐδ’ ἂν τὴν χεῖρα λάθοι ἐπαγομένην τὸ ἐξέχον· ἀτὰρ καὶ ἀλγέει μάλιστα κατὰ τὸ ἐξέχον ψαυόμενον. [Fract. 4] τῶν δὲ ὀστέων τοῦ πήχεος, ὧν μὴ ἀμφότερα κατέηγε, ῤᾴων ἡ ἴησις, ἢν τὸ ἄνω ὀστέον τετρωμένον ἔῃ, καί περ παχύτερον ἐόν· ἅμα μὲν ὅτι τὸ ὑγιὲς ὑποτεταμένον γίνεται ἀντὶ θεμελίου, ἅμα δ’ ὅτι εὐκρυπτότερον γίνεται, πλὴν εἰ τὸ ἐγγὺς τοῦ καρποῦ· παχείη γὰρ ἡ τῆς σαρκὸς ἐπίφυσις ἡ ἐπὶ τὸ ἄνω. τὸ δὲ κάτω ὀστέον ἄσαρκον, καὶ οὐκ εὐξύγκρυπτον, καὶ κατατάσιος ἰσχυροτέρης δέεται. ἢν δὲ μὴ τοῦτο ξυντριβῇ, ἀλλὰ τὸ ἕτερον, φαυλοτέρη ἡ κατάτασις ἀρκέει· ἢν δὲ ἀμφότερα κατεηγῇ, ἰσχυροτάτης κατατάσιος δεῖται· παιδίου μὲν γὰρ ἤδη εἶδον καταταθέντα μᾶλλον ἢ ὡς ἔδει, οἱ δὲ πλεῖστοι ἧσσον τείνονται ἢ ὡς δεῖ. χρὴ δ’, ἐπὴν τείνωσι, τὰ θέναρα προσβάλλοντα διορθοῦν· ἔπειτα χρίσαντα κηρωτῇ μὴ πάνυ πουλλῇ, ὡς μὴ περιπλέῃ τὰ ἐπιδέσματα, οὕτως ἐπιδεῖν, ὅκως μὴ κατωτέρω ἄκρην τὴν χεῖρα ἕξει τοῦ ἀγκῶνος, ἀλλὰ σμικρῷ τινι ἀνωτέρω, ὡς μὴ τὸ αἷμα ἐς ἄκρον ἐπιῤῥέῃ, ἀλλὰ ἀπολαμβάνηται· ἔπειτα ἐπιδεῖν τῷ ὀθονίῳ, τὴν ἀρχὴν βαλλόμενος κατὰ τὸ κάτηγμα· ἐρείδων μὲν οὖν, μὴ πιέζων δὲ κάρτα. ἐπὴν δὲ περιβάλλῃ κατὰ τωὐτὸ δὶς ἢ τρὶς, ἐπὶ τὸ ἄνω νεμέσθω ἐπιδέων, ἵνα αἱ ἐπιῤῥοαὶ τοῦ αἵματος ἀπολαμβάνωνται, καὶ τελευτησάτω κεῖθι· χρὴ δὲ μὴ μακρὰ εἶναι τὰ πρῶτα ὀθόνια. τῶν δὲ δευτέρων ὀθονίων, τὴν μὲν ἀρχὴν βάλλεσθαι ἐπὶ τὸ κάτηγμα· περιβαλὼν δὲ ἅπαξ ἐς τωὐτὸ, ἔπειτα νεμέσθω ἐς τὸ κάτω, καὶ ἐπὶ ἧσσον πιέζων, καὶ ἐπὶ μέζον διαβιβάσκων, ὡς ἂν αὐτὸ ἱκανὸν γένηται τὸ ὀθόνιον ἀναπαλινδρομῆσαι κεῖθι, ἵνα περ τὸ ἕτερον ἐτελεύτησεν. ἐνταῦθα μὲν οὖν τὰ ὀθόνια ἐπ’ ἀριστερὰ ἢ ἐπὶ δεξιὰ ἐπιδεδέσθω ἢ ἐπὶ ὁκότερα ἂν ξυμφέρῃ πρὸς τὸ σχῆμα τοῦ κατεηγότος, καὶ ἐφ’ ὁκότερα ἂν περιῤῥέπειν ξυμφέρῃ. μετὰ δὲ ταῦτα, σπλῆνας κατατείνειν χρὴ κεχρισμένους κηρωτῇ ὀλίγῃ· καὶ γὰρ προσηνέστερον καὶ εὐθετώτερον· ἔπειτα οὕτως ἐπιδεῖν τοῖσιν ὀθονίοισιν ὡς ἐναλλὰξ, ὁτὲ μὲν ἐπὶ δεξιὰ, ὁτὲ δὲ ἐπ’ ἀριστερά· καὶ τὰ μὲν πλείω κάτωθεν ἀρχόμενος, ἐς τὸ ἄνω ἄγειν, ἔστι δ’ ὅτε καὶ ἄνωθεν ἐς τὸ κάτω. τὰ δὲ ὑπόξηρα ἀκέεσθαι τοῖσι σπλήνεσι κυκλεῦντα· τῷ δὲ πλήθει τῶν. περιβολέων μὴ πᾶν ἀθρόον ξυνδιορθοῦντα, ἀλλὰ κατὰ μέρος· περιβάλλειν δὲ χρὴ χαλαρὰ καὶ περὶ τὸν καρπὸν τῆς χειρὸς, ἄλλοτε καὶ ἄλλοτε. πλῆθος δὲ τῶν ὀθονίων ἱκανὸν τὸ πρῶτον, αἱ δύο μοῖραι. [Fract. 5] σημεῖα δὲ τοῦ καλῶς ἰητρευμένου ταῦτα, καὶ ὀρθῶς ἐπιδεομένου, εἰ ἐρωτῴης αὐτὸν εἰ πεπίεκται, καὶ εἰ φαίη μὲν πεπιέχθαι, ἡσύχως δὲ, καὶ μάλιστα εἰ κατὰ τὸ κάτηγμα φαίη· τοιαῦτα τοίνυν φάναι χρὴ πεπρηγμένα διὰ τέλεος τὸν ὀρθῶς ἐπιδεόμενον. σημεῖα δὲ ταῦτα τῆς μετριότητος, τὴν μὲν ἡμέρην ἣν ἂν ἐπιδεθῇ, καὶ τὴν νύκτα δοκείτω αὐτὸς ἑωυτῷ μὴ ἐπὶ ἧσσον πεπιέχθαι, ἀλλ’ ἐπὶ μᾶλλον· τῇ δ’ ὑστεραίῃ οἰδημάτιον ἐλθεῖν ἐς χεῖρα ἄκρην μαλθακόν· μετριότητος γὰρ σημεῖον τῆς πιέξιός σου. τελευτώσης δὲ τῆς ἡμέρης, ἐπὶ ἧσσον δοκείτω πεπιέχθαι· τῇ δὲ τρίτῃ, χαλαρά σοι δοκείτω εἶναι τὰ ἐπιδέσματα. κἢν μέν τι τούτων τῶν εἰρημένων ἐλλείπῃ, γινώσκειν χρὴ ὅτι χαλαρωτέρη ἡ ἐπίδεσις τοῦ μετρίου· ἢν δέ τι τῶν εἰρημένων πλεονάζῃ, χρὴ γινώσκειν ὅτι μᾶλλον ἐπιέχθη τοῦ μετρίου· καὶ τουτέοισι σημαινόμενος, τὸ ὕστερον ἐπιδέων, ἢ χαλᾷν μᾶλλον, ἢ πιέζειν. ἀπολύσαντα δὲ χρὴ τριταῖον ἐόντα, κατατεινάμενον καὶ διορθωσάμενον, αὖθις ἐπιδῆσαι· κἢν μετρίως τὸ πρῶτον τετυχήκῃς ἐπιδήσας, ταύτην τὴν ἐπίδεσιν χρὴ ὀλίγῳ μᾶλλον ἢ ἐκείνην πιέσαι. βάλλεσθαι δὲ χρὴ τὰς ἀρχὰς κατὰ τὸ κάτηγμα, ὥσπερ καὶ τὸ πρότερον· ἢν μὲν γὰρ τοῦτο πρότερον ἐπιδέῃς, ἐξειρύαται ἐκ τούτου οἱ ἰχῶρες ἐς τὰς ἐσχατιὰς ἔνθα καὶ ἔνθα· ἢν δέ τι ἄλλο πρότερον πιέζῃς, ἐς τοῦτο ἐξειρύαται ἐκ τοῦ πιεχθέντος· ἐς πολλὰ δ’ εὔχρηστον τὸ ξυνιέναι. οὕτως οὖν ἄρχεσθαι μὲν αἰεὶ χρὴ τὴν ἐπίδεσιν καὶ τὴν πίεξιν ἐκ τουτέου τοῦ χωρίου, τὰ δ’ ἄλλὰ κατὰ λόγον, ὡς προσωτέρω ἀπὸ τοῦ κατήγματος ἀγάγῃς, ἐπὶ ἧσσον τὴν πίεξιν ποιέεσθαι. χαλαρὰ δὲ παντάπασι μηδέποτε περιβάλλειν, ἀλλὰ προσπεπτωκότα. ἔπειτα δὲ πλείοσιν ὀθονίοισι χρὴ ἐπιδεῖν ἑκάστην τῶν ἐπιδεσίων. ἐρωτώμενος δὲ φάτω ὀλίγῳ μᾶλλόν οἱ πεπιέχθαι, ἢ τὸ πρότερον, καὶ μάλιστα φάτω κατὰ τὸ κάτηγμα, καὶ τὰ ἄλλα δὲ κατὰ λόγον· καὶ ἀμφὶ τῷ οἰδήματι, καὶ ἀμφὶ τῷ πονέειν, καὶ ἀμφὶ τῷ ῤῃΐζειν, κατὰ λόγον τῆς προτέρης ἐπιδέσιος γινέσθω. ἐπὴν δὲ τριταῖος ᾖ, χαλαρώτερά οἱ δοκείτω εἶναι τὰ ἐπιδέσματα. ἔπειτα ἀπολύσαντα χρὴ αὖθις ἐπιδῆσαι, ὀλίγῳ μᾶλλον πιέζοντα, καὶ ἐν πᾶσι τοῖσιν ὀθονίοισιν οἷσί περ ἤμελλεν ἐπιδεῖσθαι· καὶ ἔπειτα αὐτὸν πάντα ταῦτα καταλαβέτω, ἅπερ καὶ ἐν τῇσι πρώτῃσι περιόδοισι τῶν ἐπιδεσίων. [Fract. 6] ἐπὴν δὲ τριταῖος γένηται, ἑβδομαῖος δὲ ἀπὸ τῆς πρώτης ἐπιδέσιος, ἢν ὀρθῶς ἐπιδέηται, τὸ μὲν οἴδημα ἐν ἄκρῃ τῇ χειρὶ ἔσται, οὐδὲ τοῦτο λίην μέγα· τὸ δ’ ἐπιδεόμενον χωρίον ἐν πάσῃσι τῇσιν ἐπιδέσεσιν ἐπὶ τὸ λεπτότερον καὶ ἰσχνότερον εὑρεθήσεται, ἐν δὲ τῇ ἑβδόμῃ καὶ πάνυ λεπτὸν, καὶ τὰ ὀστέα τὰ κατεηγότα ἐπὶ μᾶλλον κινεύμενα καὶ εὐπαράγωγα ἐς κατόρθωσιν. καὶ ἢν ᾖ ταῦτα τοιαῦτα, κατορθωσάμενον χρὴ ἐπιδῆσαι ὡς ἐς νάρθηκας, ὀλίγῳ μᾶλλον πιέσαντα, ἢ τὸ πρότερον, ἢν μὴ πόνος τις πλείων ᾖ ἀπὸ τοῦ οἰδήματος τοῦ ἐν ἄκρῃ τῇ χειρί. ἐπὴν δὲ ἐπιδήσῃς τοῖσιν ὀθονίοισι, τοὺς νάρθηκας περιθεῖναι χρὴ καὶ περιλαβεῖν ἐν τοῖσι δεσμοῖσιν ὡς χαλαρωτάτοισιν, ὁκόσον ἠρεμέειν, ὥστε μηδὲν ξυμβάλλεσθαι ἐς τὴν πίεξιν τῆς χειρὸς τὴν τῶν ναρθήκων πρόσθεσιν. μετὰ δὲ ταῦτα, ὅ τε πόνος, αἵ τε ῤᾳστῶναι αἱ αὐταὶ γινέσθωσαν, αἵ περ καὶ ἐν τῇσι πρώτῃσι περιόδοισι τῶν ἐπιδεσίων. ἐπὴν δὲ τριταῖος ἐὼν φῇ χαλαρὸν εἶναι, τότ’ ἔπειτα χρὴ τοὺς νάρθηκας ἐρείσασθαι, μάλιστα μὲν κατὰ τὸ κάτηγμα, ἀτὰρ καὶ τἄλλα, κατὰ λόγον, ᾗπερ καὶ ἡ ἐπίδεσις ἐχάλα μᾶλλον ἢ ἐπίεζεν. παχύτατον δὲ χρὴ εἶναι τὸν νάρθηκα, ᾗ ἐξέστη τὸ κάτηγμα, μὴ μὴν πολλῷ. ἐπιτηδεύειν δὲ χρὴ μάλιστα μὲν κατ’ ἰθυωρίην τοῦ μεγάλου δακτύλου, ὡς μὴ κείσηται ὁ νάρθηξ, ἀλλὰ τῇ ἢ τῇ, μηδὲ κατὰ τὴν τοῦ σμικροῦ ἰθυωρίην ᾗ τὸ ὀστέον ὑπερέχει ἐν τῷ καρπῷ, ἀλλὰ τῇ ἢ τῇ. ἢν δὲ ἄρα πρὸς τὸ κάτηγμα ξυμφέρῃ κεῖσθαι κατὰ ταῦτά τινας τῶν ναρθήκων, βραχυτέρους αὐτοὺς χρὴ τῶν ἄλλων ποιέειν, ὡς μὴ ἐξικνέωνται πρὸς τὰ ὀστέα τὰ ὑπερέχοντα παρὰ τὸν καρπόν· κίνδυνος γὰρ ἑλκώσιος, καὶ νεύρων ψιλώσιος. χρὴ δὲ διὰ τρίτης ἐρείδειν τοῖσι νάρθηξι πάνυ ἡσυχῇ, οὕτω τῇ γνώμῃ ἔχοντα, ὡς οἱ νάρθηκες φυλακῆς εἵνεκα τῆς ἐπιδέσιος προσκέωνται, ἀλλ’ οὐ τῆς πιέξιος εἵνεκεν ἐπιδέωνται. [Fract. 7] ἢν μὲν οὖν εὖ εἰδῇς ὅτι ἱκανῶς τὰ ὀστέα ἀπίθυνται ἐν τῇσι προτέρῃσιν ἐπιδέσεσι, καὶ μήτε κνησμοί τινες λυπέωσι, μήτε τις ἕλκωσις μηδεμία ὑποπτεύηται εἶναι, ἐᾷν χρὴ ἐπιδεδέσθαι ἐν τοῖσι νάρθηξιν, ἔστ’ ἂν ὑπὲρ εἴκοσιν ἡμέρας γίνηται. ἐν τριήκοντα δὲ μάλιστα τῇσι ξυμπάσῃσι κρατύνεται ὀστέα τὰ ἐν τῷ πήχει τὸ ἐπίπαν· ἀτρεκὲς δὲ οὐδέν· μάλα γὰρ καὶ φύσις φύσιος, καὶ ἡλικίη ἡλικίης διαφέρει. ἐπὴν δὲ λύσῃς, ὕδωρ θερμὸν καταχέαι χρὴ, καὶ μετεπιδῆσαι, ἧσσον μὲν ὀλίγῳ πιέσαντα, ἢ τὸ πρόσθεν, ἐλάσσοσι δὲ τοῖσιν ὀθονίοισιν, ἢ τὸ πρότερον· καὶ ἔπειτα διὰ τρίτης ἡμέρης λύσαντα ἐπιδεῖν, ἐπὶ μὲν ἧσσον πιέζοντα, ἐπὶ δὲ ἐλάσσοσι τοῖσιν ὀθονίοισιν. ἐπὴν δὲ, ὅταν τοῖσι νάρθηξι δεθῇ, ὑποπτεύῃς τὰ ὀστέα μὴ ὀρθῶς κεῖσθαι, ἢ ἄλλο τι ὀχλέῃ τὸν τετρωμένον, λῦσαι ἐν τῷ ἡμίσει τοῦ χρόνου, ἢ ὀλίγῳ πρόσθεν, καὶ αὖθις μετεπιδῆσαι. δίαιτα δὲ τουτέοισιν, οἷσιν ἂν μὴ ἕλκεα ἐξ ἀρχῆς γένηται, ἢ ὀστέα ἔξω ἐξίσχῃ, ἀρκέει ὑποφαύλη· ἐνδεέστερον δὲ χρὴ διαιτᾷν ἄχρις ἡμερέων δέκα, ἅτε ἤδη καὶ ἐλινύοντας· καὶ ὄψοισιν ἁπαλοῖσι χρῆσθαι, ὁκόσα τῇ διεξόδῳ μετριότητα παρασχήσει· οἴνου δὲ καὶ κρεηφαγίης ἀπέχεσθαι· ἔπειτα μέντοι ἐκ προσαγωγῆς ἀνακομίζεσθαι. οὗτος ὁ λόγος ὥσπερ νόμος κεῖται δίκαιος περὶ κατηγμάτων ἰήσιος, ὥστε χειρίζειν χρὴ, καὶ ὥστε ἀποβαίνει ἀπὸ τῆς δικαίης χειρίξιος· ὅ τι δ’ ἂν μὴ οὕτως ἀποβαίνῃ, εἰδέναι χρὴ ὅτι ἐν τῇ χειρίξει τι ἐνδεὲς πεποίηται, ἢ πεπλεόνασται. ἔτι δὲ τάδε χρὴ προσξυνιέναι ἐν τούτῳ τῷ ἁπλῷ τρόπῳ, ἃ οὐ κάρτα ἐπιμελέονται οἱ ἰητροὶ, καίτοι πᾶσαν μελέτην καὶ πᾶσαν ἐπίδεσιν οἷά τε διαφθείρειν ἐστὶ, μὴ ὀρθῶς ποιεύμενα· ἢν γὰρ τὰ μὲν ὀστέα ἄμφω κατηγῇ, ἢ τὸ κάτω μοῦνον, ὁ δὲ ἐπιδεδεμένος ἐν ταινίῃ τινὶ τὴν χεῖρα ἔχῃ ἀναλελαμμένην, τυγχάνῃ δὲ ἡ ταινίη κατὰ τὸ κάτηγμα πλείστη ἐοῦσα, ἔνθεν δὲ καὶ ἔνθεν ἡ χεὶρ ἀπαιωρέηται, τοῦτον ἀνάγκη τὸ ὀστέον εὑρεθῆναι διεστραμμένον ἔχοντα πρὸς τὸ ἄνω μέρος· ἢν δὲ, κατεηγότων τῶν ὀστέων οὕτως, ἄκρην τε τὴν χεῖρα ἐν τῇ ταινίῃ ἔχῃ καὶ παρὰ τὸν ἀγκῶνα, ὁ δὲ ἄλλος πῆχυς μὴ μετέωρος ἔῃ, οὗτος εὑρεθήσεται τὸ ὀστέον ἐς τὸ κάτω μέρος διεστραμμένον ἔχων. χρὴ οὖν ἐν ταινίῃ πλάτος ἐχούσῃ, μαλθακῇ, τὸ πλεῖστον τοῦ πήχεος καὶ τὸν καρπὸν τῆς χειρὸς ὁμαλῶς αἰωρέεσθαι. [Fract. 8] ἢν δὲ ὁ βραχίων καταγῇ, ἢν μέν τις ἀποτανύσας τὴν χεῖρα ἐν τουτέῳ τῷ σχήματι διατείνῃ, ὁ μῦς τοῦ βραχίονος κατατεταμένος ἐπιδεθήσεται· ἐπὴν δ’ ἐπιδεθεὶς ξυγκάμψῃ τὸν ἀγκῶνα, ὁ μῦς τοῦ βραχίονος ἄλλο σχῆμα σχήσει. δικαιοτάτη οὖν βραχίονος κατάτασις ἥδε· ξύλον πηχυαῖον ἢ ὀλίγῳ βραχύτερον, ὁκοῖοι οἱ στειλαιοί εἰσι τῶν σκαφίων, κρεμάσαι χρὴ, ἔνθεν καὶ ἔνθεν σειρῇ δήσαντα· καθίσαντα δὲ τὸν ἄνθρωπον ἐπὶ ὑψηλοῦ τινος, τὴν χεῖρα ὑπερκεῖσθαι, ὡς ὑπὸ τῇ μασχάλῃ γένηται ὁ στειλαιὸς ἔχων ξυμμέτρως, ὥστε μόλις δύνασθαι καθίννυσθαι τὸν ἄνθρωπον, σμικροῦ δέοντα μετέωρον εἶναι· ἔπειτα θέντα τι ἄλλο ἔφεδρον, καὶ ὑποθέντα σκύτινον ὑποκεφάλαιον, ἢ ἓν ἢ πλείω ὅκως ξυμμέτρως σχοίη ὕψεος τοῦ πήχεος πλαγίου πρὸς ὀρθὴν γωνίην. ἄριστον μὲν σκύτος πλατὺ καὶ μαλθακὸν, ἢ ταινίην πλατέην ἀμφιβάλλοντα, τῶν μεγάλων τι σταθμίων ἐξαρτῆσαι, ὅ τι μετρίως ἕξει κατατείνειν· εἰ δὲ μὴ, τῶν ἀνδρῶν ὅστις ἐῤῥωμένος, ἐν τούτῳ τῷ σχήματι τοῦ πήχεος ἐόντος, παρὰ τὸν ἀγκῶνα καταναγκαζέτω ἐς τὸ κάτω. ὁ δὲ ἰητρὸς ὀρθὸς μὲν ἐὼν χειριζέτω, τὸν ἕτερον πόδα ἐπὶ ὑψηλοτέρου τινὸς ἔχων, κατορθώσας δὲ τοῖσι θέναρσι τὸ ὀστέον· ῤηϊδίως δὲ κατορθώσεται· ἀγαθὴ γὰρ ἡ κατάστασις, ἤν τις καλῶς παρασκευάσηται. ἔπειτα ἐπιδείτω, τάς τε ἀρχὰς βαλλόμενος ἐπὶ τὸ κάτηγμα, καὶ τἄλλα πάντα ὥσπερ πρότερον παρῃνέθη, χειριζέτω· καὶ ἐρωτήματα ταὐτὰ ἐρωτάτω· καὶ σημείοισι χρήσθω τοῖσιν αὐτέοισιν, εἰ μετρίως ἔχει, ἢ οὔ· καὶ διὰ τρίτης ἐπιδείτω, καὶ ἐπὶ μᾶλλον πιεζέτω· καὶ ἑβδομαῖον ἢ ἐναταῖον ἐν νάρθηξι δησάτω [, ἔστ’ ἂν ὑπὲρ τριήκοντα ἡμέρας γίνηται]. καὶ ἢν ὑποπτεύσῃ μὴ καλῶς κεῖσθαι τὸ ὀστέον, μεσηγὺ τουτέου τοῦ χρόνου λυσάτω, καὶ εὐτεθισάμενος μετεπιδησάτω. κρατύνεται δὲ μάλιστα βραχίονος ὀστέον ἐν τεσσαράκοντα ἡμέρῃσιν. ἐπὴν δὲ ταύτας ὑπερβάλῃ, λύειν χρὴ, καὶ ἐπὶ ἧσσον πιέζειν τοῖσιν ὀθονίοισι, καὶ ἐπὶ ἐλάσσοσιν ἐπιδεῖν. δίαιταν δὲ ἀκριβεστέρην τινὰ ἢ τὸ πρότερον διαιτᾷν, καὶ πλείω χρόνον· τεκμαίρεσθαι δὲ πρὸς τοῦ οἰδήματος τοῦ ἐν ἄκρῃ τῇ χειρὶ, τὴν ῤώμην ὁρέων. Προσξυνιέναι δὲ χρὴ καὶ τάδε, ὅτι ὁ βραχίων κυρτὸς πέφυκεν ἐς τὸ ἔξω μέρος· ἐς τοῦτο τοίνυν τὸ μέρος διαστρέφεσθαι φιλέει, ἐπὴν μὴ καλῶς ἰητρεύηται· ἀτὰρ καὶ τἄλλα πάντα ὀστέα, ἐς ὅπερ πέφυκε διεστραμμένα, ἐς τοῦτο καὶ ἰητρευόμενα φιλέει διαστρέφεσθαι, ἐπὴν κατεαγῇ. χρὴ τοίνυν, ἐπὴν τοιοῦτό τι ὑποπτεύηται, ταινίῃ πλατείῃ προσεπιλαμβάνειν τὸν βραχίονα κύκλῳ περὶ τὸ στῆθος περιδέοντα· καὶ ἐπὴν ἀναπαύεσθαι μέλλῃ, μεσηγὺ τοῦ ἀγκῶνος καὶ τῶν πλευρέων σπλῆνά τινα πουλύπτυχον πτύξαντα ὑποτιθέναι, ἢ ἄλλο τι ὃ τουτέῳ ἔοικεν· οὕτω γὰρ ἂν ἰθὺ τὸ κύρτωμα τοῦ ὀστέου γένοιτο· φυλάσσεσθαι μέντοι χρὴ, ὅπως μὴ ᾖ ἄγαν ἐς τὸ ἔσω μέρος. [Fract. 9] ποὺς δὲ ἀνθρώπου ἐκ πολλῶν καὶ μικρῶν ὀστέων ξύγκειται, ὥσπερ χεὶρ ἄκρη. κατάγνυται μὲν οὐ πάνυ τι ταῦτα τὰ ὀστέα, ἢν μὴ ξὺν τῷ χρωτὶ τιτρωσκομένῳ ὑπὸ ὀξέος τινὸς ἢ βαρέος· τὰ μὲν οὖν τιτρωσκόμενα, ἐν ἑλκωσίων μέρει εἰρήσεται, ὡς χρὴ ἰητρεύειν. ἢν δέ τι κινηθῇ ἐκ τῆς χώρης, ἢ τῶν δακτύλων ἄρθρον, ἢ ἄλλο τι τῶν ὀστέων τοῦ ταρσοῦ καλεομένου, ἀναγκάζειν μὲν χρὴ ἐς τὴν ἑωυτοῦ χώρην ἕκαστον, ὥσπερ καὶ τὰ ἐν τῇ χειρὶ εἴρηται· ἰητρεύειν δὲ κηρωτῇ καὶ σπλήνεσι καὶ ὀθονίοισιν, ὥσπερ καὶ τὰ κατήγματα, πλὴν τῶν ναρθήκων, τὸν μὲν α⟨ὐ⟩τὸν τρόπον πιεζεῦντα, διὰ τρίτης δὲ ἐπιδέοντα· ὑποκρινέσθω δὲ ὁ ἐπιδεόμενος παραπλήσια, οἷά περ καὶ ἐν τοῖσι κατήγμασι, καὶ περὶ τοῦ πεπιέχθαι, καὶ περὶ τοῦ χαλᾷν. ὑγιέα δὲ γίνεται ἐν εἴκοσιν ἡμέρῃσι τελέως ἅπαντα, πλὴν ὁκόσα κοινωνέει τοῖσι τῆς κνήμης ὀστέοισι· καὶ αὐτέῃ τῇ ἴξει. ξυμφέρει δὲ κατακεῖσθαι τοῦτον τὸν χρόνον· ἀλλὰ γὰρ οὐ τολμέουσιν ὑπερορῶντες τὸ νόσημα, ἀλλὰ περιέρχονται, πρὶν ὑγιέες γενέσθαι. διὰ τοῦτο καὶ οἱ πλεῖστοι οὐκ ἐξυγιαίνουσι τελέως. ἀλλὰ πολλάκις αὐτοὺς ὁ πόνος ὑπομιμνήσκει· εἰκότως· ὅλον γὰρ τὸ ἄχθος τοῦ σώματος οἱ πόδες ὀχέουσιν. ὁκόταν οὖν μήπω ὑγιέες ἐόντες ὁδοιπορέωσι, φλαύρως ξυναλθάσσεται τὰ ἄρθρα τὰ κινηθέντα· διὰ τοῦτο ἄλλοτε καὶ ἄλλοτε ὁδοιπορέοντες ὀδυνῶνται τὰ πρὸς τῇ κνήμῃ. [Fract. 10] τὰ δὲ κοινωνέοντα τοῖσι τῆς κνήμης ὀστέοισι μείζω τε τῶν ἑτέρων ἐστὶ, καὶ κινηθέντων τούτων πουλυχρονιωτέρη ἡ ἄλθεξις. ἴησις μὲν οὖν ἡ αὐτή· ὀθονίοισι δὲ πλείοσι χρέεσθαι, καὶ σπλήνεσιν· καὶ ἐπὶ πᾶν ἔνθεν καὶ ἔνθεν ἐπιδέειν· πιέζειν δὲ, ὥσπερ καὶ τἄλλα πάντα, ταύτῃ μάλιστα ᾗ ἐκινήθη, καὶ τὰς πρώτας περιβολὰς τῶν ὀθονίων κατὰ ταῦτα ποιέεσθαι. ἐν δὲ ἑκάστῃ τῶν ἀπολυσίων ὕδατι πολλῷ θερμῷ χρέεσθαι· ἐν πᾶσι δὲ πολλὸν ὕδωρ θερμὸν καταχέειν τοῖσι κατ’ ἄρθρα σίνεσιν. αἱ δὲ πιέξιες καὶ αἱ χαλάσιες ἐν τοῖσιν αὐτέοισι χρόνοισι τὰ αὐτὰ σημεῖα δεικνυόντων, ἅπερ ἐπὶ τοῖσι πρόσθεν· καὶ τὰς μετεπιδέσιας ὡσαύτως χρὴ ποιέεσθαι. ὑγιέες δὲ τελέως οὗτοι γίνονται ἐν τεσσαράκοντα ἡμέρῃσι μάλιστα, ἢν τολμέωσι κατακεῖσθαι· ἢν δὲ μὴ, πάσχουσι ταῦτα ἃ καὶ πρότερον, καὶ ἐπὶ μᾶλλον. [Fract. 11] ὅσοι δὲ πηδήσαντες ἀφ’ ὑψηλοῦ τινος ἐστηρίξαντο τῇ πτέρνῃ ἰσχυρῶς, τουτέοισι διισταται μὲν τὰ ὀστέα, φλέβια δ’ ἐκχυμοῦνται ἀμφιφλασθείσης τῆς σαρκὸς ἀμφὶ τὸ ὀστέον, οἴδημα δὲ ἐπιγίνεται καὶ πόνος πουλύς. τὸ γὰρ ὀστέον τοῦτο οὐ σμικρόν ἐστι, καὶ ὑπερέχει μὲν ὑπὸ τὴν ἰθυωρίην τῆς κνήμης, κοινωνέει δὲ φλεψὶ καὶ νεύροισιν ἐπικαίροισιν· ὁ τένων δὲ ὁ ὀπίσθιος τούτῳ προσήρτηται τῷ ὀστέῳ. τούτους χρὴ ἰητρεύειν μὲν κηρωτῇ καὶ σπλήνεσι καὶ ὀθονίοισιν· ὕδατι δὲ θερμῷ πλείστῳ ἐπὶ τουτέοισι χρῆσθαι· καὶ ὀθονίων πλειόνων ἐπὶ τουτέοισι δεῖ, καὶ ἄλλως ὡς βελτίστων καὶ προσηνεστάτων. καὶ ἢν μὲν τύχῃ ἁπαλὸν τὸ δέρμα φύσει ἔχων τὸ ἀμφὶ τῇ πτέρνῃ, ἐᾷν οὕτως· ἢν δὲ παχὺ καὶ σκληρὸν, οἷα μετεξέτεροι ἴσχουσιν, κατᾶτάμνειν χρὴ ὁμαλῶς, καὶ διαλεπτύνειν μὴ διατιτρώσκ⟨ο⟩ντ⟨α⟩. ἐπιδεῖν δὲ ἀγαθῶς οὐ παντὸς ἀνδρός ἐστι τὰ τοιαῦτα· ἢν γάρ τις ἐπιδέῃ, ὥσπερ καὶ τὰ ἄλλα τὰ κατὰ τὰ σφυρὰ ἐπιδεῖται, ὁτὲ μὲν περὶ τὸν πόδα περιβαλλόμενος, ὁτὲ δὲ περὶ τὸν τένοντα, αἱ ἀποσφίγξιες αὗται χωρίζουσι τὴν πτέρνην, ᾗ τὸ φλάσμα ἐγένετο· καὶ οὕτω κίνδυνος σφακελίσαι τὸ ὀστέον τὸ τῆς πτέρνης· καίτοι ἢν σφακελίσῃ, τὸν αἰῶνα πάντα ἱκανὸν ἀντίσχειν τὸ νόσημα. καὶ γὰρ τἄλλα ὅσα μὴ ἐκ τοιούτου τρόπου σφακελίζει, ἀλλ’ ἐν κατακλίσει μελανθείσης τῆς πτέρνης ὑπὸ ἀμελείης τοῦ σχήματος, ἢ ἐν κνήμῃ τρώματος γενομένου ἐπικαίρου καὶ χρονίου καὶ κοινοῦ τῇ πτέρνῃ, ἢ ἐν μηρῷ, ἢ ἐπὶ ἄλλῳ νουσήματι ὑπτιασμοῦ χρονίου γενομένου, ὁμῶς καὶ τοῖσι τοιούτοισι χρόνια, καὶ ὀχλώδεα, καὶ πολλάκις ἀναῤῥηγνύμενα, ἢν μὴ χρηστῇ μὲν μελέτῃ θεραπευθῇ, πολλῇ δ’ ἡσυχίῃ, ὡς τά γε σφακελίζοντα· ἐκ τοῦ τοιούτου δὲ τρόπου σφακελίζοντα καὶ κινδύνους μεγάλους τῷ σώματι παρέχει πρὸς τῇ ἄλλῃ λύμῃ Καὶ γὰρ πυρετοὶ ὑπεροξέες, ξυνεχέες, τρομώδεες, λυγγώδεες, γνώμης ἁπτόμενοι, καὶ ὀλιγήμεροι, κτείνοντές τε· γένοιντο δ’ ἂν καὶ φλεβῶν αἱμοῤῥόων πελιώσιες, ναυσιώσιες, καὶ γαγγραινώσιες ὑπὸ τῆς πιέξιος· γένοιτο δ’ ἂν ταῦτα ἔξω τοῦ ἄλλου σφακελισμοῦ. ταῦτα μὲν οὖν εἴρηται, οἷα τὰ ἰσχυρότατα φλάσματα ⟨γ⟩ίνεται· τὰ μέντοι πλεῖστα ἡσυχαίως ἀμφιφλᾶται, καὶ οὐδεμίη πολλὴ σπουδὴ τῆς μελέτης, ἀλλ’ ὅμως ὀρθῶς γε χρὴ χειρίζειν. ἐπὴν μέντοι ἰσχυρὸν δόξῃ εἶναι τὸ ἔρεισμα, τά τε εἰρημένα ποιέειν χρὴ, καὶ τὴν ἐπίδεσιν τὴν πλείστην ποιέεσθαι ἀμφὶ τὴν πτέρνην περιβάλλοντα, ἄλλοτε πρὸς τὰ ἄκρα τοῦ ποδὸς ἀντιπεριβάλλοντα, ἄλλοτε πρὸς τὰ μέσα, ἄλλοτε πρὸς τὰ περὶ τὴν κνήμην· προσεπιδεῖν δὲ καὶ τὰ πλησίον πάντα ἔνθεν καὶ ἔνθεν, ὥσπερ καὶ πρόσθεν εἴρηται· καὶ ἰσχυρὴν μὲν μὴ ποιέεσθαι τὴν πίεξιν, ἐν πολλοῖσι δὲ τοῖσιν ὀθονίοισιν· ἄμεινον δὲ καὶ ἐλλέβορον πιπίσκειν αὐθημερὸν, ἢ τῇ ὑστεραίῃ· ἀπολῦσαι δὲ τριταῖον, καὶ αὖθις μετεπιδῆσαι. σημεῖα δὲ τάδε, ἢν παλιγκοταίνῃ, ἢ οὔ· ἐπὴν μὲν τὰ ἐκχυμώματα τῶν φλεβῶν, καὶ τὰ μελάσματα, καὶ τὰ ἐγγὺς ἐκείνων ὑπέρυθρα γινηται καὶ ὑπόσκληρα, κίνδυνος παλιγκοτῆσαι. ἀλλ’ ἢν μὲν ἀπύρετος ᾖ, φαρμακεύειν ἄνω χρὴ, ὥσπερ εἴρηται, καὶ ὅσα ἂν μὴ ξυνεχῆ πυρεταίνηται· ἢν δὲ ξυνεχῆ πυρεταίνηται, μὴ φάρμακεύειν, ἀπέχειν δὲ σιτίων καὶ ῤοφημάτων, ποτῷ δὲ χρῆσθαι ὕδατι, καὶ μὴ οἴνῳ, ἀλλὰ τῷ ὀξυγλυκεῖ. ἢν δὲ μὴ μέλλῃ παλιγκοταίνειν, τὰ ἐκχυμώματα καὶ τὰ μελάσματα καὶ τὰ περιέχοντα ὑπόχλωρα γίνεται καὶ οὐ σκληρά· ἀγαθὸν τοῦτο τὸ μαρτύριον ἐν πᾶσι τοῖσιν ἐκχυμώμασιν, τοῖσι μὴ μέλλουσι παλιγκοταίνειν· ὅσα δὲ σὺν σκληρύσμασι πελιοῦται, κίνδυνος μὲν μελανθῆναι. τὸν δὲ πόδα ἐπιτηδεύειν χρὴ, ὅκως ἀνωτέρω τοῦ ἄλλου σώματος ἔσται τὰ πλεῖστα ὀλίγον. ὑγιὴς δ’ ἂν γένοιτο ἐν ἑξήκοντα ἡμέρῃσιν, εἰ ἀτρεμέοι. [Fract. 12] ἡ δὲ κνήμη δύο ὀστέα ἐστὶ, τῇ μὲν συχνῷ λεπτότερον τὸ ἕτερον τοῦ ἑτέρου, τῇ δὲ οὐ πολλῷ λεπτότερον· ξυνέχεται δὲ ἀλλήλοισι τὰ πρὸς τοῦ ποδὸς, καὶ ἐπίφυσιν κοινὴν ἔχει, ἐν ἰθυωρίῃ δὲ τῆς κνήμης οὐ ξυνέχεται· τὰ δὲ πρὸς τοῦ μηροῦ ξυνέχεται, και ἐπίφυσιν ἔχει, καὶ ἡ ἐπίφυσις διάφυσιν· μακρότερον δὲ τὸ ἕτερον ὀστέον σμικρῷ τὸ κατὰ τὸν σμικρὸν δάκτυλον· ἡ μὲν φύσις τοιαύτη τῶν ὀστέων τῶν ἐν τῇ κνήμῃ. [Fract. 13] ὀλισθάνει δὲ ἔστιν ὅτε τὰ πρὸς τοῦ ποδὸς, ὁτὲ μὲν ξὺν τῇ ἐπιφύσει ἀμφότερα τὰ ὀστέα, ὁτὲ δὲ ἡ ἐπίφυσις ἐκινήθη, ὁτὲ δὲ τὸ ἕτερον ὀστέον. ταῦτα δὲ ὀχλώδεα μὲν ἧσσον, ἢ τὰ ἐν τῷ καρπῷ τῶν χειρέων, εἰ τολμῷεν ἀτρεμέειν οἱ ἄνθρωποι. ἴησις δὲ παραπλησίη, οἵη περ ἐκείνων· τήν τε γὰρ ἐμβολὴν χρὴ ποιέεσθαι ἐκ κατατάσιος ὥσπερ ἐκείνων, ἰσχυροτέρης δὲ δεῖται τῆς κακατάσιος, ὅσῳ καὶ ἰσχυρότερον τὸ σῶμα ταύτῃ. ἐς τὰ πλεῖστα μὲν γὰρ ἀρκέουσιν ἄνδρες δύο, ὁ μὲν ἔνθεν, ὁ δὲ ἔνθεν τείνοντες. ἢν δὲ μὴ ἰσχύωσιν, ἰσχυροτέρην ῤηΐδιόν ἐστι ποιέειν τὴν κατάτασιν· ἢ γὰρ πλήμνην κατορύξαντα χρὴ, ἢ ἄλλο τι ὅ τι τούτῳ ἔοικεν, μαλθακόν τι περὶ τὸν πόδα περιβάλλειν· ἔπειτα πλατέσι βοείοισιν ἱμᾶσι περιδήσαντα τὸν πόδα, τὰς ἀρχὰς τῶν ἱμάντων, ἢ πρὸς ὕπερον, ἢ πρὸς ἕτερον ξύλον προσδήσαντα, τὸ ξύλον πρὸς τὴν πλήμνην ἄκρον ἐνθέντα ἐπανακλᾷν· τοὺς δὲ ἀντιτείνειν, ἄνωθεν τῶν τε ὤμων ἐχομένους καὶ τῆς ἰγνύης. ἔστι δὲ καὶ τὸ ἄνω τοῦ σώματος ἀνάγκῃ προσλαβεῖν· τοῦτο μὲν ἢν βούλῃ, ξύλον στρογγύλον, λεῖον, κατορύξας βαθέως, μέρος τι αὐτοῦ ὑπερέχον τοῦ ξύλου μεσηγὺ τῶν σκελέων ποιήσασθαι παρὰ τὸν περίνεον, ὡς κωλύῃ ἀκολουθέειν τὸ σῶμα τοῖσι πρὸς ποδῶν τείνουσιν· ἔπειτα πρὸς τὸ τεινόμενον σκέλος μὴ ῤέπειν, τὸν δέ τινα πλάγιον παρακαθήμενον ἀπωθέειν τὸν γλουτὸν, ὡς μὴ περιέλκηται τὸ σῶμα. τοῦτο δὲ καὶ ἢν βούλῃ, περὶ τὰς μασχάλας ἔνθεν καὶ ἔνθεν τὰ ξύλα παραπέπηγεν, αἱ δὲ χεῖρες παρατεταμέναι φυλάσσονται, προσεπιλαμβανέτω δέ τις κατὰ τὸ γόνυ, καὶ οὕτως ἀντιτείνοιτο. τοῦτο δ’ ἢν παρὰ τὸ γόνυ βούληται, ἄλλους ἱμάντας περιδήσας, ἢ περὶ τὸν μηρὸν, πλήμνην ἄλλην ὑπὲρ κεφαλῆς κατορύξας, ἐξαρτήσας τοὺς ἱμάντας ἔκ τινος ξύλου, τὸ ξύλον στηρίζων ἐς τὴν πλήμνην, τἀναντία τῶν πρὸς ποδῶν ἕλκειν. τοῦτο δ’ ἢν βούλῃ, ἀντὶ τῶν πλημνέων δοκίδα ὑποτείνας ὑπὸ τὴν κλίνην μετρίην, ἔπειτα πρὸς τῆς δοκίδος ἔνθεν καὶ ἔνθεν τὴν κεφαλὴν στηρίζων καὶ ἀνακλῶν τὰ ξύλα, κατατείνειν τοὺς ἱμάντας· ἢν δὲ θέλῃς, ὀνίσκους καταστήσας ἔνθεν καὶ ἔνθεν, ἐπ’ ἐκείνων τὴν κατάτασιν ποιέεσθαι. πολλοὶ δὲ καὶ ἄλλοι τρόποι κατατασίων. ἄριστον δὲ, ὅστις ἐν πόλει μεγάλῃ ἰητρεύει, κεκτῆσθαι ἐσκευασμένον ξύλον, ἐν ᾧ πᾶσαι αἱ ἀνάγκαι ἔσονται πάντων μὲν κατηγμάτων, πάντων δὲ ἄρθρων ἐμβολῆς ἐκ κατατάσιος καὶ μοχλεύσιος· ἀρκέει δὲ τὸ ξύλον, ἢν ᾖ τοιοῦτον οἷον οἱ τετράγωνοι τρίβολοι δρύϊνοι γίνονται, μῆκος καὶ πλάτος καὶ πάχος. [Fract. 14] ἐπὴν δὲ ἱκανῶς κατατανύσῃς, ῤηΐδιον ἤδη τὸ ἄρθρον ἐμβαλεῖν· ὑπεραιωρέεται γὰρ ἐς ἰθυωρίην ὑπὲρ τῆς αρχαίης ἕδρης. κατορθοῦσθαι οὖν χρὴ τοῖσι θέναρσι τῶν χειρῶν, τοῖσι μὲν ἐς τὸ ἐξεστηκὸς ἐρείδοντα, τοῖσι δὲ ἐπὶ θάτερα κατώτερον τοῦ σφυροῦ ἀντερείδοντα. ἐπὴν δὲ ἐμβάλῃς, ἢν μὲν οἷόν τε ᾖ, κατατεταμένα ἐπιδεῖν χρή· ἢν δὲ κωλύηται ὑπὸ τῶν ἱμάντων, ἐκείνους λύσαντα ἀντικατατείνειν, ἔστ’ ἄν ἐπιδήσῃς. ἐπιδεῖν δὲ τὸν αὐτὸν τρόπον, καὶ τὰς ἀρχὰς ὡσαύτως βαλλόμενον κατὰ τὸ ἐξεστηκὸς, καὶ τὰς περιβολὰς τὰς πρώτας πλείστας κατὰ τοῦτο ποιέεσθαι, καὶ τοὺς σπλῆνας πλείστους κατὰ τοῦτο, καὶ τὴν πίεξιν μάλιστα κατὰ τωὐτό· προσεπιδεῖν δὲ καὶ ἔνθεν καὶ ἔνθεν ἐπὶ συχνόν. μᾶλλον δέ τι τοῦτο τὸ ἄρθρον πεπιέχθαι χρὴ ἐν τῇ πρώτῃ ἐπιδέσει, ἢ τὸ ἐν τῇ χειρί. ἐπὴν δὲ ἐπιδήσῃς, ἀνωτέρω μὲν τοῦ ἄλλου σώματος ἐχέτω τὸ ἐπιδεθὲν, τὴν δὲ θέσιν δεῖ ποιέεσθαι οὕτως, ὅκως ἥκιστα ἀπαιωρηθήσεται ὁ πούς. τὸν δὲ ἰσχνασμὸν τοῦ σώματος οὕτω ποιέεσθαι, ὁκοίην τινὰ δύναμιν ἔχει καὶ τὸ ὀλίσθημα· τὰ μὲν γὰρ σμικρὸν, τὰ δὲ μέγα ὀλισθάνει. τὸ ἐπίπαν δὲ ἰσχναίνειν μᾶλλον καὶ ἐπὶ πλείω χρόνον χρὴ ἐν τοῖσι κατὰ τὰ σκέλεα τρώμασιν, ἢ ἐν τοῖσι κατὰ τὰς χεῖρας· καὶ γὰρ μέζω καὶ παχύτερα ταῦτα ἐκείνων· καὶ δὴ καὶ ἀναγκαῖον ἐλινύειν τὸ σῶμα καὶ κατακεῖσθαι. μετεπιδῆσαι δὲ τὸ ἄρθρον, οὔτε τι κωλύει τριταῖον, οὔτε κατεπείγει. καὶ τὰ ἄλλα πάντα παραπλησίως χρὴ ἰητρεύειν, ὥσπερ καὶ τὰ παροιχόμενα. καὶ ἢν μὲν τολμᾷ ἀτρέμα κατακεῖσθαι, ἱκαναὶ τεσσαράκοντα ἡμέραι, ἢν μοῦνον ἐς τὴν ἑωυτῶν χώρην τὰ ὀστέα αὖθις καθίζηται· ἢν δὲ μὴ θέλῃ ἀτρεμέειν, χρῷτο μὲν ἂν οὐ ῤᾳδίως τῶ σκέλεϊ, ἐπιδεῖσθαι δὲ ἀναγκάζοιτ’ ἂν πουλὺν χρόνον. ὁκόσα μέντοι τῶν ὀστέων μὴ τελέως ἵζει ἐς τὴν ἑωυτῶν χώρην, ἀλλά τι ἐπιλείπει, τῷ χρόνῳ λεπτύνεται ἰσχίον καὶ μηρὸς καὶ κνήμη· καὶ ἢν μὲν εἴσω ὀλίσθῃ, τὸ ἔξω μέρος λεπτύνεται, ἢν δὲ ἔξω, τὸ εἴσω. τὰ πλεῖστα δὲ ἐς τὸ ἔσω ὀλισθάνει. [Fract. 15] ἐπὴν δὲ κνήμης ὀστέα ἀμφότερα καταγῇ ἄνευ ἑλκώσιος, κατατάσιος ἰσχυροτέρης δεῖται. τείνειν δὲ τουτέων τῶν τρόπων ἐνίοισι τῶν προειρημένων, ἢν μεγάλαι αἱ παραλλάξιες ἔωσιν. ἱκαναὶ δὲ καὶ αἱ ἀπὸ τῶν ἀνδρῶν κατατάσιες· τὰ πλεῖστα γὰρ ἀρκέοιεν ἂν δύο ἄνδρες ἐῤῥωμένοι, ὁ μὲν ἔνθεν, ὁ δ’ ἔνθεν ἀντιτείνοντες. τείνειν δὲ ἐς τὸ ἰθὺ χρὴ κατὰ φύσιν καὶ κατὰ τὴν ἰθυωρίην τῆς κνήμης καὶ τοῦ μηροῦ, καὶ ἢν κνήμης ὀστέα κατεηγυίης κατατείνῃς, καὶ ἢν μηροῦ. καὶ ἐπιδεῖν δὲ οὕτως, ἐκτεταμένων ἀμφοτέρων, ὁκότερον ἂν τουτέων ἐπιδέῃς· οὐ γὰρ ταὐτὰ ξυμφέρει σκέλει τε καὶ χειρί. πήχεος μὲν γὰρ καὶ βραχίονος ἐπὴν ἐπιδεθῶσιν ὀστέα κατεηγότα, ἀναλαμβάνεται ἡ χεὶρ, καὶ ἢν ἐκτεταμένα ἐπιδέῃς, τὰ σχήματα τῶν σαρκῶν ἑτεροιοῦται ἐν τῇ ξυγκάμψει τοῦ ἀγκῶνος· ἀδύνατος γὰρ ὁ ἀγκὼν ἐκτετάσθαι πουλὺν χρόνον· οὐ γὰρ πολλάκις ἐν τοιούτῳ εἴθισται ἐσχηματίσθαι, ἀλλ’ ἐν τῷ ξυγκεκάμφθαι· καὶ δὴ καὶ ἅτε δυνάμενοι οἱ ἄνθρωποι περιιέναι, ἐπὴν κατὰ χεῖρα τρωθῶσι, ξυγκεκάμφθαι κατὰ τὸν ἀγκῶνα δέονται. σκέλος δὲ ἔν τε τῇσιν ὁδοιπορίῃσιν καὶ ἐν τῷ ἑστάναι εἴθισται ὁτὲ μὲν ἐκτετάσθαι, ὁτὲ δὲ σμικροῦ δεῖν ἐκτετάσθαι· καὶ εἴθισται καθεῖσθαι ἐς τὸ κάτω κατὰ φύσιν, καὶ δὴ καὶ πρὸς τὸ ὀχέειν τὸ ἄλλο σῶμα· διὰ τοῦτο εὔφορον αὐτῷ ἐστι τὸ ἐκτετάσθαι, ὅταν ἀνάγκη ἔχῃ· καὶ δὴ καὶ ἐν τῇσι κοίτῃσι πολλάκις ἐν τῷ σχήματι τουτέῳ ἐστίν· ἐπὴν δὲ δὴ τρωθῇ, ἀνάγκη καταδουλοῦται τὴν γνώμην, ὅτι ἀδύνατοι μετεωρίζεσθαι γίνονται, ὥστε οὐδὲ μέμνηνται περὶ τοῦ ξυγκαμφθῆναι καὶ ἀναστῆναι, ἀλλὰ ἀτρεμέουσιν ἐν τουτέῳ τῷ σχήματι κείμενοι. διὰ οὖν ταύτας τὰς προφάσιας χειρὸς καὶ σκέλεος, οὔτε ἡ κατάτασις, οὔτε ἡ ἐπίδεσις τοῦ σχήματος ξυμφέρει ἡ αὐτή. ἢν μὲν οὖν ἱκανὴ ἡ κατάτασις ἡ ἀπὸ τῶν ἀνδρῶν ᾖ, οὐ δεῖ μάτην πονέεσθαι· καὶ γὰρ σολοικότερον μηχανοποιέειν μηδὲν δέον· ἢν δὲ μὴ ἱκανὴ ἡ κατάτασις ἡ ἀπὸ τῶν ἀνδρῶν, καὶ τῶν ἄλλων τινὰ τῶν ἀναγκέων προσφέρειν, ἥν τινά γε προσχωρέοι. ὅταν δὲ δὴ ἱκανῶς καταταθῇ, ῤηΐδιον ἤδη κατορθώσασθαι τὰ ὀστέα καὶ ἐς τὴν φύσιν ἀγαγεῖν, τοῖσι θέναρσι τῶν χειρέων ἀπευθύνοντα καὶ ἐξευκρινέοντα. [Fract. 16] ἐπὴν δὲ κατορθώσῃ, ἐπιδεῖν τοῖσιν ὀθονίοισι κατατεταμένα, ἤν τ’ ἐπὶ δεξιὰ, ἤν τ’ ἐπ’ ἀριστερὰ περιφέρειν ξυμφέρῃ αὐτέοισι τὰ πρῶτα ὀθόνια· βαλλέσθω δὲ τὴν ἀρχὴν τοῦ ὀθονίου κατὰ τὸ κάτηγμα, καὶ περιβαλλέσθω κατὰ τοῦτο τὰς πρώτας περιβολάς· κἄπειτα νεμέσθω ἐπὶ τὴν ἄνω κνήμην ἐπιδέων, ὥσπερ ἐπὶ τοῖσιν ἄλλοισι κατήγμασιν εἴρηται. τὰ δὲ ὀθόνια πλατύτερα χρὴ εἶναι, καὶ μακρότερα καὶ πλέω πουλὺ τὰ κατὰ τὸ σκέλος τῶν ἐν τῇ χειρί. ἐπὴν δὲ ἐπιδήσῃς, καταθεῖναι ἐφ’ ὁμαλοῦ τινος καὶ μαλθακοῦ, ὥστε μὴ διεστράφθαι ἢ τῇ, ἢ τῇ, μήτε λορδὸν, μήτε κυφὸν εἶναι· μάλιστα δὲ ξυμφέρει προσκεφάλαιον, ἢ λίνεον, ἢ ἐρίνεον, μὴ σκληρὸν, λαπαρὸν μέσον κατὰ μῆκος ποιήσαντα, ὑποθεῖναι, ἢ ἄλλο τι ὃ τούτῳ ἔοικεν. περὶ γὰρ τῶν σωλήνων τῶν ὑποτιθεμένων ὑπὸ τὰ σκέλεα τὰ κατεηγότα, ἀπορέω ὅ τι ξυμβουλεύσω, εἰ ὑποτιθέναι χρὴ ἢ οὔ. Ὠφελέουσι μὲν γὰρ, οὐχ ὅσον δὲ οἱ ὑποτιθέντες οἴονται. οὐ γὰρ ἀναγκάζουσιν οἱ σωλῆνες ἀτρεμέειν, ὡς οἴονται· οὔτε γὰρ τῷ ἄλλῳ σώματι στρεφομένῳ ἢ ἔνθα, ἢ ἔνθα, ἐπαναγκάζει ὁ σωλὴν μὴ ἐπακολουθέειν τὸ σκέλος, ἢν μὴ ἐπιμελῆται αὐτὸς ὥνθρωπος. οὔτε αὖ τὸ σκέλος ἄνευ τοῦ σώματος κωλύει ὁ σωλὴν κινηθῆναι ἢ τῇ ἢ τῇ. ἀλλὰ μὴν ἀστεργέστερον ξύλον ὑποτετάσθαι, ἢν μὴ ὁμῶς ἄν τις μαλθακόν τι ἐς αὐτὸ ἐντεθῇ. Εὐχρηστότατον δέ ἐστιν ἐν τῇσι μεθυποστρώσεσι, καὶ ἐν τῇσιν ἐς ἄφοδον προχωρήσεσιν. ἔστιν οὖν σὺν σωλῆνι καὶ ἄνευ σωλῆνος καὶ καλῶς καὶ αἰσχρῶς κατασκευάσασθαι· πιθανώτερον δὲ τοῖσι δημότῃσίν ἐστι, καὶ τὸν ἰητρὸν ἀναμαρτητότερον εἶναι, ἢν σωλὴν ὑποκέηται· καίτοι ἀτεχνέστερόν γέ ἐστιν. δεῖ μὲν γὰρ ἐφ’ ὁμαλοῦ καὶ μαλθακοῦ κεῖσθαι πάντη πάντως ἐς ἰθύ· ἐπεί τοί γε ἀνάγκη κρατηθῆναι τὴν ἐπίδεσιν ὑπὸ τῆς διαστροφῆς τῆς ἐν τῇ θέσει, ὅποι ἂν ῤέπῃ, καὶ ὁκόσα ἂν ῤέπῃ. ὑποκρινέσθω δὲ ὁ ἐπιδεδεμένος ταὐτὰ, ἅπερ καὶ πρότερον εἴρηται· καὶ γὰρ τὴν ἐπίδεσιν χρὴ τοιαύτην εἶναι, καὶ τὸ οἴδημα οὕτως ἐξαείρεσθαι ἐς τὰ ἄκρεα, καὶ τὰς χαλάσιας οὕτω, καὶ τὰς μετεπιδέσιας διὰ τρίτης, καὶ εὑρισκέσθω ἰσχνότερον τὸ ἐπιδεόμενον, καὶ τὰς ἐπιδέσιας ἐπὶ μᾶλλον ποιέεσθαι, καὶ πλέοσι τοῖσιν ὀθονίοισιν· περιλαμβάνειν τε καὶ τὸν πόδα χαλαρῶς, ἢν μὴ ἄγαν ἐγγὺς ᾖ τοῦ γούνατος τὸ τρῶμα. κατατείνειν δὲ μετρίως καὶ ἐπικατορθοῦν ἐφ’ ἑκάστῃ ἐπιδέσει χρὴ τὰ ὀστέα· ἢν γὰρ ὀρθῶς μὲν ἰητρεύηται, κατὰ λόγον δὲ τὸ οἴδημα χωρέῃ, ἔτι μὲν λεπτότερον καὶ ἰσχνότερον τὸ ἐπιδεόμενον χωρίον ἔσται, ἔτι δὲ αὖ παραγωγότερα τὰ ὀστέα, ἐνακούοντα τῆς κατατάσιος μᾶλλον. ἐπὴν δὲ ἑβδομαῖος, ἢ ἐναταῖος, ἢ ἑνδεκαταῖος γένηται, τοὺς νάρθηκας προστιθέναι, ὥσπερ καὶ ἐπὶ τοῖσιν ἄλλοισι κατήγμασιν εἴρηται. τῶν δὲ ναρθήκων τὰς ἐνέδρας χρὴ φυλάσσεσθαι κατά τε τῶν σφυρῶν τὴν ἴξιν, καὶ κατὰ τὸν τένοντα τὸν ἐν τῇ κνήμῃ τοῦ ποδός. ὀστέα δὲ κνήμης κρατύνεται ἐν τεσσαράκοντα ἡμέρῃσιν, ἢν ὀρθῶς ἰητρεύηται. ἢν δὲ ὑποπτεύῃς τῶν ὀστέων τι δεῖσθαί τινος διορθώσιος, ἤ τινα ἕλκωσιν ὀῤῥωδέῃς, ἐν τῷ μεσηγὺ χρόνῳ χρὴ λύσαντα καὶ εὐθετισάμενον μετεπιδῆσαι. [Fract. 17] ἢν δὲ τὸ ἕτερον ὀστέον κατεηγῇ ἐν κνήμῃ, κατατάσιος μὲν ἀσθενεστέρης δεῖται, οὐ μὴν ἐπιλείπειν χρὴ, οὐδὲ βλακεύειν ἐν τῇ κατατάσει, μάλιστα μὲν ἐν τῇ πρώτῃ ἐπιδέσει κατατείνεσθαι, ὅσον ἐφικνέεται αἰεί ποτε πάντα τὰ κατήγματα, εἰ δὲ μὴ, ὡς τάχιστα· ὅ τι γὰρ ἂν μὴ κατὰ τροπον ηὐθετισμένων τῶν ὀστέων ἐπιδέων τις πιέζῃ, ὀδυναίτερον τὸ χωρίον γίνεται. ἡ δὲ ἄλλη ἰητρείη ἡ αὐτή. [Fract. 18] τῶν δὲ ὀστέων τὸ μὲν ἔσω τοῦ ἀντικνημίου καλεομένου ὀχλωδέστερον ἐν τῇ ἰητρείῃ ἐστὶ, καὶ κατατάσιος μᾶλλον δεόμενον, καὶ ἢν μὴ ὀρθῶς τὰ ὀστέα τεθῇ, ἀδύνατον κρύψαι, φανερὸν γὰρ καὶ ἄσαρκον πᾶν ἐστιν· καὶ ἐπιβαίνειν ἐπὶ τὸ σκέλος πολλῷ βραδύτερον δύναιντ’ ἂν, τουτέου κατεηγότος. ἢν δὲ τὸ ἔξω ὀστέον κατεηγῇ, πουλὺ μὲν εὐφορώτερον φέρουσι, πουλὺ δ’ εὐκρυπτότερον, καὶ ἢν μὴ καλῶς ξυντεθῇ, ἐπίσαρκον γάρ ἐστιν· ἐπὶ πόδας τε ταχέως ἵστανται, τὸ πλεῖστον γὰρ τοῦ ἄχθεος ὀχέει τὸ ἔσωθεν τοῦ ἀντικνημίου ὀστέον. ἅμα μὲν γὰρ αὐτῷ τῷ σκέλει καὶ τῇ ἰθυωρίῃ τοῦ ἄχθεος τοῦ κατὰ τὸ σκέλος, τὸ πλεῖον ἔχει τοῦ πόνου τὸ ἔσω ὀστέον· τοῦ γὰρ μηροῦ ἡ κεφαλὴ ὑπεροχέει τὸ ὕπερθεν τοῦ σώματος, αὕτη δὲ εἴσωθεν πέφυκε τοῦ σκέλεος, καὶ οὐκ ἔξωθεν, ἀλλὰ κατὰ τὴν τοῦ ἀντικνημίου ἴξιν· ἅμα δὲ τὸ ἄλλο ἥμισυ τοῦ σώματος γειτονεύεται μᾶλλον ταύτῃ τῇ ἴξει, ἀλλ’ οὐχὶ τῇ ἔξωθεν· ἅμα δὲ, ὅτι παχύτερον τὸ ἔσω τοῦ ἐξωθεν, ὥσπερ τὸ ἐν τῷ πήχει τὸ κατὰ τὴν τοῦ μικροῦ δακτύλου ἴξιν λεπτότερον καὶ μακρότερον. ἐν μέντοι τῷ ἄρθρῳ τῷ κάτω οὐχ ὁμοίη ἡ ὑπότασις τοῦ ὀστέου τοῦ μακροτέρου· ἀνομοίως γὰρ ὁ ἀγκὼν καὶ ἡ ἰγνύη κάμπτεται. διὰ οὖν ταύτας τὰς προφάσιας, τοῦ μὲν ἔξωθεν ὀστέου κατεηγότος, ταχεῖαι αἱ ἐπιβάσιες, τοῦ δὲ ἔσωθεν κατεηγότος, βραδεῖαι αἱ ἐπιβάσιες. [Fract. 19] ἢν δὲ τὸ τοῦ μηροῦ ὀστέον καταγῇ, τὴν κατάτασιν χρὴ ποιέεσθαι περὶ παντὸς, ὅκως μὴ ἐνδεεστέρως σχήσει· πλεονασθεῖσα μὲν γὰρ οὐδὲν ἂν σίνοιτο. οὐδὲ γὰρ, εἰ διεστεῶτα τὰ ὀστέα ὑπὸ τῆς ἰσχύος τῆς κατατάσιος ἐπιδέοι τις, οὐκ ἂν δύναιτο κρατέειν ἡ ἐπίδεσις, ὥστε διεστάναι, ἀλλὰ συνέλθοι ἂν πρὸς ἄλληλα τὰ ὀστέα, ὡς τάχιστα ἂν ἀφείησαν οἱ τείνοντες· παχεῖαι γὰρ καὶ ἰσχυραὶ αἱ σάρκες ἐοῦσαι, κρατήσουσι τῆς ἐπιδέσιος, ἀλλ’ οὐ κρατηθήσονται. περὶ οὗ οὖν ὁ λόγος, διατείνειν εὖ μάλα καὶ ἀδιαστρέπτως χρὴ, μηδὲν ἐπιλείποντα· μεγάλη γὰρ ἡ αἰσχύνη καὶ βλάβη βραχύτερον τὸν μηρὸν ἀποδεῖξαι. χεὶρ μὲν γὰρ, βραχυτέρη γενομένη, καὶ ξυγκρυφθείη ἂν, καὶ οὐ μέγα τὸ σφάλμα· σκέλος δὲ βραχύτερον γενόμενον, χωλὸν ἀποδείξειε τὸν ἄνθρωπον· τὸ γὰρ ὑγιὲς ἐλέγχει παρατιθέμενον, μακρότερον ἐὸν, ὥστε λυσιτελέει τὸν μέλλοντα κακῶς ἰητρεύεσθαι, ἀμφότερα καταγῆναι τὰ σκέλεα μᾶλλον ἢ τὸ ἕτερον· ἰσόῤῥοπος γοῦν ἂν εἴη αὐτὸς ἑωυτῷ. ἐπὴν μέντοι ἱκανῶς κατατανύσῃς, κατορθωσάμενον χρὴ τοῖσι θέναρσι τῶν χειρῶν ἐπιδεῖν τὸν αὐτὸν τρόπον, ὥσπερ καὶ πρόσθεν γέγραπται, καὶ τὰς ἀρχὰς βαλλόμενον, ὥσπερ εἴρηται, καὶ νεμόμενον ἐς τὸ ἄνω τῇ ἐπιδέσει. καὶ ὑποκρινέσθω ταὐτὰ ὥσπερ καὶ πρόσθεν, καὶ πονεέτω κατὰ ταὐτὰ καὶ ῤηϊζέτω, καὶ μετεπιδείσθω ὡσαύτως· καὶ ναρθήκων πρόσθεσις ἡ αὐτή. κρατύνεται δὲ ὁ μηρὸς ἐν πεντήκοντα ἡμέρῃσιν. [Fract. 20] Προσξυνιέναι δὲ χρὴ καὶ τόδε, ὅτι ὁ μηρὸς γαῦσός ἐστιν ἐς τὸ ἔξω μέρος, ἢ ἐς τὸ ἔσω, καὶ ἐς τὸ ἔμπροσθεν μᾶλλον, ἢ ἐς τοὔπισθεν· ἐς ταῦτα τοίνυν τὰ μέρεα καὶ διαστρέφεται, ἐπὴν μὴ καλῶς ἰητρεύηται· καὶ δὴ καὶ κατὰ ταῦτα ἀσαρκότερος αὐτὸς ἑωυτοῦ ἐστιν, ὥστε οὐδὲ ξυγκρυπτειν δύνανται ἐν τῇ διαστροφῇ. ἢν οὖν τι τοιοῦτον ὑποπτεύῃς, μηχανοποιέεσθαι χρὴ οἷά περ ἐν τῷ βραχίονι τῷ διεστραμμένῳ παρῄνηται. προσπεριβάλλειν δὲ χρὴ ὀλίγα τῶν ὀθονίων κύκλῳ ἀμφὶ τὸ ἰσχίον καὶ τὰς ἰξύας, ὅκως ἂν οἱ βουβῶνές τε καὶ τὸ ἄρθρον τὸ κατὰ τὴν πλιχάδα καλεομένην προσεπιδέηται· καὶ γὰρ ἄλλως ξυμφέρει, καὶ ὅκως μὴ τὰ ἄκρεα τῶν ναρθήκων σίνηται πρὸς τὰ ἀνεπίδετα προσβαλλόμενα. ἀπολείπειν δὲ χρὴ ἀπὸ τοῦ γυμνοῦ αἰεὶ τοὺς νάρθηκας, καὶ ἔνθεν καὶ ἔνθεν, ἱκανῶς· καὶ τὴν θέσιν αἰεὶ τῶν ναρθήκων προμηθέεσθαι χρὴ, ὅκως μήτε κατὰ τὸ ὀστέον, τῶν ἐξεχόντων παρὰ τὰ ἄρθρα φύσει πεφυκότων, μήτε κατὰ τὸ νεῦρον ἔσται. [Fract. 21] τὰ δὲ οἰδήματα τὰ κατ’ ἰγνύην, ἢ κατὰ πόδα, ἢ κατά τι ἄλλο ἐξαειρεύμενα ὑπὸ τῆς πιέξιος, εἰρίοισι πουλλοῖσι, ῤυπαροῖσιν, εὖ κατεργασμένοισιν, οἴνῳ καὶ ἐλαίῳ ῤήνας, κηρωτῇ ὑποχρίων, καταδεῖν, καὶ ἢν ⟨πιέ⟩ζωσιν οἱ νάρθηκες, χαλᾷν. θᾶσσον ἰσχναίνοις δ’ ἂν, εἰ, ἀφιεὶς τοὺς νάρθηκας, ὀθονίοισι συχνοῖσιν ἐπιδέοις τὰ οἰδήματα, ἀρξάμενος ἀπὸ τοῦ κατωτάτω ἐπὶ τὸ ἄνω νεμόμενος· οὕτω γὰρ ἄν τάχιστα ἰσχνὸν τὸ οἴδημα γένοιτο, καὶ ὑπερθοίη ἂν ὑπὸ τὰ ἀρχαῖα ἐπιδέσματα. ἀλλ’ οὐ χρὴ τούτῳ τῷ τρόπῳ χρῆσθαι τῆς ἐπιδέσιος, ἢν μὴ κίνδυνος ᾖ ἐν τῷ οἰδήματι φλυκταινώσιος ἢ μελασμοῦ· γίνεται δὲ οὐδὲν τοιοῦτο, ἢν μὴ ἄγαν τις πιέζῃ τὸ κάτηγμα, ἢ κατακρεμάμενον ἔχῃ, ἢ κνῆται τῇ χειρὶ, ἢ ἄλλο τι προσπίπτῃ ἐρεθιστικὸν πρὸς τὸν χρῶτα. [Fract. 22] Σωλῆνα δὲ εἰ μέν τις ὑπ’ αὐτὸν τὸν μηρὸν ὑποθείη μὴ ὑπερβάλλοντα τὴν ἰγνύην, βλάπτοι ἂν μᾶλλον ἢ ὠφελέοι· οὔτε γὰρ ἂν τὸ σῶμα κωλύοι, οὔτε τὴν κνήμην, ἄνευ τοῦ μηροῦ κινέεσθαι. ἀσηρὸν γὰρ εἴη πρὸς τὴν ἰγνύην προσβαλλόμενον· καὶ ὃ ἥκιστα δεῖ, τοῦτ’ ἂν ἐποτρύνοι ποιέειν· ἥκιστα γὰρ δεῖ κατὰ τὸ γόνυ κάμπτειν· πᾶσαν γὰρ ἂν τύρβην παρέχοι τῇσιν ἐπιδέσεσιν· καὶ μηροῦ ἐπιδεδεμένου καὶ κνήμης, ὅστις κατὰ τὸ γόνυ κάμπτοι, ἀνάγκη ἂν εἴη τούτῳ τοὺς μύας ἄλλοτε ἄλλο σχῆμα ἴσχειν· ἀνάγκη δ’ ἂν εἴη καὶ τὰ ὀστέα τὰ κατεηγότα κίνησιν ἔχειν. περὶ παντὸς οὖν ποιητέον τὴν ἰγνύην ἐντετάσθαι. δοκέοι ἂν οὖν μοι ὁ σωλὴν, ὁ περιέχων πρὸς τὸν πόδα ἀπὸ τοῦ ἰσχίου, ὠφελέειν ὑποτιθέμενος· καὶ ἄλλως κατ’ ἰγνύην ταινίην χαλαρῶς περιβάλλειν ξὺν τῷ σωλῆνι, ὥσπερ τὰ παιδία ἐν τῇσι κοίτῃσι σπαργανοῦται· εἶτα ἐπὴν ὁ μηρὸς ἐς τὸ ἄνω διαστρέφοιτο, ἢ ἐς τὸ πλάγιον, εὐκατασχετώτερον εἴη ἂν ξὺν τῷ σωλῆνι οὕτως. ἢ οὖν διαμπερὲς εἴη ποιητέος ὁ σωλὴν, ἢ οὐ ποιητέος. [Fract. 23] πτέρνης δὲ ἄκρης κάρτα χρὴ ἐπιμελέεσθαι, ὡς εὐθέτως ἔχοι, καὶ ἐν τοῖσι κατὰ κνήμην, καὶ ἐν τοῖσι κατὰ μηρὸν κατήγμασιν. ἢν μὲν γὰρ ἀπαιωρῆται ὁ ποὺς, τῆς ἄλλης κνήμης ἡρματισμένης, ἀνάγκη κατὰ τὸ ἀντικνήμιον τὰ ὀστέα κυρτὰ φαίνεσθαι· ἢν δὲ ἡ μὲν πτέρνη ὑψηλοτέρη ᾖ τοῦ μετρίου ἡρματισμένη, ἡ δὲ ἄλλη κνήμη ὑπομετέωρος ᾖ, ἀνάγκη τὸ ὀστέον τοῦτο κατὰ τὸ ἀντικνήμιον κοιλότερον φανῆναι τοῦ μετρίου, προσέτι καὶ ἢν ἡ πτέρνη τυγχάνῃ ἐοῦσα τοῦ ἀνθρώπου φύσει μεγάλη. ἀτὰρ καὶ κρατύνεται πάντα τὰ ὀστέα βραδύτερον, ἢν μὴ κατὰ φύσιν κείμενα ᾖ, καὶ τὰ μὴ ἀτρεμέοντα ἐν τῷ αὐτέῳ σχήματι, καὶ αἱ πωρώσιες ἀσθενέστεραι. [Fract. 24] ταῦτα μὲν δὴ, ὅσοισι τὰ μὲν ὀστέα κατέηγεν, ἐξέχει δὲ μὴ, μηδὲ ἄλλως ἕλκος ἐγένετο. οἷσι δὲ τὰ ὀστέα κατέηγεν ἁπλῷ τῷ τρόπῳ, καὶ μὴ πουλυσχιδεῖ, ἐξέσχε δὲ, αὐθήμερα ἐμβληθέντα, ἢ τῇ ὑστεραίῃ, καὶ κατὰ χώρην ἱζόμενα, καὶ μὴ ἐπίδοξος ἡ ἀπόστασις παρασχίδων ὀστέων ἀπιέναι, ἢ καὶ οἷσιν ἕλκος μὲν ἐγένετο, τὰ δὲ ὀστέα τὰ κατεηγότα οὐκ ἐξίσχει, οὐδ’ ὁ τρόπος τῆς κατήξιος τοιοῦτος, οἷος παρασχίδας ὀστέων εἶναι ἐπιδόξους ἀναπλῶσαι, τοὺς τοιούτους οἱ μὲν μήτε μέγα ἀγαθὸν, μήτε μέγα κακὸν ποιέοντες, ἰητρεύουσι τὰ μὲν ἕλκεα καθαρτικῷ τινι, ἢ πισσηρὴν ἐπιθέντες, ἢ ἔναιμον, ἢ ἄλλο τι ὧν εἰώθασι ποιέειν· ἐπάνω δὲ τοὺς οἰνηροὺς σπλῆνας ἢ εἴρια ῤυπαρὰ ἐπιδέουσιν, ἢ ἄλλο τι τοιοῦτον. ἐπὴν δὲ τὰ ἕλκεα καθαρὰ γένηται, καὶ ἤδη ξυμφύηται, τότε τοῖσιν ὀθονίοισί συχνοῖσι πειρῶνται ἐπιδεῖν, καὶ νάρθηξι κατορθοῦν. αὕτη μὲν ἡ ἴησις ἀγαθόν τι ποιέει, κακὸν δὲ οὐ μέγα. τὰ μέντοι ὀστέα οὐχ ὁμοίως δύναται ἱδρύεσθαι ἐς τὴν ἑωυτῶν χώρην, ἀλλά τινι ὀγκηρότερα τὰ ὀστέα τοῦ καιροῦ ταύτῃ γίνεται· γένοιτο δ’ ἂν καὶ βραχύτερα, ὧν ἀμφότερα τὰ ὀστέα κατέηγεν ἢ πήχεος, ἢ κνήμης. [Fract. 25] ἄλλοι δ’ αὖ τινές εἰσιν, οἳ ὀθονίοισι τὰ τοιαῦτα ἰητρεύουσιν εὐθέως, καὶ ἔνθεν μὲν καὶ ἔνθεν ἐπιδέουσι τοῖσιν ὀθονίοισι, κατὰ δὲ τὸ ἕλκος αὐτὸ διαλείπουσι, καὶ ἐῶσιν ἀνεψύχθαι· ἔπειτα ἐπιτιθέασιν ἐπὶ τὸ ἕλκος τῶν καθαρτικῶν τι, καὶ σπλήνεσιν οἰνηροῖσιν, ἢ εἰρίοισι ῤυπαροῖσι θεραπεύουσιν. αὕτη ἡ ἴησις κακὴ, καὶ εἰκὸς τοὺς οὕτως ἰητρεύοντας τὰ μέγιστα ἀσυνετέειν, καὶ ἐν τοῖσιν ἄλλοισι κατήγμασι, καὶ ἐν τοῖσι τοιούτοισιν. μέγιστον γάρ ἐστι τὸ γινώσκειν, καθ’ ὁποῖον τρόπον χρὴ τὴν ἀρχὴν βάλλεσθαι τοῦ ὀθονίου, καὶ καθ’ ὁποῖον μάλιστα πεπιέχθαι, καὶ οἷά τε ὠφελέονται, ἢν ὀρθῶς τις βάλληται τὴν ἀρχὴν καὶ πιέζῃ ᾗ μάλιστα χρὴ, καὶ οἷα βλάπτονται, ἢν μὴ ὀρθῶς τις βάλληται, μηδὲ πιέζῃ ᾗ μάλιστα χρὴ, ἀλλὰ ἔνθεν καὶ ἔνθεν. εἴρηται μὲν οὖν καὶ ἐν τοῖσι πρόσθεν γεγραμμένοισιν, ὁποῖα ἀφ’ ἑκατέρου ἀποβαίνει· μαρτυρέει δὲ καὶ αὐτὴ ἡ ἰητρική· ἀνάγκη γὰρ τῷ οὕτως ἐπιδεομένῳ τὸ οἶδος ἐξαείρεσθαι ἐς αὐτὸ τὸ ἕλκος. καὶ γὰρ εἰ ὑγιὴς χρὼς ἔνθεν καὶ ἔνθεν ἐπιδεθείη, ἐν μέσῳ δὲ διαλειφθείη, μάλιστα κατὰ τὴν διάλειψιν οἰδήσειεν ἂν, καὶ ἀχροιήσειεν· πῶς οὖν οὐχὶ ἕλκος γε ταῦτα ἂν πάθοι; ἀναγκαίως οὖν ἔχει ἄχροον μὲν καὶ ἐκπεπλιγμένον τὸ ἕλκος εἶναι, δακρυῶδές τε καὶ ἀνεκπύητον, ὀστέα δὲ, καὶ μὴ μέλλοντα ἀποστῆναι, ἀποστατικὰ γενέσθαι· σφυγμῶδές τε καὶ πυρῶδες τὸ ἕλκος ἂν εἴη. ἀναγκάζονται δὲ διὰ τὸ οἶδος ἐπικαταπλάσσειν· ἀσύμφορον δὲ καὶ τοῦτο τοῖσιν ἔνθεν καὶ ἔνθεν ἐπιδεομένοισιν· ἄχθος γὰρ ἀνωφελὲς πρὸς τῷ ἄλλῳ σφυγμῷ ἐπιγίνεται. τελευτῶντες δὲ ἀπολύουσι τὰ ἐπιδέσματα, ὁπόταν σφιν παλιγκοτέῃ, καὶ ἰητρεύουσι τὸ λοιπὸν ἄνευ ἐπιδέσιος· οὐδὲν δ’ ἧσσον, καὶ ἤν τι ἄλλο τρῶμα τοιοῦτο λάβωσι, τῷ αὐτῷ τρόπῳ ἰητρεύουσιν· οὐ γὰρ οἴονται τὴν ἐπίδεσιν τὴν ἔνθεν καὶ ἔνθεν, καὶ τὴν ἀνάψυξιν τοῦ ἕλκεος αἰτίην εἶναι, ἀλλ’ ἄλλην τινὰ ἀτυχίην. οὐ μέντοι γε ἂν ἔγραφον περὶ τουτέου τοσαῦτα, εἰ μὴ εὖ μὲν ᾔδειν ἀσύμφορον ἐοῦσαν τὴν ἐπίδεσιν, συχνοὺς δὲ οὕτως ἰητρεύοντας, ἐπίκαιρον δὲ τὸ ἀπομάθημα, μαρτύριον δὲ τοῦ ὀρθῶς γεγράφθαι τὰ πρόσθεν γεγραμμένα, εἴτε μάλιστα πιεστέα τὰ κατήγματα, εἴτε ἥκιστα. [Fract. 26] χρὴ δὲ, ὡς ἐν κεφαλαίῳ εἰρῆσθαι, οἷσιν ἂν μὴ ἐπίδοξος ᾖ ἡ τῶν ὀστέων ἀπόστασις ἔσεσθαι, τὴν αὐτὴν ἰητρείην ἰητρεύειν, ὥσπερ ἂν οἷσιν ὀστέα μὲν κατεηγότα εἴη, ἕλκος δὲ μὴ ἔχοντα· τάς τε γὰρ κατατάσιας καὶ κατορθώσιας τῶν ὀστέων τὸν αὐτὸν τρόπον ποιέεσθαι, τήν τε ἐπίδεσιν παραπλήσιον τρόπον. ἐπὶ μὲν γὰρ αὐτὸ τὸ ἕλκος πισσηρὴν κηρωτὴν χρίσαντα, σπλῆνα λεπτὸν διπλόον ἐπιδεθῆναι, τὰ δὲ πέριξ κηρωτῇ λευκῇ χρίειν. τὰ δὲ ὀθόνια καὶ τὰ ἀλλα πλατύρερά τινι ἐσχισμένα ἔστω, ἢ εἰ μὴ έλκος εἶχεν· καὶ ᾧ ἂν πρώτῳ ἐπιδέηται, συχνῷ ἔστω τοῦ ἕλκεος πλατύτερον. τὰ γὰρ στενότερα τοῦ ἕλκεος ζώσαντα ἔχει τὸ ἕλκος· τὸ δὲ οὐ χρή· ἀλλ’ ἡ πρώτη περιβολὴ ὅλον κατεχέτω τὸ ἕλκος, καὶ ὑπερεχέτω τὸ ὀθόνιον ἔνθεν τε καὶ ἔνθεν. βάλλεσθαι μὲν οὖν χρὴ τὸ ὀθόνιον κατ’ αὐτὴν τὴν ἴξιν τοῦ ἕλκεος, πιέζειν δὲ ὀλίγῳ ἧσσον ἢ εἰ μὴ ἕλκος εἶχεν, ἐπινέμεσθαι δὲ τῇ ἐπιδέσει ὥσπερ καὶ πρόσθεν εἴρηται. τὰ δὲ ὀθόνια αἰεὶ μὲν τοῦ τρόπου τοῦ μαλθακοῦ ἔστωσαν, μᾶλλον δέ τι δεῖ ἐν τοῖσι τοιούτοισιν, ἢ εἰ μὴ ἕλκος εἶχεν. πλῆθος δὲ τῶν ὀθονίων, μὴ ἐλάσσω ἔστω τῶν πρότερον εἰρημένων, ἀλλά τινι καὶ πλείω. ἢν δὲ ἐπιδεθῇ, δοκείτω τῷ ἐπιδεδεμένῳ ἡρμόσθαι μὲν, πεπιέχθαι δὲ μή· φάτω δὲ κατὰ τὸ ἕλκος μάλιστα ἡρμόσθαι. τοὺς δὲ χρόνους τοὺς αὐτοὺς μὲν χρὴ εἶναι ἐπὶ τὸ μᾶλλον δοκέειν ἡρμόσθαι, τοὺς αὐτοὺς δὲ ἐπὶ τὸ μᾶλλον δοκέειν χαλᾷν, ὥσπερ καὶ ἐν τοῖσι πρόσθεν εἴρηται. Μετεπιδεῖν δὲ διὰ τρίτης, πάντα μεταποιέοντα ἐς τοὺς τρόπους τοὺς παραπλησίους, ὥσπερ καὶ πρόσθεν εἴρηται, πλὴν ἐς τὸ σύμπαν ἧσσόν τινι πιέζειν ταῦτα ἢ ἐκεῖνα. καὶ ἢν κατὰ λόγον τὰ εἰκότα γένηται, ἰσχνότερον μὲν αἰεὶ εὑρεθήσεται τὸ κατὰ τὸ ἕλκος, ἰσχνὸν δὲ καὶ τὸ ἄλλο πᾶν τὸ ὑπὸ τῆς ἐπιδέσιος κατεχόμενον· καὶ αἵ τε ἐκπυήσιες ἔσονται θάσσους ἢ τῶν ἄλλως ἰητρευμένων ἑλκέων, ὅσα τε σαρκία ἐν τῷ τρώματι ἐμελάνθη καὶ ἐθανατώθη, θᾶσσον περιῤῥήγνυται καὶ ἐκπίπτει ἐπὶ ταύτῃ τῇ ἰητρείῃ, ἢ ἐν τῇσιν ἄλλῃσιν, ἐς ὠτειλάς τε θᾶσσον ὁρμᾶται τὸ ἕλκος οὕτως ἢ ἄλλως ἰητρευμένον. πάντων δὲ τούτων αἴτιον, ὅτι ἰσχνὸν μὲν τὸ κατὰ τὸ ἕλκος χωρίον γίνεται, ἰσχνὰ δὲ τὰ περιέχοντα. τὰ μὲν οὖν ἄλλα πάντα παραπλησίως χρὴ ἰητρεύειν, ὡς τὰ ἄνευ ἑλκώσιος ὀστέα κατηγνύμενα. τοὺς δὲ νάρθηκας οὐ χρὴ προστιθέναι. διὰ τοῦτο καὶ τὰ ὀθόνια χρὴ τούτοισι πλείω εἶναι ἢ τοῖσιν ἑτέροισιν, ὅτι τε ἧσσον πιέζεται, ὅτι τε οἱ νάρθηκες βραδύτεροι προστίθενται. ἢν μέντοι τοὺς νάρθηκας προστιθῇς, μὴ κατὰ τὴν ἴξιν τοῦ ἕλκεος προστιθέναι, ἄλλως τε καὶ χαλαρῶς προστιθέναι, προμηθεύμενος ὅκως μηδεμία σφίγξις μεγάλη ἔσται ἀπὸ τῶν ναρθήκων. εἴρηται δὲ τοῦτο καὶ ἐν τοῖσι πρότερον γεγραμμένοισιν. τὴν μέντοι δίαιταν ἀκριβεστέρην καὶ πλείω χρόνον χρὴ ποιέεσθαι οἷσιν ἐξ ἀρχῆς ἕλκεα γίνεται, καὶ οἷσιν ὀστέα ἐξίσχει· καὶ τὸ ξύμπαν δὲ εἰρῆσθαι, ἐπὶ τοῖσι ἰσχυροτάτοισι τρώμασιν ἀκριβεστέρην καὶ πουλυχρονιωτέρην εἶναι χρὴ τὴν δίαιταν. [Fract. 27] ἡ αὐτὴ δὲ ἰητρείη τῶν ἑλκέων, καὶ οἷσιν ὀστέα μὲν κατέηγεν, ἕλκος δὲ ἐξ ἀρχῆς μηδὲν ἦν, ἐν δὲ τῇ ἰητρείῃ ἐπιγίνεται, ἢ τοῖσιν ὀθονίοισιν μᾶλλον πιεχθέντος νάρθηκος ὑπὸ ἐνέδρης, ἢ ὑπὸ ἄλλης τινὸς προφάσιος. γινώσκεται μὲν οὖν τὰ τοιαῦτα, ἢν ἕλκος ὑπῇ, τῇ τε ὀδύνῃ καὶ τοῖσι σφυγμοῖσιν· καὶ τὸ οἴδημα τὸ ἐν τοῖσιν ἄκροισι, σκληρότερον γίνεται τῶν τοιουτέων, καὶ εἰ τὸν δάκτυλον ἐπαγάγοις, τὸ ἔρευθος ἐξαιρέεται, ἀτὰρ καὶ αὖθις ὑποτρέχει ταχέως. ἢν οὖν τι τοιοῦτον ὑποπτεύῃς, λύσαντα χρὴ, ἢν μὲν ᾖ κνησμὸς κατὰ τὰς ὑποδεσμίδας, ἢ ἐπὶ τὸ ἄλλο τὸ ἐπιδεδεμένον, πισσηρῇ κηρωτῇ ἀντὶ τῆς ἑτέρης χρῆσθαι. ἢν δὲ τούτων μὲν μηδὲν ᾖ, αὐτὸ δὲ τὸ ἕλκος ἠρεθισμένον εὑρίσκηται, μέλαν ἐπὶ πουλὺ ἢ ἀκάθαρτον, καὶ τῶν μὲν σαρκῶν ἐκπυησομένων, τῶν δὲ νεύρων προσεκπεσουμένων, τουτέους οὐδὲν χρὴ ἀναψύχειν παντάπασιν, οὐδέ τι φοβεῖσθαι τὰς ἐκπυήσιας ταύτας, ἀλλ’ ἰητρεύειν, τὰ μὲν ἄλλα παραπλήσιον τρόπον, ὥσπερ καὶ οἷσιν ἐξ ἀρχῆς ἕλκος ἐγένετο. τοῖσι δὲ ὀθονίοισιν ἄρχεσθαι χρὴ ἐπιδέοντα ἀπὸ τοῦ οἰδήματος τοῦ ἐν τοῖσιν ἀκραίοις πάνυ χαλαροῖσι, καὶ ἔπειτα ἐπινέμεσθαι τῇ ἐπιδέσει αἰεὶ ἐς τὸ ἄνω, καὶ πεπιέχθαι μὲν μηδαμῇ, ἡρμόσθαι δὲ μάλιστα κατὰ τὸ ἕλκος, τὰ δὲ ἄλλα ἐπὶ ἧσσον. τὰ δὲ ὀθόνια τὰ πρῶτα, ταῦτα μὲν καθαρὰ ἔστω καὶ μὴ στενά· τὸ δὲ πλῆθος τῶν ὀθονίων ἔστω, ὅσον περ καὶ ἐν τοῖσι νάρθηξιν εἰ ἐπιδέοιντο, ἢ ὀλίγῳ ἔλασσον. ἐπὶ δὲ αὐτὸ τὸ ἕλκος ἱκανὸν σπληνίον τῇ λευκῇ κηρωτῇ κεχρισμένον· ἤν τε γὰρ σὰρξ, ἤν τε νεῦρον μελανθῇ, προσεκπεσεῖται· τὰ γὰρ τοιαῦτα οὐ χρὴ δριμέσιν ἰητρεύειν, ἀλλὰ μαλθακοῖσιν, ὥσπερ τὰ πυρίκαυστα. Μετεπιδεῖν δὲ διὰ τρίτης, νάρθηκας δὲ μὴ προστιθέναι· ἀτρεμέειν δὲ ἐπὶ μᾶλλον, ἢ τὸ πρόσθεν, καὶ ὀλιγοσιτέειν. εἰδέναι δὲ χρὴ, εἴ τε σὰρξ, εἴ τε νεῦρον τὸ ἐκπεσούμενόν ἐστιν, ὅτι οὕτω πολλῷ μὲν ἧσσον νέμεται ἐπὶ πλεῖον, πολλῷ δὲ θᾶσσον ἐκπεσεῖται, πολλῷ δὲ ἰσχνότερα τὰ περιέχοντα ἔσται, ἢ εἴ τις, ἀπολύσας τὰ ὀθόνια, ἐπιθείη τι τῶν καθαρτικῶν φαρμάκων ἐπὶ τὸ ἕλκος. καίτοι καὶ ἢν ἐκπέσῃ τὸ ἐκπεσούμενον, θᾶσσόν τε σαρκοῦται ἐκείνως ἢ ἑτέρως ἰητρευόμενον, καὶ θᾶσσον ὠτειλοῦται. πάντα μήν ἐστι ταῦτα ὀρθῶς ἐπιδεῖν καὶ μετρίως ἐπίστασθαι. Προσσυμβάλλεται δὲ καὶ τὰ σχήματα, καὶ οἷα χρὴ, εἶναι, καὶ ἡ ἄλλη δίαιτα, καὶ τῶν ὀθονίων ἡ ἐπιτηδειότης. [Fract. 28] ἢν δ’ ἄρα ἐξαπατηθῇς ἐν τοῖσι νεοτρώτοισι, μὴ οἰόμενος ὀστέων ἀπόστασιν ἔσεσθαι, τὰ δ’ ἐπίδοξα ᾖ ἀναπλῶσαι, οὐ χρὴ ὀῤῥωδέειν τοῦτον τὸν τρόπον τῆς ἰητρείης· οὐδὲν γὰρ ἂν μέγα φλαῦρον γένοιτο, ἢν μοῦνον οἷός τε ᾖς τῇ χειρὶ τὰς ἐπιδέσιας ἀγαθὰς καὶ ἀσινέας ποιέεσθαι. σημεῖον δὲ τόδε, ἢν μέλλῃ ὀστέων ἀπόστασις ἔσεσθαι ἐν τῷ τρόπῳ τούτῳ τῆς ἰητρείης· πῦον γὰρ συχνὸν ῤέει ἐκ τοῦ ἕλκεος, καὶ ὀργᾷν φαίνεται. πυκνότερον οὖν μετεπιδέεσθαι διὰ τὸν πλάδον· ἐπεὶ ἄλλως τε καὶ ἀπύρετοι γίνονται, ἢν μὴ κάρτα πιέζωνται ὑπο τῆς ἐπιδέσιος, καὶ τὸ ἕλκος, καὶ τὰ περιέχοντα ἰσχνά. ὅσαι μὲν οὖν λεπτῶν πάνυ ὀστέων ἀποστάσιες, οὐδεμιῆς μεγάλης μεταβολῆς δέονται, ἀλλ’ ἢ χαλαρωτέρως ἐπίδεῖν, ὡς μὴ ἀπολαμβάνηται τὸ πῦον, ἀλλ’ εὐαπόῤῥυτον ᾖ, καὶ πυκνότερον μετεπιδεῖν, ἔστ’ ἂν ἀποστῇ τὸ ὀστέον, καὶ νάρθηκας μὴ προστιθέναι. [Fract. 29] Ὁκόσοισι δὲ μείζονος ὀστέου ἀπόστασις ἐπίδοξος γένηται, ἤν τε ἐξ ἀρχῆς προγνῷς, ἤν τε καὶ ἔπειτα μεταγνῷς, οὐκ ἔτι τῆς αὐτῆς ἰητρείης δεῖται· ἀλλὰ τὰς μὲν κατατάσιας, καὶ τὰς διορθώσιας οὕτω ποιέεσθαι, ὥσπερ εἴρηται· σπλῆνας δὲ χρὴ διπλοῦς, πλάτος μὲν ἡμισπιθαμιαίους, μὴ ἐλάσσους (ὁκοῖον δὲ ἄν τι καὶ τὸ τρῶμα ἦ, πρὸς τοῦτο τεκμαίρεσθαι), μῆκος δὲ βραχυτέρους μὲν μὴ ὀλίγῳ, ἢ ὥστε δὶς περιικνέεσθαι περὶ τὸ τετρωμένον, μακροτέρους δὲ συχνῷ, ἢ ὥστε ἅπαξ περιικνέεσθαι, πλῆθος δὲ, ὁκόσους ἂν ξυμφέρῃ, ποιησάμενον, τούτους ἐν οἴνῳ μέλανι αὐστηρῷ βρέχοντα, χρὴ ἐκ μέσου ἀρχόμενον, ὡς ἀπὸ δύο ἀρχῶν ὑποδεσμὶς ἐπιδεῖται, περιελίσσειν, κἄπειτα σκεπαρνηδὸν παραλλάσσοντα τὰς ἀρχὰς ἀφιέναι. ταῦτα κατά τε αὐτὸ τὸ ἕλκος ποιέειν, καὶ κατὰ τὸ ἔνθεν καὶ ἔνθεν τοῦ ἕλκεος· καὶ πεπιέχθω μὲν μὴ, ἀλλ’ ὅσον ἑρμασμοῦ ἕνεκεν τοῦ ἕλκεος προσκείσθω. ἐπὶ δὲ αὐτὸ τὸ ἕλκος ἐπιτιθέναι χρὴ πισσηρὴν, ἤ τι τῶν ἐναίμων, ἤ τι τῶν ἄλλων φαρμάκων, ὅ τι ξύντροφόν ἐστιν ἐπιτέγξει. καὶ ἢν μὲν ἡ ὥρη θερινὴ ᾖ, ἐπιτέγγειν τῷ οἴνῳ τοὺς σπλῆνας πυκνά· ἢν δὲ χειμερινὴ ἡ ὥρη ᾖ, εἰρία πουλλὰ ῤυπαρὰ, νενοτισμένα οἴνῳ καὶ ἐλαίῳ, ἐπικείσθω. Ἰξαλῆν δὲ χρὴ ὑποτετάσθαι, καὶ εὐαπόῤῥυτα ποιέειν, φυλάσσοντα τοὺς ὑποῤῥόους, μεμνημένον ὅτι οἱ τόποι οἱ ἐν τοῖσιν αὐτοῖσι σχήμασι πολλὸν χρόνον κείμενοι, ἐκτρίμματα δυσάκεστα ποιέουσιν. [Fract. 30] ὅσους δὲ μὴ οἷόν τε ἐπιδέσει ἰήσασθαι διά τινα τούτων τῶν εἰρημένων τρόπων, ἢ τῶν εἰρησομένων, τούτους περὶ πλείονος χρὴ ποιέεσθαι, ὅκως εὐθέτως σχήσουσι τὸ κατεηγὸς τοῦ σώματος κατ’ ἰθυωρίην, προσέχοντα τὸν νόον, καὶ τῷ ἀνωτέρω δὲ μᾶλλον ἢ τῷ κατωτέρω. εἰ δέ τις μέλλοι καλῶς καὶ εὐχερῶς ἐργάζεσθαι, ἄξιον καὶ μηχανοποιήσασθαι, ὅκως κατάτασιν δικαίην καὶ μὴ βιαίην σχήσει τὸ κατεηγὸς τοῦ σώματος· μάλιστα δὲ ἐν κνήμῃ ἐνδέχεται μηχανοποιέειν Εἰσὶ μὲν οὖν τινες, οἳ ἐπὶ πᾶσι τοῖσι τῆς κνήμης κατήγμασι καὶ τοῖσιν ἐπιδε⟨ο⟩μένοισι, καὶ τοῖσι μὴ ἐπιδεομένοισι, ⟨τ⟩ὸν πόδα ἄκρον προσδέουσι πρὸς τὴν κλίνην, ἢ πρὸς ἄλλο τι ξύλον παρὰ τὴν κλίνην κατορύξαντες. οὗτοι μὲν οὖν πάντα κακὰ ποιέουσιν, ἀγαθὸν δὲ οὐδέν· οὔτε γὰρ τοῦ κατατείνεσθαι ἄκος ἐστὶ τὸ προσδεδέσθαι τὸν πόδα, οὐδὲν γὰρ ἧσσον τὸ ἄλλο σῶμα προσχωρήσει πρὸς τὸν πόδα, καὶ οὕτως ⟨ἂ⟩ν ἔτι τείνοιτο· οὔτ’ αὖ ἐς τὴν ἰθυωρίην οὐδὲν ὠφελέει, ἀλλὰ καὶ βλάπτει, στρεφομένου γὰρ τοῦ ἄλλου σώματος ἢ τῇ ἢ τῇ, οὐδὲ⟨ν⟩ κωλύσει ὁ δεσμὸς τὸν πόδα καὶ τὰ ὀστέα τὰ τῷ ποδὶ προσηρτημένα ἐπακολουθέειν τῷ ἄλλῳ σώματι. εἰ δὲ μὴ προσεδέδετο, ἧσσον ἂν διεστρέφετο· ἧσσον γὰρ ἂν ἐγκατελείπετο ἐν τῇ κινήσει τοῦ ἄλλου σώματος. εἰ δέ τις σφαίρας δύο ῤάψαιτο ἐκ σκύτεος αἰγυπτίου τοιαύτας οἵας φοροῦσιν οἱ ἐν τῇσι μεγάλῃσι πέδῃσι πολλὸν χρόνον πεπεδημένοι, αἱ δὲ σφαῖραι ἔχοιεν ἔνθεν καὶ ἔνθεν χιτῶνας, τὰ μὲν πρὸς τοῦ τρώματος βαθυτέρους, τὰ δὲ πρὸς τῶν ἄρθρων βρ· χυτέρους, εἶεν δὲ ὀγκηραὶ μὲν καὶ μαλθακαὶ, ἁρμόζουσαι δὲ, ἡ μὲν ἄνωθεν τῶν σφυρῶν, ἡ δὲ κάτωθεν τοῦ γούνατος· ἐκ δὲ πλαγίης ἄκρης δισσὰ ἡ κάτωθεν ἔχοι προσηρτημένα, ἢ ἁπλόου ἱμάντος, ἢ διπλόου, βραχέα ὥσπερ ἀγκύλας, τὰ μέν τι τοῦ σφυροῦ ἑκατέρωθεν, τὰ δέ τι τοῦ γούνατος· καὶ ἡ ἄνωθεν σφαῖρα ἕτερα τοιαῦτα ἔχοι κατὰ τὴν ἰθυωρίην τὴν αὐτήν. κἄπειτα κραναΐνας ῤάβδους τέσσαρας λαβὼν ἴσον τὸ μέγεθος ἀλλήλῃσιν ἐχούσας, πάχος μὲν ὡς δακτυλιαίας, μῆκος δὲ ὡς κεκαμμέναι ἐναρμόσωσιν ἐς τὰ ἀπαιωρήματα, ἐπιμελόμενος ὅκως τὰ ἄκρα τῶν ῤάβδων μὴ ἐς τὸν χρῶτα, ἀλλ’ ἐς τὰ ἄκρα τῶν σφαιρέων ἐγκέλσει. εἶναι δὲ χρὴ ζεύγεα τρία τῶν ῤάβδων, καὶ πλέω, καί τινι μακροτέρας τὰς ἑτέρας τῶν ἑτέρων, καί τινι καὶ βραχυτέρας καὶ σμικροτέρας, ὡς καὶ μᾶλλον διατείνειν, ἢν βούληται, καὶ ἧσσον· ἔστωσαν δὲ αἱ ῤάβδοι ἑκάτεραι ἔνθεν καὶ ἔνθεν τῶν σφυρῶν. ταῦτα τοίνυν εἰ καλῶς μηχανοποιηθείη, τήν τε κατάτασιν καὶ δικαίην ἂν παρέχοι καὶ ὁμαλὴν κατὰ τὴν ἰθυωρίην, καὶ τῷ τρώματι πόνος οὐδεὶς ἂν εἴη· τὰ γὰρ ἀποπιέσματα, εἴ τι καὶ ἀποπιέζοιτο, τὰ μὲν ἂν ἐς τὸν πόδα ἀπάγοιτο, τὰ δὲ ἐς τὸν μηρόν· αἵ τε ῤάβδοι εὐθετώτεραι, αἱ μὲν ἔνθεν, αἱ δὲ ἔνθεν τῶν σφυρῶν, ὥστε μὴ κωλύεσθαι τὴν θέσιν τῆς κνήμης· τό τε τρῶμα εὐκατάσκεπτον καὶ εὐβάστακτον· οὐδὲν γὰρ ἐμποδὼν, εἴ τις ἐθέλοι τὰς δύο τῶν ῤάβδων τὰς ἀνωτέρω αὐτὰς πρὸς ἀλλήλας ζεῦξαι, καὶ ἤν τις κούφως βούληται ἐπιβάλλειν, ὥστε τὸ ἐπιβαλλόμενον μετέωρον ἀπὸ τοῦ τρώματος εἶναι. εἰ μὲν οὖν αἵ τε σφαῖραι προσηνέες καὶ καλαὶ καὶ μαλθακαὶ καὶ καιναὶ ῤαφεῖεν, καὶ ἡ ἔντασις τῶν ῤάβδων χρηστῶς ἐνταθείη, ὥσπερ ἤδη εἴρηται, εὔχρηστον τὸ μηχάνημα· εἰ δέ τι τουτέων μὴ καλῶς ἕξει, βλάπτοι ἂν μᾶλλον ἢ ὠφελέοι. χρὴ δὲ καὶ τὰς ἄλλας μηχανὰς ἢ καλῶς μηχανᾶσθαι, ἢ μὴ μηχανᾶσθαι· αἰσχρὸν γὰρ καὶ ἄτεχνον μηχανοποιέοντα ἀμηχανοποιέεσθαι. [Fract. 31] τοῦτο δὲ, οἱ πλεῖστοι τῶν ἰητρῶν τὰ κατήγματα, καὶ τὰ μεθ’ ἑλκέων, καὶ τὰ ἄνευ ἑλκέων, τὰς πρώτας τῶν ἡμερέων ἰητρεύουσιν εἰρίοισι ῤυπαροῖσιν· καὶ οὐδέν τι ἄτεχνον δοκέει τοῦτο εἶναι. ὅσοι μὲν ἀναγκάζονται ὑπὸ τῶν αὐτίκα νεοτρώτων ἐόντων, μὴ ἔχοντες ὀθόνια, εἰρίοισι παρασκευάσασθαι, τουτέοισι πλείστη συγγνώμη· οὐ γὰρ ἄν τις ἔχοι ἄνευ ὀθονίων ἄλλο τι πολλῷ βέλτιον εἰρίου ἐπιδῆσαι ἐπὶ τὰ τοιαῦτα· εἶναι δὲ χρὴ πάμπολλα, καὶ πάνυ καλῶς εἰργασμένα, καὶ μὴ τρηχέα· τῶν γὰρ ὀλίγων καὶ φλαύρων ὀλίγη καὶ ἡ δύναμις. ὅσοι δὲ ἐπὶ μίαν ἢ δύο ἡμέρας εἴρια ἐπιδέειν δικαιοῦσι, τρίτῃ δὲ καὶ τετάρτῃ ὀθονίοισιν ἐπιδέοντες πιέζουσι καὶ κατατείνουσι τότε μάλιστα, οὗτοι πουλύ τι τῆς ἰητρικῆς καὶ κάρτα ἐπίκαιρον ἀσυνετέουσιν· ἥκιστα γὰρ χρὴ τῇ τρίτῃ καὶ τετάρτῃ στυφελίζειν πάντα τὰ τρώματα, ὡς ἐν κεφαλαίῳ εἰρῆσθαι· καὶ μηλώσιας δὲ πάσας φυλάσσεσθαι χρὴ ἐν ταύτῃσι τῇσιν ἡμέρῃσι, καὶ ὁκόσοισιν ἄλλοισι τρώμασιν ἠρέθισται. τὸ ἐπίπαν γὰρ ἡ τρίτη καὶ τετά⟨ρ⟩τη ἡμέρη ἐπὶ τοῖσι πλείστοισι τῶν τρωμάτων τίκτει τὰς παλιγκοτήσιας, καὶ ὅσα ἐς φλεγμονὴν καὶ ἀκαθαρσίην ὁρμᾷ, καὶ ὅσα ἂν ἐς πυρετοὺς ἴῃ. καὶ μάλα πολλοῦ ἄξιον τοῦτο τὸ μάθημα, εἴ πέρ τι καὶ ἄλλο. τίνι γὰρ οὐκ ἐπικοινωνέει τῶν ἐπικαιροτάτων ἐν ἰητρικῇ, οὐ κατὰ τὰ ἕλκεα μοῦνον, ἀλλὰ καὶ κατὰ ἄλλα πουλλὰ νουσήματα; εἰ μή τις φήσειε καὶ τἄλλα νουσήματα ἕλκεα εἶναι. ἔχει γάρ τινα καὶ οὗτος ὁ λόγος ἐπιείκειαν· πολλαχῆ γὰρ ἠδέλφισται τὰ ἕτερα τοῖσιν ἑτέροισιν. ὁκόσοι μέντοι δικαιοῦσιν εἰρίοισι χρῆσθαι, ἔστ’ ἂν ἑπτὰ ἡμέραι παρέλθωσιν, ἔπειτα κατατείνειν τε καὶ κατορθοῦν, καὶ ὀθονίοισιν ἐπιδεῖν, οὗτοι οὐκ ἂν ἀσύνετοι ὁμοίως φανεῖεν· καὶ γὰρ τῆς φλεγμονῆς τὸ ἐπικαιρότατον παρελήλυθε, καὶ τὰ ὀστέα χαλαρὰ καὶ εὔθετα μετὰ ταύτας τὰς ἡμέρας ἂν εἴη. πολλῷ μέντοι ἡσσᾶται καὶ αὕτη ἡ μελέτη τῆς ἐξ ἀρχῆς τοῖσιν ὀθονίοισιν ἐπιδέσιος· κεῖνος μὲν γὰρ ὁ τρόπος ἑβδομαίους ἐόντας ἀφλεγμάντους ἀποδείκνυσι, καὶ παρασκευάζει νάρθηξι τελέως ἐπιδεῖν· οὗτος δὲ ὁ τρόπος πουλὺ ὑστερεῖ, βλάβας δέ τινας καὶ ἄλλας ἔχει, ἀλλὰ μακρὸν ἂν εἴη πάντα γράφειν. [Fract. 32] Ὁκόσοισι δὲ τὰ ὀστέα κατεηγότα καὶ ἐξίσχοντα μὴ δύνηται ἐς τὴν ἑωυτῶν χώρην καθιδρύεσθαι, ἥδε ἡ κατάστασις· σιδήρια χρὴ ποιέεσθαι ἐς τοῦτον τὸν τρόπον ὕνπερ οἱ μοχλοὶ ἔχουσιν, οἷς οἱ λατύποι χρέονται, τὸ μέν τι πλατύτερον, τὸ δὲ τι στενότερον· εἶναι δὲ χρὴ καὶ τρία καὶ ἔτι πλείω, ὡς τοῖσι μάλιστα ἁρμόζουσί τις χρήσαιτο· ἔπειτα τουτέοισι χρὴ ἅμα τῇ κατατάσει μοχλεύειν ὑποβάλλοντα, πρὸς μὲν τὸ κατώτερον τοῦ ὀστέου τὸ κατώτερον ἐρείδοντα, πρὸς δὲ τὸ ἀνώτερον τὸ ἀνώτερον τοῦ σιδηρίου, ἁπλῷ δὲ λόγῳ ὥσπερ εἰ λίθον τις ἢ ξύλον μοχλεύοι ἰσχυρῶς· ἔστω δὲ σθεναρὰ τὰ σιδήρια ὡς οἷόν τε, ὡς μὴ κάμπτηται. αὕτη μεγάλη τιμωρίη, ἤν τε τὰ σιδήρια ἐπιτήδεια ᾖ, καὶ μοχλεύηταί τις ὡς χρή. ὁκόσα γὰρ ἀνθρώποις ἄρμενα μεμηχάνηται, πάντων, ἰσχυρότατά ἐστι τρία ταῦτα, ὄνου τε περιαγωγὴ, καὶ μόχλευσις, καὶ σφήνωσις. ἄνευ δὲ τούτων, ἢ ἑνὸς δή τινος, ἢ πάντων, οὐδὲν τῶν ἔργων τῶν ἰσχυροτάτων οἱ ἄνθρωποι ἐπιτελέουσιν. οὔκουν ἀτιμαστέη αὕτη ἡ μόχλευσις· ἢ γὰρ οὕτως ἐμπεσεῖται τὰ ὀστέα, ἢ οὐκ ἄλλως. ἢν δ’ ἄρα τοῦ ὀστέου τὸ ἄνω παρηλλαγμένον μὴ ἐπιτήδειον ἔχῃ ἐνέδρην τῷ μοχλῷ, ἀλλὰ πάροξυ ἐὸν παραφέρῃ, παραγλύψαντα χρὴ τοῦ ὀστέου ἐνέδρην τῷ μοχλῷ ἀσφαλέα ποιῆσαι. μοχλεύειν δὲ χρὴ καὶ τείνειν αὐθήμερα, ἢ δευτεραῖα, τριταῖα δὲ μὴ, τεταρταῖα δὲ, ὡς ἥκιστα, καὶ πεμπταῖα. καὶ γὰρ μὴ ἐμβάλλοντι, ὀχλήσαντι δὲ ἐν ταύτῃσι τῇσιν ἡμέρῃσιν, φλεγμονὴν ἂν ποιήσειε, καὶ ἐμβάλλοντι οὐδὲν ἧσσον· σπασμὸν μέντοι ἐμβάλλοντι πουλὺ ἂν μᾶλλον ποιήσειεν, ἢ ἀπορήσαντι ἐμβάλλειν. ταῦτα εὖ χρὴ εἰδέναι· καὶ γὰρ εἰ ἐπιγένοιτο σπασμὸς ἐμβάλλοντι, ἐλπίδες μὲν οὐ πολλαὶ σωτηρίης· λυσιτελέει δὲ ὀπίσω ἐκβάλλειν τὸ ὀστέον, εἰ οἷόν τε εἴη ἀόχλως. οὐ γὰρ ἐπὶ τοῖσι χαλαρωτέροισι τοῦ καιροῦ σπασμοὶ καὶ τέτανοι ἐπιγίνονται, ἀλλ’ ἐπὶ τοῖσιν ἐντεταμένοισι μᾶλλον. περὶ οὗ οὖν ὁ λόγος, οὐ χρὴ ἐνοχλέειν ἐν τῇσι προειρημένῃσιν ἡμέρῃσι ταύτῃσιν, ἀλλὰ μελετᾷν ὅκως ἥκιστα φλεγμανεῖ τὸ ἕλκος, καὶ μάλιστα ἐκπυήσει. ἐπὴν δὲ ἑπτὰ ἡμέραι παρέλθωσιν, ἢ ὀλίγῳ πλείους, ἢν ἀπύρετος ᾖ, καὶ μὴ φλεγμαίνῃ τὸ ἕλκος, τότε ἧσσον κωλύει πειρῆσθαι ἐμβάλλειν, ἢν ἐλπίζῃς κρατήσειν· ἢν δὲ μὴ, οὐδὲν δεῖ μάτην ὀχλέειν καὶ ὀχλέεσθαι. [Fract. 33] ἢν μὲν οὖν ἐμβάλῃς τὰ ὀστέα ἐς τὴν ἑωυτῶν χώρην, γεγράφαται ἤδη οἱ τρόποι οἵως χρὴ ἰητρεύειν, ἤν τε ἐλπίζῃς ὀστέα ἀποστήσεσθαι, ἤν τε μή. χρὴ δὲ, καὶ ἢν μὲν ἐλπίζῃς ὀστέα ἀποστήσεσθαι, τῷ τρόπῳ τῶν ὀθονίων ἐπὶ πᾶσι τοῖσι τοιουτέοισι τὴν ἐπίδεσιν ποιέεσθαι, ἐκ μέσου τοῦ ὀθονίου ἀρχόμενον ὡς ἐπὶ τὸ πουλὺ, ὡς ἀπὸ δύο ἀρχέων ὑποδεσμὶς ἐπιδεῖται· τεκμαίρεσθαι δὲ χρὴ πρὸς τὴν μορφὴν τοῦ ἕλκεος, ὅκως ἥκιστα σεσηρὸς καὶ ἐκπεπλιγμένον ἔσται παρὰ τὴν ἐπίδεσιν· τοῖσι μὲν γὰρ ἐπὶ δεξιὰ ἐπιδεῖν ξυντρόφως ἔχει, τοῖσι δὲ ἐπ’ ἀριστερὰ, τοῖσι δὲ ἀπὸ δύο ἀρχέων. [Fract. 34] ὁκόσα δὲ κατηπορήθη ὀστέα ἐμπεσεῖν, ταῦτα αὐτὰ εἰδέναι χρὴ ὅτι ἀποστήσεται, καὶ ὅσα τελέως ἐψιλώθη τῶν σαρκῶν· ψιλοῦται δὲ ἐνίων μὲν τὸ ἄνω μέρος, μετεξετέρων δὲ κύκλωθεν ἀμφιθνήσκουσιν αἱ σάρκες· καὶ τῶν μὲν ἀπὸ τοῦ ἀρχαίου τρώματος σεσάπρισται ἔνια τῶν ὀστέων, τῶν δ’ οὔ· καὶ τῶν μὲν μᾶλλον, τῶν δ’ ἧσσον· καὶ τὰ μὲν σμικρὰ, τὰ δὲ μεγάλα. διὰ οὖν ταῦτα τὰ εἰρημένα οὐκ ἔστιν ἑνὶ ὀνόματι εἰπεῖν, ὁκότε τὰ ὀστέα ἀποστήσεται. τὰ μὲν γὰρ διὰ σμικρότητα, τὰ δὲ διὰ τὸ ἐπ’ ἄκρου ἔχεσθαι, θᾶσσον ἀφίσταται· τὰ δὲ, διὰ τὸ μὴ ἀφίστασθαι, ἀλλὰ λεπιδοῦσθαι, καταξηρανθέντα, καὶ σαπρὰ γενόμενα· πρὸς δὲ τούτοις, διαφέρει τι καὶ ἰητρείη ἰητρείης. ὡς μὲν οὖν τὸ ἐπίπαν τάχιστα τουτέων ὀστέα ἀφίσταται, ὧν τάχισται μὲν αἱ ἐκπυήσιες, τάχισται δὲ καὶ κάλλισται αἱ σαρκοφυΐαι· καὶ γὰρ αἱ ὑποφυόμεναι σάρκες κατὰ τὸ σιναρὸν αὗται μετεωρίζουσι τὰ ὀστέα ὡς ἐπὶ τὸ πουλύ. ὅλος μὴν ὁ κύκλος τοῦ ὀστέου, ἢν ἐν τεσσαράκοντα ἡμέρῃσιν ἀποστῇ, καλῶς ἀποστήσεται· ἔνια γὰρ ἐς ἑξήκοντα ἡμέρας ἀφικνεῖται, ἢ καὶ πλείους· τὰ μὲν γὰρ ἀραιότερα τῶν ὀστέων θᾶσσον ἀφίσταται· τὰ δὲ στερεώτερα, βραδύτερον· τὰ δὲ ἄλλα τὰ μείω, πολλὸν ἐνδοτέρω, ἄλλα δ’ ἄλλως. Ἀποπρίειν δ’ ὀστέον ἐξέχον ἐπὶ τῶνδε τῶν προφασίων χρὴ, ἢν μὴ δύνηται ἐμβάλλειν, μικροῦ δέ τινος αὐτῷ δοκέῃ δεῖν παρελθεῖν, καὶ οἷόν τε ᾖ παραιρεθῆναι· ἤν τε ἀσηρὸν ᾖ καὶ θραῦόν τι τῶν σαρκίων, καὶ δυσθεσίην παρέχῃ, ψιλὸν δὲ τυγχάνῃ ἐὸν, καὶ τὸ τοιοῦτον ἀφαιρέειν χρή. τὰ δ’ ἄλλα οὐδὲν μέγα διαφέρει, οὔτε ἀποπρῖσαι, οὔτε μὴ ἀποπρῖσαι. σαφέως γὰρ εἰδέναι χρὴ, ὅτι ὀστέα, ὅσα τελέως στέρεται τῶν σαρκῶν καὶ ἐπιξηραίνεται, πάντα τελέως ἀποστήσεται. ὅσα δὲ ἀπολεπιδοῦσθαι μέλλει, ταῦτα οὐ χρὴ ἀποπρίειν· τεκμαίρεσθαι δὲ χρὴ ἀπὸ τῶν τεταγμένων σημείων τὰ τελέως ἀποστησόμενα. [Fract. 35] ἰητρεύειν δὲ τοὺς τοιούτους σπλήνεσι καὶ τῇ οἰνηρῇ ἰητρείῃ, ὥσπερ καὶ πρόσθεν γέγραπται ἐπὶ τῶν ἀποστησομένων ὀστέων. φυλάσσεσθαι δὲ χρὴ μὴ ψυχροῖσι τέγγειν τὸν πρῶτον χρόνον· ῤιγέων γὰρ πυρετωδέων κίνδυνος· κίνδυνος δὲ καὶ σπασμῶν· προκαλέεται γὰρ σπασμὸν τὰ ψυχρὰ, ποτὶ δὲ καὶ ἕλκη. εἰδέναι δὲ χρὴ, ὅτι ἀνάγκη βραχύτερα τὰ σώματα ταύτῃ γίνεσθαι, ὧν ἀμφότερα τὰ ὀστέα κατεηγότα καὶ παρηλλαγμένα ἰητρεύεται, καὶ οἷς ὅλος ὁ κύκλος τοῦ ὀστέου ἀπέστη. [Fract. 36] Ὅσοισι δὲ μηροῦ ὀστέον ἢ βραχίονος ἐξέσχεν, οὗτοι οὐ μάλα περιγίνονται. τὰ γὰρ ὀστέα μεγάλα καὶ πολυμύελα, καὶ πολλὰ καὶ ἐπίκαιρα τὰ συντιτρωσκόμενα νεῦρα καὶ μύες καὶ φλέβες· καὶ ἢν μὲν ἐμβάλλῃς, σπασμοὶ φιλέουσιν ἐπιγίνεσθαι, μὴ ἐμβληθεῖσι δὲ, πυρετοὶ ὀξέες, καὶ ἐπίχολοι, καὶ λυγγώδεες, καὶ ἐπιμε⟨λ⟩αινονται. περιγίνονται δὲ οὐχ ἧσσον, οἷσι μὴ ἐμβληθῇ, μηδὲ ⟨π⟩ειρηθῇ ἐμβάλλεσθαι· ἔτι δὲ μᾶλλον περιγίνονται, οἷσι τὸ κάτω μέρος τοῦ ὀστέου ἐξέσχεν, ἢ οἷσι τὸ ἄνω· περιγένοιντο δ’ ἂν καὶ οἷσιν ἐμβληθείη, σπανίως γε μήν. μελέται γὰρ μελετέων μέγα διαφέρουσι, καὶ φύσιες φυσίων τῶν σωμάτων εἰς εὐφορίην. διαφέρει δὲ μέγα, καὶ ἢν ἔσω τοῦ βραχίονος καὶ τοῦ μηροῦ τὰ ὀστέα ἐξέχῃ· πολλαὶ γὰρ καὶ ἐπίκαιροι κατατάσιες φλεβῶν ἐν τῷ ἔσω μέρει, ὧν ἔνιαι τιτρωσκόμεναι σφάγιαί εἰσιν· εἰσὶ δὲ καὶ ἐν τῷ ἔξω μέρει, ἧσσον δέ. ἐν τοῖσιν οὖν τοιούτοισι τρώμασι τοὺς μὲν κινδύνους οὐ χρὴ λήθειν, ὁκοῖοί τινές εἰσι, καὶ προλέγειν χρὴ πρὸς τοὺς καιρούς. εἰ δὲ ἀναγκάζοιο μὲν ἐμβάλλειν, ἐλπίζοις δὲ ἐμβαλεῖν, καὶ μὴ πολλὴ ἡ παράλλαξις εἴη τοῦ ὀστέου, καὶ μὴ ξυνδεδραμήκοιεν οἱ μύες (φιλέουσι γὰρ ξυνθεῖν), ἡ μόχλευσις καὶ τούτοισι μετὰ τῆς κατατάσιος εὖ ἂν ξυλλαμβάνοιτο. [Fract. 37] ἐμβάλλοντα δὲ, ἐλλέβορον μαλθακὸν πιπίσαι χρὴ αὐθημερὸν, ἢν αὐθημερὸν ἐμβληθῇ· εἰ δὲ μὴ, οὐδ’ ἐγχειρέειν χρή. τὸ δὲ ἕλκος ἰητρεύειν χρὴ, οἷσί περ κεφαλῆς ὀστέα κατεηγυίης, καὶ ψυχρὸν μηδὲν προσφέρειν· σιτίου δέ στερῆσαι τελέως· καὶ ἢν μὲν πικρόχολος φύσει ᾖ, ὀξύγλυκυ εὐῶδες ὀλίγον ἐπὶ ὕδωρ ἐπιστάζοντα, τουτέῳ διαιτᾷν· ἢν δὲ μὴ πικρόχολος ᾖ, ὕδατι πόματι χρῆσθαι· καὶ ἢν μὲν πυρεταίνῃ ξυνεχῶς, τεσσαρεσκαίδεκα ἡμέρῃσι τὸ ἐλάχιστον οὕτω διαιτᾷν, ἢν δὲ ἀπύρετος ᾖ, ἑπτὰ ἡμέρῃσιν· ἔπειτα ἐκ προσαγωγῆς κατὰ λόγον ἐς φαύλην δίαιταν ἄγειν. καὶ οἷσιν ἂν μὴ ἐμβληθῇ τὰ ὀστέα, καὶ τὴν φαρμακείην χρὴ τοιαύτην ποιέεσθαι, καὶ τῶν ἑλκέων τὴν μελέτην καὶ τὴν δίαιταν· ὡσαύτως καὶ τὸ ἀπαιωρεύμενον τοῦ σώματος μὴ κατατείνειν, ἀλλὰ καὶ προσάγειν μᾶλλον, ὥστε χαλαρώτερον εἶναι τὸ κατὰ τὸ ἕλκος. τῶν δὲ ὀστέων ἀπόστασις χρονίη, ὥσπερ καὶ πρόσθεν εἴρηται. μάλιστα δὲ χρὴ τὰ τοιαῦτα διαφυγεῖν, ἅμα ἤν τις καλὴν ἔχῃ τὴν ἀποφυγήν· αἵ τε γὰρ ἐλπίδες ὀλίγαι, καὶ οἱ κίνδυνοι πολλοί· καὶ μὴ ἐμβάλλων ἄτεχνος ἂν δοκέοι εἶναι, καὶ ἐμβάλλων ἐγγυτέρω ἂν τοῦ θανάτου ἀγάγοι, ἢ τῆς σωτηρίης. [Fract. 38] τὰ δὲ ὀλισθήματα τὰ κατὰ τὰ γούνατα, καὶ τὰ διακινήματα τῶν ὀστέων εὐηθέστερα πουλὺ τῶν κατ’ ἀγκῶνα κινημάτων καὶ ὀλισθημάτων. τό τε γὰρ ἄρθρον τοῦ μηροῦ εὐσταλέστερον ὡς ἐπὶ μεγέθει, ἢ τὸ τοῦ βραχίονος, καὶ δικαίην φύσιν μοῦνον ἔχον, καὶ ταύτην περιφερέα· τὸ δὲ τοῦ βραχίονος ἄρθρον μέγα τε καὶ βαθμίδας πλείονας ἔχον. πρὸς δὲ τούτοις, τὰ μὲν τῆς κνήμης ὀστέα παραπλήσια μῆκός ἐστι, καὶ σμικρόν τι οὐκ ἄξιον λόγου τὸ ἔξω ὀστέον ὑπερέχει, οὐδενὸς μεγάλου κώλυμα ἐὸν, ἀφ’ οὗ περ πέφυκεν ὁ ἔξω τένων ὁ παρὰ τὴν ἰγνύην· τὰ δὲ τοῦ πήχεος ὀστέα ἄνισά ἐστιν, καὶ τὸ βραχύτερον παχύτερον συχνῷ, τὸ δὲ λεπτότερον πολλῷ ὑπερβάλλει καὶ ὑπερέχει τὸ ἄρθρον· ἑξήρτηται μέντοι καὶ τοῦτο τῶν νεύρων κατὰ τὴν κοινὴν ξύμφυσιν τῶν ὀστέων· πλεῖον δὲ μέρος ἔχει τῆς ἐξαρτήσιος των νεύρων ἐν τῷ βραχίονι τὸ λεπτὸν ὀστέον, ἤπερ τὸ παχύ. ἡ μὲν οὖν φύσις τοιουτότροπος τῶν ἄρθρων τούτων καὶ τῶν ὀστέων τοῦ ἀγκῶνος. καὶ διὰ τὸν τρόπον τῆς φύσιος τὰ κατὰ τὸ γόνυ ὀστέα πολλάκις μὲν ὀλισθάνει, ῤηϊδίως δὲ ἐμπίπτει· φλεγμονὴ δὲ οὐ μεγαλη προσγίνεται, οὐδὲ δεσμὸς τοῦ ἄρθρου. ὀλισθάνει δὲ τὰ πλεῖστα ἐς τὸ ἔσω μέρος, ἔστι δ’ ὅτε καὶ ἐς τὸ ἔξω, ποτὲ δὲ καὶ ἐς τὴ⟨ν⟩ ἰγνύην. τούτων ἁπάντων αἱ ἐμβολαὶ οὐ χαλεπαὶ, ἀλλὰ τὰ μὲν ἔξω καὶ ἔσω ὀλισθάνοντα, καθῆσθαι μὲν χρὴ τὸν ἄνθρωπον ἐπὶ χαμαιζήλου τινὸς, τὸ δὲ σκέλος ἀνωτέρω ἔχειν, μὴ μὴν πολλῷ. κατάτασις δὲ ὡς ἐπὶ τὸ πουλὺ μετρίη ἀρκέει, τῇ μὲν κατατείνειν τὴν κνήμην, τῇ δὲ ἀντιτείνειν τὸν μηρόν. [Fract. 39] τὰ δὲ κατὰ τὸν ἀγκῶνα ὀχλωδέστερά ἐστι τῶν κατὰ τὸ γόνυ, καὶ δυσεμβολώτερα καὶ διὰ τὴν φλεγμονὴν καὶ διὰ τὴν φύσιν, ἢν μή τις αὐτίκα ἐμβάλῃ. ὀλισθάνει μὲν γὰρ ἧσσον, ἢ ἐκεῖνα, δυσεμβολώτερα δὲ καὶ δυσθετώτερα, καὶ ἐπιφλεγμαίνει μᾶλλον καὶ ἐπιπωροῦται. [Fract. 40] ἔστι δὲ καὶ τούτων τὰ μὲν πλεῖστα σμικραὶ ἐγκλίσιες, ἄλλοτε ἐς τὸ πρὸς τῶν πλευρέων μέρος, ἄλλοτε ἐς τὸ ἔξω· οὐ πᾶν δὲ τὸ ἄρθρον μεταβεβηκὸς, ἀλλὰ, μένον κατὰ τὸ κοῖλον τοῦ ὀστέου τοῦ βραχίονος, ᾗ τὸ τοὕ πήχεος ὀστέον τὸ ὑπερέχον, ἐξέσχεν. τὰ μὲν οὖν τοιαῦτα, κἂν τῇ ἢ τῇ ὀλίσθῃ, ῤηΐδιον ἐμβάλλειν, καὶ ἀπόχρη ἡ κατάτασις ἡ ἐς τὸ ἰθὺ γινομένη κατ’ ἰθυωρίην τοῦ βραχίονος, τὸν μὲν κατὰ τὸν καρπὸν τῆς χειρὸς τείνειν, τὸν δὲ κατὰ τὴν μασχάλην περιβάλλοντα, τὸν δὲ τῇ ἑτέρῃ πρὸς τὸ ἐξεστεὸς ἄρθρον τὸ θέναρ προσβάλλοντα ὠθέειν, τῇ δ’ ἑτέρῃ ἀντωθέειν προσβάλλοντα ἐγγὺς τῷ ἄρθρῳ. ἐνακούει δὲ οὐ βραδέως ἐμβαλλόμενα τὰ τοιαῦτα ὀλισθήματα, ἢν, πρὶν φλεγμήνῃ, ἐμβάλλῃ τις. ὀλισθάνει δὲ ὡς ἐπὶ τὸ πουλὺ μᾶλλον ἐς τὸ ἔσω μέρος, ὀλισθάνει δὲ καὶ ἐς τὸ ἔξω, εὔδηλα δὲ τῷ σχήματι. καὶ πολλάκις ἐμπίπτει τὰ τοιαῦτα, καὶ ἄνευ ἰσχυρῆς κατατάσιος· χρὴ δὲ τῶν ἔσω ὀλισθανόντων, τὸ μὲν ἄρθρον ἀπωθέειν ἐς τὴν φύσιν, τὸν δὲ πῆχυν ἐς τὸ καταπρηνὲς μᾶλλον ῤέποντα περιάγειν Τὰ μὲν πλεῖστα ἀγκῶνος τοιαῦτα ὀλισθήματα. [Fract. 41] ἢν δὲ ὑπερβῇ τὸ ἄρθρον ἢ ἔνθα ἢ ἔνθα ὑπὲρ τὸ ὀστέον τοῦ πήχεος τὸ ἐξέχον ἐς τὸ κοῖλον τοῦ βραχίονος, γίνεται μὲν οὖν ὀλιγάκις τοῦτο, ἢν δὲ γένηται, οὐκ ἔτι ὁμοίως ἡ κατάτασις ἡ ἐς τὴν ἰθυωρίην γινομένη ἐπιτηδείη τῶν τοιουτέων ὀλισθημάτων κωλύει γὰρ ἐν τῇ τοιαύτῃ κατατάσει τὸ ἀπὸ τοῦ πήχεος ὑπσρέχον ὀστέον τὴν ὁπέρβασιν τοῦ βραχίονος. χρὴ τοίνυν τοῖσιν οὕτως ἐκβεβληκόσι τὴν κατάτασιν ποιέεσθαι τοιαύτην, οἵηπερ πρόσθεν γέγραπται, ἐπήν τις ὀστέα βραχίονος κατεηγότα ἐπιδέῃ, ἀπὸ μὲν τῆς μασχάλης ἐς τὸ ἄνω τείνεσθαι, ἀπὸ δὲ τοῦ ἀγκῶνος αὐτοῦ ἐς τὸ κάτω ἀναγκάζειν, οὕτω γὰρ ἂν μάλιστα ὁ βραχίων ὑπεραιωρηθείη ὑπὲρ τῆς ἑωυτοῦ βαθμίδος· ἢν δὲ ὑπεραιωρηθῇ, ῤηϊδίη ἡ κατάστασις, τοῖσι θέναρσι τῶν χειρῶν τὸ μὲν ἐξεστεὸς τοῦ βραχίονος ἐμβάλλοντα ὠθέειν, τὸ δὲ ἐς τὸ τοῦ πήχεος ὀστέον τὸ παρὰ τὸ ἄρθρον ἐμβάλλοντα ἀντωθέειν, τὸν αὐτὸν τρόπον ἄμφω. ἴσως μέντοι ἡ τοιαύτη κατάτασις τοῦ τοιούτου ὀλισθήματος δικαιοτάτη· ἐμβληθείη δ’ ἂν καὶ ἀπὸ τῆς ἐς ἰθὺ κατατάσιος, ἧσσον δὲ ἢ οὕτω. [Fract. 42] ἢν δὲ ἐς τοὔμπροσθεν ὀλίσθῃ ὁ βραχίων, ἐλαχιστάκις μὲν τοῦτο γίνεται, ἀλλὰ τί ἂν ἐξαπιναίη ἐκπάλησις οὐκ ἐκβάλλοι; πολλὰ γὰρ καὶ παρὰ τὴν οἰκείην φύσιν ἐκπίπτει, κἢν μέγα τι ᾖ τὸ κωλῦον· ταύτῃ δὲ τῇ ἐκπαλήσει μέγα τι τὸ ὑπερβαινόμενον τὸ ὑπὲρ τὸ παχύτερον τῶν ὀστέων, καὶ τῶν νεύρων συχνὴ κατάτασις· ὅμως δὲ δή τισιν ἐξεπάλησεν. σημεῖον δὲ τοῖσιν οὕτως ἐκπαλήσασιν· οὐδὲν γὰρ χρῆμα τοῦ ἀγκῶνος κάμψαι δύνανται, εὔδηλον δὲ καὶ τὸ ἄρθρον ψαυόμενον. ἢν μὲν οὖν μὴ αὐτίκα ἐμβληθῇ; ἰσχυραὶ καὶ βίαιοι φλεγμοναὶ καὶ πυρετώδεες γίνονται ἢν δὲ δὴ αὐ⟨τ⟩ίκα τις παρατύχῃ, εὐέμβολον. χρὴ δὲ ὀθόνιον σκληρὸν (ὀθόνιον γὰρ σκληρὸν εἱλιγμένον ἀρκέει μη μέγα) ἐνθέντα πλάγιον ἐς τὴν καμπὴν τοῦ ἀγκῶνος, ἐξαπίνης ξυγκάμψαι τὸν ἀγκῶνα, καὶ προσαγαγεῖν ὡς μάλιστα τὴν χεῖρα πρὸς τὸν ὦμον. ἱκανὴ μὲν οὖν αὕτη ἡ ἐμβολὴ τοῖσιν οὕτως ἐκπαλήσασιν· ἀτὰρ καὶ ἡ ἐς τὸ ἰθὺ κατάτασις δύναται εὐθετίζειν τοῦτον τὸν τρόπον τῆς ἐκβολῆς· τοῖσι μέντοι θέναρσι τῆς χειρὸς χρὴ, τὸν μὲν ἐμβάλλοντα ἐς τὸ τοῦ βραχίονος ἐξέχον τὸ παρὰ τὴν καμπὴν ὀπίσω ἀπωθέειν, τὸν δέ τινα κάτωθεν ἐς τὸ τοῦ ἀγκῶνος ὀξὺ ἐμβάλλοντα ἀντωθέειν ἐς τὴν ἰθυωρίην τοῦ πήχεος ῤέποντα. δύναται δὲ ἐν τουτέῳ τῷ τρόπῳ τῆς ὀλισθήσιος κἀκείνη ἡ κατάτασις ἡ πρόσθεν γεγραμμένη, ὡς χρὴ κατατείνειν τὰ ὀστέα τοῦ βραχίονος κατεηγότα, ἐπὴν μέλλωσιν ἐπιδεῖσθαι· ἐπὴν δὲ καταταθῇ, οὕτω χρὴ τοῖσι θέναρσι τὰς προσβολὰς ποιέεσθαι, ὥσπερ καὶ πρόσθεν γέγραπται. [Fract. 43] ἢν δὲ ἐς τοὐπίσω βραχίων ἐκπέσῃ (ὀλιγάκις δὲ τοῦτο γίνεται, ἐπωδυνώτατόν τε τοῦτο πάντων καὶ πυρετωδέστατον ξυνεχέων πυρετῶν καὶ ἀκρητοχόλων, θανατωδέων καὶ ὀλιγημέρων), οἱ τοιοῦτοι ἐκτανύειν οὐ δύνανται. ἢν μὲν οὖν αὐτίκα παρατύχης, βιάσασθαι χρὴ ἐκτανύσαντα τὸν ἀγκῶνα, καὶ αὐτομάτως ἐμπίπτει. ἢν δέ σε φθάσῃ πυρετήνας, οὐκ ἔτι χρὴ ἔμβάλλειν· κατατείνειε γὰρ ἂν ἡ ὀδύνη ἀναγκαζομένου. ὡς δ’ ἐν κεφαλαίῳ εἰρῆσθαι, οὐδ’ ἄλλο χρὴ ἄρθρον πυρεταίνοντι ἐμβάλλειν, ἥκιστα δὲ ἀγκῶνα. [Fract. 44] ἔστι δὲ καὶ ἄλλα σίνεα κατ’ ἀγκῶνα ὀχλώδεα· τοῦτο μὲν γὰρ, τὸ παχύτερον ὀστέον ἔστιν ὅτε ἐκινήθη ἀπὸ τοῦ ἑτέρου, καὶ οὔτε ξυγκάμπτειν, οὔτε κατατανύειν ὁμοίως δύνανται. δῆλον δὲ γίνεται, ψαυόμενον κατὰ τὴν ξύγκαμψιν τοῦ ἀγκῶνος παρὰ τὴν διασχίδα τῆς φλεβὸς τὴν ἄνωθεν τοῦ μυὸς τείνουσαν. οἷσι δὲ τὸ τοιοῦτον, οὐκ ἔτι ῤηΐδιον ἐς τὴν ἑωυτοῦ φύσιν ἀγαγεῖν· οὐδὲ γὰρ ἄλλην οὐδεμίην ῤηΐδιον ξυμφυάδα κοινὴν δύο ὀστέων κινηθεῖσαν ἐς τὴν ἀρχαίην φύσιν ἱδρυνθῆναι, ἀλλ’ ἀνάγκη ὄγκον ἴσχειν τὴν διάστασιν. ὡς δ’ ἐπιδέειν χρὴ ἐν ἄρθρῳ, ἐν τῇ κατὰ σφυρὸν ἐπιδέσει εἴρηται. [Fract. 45] ἔστι δ’ οἷσι κατήγνυται τοῦ πήχεος τὸ ὀστέον τὸ ὁποτεταγμένον τῷ βραχίονι, ὁτὲ μὲν τὸ χονδρῶδες αὐτοῦ ἀφ’ οὗ πέφυκεν ὁ τένων ὁ ὄπισθεν τοῦ βραχίονος· [ὁτὲ δὲ τὰ πρόσω κατὰ τὴν ἀρχὴν τῆς ἐκφύσεως τοῦ προσθίου κορωνοῦ·] καὶ ἐπὴν τοῦτο κινηθῇ, πυρετῶδες καὶ κακόηθες γίνεται· τὸ μέντοι ἄρθρον μένει ἐν τῇ ἑωυτοῦ χώρῃ· πᾶσα γὰρ ἡ βάσις αὐτέου ταύτῃ ὑπερέχει. ὅταν δὲ ἀπαγῇ ταύτῃ ᾗ ὑπερέχει ἡ κεφαλὴ τοῦ βραχίονος, πλανωδέστερον τὸ ἄρθρον γίνεται, ἢν παντάπασιν ἀποκαυλισθῇ. ἀσινέστερα δὲ, ὡς ἐν κεφαλαίῳ εἰρῆσθαι, πάντα τὰ κατηγνύμενα τῶν ὀστέων ἐστὶν, ἢ οἷσι τὰ μὲν ὀστέα οὐ κατάγνυται, φλέβες δὲ καὶ νεῦρα ἐπίκαιρα ἀμφιφλᾶται ἐν τούτοισι τοῖσι χωρίοισιν· ἐγγυτέρω γὰρ θανάτου πελάζει ταῦτα ἢ ἐκεῖνα, ἢν ἐκπυρωθῇ ξυνεχεῖ πυρετῷ· ὀλίγα γε μὴν τὰ τοιαῦτα κατήγματα γίνεται. [Fract. 46] ἒστι δ’ ὅτε αὐτὴ ἡ κεφαλὴ τοῦ βραχίονος κατὰ τὴν ἐπίφυσιν κατάγνυται· τοῦτο δὲ δοκέον κακοσινώτερον εἶναι πολλῷ, πολλῷ τινι εὐηθέστερον τῶν κατ’ ἀγκῶνα σινέων ἐστίν. [Fract. 47] ὡς μὲν οὖν ἕκαστα τῶν ὀλισθημάτων ἁρμόσσει μάλιστα ἰητρεύειν, γέγραπται, καὶ ὅτι παραχρῆμα ἐμβάλλειν μάλιστα ἄρθρον ξυμφέρει διὰ τὸ τάχος τῆς φλεγμονῆς τῶν νεύρων. καὶ γὰρ ἢν ἐκπεσόντα αὐτίκα ἐμπέσῃ, ὅμως φιλέει τὰ νεῦρα ξύντασιν ποιέεσθαι, καὶ κωλύειν ἐπὶ ποσὸν χρόνον τήν τε ἔκτασιν ὅσην περ φιλέει ποιέεσθαι, τήν τε ξύγκαμψιν. ἰητρεύειν δὲ πάντα παραπλησίως ταῦτα ξυμφέρει, καὶ ὁκόσα ἀπάγνυται, καὶ ὁκόσα διίσταται, καὶ ὁκόσα ὀλισθάνει· πάντα γὰρ χρὴ ὀθονίοισι πολλοῖσι καὶ σπλήνεσι καὶ κηρωτῇ ἰητρεύειν, ὥσπερ καὶ τἄλλα κατήγματα. τὸ δὲ σχῆμα τοῦ ἀγκῶνος ἐν τούτοισι παντάπασι δεῖ τοιοῦτον ποιέεσθαι, οἷόν περ οἷσι βραχίων ἐπεδεῖτο καταγεὶς, καὶ πῆχυς. κοινότατον μὲν γὰρ πᾶσι τοῖσιν ὀλισθήμασι καὶ τοῖσι κινήμασι καὶ τοῖσι κατήγμασι τοῦτο τὸ σχῆμά ἐστιν· κοινότατον δὲ πρὸς τὴν ἔπειτα διάτασιν, καὶ τὸ ἐκτανύειν ἕκαστα, καὶ ξυγκάμπτειν· ἐντεῦθεν γὰρ ὁδοὶ ἐς ἀμφότερα παραπλήσιοι. Εὐοχώτατον δὲ καὶ εὐανάληπτον αὐτῷ τῷ κάμνοντι τοῦτο τὸ σχῆμα. ἔτι δὲ πρὸς τούτοισιν, εἴ ἄρα κρατηθείη ὑπὸ τοῦ πωρώματος, εἰ μὲν ἐκτεταμένη ἡ χεὶρ κρατηθείη, κρέσσων ἂν εἴη μὴ προσεοῦσα, πολλῷ μὲν γὰρ κώλυμα εἴη, ὠφελοίη δὲ ὀλίγῳ· εἰ δ’ αὖ ξυγκεκαμμένη, μᾶλλον εὔχρηστος ἂν εἴη· πολλῷ δὲ εὐχρηστοτέρη, εἰ τὸ διὰ μέσου σχῆμα ἔχουσα πωρωθείη. τὰ μὲν περὶ τοῦ σχήματος τοιαῦτα. [Fract. 48] ἐπιδεῖν δὲ χρὴ, τήν τε ἀρχὴν τοῦ πρώτου ὀθονίου βαλλόμενον κατὰ τὸ βλαφθὲν, ἤν τε καταγῇ, ἤν τε ἐκστῇ, ἤν τε διαστῇ, καὶ τὰς περιβολὰς τὰς πρώτας κατὰ τοῦτο ποιέεσθαι· καὶ ἐρηρείσθω μάλιστα ταύτῃ, ἔνθεν δὲ καὶ ἔνθεν ἐπὶ ἧσσον. τὴν δὲ ἐπίδεσιν κοινὴν ποιέεσθαι χρὴ τοῦ τε πήχεος καὶ τοῦ βραχίονος, καὶ ἐπὶ πουλὺ πλέον ἑκάτερον ἢ ὡς οἱ πλεῖστοι ποιέουσιν, ὅκως ἐξαρύηται ὡς μάλιστα ἀπὸ τοῦ σίνεος τὸ οἴδημα ἔνθεν καὶ ἔνθεν. Προσπεριβαλλέσθω δὲ καὶ τὸ ὀξὺ τοῦ πήχεος, ἢν τὸ σίνος κατὰ τοῦτο ᾖ, ἤν τε μὴ, ἵνα μὴ τὸ οἴδημα ἐνταῦθα περὶ αὐτὸ ξυλλέγηται. Περιφεύγειν δὲ χρὴ ἐν τῇ ἐπιδέσει, ὅκως μὴ κατὰ τὴν καμπὴν πολλὸν τοῦ ὀθονίου ἠθροισμένον ἔσται ἐκ τῶν δυνατῶν· πεπιέχθαι δὲ κατὰ τὸ σίνος ὡς μάλιστα. καὶ τὰ ἄλλα καταλαβέτω αὐτὸν περὶ τῆς πιέξιος καὶ τῆς χαλάσιος ταὐτὰ, καὶ κατὰ τοὺς αὐτοὺς χρόνους ἕκαστα, ὥσπερ τῶν ὀστέων τῶν κατεηγότων ἐν τῇ ἰητρείῃ πρόσθεν γέγραπται· καὶ αἱ μετεπιδέσιες διὰ τρίτης ἔστωσαν· χαλᾷν δὲ δοκεέτω τῇ τρίτῃ, ὥσπερ καὶ τότε. καὶ νάρθηκας προσπεριβάλλειν ἐν τῷ ἱκνεομένῳ χρόνῳ (οὐδὲν γὰρ ἀπὸ τρόπου, καὶ τοῖσι τα ὀστέα κατεηγόσι, καὶ τοῖσι μὴ, ἢν μὴ πυρεταίνῃ), ὡς χαλαρωτάτους δὲ, τοὺς μὲν ἀπὸ τοῦ βραχίονος κατατεταγμένους, τοὺς δὲ ἀπὸ τοῦ πήχεος ἀνειμένους· ἔστωσαν δὲ μὴ παχέες οἱ νάρθηκες· ἀναγκαῖον δὲ καὶ ἀνίσους αὐτοὺς εἶναι ἀλλήλοισιν, παραλλάσσειν δὲ παρ’ ἀλλήλους, ᾗ ἂν ξυμφέρῃ, τεκμαιρόμενον πρὸς τὴν ξύγκαμψιν. ἀτὰρ καὶ τῶν σπληνῶν τὴν πρόσθεσιν τοιαύτην χρὴ ποιέεσθαι, ὥσπερ καὶ τῶν ναρθήκων εἴρηται, ὀγκηροτέρους δὲ ὀλίγῳ κατὰ τὸ σίνος προστιθέναι. τοὺς δὲ χρόνους τοὺς ἀπὸ τῆς φλεγμονῆς τεκμαίρεσθαι καὶ ἀπὸ τῶν πρόσθεν γεγραμμένων. ## Περὶ ἄρθρων [Artic. 1] ὤμου δὲ ἄρθρον ἕνα τρόπον οἶδα ὀλισθάνον, τὸν ἐς τὴν μασχάλην· ἄνω δὲ οὐδέποτε εἶδον, οὐδὲ ἐς τὸ ἔξω· οὐ μέντοι διισχυριείω ἔγωγε, εἰ ὀλισθάνοι ἂν, ἢ οὒ, καίπερ ἔχων περὶ αὐτοῦ ὅ τι λέγω. ἀτὰρ οὐδὲ ἐς τὸ ἔμπροσθεν οὐδέπω ὄπωπα, ὅ τι ἔδοξέ μοι ὠλισθηκέναι. τοῖσι μέντοι ἰητροῖσι δοκέει κάρτα ἐς τοὔμπροσθεν ὀλισθάνειν, καὶ μάλιστα ἐξαπατέονται ἐν τουτέοισιν, ὧν ἂν φθίσις καταλάβῃ τὰς σάρκας τὰς περὶ τὸ ἄρθρον τε καὶ τὸν βραχίονα· φαίνεται γὰρ ἐν τοῖσι τοιουτέοισι παντάπασιν ἡ κεφαλὴ τοῦ βραχίονος ἐξέχουσα ἐς τοὔμπροσθεν. καὶ ἔγωγέ ποτε τὸ τοιοῦτον οὐ φὰς ἐκπεπτωκέναι, ἤκουσα φλαύρως ὑπό τε τῶν ἰητρῶν, ὑπό τε τῶν δημοτέων, διὰ τοῦτο τὸ πρῆγμα· ἐδόκεον γὰρ αὐτοῖσιν ἠγνοηκέναι μοῦνος, οἱ δὲ ἄλλοι ἐγνωκέναι, καὶ οὐκ ἠδυνάμην αὐτοὺς ἀναγνῶσαι, εἰ μὴ μόλις, ὅτι τόδ’ ἐστὶ τοιόνδε· εἴ τις τοῦ βραχίονος ψιλώσειε μὲν τῶν σαρκέων τὴν ἐπωμίδα, ψιλώσειε δὲ ᾗ ὁ μῦς ἀνατείνει, ψιλώσειε δὲ τὸν τένοντα τὸν κατὰ τὴν μασχάλην καὶ τὴν κληῗδα πρὸς τὸ στῆθος ἔχοντα, φαίνοιτο ἂν ἡ κεφαλὴ τοῦ βραχίονος ἐς τοὔμπροσθεν ἐξέχουσα ἰσχυρῶς, καίπερ οὐκ ἐκπεπτωκυῖα· πέφυκε γὰρ ἐς τοὔμπροσθεν προπετὴς ἡ κεφαλὴ τοῦ βραχίονος· τὸ δ’ ἄλλο ὀστέον τοῦ βραχίονος ἐς τὸ ἔξω καμπύλον. Ὁμιλέει δὲ ὁ βραχίων τῷ κοίλῳ τῆς ὠμοπλάτης πλάγιος, ὅταν παρὰ τὰς πλευρὰς παρατεταμένος ἔῃ· ὅταν μέντοι ἐς τοὔμπροσθεν ἐκτανυσθῇ ἡ ξύμπασα χεὶρ, τότε ἡ κεφαλὴ τοῦ βραχίονος κατ’ ἴξιν τῆς ὠμοπλάτης τῷ κοίλῳ γίνεται, καὶ οὐκ ἔτι ἐξέχειν ἐς τοὔμπροσθεν φαίνεται. περὶ οὗ οὖν ὁ λόγος, οὐδέποτε εἶδον οὐδὲ ἐς τοὔμπροσθεν ἐκπεσόν· οὐ μὴν ἰσχυριείω γε οὐδὲ περὶ τούτου, εἰ μὴ ἐκπέσοι ἂν οὕτως, ἢ οὔ. ὅταν οὖν ἐκπέσῃ ὁ βραχίων ἐς τὴν μασχάλην, ἅτε πολλοῖσιν ἐκπίπτοντος, πολλοὶ ἐπίστανται ἐμβάλλειν· εὐπαίδευτον δέ ἐστι τὸ εἰδέναι πάντας τοὺς τρόπους, οἷσιν οἱ ἰητροὶ ἐμβάλλουσι, καὶ ὡς ἄν τις αὐτοῖσι τοῖσι τρόποισι τούτοισι κάλλιστα χρῷτο. χρέεσθαι δὲ χρὴ τῷ κρατίστῳ τῶν τρόπων, ἢν τὴν ἰσχυρονάτην ἀνάγκην ὁρᾷς· κράτιστος δὲ ὁ ὕστατος γεγραψόμενος. [Artic. 2] Ὅσοισι μὲν οὖν πυκινὰ ἐκπίπτει ὁ ὦμος, ἱκανοὶ ὡς ἐπὶ τὸ πλεῖστον αὐτοὶ σφίσιν αὐτοῖσιν ἐμβάλλειν εἰσίν· ἐνθέντες γὰρ τῆς ἑτέρης χειρὸς τοὺς κονδύλους ἐς τὴν μασχάλην, ἀναγκάζουσιν ἄνω τὸ ἄρθρον, τὸν δὲ ἀγκῶνα παράγουσιν ἐπὶ τὸ στῆθος. τὸν αὐτὸν δὲ τρόπον τοῦτον καὶ ὁ ἰητρὸς ἂν ἐμβάλλοι, εἰ αὐτὸς μὲν ὑπὸ τὴν μασχάλην ἐσωτέρω τοῦ ἄρθρου τοῦ ἐκπεπτωκότος ὑποτείνας τοὺς δακτύλους, ἀπαναγκάζοι ἀπὸ τῶν πλευρέων, ἐμβάλλων τὴν ἑωυτοῦ κεφαλὴν ἐς τὸ ἀκρώμιον, ἀντερείσιος ἕνεκα, τοῖσι δὲ γούνασι παρὰ τὸν ἀγκῶνα ἐς τὸν βραχίονα ἐμβάλλων, ἀντωθέοι πρὸς τὰς πλευράς· ξυμφέρει δὲ κρατερὰς τὰς χεῖρας ἔχειν τὸν ἐμβάλλοντα. ἢ αὐτὸς μὲν τῇσι χερσὶ καὶ τῇ κεφαλῇ οὕτω ποιοίη, ἄλλος δέ τις τὸν ἀγκῶνα παράγοι παρὰ τὸ στῆθος. ἐστὶ δὲ ἐμβολὴ ὤμου, καὶ ἐς τοὐπίσω ὑπερβάλλοντα τὸν πῆχυν ἐπὶ τὴν ῤάχιν, ἔπειτα τῇ μὲν ἑτέρῃ χειρὶ ἀνακλᾷν ἐς τὸ ἄνω τοῦ ἀγκῶνος ἐχόμενον, τῇ δὲ ἑτέρῃ παρὰ τὸ ἄρθρον ὄπισθεν ἐρείδειν. αὕτη ἡ ἐμβολὴ, καὶ ἡ πρόσθεν εἰρημένη, οὐ κατὰ φύσιν ἐοῦσαι, ὅμως ἀμφισφάλλουσαι τὸ ἄρθρον, ἀναγκάζουσιν ἐμπίπτειν. [Artic. 3] οἱ δὲ τῇ πτέρνῃ πειρώμενοι ἐμβάλλειν, ἐγγύς τι τοῦ κατὰ φύσιν ἀναγκάζουσιν· χρὴ δὲ τὸν μὲν ἄνθρωπον χαμαὶ κατακλῖναι ὕπτιον, τὸν δὲ ἐμβάλλοντα χαμαὶ ἵζεσθαι ἐφ’ ὁκότερα ἂν τὸ ἄρθρον ἐκπεπτώκῃ· ἔπειτα λαβόμενον τῇσι χερσὶ τῇσιν ἑωυτέου τῆς χειρὸς τῆς σιναρῆς, κατατείνειν αὐτὴν, τὴν δὲ πτέρνην ἐς τὴν μασχάλην ἐμβάλλοντα ἀντωθέειν, τῇ μὲν δεξιῇ ἐς τὴν δεξιὴν, τῇ δὲ ἀριστερῇ ἐς τὴν ἀριστερήν. δεῖ δὲ ἐς τὸ κοῖλον τῆς μασχάλης ἐνθεῖναι στρογγύλον τι ἐναρμόσσον· ἐπιτηδειόταται δὲ αἱ πάνυ σμικραὶ σφαῖραι καὶ σκληραὶ, οἷαι ἐκ τῶν πολλῶν σκυτέων ῤάπτονται· ἢν γὰρ μή τι τοιοῦτον ἐγκέηται, οὐ δύναται ἡ πτέρνη ἐξικνέεσθαι πρὸς τὴν κεφαλὴν τοῦ βραχίονος· κατατεινομένης γὰρ τῆς χειρὸς, κοιλαίνεται ἡ μασχάλη· οἱ γὰρ τένοντες οἱ ἔνθεν καὶ ἔνθεν τῆς μασχάλης, ἀντισφίγγοντες, ἐναντίοι εἰσίν. χρὴ δέ τινα ἐπὶ θάτερα τοῦ κατατεινομένου καθήμενον κατέχειν κατὰ τὸν ὑγιέα ὦμον, ὡς μὴ περιέλκηται τὸ σῶμα, τῆς χειρὸς τῆς σιναρῆς ἐπὶ θάτερα τεινομένης· ἔπειτα ἱμάντος μαλθακοῦ πλάτος ἔχοντος ἱκανὸν, ὅταν ἡ σφαίρη ἐντεθῇ ἐς τὴν μασχάλην, περὶ τὴν σφαίρην περιβεβλημένου τοῦ ἱμάντος, καὶ κατέχοντος, λαβόμενον ἀμφοτερέων τῶν ἀρχέων τοῦ ἱμάντος, ἀντικατατείνειν τινὰ, ὑπὲρ κεφαλῆς τοῦ κατατεινομένου καθήμενον, τῷ ποδὶ προσβάντα πρὸς τοῦ ἀκρωμίου τὸ ὀστέον. ἡ δὲ σφαίρη ὡς ἐσωτάτω καὶ ὡς μάλιστα πρὸς τῶν πλευρέων κείσθω, καὶ μὴ ἐπὶ τῇ κεφαλῇ τοῦ βραχίονος. [Artic. 4] ἔστι δὲ καὶ ἄλλη ἐμβολὴ, ᾗ κατωμίζουσιν ἐς ὀρθόν· μείζω μέντοι εἶναι χρὴ τὸν κατωμίζοντα, διαλαβόντα δὲ τὴν χεῖρα, ὑποθεῖναι τὸν ὦμον τὸν ἑωυτοῦ ὑπὸ τὴν μασχάλην ὀξύν· κἄπειτα ὑποστρέψαι, ὡς ἂν ἐνίζηται ἕδρῃ, οὕτω στοχασάμενον ὅκως ἀμφὶ τὸν ὦμον τὸν ἑωυτοῦ κρεμάσαι τὸν ἄνθρωπον κατὰ τὴν μασχάλην· αὐτὸς δὲ ἑωυτὸν ὑψηλότερον ἐπὶ τοῦτον τὸν ὦμον ποιεέτω, ἢ ἐπὶ τὸν ἕτερον· τοῦ δὲ κρεμαμένου τὸν βραχίονα πρὸς τὸ ἑωυτοῦ στῆθος προσαναγκαζέτω ὡς τάχιστα· ἐν τούτῳ δὲ τῷ σχήματι προσανασειέτω, ὁκόταν μετεωρίσῃ τὸν ἄνθρωπον, ὡς ἀντιῤῥέποι τὸ ἄλλο σῶμα αὐτῷ, ἀντίον τοῦ βραχίονος τοῦ κατεχομένου· ἢν δὲ ἄγαν κοῦφος ἔῃ ὁ ἄνθρωπος, προσεπικρεμασθήτω τούτου ὄπισθέν τις κοῦφος παῖς. αὗται δὲ αἱ ἐμβολαὶ πᾶσαι κατὰ παλαίστρην εὔχρηστοί εἰσιν, ὅτι οὐδὲν ἀλλοίων ἀρμένων δέονται ἐπεισενεχθῆναι· χρήσαιτο δ’ ἄν τις καὶ ἄλλοθι. [Artic. 5] ἀτὰρ καὶ οἱ περὶ τὸ ὕπερον ἀναγκάζοντες, ἐγγύς τι τοῦ κατὰ φύσιν ἐμβάλλουσιν· χρὴ δὲ τὸ μὲν ὕπερον κατειλίχθαι ταινίῃ τινὶ μαλθακῇ (ἧσσον γὰρ ἂν ὑπολισθάνοι), ὑπηναγκάσθαι δὲ μεσηγὺ τῶν πλευρέων καὶ τῆς κεφαλῆς τοῦ βραχίονος· καὶ ἢν μὲν βραχὺ ἔῃ τὸ ὕπερον, καθῆσθαι χρὴ τὸν ἄνθρωπον ἐπί τινος, ὡς μόλις τὸν βραχίονα περιβάλλειν δύνηται περὶ τὸ ὕπερον· μάλιστα δὲ ἔστω μακρότερον τὸ ὕπερον, ὡς ἂν ἑστεὼς ὁ ἄνθρωπος κρέμασθαι μικροῦ δέῃ ἀμφὶ τῷ ξύλῳ. κἄπειτα ὁ μὲν βραχίων καὶ ὁ πῆχυς παρατεταμένος παρὰ τὸ ὕπερον ἔστω, τὸ δὲ ἐπὶ θάτερα τοῦ σώματος καταταγκαζέτω τις, περιβάλλων κατὰ τὸν αὐχένα παρὰ τὴν κληῗδα τὰς χεῖρας. αὕτη ἡ ἐμβολὴ κατὰ φύσιν ἐπιεικέως ἐστὶ, καὶ ἐμβάλλειν δύναται, ἢν χρηστῶς σκευάσωνται αὐτήν. [Artic. 6] ἀτὰρ καὶ ἡ διὰ τοῦ κλιμακίου ἑτέρη τις τοιαύτη, καὶ ἔτι βελτίων, ὅτι ἀσφαλεστέρως ἂν τὸ σῶμα, τὸ μὲν τῇ, τὸ δὲ τῇ, ἀντισηκωθείη μετεωρισθέν· περὶ γὰρ τὸ ὑπεροειδὲς ὁ ὦμος ἢν καὶ καταπεπήγῃ, περισφάλλεσθαι τὸ σῶμα κίνδυνος ἢ τῇ, ἢ τῇ· χρὴ μέντοι, καὶ ἐπὶ τῷ κλιμακτῆρι ἐπιδεδέσθαι τι ἄνωθεν στρογγύλον ἐναρμόσσον ἐς τὸ κοῖλον τῆς μασχάλης, ὃ προσδιαναγκάσει τὴν κεφαλὴν τοῦ βραχίονος ἐς τὴν φύσιν ἀπιέναι. [Artic. 7] κρατίστη μέντοι πασέων τῶν ἐμβολέων ἡ τοιήδε· ξύλον χρὴ εἶναι, πλάτος μὲν ὡς πενταδάκτυλον, ἢ τετραδάκτυλον τὸ ἐπίπαν, πάχος δὲ ὡς διδάκτυλον, ἢ καὶ λεπτότερον, μῆκος δὲ δίπηχυ, ἢ ὀλίγῳ ἔλασσον· ἔστω δὲ ἐπὶ θάτερα τὸ ἄκρον περιφερὲς καὶ στενότατον ταύτῃ καὶ λεπτότατον· ἄμβην δὲ ἐχέτω, σμικρὸν ὑπερέχουσαν, ἐπὶ τῷ ὑστάτῳ τοῦ περιφερέος, ἐν τῷ μέρεϊ, μὴ τῷ πρὸς τὰς πλευρὰς, ἀλλὰ τῷ πρὸς τὴν κεφαλὴν τοῦ βραχίονος ἔχοντι, ὡς ὑφαρμόσειε τῇ μασχάλῃ παρὰ τὰς πλευρὰς ὑπὸ τὴν κεφαλὴν τοῦ βραχίονος ὑποτιθέμενον· ὀθονίῳ δὲ ἢ ταινίῃ μαλθακῇ κατακεκολλήσθω ἄκρον τὸ ξύλον, ὅκως προσηνέστερον ἔῃ. ἔπειτα χρὴ ὑπώσαντα τὴν κεφαλὴν τοῦ ξύλου ὑπὸ τὴν μασχάλην ὡς ἐσωτάτω μεσηγὺ τῶν πλευρέων καὶ τῆς κεφαλῆς τοῦ βραχίονος, τὴν δὲ ὅλην χεῖρα πρὸς τὸ ξύλον κατατείναντα, προσκαταδῆσαι κατά τε τὸν βραχίονα, κατά τε τὸν πῆχυν, κατά τε τὸν καρπὸν τῆς χειρὸς, ὡς ἂν ἀτρεμέῃ ὅτι μάλιστα· περὶ παντὸς δὲ χρὴ ποιέεσθαι, ὅκως τὸ ἄκρον τοῦ ξύλου ὡς ἐσωτάτω τῆς μασχάλης ἔσται, ὑπερβεβηκὸς τὴν κεφαλὴν τοῦ βραχίονος. ἔπειτα χρὴ μεσηγὺ δύο στύλων στρωτῆρα πλάγιον εὖ προσδῆσαι, ἔπειτα ὑπερενεγκεῖν τὴν χεῖρα ξὺν τῷ ξύλῳ ὑπὲρ τοῦ στρωτῆρος, ὅκως ἡ μὲν χεὶρ ἐπὶ θάτερα ἔῃ, ἐπὶ θάτερα δὲ τὸ σῶμα, κατὰ δὲ τὴν μασχάλην ὁ στρωτήρ· κἄπειτα ἐπὶ μὲν θάτερα τὴν χεῖρα καταναγκάζειν ξὺν τῷ ξύλῳ περὶ τὸν στρωτῆρα, ἐπὶ θάτερα δὲ τὸ ἄλλο σῶμα. ὕψος δὲ ἔχων ὁ στρωτὴρ προσδεδέσθω, ὥστε μετέωρον τὸ ἄλλο σῶμα εἶναι ἐπ’ ἄκρων τῶν ποδῶν. οὗτος ὁ τρόπος παραπολὺ κράτιστος ἐμβολῆς ὤμου· δικαιότατα μὲν γὰρ μοχλεύει, ἢν μοῦνον ἐσωτέρω ἔῃ τὸ ξύλον τῆς κεφαλῆς τοῦ βραχίονος· δικαιόταται δὲ αἱ ἀντιῤῥοπαὶ, ἀσφαλέες δὲ τῷ ὀστέῳ τοῦ βραχίονος. τὰ μὲν οὖν νεαρὰ ἐμπίπτει θᾶσσον, ἢ ὡς ἄν τις οἴοιτο, πρὶν ἢ καὶ κατατετάσθαι δοκέειν· ἀτὰρ καὶ τὰ παλαιὰ μούνη αὕτη τῶν ἐμβολέων οἵη τε ἐμβιβάσαι, ἢν μὴ ἤδη ὑπὸ χρόνου σὰρξ μὲν ἐπεληλύθῃ ἐπὶ τὴν κοτύλην, ἡ δὲ κεφαλὴ τοῦ βραχίονος ἤδη τρίβον ἑωυτῇ πεποιημένη ἔῃ ἐν τῷ χωρίῳ, ἵνα ἐξεκλίθη· οὐ μὴν ἀλλ’ ἐμβάλλειν γάρ μοι δοκέει καὶ οὕτω πεπαλαιωμένον ἔκπτωμα τοῦ βραχίονος (τί γὰρ ἂν δικαίη μόχλευσις οὐχὶ κινήσειε);, μένειν μέντοι οὐκ ἄν μοι δοκέοι κατὰ χώρην, ἀλλ’ ὀλισθάνοι ἂν ὡς τὸ ἔθος. τὸ αὐτὸ δὲ ποιέει καὶ περὶ κλιμακτῆρα καταναγκάζειν, τοῦτον τὸν τρόπον σκευάσαντα. πάνυ μὴν ἱκανῶς ἔχει, καὶ περὶ μέγα ἕδος θεσσαλικὸν ἀναγκάζειν, ἢν νεαρὸν ἔῃ τὸ ὀλίσθημα· ἐσκευάσθαι μέντοι χρὴ τὸ ξύλον οὕτως, ὥσπερ εἴρηται· ἀτὰρ τὸν ἄνθρωπον καθίσαι πλάγιον ἐπὶ τῷ δίφρῳ· κἄπειτα τὸν βραχίονα ξὺν τῷ ξύλῳ ὑπερβάλλειν ὑπὲρ τοῦ ἀνακλισμοῦ, καὶ ἐπὶ μὲν θάτερα τὸ σῶμα καταναγκάζειν, ἐπὶ δὲ θάτερα τὸν βραχίονα σὺν τῷ ξύλῳ. τὸ αὐτὸ δὲ ποιέει καὶ ὑπὲρ δίκλειδος θύρης ἀναγκάζειν. χρέεσθαι δὲ χρὴ αἰεὶ τούτοισιν, ἃ ἂν τύχῃ παρεόντα. [Artic. 8] εἰδέναι μὲν οὖν χρὴ, ὅτι φύσιες φυσίων μέγα διαφέρουσιν ἐς τὸ ῤηϊδίως ἐμπίπτειν τὰ ἐκπίπτοντα· διενέγκοι μὲν γὰρ ἄν τι κα κοτύλη κοτύλης, ἡ μὲν εὐυπέρβατος ἐοῦσα, ἡ δὲ ἧσσον· πλεῖστον δὲ διαφέρει καὶ τῶν νεύρων ὁ σύνδεσμος, τοῖσι μὲν ἐπιδόσιας ἔχων, τοῖσι δὲ ξυντεταμένος ἐών. καὶ γὰρ ἡ ὑγρότης τοῖσιν ἀνθρώποισι γίνεται ἡ ἐκ τῶν ἄρθρων, διὰ τῶν νεύρων τὴν ἀπάρτισιν, ἢν χαλαρά τε ἔῃ φύσει, καὶ τὰς ἐπιτάσιας εὐφόρως φέρῃ· συχνοὺς γὰρ ἄν τις ἴδοι, οἳ οὕτως ὑγροί εἰσιν, ὥστε, ὁπόταν ἐθέλωσι, τότε αὐτοῖσι τὰ ἄρθρα ἐξίσταται ἀνωδύνως, καὶ καθίσταται ἀνωδύνως. διαφέρει μέντοι τι καὶ σχέσις τοῦ σώματος· τοῖσι μὲν γὰρ εὖ ἔχουσι τὸ γυῖον καὶ σεσαρκωμένοισιν ἐκπίπτει τε ἧσσον, ἐμπίπτει τε χαλεπώτερον· ὅταν δὲ αὐτοὶ σφέων αὐτῶν λεπτότεροι καὶ ἀσαρκότεροι ἔωσι, τότε ἐκπίπτει τε μᾶλλον, ἐμπίπτει τε ῤᾷον. σημήϊον δὲ, ὅτι ταῦτα οὕτως ἔχει, καὶ τόδε· τοῖσι γὰρ βουσὶ τότε ἐκπίπτουσι μᾶλλον οἱ μηροὶ ἐκ τῆς κοτύλης, ἡνίκα ἂν αὐτοὶ σφέων αὐτῶν λεπτότατοι ἔωσιν· γίνονται δὲ βόες λεπτότατοι, τοῦ χειμῶνος τελευτῶντος· τότε οὖν καὶ ἐξαρθρέουσι μάλιστα, εἰ δή τι καὶ τοιοῦτο δεῖ ἐν ἰητρικῇ γράψαι· δεῖ δέ· καλῶς γὰρ Ὅμηρος καταμεμαθήκει, ὅτι πάντων τῶν προβάτων βόες μάλιστα πονέουσι ταύτην τὴν ὥρην, καὶ βοῶν οἱ ἀρόται, ὅτι κατὰ τὸν χειμῶνα ἐργάζονται. τούτοισι τοίνυν ἐκπίπτει μάλιστα· οὗτοι γὰρ μάλιστα λεπτύνονται. τὰ μὲν γὰρ ἄλλα βοσκήματα δύναται βραχείην τὴν ποίην βόσκεσθαι· βοῦς δὲ οὐ μάλα, πρὶν βαθεῖα γένηται· τοῖσι μὲν γὰρ ἄλλοισίν ἐστι λεπτὴ ἡ προβολὴ τοῦ χείλεος, λεπτὴ δὲ ἡ ἄνω γνάθος· βοϊ δὲ παχείη μὲν ἡ προβολὴ τοῦ χείλεος, παχείη δὲ καὶ ἀμβλεῖα ἡ ἄνω γνάθος· διὰ ταῦτα ὑποβάλλειν ὑπὸ τὰς βραχείας ποίας οὐ δύναται. τά τε αὖ μώνυχα τῶν ζώων, ἅτε ἀμφόδοντα ἐόντα, δύναται μὲν σαρκάζειν, δύναται δὲ ὑπὸ τὴν βραχείην ποίην ὑποβάλλειν τοὺς ὀδόντας, καὶ ἥδεται τῇ οὕτως ἐχούσῃ ποίῃ μᾶλλον, ἢ τῇ βαθείῃ· καὶ γὰρ τὸ ἐπίπαν ἀμείνων καὶ στερεωτέρη ἡ βραχείη ποίη τῆς βαθείης, ποτὶ καὶ πρὶν ἐκκαρπεῖν τὴν βαθείην. διὰ τοῦτο οὖν ἐποίησεν ὧδε τάδε τὰ ἔπη· [Ὡς δ’ ὁπότ’ ἀσπάσιον ἔαρ ἤλυθε βουσὶν ἕλιξιν], ὅτι ἀσμενωτάτη αὐτοῖσιν ἡ βαθείη ποίη φαίνεται. ἀτὰρ καὶ ἄλλως ὁ βοὺς χαλαρὸν φύσει τὸ ἄρθρον τοῦτο ἔχει μᾶλλον τῶν ἄλλων ζώων· διὰ τοῦτο καὶ εἰλίπουν ἐστὶ μᾶλλον τῶν ἄλλων ζώων, καὶ μάλιστα ὅταν λεπτὸν καὶ γηραλέον ἔῃ. διὰ ταῦτα πάντα καὶ ἐκπίπτει βοϊ μάλιστα· πλείω δὲ γέγραπται περὶ αὐτέου, ὅτι πάντων τῶν προειρημένων ταῦτα μαρτύριά ἐστιν. περὶ οὗ οὖν ὁ λόγος, τοῖσιν ἀσάρκοισι μᾶλλον ἐκπίπτει, καὶ θᾶσσον ἐμπίπτει, ἢ τοῖσι σεσαρκωμένοισιν· καὶ ἧσσον ἐπιφλεγμαίνει τοῖσιν ὑγροῖσιν καὶ τοῖσιν ἀσάρκοισιν, ἢ τοῖσι σκελιφροῖσι καὶ σεσαρκωμένοισιν, καὶ ἧσσόν γε δέδεται ἐς τὸν ἔπειτα χρόνον· ἀτὰρ καὶ ἡ μύξα πλείων ὑπείη τοῦ μετρίου μὴ ξὺν φλεγμονῇ, καὶ οὕτως ἂν ὀλισθηρὸν εἴη· μυξωδέστερα γὰρ τοὐπίπαν τὰ ἄρθρα τοῖσιν ἀσάρκοισιν, ἢ τοῖσι σεσαρκωμένοισίν ἐστιν· καὶ γὰρ αὗται αἱ σάρκες τῶν μὴ ἀπὸ τέχνης ὀρθῶς λελιμαγχημένων, αἱ τῶν λεπτῶν, μυξωδέστεραί εἰσιν, ἢ αἱ τῶν παχέων. Ὅσοισι μέντοι ξὺν φλεγμονῇ μύξα ὑπογίνεται, ἡ φλεγμονὴ δήσασα ἔχει τὸ ἄρθρον· διὰ τοῦτο οὐ μάλα ἐκπίπτει τὰ ὑπόμυξα, ἐκπίπτοντα ἂν, εἰ μή τι ἢ πλέον, ἢ ἔλασσον φλεγμονῆς ὑπεγένετο. [Artic. 9] οἷσι μὲν οὖν, ὅταν ἐμπέσῃ τὸ ἄρθρον, μὴ ἐπιφλεγμαίνει τὰ περιέχοντα, χρῆσθαί τε ἀνωδύνως αὐτίκα τῷ ὤμῳ δύνανται, οὗτοι μὲν οὐδὲν νομίζουσι δεῖν ἑωυτῶν ἐπιμελέεσθαι· ἰητροῦ μήν ἐστι καταμαντεύσασθαι τῶν τοιούτων· τοῖσι τοιούτοισι γὰρ ἐκπίπτει καὶ αὖθις μᾶλλον, ἢ οἷσιν ἂν ἐπιφλεγμήνῃ τὰ νεῦρα. τοῦτο κατὰ πάντα τὰ ἄρθρα οὕτως ἔχει, καὶ μάλιστα κατ’ ὦμον καὶ κατὰ γόνυ· μάλιστα γὰρ οὖν ὀλισθάνει ταῦτα. οἷσι δ’ ἂν ἐπιφλεγμήνῃ τὰ νεῦρα, οὐ δύνανται χρέεσθαι τῷ ὤμῳ· κωλύει γὰρ ἡ ὀδύνη καὶ ἡ ξύντασις τῆς φλεγμονῆς. τοὺς οὖν τοιούτους ἰῆσθαι χρὴ κηρωτῇ καὶ σπλήνεσι καὶ ὀθονίοισι πολλοῖσιν ἐπιδέοντα· ὑποτιθέναι δὲ ἐς τὴν μασχάλην εἴριον μαλθακὸν, καθαρὸν ξυνειλίσσοντα, ἐκπλήρωμα τοῦ κοίλου ποιέοντα, ἵνα ἀντιστήριγμα μὲν τῇ ἐπιδέσει ἔῃ, ἀνακωχέῃ δὲ τὸ ἄρθρον· τὸν δὲ βραχίονα ἐς τὸ ἄνω ῤέποντα ἴσχειν χρὴ τὰ πλεῖστα· οὕτω γὰρ ἂν ἑκαστάτω εἴη τοῦ χωρίου, ἐς ὃ ὤλισθεν ἡ κεφαλὴ τοῦ ὤμου. χρὴ δὲ, ὅταν ἐπιδησῃς τὸν ὦμον, ἔπειτα προσκαταδεῖν τὸν βραχίονα πρὸς τὰς πλευρὰς ταινίῃ τινὶ, κύκλῳ περὶ τὸ σῶμα περιβάλλοντα. χρὴ δὲ καὶ ἀνατρίβειν τὸν ὦμον ἡσυχαίως καὶ λιπαρῶς. πολλῶν δὲ ἔμπειρον δεῖ εἶναι τὸν ἰητρὸν, ἀτὰρ δὴ καὶ ἀνατρίψιος· ἀπὸ γὰρ τοῦ αὐτέου ὀνόματος οὐ τωὐτὸ ἀποβαίνει· καὶ γὰρ ἂν δήσειεν ἄρθρον ἀνάτριψις, χαλαρώτερον τοῦ καιροῦ ἐὸν, καὶ λύσειεν ἄρθρον, σκληρότερον τοῦ καιροῦ ἐόν· ἀλλὰ διοριεῖται ἡμῖν περὶ ἀνατρίψιος ἐν ἄλλῳ λόγῳ. τὸν γοῦν τοιοῦτον ὦμον μαλθακῇσι ξυμφέρει τῇσι χερσὶν ἀνατρίβειν, καὶ ἄλλως πρηέως· τὸ δὲ ἄρθρον διακινέειν μὴ βίῃ, ἀλλὰ τοσοῦτον, ὅσον ἀνωδύνως κινῆσαι. καθίσταται δὲ πάντα, τὰ μὲν ἐν πλείονι χρόνῳ, τὰ δ’ ἐν ἐλάσσονι. [Artic. 10] γινώσκειν δὲ, εἰ ἐκπέπτωκεν ὁ βραχίων, τοισίδε χρὴ τοῖσι σημείοισιν· τοῦτο μὲν, ἐπειδὴ δίκαιον ἔχουσι τὸ σῶμα οἱ ἄνθρωποι, καὶ τὰς χεῖρας, καὶ τὰ σκέλεα, παραδείγματι χρέεσθαι δεῖ τῷ ὑγιέϊ πρὸς τὸ μὴ ὑγιὲς, καὶ τῷ μὴ ὑγιεῖ πρὸς τὸ ὑγιὲς, μὴ τὰ ἀλλότρια ἄρθρα καθορῶντα (ἄλλοι γὰρ ἄλλων μᾶλλον ἔξαρθροι πεφύκασιν), ἀλλὰ τὰ αὐτοῦ τοῦ κάμνοντος, ἢν ἀνόμοιον ἔῃ τὸ ὑγιὲς τῷ κάμνοντι. καὶ τοῦτο εἴρηται μὲν ὀρθῶς, παραξύνεσιν δὲ ἔχει πάνυ πολλήν· διὰ τὰ τοιαῦτα, καὶ οὐκ ἀρκέει μοῦνον λόγῳ εἰδέναι τὴν τέχνην ταύτην, ἀλλὰ καὶ ὁμιλίῃ ὁμιλέειν· πολλοὶ γὰρ ὑπὸ ὀδύνης, ἢ καὶ ὑπ’ ἀλλοίης προφάσιος, οὐκ ἐξεστεώτων αὐτέοισι τῶν ἄρθρων, ὅμως οὐ δύνανται ἐς τὰ ὅμοια σχήματα καθίστασθαι ἐς οἷά περ τὸ ὑγιαῖνον σῶμα σχηματίζεται· προσξυνιέναι μὲν οὖν, καὶ ἐννοεῖν καὶ τὸ τοιόνδε σχῆμα χρή. ἀτὰρ καὶ ἐν τῇ μασχάλῃ ἡ κεφαλὴ τοῦ βραχίονος φαίνεται ἐγκειμένη πολλῷ μᾶλλον τοῦ ἐκπεπτωκότος ἢ τοῦ ὑγιέος· τοῦτο δὲ, ἄνωθεν κατὰ τὴν ἐπωμίδα κοῖλον φαίνεται τὸ χωρίον, καὶ τὸ τοῦ ἀκρωμίου ὀστέον ἐξέχον φαίνεται, ἅτε ὑποδεδυκότος τοῦ ἄρθρου ἐς τὸ κάτω χωρίον· παραξύνεσιν μὴν καὶ ἐν τούτῳ ἔχει τινὰ, ἀλλ’ ὕστερον περὶ αὐτοῦ γεγράψεται, ἄξιον γὰρ γραφῆς ἐστιν· τοῦτο δὲ, τοῦ ἐκπεπτωκότος ὁ ἀγκὼν φαίνεται ἀφεστεὼς μᾶλλον ἀπὸ τῶν πλευρέων, ἢ τοῦ ἑτέρου· εἰ μέντοι τις προσαναγκάζοι, προσάγεται μὲν, ἐπιπόνως δέ· τοῦτο δὲ, ἄνω τὴν χεῖρα ἆραι εὐθεῖαν παρὰ τὸ οὖς, ἐκτεταμένου τοῦ ἀγκῶνος, οὐ μάλα δύνανται, ὥσπερ τὴν ὑγιέα, οὐδὲ παράγειν ἔνθα καὶ ἔνθα ὁμοίως. τά τε οὖν σημήϊα ταῦτά ἐστιν ὤμου ἐκπεπτωκότος· αἵ τε ἐμβολαὶ αἱ γεγραμμέναι, αἵ τε ἰητρεῖαι αὗται. [Artic. 11] ἐπάξιον δὲ τὸ μάθημα, ὡς χρὴ ἰητρεύειν τοὺς πυκνὰ ἐκπίπτοντας ὤμους· πολλοὶ μὲν γὰρ ἤδη ἀγωνίης ἐκωλύθησανδιὰ ταύτην τὴν ξυμφορὴν, τἄλλα πάντα ἀξιόχρεοι ἐόντες· πολλοὶ δὲ ἐν πολεμικοῖσιν ἀχρήϊοι ἐγένοντο, καὶ διεφθάρησαν διὰ ταύτην τὴν ξυμφορήν· ἅμα δὲ ἐπάξιον καὶ διὰ τοῦτο, ὅτι οὐδένα οἶδα ὀρθῶς ἰητρεύοντα, ἀλλὰ τοὺς μὲν μηδὲ ἐγχειρέοντας, τοὺς δὲ τἀναντία τοῦ ξυμφέροντος φρονέοντάς τε καὶ ποιέοντας. συχνοὶ γὰρ ἤδη ἰητροὶ ἔκαυσαν ὤμους ἐκπίπτοντας, κατά τε τὴν ἐπωμίδα, κατά τε τὸ ἔμπροσθεν, ᾗ ἡ κεφαλὴ τοῦ βραχίονος ἐξογκέει, κατά τε τοὔπισθεν ὀλίγον τῆς ἐπωμίδος· αὗται οὖν αἱ καύσιες, εἰ μὲν ἐς τὸ ἄνω ἐξέπιπτεν ὁ βραχίων, ἢ ἐς τοὔμπροσθεν, ἢ ἐς τοὔπισθεν, ὀρθῶς ἂν ἔκαιον· νῦν δὲ δὴ, ὅτε ἐς τὸ κάτω ἐκπίπτει, ἐκβάλλουσιν αὗται αἱ καύσιες μᾶλλον, ἢ κωλύουσιν· ἀποκλείουσι γὰρ τῆς ἄνω εὐρυχωρίης τὴν κεφαλὴν τοῦ βραχίονος. χρὴ δὲ ὧδε καίειν ταῦτα· ἀπολαβόντα τοῖσι δακτύλοισι κατὰ τὴν μασχάλην τὸ δέρμα ἀφελκύσαι κατ’ αὐτὴν τὴν ἴξιν μάλιστα, καθ’ ἣν ἡ κεφαλὴ τοῦ βραχίονος ἐκπίπτει· ἔπειτα οὕτως ἀφελκυσάμενον τὸ δέρμα διακαῦσαι ἐς τὸ πέρην. σιδηρίοισι δὲ χρὴ ταῦτα καίειν, μὴ παχέσι, μηδὲ λίην φαλακροῖσιν, ἀλλὰ προμήκεσι (ταχυπορώτερα γὰρ), καὶ τῇ χειρὶ ἐπερείδειν· χρὴ δὲ καὶ διαφανέσι καίειν, ὡς ὅτι τάχιστα περαιωθῇ κατὰ δύναμιν· τὰ γὰρ παχέα, βραδέως περαιούμενα, πλατυτέρας τὰς ἐκπτώσιας τῶν ἐσχαρῶν ποιέεται, καὶ κίνδυνος ἂν εἴη ξυῤῥαγῆναι τὰς ὠτειλας· καὶ κάκιον μὲν οὐδὲν ἂν εἴη, αἴσχιον δὲ καὶ ἀτεχνότερον. ὅταν δὲ διακαύσῃς ἐς τὸ πέρην, τῶν μὲν πλείστων ἱκανῶς ἂν ἔχοι ἐν τῷ κάτω μέρεϊ τὰς ἐσχάρας ταύτας μόνας θεῖναι· ἢν δὲ μὴ κίνδυνος φαίνηται εἶναι ξυῤῥαγῆναι τὰς ὠτειλὰς, ἀλλὰ πολὺ τὸ διὰ μέσου ἔῃ, ὑπάλειπτρον χρὴ λεπτὸν διέρσαι διὰ τῶν καυμάτων, ἔτι ἀναλελαμμένου τοῦ δέρματος, οὐ γὰρ ἂν ἄλλως δύναιο διέρσαι· ἐπὴν δὲ διέρσῃς, ἀφεῖναι τὸ δέρμα, ἔπειτα μεσηγὺ τῶν ἐσχαρέων ἄλλην ἐσχάρην ἐμβάλλειν λεπτῷ σιδηρίῳ, καὶ διακαῦσαι, ἄχρις ἂν τῷ ὑπαλείπτρῳ ἐγκύρσῃ. ὁκόσον δέ τι χρὴ τὸ δέρμα τὸ ἀπὸ τῆς μασχάλης ἀπολαμβάνειν, τοισίδε χρὴ τεκμαίρεσθαι· ἀδένες ὕπεισιν ἢ ἐλάσσους ἢ μείζους πᾶσιν ὑπὸ τῇ μασχάλῃ, πολλαχῆ δὲ καὶ ἄλλῃ τοῦ σώματος. ἀλλὰ ἐν ἄλλῳ λόγῳ περὶ ἀδένων οὐλομελίης γεγράψεται, ὅ τι τέ εἰσι, καὶ οἷα ἐν οἵοισι σημαίνουσί τε καὶ δύνανται. τοὺς μὲν οὖν ἀδένας οὐ χρὴ προσαπολαμβάνειν, οὐδ’ ὅσα ἐσωτέρω τῶν ἀδένων· μέγας γὰρ ὁ κίνδυνος· τοῖσι γὰρ ἐπικαιροτάτοισι τόνοισι γειτονεύονται· ὅσον δὲ ἐξωτέρω τῶν ἀδένων, ἐπιπλεῖστον ἀπολαμβάνειν· ἀσινέα γάρ. γινώσκειν δὲ χρὴ. καὶ τάδε, ὅτι, ἢν μὲν ἰσχυρῶς τὸν βραχίονα ἀνατείνῃς, οὐ δυνήσῃ τοῦ δέρματος ἀπολαβεῖν οὐδὲν τοῦ ὑπὸ τῇ μασχάλῃ, ὅ τι καὶ ἄξιον λόγου· καταναισιμοῦται γὰρ ἐν τῇ ἀνατάσει· οἱ δ’ αὖ τόνοι, οὓς οὐδεμιῇ μηχανῇ δεῖ τιτρώσκειν, οὗτοι πρόχειροι γίνονται καὶ κατατεταμένοι ἐν τούτῳ τῷ σχήματι· ἢν δὲ μικρὸν ἐπάρῃς τὸν βραχίονα, πολὺ μὲν τοῦ δέρματος ἀπολήψῃ, οἱ δὲ τόνοι, ὧν δεῖ προμηθέεσθαι, εἴσω καὶ πρόσω τοῦ χειρίσματος γίνονται. ἆρ’ οὖν οὐκ ἐν πάσῃ τῇ τέχνῃ περὶ παντὸς χρὴ ποιέεσθαι, τὰ δίκαια σχήματα ἐξευρίσκειν ἐφ’ ἑκάστοισιν; ταῦτα μὲν τὰ κατὰ τὴν μασχάλην, καὶ ἱκαναὶ αὐταὶ αἱ καταλήψιες, ἢν ὀρθῶς τεθῶσιν αἱ ἐσχάραι. ἔκτοσθεν δὲ τῆς μασχάλης, δισσὰ μόνα ἐστὶ χωρία, ἵνα ἄν τις ἐσχάρας θείη, τιμωρεούσας τῷ παθήματι· μίαν μὲν ἐν τῷ ἔμπροσθεν μεσηγὺ τῆς τε κεφαλῆς τοῦ βραχίονος καὶ τοῦ τένοντος τοῦ κατὰ τὴν μασχάλην· καὶ ταύτῃ τὸ μὲν δέρμα τελέως διακαίειν χρὴ, βαθύτερον δὲ οὐ χρή· φλέψ τε γὰρ παχείη πλησίη, καὶ νεῖρα, ὧν οὐδέτερα θερμαντέα. ἔξωθεν δ’ αὖ ἄλλην ἐσχάρην ἐνδέχεται ἐνθεῖναι ἀνωτέρω μὲν συχνῷ τοῦ τένοντος τοῦ κατὰ τὴν μασχάλην, κατωτέρω δὲ ὀλίγῳ τῆς κεφαλῆς τοῦ βραχίονος· καὶ τὸ μὲν δέρμα τελέως χρὴ διακαίειν, βαθείην δὲ μηδὲ κάρτα ταύτην ποιέειν· πολέμιον γὰρ τὸ πῦρ νεύροισιν. ἰητρεύειν μὲν οὖν χρὴ διὰ πάσης τῆς ἰητρείης τὰ ἕλκεα, μηδέποτε ἰσχυρῶς ἀνατείνοντα τὸν βραχίονα, ἀλλὰ μετρίως, ὅσον τῶν ἑλκέων ἐπιμελείης εἵνεκα· ἧσσον μὲν γὰρ ἂν διαψύχοιτο (ξυμφέρει γὰρ πάντα τὰ καύματα σκέπειν, ὡς ἐπιεικέως ἰητρεύεσθαι)· ἧσσον δ’ ἂν ἐκπλίσσοιτο· ἧσσον δ’ ἂν αἱμοῤῥαγοίη· ἧσσον δ’ ἂν σπασμὸς ἐπιγένοιτο. ὅταν δὲ δὴ καθαρὰ γένηται τὰ ἕλκεα, ἐς ὠτειλάς τε ἴῃ, τότε δὴ καὶ παντάπασι χρὴ αἰεὶ τὸν βραχίονα πρὸς τῇσι πλευρῇσι προσδεδέσθαι, καὶ νύκτα καὶ ἡμέρην· ἀτὰρ καὶ ὅταν ὑγιέα γένηται τὰ ἕλκεα, ὁμοίως ἐπὶ πολὺν χρόνον χρὴ προσδεῖν τὸν βραχίονα πρὸς τὰς πλευράς· οὕτω γὰρ ἂν μάλιστα ἐπουλωθείη, καὶ ἀποληφθείη ἡ εὐρυχωρίη, καθ’ ἣν μάλιστα ὀλισθάνει ὁ βραχίων. [Artic. 12] Ὅσοισι δ’ ἂν ὦμος καταπορηθῇ ἐμβληθῆναι, ἢν μὲν ἔτι ἐν αὐξήσει ἔωσιν, οὐκ ἐθέλει συναύξεσθαι τὸ ὀστέον τοῦ βραχίονος ὁμοίως τῷ ὑγιέϊ, ἀλλὰ αὔξεται μὲν ἐπί τι, βραχύτερον δὲ τοῦ ἑτέρου γίνεται καὶ οἱ καλεομενοι δὲ ἐκ γενεῆς γαλιάγκωνες· διὰ δισσὰς ξυμφορὰς ταύτας γίνονται, ἤν τέ τι τοιοῦτον αὐτοὺς ἐξάρθρημα καταλάβῃ ἐν τῇ γαστρὶ ἐόντας, διά τε ἄλλην ξυμφορὴν, περὶ ἧς ὕστερόν ποτε γεγράψεται· ἀτὰρ καὶ οἷσιν ἔτι νηπίοισιν ἐοῦσι κατὰ τὴν κεφαλὴν τοῦ βραχίονος βαθεῖαι καὶ ὑποβρύχιοι ἐκπυήσιες γίνονται, καὶ οὗτοι πάντες γαλιάγκωνες γίνονται· καὶ ἤν τε τμηθῶσιν, ἤν τε καυθῶσιν, ἤν τε αὐτόματόν σφιν ἐκραγῇ, εὖ εἰδέναι χρὴ, ὅτι ταῦτα οὕτως ἔχει. χρέεσθαι μέντοι τῇ χειρὶ δυνατώτατοί εἰσιν οἱ ἐκ γενεῆς γαλιάγκωνες, οὐ μὴν οὐδὲ ἐκεῖνοί γε ἀνατεῖναι παρὰ τὸ οὖς τὸν βραχίονα, ἐκτανύσαντες τὸν ἀγκῶνα, δύνανται, ἀλλὰ πολὺ ἐνδεεστέρως, ἢ τὴν ὑγιέα χεῖρα. οἷσι δ’ ἂν ἤδη ἀνδράσιν ἐοῦσιν ἐκπέσῃ ὁ ὦμος, καὶ μὴ ἐμβληθῇ, ἡ ἐπωμὶς ἀσαρκοτέρη γίνεται, καὶ ἡ ἕξις λεπτὴ ἡ κατὰ τοῦτο τὸ μέρος· ὅταν μέντοι ὀδυνώμενοι παύσωνται, ὁκόσα μὲν δεῖ ἐργάζεσθαι ἐπάραντας τὸν ἀγκῶνα ἀπὸ τῶν πλευρέων ἐς τὸ πλάγιον, ταῦτα μὲν οὐ δύνανται ἅπαντα ὁμοίως ἐργάζεσθαι· ὁκόσα δὲ δεῖ ἐργάζεσθαι, παραφέροντας τὸν βραχίονα παρὰ τὰς πλευρὰς, ἢ ἐς τοὐπίσω, ἢ ἐς τοὔμπροσθεν, ταῦτα δὲ δύνανται ἐργάζεσθαι· καὶ γὰρ ἂν ἀρίδα ἑλκύσαιεν, καὶ πρίονα, καὶ πελεκήσαιεν ἂν, καὶ σκάψαιεν ἂν, μὴ κάρτα ἄνω αἴροντες τὸν ἀγκῶνα, καὶ τἄλλα ὅσα ἐκ τῶν τοιούτων σχημάτων ἐργάζονται. [Artic. 13] Ὅσοισι δ’ ἂν τὸ ἀκρώμιον ἀποσπασθῇ, τουτέοισι φαίνεται ἐξέχον τὸ ὀστέον τὸ ἀπεσπασμένον· ἔστι δὲ τοῦτο ὁ ξύνδεσμος τῆς κληῗδος καὶ τῆς ὠμοπλάτης· ἑτεροίη γὰρ ἡ φύσις ἀνθρώπου ταύτῃ, ἢ τῶν ἄλλων ζώων. οἱ οὖν ἰητροὶ μάλιστα ἐξαπατέονται ἐν τούτῳ τῷ τρώματι (ἅτε γὰρ ἀνασχόντος τοῦ ὀστέου τοῦ ἀποσπασθέντος, ἡ ἐπωμὶς φαίνεται χαμαιζήλη καὶ κοίλη), ὥστε καὶ προμηθέεσθαι τῶν ὤμων τῶν ἐκπεπτωκότων· πολλοὺς οὖν οἶδα ἰητροὺς, τἄλλα οὐ φλαύρους ἐόντας, οἳ πολλὰ ἤδη ἐλυμήναντο, ἐμβάλλειν πειρώμενοι τοὺς τοιούτους ὤμους, οὕτως οἰόμενοι ἐκπεπτωκέναι, καὶ οὐ πρόσθεν παύονται, πρὶν ἢ ἀπογνῶναι, ἢ ἀπορῆσαι, δοκέοντες αὐτοὶ σφέας αὐτοὺς ἐμβάλλειν τὸν ὦμον. τούτοισιν ἰητρείη μὲν, ἥπερ καὶ τοῖσιν ἄλλοισιν τοῖσι τοιούτοισι, κηρωτὴ καὶ σπλῆνες καὶ ὀθόνια, καὶ ἐπίδεσις τοιαύτη. καταναγκάζειν μέντοι τὸ ὑπερέχον χρὴ, καὶ τοὺς σπλῆνας κατὰ τοῦτο τιθέναι πλείστους, καὶ πιέζειν ταύτῃ μάλιστα, καὶ τὸν βραχίονα πρὸς τῇσι πλευρῇσι ποοσηρτημένον ἐς τὸ ἄνω μέρος ἔχειν· οὕτω γὰρ ἂν μάλιστα πλησιάζοι τὸ ἀπεσπασμένον. τάδε μὴν εὖ εἰδέναι χρὴ, καὶ προλέγειν ὡς ἀσφαλέα, εἰ ἄλλως ἐθέλοις, ὅτι βλάβη μὲν οὐδεμίη, οὔτε σμικρὴ, οὔτε μεγάλη, τῷ ὤμῳ γίνεται ἀπὸ τούτου τοῦ τρώματος, αἴσχιον δὲ τὸ χωρίον· οὐδὲ γὰρ τοῦτο τὸ ὀστέον ἐς τὴν ἀρχαίην ἕδρην ὁμοίως ἂν ἱδρυνθείη, ὥσπερ ἐπεφύκεεν, ἀλλ’ ἀνάγκη πλέον ἢ ἔλασσον ὀγκηρότερον εἶναι ἐς τὸ ἄνω. οὐδὲ γὰρ ἄλλο ὀστέον οὐδὲν ἐς τωὐτὸ καθίσταται, ὅ τι ἂν κοινωνέον ἔῃ ἑτέρῳ ὀστέῳ, καὶ προσπεφυκὸς ἀποσπασθῇ ἀπὸ τῆς ἀρχαίης φύσιος. ἀνώδυνον δὲ τὸ ἀκρώμιον ἐν ὀλίγῃσιν ἡμέρῃσι γίνεται, ἢν χρηστῶς ἐπιδέηται. [Artic. 14] κληϊς δὲ κατεαγεῖσα, ἢν μὲν ἀτρεκέως ἀποκαυλισθῇ, εὐιητοτέρη ἐστίν· ἢν δὲ παραμηκέως, δυσιητοτέρη. τἀναντία δὲ τούτοισίν ἐστιν, ἢ ὡς ἄν τις οἴοιτο· τὴν μὲν γὰρ ἀτρεκέως ἀποκαυλισθεῖσαν προσαναγκάσειεν ἄν τις μᾶλλον ἐς τὴν φύσιν ἐλθεῖν· καὶ γὰρ εἰ πάνυ προμηθηθείη, τὸ ἀνωτέρω κατωτέρω ἂν ποιήσειε, σχήμασί τε ἐπιτηδείοισι καὶ ἐπιδέσει ἁρμοζούσῃ· εἰ δὲ μὴ τελέως ἱδρυνθείη, ἀλλ’ οὖν τὸ ὑπερέχον γε τοῦ ὀστέου οὐ κάρτα ὀξὺ γίνεται. ὧν δὲ ἂν παράμηκες τὸ ὀστέον κατεαγῇ, ἰκέλη ἡ ξυμφορὴ γίνεται τοῖσιν ὀστέοισι τοῖσιν ἀπεσπασμένοισι, περὶ ὧν πρόσθεν γέγραπται· οὔτε γὰρ ἱδρυνθῆναι αὐτὸ πρὸς ἑωυτὸ κάρτα ἐθέλει, ἥ τε ὑπερέχουσα ὄκρις τοῦ ὀστέου ὀξείη γίνεται κάρτα. τὸ μὲν οὖν ξύμπαν, εἰδέναι χρὴ, ὅτι βλάβη οὐδεμίη τῷ ὤμῳ, οὐδὲ τῷ ἄλλῳ σώματι γίνεται διὰ τὴν κάτηξιν τῆς κληῗδος, ἢν μὴ ἐπισφακελίσῃ· ὀλιγάκις δὲ τοῦτο γίνεται. αἶσχός γε μὴν προσγίνεται περὶ τὴν κάτηξιν τῆς κληῗδος, καὶ τούτοισι τὸ πρῶτον αἴσχιστον, ἔπειτα μὴν ἐπὶ ἧσσον γίνεται. ξυμφύεται δὲ ταχέως κληϊς, καὶ τἄλλα πάντα ὅσα χαῦνα ὀστέα· ταχείην γὰρ τὴν ἐπιπώρωσιν ποιέεται τὰ τοιαῦτα. ὅταν μὲν οὖν νεωστὶ κατεαγῇ, οἱ τετρωμένοι σπουδάζουσιν, οἰόμενοι μέζον τὸ κακὸν εἶναι, ἢ ὅσον ἐστίν· οἵ τε ἰητροὶ προθυμέονται δῆθεν ὀρθῶς ἰῆσθαι· προϊόντος δὲ τοῦ χρόνου, οἱ τετρωμένοι, ἅτε οὐκ ὀδυνώμενοι, οὐδὲ κωλυόμενοι οὔτε ὁδοιπορίης, οὔτε ἐδωδῆς, καταμελέουσιν· οἵ τε αὖ ἰητροὶ, ἅτε οὐ δυνάμενοι καλὰ τὰ χωρία ἀποδεικνύναι, ἀποδιδράσκουσι, καὶ οὐκ ἄχθονται τῇ ἀμελείῃ τῶν τετρωμένων· ἐν τούτῳ δὲ ἡ ἐπιπώρωσις ξυνταχύνεται. ἐπιδέσιος μὲν οὖν τρόπος καθέστηκε παραπλήσιος τοῖσι πλείστοισι, κηρωτῇ καὶ σπλήνεσι καὶ ὀθονίοισι μαλθακοῖσιν ἰητρεύειν· καὶ τάδε δεῖ προσξυνιέναι καὶ μάλιστα ἐν τούτῳ τῷ χειρίσματι, ὅτι τούς τε σπλῆνας πλείστους κατὰ τὸ ἐξέχον χρὴ τιθέναι, καὶ τοῖσιν ἐπιδέσμοισι πλείστοισι καὶ μάλιστα κατὰ τοῦτο πιέζειν. Ἐἰσὶ δὲ δή τινες, οἳ ἐπεσοφίσαντο ἤδη μολύβδιον βαρὺ προσεπικαταδεῖν, ὡς καταναγκάζειν τὸ ὑπερέχον· ξυνιᾶσι μὲν οὖν ἴσως οὐδὲ οἱ ἁπλῶς ἐπιδέοντες· ἀτὰρ δὴ οὐδ’ οὗτος ὁ τρόπος κληῗδος κατήξιός ἐστιν· οὐ γὰρ δυνατὸν τὸ ὑπερέχον καταναγκάζεσθαι οὐδὲν, ὅ τι καὶ ἄξιον λόγου. ἄλλοι δ’ αὖ τινές εἰσιν, οἵτινες, καταμαθόντες τοῦτο, ὅτι αὗται αἱ ἐπιδέσιες παράφοροί εἰσι καὶ οὐ κατὰ φύσιν καταναγκάζουσι τὰ ὑπερέχοντα, ἐπιδέουσι μὲν αὐτοὺς, σπλήνεσι καὶ ὀθονίοισι χρώμενοι, ὥσπερ καὶ οἱ ἄλλοι· ζώσαντες δὲ τὸν ἄνθρωπον ταινίῃ τινὶ, ᾗ εὐζωστότατος αὐτὸς ἑωυτοῦ ἐστιν, ὅταν ἐπιθῶσι τοὺς σπλῆνας ἐπὶ τὰ ὑπερέχοντα τοῦ κατήγματος, ἐξογκώσαντες ἐπὶ τὰ ἐξέχοντα, τὴν ἀρχὴν τοῦ ὀθονίου προσέδησαν πρὸς τὸ ζῶσμα ἐκ τοῦ ἔμπροσθεν, καὶ οὕτως ἐπιδέουσιν, ἐπὶ τὴν ἴξιν τῆς κληῗδος ἐπιτανύοντες, ἐς τοὔπισθεν ἄγοντες· κἄπειτα περιβάλλοντες περὶ τὸ ζῶσμα, ἐς τοὔμπροσθεν ἄγουσι, καὶ αὖθις ἐς τοὔπισθεν. οἱ δέ τινες οὐχὶ περὶ τὸ ζῶσμα περιβάλλουσι τὸ ὀθόνιον, ἀλλὰ περὶ τὸ περίνεόν τε καὶ παρ’ αὐτὴν τὴν ἕδρην, καὶ παρὰ τὴν ἄκανθαν κυκλεύοντες τὸ ὀθόνιον, οὕτω πιέζουσι τὸ κάτηγμα. ταῦτα γοῦν ἀπείρῳ μὲν ἀκοῦσαι φαίνεται ἐγγὺς τοῦ κατὰ φύσιν εἶναι, χρεομένῳ δὲ ἄχρηστα· οὔτε γὰρ μόνιμα οὐδένα χρόνον, οὐδ’ εἰ κατακέοιτό τις, καίτοι ἐγγυτάτω ἂν οὕτως· ἀλλ’ ὅμως εἰ καὶ κατακείμενος ἢ τὸ σκέλος συγκάμψειεν, ἢ αὐτὸς καμφθείη, πάντα ἂν τὰ ἐπιδέσματα κινέοιτο· ἄλλως τε ἀσηρὴ ἡ ἐπίδεσις· ἥ τε γὰρ ἕδρη ἀπολαμβάνεται, ἀθρόα τε τὰ ὀθόνια ἐν ταύτῃ τῇ στενοχωρίῃ γίνεται· τά τε αὖ περὶ τὴν ζώνην περιβαλλόμενα, οὐχ οὕτως ἰσχυρῶς ἔζωσται, ὡς οὐκ ἀναγκάσαι ἐς τὸ ἄνω τὴν ζώνην ἐπανιέναι, καὶ οὕτως ἀνάγκη ἂν εἴη πάντα χαλᾷν τὰ ἐπιδέσματα. ἄγχιστα δ’ἄν τις δοκέοι ποιέειν, καίπερ οὐ μεγάλα ποιέων, εἰ τοῖσι μέν τισι τῶν ὀθονίων περὶ τὴν ζώνην περιβάλλοι, τοῖσι δὲ πλείστοισι τῶν ὀθονιων τὴν ἀρχαίην ἐπίδεσιν ἐπιδέοι· οὕτω γὰρ ἂν μάλιστο τὰ· ἐπιδέσματα μόνιμά τε εἴη, καὶ ἀλλήλοισι τιμωρέοι. τὰ μὲν οὖν πλεῖσταεἴρηται, ἅσσα καταλαμβάνει τοὺς τὴν κληῗδα καταγνυμένους. Προσξυνιέναι δὲ καὶ τόδε χρὴ, ὅτι κληϊς ὡς ἐπὶ τὸ πολὺ κατάγνυται, ὥστε τὸ μὲν ἀπὸ τοῦ στήθεος πεφυκὸς ὀστέον ἐς τὸ ἄνω μέρος ὑπερέχειν, τὸ δὲ ἀπὸ τῆς ἀκρωμίης πεφυκὸς ὀστέον ἐν τῷ κάτω μέρει εἶναι. αἴτια δὲ τούτων τάδε, ὅτι τὸ μὲν στῆθος οὔτε κατωτέρω ἂν πολὺ, οὔτε ἀνωτέρω χωρήσειεν· σμικρὸς γὰρ ὁ κιγκλισμὸς τοῦ ἄρθρου τοῦ ἐν τῷ στήθεϊ· αὐτό τε γὰρ ἑωυτῷ ξυνεχές ἐστι τὸ στήθος, καὶ τῇ ῤάχει· ἄγχιστα μὴν ἡ κληϊς πρὸς τὸ τοῦ ὤμου ἄρθρον πλοώδης ἐστίν· ἠνάγκασται γὰρ πυκινοκίνητος εἶναι διὰ τὴν τῆς ἀκρωμίης σύζευξιν. ἄλλως τε, ὅταν τρωθῇ, φεύγει ἐς τὸ ἄνω μέρος τὸ πρὸς τῷ στήθει προσεχόμενον, καὶ οὐ μάλα ἐς τὸ κάτω μέρος ἀναγκάζεσθαι ἐθέλει· καὶ γὰρ πέφυκε κοῦφον, καὶ ἡ εὐρυχωρίη αὐτῷ ἄνω πλείων ἢ κάτω. ὁ δὲ ὦμος, καὶ ὁ βραχίων, καὶ τὰ προσηρτημένα τούτοισιν εὐαπόλυτά ἐστιν ἀπὸ τῶν πλευρέων καὶ τοῦ στήθεος, καὶ διὰ τοῦτο δύναται καὶ ἀνωτέρω πολὺ ἀνάγεσθαι καὶ κατωτέρω ὅταν οὖν καταγῇ ἡ κληϊς, τὸ πρὸς τῷ ὤμῳ ὀστέον ἐς τὸ κατωτέρω ἐπιῤῥέπει· ἐς τοῦτο γὰρ ἐπιφορώτερον αὐτὸ ἅμα τῷ ὤμῳ καὶ τῷ βραχίονι κάτω ῤέψαι μᾶλλον, ἢ ἐς τὸ ἄνω. ὁπότε οὖν ταῦτα τοιαῦτά ἐστιν, ἀξυνετέουσιν ὅσοι τὸ ὑπερέχον τοῦ ὀστέου ἐς τὸ κάτω καταναγκάσαι οἴονται. ἀλλὰ δῆλον, ὅτι τὸ κάτω πρὸς τὸ ἄνω προσακτέον ἐστίν· τοῦτο γὰρ ἔχει κίνησιν, τοῦτο γάρ ἐστι καὶ τὸ ἀποστὰν ἀπὸ τῆς φύσιος. δῆλον οὖν, ὅτι ἄλλως μὲν οὐδαμῶς ἐστιν ἀναγκάσαι τοῦτο (αἱ γὰρ ἐπιδέσιες οὐδέν τι μᾶλλον προσαναγκάζουσιν ἢ ἀπαναγκάζουσιν)· εἰ δέ τις τὸν βραχίονα πρὸς τῇσι πλευρῇσιν ἐόντα ἀναγκάζοι ὡς μάλιστα ἄνω, ὡς ὅτι ὀξύτατος ὁ ὦμος φαίνηται εἶναι, δῆλον ὅτι οὕτως ἂν ἁρμοσθείη πρὸς τὸ ὀστέον τὸ ἀπὸ τοῦ στήθεος πεφυκὸς, ὅθεν ἀπεσπάσθη. εἰ οὖν τις τῇ μὲν ἐπιδέσει χρῷτο τῇ νομίμῃ τοῦ ταχέως ξυναλθεσθῆναι εἵνεκα, ἡγήσαιτο δὲ τἄλλα πάντα μάτην εἶναι παρὰ τὸ σχῆμα τὸ εἰρημένον, ὀρθῶς τε ἂν ξυνίοι, ἰητρεύοι τε ἂν τάχιστα καὶ κάλλιστα. κατακέεσθαι μέντοι τὸν ἄνθρωπον μέγα τὸ διάφορόν ἐστιν· καὶ ἡμέραι ἱκαναὶ τεσσαρεσκαίδεκα, εἰ ἀτρεμέοι, εἴκοσι δὲ πάμπολλαι. [Artic. 15] εἰ μέντοι τινὶ ἐπὶ τἀναντία ἡ κληϊς κατεαγείη, ὃ οὐ μάλα γίνεται, ὥστε τὸ μὲν ἀπὸ τοῦ στήθεος ὀστέον ὑποδεδυκέναι, τὸ δὲ ἀπὸ τῆς ἀκρωμίης ὀστέον ὑπερέχειν καὶ ἐποχέεσθαι ἐπὶ τοῦ ἑτέρου, οὐδεμιῆς μεγάλης ἰητρείης ταῦτά γ’ ἂν δέοιτο· αὐτὸς γὰρ ὁ ὦμος ἀφιέμενος καὶ ὁ βραχίων ἱδρύοι ἂν τὰ ὀστέα πρὸς ἄλληλα, καὶ φαύλη ἄν τις ἐπίδεσις ἀρκέοι, καὶ ὀλίγαι ἡμέραι τῆς πωρώσιος γένοιντ’ ἄν. [Artic. 16] εἰ δὲ μὴ κατεαγείη μὲν οὕτως, παρολισθάνοι δὲ ἐς τὸ πλάγιον ἢ τῇ ἢ τῇ, ἐς τὴν φύσιν μὲν ἀπαγαγεῖν ἂν δέοι, ἀναγαγόντα τὸν ὦμον σὺν τῷ βραχίονι, ὥσπερ καὶ πρόσθεν εἴρηται· ὅταν δὲ ἵζηται ἐς τὴν ἀρχαίην φύσιν, ταχείη ἂν ἡ ἄλλη ἰητρείη εἴη. τὰ μὲν οὖν πλεῖστα τῶν παραλλαγμάτων κατορθοῖ αὐτὸς ὁ βραχίων ἀναγκαζόμενος πρὸς τὰ ἄνω. ὅσα δὲ τῶν ἄνωθεν παρολισθάνοντα ἐς τὸ πλάγιον ἦλθεν, ἢ ἐς τὸ κατωτέρω, συμπορσύνοι ἂν τὴν κατόρθωσιν, εἰ ὁ μὲν ἄνθρωπος ὕπτιος κέοιτο, κατὰ δὲ τὸ μεσηγὺ τῶν ὠμοπλατέων ὑψηλότερόν τι ὀλίγῳ ὑποκέοιτο, ὡς περιῤῥηδὲς ἔῃ τὸ στῆθος ὡς μάλιστα· καὶ τὸν βραχίονα εἰ ἀνάγοι τις παρὰ τὰς πλευρὰς παρατεταμένον, ὁ δὲ ἰητρὸς τῇ μὲν ἑτέρῃ χειρὶ ἐς τὴν κεφαλὴν τοῦ βραχίονος ἐμβαλὼν τὸ θέναρ τῆς χειρὸς ἀπωθέοι, τῇ δὲ ἑτέρῃ τὰ ὀστέα τὰ κατεηγότα εὐτεθίζοι, οὕτως ἂν μάλιστα ἐς τὴν φύσιν ἄγοι· ἀτὰρ, ὥσπερ ἤδη εἴρηται, οὐ μάλα τὸ ἄνωθεν ὀστέον ἐς τὸ κάτω φιλέει ὑποδύνειν. τοῖσι μὲν οὖν πλείστοισιν, ὅταν ἐπιδεθῶσι, τὸ σχῆμα ἀρήγει, παρ’ αὐτὰς τὰς πλευρὰς τὸν ἀγκῶνα ἔχοντα, οὕτως ἐς τὸ ἄνω τὸν ὦμον ἀναγκάζεσθαι· ἔστι δ’ οἷσι μὲν τὸν ὦμον ἀναγκάζειν δεῖ ἐς τὸ ἄνω, ὡς εἴρηται, τὸν δὲ ἀγκῶνα πρὸς τὸ στῆθος παράγειν, ἄκρην δὲ τὴν χεῖρα παρὰ τὸ ἀκρώμιον τοῦ ὑγιέος ὤμου ἴσχειν. ἢν μὲν οὖν κατακέεσθαι τολμᾷ, ἀντιστήριγμά τι προστιθέναι χρὴ, ὡς ἂν ὁ ὦμος ἀνωτάτω ἔῃ· ἢν δὲ περιίῃ, σφενδόνην χρὴ, ἐκ ταινίης περὶ τὸ ὀξὺ τοῦ ἀγκῶνος ποιήσαντα, ἀναλαμβάνειν περὶ τὸν αὐχένα. [Artic. 17] ἀγκῶνος δὲ ἄρθρον παραλλάξαν μὲν ἢ παραρθρῆσαν πρὸς πλευρὴν ἢ ἔξω, μένοντος τοῦ ὀξέος τοῦ ἐν τῷ κοίλῳ τοῦ βραχίονος, ἐς εὐθὺ κατατείναντα, τὸ ἐξέχον ἀπωθεῖν ὀπίσω καὶ ἐς τὸ πλάγιον. [Artic. 18] τὰ δὲ τελείως ἐκβάντα ἢ ἔνθα, ἢ ἔνθα, κατάτασις μὲν, ἐν ᾗ ὁ βραχίων κατεαγεὶς ἐπιδέεται· οὕτω γὰρ ἂν τὸ καμπύλον τοῦ ἀγκῶνος οὐ κωλύσει. ἐκπίπτει δὲ μάλιστα ἐς τὸ πρὸς πλευρὰς μέρος. τὰς δὲ κατορθώσιας, ἀπάγοντα ὅτι πλεῖστον, ὡς μὴ ψαύῃ τῆς κορώνης ἡ κεφαλὴ, μετέωρον περιάγειν, καὶ περικάμπτειν, καὶ μὴ ἐς εὐθὺ βιάζεσθαι, ἅμα δὲ ὠθέειν τἀναντία ἐφ’ ἑκάτερα, καὶ παρωθέειν ἐς χώρην· ξυνωφελοίη δ’ ἂν καὶ ἐπίστρεψις ἀγκῶνος ἐν τουτέοισιν, ἐν τῷ μὲν ἐς τὸ ὕπτιον, ἐν τῷ δὲ ἐς τὸ πρηνές. ἴησις δὲ, σχήματος μὲν, ὀλίγῳ ἀνωτέρω ἄκρην τὴν χεῖρα τοῦ ἀγκῶνος ἔχειν, βραχίονα δὲ κατὰ πλευράς· οὕτω δὲ καὶ ἀνάληψις, καὶ θέσις, καὶ εὔφορον· καὶ φύσις, καὶ χρῆσις ἐν κοινῷ, ἢν ἄρα μὴ κακῶς πωρωθῇ· πωροῦται δὲ ταχέως. ἴησις δὲ, ὀθονίοισι κατὰ τὸν νόμον τὸν ἀρθριτικὸν, καὶ τὸ ὀξὺ προσεπιδέειν. [Artic. 19] Παλιγκοτώτατον δὲ ὁ ἀγκὼν πυρετοῖσιν, ὀδύνῃ ἀσώδεϊ, ἀκρητοχόλῳ, ἀγκῶνος δὲ μάλιστα τοὐπίσω διὰ τὸ ναρκῶδες, δεύτερον δὲ τοὔμπροσθεν· ἴησις δὲ ἡ αὐτή· ἐμβολαὶ δὲ, τοῦ μὲν ὀπίσω, ἐκτείναντα κατατεῖναι· σημεῖον δέ· οὐ γὰρ δύνανται ἐκτείνειν· τοῦ δὲ ἔμπροσθεν, οὐ δύνανται ξυγκάμπτειν· τουτέῳ δὲ ἐνθέντα τι ξυνειλιγμένον σκληρὸν, περὶ τοῦτο ξυγκάμψαι ἐξ ἐκτάσιος ἐξαίφνης. [Artic. 20] διαστάσιος δὲ ὀστέων σημήϊον, κατὰ τὴν φλέβα τὴν κατὰ τὸν βραχίονα σχιζομένην διαψαύοντι. [Artic. 21] ταῦτα δὲ ταχέως διαπωροῦται· ἐκ γενεῆς δὲ, βραχύτερα τὰ κάτω τοῦ σίνεος ὀστέα, πλεῖστον τὰ ἐγγύτατα τοῦ πήχεος, δεύτερον, χειρὸς, τρίτον, δακτύλων· βραχίων δὲ καὶ ὦμος, ἐγκρατέστερα διὰ τὴν τροφήν· ἡ δὲ ἑτέρη χεὶρ διὰ τὰ ἔργα ἔτι πλείω ἐγκρατεστέρη. Μινύθησις δὲ σαρκῶν, εἰ μὲν ἔξω ἐξέπεσεν, ἔσωθεν· εἰ δὲ μὴ, ἐς τοὐναντίον, ᾗ ἐξέπεσεν. [Artic. 22] ἀγκὼν δὲ ἢν ἔσω ἢ ἔξω ἐκβῇ, κατάτασις μὲν ἐν σχήματι ἐγγωνίῳ τῷ πήχεϊ πρὸς βραχίονα· τὴν μὲν μασχάλην ἀναλαμβάνοντα ταινίῃ ἀνακρεμάσαι, ἀγκῶνι δὲ ἄκρῳ ὑποτιθέντα τι παρὰ τὸ ἄρθρον βάρος, ἐκκρεμάσαι, ἢ χερσὶ καταναγκάζειν· ὑπεραιωρηθέντος δὲ τοῦ ἄρθρου, αἱ παραγωγαὶ τοῖσι θέναρσιν, ὡς τὰ ἐν χερσίν· ἐπίδεσις ἐν τουτέῳ τῷ σχήματι, καὶ ἀνάληψις, καὶ θέσις. [Artic. 23] τὰ δὲ ὄπισθεν, ἐξαίφνης ἐκτείνοντα, διορθοῦν τοῖσι θέναρσιν· ἅμα δὲ δεῖ ἐν τῇ διορθώσει καὶ ἐν τοῖσιν ἑτέροισιν. ἢν δὲ ἔμπροσθεν, ἀμφὶ ὀθόνιον ξυνειλιγμένον, εὔογκον, ξυγκάμπτοντα ἅμα διορθοῦν. [Artic. 24] ἢν δὲ ἑτεροκλινὲς ἔῃ, ἐν τῇ διορθώσει ἀμφότερα ἅμα χρὴ ποιέειν. τῆς δὲ μελέτης τῆς θεραπείης, κοινὸν τὸ σχῆμα καὶ ἡ ἐπίδεσις. δύναται δὲ καὶ ἐκ τῆς διατάσιος κοινῇ ξυμπίπτειν ἅπαντα. [Artic. 25] τῶν δὲ ἐμβολέων, αἱ μὲν ἐξ ὑπεραιωρήσιος ἐμβάλλονται, αἱ δὲ ἐκ κατατάσιος, αἱ δὲ ἐκ περισφάλσιος· αὗται δὲ ἐκ τῶν ὑπερβολέων τῶν σχημάτων, ἢ τῇ, ἢ τῇ, ξὺν τῷ τάχει. [Artic. 26] χειρὸς δὲ ἄρθρον ὀλισθάνει ἢ ἔσω, ἢ ἔξω, ἔσω δὲ τὰ πλεῖστα. σημήϊα δὲ εὔσημα· ἢν μὲν εἴσω, ξυγκάμπτειν τοὺς δακτύλους οὐ δύνανται· ἢν δὲ ἔξω, ἐκτείνειν. ἐμβολὴ δὲ, ὑπὲρ τραπέζης τοὺς δακτύλους ἔχων, τοὺς μὲν τείνειν, τοὺς δὲ ἀντιτείνειν, τὸ δὲ ἐξέχον ἢ θέναρι, ἢ πτέρνῃ ἅμα ἀπωθέειν, πρόσω καὶ κάτωθεν κατὰ τὸ ἕτερον ὀστέον, ὄγκον μαλθακὸν ὑποθεὶς, ἢν μὲν ἄνω, καταστρέψας τὴν χεῖρα, ἢν δὲ κάτω, ὑπτίην. ἴησις δὲ, ὀθονίοισιν. [Artic. 27] ὅλη δὲ ἡ χεὶρ ὀλισθάνει, ἢ ἔσω, ἢ ἔξω, ἢ ἔνθα, ἢ ἔνθα, μάλιστα δὲ εἴσω· ἔστι δ’ ὅτε καὶ ἡ ἐπίφυσις ἐκινήθη· ἔστι δ’ ὅτε τὸ ἕτερον τῶν ὀστέων διέστη. τουτέοισι κατάτασις ἰσχυρὴ ποιητέη· καὶ τὸ μὲν ἐξέχον ἀπωθέειν, τὸ δὲ ἕτερον ἀντωθέειν, δύο εἴδεα ἅμα, ἐς τοὐπίσω καὶ ἐς τὸ πλάγιον, ἢ χερσὶν ἐπὶ τραπέζης, ἢ πτέρνῃ. Παλίγκοτα δὲ καὶ ἀσχήμονα· τῷ δὲ χρόνῳ κρατύνεται ἐς χρῆσιν. ἴησις, ὀθονίοισι ξὺν τῇ χειρὶ καὶ τῷ πήχεϊ· καὶ νάρθηκας μέχρι δακτύλων τιθέναι· ἐν νάρθηξι δὲ τεθέντα ταῦτα πυκνότερον λύειν, ἢ τὰ κατήγματα, καὶ καταχύσει πλείονι χρέεσθαι. [Artic. 28] ἐκ γενεῆς δὲ, βραχυτέρη ἡ χεὶρ γίνεται, καὶ μινύθησις σαρκῶν μάλιστα τἀναντία, ἢ ᾗ τὸ ἔκπτωμα· ηὐξημένῳ δὲ τὰ ὀστέα μένει. [Artic. 29] δακτύλου δὲ ἄρθρον, ὀλισθὸν μὲν, εὔσημον. ἐμβολὴ δὲ, κατατείναντα ἐς ἰθὺ, τὸ μὲν ἐξέχον ἀπωθέειν, τὸ δὲ ἐναντίον ἀντωθέειν· ἴησις δὲ, ὀθονίοισιν. μὴ ἐμπεσὸν δὲ, ἐπιπωροῦται ἔξωθεν Ἐκ γενεῆς δὲ ἢ ἐν αὐξήσει ἐξαρθρήσαντα, τὰ ὀστέα βραχύνεται τὰ κάτω τοῦ ὀλισθήματος, καὶ σάρκες μινύθουσι τἀναντία μάλιστα, ἢ ὡς τὸ ἔκπτωμα· ηὐξημένῳ δὲ τὰ ὀστέα μένει. [Artic. 30] γνάθος δὲ ὀλίγοισι τελέως ἐξήρθρησεν· ὀστέον τε γὰρ τὸ ἀπὸ τῆς ἄνω γνάθου πεφυκὸς ὑπεζύγωται πρὸς τῷ ὑπὸ τὸ οὖς ὀστέῳ προσπεφυκότι, ὅπερ ἀποκλείει τὰς κεφαλὰς τῆς κάτω γνάθου, τῆς μὲν ἀνωτέρω ἐὸν, τῆς δὲ κατωτέρω τῶν κεφαλέων. τὰ δὲ ἄκρεα τῆς κάτω γνάθου, τὸ μὲν διὰ τὸ μῆκος οὐκ εὐπαρείσδυτον, τὸ δ’ αὖ κορωνόν τε καὶ ὑπερέχον ὑπὲρ τοῦ ζυγώματος· ἅμα τε ἀπ’ ἀμφοτέρων τῶν ἀκρέων τούτων νευρώδεες τένοντες πεφύκασιν, ἐξ ὧν ἐξήρτηνται οἱ μύες οἱ κροταφῖται καὶ μασσητῆρες καλεόμενοι· διὰ τοῦτο δὲ καλέονται, καὶ διὰ τοῦτο κινέονται, ὅτι ἐντεῦθεν ἐξήρτηνται· ἐν γὰρ τῇ ἐδωδ⟨ῇ⟩, καὶ ἐν τῇ διαλέκτῳ, καὶ ἐν τῇ ἄλλῃ χρήσει τοῦ στόματος, ἡ μὲν ἄνω γνάθος ἀτρεμέει· ξυνήρτηται γὰρ τῇ κεφαλῇ. καὶ οὐ διήρθρωται· ἡ δὲ κά⟨τ⟩ω γνάθος κινέεται· ἀπήρθρωται γὰρ ἀπὸ τῆς ἄνω γνάθου, καὶ ἀπὸ τῆς κεφαλῆς. διότι μὲν οὖν ἐν σπασμοῖσι καὶ τετάνοισι πρῶτον τοῦτο τὸ ἄρθρον ἐπισημαίνει συντεταμένον, καὶ διότι πληγαὶ καίριοι καὶ καροῦσαι αἱ κροταφίτιδες γίνονται, ἐν ἄλλῳ λόγῳ εἰρήσεται. περὶ δὲ τοῦ μὴ κάρτα ἐξαρθρέειν τάδε τὰ αἴτια· αἴτιον δὲ καὶ τόδε, ὅτι οὐ μάλα καταλαμβάνουσι τοιαῦται ἀνάγκαι βρωμάτων, ὥστε τὸν ἄνθρωπον χανέειν μέζον ἢ ὅσον δύναται· ἐκπέσοι δ’ ἂν ἀπ’ οὐδενὸς ἄλλου σχήματος, ἢ ἀπὸ τοῦ μέγα χανόντα παραγαγεῖν τὴν γένυν ἐπὶ θάτερα. Προσξυμβάλλεται μέντοι καὶ τόδε πρὸς τὸ ἐκπίπτειν· ὁκόσα γὰρ νεῦρα καὶ ὁκόσοι μύες παρὰ τὰ ἄρθρα εἰσὶν, ἢ ἀπὸ ἄρθρων ἀφ’ ὧν ξυνδέδενται, τούτων ὅσα ἐν τῇ χρήσει πλειστάκις διακινέεται, ταῦτα καὶ ἐς τὰς κατατάσιας δυνατώτατα ἐπιδιδόναι, ὥσπερ καὶ τὰ δέρματα τὰ εὐδεψητότατα πλείστην ἐπίδοσιν ἔχει. περὶ οὗ οὖν ὁ λόγος, ἐκπίπτει μὲν γνάθος ὀλιγάκις· σχᾶται μέντοι πολλάκις ἐν χάσμῃσιν, ὥσπερ καὶ ἄλλαι πολλαὶ μυῶν παραλλαγαὶ και νεύρων τούτο ποιέουσιν. δῆλον μὲν οὖν ἐκ τῶνδε μάλιστά ἐστιν, ὅταν ἐκπεπτώκῃ· προΐσχει γὰρ ἡ κάτω γνάθος ἐς τοὔμπροσθεν, καὶ παρῆκται τἀναντία τοῦ ὀλισθήματος, καὶ τοῦ ὀστέου τὸ κορωνὸν ὀγκηρότερον φαίνεται παρὰ τὴν ἄνω γνάθον, καὶ χαλεπῶς ξυμβάλλουσι τὰς κάτω γνάθους. τούτοισι δὲ ἐμβολὴ πρόδηλος, ἥτις γίνοιτ’ ἂν ἁρμόζουσα· χρὴ γὰρ τὸν μέν τινα κατέχειν τὴν κεφαλὴν τοῦ τετρωμένου, τὸν δὲ περιλαβόντα τὴν κάτω γνάθον καὶ ἔσωθεν καὶ ἔξωθεν τοῖσι δακτύλοισι κατὰ τὸ γένειον, χάσκοντος τοῦ ἀνθρώπου ὅσον μετρίως δύναται, πρῶτον μὲν διακινέειν τὴν κάτω γνάθον χρόνον τινὰ, τῇ καὶ τῇ παράγοντα τῇ χειρὶ, καὶ αὐτὸν τὸν ἄνθρωπον κελεύειν χαλαρὴν τὴν γνάθον ἔχειν, καὶ ξυμπαράγειν, καὶ ξυνδιδόναι ὡς μάλιστα· ἔπειτα ἐξαπίνης σχάσαι, τρισὶ σχήμασιν ὁμοῦ προσέχοντα τὸν νόον· δεῖ μὲν γὰρ παράγεσθαι ἐκ τῆς διαστροφῆς ἐς τὴν φύσιν, δεῖ δὲ ἐς τοὐπίσω ἀπωσθῆναι τὴν γνάθον τὴν κάτω, δεῖ δὲ ἑπόμενον τούτοισι ξυμβάλλειν τὰς γνάθους, καὶ μὴ χάσκειν. ἐμβολὴ μὲν οὖν αὕτη, καὶ οὐκ ἂν γένοιτο ἀπ’ ἄλλων σχημάτων. ἰητρείη δὲ βραχείη ἀρκέει· σπλῆνα προστιθέντα κεκηρωμένον χαλαρῷ ἐπιδέσμῳ ἐπιδεῖν. ἀσφαλέστερον δὲ χειρίζειν ἐστὶν ὕπτιον κατακλίναντα τὸν ἄνθρωπον, ἐρείσαντα τὴν κεφαλὴν αὐτοῦ ἐπὶ σκυτίνου ὑποκεφαλαίου ὡς πληρεστάτου, ἵνα ὡς ἥκιστα ὑπείκῃ· προσκατέχειν δέ τινα χρὴ τὴν κεφαλὴν τοῦ τετρωμένου. [Artic. 31] ἢν δ’ ἀμφότεραι αἱ γνάθοι ἐξαρθρήσωσιν, ἡ μὲν ἴησις ἡ αὐτή. ξυμβάλλειν δέ τι ἧσσον οὗτοι τὸ στόμα δύνανται· καὶ γὰρ προπετέστεραι αἱ γένυες τούτοισιν, ἀστραβέες δέ· τὸ δὲ ἀστραβὲς μάλιστ’ ἂν γνοίης τοῖσιν ὁρίοισι τῶν ὀδόντων, τῶν τε ἄνω καὶ τῶν κάτω κατ’ ἴξιν. τούτοισι ξυμφέρει ἐμβάλλειν ὡς τάχιστα· ἐμβολῆς δὲ τρόπος πρόσθεν εἴρηται. ἢν δὲ μὴ ἐμπέσῃ, κίνδυνος περὶ τῆς ψυχῆς ὑπὸ πυρετῶν ξυνεχέων καὶ νωθρῆς καρώσιος (καρώδεες γὰρ οἱ μύες οὗτοι, καὶ ἀλλοιούμενοι, καὶ ἐντεινόμενοι παρὰ φύσιν· φιλέει δὲ καὶ ἡ γαστὴρ ὑποχωρέειν τούτοισι χολώδεα, ἄκρητα, ὀλίγα· καὶ ἢν ἐμέωσιν, ἄκρητα ἐμέουσιν· οὗτοι οὖν καὶ θνήσκουσι δεκαταῖοι μάλιστα. [Artic. 32] ἢν δὲ κατεαγῇ ἡ κάτω γνάθος, ἢν μὲν μὴ ἀποκαυλισθῇ παντάπασιν, ἀλλὰ ξυνέχηται τὸ ὀστέον, ἐκκεκλιμένον δὲ ἔῃ, κατορθῶσαι μὲν χρὴ τὸ ὀστέον, παρά γε τὴν γλῶσσαν πλαγίην ὑπείραντα τοὺς δακτύλους, τὸ δὲ ἔξωθεν ἀντερείδοντα, ὡς ἂν ξυμφέρῃ· καὶ ἢν διεστραμμένοι ἔωσιν οἱ ὀδόντες οἱ κατὰ τὸ τρῶμα καὶ κεκινημένοι, ὁκόταν τὸ ὀστέον κατορθωθῇ, ζεῦξαι τοὺς ὀδόντας χρὴ πρὸς ἀλλήλους, μὴ μόνον τοὺς δύο, ἀλλὰ καὶ πλέονας, μάλιστα μὲν χρυσίῳ, ἔστ’ ἂν κρατυνθῇ τὸ ὀστέον, εἰ δὲ μὴ, λίνῳ· ἔπειτα ἐπιδεῖν κηρωτῇ καὶ σπλήνεσιν ὀλίγοισι καὶ ὀθονίοισιν ὀλίγοισι, μὴ ἄγαν ἐρείδοντα, ἀλλὰ χαλαροῖσιν. εὖ γὰρ εἰδέναι χρὴ, ὅτι ἐπίδεσις ὀθονίων, γνάθου καταγείσης, μικρὰ μὲν ἂν ὠφελέοι, εἰ χρηστῶς ἐπιδέοιτο, μεγάλα δ’ ἂν βλάπτοι, εἰ κακῶς ἐπιδέοιτο. πυκνὰ δὲ παρὰ τὴν γλῶσσαν ἐσματέεσθαι χρὴ, καὶ πουλὺν χρόνον ἀντέχειν τοῖσι δακτύλοισι κατορθοῦντα τοῦ ὀστέου τὸ ἐκκλιθέν· ἄριστον δὲ, εἰ αἰεὶ δύναιτο, ἀλλ’ οὐχ οἶόν τε. [Artic. 33] ἢν δὲ ἀποκαυλισθῇ παντάπασι τὸ ὀστέον (ὀλιγάκις δὲ τοῦτο γίνεται), κατορθοῦν μὲν χρὴ τὸ ὀστέον οὕτω, καθάπερ εἴρηται. ὅταν δὲ κατορθώσῃς, τοὺς ὀδόντας χρὴ ζευγνῦναι, ὡς πρόσθεν εἴρηται· μέγα γὰρ ἂν ξυλλαμβάνοι ἐς τὴν ἀτρεμίην, προσέτι καὶ ἤν τις ὀρθῶς ζεύξῃ, ὥσπερ χρὴ, τὰς ἀρχὰς ῤάψας. ἀλλὰ γὰρ οὐ ῤηΐδιον ἐν γραφῇ χειρουργίην πᾶσαν ἀτρεκέως διηγέεσθαι, ἀλλὰ καὶ αὐτὸν ὑποτοπέεσθαι χρὴ ἐκ τῶν γεγραμμένων. ἔπειτα χρὴ δέρματος καρχηδονίου, ἢν μὲν νηπιώτερος ἔῃ ὁ τρωθεὶς, ἀρκέει τῷ λοπῷ χρέεσθαι, ἢν δὲ τελειότερος ἔῃ, αὐτῷ τῷ δέρματι· ταμόντα δὲ χρὴ εὖρος ὡς τριδάκτυλον, ἢ ὅκως ἂν ἁρμόζῃ, ὑπαλείψαντα κόμμι τὴν γνάθον (εὐμενέστερον γὰρ), κόλλῃ προσκολλῆσαι τὸ δέρμα ἄκρον πρὸς τὸ ἀποκεκαυλισμένον τῆς γνάθου, ἀπολείποντα ὡς δάκτυλον ἀπὸ τοῦ τρώματος ἢ ὀλίγῳ πλέον· τοῦτο μὲν ἐς τὸ κάτω μέρος· ἐχέτω δὲ ἐντομὴν κατὰ τὴν ἴξιν τοῦ γενείου ὁ ἱμὰς, ὡς ἀμφιβεβήκῃ ἀμφὶ τὸ ὀξὺ τοῦ γενείου. ἕτερον δὲ ἱμάντα τοιοῦτον, ἢ ὀλίγῳ πλατύτερον προσκολλῆσαι χρὴ πρὸς τὸ ἄνω μέρος τῆς γνάθου, ἀπολείποντα καὶ τοῦτον ἀπὸ τοῦ τρώματος, ὅσονπερ ὁ ἕτερος ἀπέλιπεν· ἐσχίσθω δὲ καὶ οὗτος ὁ ἱμὰς τὴν ἀμφὶ τὸ οὖς περίβασιν. Ἀποξέες δὲ ἔστωσαν οἱ ἱμάντες ἀμφὶ τὴν ξυναφήν· ἐν δὲ τῇ κολλήσει ἡ σὰρξ τοῦ σκύτεος πρὸς τοῦ χρωτὸς ἔστω, ἐχεκολλότερον γὰρ οὕτως. ἔπειτα κακατείναντα χρὴ καὶ τοῦτον τὸν ἱμάντα μᾶλλον δέ τι τὸν περὶ τὸ γένειον, ὡς ὅτι μάλιστα μὴ ἀπομυλλήνῃ ἡ γνάθος, ξυνάψαι τοὺς ἱμάντας κατὰ τὴν κορυφὴν, κἄπειτα περὶ τὸ μέτωπον ὀθονίῳ καταδῆσαι, καὶ κατάβλημα χρὴ εἶναι, ὥσπερ νομίζεται, ὡς ἀτρεμέῃ τὰ δεσμά. τὴν δὲ κατάκλισιν ποιεέσθω ἐπὶ τὴν ὑγιέα γνάθον, μὴ τῇ γνάθῳ ἐρηρεισμένος, ἀλλὰ τῇ κεφαλῇ. ἰσχναίνειν δὲ χρὴ τὸ σῶμα ἄχρι ἡμερέων δέκα, ἔπειτα ἀνατρέφειν μὴ βραδέως· ἢν γὰρ ἐν τῇσι πρώτῃσιν ἡμέρῃσι μὴ φλεγμήνῃ, ἐν εἴκοσιν ἡμέρῃσιν ἡ γνάθος κρατύνεται· ταχέως γὰρ ἐπιπωροῦται, ὥσπερ καὶ τὰ ἄλλα τὰ ἀραιὰ ὀστέα, ἢν μὴ ἐπισφακελίσῃ. ἀλλὰ γὰρ περὶ σφακελισμῶν τῶν ξυμπάντων ὀστέων ἄλλος μακρὸς λόγος λείπεται. αὕτη ἡ διάτασις ἡ ἀπὸ τῶν κολλημάτων εὐμενὴς, καὶ εὐταμίευτος, καὶ ἐς πολλὰ καὶ πολλαχοῦ διορθώματα εὔχρηστος. τῶν δὲ ἰητρῶν οἱ μὴ ξὺν νόῳ εὔχειρες, καὶ ἐν ἄλλοισι τρώμασι τοιοῦτοί εἰσι καὶ ἐν γνάθων κατήξεσιν· ἐπιδέουσι γὰρ γνάθον κατεαγεῖσαν ποικίλως καὶ καλῶς καὶ κακῶς. πᾶσα γὰρ ἐπίδεσις γνάθου οὕτω καταγείσης ἐκκλίνει τὰ ὀστέα τὰ ἐς τὸ κάτηγμα ῤέποντα μᾶλλον, ἢ ἐς τὴν φύσιν ἄγει. [Artic. 34] ἢν δὲ ἡ κάτω γνάθος κατὰ τὴν ξύμφυσιν τὴν κατὰ τὸ γένειον διασπασθῇ (μούνη δὲ αὕτη ξύμφυσις ἐν τῇ κάτω γνάθῳ ἐστὶν, ἐν δὲ τῇ ἄνω πολλαί· ἀλλ’ οὐ βούλομαι ἀποπλανᾷν τὸν λόγον, ἐν ἄλλοισι γὰρ εἴδεσι νουσημάτων περὶ τούτων λεκτέον), ἢν οὖν διαστῇ ἡ κατὰ τὸ γένειον ξύμφυσις, κατορθῶσαι μὲν παντὸς ἀνδρός ἐστιν· τὸ μὲν γὰρ ἐξεστεὸς ἐσωθέειν χρὴ ἐς τὸ ἔσω μέρος, προσβάλλοντα τοὺς δακτύλους· τὸ δὲ εἴσω ῤέπον ἀνάγειν ἐς τὸ ἔξω μέρος, ἐνερείσαντα τοὺς δακτύλους. ἐς διάστασιν μέντοι διατεινάμενον, ταῦτα χρὴ ποιέειν· ῥᾷον γὰρ οὕτως ἐς τὴν φύσιν ἥξει, ἢ εἰ ἐγχρίπτων τις ἐς ἄλληλα τὰ ὀστέα, καταναγκάζειν πειρᾶται· τοῦτο παρὰ πάντα τὰ τοιαῦτα ὑπομνήματα χάριεν εἰδέναι. ὁκόταν δὲ κατορθώσῃς, ζεῦξαι μὲν χρὴ τοὺς ὀδόντας τοὺς ἔνθεν καὶ ἔνθεν πρὸς ἀλλήλους, ὥσπερ καὶ πρόσθεν εἴρηται. ἰῆσθαι δὲ χρὴ κηρωτῇ καὶ σπλήνεσιν ὀλίγοισι καὶ ὀθονίοισιν. ἐπίδεσιν δὲ βραχείην ποικίλην μάλιστα τοῦτο τὸ χωρίον ἐπιδέχεται, ἐγγὺς γάρ τι τοῦ ἰσοῤῥόπου ἐστὶν, ὡς δὴ μὴ ἰσόῤῥοπον ἐόν· τοῦ δὲ ὀθονίου τὴν περιβολὴν ποιέεσθαι χρὴ, ἢν μὲν ἡ δεξιὴ γνάθος ἐξεστήκῃ, ἐπὶ δεξιὰ (ἐπὶ δεξιὰ γὰρ νομίζεται εἶναι, ἢν ἡ δεξιὴ χεὶρ προηγῆται τῆς ἐπιδέσιος)· ἢν δὲ ἡ ἑτέρη γνάθος ἐξεστήκῃ, ὡς ἑτέρως χρὴ τὴν ἐπίδεσιν ἄγειν. κἢν μὲν ὀρθῶς τις κατορθώσηται καὶ ἐπατρεμήσῃ ὡς χρὴ, ταχείη μὲν ἡ ἄλθεξις, οἱ δὲ ὀδόντες ἀσινέες γίνονται· ἢν δὲ μὴ, χρονιωτέρη μὲν ἡ ἄλθεξις, διαστροφὴν δὲ ἴσχουσιν οἱ ὀδόντες, καὶ σιναροὶ καὶ ἀχρήϊοι γίνονται. [Artic. 35] ἢν δὲ ἡ ῤὶς καταγῇ, τρόπος μὲν οὐχ εἷς ἐστι κατήξιος ἀτὰρ πολλὰ μὲν δὴ καὶ ἄλλα λωβέονται οἱ χαίροντες τῇσι καλῇσιν ἐπιδέσεσιν ἄνευ νόου, ἐν δὲ τοῖσι περὶ τὴν ῤῖνα μάλιστα· ἐπιδεσίων γάρ ἐστιν αὕτη ποικιλωτάτη, καὶ πλείστους μὲν σκεπάρνους ἔχουσα, διαῤῥωγὰς δὲ καὶ διαλείψιας ποικιλωτάτας τοῦ χρωτὸς ῤομβοειδέας. ὡς οὖν εἴρηται, οἱ τὴν ἀνόητον εὐχειρίην ἐπιτηδεύοντες ἄσμενοι ῤινὸς κατεαγυίης ἐπιτυγχάνουσιν, ὡς ἐπιδήσωσιν. μίαν μὲν οὖν ἡμέρην, ἢ δύο, ἀγάλλεται μὲν ὁ ἰητρὸς, χαίρει δὲ ὁ ἐπιδεδεμένος· ἔπειτα ταχέως μὲν ὁ ἐπιδεδεμένος κορίσκεται, ἀσηρὸν γὰρ τὸ φόρημα· ἀρκέει δὲ τῷ ἰητρῷ, ἐπειδὴ ἐπέδειξεν, ὅτι ἐπίσταται ποικίλως ῤῖνα ἐπιδέειν. ποιέει δὲ ἡ ἐπίδεσις ἡ τοιαύτη πάντα τἀναντία τοῦ δέοντος· τοῦτο μὲν γὰρ, ὁκόσοι σιμοῦνται διὰ τὴν κάτηξιν, δηλονότι, εἰ ἄνωθέν τις μᾶλλον πιέζοι, σιμώτεροι ἂν ἔτι εἶεν· τοῦτο δὲ, ὅσοισι παραστρέφεται ἢ ἔνθα ἢ ἔνθα ἡ ῤὶς, ἢ κατὰ τὸν χόνδρον, ἢ ἀνωτέρω, δηλονότι οὐδὲν αὐτοὺς ἡ ἄνωθεν ἐπίδεσις ὠφελήσει, ἀλλὰ καὶ βλάψει μᾶλλον· οὐχ οὕτω γὰρ εὖ ξυναρμόσει σπλήνεσι τὸ ἐπὶ θάτερον τῆς ῤινὸς, καίτοι οὐδὲ τοῦτο ποιέουσιν οἱ ἐπιδέοντες. [Artic. 36] ἄγχιστα δὲ ἡ ἐπίδεσίς μοι δοκέῃ ἄν τι ποιέειν, εἰ κατὰ μέσην τὴν ῤῖνα, κατὰ τὸ ὀξὺ, ἀμφιφλασθείη ἡ σὰρξ κατὰ τὸ ὀστέον, ἢ εἰ κατὰ τὸ ὀστέον μικρόν τι σίνος εἴη, καὶ μὴ μέγα· τοῖσι γὰρ τοιούτοισιν ἐπιπώρωμα ἴσχει ἡ ῤὶς, καὶ ὀκριοειδεστέρη τινὶ γίνεται· ἀλλ’ ὅμως οὐδὲ τούτοισι δή που πολλοῦ ὄχλου δέεται ἡ ἐπίδεσις, εἰ δή τι καὶ δεῖ ἐπιδέειν· ἀρκέει δὲ ἐπὶ μὲν τὸ φλάσμα σπληνίον ἐπιτείναντα κεκηρωμένον, ἔπειτα ὡς ἀπὸ δύο ἀρχέων ἐπιδέεται, οὕτως ὀθονίῳ ἐς ἅπαξ περιβάλλειν. ἀρίστη μέντοι ἰητρείη, τῷ ἀλήτῳ, τῷ σιτανίῳ, τῷ πλυτῷ, γλίσχρῳ, πεφυρημένῳ, ὀλίγῳ, καταπλάσσειν τὰ τοιαῦτα· χρὴ δὲ, ἢν μὲν ἐξ ἀγαθῶν ἔῃ τῶν πυρῶν τὸ ἄλητον καὶ εὐόλκιμον, τούτῳ χρέεσθαι ἐς πάντα τὰ τοιαῦτα· ἢν δὲ μὴ πάνυ ὅλκιμον ἔῃ, ὀλίγην μάννην ὕδατι ὡς λειοτάτην διέντα, τούτῳ φυρᾷν τὸ ἄλητον, ἢ κόμμι πάνυ ὀλίγον ὡσαύτως μίσγειν. [Artic. 37] Ὁκόσοισι μὲν οὖν ῤὶς ἐς τὸ κάτω καὶ ἐς τὸ σιμὸν ῤέπουσα κατεαγῇ, ἢν μὲν ἐκ τοῦ ἔμπροσθεν μέρεος κατὰ τὸν χόνδρον ἵζηται, οἷόν τέ ἐστι καὶ ἐντιθέναι τι διόρθωμα ἐς τοὺς μυκτῆρας· ἢν δὲ μὴ, ἀνορθοῦν μὲν χρὴ πάντα τὰ τοιαῦτα, τοὺς δακτύλους ἐς τοὺς μυκτῆρας ἐντιθέντα, ἢν ἐνδέχηται· ἢν δὲ μὴ, παχὺ ὑπάλειπτρον μὴ ἐς τὸ ἔμπροσθεν τῆς ῤινὸς ἀνάγοντα τοῖσι δακτύλοισιν, ἀλλ’ ᾗ ἵδρυται· ἔξωθεν δὲ τῆς ῤινὸς ἔνθεν καὶ ἔνθεν ἀμφιλαμβάνοντα τοῖσι δακτύλοισι, ξυναναγκάζειν τε ἅμα καὶ ἀναφέρειν ἐς τὸ ἄνω. καὶ ἢν μὲν πάνυ ἐν τῷ ἔμπροσθεν τὸ κάτηγμα ἔῃ, οἷόν τέ τι καὶ ἔσω τῶν μυκτήρων ἐντιθέναι, ὥσπερ ἤδη εἴρηται, ἢ ἄχνην τὴν ἀφ’ ἡμιτυβίου, ἢ ἄλλο τι τοιοῦτον ἐν ὀθονίῳ εἱλίσσοντα, μᾶλλον δὲ ἐν καρχηδονίῳ δέρματι ἐῤῥάψαντα, σχηματίσαντα τὸ ἁρμόσσον σχῆμα τῷ χωρίῳ, ἵνα ἐγκείσεται. ἢν μέντοι πρωσωτέρω ἔῃ τὸ κάτηγμα, οὐδὲν οἷόν τε ἔσω ἐντιθέναι· καὶ γὰρ εἰ ἐν τῷ ἔμπροσθεν ἀσηρὸν τὸ φόρημα, πῶς γε δὴ οὐκ ἐν τῷ ἐσωτέρω; τὸ μὲν οὖν πρῶτον, καὶ ἔσωθεν ἀναπλάσσεσθαι καὶ ἔξωθεν ἀφειδήσαντα, χρὴ ἀναγαγεῖν ἐς τὴν ἀρχαίην φύσιν, καὶ διορθώσασθαι. κάρτα γὰρ οἵη τε ῤὶς καταγεῖσα ἀναπλάσσεσθαι, μάλιστα μὲν αὐθήμερος, ἢν δὲ μὴ, ὀλίγῳ ὕστερον· ἀλλὰ καταβλακεύουσιν οἱ ἰητροὶ, καὶ ἁπαλωτέρως τὸ πρῶτον ἅπτονται, ἢ ὡς χρὴ· παραβάλλοντα γὰρ τοὺς δακτύλους χρὴ ἔνθεν καὶ ἔνθεν κατὰ τὴν φύσιν τῆς ῤινὸς ὡς κατωτάτω, κάτωθεν ξυναναγκάζειν, καὶ οὕτω μάλιστα ἀνορθοῦται σὺν τῇ ἔσωθεν διορθώσει. ἔπειτα δὲ ἐς ταῦτα ἰητρὸς οὐδεὶς ἄλλος ἐστὶ τοιοῦτος, εἰ ἐθέλοι καὶ μελετᾷν καὶ τολμᾷν, ὡς οἱ δάκτυλοι αὐτοῦ οἱ λιχανοί· οὗτοι γὰρ κατὰ φύσιν μάλιστά εἰσιν. παραβάλλοντα γὰρ χρὴ τῶν δακτύλων ἑκάτερον, παρὰ πᾶσαν τὴν ῤῖνα ἐρείδοντα, ἡσύχως οὗτως ἔχειν, μάλιστα μὲν, εἰοἷόν τε εἴη, αἰεὶ, ἐστ’ ἂν κρατυνθῇ, εἰ δὲ μὴ, ὡς πλεῖστον χρόνον, αὐτὸν, ὡς εἴρηται· εἰ δὲ μὴ, ἢ παῖδα ἢ γυναῖκά τινα· μαλθακὰς γὰρ τὰς χεῖρας δεῖ εἶναι. οὕτω γὰρ ἂν κάλλιστα ἰητρευθείη, ὁτέῳ ἡ ῤὶς μὴ ἐς τὸ σκολιὸν, ἀλλ’ ἐς τὸ κάτω ἱδρυμένη, ἰσόῤῥοπος εἴη. ἐγὼ μὲν οὖν οὐδεμίην που ῤῖνα εἶδον, ἥτις οὕτω κατεαγεῖσα οὐχ οἵη τε διορθωθῆναι, αὐτίκα πρὶν πωρωθῆναι ξυναναγκαζομένη, ἐγένετο, εἴ τις ὀρθῶς ἐθέλοι ἰητρέυειν. ἀλλὰ γὰρ οἱ ἄνθρωποι αἰσχροὶ μὲν εἶναι πολλοῦ ἀποτιμῶνται, μελετᾷν δὲ ἅμα μὲν οὐκ ἐπίστανται, ἅμα δὲ οὐ τολμέουσιν, ἢν μὴ ὀδυνέωνται, ἢ θάνατον δεδοίκωσιν· καίτοι ὀλιγοχρόνιος ἡ πώρωσις τῆς ῤινός· ἐν γὰρ δέκα ἡμέρῃσι κρατύνεται, ἢν μὴ ἐπισφακελίσῃ. [Artic. 38] Ὁκόσοισι δὲ τὸ ὀστέον ἐς τὸ πλάγιον κατάγνυται, ἡ μὲν ἴησις ἡ αὐτή· τὴν δὲ διόρθωσιν δηλονότι χρὴ ποιέεσθαι, οὐκ ἰσόῤῥοπον ἀμφοτέρωθεν, ἀλλὰ τό τε ἐκκεκλιμένον ὠθέειν ἐς τὴν φύσιν, ἔκτοσθεν ἀναγκάζοντα, καὶ ἐσματτευόμενον ἐς τοὺς μυκτῆρας, καὶ τὰ εἴσω ῤέψαντα διορθοῦν ἀόκνως, ἔστ’ ἂν κατορθώσῃς, εὖ εἰδότα, ὅτι, ἢν μὴ αὐτίκα κατορθώσῃς, οὐχ οἷόν τε μὴ οὐχὶ διεστράφθαι τὴν ῤῖνα. ὅταν δὲ ἀγάγῃς ἐς τὴν φύσιν, προσβάλλοντα χρὴ ἐς τὸ χωρίον, ἢ τοὺς δακτύλους, ἢ τὸν ἕνα δάκτυλον, ᾗ ἐξέσχεν, ἀνακωχέειν, ἢ αὐτὸν, ἢ ἄλλον τινὰ, ἔστ’ ἂν κρατυνθῇ τὸ τρῶμα· ἀτὰρ καὶ ἐς τὸν μυκτῆρα τὸν σμικρὸν δάκτυλον ἀπωθέοντα, ἄλλοτε καὶ ἄλλοτε διορθοῦν χρὴ τὰ ἐγκλιθέντα. ὅ τι δ’ ἂν φλεγμονῆς ὑπογίνηται τουτέοισι, χρὴ τῷ σταιτὶ χρέεσθαι· τοῖσι μέντοι δακτύλοισι προσέχειν χρὴ ὁμοίως, καὶ τοῦ σταιτὸς ἐπικειμένου. ἢν δέ που κατὰ τὸν χόνδρον ἐς τὰ πλάγια καταγῇ, ἀνάγκη τὴν ῤῖνα ἄκρην παρεστράφθαι. χρὴ οὖν τοῖσι τοιούτοισιν ἐς τὸν μυκτῆρα ἄκρον διόρθωμά τι τῶν εἰρημένων, ἢ ὅ τι τούτοισιν ἔοικεν, ἐντιθέναι· πολλὰ δ’ ἄν τις εὕροι τὰ ἐπιτήδεια, ὅσα μήτε ὀδμὴν ἴσχει, ἄλλως τε καὶ προσηνέα ἐστίν· ἐγὼ δέ ποτε πλεύμονος προβάτου ἀπότμημα ἐνέθηκα, τοῦτο γάρ πως παρέτυχεν· οἱ γὰρ σπόγγοι ἐντιθεμένοι ὑγράσματα δέχονται. ἔπειτα χρὴ καρχηδονίου δέρματος λοπὸν, πλάτος ὡς τοῦ μεγάλου δακτύλου τετμημένον, ἢ ὅκως ἂν ξυμφέρῃ, προσκολλῆσαι ἐς τὸ ἔκτοσθεν πρὸς τὸν μυκτῆρα τὸν ἐκκεκλιμένον· κἄπειτα κατατεῖναι τὸν ἱμάντα, ὅκως ἂν ξυμφέρῃ· μᾶλλον δὲ ὀλίγῳ τείνειν χρὴ, [ἢ] ὥστε ὀρθὴν καὶ ἀπαρτῆ τὴν ῤῖνα εἶναι. ἔπειτα (μακρὸς γὰρ ἔστω ὁ ἱμὰς), κάτωθεν τοῦ ὠτὸς ἀγαγόντα αὐτὸν, ἀναγαγεῖν περὶ τὴν κεφαλήν· καὶ ἔξεστι μὲν κατὰ τὸ μέτωπον προσκολλῆσαι τὴν τελευτὴν τοῦ ἱμάντος, ἔξεστι δὲ καὶ μακρότερον ἐπιπεριελίσσοντα περὶ τὴν κεφαλὴν καταδέειν. τοῦτο ἅμα μὲν δικαίην τὴν διόρθωσιν ἔχει, ἅμα δὲ εὐταμίευτον, καὶ μᾶλλον, ἢν ἐθέλῃ, καὶ ἧσσον τὴν ἀντιῤῥοπίην ποιῆσαι τῆς ῤινός. ἀτὰρ καὶ ὁκόσοισιν ἐς τὸ πλάγιον ἡ ῤὶς κατάγνυται, τὰ μὲν ἄλλα ἰητρεύειν χρὴ, ὡς προείρηται· προσδέεται δὲ τοῖσι πλείστοισι καὶ τοῦ ἱμάντος πρὸς ἄκρην τὴν ῤῖνα προσκολληθῆναι τῆς ἀντιῤῥοπίης εἵνεκα. [Artic. 39] Ὅσοισι δὲ σὺν τῇ κ⟨α⟩τήξει καὶ ἕλκεα προσγίνεται, οὐδὲν δεῖ ταράσσεσθαι διὰ τοῦτο· ἀλλ’ ἐπὶ μὲν τὰ ἕλκεα ἐπιτιθέναι ἢ πισσηρὴν, ἢ τῶν ἐναίμων τι· εὐαλθέα γὰρ τῶν τοιούτων τὰ πλεῖστά ἐστιν ὁμοίως, κἢν ὀστέα μέλλῃ ἀπιέναι. τὴν δὲ διόρθωσιν τὴν πρώτην ἀόκνως χρὴ ποιέεσθαι, μηδὲν ἐπιλείποντα, καὶ τὰς διορθώσιας τοῖσι δακτύλοισιν ἐν τῷ ἔπειτα χρόνῳ, χαλαρωτέροισι μὲν χρεόμενον, χρεόμενον δέ· εὐπλαστότατον γάρ τι παντὸς τοῦ σώματος ἡ ῤίς ἐστιν. τῶν δὲ ἱμάντων τῇ κολλήσει καὶ τῇ ἀντιῤῥοπίῃ παντάπασιν οὐδὲν κωλύει χρέεσθαι, οὔτ’ ἢν ἕλκος ᾖ, οὔτ’ ἢν ἐπιφλεγμήνῃ ἀλυπόταται γάρ εἰσιν. [Artic. 40] ἢν δὲ οὖς κατεαγῇ, ἐπιδέσιες μὲν πᾶσαι πολέμιαι· οὐ γὰρ οὕτω τις καλαρὸν περιβάλλοι· ἢν δὲ μᾶλλον πιέζῃ, πλέον κακὸν ἐργάζεται· ἐπεὶ καὶ ὑγιὲς οὖς, ἐπιδέσει πιεχθὲν, ὀδυνηρὸν καὶ σφυγματῶδες καὶ πυρετῶδες γίνεται. ἀτὰρ καὶ τὰ ἐπιπλάσματα, κάκιστα μὲν τὰ βαρύτατα τὸ ἐπίπαν· ἀτὰρ καὶ τὰ πλεῖστα φλαῦρα καὶ ἀποστατικὰ, καὶ μύξαν τε ὑποποιέει πλείω, κἄπειτα ἐκπυήσιας ἀσηράς· τούτων δὲ ἥκιστα οὖς κατ⟨εα⟩γὲν προσδέεται· ἄγχιστα μὴν, εἴπερ χρὴ, τὸ γλίσχρον ἄλητον· χρὴ δὲ μηδὲ τοῦτο βάρος ἔχειν. ψαύειν δὲ ὡς ἥκιστα ξυμφέρει· ἀγαθὸν γὰρ φάρμακόν ἐστιν ἐνίοτε καὶ τὸ μηδὲν προσφέρειν καὶ πρὸς οὖς καὶ πρὸς ἄλλα πολλά. χρὴ δὲ καὶ τὴν ἐπικοίμησιν φυλάσσεσθαι· τὸ δὲ σῶμα ἰσχναίνειν, καὶ μᾶλλον, ᾧ ἂν κίνδυνος ἔῃ ἔμπυον τὸ οὖς γενέσθαι· ἄμεινον δὲ καὶ μαλθάξαι τὴν κοιλίην· ἢν δὲ καὶ εὐήμετος ἔῃ, ἐμέειν ἀπὸ συρμαϊσμοῦ. ἢν δὲ ἐς ἐμπύησιν ἔλθῃ, ταχέως μὲν οὐ χρὴ στομοῦν· πολλὰ γὰρ καὶ τῶν δοκεόντων ἐκπυέεσθαι ἀναπίνεταί ποτε, κἢν μηδέν τις καταπλάσῃ. ἢν δὲ ἀναγκασθῇ στομῶσαι, τάχιστα μὲν ὑγιὲς γίνεται, ἤν τις πέρην διακαύσῃ· εἰδέναι μέντοι χρὴ σαφῶς, ὅτι κυλλὸν ἔσται τὸ οὖς καὶ μεῖον τοῦ ἑτέρου, ἢν πέρην διακαυθῇ. ἢν δὲ μὴ πέρην καίηται, τάμνειν χρὴ τὸ μετέωρον, μὴ πάνυ σμικρὴν τομήν· διὰ παχυτέρου μὴν καὶ τὸ πῦον εὑρίσκεται, ἢ ὡς ἄν τις δοκέοι· ὡς δ’ ἐν κεφαλαίῳ εἰπεῖν, καὶ πάντα τἄλλα τὰ μυξώδεα καὶ μυξοποιὰ, ἅτε γλίσχρα ἐόντα, ὑποθιγγανόμενα διολισθάνει ταχέως ὑπὸ τοὺς δακτύλους καὶ ἔνθα καὶ ἔνθα· διὰ τοῦτο διὰ παχυτέρου εὑρίσκουσι τὰ τοιαῦτα οἱ ἰητροὶ, ἢ ὡς οἴονται· ἐπεὶ καὶ τῶν γαγγλιωδέων ἔνια, ὅσα ἂν πλαδαρὰ ἔῃ, καὶ μυξώδεα σάρκα ἔχῃ, πολλοὶ στομοῦσιν, οἰόμενοι ῤεῦμα ἀνευρήσειν ἐς τὰ τοιαῦτα· ἡ μὲν οὖν γνώμη τοῦ ἰητροῦ ἐξαπατᾶται· τῷ δὲ πρήγματι τῷ τοιούτῳ οὐδεμία βλάβη στομωθέντι. ὅσα δὲ ὑδατώδεα χωρία ἐστὶν, ἢ μύξης πεπληρωμένα, καὶ ἐν οἵοισι χωρίοισιν ἕκαστα θάνατον φέρει στομούμενα, ἢ καὶ ἀλλοίας βλάβας, περὶ τούτων ἐν ἄλλῳ λόγῳ γεγράψεται. ὅταν οὖν τάμῃ τις τὸ οὖς, πάντων μὲν καταπλασμάτων, πάσης τε μοτώσιος ἀπέχεσθαι χρή· ἰητρεύειν δὲ ἢ ἐναίμῳ, ἢ ἄλλῳ τῳ, ὅ τι μήτε βάρος, μήτε πόνον παρασχήσει· ἢν γὰρ ὁ χόνδρος ἄρξηται ψιλοῦσθαι, καὶ ὑποστάσιας ἴσχῃ, ὀχλῶδες· γιγνεται δὲ τοῦτο δι’ ἐκείνας τὰς ἰήσιας. πάντων δὲ τῶν παλιγκοτησάντων ἡ πέρην διάκαυσις αὐταρκέστατον. [Artic. 41] σπόνδυλοι δὲ οἱ κατὰ ῤάχιν, ὅσοισι μὲν ὑπὸ νοσημάτων ἕλκονται ἐς τὸ κυφὸν, τὰ μὲν πλεῖστα ἀδύνατα λύεσθαι, ποτὶ καὶ ὅσα ἀνωτέρω τῶν φρενῶν τῆς προσφύσιος κυφοῦται. τῶν δὲ κατωτέρω μετεξέτερα λύουσι κιρσοὶ γενόμενοι ἐν τοῖσι σκέλεσι, μᾶλλον δέ τι ἐγγινόμενοι κιρσοὶ ἐν τῇ κατ’ ἰγνύην φλεβί· οἷσι δ’ ἂν τὰ κυφώματα λύηται, ἐγγίνονται δὲ καὶ ἐν τῇ κατὰ βουβῶνα· ἤδη δέ τισιν ἔλυσε καὶ δυσεντερίη πολυχρόνιος γενομένη. καὶ οἷσι μὲν κυφοῦται ῤάχις παισὶν ἐοῦσι, πρὶν ἢ τὸ σῶμα τελειωθῆναι ἐς αὔξησιν, τουτέοισι μὲν οὐδὲ ξυναύξεσθαι ἐθέλει κατὰ τὴν ῤάχιν τὸ σῶμα, ἀλλὰ σκέλεα μὲν καὶ χεῖρες τελειοῦνται· ταῦτα δὲ ἐνδεέστερα γίνεται. καὶ ὅσοισιν ἂν ᾖ ἀνωτέρω τῶν φρενῶν τὸ κῦφος, τούτοισι μὲν αἵ τε πλευραὶ οὐκ ἐθέλουσιν ἐς τὸ εὐρὺ αὔξεσθαι, ἀλλ’ ἐς τοὔμπροσθεν, τό τε στῆθος ὀξὺ γίνεται, ἀλλ’ οὐ πλατὺ, αὐτοί τε δύσπνοοι γίνονται, καὶ κερχώδεες· ἧσσον γὰρ εὐρυχωρίην ἔχουσιν αἱ κοιλίαι αἱ τὸ πνεῦμα δεχόμεναι καὶ προπέμπουσαι. καὶ μέντοι καὶ ἀναγκάζονται κατὰ τὸν μέγαν σπόνδυλον λορδὸν τὸν αὐχένα ἔχειν, ὡς μὴ προπετὴς ἔῃ αὐτέοισιν ἡ κεφαλή· στενοχωρίην μὲν οὖν πολλην τῇ φάρυγγι παρέχει καὶ τοῦτο, ἐς τὸ ἔσω ῤέπον· καὶ γὰρ τοῖσιν ὀρθοῖσι φύσει δύσπνοιαν παρέχει τοῦτο τὸ ὀστέον, ἢν ἔσω ῤέψῃ, ἔστ’ ἂν ἀναπιεχθῇ. δι’ οὖν τὸ τοιοῦτον σχῆμα ἐξεχέβρογχοι οἱ τοιοῦτοι τῶν ἀνθρώπων μᾶλλον φαίνονται, ἢ οἱ ὑγιέες· φυματίαι τε ὡς ἐπὶ τὸ πολὺ κατὰ τὸν πλεύμονά εἰσιν οἱ τοιοῦτοι σκληρῶν φυμάτων καὶ ἀπέπτων· καὶ γὰρ ἡ πρόφασις τοῦ κυφώματος καὶ ἡ ξύντασις τοῖσι πλείστοισι διὰ τοιαύτας ξυστροφὰς γίνεται, ᾗσιν ἂν κοινωνήσωσιν οἱ τόνοι οἱ ξύνεγγυς. Ὅσοισι δὲ κατωτέρω τῶν φρενῶν τὸ κύφωμά ἐστι, τούτοισι νοσήματα μὲν ἐνίοισι προσγίνεται νεφριτικὰ, καὶ κατὰ κύστιν· ἀτὰρ καὶ ἀποστάσιες ἐμπυήματι καὶ κατὰ κενεῶνας, καὶ κατὰ βουβῶνας, χρόνιαι καὶ δυσαλθέες, καὶ τουτέων οὐδετέρη λύει τὰ κυφώματα· ἰσχία δὲ τοῖσι τοιουτέοισιν ἔτι ἀσαρκότερα γίνεται, ἢ τοῖσιν ἄνωθεν κυφοῖσιν· ἡ μέντοι ξύμπασα ῤάχις μακροτέρη τουτέοισιν, ἢ τοῖσιν ἄνωθεν κυφοῖσιν· ἥβη δὲ καὶ γένειον βραδύτερα καὶ ἀτελέστερα, καὶ ἀγονώτεροι οὗτοι τῶν ἄνωθεν κυφῶν. οἷσι δ’ ἂν ηὐξημένοισιν ἤδη τὸ σῶμα ἡ κύφωσις γένηται, τούτοισιν ἀπαντικρὺ μὲν τῆς νούσου τῆς τότε παρεούσης κρίσιν ποιέει ἡ κύφωσις· ἀνὰ χρόνον μέντοι ἐπισημαίνει τι τῶν αὐτέων, ὥσπερ καὶ τοῖσι νεωτέροισιν, ἢ πλέον, ἢ ἔλασσον· ἧσσον δὲ κακοήθως ὡς τὸ ἐπίπαν μὴν τοιαῦτα πάντα ἐστίν. πολλοὶ μέντοι ἤδη καὶ εὐφόρως ἤνεγκαν καὶ ὑγιεινῶς τὴν κύφωσιν ἄχρι γήρως, μάλιστα δὲ οὗτοι, οἷσιν ἂν ἐς τὸ εὔσαρκον καὶ πιμελῶδες προτράπηται τὸ σῶμα· ὀλίγοι μὴν ἤδη καὶ τῶν τοιούτων ὑπὲρ ἑξήκοντα ἔτη ἐβίωσαν· οἱ δὲ πλεῖστοι βραχυβιώτεροί εἰσιν. ἔστι δ’ οἷσι καὶ ἐς τὸ πλάγιον σκολιοῦνται σπόνδυλοι ἢ τῇ, ἢ τῇ· πάντα μὴν ἢ τὰ πλεῖστα τὰ τοιαῦτα γίνεται διὰ ξυστροφὰς τὰς ἔσωθεν τῆς ῤάχιος· προσξυμβάλλεται δὲ ἐνίοισι ξὺν τῇ νούσῳ καὶ τὰ σχήματα, ἐφ’ ὁκοῖα ἂν. ἐθισθέωσι κεκλίσθαι. ἀλλὰ περὶ μὲν τούτων ἐν τοῖσι χρονίοισι κατὰ πλεύμονα νοσήμασιν εἰρήσεται· ἐκεῖ γάρ εἰσιν αὐτῶν χαριέσταται προγνώσιες περὶ τῶν μελλόντων ἔσεσθαι. [Artic. 42] Ὅσοισι δὲ ἐκ καταπτώσιος ῤάχις κυφοῦται, ὀλίγα δὴ τούτων ἐκρατήθη, ὥστε ἐξιθυνθῆναι. τοῦτο μὲν γὰρ, αἱ ἐν τῇ κλίμακι κατασείσιες οὐδένα πω ἐξίθυναν, ὧν γε ἐγὼ οἶδα· χρέονται δὲ οἱ ἰητροὶ μάλιστα αὐτῇ οὗτοι οἱ ἐπιθυμέοντες ἐκχαυνοῦν τὸν πολὺν ὄχλον· τοῖσι γὰρ τοιούτοισι ταῦτα θαυμάσιά ἐστιν, ἢν ἢ κρεμάμενον ἴδωσιν, ἢ ῤιπτεόμενον, ἢ ὅσα τοῖσι τοιούτοισιν ἔοικε, καὶ ταῦτα κληΐζουσιν αἰεὶ, καὶ οὐκέτι αὐτοῖσι μέλει, ὁκοῖόν τι ἀπέβη ἀπὸ τοῦ χειρίσματος, εἴτε κακὸν, εἴτε ἀγαθόν. οἱ μέντοι ἰητροὶ οἱ τὰ τοιαῦτα ἐπιτηδεύοντες, σκαιοί εἰσιν, οὓς ἔγωγε ἔγνων· τὸ μὲν γὰρ ἐπινόημα ἀρχαῖον, καὶ ἐπαινέω ἔγωγε σφόδρα τὸν πρῶτον ἐπινοήσαντα καὶ τοῦτο καὶ ἄλλο πᾶν, ὅ τι μηχάνημα κατὰ φύσιν ἐπενοήθη· οὐδὲν γάρ μοι ἄελπτον, εἴ τις καλῶς σκευάσας καλῶς κατασείσειε, κἂν ἐξιθυνθῆναι ἔνια. αὐτὸς μέντοι κατῃσχύνθην πάντα τὰ τοιουτότροπα ἰητρεύειν οὕτω, διὰ τοῦτο ὅτι πρὸς ἀπατεώνων μᾶλλον οἱ τοιοῦτοι τρόποι. [Artic. 43] Ὅσοισι μὲν οὖν ἐγγὺς τοῦ αὐχένος ἡ κύφωσις γίνεται, ἧσσον εἰκὸς ὠφελέειν τὰς κατασείσιας ταύτας τὰς ἐπὶ κεφαλὴν· σμικρὸν γὰρ τὸ βάρος ἡ κεφαλὴ καὶ τὰ ἀκρώμια καταῤῥέποντα· ἀλλὰ τούς γε τοιούτους εἰκὸς ἐπὶ τοὺς πόδας κατασεισθέντας μᾶλλον ἐξιθυνθῆναι· μέζων γὰρ οὕτως ἡ καταῤῥοπίη ἡ ἐπὶ ταῦτα. Ὅσοισι δὲ κατωτέρω τὸ ὕβωμα, τουτέοισιν εἰκὸς μᾶλλον ἐπὶ κεφαλὴν κατασείεσθαι. εἰ οὖν τις ἐθέλοι κατασείειν, ὀρθῶς ἂν ὧδε σκευάζοι· τὴν μὲν κλίμακα χρὴ σκυτίνοισιν ὑποκεφαλαίοισι πλαγίοισιν, ἢ ἐρινέοισι, καταστρῶσαι εὖ προς δεδεμένοισιν, ὀλίγῳ πλέον καὶ ἐπὶ μῆκος καὶ ἔνθεν καὶ ἔνθεν, ἢ ὅσον ἂν τὸ σῶμα τοῦ ἀνθρώπου κατάσχοι· ἔπειτα τὸν ἄνθρωπον ὕπτιον κατακλῖναι ἐπὶ τὴν κλίμακα χρή· κἄπειτα προσδῆσαι μὲν τοὺς πόδας παρὰ τὰ σφυρὰ πρὸς τὴν κλίμακα μὴ διαβεβῶτας, δεσμῷ εὐόχῳ μὲν, μαλθακῷ δέ· προσδῆσαι δὲ κατωτέρω ἑκάτερον τῶν γουνάτων, καὶ ἀνωτέρω· προσδῆσαι δὲ καὶ κατὰ τὰ ἰσχία· κατὰ δὲ τοὺς κενεῶνας καὶ κατὰ τὸ στῆθος χαλαρῇσι ταινίῃσι περιβαλέειν οὕτως, ὅκως μὴ κωλύωσι τὴν κατάσεισιν· τὰς δὲ χεῖρας παρὰ τὰς πλευρὰς παρατείναντα προσκαταλαβεῖν πρὸς αὐτὸ τὸ σῶμα, καὶ μὴ πρὸς τὴν κλίμακα. ὅταν δὲ ταῦτα κατασκευάσῃς οὕτως, ἀνέλκειν τὴν κλίμακα ἢ πρὸς τύρσιν τινὰ ὓψηλὴν, ἢ πρὸς ἀέτωμα οἴκου· τὸ δὲ χωρίον, ἵνα κατασείεις, ἀντίτυπον ἔστω· τοὺς δὲ ἀνατείνοντας εὐπαιδεύτους χρὴ εἶναι, ὅκως ὁμαλῶς καὶ ἰσοῤῥόπως καὶ ἐξαπιναίως ἀφήσουσι, καὶ μήτε ἡ κλίμαξ ἑτερόῤῥοπος ἐπὶ τὴν γῆν ἀφίξεται, μήτε αὐτοὶ προπετέες ἔσονται. ἀπὸ μέντοι τύρσιος ἀφιεὶς ἢ ἀπὸ ἱστοῦ καταπεπηγότος καρχήσιον ἔχοντος, ἔτι κάλλιον ἄν τις σκευάσαιτο, ὥστε ἀπὸ τροχιλίης τὰ χαλώμενα εἶναι ὅπλα, ἢ ἀπὸ ὄνου. ἀηδὲς μὴν καὶ μακρολογέειν περὶ τούτων· ὅμως δὲ ἐκ τουτέων ἂν τῶν κατασκευῶν κάλλιστ’ ἄν τις κατασεισθείη. [Artic. 44] εἰ μέντοι κάρτα ἄνω εἴη τὸ ὕβωμα, δέοι δὲ κατασείειν πάντως, ἐπὶ πόδας κατασείειν λυσιτελέει, ὥσπερ ἤδη εἴρηται· πλείων γὰρ οὕτω γίνεται ἡ καταῤῥοπίη ἐπὶ ταῦτα. Ἑρμάσαι δὲ χρὴ, κατὰ μὲν τὸ στῆθος πρὸς τὴν κλίμακα προσδήσαντα ἰσχυρῶς, κατὰ δὲ τὸν αὐχένα ὡς χαλαρωτάτῃ ταινίῃ, ὅσον τοῦ κατορθοῦσθαι εἵνεκα· καὶ αὐτὴν τὴν κεφαλὴν κατὰ τὸ μέτωπον προσδῆσαι πρὸς τὴν κλίμακα· τὰς δὲ χεῖρας παρατανύσαντα πρὸς τὸ σῶμα προσδῆσαι, καὶ μὴ πρὸς τὴν κλίμακα· τὸ μέντοι ἄλλο σῶμα ἄδετον εἶναι χρὴ, πλὴν, ὅσον τοῦ κατορθοῦσθαι εἵνεκα, ἄλλῃ καὶ ἄλλῃ ταινίῃ χαλαρῇ περιβεβλῆσθαι· ὅκως δὲ μὴ κωλύωσιν οὗτοι οἱ δεσμοὶ τὴν κατασεισιν, σκοπέειν· τὰ δὲ σκέλεα πρὸς μὲν τὴν κλίμακα μὴ προσδεδέσθω, πρὸς ἄλληλα δὲ, ὡς κατὰ τὴν ῤάχιν ἰθύῤῥοπα ἔῃ. ταῦτα μέντοι τοιουτοτρόπως ποιητέα, εἰ πάντως δέοι ἐν κλίμακι κατασεισθῆναι· αἰσχρὸν μέντοι καὶ ἐν πάσῃ τέχνῃ καὶ οὐχ ἥκιστα ἐν ἰητρικῇ πουλὺν ὄχλον, καὶ πολλὴν ὄψιν, καὶ πουλὺν λόγον παρασχόντα, ἔπειτα μηδὲν ὠφελῆσαι. [Artic. 45] χρὴ δὲ πρῶτον μὲν γινώσκειν τὴν φύσιν τῆς ῤάχιος, οἵη τίς ἐστιν· ἐς πολλὰ γὰρ νουσήματα προσδέοι ἂν αὐτῆς. τοῦτο μὲν γὰρ, τὸ πρὸς τὴν κοιλίην ῤέπον, οἱ σπόνδυλοι ἐντὸ ἄρτιοί εἰσιν ἀλλήλοισι, καὶ δέδενται πρὸς ἀλλήλους δεσμῷ μυξώδεϊ καὶ νευρώδεϊ, ἀπὸ χόνδρων ἀποπεφυκότι ἄχρι πρὸς τὸν νωτιαῖον. ἄλλοι δέ τινες τόνοι νευρώδεες διανταῖοι, πρόσφυτοι, παρατέτανται ἔνθεν καὶ ἔνθεν αὐτῶν. αἱ δὲ φλεβῶν καὶ ἀρτηριῶν κοινωνίαι ἐν ἐτέρῳ λόγῳ δεδηλώσονται, ὅσαι τε καὶ οἷαι, καὶ ὅθεν ὡρμημέναι, καὶ ἐν οἵοισιν οἷα δύνανται, αὐτὸς δὲ ὁ νωτιαῖος οἷσιν ἐλύτρωται ἐλύτροισι, καὶ ὅθεν ὡρμημένοισι, καὶ ὅπη κραίνουσιν, καὶ οἷσι κοινωνέουσι, καὶ οἷα δυναμένοισιν. ἐν δὲ τῷ ἐπέκεινα, ἐν ἄρθροισι γεγιγγλύμωνται πρὸς ἀλλήλους οἱ σπόνδυλοι. τόνοι δε κοινοὶ παρὰ πάντας, καὶ ἐν τοῖσιν ἔξω μέρεσι, καὶ ἐν τοῖσιν ἔσω παρατέτανται. ἀπόφυσις δέ ἐστιν ὀστέου ἐς τὸ ἔξω μέρος ἀπὸ πάντων τῶν σπονδύλων, μία ἀπὸ ἑνὸς ἑκάστου, ἀπό τε τῶν μειζόνων, ἀπό τε τῶν ἐλασσόνων· ἐπὶ δὲ τῇσιν ἀποφύσεσι ταύτῃσι χονδρίων ἐπιφύσιες, καὶ ἀπ’ ἐκείνων νεύρων ἀποβλάστησις ἠδελφισμένη τοῖσιν ἐξωτάτω τόνοισιν. πλευραὶ δὲ προσπεφύκασιν, ἐς τὸ εἴως μέρος τὰς κεφαλὰς ῤέπουσαι μᾶλλον, ἢ ἐς τὸ ἔξω· καθ’ ἕνα δὲ ἕκαστον τῶν σπονδύλων προσήρθρωνται· καμπυλώταται δὲ πλευραὶ ἀνθρώπου εἰσὶ ῤαιβοειδέα τρόπον. τὸ δὲ μεσηγὺ τῶν πλευρέων καὶ τῶν ὀστέων τῶν ἀποπεφυκότων ἀπὸ τῶν σπονδύλων, ἀποπληρέουσιν ἑκατέρωθεν οἱ μύες ἀπὸ τοῦ αὐχένος ἀρξάμενοι, ἄχρι τῆς προσφύσιος. αὐτὴ δὲ ἡ ῤάχις κατὰ μῆκος ἰθυσκόλιός ἐστιν· ἀπὸ μὲν τοῦ ἱεροῦ ὀστέου ἄχρι τοῦ μεγάλου σπονδύλου, παρ’ ὃν προσήρτηται τῶν σκελέων ἡ πρόσφυσις, ἄχρι μὲν τούτου κυφή· κύστις τε γὰρ, καὶ γοναὶ, καὶ ἀρχοῦ τὸ χαλαρὸν ἐν τουτέῳ ἔκτισται. ἀπὸ δὲ τούτου ἄχρι φρενῶν προσαρτήσιος, ἰθυλόρδη· καὶ παραφύσιας ἔχει μυῶν τοῦτο μοῦνον τὸ χωρίον ἐκ τῶν εἴσωθεν μερῶν, ἃς δὴ καλέουσι ψόας. ἀπὸ δὲ τούτου ἄχρι τοῦ μεγάλου σπονδύλου τοῦ ὑπὲρ τῶν ἐπωμίδων, ἰθυκύφη· ἔτι δὲ μᾶλλον δοκέει ἢ ἐστίν· ἡ γὰρ ἄκανθα κατὰ μέσον ὑψηλοτάτας τὰς ἐκφύσιας τῶν ὀστέων ἔχει, ἔνθεν δὲ καὶ ἔνθεν ἐλάσσους. αὐτὸ δὲ τὸ ἄρθρον τοῦ αὐχένος λορδόν ἐστιν. [Artic. 46] Ὁκόσοισι μὲν οὖν κυφώματα γίνεται κατὰ τοὺς σπονδύλους, ἔξωσις μὲν μεγάλη ἀποῤῥαγεῖσα ἀπὸ τῆς ξυμφύσιος ἢ ἑνὸς σπονδύλου, ἢ καὶ πλειόνων, οὐ μάλα πολλοῖσι γίνεται, ἀλλ’ ὀλίγοισιν. οὐδὲ γὰρ τὰ τρώματα τὰ τοιαῦτα ῤηΐδιον γίνεσθαι· οὔτε γὰρ ἐς τὸ ἔξω ἐξωσθῆναι ῤηΐδίον ἐστιν, εἰ μὴ ἐκ τοῦ ἔμπροσθεν ἰσχυρῷ τινι τρωθείη διὰ τῆς κοιλίης (οὕτω δ’ ἂν ἀπόλοιτο), ἢ εἴ τις ἀφ’ ὑψηλοῦ τοῦ χωρίου πεσὼν ἐρείσειε τοῖσιν ἰσχίοισιν ἢ τοῖσιν ὤμοισιν (ἀλλὰ καὶ οὕτως ἂν ἀποθάνοι, παραχρῆμα δὲ οὐκ ἂν ἀποθάνοι)· ἐκ δὲ τοῦ ὄπισθεν οὐ ῤηΐδιον τοιαύτην ἔξαλσιν γενέσθαι ἐς τὸ ἔσω, εἰ μὴ ὑπέρβαρύ τι ἄχθος ἐμπέσοι· τῶν τε γὰρ ὀστέων τῶν ἐκπεφυκότων ἔξω ἓν ἕκαστον τοιοῦτόν ἐστιν, ὥστε πρόσθεν ἂν αὐτὸ καταγῆναι, πρὶν ἢ μεγάλην ῤοπὴν εἴσω ποιῆσαι, τούς τε ξυνδέσμους βιησάμενον, καὶ τὰ ἄρθρα τὰ ἐνηλλαγμένα. ὅ τε αὖ νωτιαῖος πονοίη ἂν, εἰ ἐξ ὀλίγου χωρίου τὴν περικαμπὴν ἔχοι, τοιαύτην ἔξαλσιν ἐξαλλομένου σπονδύλου· ὅ τ’ ἐκπηδήσας σπόνδυλος πιέζοι ἂν τὸν νωτιαῖον, εἰ μὴ καὶ ἀποῤῥήξειεν· πιεχθεὶς δ’ ἂν καὶ ἀπολελαμμένος, πολλῶν ἂν καὶ μεγάλων καὶ ἐπικαίρων ἀπονάρκωσιν ποιήσειεν· ὥστε οὐκ ἂν μέλοι τῷ ἰητρῷ, ὅκως χρὴ τὸν σπόνδυλον κατορθῶσαι, πολλῶν καὶ βιαίων ἄλλων κακῶν παρεόντων. ὥστε δὴ οὐδ’ ἐμβαλεῖν οἷόν τε πρόδηλον τὸν τοιοῦτον οὔτε κατασείσει, οὔτε ἄλλῳ τρόπῳ οὐδενὶ, εἰ μή τις διαταμὼν τὸν ἄνθρωπον, ἔπειτα ἐσμασάμενος ἐς τὴν κοιλίην, ἐκ τοῦ εἴσωθεν τῇ χειρὶ ἐς τὸ ἔξω ἀντωθέοι· καὶ ταῦτα νεκρῷ μὲν οἷόν τε ποιέειν, ζῶντι δὲ οὐ πάνυ. διὰ τί οὖν ταῦτα γράφω; ὅτι οἴονταί τινες ἰητρευκέναι ἀνθρώπους, οἷσιν ἔσωθεν ἔπεσον σπόνδυλοι, τελέως ὑπερβάντες τὰ ἄρθρα· καίτοι γε ῤηΐστην ἐς τὸ περιγενέσθαι τῶν διαστροφέων ταύτην ἔνιοι νομίζουσι, καὶ οὐδὲν δέεσθαι ἐμβολῆς, ἀλλ’ αὐτόματα ὑγιέα γίνεσθαι τὰ τοιαῦτα. Ἀγνοέουσι δὲ πολλοὶ, καὶ κερδαίνουσιν, ὅτι ἀγνοέουσιν· πείθουσι γὰρ τοὺς πέλας. ἐξαπατῶνται δὲ διὰ τόδε· οἴονται γὰρ τὴν ἄκανθαν τὴν ἐξέχουσαν κατὰ τὴν ῤάχιν ταύτην τοὺς σπονδύλους αὐτοὺς εἶναι, ὅτι στρογγύλον αὐτῶν ἕκαστον φαίνεται ψαυόμενον, ἀγνοεῦντες ὅτι τὰ ὀστέα ταῦτά ἐστι τὰ ἀπὸ τῶν σπονδύλων πεφυκότα, περὶ ὧν ὁ λόγος ὀλίγῳ πρόσθεν εἴρηται· οἱ δὲ σπόνδυλοι πολὺ προσωτέρω ἄπεισιν· στενοτάτην γὰρ πάντων τῶν ζώων ὥνθρωπος κοιλίην ἔχει, ὡς ἐπὶ τῷ μεγέθει, ἀπὸ τοῦ ὄπισθεν ἐς τὸ ἔμπροσθεν, ποτὶ καὶ κατὰ τὸ στῆθος. ὅταν οὖν τι τούτων τῶν ὀστέων τῶν ὑπερεχόντων ἰσχυρῶς καταγῇ, ἤν τε ἓν, ἤν τε πλείω, ταύτῃ ταπεινότερον τὸ χωρίον γίνεται, ἢ τὸ ἔνθεν καὶ ἔνθεν, καὶ διὰ τοῦτο ἐξαπατῶνται, οἰόμενοι τοὺς σπονδύλους ἔσω οἴχεσθαι. Προσεξαπατᾷ δὲ ἔτι αὐτοὺς καὶ τὰ σχήματα τῶν τετρωμένων· ἢν μὲν γὰρ πειρῶνται καμπύλλεσθαι, ὀδυνῶνται, περιτενέος γινομένου ταύτῃ τοῦ δέρματος, ᾗ τέτρωνται· καὶ ἅμα τὰ ὀστέα τὰ κατεηγότα ἐνθράσσει οὕτω μᾶλλον τὸν χρῶτα· ἢν δὲ λορδαίνωσι, ῤᾴους εἰσίν· χαλαρώτερον γὰρ τὸ δέρμα κατὰ τὸ τρῶμα ταύτῃ γίνεται, καὶ τὰ ὀστέα ἧσσον ἐνθράσσει· ἀτὰρ καὶ ἤν τις ψαύῃ αὐτῶν, κατὰ τοῦτο ὑπείκουσι λορδοῦντες, καὶ τὸ χωρίον κενεὸν καὶ μαλθακὸν ψαυόμενον ταύτῃ φαίνεται. ταῦτα πάντα τὰ εἰρημένα προσεξαπατᾷ τοὺς ἰητρούς· ὑγιέες δὲ ταχέως καὶ ἀσινέες αὐτόματοι οἱ τοιοῦτοι γίνονται· ταχέως γὰρ πάντα τὰ τοιαῦτα ὀστέα ἐπιπωροῦται, ὅσα χαῦνά ἐστιν. [Artic. 47] Σκολιαίνεται μὲν οὖν ῤάχις, καὶ ὑγιαίνουσι, κατὰ πολλοὺς τρόπους· καὶ γὰρ ἐν τῇ φύσει καὶ ἐν τῇ χρήσει οὕτως ἔχει· ἀτὰρ καὶ ὑπὸ γήραος καὶ ὑπὸ ὀδυνημάτων ξυνδοτική ἐστιν. αἱ δὲ δὴ κυφώσιες, αἱ ἐν τοῖσι πτώμασιν, ὡς ἐπὶ τὸ πολὺ γίνονται, ἢν ἢ τοῖσιν ἰσχίοισιν ἐρείσῃ, ἢ ἐπὶ τοὺς ὤμους πέσῃ. ἀνάγκη γὰρ ἔξω φαίνεσθαι ἐν τῷ κυφώματι ἕνα μέν τινα ὑψηλότερον τῶν σπονδύλων, τοὺς δὲ ἔνθεν καὶ ἔνθεν, ἐπὶ ἧσσον· οὔκουν εἷς ἐπὶ πουλὺ ἀποπεπηδηκὼς ἀπὸ τῶν ἄλλων ἐστὶν, ἀλλὰ μικρὸν ἕκαστος ξυνδιδοῖ, ἀθρόον δὲ πολὺ γίνεται. διὰ οὖν τοῦτο καὶ ὁ νωτιαῖος μυελὸς εὐφόρως φέρει τὰς τοιαύτας διαστροφὰς, ὅτι κυκλώδης αὐτῷ ἡ διαστροφὴ γίνεται, ἀλλ’ οὐ γωνιώδης. χρὴ δὲ τὴν κατασκευὴν τοῦ διαναγκασμοῦ τοιήνδε κατασκευάσαι· ἔξεστι μὲν ξύλον ἰσχυρὸν καὶ πλατὺ, ἐντομὴν παραμήκεα ἔχον, κατορύξαι· ἔξεστι δὲ καὶ ἀντὶ τοῦ ξύλου ἐν τοίχῳ ἐντομὴν παραμήκεα ἐνταμεῖν, ἢ πήχεϊ ἀνωτέρω τοῦ ἐδάφεος, ἢ ὅκως ἂν μετρίως ἔχῃ· ἔπειτα οἷον στύλον δρύϊνον, τετράγωνον, πλάγιον παραβάλλειν, ἀπολείποντα ἀπὸ τοῦ τοίχου, ὅσον παρελθεῖν τινα, ἢν δέῃ· καὶ ἐπὶ μὲν τὸν στύλον ἐπιστορέσαι ἢ χλαίνας, ἢ ἄλλο τι, ὃ μαλθακὸν μὲν ἔσται, ὑπείξει δὲ μὴ μέγα· τὸν δὲ ἄνθρωπον πυριῆσαι, ἢν ἐνδέχηται, ἢ πολλῷ θερμῷ λοῦσαι· κἄπειτα πρηνέα κατακλῖναι κατατεταμένον, καὶ τὰς μὲν χεῖρας αὐτοῦ παρατείναντα κατὰ φύσιν προσδῆσαι πρὸς τὸ σῶμα· ἱμάντι δὲ μαλθακῷ, ἱκανῶς πλατέϊ τε καὶ μακρῷ, ἐκ δύο διανταίων ξυμβεβλημένῳ, μέσῳ, κατὰ μέσον τὸ στῆθος δὶς περιβεβλῆσθαι χρὴ ὡς ἐγγυτάτω τῶν μασχαλέων· ἔπειτα τὸ περισσεῦον τῶν ἱμάντων κατὰ τὴν μασχάλην, ἑκάτερον περὶ τοὺς ὤμους περιβεβλήσθω· ἔπειτα αἱ ἀρχαὶ πρὸς ξύλον ὑπεροειδές τι προσδεδέσθωσαν, ἁρμόζουσαι τὸ μῆκος τῷ ξύλῳ τῷ ὑποτεταμένῳ, πρὸς ὅ τι προσβάλλον τὸ ὑπεροειδὲς ἀντιστηρίζοντα κατατείνειν. τοιούτῳ δέ τινι ἑτέρῳ δεσμῷ χρὴ ἄνωθεν τῶν γουνάτων δήσαντα καὶ ἄνωθεν τῶν πτερνέων, τὰς ἀρχὰς τῶν ἱμάντων πρὸς τοιοῦτό τι ξύλον προσδῆσαι· ἄλλῳ δὲ ἱμάντι πλατέϊ, καὶ μαλθακῷ, καὶ δυνατῷ, ταινιοειδέϊ, πλάτος ἔχοντι καὶ μῆκος ἱκανὸν, ἰσχυρῶς περὶ τὰς ἰξύας κύκλῳ περιδεδέσθαι ὡς ἐγγύτατα τῶν ἰσχίων· ἔπειτα τὸ περισσεῦον τοῦ ταινιοειδέος, ἅμα ἀμφοτέρας τὰς ἀρχὰς τῶν ἱμάντων, πρὸς τὸ ξύλον προσδῆσαι τὸ πρὸς τῶν ποδῶν· κἄπειτα κατατείνειν ἐν τούτῳ τῷ σχήματι ἔνθα καὶ ἔνθα, ἅμα μὲν ἰσοῤῥόπως, ἅμα δὲ ἐς ἰθύ. οὐδὲν γὰρ ἂν μέγα κακὸν ἡ τοιαύτη κατάτασις ποιήσειεν, εἰ χρηστῶς σκευασθείη, εἰ μὴ ἄρα ἐξεπίτηδές τις βούλοιτο σίνεσθαι. τὸν δὲ ἰητρὸν χρὴ ἢ ἄλλον, ὅστις ἰσχυρὸς καὶ μὴ ἀμαθὴς, ἐπιθέντα τὸ θέναρ τῆς χειρὸς ἐπὶ τὸ ὕβωμα, καὶ τὴν ἑτέρην χεῖρα προσεπιθέντα ἐπὶ τὴν ἑτέρην, καταναγκάζειν, προσξυνιέντα, ἤν τε ἐς ἰθὺ ἐς τὸ κάτω πεφύκῃ καταναγκάζεσθαι, ἤν τε πρὸς τῆς κεφαλῆς, ἤν τε πρὸς τῶν ἰσχίων. καὶ ἀσινεστάτη μὲν αὕτη ἡ ἀνάγκη· ἀσινὲς δὲ καὶ ἐπικαθίζεσθαί τινα ἐπὶ τὸ κύφωμα, αὐτοῦ ἅμα κατατεινομένου, καὶ ἐνσεῖσαι μετεωρισθέντα. ἀτὰρ καὶ ἐπιβῆναι τῷ ποδὶ, καὶ ὀχηθῆναι ἐπὶ τὸ κύφωμα, ἡσύχως τε ἐπενσεῖσαι οὐδὲν κωλύει· τὸ τοιοῦτο δὲ ποιῆσαι μετρίως ἐπιτήδειος ἄν τις εἴη τῶν ἀμφὶ παλαίστρῃ εἰθισμένων. δυνατωτάτη μέντοι τῶν ἀναγκέων ἐστὶν, εἰ ὁ μὲν τοῖχος, ᾗ ἐντέτμηται, ἢ τὸ ξύλον τὸ κα. τορωρυγμένον, ᾗ ἐντέτμηται, κατωτέρω εἴη τῆς ῤάχιος τοῦ ἀνθρώπου, ὁκόσῳ ἂν δοκέῃ μετρίως ἔχειν, σανὶς δὲ φιλυρίνη, μὴ λεπτὴ, ἐνείη, ἢ καὶ ἄλλου τινὸς ξύλου· ἔπειτα ἐπὶ τὸ ὕβωμα ἐπιτεθείη ἢ τρύχιόν τι πολύπτυχον, ἢ σμικρόν τι σκύτινον ὑποκεφάλαιον· ὡς ἐλάχιστα μὴν ἐπικεῖσθαι ξυμφέρει, μόνον προμηθεόμενον, ὡς μὴ ἡ σανὶς ὑπὸ σκληρότητος ὀδύνην παρὰ καιρὸν προσπαρέχῃ· κατ’ ἴξιν δὲ ἔστω ὡς μάλιστα τῇ ἐντομῇ τῇ ἐς τὸν τοῖχον, τὸ ὕβωμα, ὡς ἂν ἡ σανὶς, ᾗ μάλιστα ἐξέστηκε, ταύτῃ μάλιστα πιέζῃ ἐπιτεθεῖσα. ὅταν δὲ ἐπιτεθῇ, τὸν μέν τινα καταναγκάζειν χρὴ τὸ ἄκρον τῆς σανίδος, ἤν τε ἕνα δέῃ, ἤν τε δύο, τοὺς δὲ κατατείνειν τὸ σῶμα κατὰ μῆκος, ὡς πρόσθεν εἴρηται, τοὺς μὲν τῇ, τοὺς δὴ τῇ. ἔξεστι δὲ καὶ ὀνίσκοισι τὴν κατάτασιν ποιέεσθαι, ἢ παρακατορύξαντα παρὰ τὸ ξύλον, ἢ ἐν αὐτῷ τῷ ξύλῳ τὰς φλιὰς τῶν ὀνίσκων ἐντεκτηνάμενον, ἤν τε ὀρθὰς ἐθέλῃς ἑκατέρωθεν σμικρὸν ὑπερεχούσας, ἤν τε κατὰ κορυφὴν τοῦ ξύλου ἔνθεν καὶ ἔνθεν. αὗται αἱ ἀνάγκαι εὐταμίευτοί εἰσι καὶ ἐς τὸ ἰσχυρότερον καὶ ἐς τὸ ἧσσον, καὶ ἰσχὺν ἔχουσι τοιαύτην, ὥστε, καὶ εἴ τις ἐπὶ λύμῃ βούλοιτο, ἀλλὰ μὴ ἐπὶ ἰητρείῃ, ἐς τοιαύτας ἀνάγκας ἀγαγεῖν, κἂν τούτῳ ἰσχυρῶς δύνασθαι· καὶ γὰρ ἂν κατατείνων κατὰ μῆκος μοῦνον ἔνθεν καὶ ἔνθεν οὕτω, καὶ ἄλλην ἀνάγκην οὐδεμίην προστιθεὶς, ὅμως κατατείνειεν ἄν τις ἱκανῶς· καὶ εἰ μὴ κατατείνων, αὐτῇ δὲ μοῦνον τῇ σανίδι οὕτως ἰποίη τις, καὶ οὕτως ἂν ἱκανῶς καταναγκάσειεν. καλαὶ οὖν αἱ τοιαῦται ἰσχύες εἰσὶν, ᾗσιν ἔξεστι καὶ ἀσθενεστέρῃσι καὶ ἰσχυροτέρῃσι χρέεσθαι αὐτὸν ταμιεύοντα. καὶ μὲν δὴ καὶ κατὰ φύσιν γε ἀναγκάζουσιν· τὰ μὲν γὰρ ἐξεστεῶτα ἐς τὴν χώρην ἀναγκάζει ἡ ἴπωσις ἰέναι, τὰ δὲ ξυνεληλυθότα· κατὰ φύσιν κατατείνουσιν αἱ κατὰ φύσιν κατατάσιες. οὔκουν ἐγὼ ἔχω τουτέων ἀνάγκας καλλίους, οὐδὲ δικαιοτέρας· ἡ γὰρ κατ’ αὐτὴν τὴν ἄκανθαν ἰθυωρίη τῆς κατατάσιος κάτωθέν τε καὶ κατὰ τὸ ἱερὸν ὀστέον καλεόμενον οὐκ ἔχει ἐπιλαβὴν οὐδεμίην· ἄνωθεν δὲ κατὰ τὸν αὐχένα καὶ κατὰ τὴν κεφαλὴν, ἐπιλαβὴν μὲν ἔχει, ἀλλ’ ἐσιδέειν γε ἀπρεπὴς ταύτῃ τοι γινομένη ἡ κατάτασις, καὶ ἄλλας βλάβας ἂν προσπαρέχοι πλεονασθεῖσα. Ἐπειρήθην δὲ δή ποτε, ὕπτιον τὸν ἄνθρωπον κατατείνας, ἀσκὸν ἀφύσητον ὑποθεῖναι ὑπὸ τὸ ὕβωμα, κἄπειτα αὐλῷ ἐκ χαλκείου ἐς τὸν ἀσκὸν τὸν ὑποκείμενον ἐνιέναι φῦσαν. ἀλλά μοι οὐκ. εὐπορεῖτο· ὅτε μὲν γὰρ εὖ κατατείνοιμι τὸν ἄνθρωπον, ἡσσᾶτο ὁ ἀσκὸς, καὶ οὐκ ἠδύνατο ἡ φῦσα ἐσαναγκάζεσθαι· καὶ ἄλλως ἕτοιμον περιολισθάνειν ἦν, ἅτε ἐς τὸ αὐτὸ ἀναγκαζόμενον, τό τε τοῦ ἀνθρώπου ὕβωμα, καὶ τὸ τοῦ ἀσκοῦ πληρουμένου κύρτωμα. ὅτε δ’ αὖ μὴ κάρτα κατατείνοιμι τὸν ἄνθρωπον, ὁ μὲν ἀσκὸς ὑπὸ τῆς φύσης ἐκυρτοῦτο, ὁ δὲ ἄνθρωπος πάντη μᾶλλον ἐλορδαίνετο ἢ ᾗ ξυνέφερεν. ἔγραψα δὲ ἐπίτηδες τοῦτο· καλὰ γὰρ καὶ ταῦτα τὰ μαθήματά ἐστιν, ἃ, πειρηθέντα, ἀπορηθέντα ἐφάνη, καὶ δι’ ἅσσα ἠπορήθη. [Artic. 48] Ὅσοισι δὲ ἐς τὸ εἴσω σκολιαίνονται οἱ σπόνδυλοι ὑπὸ πτώματος, ἢ καὶ ἐμπεσόντος τινὸς βαρέος, εἷς μὲν οὐδεὶς τῶν σπονδύλων μέγα ἐξίσταται κάρτα ὡς ἐπὶ τὸ πολὺ ἐκ τῶν ἄλλων, ἢν δὲ ἐκστῇ μέγα ἢ εἷς, ἢ πλείονες, θάνατον φέρουσιν· ὥσπερ δὲ καὶ πρόσθεν εἴρηται, κυκλώδης καὶ αὕτη, καὶ οὐ γωνιώδης γίνεται ἡ παραλλαγή. οὖρα μὲν οὖν τούτοισι καὶ ἀπόπατος μᾶλλον ἴσχεται, ἢ τοῖσιν ἔξω κυφοῖσι, καὶ πόδες καὶ ὅλα τὰ σκέλεα ψύχεται μᾶλλον, καὶ θανατηφόρα ταῦτα μᾶλλον ἐκείνων· καὶ ἢν περιγένωνται δὲ, ῤυώδεες τὰ οὖρα μᾶλλον οὗτοι, καὶ τῶν σκελέων ἀκρατέστεροι καὶ ναρκωδέστεροι· ἢν δὲ καὶ ἐν τῷ ἄνω μέρεϊ μᾶλλον τὸ λόρδωμα γένηται, παντὸς τοῦ σώματος ἀκρατέες καὶ κατανεναρκωμένοι γίνονται. μηχανὴν δὲ οὐκ ἔχω οὐδεμίην ἔγωγε, ὅκως χρὴ τὸν τοιοῦτον ἐς τὸ αὐτὸ καταστῆσαι, εἰ μή τινα ἡ κατὰ τῆς κλίμακος κατάσεισις ὠφελέειν οἵη τε εἴη, ἢ καὶ ἄλλη τις τοιαύτη ἴησις, ἢ κατάτασις, οἵηπερ ὀλίγῳ πρόσθεν εἴρηται. Κατανάγκασιν δὲ σὺν τῇ κατατάσει οὐδεμίην ἔχω, ἥτις ἂν γίνοιτο, ὥσπερ τῷ κυφώματι τὴν κατανάγκασιν ἡ σανὶς ἐποιέετο. πῶς γὰρ ἄν τις ἐκ τοῦ ἔμπροσθεν διὰ τῆς κοιλίης ἀναγκάσαι δύναιτο; οὐ γὰρ οἷόν τε. ἀλλὰ μὴν οὔτε βῆχες, οὔτε πταρμοὶ οὐδεμίην δύναμιν ἔχουσιν, ὥστε τῇ κατατάσει ξυντιμωρέειν· οὐ μὴν οὐδ’ ἔνεσις φύσης ἐνιεμένη ἐς τὴν κοιλίην οὐδὲν ἂν δυνασθείη. καὶ μὴν αἱ μεγάλαι σικύαι προσβαλλόμεναι ἀνασπάσιος εἵνεκα δῆθεν τῶν ἔσω ῤεπόντων, σπονδύλων, μεγάλη ἁμαρτὰς γνώμης ἐστίν· ἀπωθέουσι γὰρ μᾶλλον, ἢ ἀνασπῶσιν· καὶ οὐδ’ αὐτὸ τοῦτο γινώσκουσιν οἱ προσβάλλοντες· ὅσῳ γὰρ ἄν τις μέζω προσβάλλῃ, τοσούτῳ μᾶλλον λορδοῦνται οἱ προσβληθέντες, ξυναναγκαζομένου ἄνω τοῦ δέρματος. τρόπους δὲ ἄλλους κατασεισίων, ἢ οἷοι πρόσθεν εἴρηνται, ἔχοιμι ἂν εἰπεῖν, ἁρμόσαι οὓς ἄν τις δοκέοι τῷ παθήματι μᾶλλον· ἀλλ’ οὐ κάρτα πιστεύω αὐτοῖσιν· διὰ τοῦτο οὐ γράφω. ἀθρόον δὲ ξυνιέναι χρὴ περὶ τούτων, ὧν ἐν κεφαλαίῳ εἴρηται, ὅτι τὰ μὲν ἐς τὸ λορδὸν ῤέψαντα ὀλέθριά ἐστι καὶ σινάμωρα, τὰ δὲ ἐς τὸ κυφὸν ἀσινέα θανάτου, καὶ οὔρων σχεσίων, καὶ ἀποναρκωσίων τὸ ἔπίπαν· οὐ γὰρ ἐντείνει τοὺς ὀχετοὺς τοὺς κατὰ τὴν κοιλίην, οὐδὲ κωλύει εὐρόους εἶναι ἡ ἐς τὸ ἔξω κύφωσις· ἡ δὲ λόρδωσις ταῦτά τε ἀμφότερα ποιέει, καὶ ἐς τὰ ἄλλα πολλὰ προσγίνεται. ἐπείτοι πολὺ πλείονες σκελέων τε καὶ χειρῶν ἀκρατέες γίνονται, καὶ καταναρκοῦνται τὸ σῶμα, καὶ οὖρα ἴσχεται αὐτέοισιν, οἷσιν ἂν μὴ ἐκστῇ μὲν τὸ ὕβωμα μήτε ἔξω, μήτε ἔσω, σεισθέωσι δὲ ἰσχυρῶς ἐς τὴν ἰθυωρίην τῆς ῤάχιος· οἷσι δὲ ἂν ἐκστῇ τὸ ὕβωμα, ἧσσον τοιαῦτα πάσχουσιν. [Artic. 49] πολλὰ δὲ καὶ ἄλλα ἐν ἰητρικῇ ἄν τις θεάσοιτο, ὧν τὰ μὲν ἰσχυρὰ ἀσινέα ἐστὶ, καὶ καθ’ ἑωυτὰ τὴν κρίσιν ὅλην λαμβάνοντα τοῦ νουσήματος, τὰ δὲ ἀσθενέστερα σινάμωρα, καὶ ἀποτόκους νοσημάτων χρονίους ποιέοντα, καὶ κοινωνέοντα τῷ ἄλλῳ σώματι ἐπὶ πλέον. ἐπεὶ καὶ πλευρέων κάτηξις τοιοῦτόν τι πέπονθεν· οἷσι μὲν γὰρ ἂν καταγῇ πλευρὴ, μία ἢ πλέονες, ὡς τοῖσι πλείστοισι κατάγνυται, μὴ διασχόντα τὰ ὀστέα ἐς τὸ ἔσω μέρος, μηδὲ ψιλωθέντα, ὀλίγοι μὲν ἤδη ἐπυρέτηναν· ἀτὰρ οὐδὲ αἷμα πολλοὶ ἤδη ἔπτυσαν, οὐδὲ ἔμπυοι πολλοὶ γίνονται, οὐδὲ ἔμμοτοι, οὐδὲ ἐπισφακελίσιες τῶν ὀστέων· δίαιτά τε φαύλη ἀρκέει· ἢν γὰρ μὴ πυρετὸς ξυνεχὴς ἐπιλαμβάνῃ αὐτοὺς, κενεαγγέειν κάκιον τοῖσι τοιούτοισιν, ἢ μὴ κενεαγγέειν, καὶ ἐπωδυνέστερον, καὶ πυρετωδέστερον, καὶ βηχωδέστερον· τὸ γὰρ πλήρωμα τὸ μέτριον τῆς κοιλίης, διόρθωμα τῶν πλευρέων γίνεται· ἡ δὲ κένωσις κρεμασμὸν τῇσι πλευρῇσι ποιέει· ὁ δὲ κρεμασμὸς, ὀδύνην. ἔξωθέν τε αὖ φαύλη ἐπίδεσις τοῖσι τοιούτοισιν ἀρκέει· κηρωτῇ καὶ σπλήνεσι καὶ ὀθονίοισιν ἡσύχως ἐρείδοντα, ὁμαλὴν τὴν ἐπίδεσιν ποιέεσθαι, ἢ καὶ ἐριῶδές τι προσεπιθέντα. κρατύνεται δὲ πλευρὴ ἐν εἴκοσιν ἡμέρῃσιν· ταχεῖαι γὰρ αἱ ἐπιπωρώσιες τῶν τοιουτέων ὀστέων. [Artic. 50] ἀμφιφλασθείσης μέντοι τῆς σαρκὸς ἀμφὶ τῇσι πλευρῇσιν, ἢ ὑπὸ πληγῆς, ἢ ὑπὸ πτώματος, ἢ ὑπὸ ἀντερείσιος, ἢ ἄλλου τινὸς τοιουτοτρόπου, πολλοὶ ἤδη πουλὺ αἷμα ἔπτυσαν· οἱ γὰρ ὀχετοὶ οἱ κατὰ τὸ λαπαρὸν τῆς πλευρῆς ἑκάστης παρατεταμένοι, καὶ οἱ τόνοι ἀπὸ τῶν ἐπικαιροτάτων τῶν ἐν τῷ σώματι τὰς ἀφορμὰς ἔχουσιν· πολλοὶ οὖν ἤδη βηχώδεες, καὶ φυματίαι, καὶ ἔμπυοι ἐγένοντο, καὶ ἔμμοτοι, καὶ ἡ πλευρὴ ἐπεσφακέλισεν αὐτοῖσιν. ἀτὰρ καὶ οἷσι μηδὲν τοιοῦτον προσεγένετο, ἀμφιφλασθείσης τῆς σαρκὸς ἀμφὶ τῇσι πλευρῇσιν, ὅμως δὲ βραδύτερον ὀδυνώμενοι παύονται οὗτοι, ἢ οἷσιν ἂν πλευρὴ καταγῇ, καὶ ὑποστροφὰς μᾶλλον ἴσχει ὀδυνημάτων τὸ χωρίον ἐν τοῖσι τοιούτοισι τρώμασιν, ἢ τοϊσιν ἑτέροισιν. μάλα μὲν οὖν μετεξέτεροι καταμελέουσι τῶν τοιούτων σινέων, μᾶλλον ἢ ἢν πλευρὴ κατεαγῇ αὐτέοισιν· ἀτὰρ καὶ ἰήσιος σκεθροτέρης οἱ τοιοῦτοι δέονται, εἰ σωφρονοῖεν· τῇ τε γὰρ διαίτῃ ξυμφέρει ξυνεστάλθαι, ἀτρεμέειν τε τῷ σώματι ὡς μάλιστα, ἀφροδισίων τε ἀπέχεσθαι, βρωμάτων τε λιπαρῶν, καὶ κερχνωδέων, καὶ ἰσχυρῶν πάντων, φλέβα τε κατ’ ἀγκῶνα τέμνεσθαι, σιγᾷν τε ὡς μάλιστα, ἐπιδέεσθαί τε τὸ χωρίον τὸ φλασθὲν σπλήνεσι μὴ πολυπτύχοισι, συχνοῖσι δὲ καὶ πολὺ πλατυτέροισι πάντη τοῦ φλάσματος, κηρωτῇ τε ὑποχρίειν, ὀθονίοισί τε πλατέσι σὺν ταινίῃσι πλατείῃσι καὶ μαλθακῇσιν ἐπιδέειν, ἐρείδειν τε μετρίως, ὥστε μὴ κάρτα πεπιέχθαι φάναι τὸν ἐπιδεδεμένον, μηδ’ αὖ χαλαρόν· ἄρχεσθαι δὲ τὸν ἐπιδέοντα κατὰ τὸ φλάσμα, καὶ ἐρηρεῖσθαι ταύτῃ μάλιστα, τὴν δὲ ἐπίδεσιν ποιέεσθαι, ὡς ἀπὸ δύο ἀρχέων ἐπιδέεται, ἵνα μὴ περιῤῥεπὲς τὸ δέρμα τὸ περὶ τὰς πλευρὰς ἔῃ, ἀλλ’ ἰσόῤῥοπον, ἐπιδέειν δὲ ἢ καθ’ ἑκάστην ἡμέρην, ἢ παρ’ ἑτέρην. ἄμεινον δὲ καὶ τὴν κοιλίην μαλθάξαι κούφῳ τινὶ, ὅσον κενώσιος εἵνεκεν τοῦ σίτου, καὶ ἐπὶ μὲν δέκα ἡμέρας ἰσχναίνειν, ἔπειτα ἀναθρέψαι τὸ σῶμα, καὶ ἁπαλῦναι· τῇ δὲ ἐπιδέσει, ἔστ’ ἂν μὲν ἰσχναίνῃς, ἐρηρεισμένῃ μᾶλλον χρέεσθαι, ὁκόταν δὲ ἐς τὸν ἁπαλυσμὸν ἄγῃς, ἐπιχαλαρωτέρῃ· καὶ ἢν μὲν αἷμα ἀποπτύσῃ καταρχὰς, τεσσαρακονθήμερον τὴν μελέτην καὶ τὴν ἐπίδεσιν ποιέεσθαι χρή· ἢν δὲ μὴ πτύσῃ τὸ αἷμα, ἀρκέει ἐν εἴκοσιν ἡμέρῃσιν ἡ μελέτη ὡς ἐπὶ τὸ πολύ· τῇ ἰσχύϊ δὲ τοῦ τρώματος τοὺς χρόνους προτεκμαίρεσθαι χρή. ὅσοι δ’ ἂν ἀμελήσωσι τῶν τοιουτέων ἀμφιφλασμάτων, ἢν καὶ ἄλλο μηδὲν αὐτοῖσι φλαῦρον μέζον γένηται, ὅμως τό γε χωρίον ἀμφιφλασθὲν μυξωδεστέρην τὴν σάρκα ἴσχει, ἢ πρόσθεν εἶχεν. ὅκου δέ τι τοιοῦτον ἐγκαταλείπεται, καὶ μὴ εὖ ἐξιποῦται τῇ γε ἀλθέξει, φαυλότερον μὲν, ἢν παρ’ αὐτὸ τὸ ὀστέον ἐγκαταλειφθῇ τὸ μυξῶδες· οὔτε γὰρ ἔτι ἡ σὰρξ ὁμοίως ἅπτεται τοῦ ὀστέου, τό τε ὀστέον νοσηρότερον γίνεται, σφακελισμοί τε χρόνιοι ὀστέου πολλοῖσιν ἤδη ἀπὸ τοιουτέων προφασίων ἐγένοντο. ἀτὰρ καὶ ἢν μὴ παρὰ τὸ ὀστέον, ἀλλ’ αὐτὴ ἡ σὰρξ μυξώδης ἔῃ, ὅμως· ὑποστροφαὶ γίνονται καὶ ὀδύναι ἄλλοτε καὶ ἄλλοτε, ἤν τι τῷ σώματι τύχῃ πονήσας· καὶ διὰ τοῦτο τῇ ἐπιδέσει χρέεσθαι χρὴ, ἅμα μὲν ἀγαθῇ, ἅμα δὲ ἐπὶ πουλὺ προηκούσῃ, ἕως ἂν ξηρανθῇ μὲν καὶ ἀναποθῇ τὸ ἐκχύμωμα τὸ ἐν τῇ φλάσει γενόμενον, αὐξηθῇ δὲ σαρκὶ ὑγιέϊ τὸ χωρίον, ἅψηται δὲ τοῦ ὀστέου ἡ σάρξ. οἷσι δ’ ἂ⟨ν⟩ ἀμεληθεῖσι χρονιωθῇ, καὶ ὀδυνῶδες τὸ χωρίον γένηται, καὶ ἡ σὰρξ ὑπόμυξος ἔῃ, τούτοισι καῦσις ἴησις ἀρίστη. καὶ ἢν μὲν αὐτὴ ἡ σὰρξ μυξώδης ἔῃ, ἄχρι τοῦ ὀστέου καίειν χρὴ, μὴ μὴν διαθερμανθῆναι τὸ ὀστέον· ἢν δὲ μεσηγὺ τῶν πλευρέων ἔῃ, ἐπιπολῆς μὲν οὐδ’ οὕτω χρὴ καίειν, φυλάσσεσθαι μέντοι, μὴ διακαύσῃς πέρην. ἢν δὲ πρὸς τῷ ὀστέῳ δοκέῃ εἶναι τὸ φλάσμα, καὶ ἔτι νεαρὸν ἔῃ, καὶ μήπω σφακελίσῃ τὸ ὀστέον, ἢν μὲν κάρτα ὀλίγον ἔῃ, οὕτω καίειν χρὴ ὥσπερ εἴρηται· ἢν μέντοι παραμήκης ἔῃ ὁ μετεωρισμὸς ὁ κατὰ τὸ ὀστέον, πλείονας ἐσχάρας ἐμβάλλειν χρή· περὶ δὲ σφακελισμοῦ πλευρῆς ἅμα τῇ τῶν ἐμμότων ἰητρείῃ εἰρήσεται. [Artic. 51] ἢν δὲ μηροῦ ἄρθρον ἐξ ἰσχίου ἐκπέσῃ, ἐκπίπτει δὲ κατὰ τέσσαρας τρόπους, ἐς μὲν τὸ ἔσω πλειστάκις, ἐς δὲ τὸ ἔξω τῶν ἄλλων πλειστάκις· ἐς δὲ τὸ ὄπισθεν καὶ τὸ ἔμπροσθεν ἐκπίπτει μὲν, ὀλιγάκις δέ· οἷσι μὲν οὖν ἂν ἐκβῇ ἐς τὸ ἔσω, μακρότερον τὸ σκέλος φαίνεται, παραβαλλόμενον πρὸς τὸ ἕτερον, διὰ δισσὰς προφάσιας εἰκότως· ἐπί τε γὰρ τὸ ἀπὸ τοῦ ἰσχίου πεφυκὸς ὀστέον, τὸ ἄνω φερόμενον πρὸς τὸν κτένα, ἐπὶ τοῦτο ἡ ἐπίβασις τῆς κεφαλῆς τοῦ μηροῦ γίνεται, καὶ ὁ αὐχὴν τοῦ ἄρθρου ἐπὶ τῆς κοτύλης ὀχέεται. ἔξωθέν τε αὖ ὁ γλουτὸς κοῖλος φαίνεται, ἅτε ἔσω ῤεψάσης τῆς κεφαλῆς τοῦ μηροῦ, τό τε αὖ κατὰ τὸ γόνυ τοῦ μηροῦ ἄκρον ἀναγκάζεται ἔξω ῤέπειν, καὶ ἡ κνήμη καὶ ὁ ποὺς ὡσαύτως. ἅτε οὖν ἔξω ῤέποντος τοῦ ποδὸς, οἱ ἰητροὶ δι’ ἀπειρίην τὸν ὑγιέα πόδα πρὸς τοῦτον προσίσχουσιν, ἀλλ’ οὐ τοῦτον πρὸς τὸν ὑγιέα· διὰ τοῦτο πουλὺ μακρότερον φαίνεται τὸ σιναρὸν τοῦ ὑγιέος· πολλαχῆ δὲ καὶ ἄλλῃ τὰ τοιαῦτα παραξύνεσιν ἔχει. οὐ μὴν οὐδὲ ξυγκάμπτειν δύνανται κατὰ τὸν βουβῶνα ὁμοίως τῷ ὑγιέϊ· ἀτὰρ καὶ ψαυομένη ἡ κεφαλὴ τοῦ μηροῦ κατὰ τὸν περίνεον ὑπερογκέουσα εὔδηλός ἐστιν. τὰ μὲν οὖν σημήϊα ταῦτά ἐστιν, οἷσιν ἂν ἔσω ἐκπεπτώκῃ ὁ μηρός. [Artic. 52] οἷσι μὲν ἂν οὖν ἐκπεσὼν μὴ ἐμπέσῃ, ἀλλὰ καταπορηθῇ καὶ ἀμεληθῇ, ἥ τε ὁδοιπορίη περιφοράδην τοῦ σκέλεος ὥσπερ τοῖσι βουσὶ γίνεται, καὶ ἡ ὄχησις πλείστη αὐτέοισιν ἐπὶ τοῦ ὑγιέος σκέλεός ἐστιν. καὶ ἀναγκάζονται κατὰ τὸν κενεῶνα καὶ κατὰ τὸ ἄρθρον τὸ ἐκπεπτωκὸς κοῖλοι καὶ σκολιοὶ εἶναι· κατὰ δὲ τὸ ὑγιὲς ἐς τὸ ἔξω ὁ γλουτὸς ἀναγκάζεται περιφερὴς εἶναι· εἰ γάρ τις ἔξω τῷ ποδὶ τοῦ ὑγιέος σκέλεος βαίνοι, ἀπωθοίη ἂν τὸ σῶμα τὸ ἄλλο ἐς τὸ σιναρὸν σκέλος τὴν ὄχησιν ποιέεσθαι· τὸ δὲ σιναρὸν· οὐκ ἂν δύναιτο ὀχέειν· πῶς γάρ; ἀναγκάζεται οὖν οὕτω κατὰ τοῦ ὑγιέος σκέλεος τῷ ποδὶ ἔσω βαίνειν, ἀλλὰ μὴ ἔξω· οὕτω γὰρ ὀχέει μάλιστα τὸ σκέλος τὸ ὑγιὲς, καὶ τὸ ἑωυτοῦ μέρος τοῦ σώματος, καὶ τὸ τοῦ σιναροῦ σκέλεος μέρος. Κοιλαινόμενοι δὲ κατὰ τὸν κενεῶνα καὶ κατὰ τὰ ἄρθρα, μικροὶ φαίνονται, καὶ τῷ ξύλῳ ἀναγκάζονται ἀντερείδεσθαι πλάγιοι κατὰ τὸ ὑγιὲς σκέλος· δέονται γὰρ ἀντικοντώσιος ταύτῃ· ἐπὶ τοῦτο γὰρ οἱ γλουτοὶ ῤέπουσι, καὶ τὸ ἄχθος τοῦ σώματος ὀχεεται ἐπὶ τοῦτο. ἀναγκάζονται δὲ καὶ ἐπικύπτειν· τὴν γὰρ χεῖρα τὴν κατὰ τὸ σκέλος τὸ σιναρὸν ἀναγκάζονται κατὰ πλάγιον τὸν μηρὸν ἐρείδειν· οὐ γὰρ δύναται τὸ σιναρὸν σκέλος ὀχέειν τὸ σῶμα ἐν τῇ μεταλλαγῇ τῶν σκελέων, ἢν μὴ κατέχηται πρὸς τὴν γῆν πιεζόμενον. ἐν τούτοισιν οὖν τοῖσι σχήμασιν ἀναγκάζονται ἐσχηματίσθαι, οἷσιν ἂν ἔσω ἐκβὰν τὸ ἄρθρον μὴ ἐμπέσῃ, οὐ προβουλεύσαντος τοῦ ἀνθρώπου, ὅκως ἂν ῤήϊστα ἐσχηματισμένον ἔῃ, ἀλλ’ αὐτὴ ἡ ξυμφορὴ διδάσκει ἐκ τῶν παρεόντων τὰ ῤήϊστα αἱρέεσθαι. ἐπεὶ καὶ ὁκόσοι ἕλκος ἔχοντες ἐν ποδὶ ἢ κνήμῃ οὐ κάρτα δύνανται ἐπιβαίνειν τῷ σκέλεϊ, πάντες, καὶ οἱ νήπιοι, οὕτως ὁδοιπορέουσιν· ἔξω γὰρ βαίνουσι τῷ σιναρῷ σκέλεϊ· καὶ δισσὰ κερδαίνουσι, δισσῶν γὰρ δέονται· τό τε γὰρ σῶμα οὐκ ὀχέεται ὁμοίως ἐπὶ τοῦ ἔξω ἀποβαινομένου, ὥσπερ ἐπὶ τοῦ εἴσω· οὐδὲ γὰρ κατ’ ἰθυωρίην αὐτῷ γίνεται τὸ ἄχθος, ἀλλὰ πολλῷ μᾶλλον ἐπὶ τοῦ ὑποβαινομένου· κατ’ ἰθυωρίην γὰρ αὐτῷ γίνεται τὸ ἄχθος ἔν τε αὐτῇ τῇ ὁδοιπορίῃ καὶ τῇ μεταλλαγῇ τῶν σκελέων. ἐν τούτῳ τῷ σχήματι τάχιστα ἂν δύναιτο ὑποτιθέναι τὸ ὑγιὲς σκέλος, εἰ τῷ μὲν σιναρῷ ἐξωτέρω βαίνοι, τῷ δὲ ὑγιέϊ ἐσωτέρω. περὶ οὗ οὖν ὁ λόγος, ἀγαθὸν εὑρίσκεσθαι αὐτὸ ἑωυτῷ τὸ σῶμα [ἐς] τὰ ῤήϊστα τῶν σχημάτων. Ὅσοισι μὲν οὖν μήπω τετελειωμένοισιν ἐς αὔξησιν ἐκπεσὼν μὴ ἐμπέσοι, γυιοῦται ὁ μηρὸς καὶ ἡ κνήμη καὶ ὁ πούς· οὔτε γὰρ τὰ ὀστέα ἐς τὸ μῆκος ὁμοίως αὔξεται, ἀλλὰ βραχύτερα γίνεται, μάλιστα δὲ τὸ τοῦ μηροῦ, ἄσαρκόν τε ἅπαν τὸ σκέλος καὶ ἄμυον καὶ ἐκτεθηλυσμένον καὶ λεπτότερον γίνεται, ἅμα μὲν, διὰ τὴν στέρησιν τῆς χώρης τοῦ ἄρθρου, ἅμα δὲ, ὅτι ἀδύνατον χρέεσθαί ἐστιν, ὅτι οὐ κατὰ φύσιν κέεται· χρῆσις γὰρ μετεξετέρη ῤύεται τῆς ἄγαν ἐκθηλύνσιος· ῥύεται δέ τι καὶ τῆς ἐπὶ μῆκος ἀναυξήσιος. κακοῦται μὲν οὖν μάλιστα, οἷσιν ἂν ἐν γαστρὶ ἐοῦσιν ἐξαρθρήσῃ τοῦτο τὸ ἄρθρον, δεύτερον δὲ, οἷσιν ἂν ὡς νηπιωτάτοισιν ἐοῦσιν, ἥκιστα δὲ τοῖσι τετελειωμένοισιν. τοῖσι μὲν οὖν τετελειωμένοισιν εἴρηται, οἵη τις ἡ ὁδοιπορίη γίνεται· οἷσι δ’ ἂν νηπίοισιν ἐοῦσιν ἡ ξυμφορὴ αὕτη γένηται, οἱ μὲν πλεῖστοι καταβλακεύουσι τὴν διόρθωσιν τοῦ σώματος, ἀλλὰ κακῶς εἰλέονται ἐπὶ τὸ ὑγιὲς σκέλος, τῇ χειρὶ πρὸς τὴν γῆν ἀπερειδόμενοι τῇ κατὰ τὸ ὑγιὲς σκέλος· καταβλακεύουσι δὲ ἔνιοι τὴν ἐς τὸ ὀρθὸν ὁδοιπορίην, καὶ οἷσιν ἂν τετελειωμένοισιν αὕτη ἡ ξυμφορὴ γένηται. ὁκόσοι δ’ ἂν νήπιοι ἐόντες, ταύτῃ τῇ ξυμφορῇ χρησάμενοι, ὀρθῶς παιδαγωγηθῶσι, τῷ μὲν ὑγιέϊ σκέλεϊ χρέονται ἐς ὀρθὸν, ὑπὸ δὲ τὴν μασχάλην τὴν κατὰ τὸ ὑγιὲς σκέλος σκίπωνα περιφέρουσι, μετεξέτεροι δὲ, καὶ ὑπ’ ἀμφοτέρας τὰς χεῖρας· τὸ δὲ σιναρὸν σκέλος μετέωρον ἔχουσι, καὶ τοσούτῳ ῤηΐους εἰσὶν, ὅσῳ ἂν αὐτοῖσιν ἔλασσον τὸ σκέλος τὸ σιναρὸν ἔῃ· τὸ δὲ ὑγιὲς ἰσχύει αὐτέοισιν οὐδὲν ἧσσον, ἢ εἰ καὶ ἀμφότερα ὑγιέα ἦν. Θηλύνονται δὲ πᾶσι τοῖσι τοιούτοισιν αἱ σάρκες τοῦ σκέλεος, μᾶλλον δέ τι θηλύνονται αἱ ἐκ τοῦ ἔξω μέρεος, ἢ αἱ ἐκ τοῦ ἔσω ὡς ἐπὶ πολύ. [Artic. 53] μυθολογοῦσι δέ τινες, ὅτι αἱ Ἀμαζονίδες τὸ ἄρσεν γένος τὸ ἑωυτῶν αὐτίκα νήπιον ἐὸν ἐξαρθρέουσιν, αἱ μὲν, κατὰ [τὰ] γούνατα, αἱ δὲ, κατὰ τὰ ἰσχία, ὡς δῆθεν χωλὰ γίνοιτο, καὶ μὴ ἐπιβουλεύοι τὸ ἄρσεν γένος τῷ θήλεϊ· χειρώναξιν ἄρα τουτέοισι χρέονται, ὁκόσα ἢ σκυτείης ἔργα, ἢ χαλκείης, ἢ ἄλλο ὅ τι ἑδραῖον ἔργον. εἰ μὲν οὖν ἀληθέα ταῦτά ἐστιν, ἐγὼ μὲν οὐκ οἶδα· ὅτι δὲ γίνοιτο ἂν τοιαῦτα, οἶδα, εἴ τις ἐξαρθρέοι αὐτίκα νήπια ἐόντα. κατὰ μὲν οὖν τὰ ἰσχία μέζον τὸ διάφορόν ἐστιν ἐς τὸ ἔσω, ἢ ἐς τὸ ἔξω ἐξαρθρῆσαι· κατὰ δὲ τὰ γούνατα διαφέρει μέν τι, ἔλασσον δέ τι διαφέρει· τρόπος δὲ ἑκατέρου τοῦ χωλώματος ἴδιός ἐστιν· κυλλοῦται γὰρ μᾶλλον, οἷσιν ἂν ἐς τὸ ἔξω ἐξαρθρήσῃ· ὀρθοὶ δὲ ἧσσον ἵστανται, οἷσιν ἂν ἐς τὸ ἔσω ἐξαρθρήσῃ. ὡσαύτως δὲ καὶ ἢν παρὰ τὸ σφυρὸν ἐξαρθρήσῃ, ἢν μὲν ἐς τὸ ἔξω μέρος, κυλλοὶ μὲν γίνονται, ἑστάναι δὲ δύνανται· ἢν δὲ ἐς τὸ ἔσω μέρος, βλαισοὶ μὲν γίνονται, ἧσσον δὲ ἑστάναι δύνανται. ἥ γε μὴν ξυναύξησις τῶν ὀστέων τοιήδε γίνεται· οἷσι μὲν ἂν τὸ κατὰ τὸ σφυρὸν ὀστέον τὸ τῆς κνήμης ἐκστῇ, τούτοισι μὲν τὰ τοῦ ποδὸς ὀστέα ἥκιστα ξυναύξεται, ταῦτα γὰρ ἐγγυτάτω τοῦ τρώματός ἐστι, τὰ δὲ τῆς κνήμης ὀστέα αὔξεται μὲν, οὐ πολὺ δὲ ἐνδεεστέρως, αἱ μέντοι σάρκες μινύθουσιν. οἷσι δ’ ἂν κατὰ μὲν τὸ σφυρὸν μένῃ τὸ ἄρθρον κατὰ φύσιν, κατὰ δὲ τὸ γόνυ ἐξεστήκῃ, τούτοισι τὸ τῆς κνήμης ὀστέον οὐκ ἐθέλει ξυναύξεσθαι ὁμοίως, ἀλλὰ βραχύτατον γίνεται, τοῦτο γὰρ ἐγγυτάτω τοῦ τρώματός ἐστιν· τοῦ μέντοι ποδὸς τὰ ὀστέα μινύθει μὲν, ἀτὰρ οὐχ ὁμοίως, ὥσπερ ὀλίγον τι πρόσθεν εἴρηται, ὅτι τὸ ἄρθρον τὸ παρὰ τὸν πόδα σῶόν ἐστιν· εἰ δέ οἱ χρέεσθαι ἠδύναντο, ὥσπερ καὶ τῷ κυλλῷ, ἔτι ἂν ἧσσον ἐμινύθει τὰ τοῦ ποδὸς ὀστέα τούτοισιν. οἷσι δ’ ἂν κατὰ τὸ ἰσχίον ἡ ἐξάρθρησις γένηται, τούτοισι τοῦ μηροῦ τὸ ὀστέον οὐκ ἐθέλει ξυναύξεσθαι ὁμοίως, τοῦτο γὰρ ἐγγυτάτω τοῦ τρώματός ἐστιν, ἀλλὰ βραχύτερον τοῦ ὑγιέος γίνεται· τὰ μέντοι τῆς κνήμης ὀστέα οὐχ ὁμοίως τούτοισιν ἀναυξέα γίνεται, οὐδὲ τὰ τοῦ ποδὸς, διὰ τοῦτο δὲ, ὅτι τὸ τοῦ μηροῦ ἄρθρον τὸ παρὰ τὴν κνήμην ἐν τῇ ἑωυτοῦ φύσει μένει, καὶ τὸ τῆς κνήμης τὸ παρὰ τὸν πόδα· σάρκες μέντοι μινύθουσι παντὸς τοῦ σκέλεος τούτοισιν· εἰ μέντοι χρέεσθαι τῷ σκέλεϊ ἠδύναντο, ἔτι ἂν μᾶλλον τὰ ὀστέα ξυνηυξάνετο, ὡς καὶ πρόσθεν εἴρηται, πλὴν τοῦ μηροῦ, κἂν ἧσσον ἄσαρκα εἴη, ἀσαρκότερα δὲ πολλῷ ἢ εἰ ὑγιέα ἦν. σημήϊον δὲ, ὅτι ταῦτα τοιαῦτά ἐστιν· ὁκόσοι γὰρ, τοῦ βραχίονος ἐκπεσόντος, γαλιάγκωνες ἐγένοντο ἐκ γενεῆς, ἢ καὶ ἐν αὐξήσει πρὶν τελειωθῆναι, οὗτοι τὸ μὲν ὀστέον τοῦ βραχίονος βραχὺ ἴσχουσι, τὸν δὲ πῆχυν καὶ ἄκρην τὴν χεῖρα ὀλίγῳ ἐνδεεστέρην τοῦ ὑγιέος, διὰ ταύτας τὰς προφάσιας τὰς εἰρημένας, ὅτι ὁ μὲν βραχίων ἐγγυτάτω τοῦ ἄρθρου τοῦ τρώματός ἐστιν, ὥστε διὰ τοῦτο βραχύτερος γέγονεν· ὁ δ’ αὖ πῆχυς διὰ τοῦτο οὐχ ὁμοίως ἐνακούει τῆς ξυμφορῆς, ὅτι τὸ τοῦ βραχίονος ἄρθρον τὸ πρὸς τοῦ πήχεος ἐν τῇ ἀρχαίῃ φύσει μένει, ἥ τε αὖ χεὶρ ἄκρη ἔτι τηλοτέρω ἄπεστιν, ἢ ὁ πῆχυς, ἀπὸ τῆς ξυμφορῆς. διὰ ταύτας οὖν τὰς εἰρημένας προφάσιας, τῶν ὀστέων τά τε μὴ ξυναυξανόμενα οὐ ξυναυξάνεται, τά τε ξυναυξανόμενα ξυναυξάνεται. ἐς δὲ τὸ εὔσαρκον τῇ χειρὶ καὶ τῷ βραχίονι ἡ ταλαιπωρίη τῆς χειρὸς μέγα προσωφελέει· ὅσα γὰρ χειρῶν ἔργα ἐστὶ, τὰ πλεῖστα προθυμέονται οἱ γαλιάγκωνες ἐργάζεσθαι τῇ χειρὶ ταύτῃ, ὅσα περ καὶ τῇ ἑτέρῃ δύνανται, οὐδὲν ἐνδεεστέρως τῆς ἀσινέος· οὐ γὰρ δεῖ ὀχέεσθαι τὸ σῶμα ἐπὶ τῶν χειρῶν, ὡς ἐπὶ τῶν σκελέων, ἀλλὰ κοῦφα αὐτέῃσι τὰ ἔργα ἐστίν. διὰ δὲ τὴν χρῆσιν οὐ μινύθουσιν αἱ σάρκες αἱ κατὰ τὴν χεῖρα καὶ τὸν πῆχυν τοῖσι γαλιάγκωσιν, ἀλλὰ καὶ ὁ βραχίων τι προσωφελέεται ἐς εὐσαρκίην διὰ ταῦτα· ὅταν δὲ ἰσχίον ἐκπαλὲς γένηται ἐς τὸ ἔσω μέρος ἐκ γενεῆς, ἢ καὶ ἔτι νηπίῳ ἐόντι, μινύθουσιν αἱ σάρκες διὰ τοῦτο μᾶλλον ἢ τῆς χειρὸς, ὅτι οὐ δύνανται χρέεσθαι τῷ σκέλεϊ. μαρτύριον δέ τι ἓν ἔσται καὶ ἐν τοῖσιν ὀλίγον ὕστερον εἰρησομένοισιν, ὅτι ταῦτα τοιαῦτά ἐστιν. [Artic. 54] Ὁκόσοισι δ’ἂν ἐς τὸ ἔξω ἡ τοῦ μηροῦ κεφαλὴ ἐκβῇ, τούτοισι βραχύτερον μὲν τὸ σκέλος φαίνεται παρατεινόμενον παρὰ τὸ ἕτερον· εἰκότως· οὐ γὰρ ἐπ’ ὀστέον ἡ ἐπίβασις τῆς κεφαλῆς τοῦ μηροῦ ἐστιν, ὡς ὅτε ἔσω ἐκπέπτωκεν, ἀλλὰ παρ’ ὀστέον παρεγκεκλιμένην τὴν φύσιν ἔχον, ἐν σαρκὶ δὲ στηρίζεται ὑγρῇ καὶ ὑπεικούσῃ· διὰ τοῦτο μὲν βραχύτερον φαίνεται. ἔσωθεν δὲ ὁ μηρὸς παρὰ τὴν πλιχάδα καλεομένην κοιλότερος καὶ ἀσαρκότερος φαίνεται· ἔξωθεν δὲ ὁ γλουτὸς ὑποκυρτότερος, ἅτε ἐς τὸ ἔξω τῆς κεφαλῆς τοῦ μηροῦ ὠλισθηκυίης· ἀτὰρ καὶ ἀνωτέρω φαίνεται ὁ γλουτὸς, ἅτε ὑπειξάσης τῆς σαρκὸς τῆς ἐνταῦθα τῇ τοῦ μηροῦ κεφαλῇ· τὸ δὲ παρὰ τὸ γόνυ τοῦ μηροῦ ἄκρον ἔσω ῤέπον φαίνεται, καὶ ἡ κνήμη, καὶ ὁ πούς· ἀτὰρ οὐδὲ ξυγκάμπτειν ὥσπερ τὸ ὑγιὲς σκέλος δύνανται. τὰ μὲν οὖν σημήϊα ταῦτα τοῦ ἔξω ἐκπεπτωκότος μηροῦ εἰσιν. [Artic. 55] οἷσι μὲν οὖν ἂν τετελειωμένοισιν ἤδη ἐκπεσὸν τὸ ἄρθρον μὴ ἐμπέσῃ, τούτοισι βραχύτερον μὲν φαίνεται τὸ ξύμπαν σκέλος, ἐν δὲ τῇ ὁδοιπορίῃ τῇ μὲν πτέρνῃ οὐ δύνανται καθικνέεσθαι ἐπὶ τῆς γῆς, τῷ δὲ στήθεϊ τοῦ ποδὸς βαίνουσιν ἐπὶ τὴν γῆν· ὀλίγον δὲ ἐς τὸ ἔσω μέρος ῤέπουσι τοῖσι δακτύλοισιν ἄκροισιν. ὀχέειν δὲ δύναται τὸ σῶμα τὸ σιναρὸν σκέλος τούτοισι πολλῷ μᾶλλον, ἢ οἷσιν ἂν ἐς τὸ ἔσω μέρος ἐκπεπτώκῃ, ἅμα μὲν, ὅτι ἡ κεφαλὴ τοῦ μηροῦ, καὶ ὁ αὐχὴν τοῦ ἄρθρου πλάγιος φύσει πεφυκὼς, ὑπὸ συχνῷ μέρεϊ τοῦ ἰσχίου τὴν ὑπόστασιν πεποίηται, ἅμα δὲ, ὅτι ἄκρος ὁ ποὺς οὐκ ἐς τὸ ἔξω μέρος ἀναγκάζεται ἐκκεκλίσθαι, ἀλλ’ ἐγγύς ἐστι τῆς ἰθυωρίης τῆς κατὰ τὸ σῶμα, καὶ τείνει καὶ ἐσωτέρω. ὅταν οὖν τρίβον μὲν λάβῃ τὸ ἄρθρον ἐν τῇ σαρκὶ, εἰς ἣν ἐξεκλίθη, ἡ δὲ σὰρξ γλισχρανθῇ, ἀνώδυνον τῷ χρόνῳ γίνεται· ὅταν δὲ ἀνώδυνον γένηται, δύνανται μὲν ὁδοιπορέειν ἄνευ ξύλου, ἢν ἄλλως βούλωνται· δύνανται δὲ ὀχέειν τὸ σῶμα ἐπὶ τὸ σιναρὸν σκέλος. δι’ οὖν τὴν χρῆσιν ἧσσον τοῖσι τοιούτοισιν ἐκθηλύνονται αἱ σάρκες, ἢ οἷσιν ὀλίγον πρόσθεν εἴρηται· ἐκθηλύνονται δὲ ἢ πλεῖον, ἢ ἔλασσον· μᾶλλον δέ τι ἐκθηλύνονται κατὰ τὸ ἔσω μέρος, ἢ κατὰ τὸ ἔξω, ὡς ἐπὶ τὸ πολύ. τὸ μέντοι ὑπόδημα μετεξέτεροι τούτων ὑποδέεσθαι οὐ δύνανται διὰ τὴν ἀκαμπίην τοῦ σκέλεος, οἱ δέ τινες καὶ δύνανται. οἷσι δὲ ἂν ἐν γαστρὶ ἐοῦσιν ἐξαρθρήσῃ τοῦτο τὸ ἄρθρον, ἢ ἔτι ἐν αὐξήσει ἐοῦσι βίῃ ἐκπεσὸν ἤδη μὴ ἐμπέσῃ, ἢ καὶ ὑπὸ νούσου ἐξαρθρήσῃ τοῦτο τὸ ἄρθρον καὶ ἐκπαλήσῃ (πολλὰ γὰρ τοιαῦτα γίνεται, καὶ ἐνίων μὲν τῶν τοιούτων ἢν ἐπισφακελίσῃ ὁ μηρὸς, ἐμπυήματα χρόνια καὶ ἔμμοτα γίνεται, καὶ ὀστέων ψιλώσιες ἐνίοισιν), ὁμοίως δὲ καὶ οἷσιν ἐπισφακελίζει, καὶ οἷσι μὴ ἐπισφακελίζει, τοῦ μηροῦ τὸ ὀστέον πολλῷ βραχύτερον γίνεται, καὶ οὐκ ἐθέλει ξυναύξεσθαι, ὥσπερ τοῦ ὑγιέος· τὰ μέντοι τῆς κνήμης βραχύτερα μὲν γίνεται, ἢ τὰ τῆς ἑτέρης, ὀλίγῳ δὲ, διὰ τὰς αὐτὰς προφάσιας, αἳ καὶ πρόσθεν εἴρηνται· ὁδοιπορέειν τε δύνανται οἱ τοιοῦτοι, οἱ μέν τινες αὐτῶν τοῦτον τὸν τρόπον, ὥσπερ οἷσι τετελειωμένοισιν ἐξέπεσε καὶ μὴ ἐνέπεσεν, οἱ δὲ καὶ βαίνουσι μὲν παντὶ τῷ ποδὶ, διαῤῥέπουσι δὲ ἐν τῇσιν ὁδοιπορίῃσιν, ἀναγκαζόμενοι διὰ τὴν βραχύτητα τοῦ σκέλεος. ταῦτα δὲ τοιαῦτα γίνεται, ἢν ἐπιμελέως μὲν παιδαγωγηθῶσιν ἐν τοῖσι σχήμασι καὶ ὀρθῶς, ἐν οἷσι δεῖ, πρὶν κρατυνθῆναι ἐς τὴν ὁδοιπορίην, ἐπιμελέως δὲ καὶ ὀρθῶς, ἐπὴν κρατυνθῶσιν· πλείστης δὲ ἐπιμελείης δέονται, οἷσιν ἂν νηπιωτάτοισιν ἐοῦσιν αὕτη ἡ ξυμφορὴ γένηται· ἢν γὰρ ἀμεληθῶσι νήπιοι ἐόντες, ἀχρήϊον παντάπασι καὶ ἀναυξὲς ὅλον τὸ σκέλος γίνεται. αἱ δὲ σάρκες τοῦ ξύμπαντος σκέλεος μινύθουσι μᾶλλον, ἢ τοῦ ὑγιέος· πάνυ μὴν πολλῷ ἧσσον τούτοισι μινύθουσιν, ἢ οἷσιν ἂν ἔσω ἐκπεπτώκῃ, διὰ τὴν χρῆσιν καὶ τὴν ταλαιπωρίην, οἷον εὐθέως δύνασθαι χρέεσθαι τῷ σκέλεϊ, ὡς καὶ πρόσθεν ὀλίγῳ περὶ τῶν γαλιαγκώνων εἴρηται. [Artic. 56] εἰσὶ δέ τινες, ὧν τοῖσι μὲν ἐκ γενεῆς αὐτίκα, τοῖσι δὲ καὶ ὑπὸ νούσου ἀμφοτέρων τῶν σκελέων ἐξέστη τὰ ἄρθρα ἐς τὸ ἔξω μέρος· τούτοισιν οὖν τὰ μὲν ὀστέα ταὐτὰ παθήματα πάσχει· αἱ μέντοι σάρκες ἥκιστα ἐκθηλύνονται τοῖσι τοιούτοισιν· εὔσαρκα δὲ καὶ τὰ σκέλεα γίνεται, πλὴν εἴ τι ἄρα κατὰ τὸ εἴσω μέρος ἐλλείποι ὀλίγον· διὰ τοῦτο δὲ εὔσαρκά ἐστιν, ὅτι ἀμφοτέροισι τοῖσι σκέλεσιν ὁμοίως ἡ χρῆσις γίνεται· ὁμοίως γὰρ σαλεύουσιν ἐν τῇ ὁδοιπορίῃ ἔνθα καὶ ἔνθα· ἐξεχέγλουτοι δὲ οὗτοι ἰσχυρῶς φαίνονται διὰ τὴν ἔκστασιν τῶν ἄρθρων. ἢν δὲ μὴ ἐπισφακελίσῃ αὐτοῖσι τὰ ὀστέα, μηδὲ κυφοὶ ἀνωτέρω τῶν ἰσχίων γένωνται (ἐνίους γὰρ καὶ τὰ τοιαῦτα καταλαμβάνει), ἢν οὖν μὴ τοιοῦτόν τι γένηται, ἱκανῶς ὑγιηροὶ τἄλλα διαφέρονται· ἀναυξέστεροι μέντοι τὸ πᾶν σῶμα οὗτοι γίνονται, πλὴν τῆς κεφαλῆς. [Artic. 57] Ὅσοισι δ’ ἂν ἐς τοὔπισθεν ἡ κεφαλὴ τοῦ μηροῦ ἐκπέσῃ, ὀλίγοισι δὲ ἐκπίπτει, οὗτοι ἐκτανύειν οὐ δύνανται τὸ σκέλος, οὔτε κατὰ τὸ ἄρθρον τὸ ἐκπεσὸν, οὔτε τι κάρτα κατὰ τὴν ἰγνύην· ἀλλ’ ἥκιστα τῶν ἐκπαλέων οὗτοι ἐκτανύουσι καὶ τὸ κατὰ τὸν βουβῶνα, καὶ τὸ κατὰ τὴν ἰγνύην ἄρθρον. Προσξυνιέναι μὲν οὖν καὶ τόδε χρὴ (εὔχρηστον γὰρ καὶ πολλοῦ ἄξιόν ἐστι, καὶ τοὺς πλείστους λήθει), ὅτι οὐδ’ ὑγιαίνοντες δύνανται κατὰ τὴν ἰγνύην ἐκτανύειν τὸ ἄρθρον, ἢν μὴ ξυνεκτανύωσι καὶ τὸ κατὰ τὸν βουβῶνα ἄρθρον, πλὴν ἢν μὴ πάνυ ἄνω ἀείρωσι τὸν πόδα, οὕτω δ’ ἂν δύναιντο· οὐ τοίνυν οὐδὲ ξυγκάμπτειν δύνανται τὸ κατὰ τὴν ἰγνύην ἄρθρον ὁμοίως, ἀλλὰ πολὺ χαλεπώτερον, ἢν μὴ ξυγκάμψωσι καὶ τὸ κατὰ τὸν βουβῶνα ἄρθρον. πολλὰ δὲ καὶ ἄλλα κατὰ τὸ σῶμα τοιαύτας ἀδελφίξιας ἔχει, καὶ κατὰ νεύρων ξυντάσιας, καὶ κατὰ μυῶν σχήματα, καὶ πλεῖστά τε καὶ πλείστου ἄξια γινώσκεσθαι, ἢ ὥς τις οἴεται, καὶ κατὰ τὴν τοῦ ἐντέρου φύσιν, καὶ τὴν τῆς ξυμπάσης κοιλίης, καὶ κατὰ τὰς τῶν ὑστερέων πλάνας καὶ ξυντάσιας· ἀλλὰ περὶ μὲν τούτων ἑτέρωθι λόγος ἔσται, ἠδελφισμένος τοῖσι νῦν λεγομένοισιν. περὶ οὗ δὲ ὁ λόγος ἐστὶν, οὔτε ἐκτανύειν δύνανται, ὥσπερ ἤδη εἴρηται· βραχύτερόν τε τὸ σκέλος φαίνεται διὰ δισσὰς προφάσιας, ὅτι τε οὐκ ἐκτανύεται, ὅτι τε πρὸς τὴν σάρκα ὠλίσθηκε τὴν τοῦ πυγαίου· ἡ γὰρ φύσις τοῦ ἰσχίου τοῦ ὀστέου ταύτῃ, ᾗ καὶ ἡ κεφαλὴ καὶ ὁ αὐχὴν τοῦ μηροῦ γίνεται, ὅταν δὲ ἐξαρθρήσῃ, καταφερὴς πέφυκεν ἐπὶ τοῦ πυγαίου τὸ ἔξω μέρος. ξυγκάμπτειν μέντοι δύνανται, ὅταν μὴ ἡ ὀδύνη κωλύῃ· καὶ ἡ κνήμη τε καὶ ὁ ποὺς ὀρθὰ ἐπιεικέως φαίνεται, καὶ οὔτε τῇ, οὔτε τῇ πολὺ ἐκκεκλιμένα· κατὰ δὲ τὸν βουβῶνα δοκέει τι ἡ σὰρξ λαπαρωτέρη εἶναι, ποτὶ καὶ ψαυομένη, ἅτε τοῦ ἄρθρου ἐς τὰ ἐπὶ θάτερα μέρη ὠλισθηκότος· κατὰ δὲ αὐτὸ τὸ πυγαῖον διαψαυομένη ἡ κεφαλὴ τοῦ μηροῦ δοκέει ἐξογκέειν μᾶλλον. τὰ μὲν οὖν σημήϊα ταῦτα, ᾧ ἂν ἐς τὸ ὄπισθεν ἐκπεπτώκῃ ὁ μηρός. [Artic. 58] ὅτεῳ μὲν οὖν ἂν τετελειωμένῳ ἤδη ἐκπεσὼν μὴ ἐμπέσῃ, ὁδοιπορέειν μὲν δύναται, ὅταν ὁ χρόνος ἐγγένηται, καὶ ἡ ὀδύνη παύσηται, καὶ ἐθισθῇ τὸ ἄρθρον ἐν τῇ σαρκὶ ἐνστροφᾶσθαι· ἀναγκάζεται μέντοι ἰσχυρῶς ξυγκάμπτειν κατὰ τοὺς βουβῶνας ὁδοιπορέων, διὰ δισσὰς προφάσιας, ἅμα μὲν ὅτι πολλῷ βραχύτερον τὸ σκέλος γίνεται διὰ τὰ προειρημένα, καὶ τῇ μὲν πτέρνῃ καὶ πάνυ πολλοῦ δέεται ψαύειν τῆς γῆς· μόλις δὲ τῷ στήθεϊ τοῦ ποδὸς καθικνέεται, καὶ οὐδὲ οὕτως, ἢν μὴ κάμψῃ αὐτὸς ἑωυτὸν κατὰ τοὺς βουβῶνας, καὶ τῷ ἑτέρῳ σκέλεϊ κατὰ τὴν ἰγνύην ἐπιξυγκάμψῃ. ἐπὶ δὲ τούτοισιν ἀναγκάζεται, ὥστε τῇ χειρὶ τῇ κατὰ τὸ σιναρὸν σκέλος ἐρείδεσθαι ἐς τὸ ἄνω τοῦ μηροῦ ἐφ’ ἑκάστῃ ξυμβάσει· ἀναγκάζει οὖν τι καὶ τοῦτο αὐτὸ, ὥστε κάμπτεσθαι κατὰ τοὺς βουβῶνας· ἐν γὰρ τῇ μεταλλαγῇ τῶν σκελέων ἐν τῇ ὁδοιπορίῃ οὐ δύναται τὸ σῶμα ὀχέεσθαι ἐπὶ τοῦ σιναροῦ σκέλεος, εἰ μὴ προσκατερείδεται τὸ σιναρὸν πρὸς τὴν γῆν ὑπὸ τῆς χειρὸς, ἅτε οὐχ ὑφεστεῶτος τοῦ ἄρθρου ὑπὸ τῷ σῶματι, ἀλλ’ ἐς τὸ ὄπισθεν ἐξεστεῶτος κατὰ τὸ ἰσχίον· εἰ γὰρ πειρήσαιτο καὶ ἐπ’ ὀλίγον τοῦ ποδὸς ὀχηθῆναι μηδενὶ ἄλλῳ ἀντιστηριζόμενος, ἐς τὸ ὀπίσω ἂν πέσοι· ἡ γὰρ ῤοπὴ πολλὴ ἂν εἴη, τῶν ἰσχίων ἐπὶ πουλὺ ἐς τοὐπίσω ὑπερεχόντων ὑπὲρ τοῦ ποδὸς τῆς βάσιος, καὶ τῆς ῤάχιος ἐς τὰ ἰσχία ῤεπούσης. ἄνευ μὲν οὖν ξύλου δύνανται ὁδοιπορέειν οἱ τοιοῦτοι, ἢν ἄλλως ἐθισθέωσιν· διὰ τοῦτο, ὅτι ἡ βάσις τοῦ ποδὸς κατὰ τὴν ἀρχαίην ἰθυωρίην ἐστὶν, ἀλλ’ οὐκ ἐς τὸ ἔξω ἐκκεκλιμένη, διὰ τοῦτο οὐδὲ δέονται τῆς ἀντικοντώσιος. ὅσοι μέντοι βούλονται ἀντὶ τῆς τοῦ μηροῦ ἐπιλαβῆς ὑπὸ τὴν μασχάλην τὴν κατὰ τὸ σιναρὸν σκέλος ὑποτιθέμενοι σκίπωνα ἀντερείδειν, κεῖνοι, ἢν μὲν μακρότερον τὸν σκίπωνα ὑποτιθέοιντο, ὀρθότεροι μὲν ὁδοιπορήσουσι, τῷ δὲ ποδὶ πρὸς τὴν γῆν οὐκ ἐρείδονται· εἰ δ’ αὖ βούλονται ἐρείδεσθαι τῷ ποδὶ, βραχύτερον μὲν τὸ ξύλον φορητέον, κατὰ δὲ τοὺς βουβῶνας ἐπιξυγκάμπτεσθαι ἂν δέοι αὐτούς. τῶν δὲ σαρκῶν αἱ μινυθήσιες κατὰ λόγον. γίνονται καὶ τούτοισιν, ὥσπερ πρόσθεν εἴρηται· τοῖσι μὲν γὰρ μετέωρον ἔχουσι τὸ σκέλος καὶ μηδὲν ταλαιπωρέουσιν, τούτοισι καὶ μάλιστα μινύθουσιν· οἳ δ’ ἂν πλεῖστα χρέωνται τῇ ἐπιβάσει, τούτοισιν ἥκιστα μινύθουσιν. τὸ μέντοι ὑγιὲς σκέλος οὐκ ὠφελέεται, ἀλλὰ μᾶλλον ⟨κ⟩αὶ ἀσχημονέστερον γίνεται, ἢν χρέωνται τῷ σιναρῷ σκέλεϊ ἐπὶ τὴν γῆν· ξυνυπουργέον γὰρ ἐκείνῳ ἐξίσχιόν τε ἀπαναγκάζεται εἶναι, καὶ κατὰ τὴν ἰγνύην ξυγκάμπτειν· ἢν δὲ μὴ προσχρέηται τῷ σιναρῷ ἐπὶ τὴν γῆν, ἀλλὰ, μετέωρον ἔχων, σκίπωνι ἀντερείδηται, οὕτω δὲ καρτερὸν γίνεται τὸ ὑγιὲς σκέλος· ἔν τε γὰρ τῇ φύσει διαιτᾶται, καὶ τὰ γυμνάσια προσκρατύνει αὐτό. φαίη μὲν οὖν ἄν τις, ἔξω ἰητρικῆς τὰ τοιαῦτα εἶναι· τί γὰρ δῆθεν δεῖ περὶ τῶν ἤδη ἀνηκέστων γεγονότων ἔτι προσξυνιέναι; πολλοῦ δὲ δεῖ οὕτως ἔχειν· τῆς γὰρ αὐτῆς γνώμης καὶ ταῦτα ξυνιέναι· οὐ γὰρ οἷόν τε ἀπαλλοτριωθῆναι ἀπ’ ἀλλήλων. δεῖ μὲν γὰρ ἐς τὰ ἀκεστὰ μηχανάασθαι, ὅκως μὴ ἀνήκεστα ἔσται, ξυνιέντα ὅκη ἂν μάλιστα κωλυτέα ἐς τὸ ἀνήκεστον ἐλθεῖν· δεῖ δὲ τὰ ἀνήκεστα ξυνιέναι, ὡς μὴ μάτην λυμαίνηται· τὰ δὲ προῤῥήματα λαμπρὰ καὶ ἀγωνιστικὰ, ἀπὸ τοῦ διαγινώσκειν, ὅπη ἕκαστον, καὶ οἵως, καὶ ὁκότε τελευτήσει, ἤν τε ἐς τὸ ἀκεστὸν τράπηται, ἤν τε ἐς τὸ ἀνήκεστον. Ὁκόσοισι δ’ ἂν ἐκ γενεῆς, ἢ καὶ ἄλλως πως ἐν αὐξήσει ἐοῦσιν, οὕτως ὀλίσθῃ τὸ ἄρθρον ὀπίσω, καὶ μὴ ἐμπέσῃ, ἤν τε βίῃ ὀλίσθῃ, ἤν τε καὶ ὑπὸ νούσου (πολλὰ γὰρ τοιαῦτα ἐξαρθρήματα γίνετα ἐν νούσοισιν· οἷαι δέ τινές εἰσιν αἱ νοῦσοι, ἐν ᾗσιν ἐξ⟨αρ⟩θρέεται τὰ τοιαῦτα, ὕστερον γεγράψεται), ἢν οὖν ἐκστὰν μὴ ἐμπέσῃ, τοῦ μὲν μηροῦ τὸ ὀστέον βραχὺ γίνεται, κακοῦται δὲ καὶ πᾶν τὸ σκέλος, καὶ ἀναυξέστερον γίνεται καὶ ἀσαρκότερον πολλῷ διὰ τὸ μηδὲν προσχρέεσθαι αὐτῷ· κακοῦται γὰρ τούτοισι καὶ τὸ κατὰ τὴν ἰγνύην ἄρθρον· τὰ γὰρ νεῦρα ἐντεταμένα γίνεται διὰ τὰ πρόσθεν εἰρημένα· διὸ οὐ δύνανται τὸ κατὰ τὴν ἰγνύην ἄρθρον ἐκτανύειν, οἷσιν ἂν οὕτως ἰσχίον ἐκπέσῃ. ὡς γὰρ ἐν κεφαλαίῳ εἰπεῖν, πάντα τὰ ἐν τῷ σώματι ὁκόσα ἐπὶ χρήσει γέγονε, χρεομένοισι μὲν μέτρια καὶ γυμναζομένοισιν ἐν τῇσι ταλαιπωρίῃσιν, ἐν ᾗσιν ἕκαστα εἴθισται, οὕτω μὲν ὑγιεινὰ καὶ αὔξιμα καὶ εὔγηρα γίνεται· μὴ χρεομένοισι δὲ, ἀλλ’ ἐλινύουσι νοσηρότερα γίνεται καὶ ἀναυξέα καὶ ταχύγηρα. ἐν δὲ τούτοισιν οὐχ ἥκιστα τὰ ἄρθρα τοῦτο πέπονθε καὶ τὰ νεῦρα, ἢν μή τις αὐτοῖσι χρέηται· κακοῦνται μὲν οὖν διὰ ταύτας τὰς προφάσιας μᾶλλόν τι ἐν τούτῳ τῷ τρόπῳ τοῦ ὀλισθήματος, ἢ ἐν τοῖσιν ἄλλοισιν· ὅλον γὰρ τὸ σκέλος ἀναυξὲς γίνεται, καὶ τῇ ἀπὸ τῶν ὀστέων φύσει, καὶ τῇ ἀπὸ τῶν σαρκῶν· οἱ οὖν τοιοῦτοι ὁκόταν ἀνδρωθῶσι, μετέωρον καὶ ξυγκεκαμμένον τὸ σκέλος ἴσχουσιν, ἐπὶ δὲ τοῦ ἑτέρου ὀχέονται, καὶ τῷ ξύλῳ ἀντιστηριζόμενοι, οἱ μὲν, ἑνὶ, οἱ δὲ, δυσίν. [Artic. 59] οἷσι δ’ ἂν ἐς τοὔμπροσθεν ἡ κεφαλὴ τοῦ μηροῦ ἐκπέσῃ, ὀλίγοισι δὲ τοῦτο γίνεται, οὗτοι ἐκτανύειν μὲν τὸ σκέλος δύνανται τελείως, ξυγκάμπτειν δὲ ἥκιστα οὗτοι δύνανται τὰ κατὰ τὸν βουβῶνα· πονέουσι δὲ, καὶ ἢν κατὰ τὴν ἰγνύην ἀναγκάζωνται ξυγκάμπτειν. μῆκος δὲ τοῦ σκέλεος παραπλήσιον φαίνεται, κατὰ μὲν τὴν πτέρνην καὶ πάνυ· ἄκρος δὲ ὁ ποὺς ἧσσόν τι προκύπτειν ἐθέλει ἐς τοὔμπροσθεν· ὅλον δὲ τὸ σκέλος ἔχει τὴν ἰθυωρίην τὴν κατὰ φύσιν, καὶ οὔτε τῇ, οὔτε τῇ ῤέπει. ὀδυνῶνται δὲ αὐτίκα οὗτοι μάλιστα, καὶ οὖρον ἴσχεται τὸ πρῶτον τούτοισι μᾶλλόν τι, ἢ τοῖσιν ἄλλοισιν ἐξαρθρήμασιν· ἐγκέεται γὰρ ἡ κεφαλὴ τοῦ μηροῦ ἐγγυτάτω τούτοισι τῶν τόνων τῶν ἐπικαίρων. καὶ κατὰ μὲν τὸν βουβῶνα ἐξογκέον τε καὶ κατατεταμένον τὸ χωρίον φαίνεται, κατὰ δὲ τὸ πυγαῖον, στολιδωδέστερον καὶ ἀσαρκότερον. ταῦτα μὲν οὖν σημήϊά ἐστι τὰ εἰρημένα, ὧν ἂν οὕτως ἐκπεπτώκῃ ὁ μηρός. [Artic. 60] Ὁκόσοισι μὲν οὖν ἂν ἤδη ἠνδρωμένοισι τοῦτο τὸ ἄρθρον ἐκπεσὸν μὴ ἐμπέσῃ, οὗτοι, ὁκόταν αὐτοῖσιν ἡ ὀδύνη παύσηται καὶ τὸ ἄρθρον ἐθισθῇ ἐν τῷ χωρίῳ τούτῳ στροφᾶσθαι, ἵνα ἐξέπεσεν, οὗτοι δύνανται σχεδὸν εὐθὺς ὀρθοὶ ὁδοιπορέειν ἄνευ ξύλου, καὶ πάνυ μέντοι εὐθέες, ἐπὶ δὲ τὸ σιναρὸν, ἅτε οὔτε κατὰ τὸν βουβῶνα εὔκαμπτοι ἐόντες, οὔτε κατὰ τὴν ἰγνύην· διὰ οὖν τοῦ βουβῶνος τὴν ἀκαμπίην εὐθυτέρῳ ὅλῳ τῷ σκέλεϊ ἐν τῇ ὁδοιπορίῃ χρέονται, ᾒ ὅτε ὑγίαινον. καὶ σύρουσι δὲ ἐνίοτε πρὸς τὴν γῆν τὸν πόδα, ἅτε οὐ ῤηϊδίως ξυγκάμπτοντες τὰ ἄνω ἄρθρα, καὶ ἅτε παντὶ βαίνοντες τῷ ποδί οὐδὲν γὰρ ἧσσον τῇ πτέρνῃ οὗτοι βαίνουσιν, ἢ τῷ ἔμπροσθεν· εἰ δέ γε ἠδύναντο μέγα προβαίνειν, κἂν πάνυ πτερνοβάται ἦσαν· καὶ γὰρ οἱ ὑγιαίνοντες ὅσῳ ἂν μέζον προβαίνοντες ὁδοιπορέωσι, τοσούτῳ μᾶλλον πτερνοβάται εἰσὶ, τιθέντες τὸν πόδα, αἴροντες δὲ τὸν ἐναντίον. Ὁκόσοισι δὲ δὴ οὕτως ἐκπέπτωκε, καὶ ἔτι μᾶλλον τῇ πτέρνῃ προσεγχρίπτουσιν, ἢ τῷ ἔμπροσθεν· τὸ γὰρ ἔμπροσθεν τοῦ ποδὸς, ὅταν ἐκτεταμένον ἔῃ τὸ ἄλλο σκέλος, οὐχ ὁμοίως δύναται ἐς τὸ πρόσω καμπύλλεσθαι, ὥσπερ ὅταν ξυγκεκαμμένον ἔῃ τὸ σκέλος· οὔτ’ αὖ σιμοῦσθαι δύναται ὁ ποὺς, ξυγκεκαμμένου τοῦ σκέλεος, ὡς ὅταν ἐκτεταμένον ἔῃ τὸ σκέλος. ὑγιαίνουσά τε οὖν ἡ φύσις οὕτω πέφυκεν, ὥσπερ εἴρηται· ὅταν δὲ ἐκπεσὸν μὴ ἐμπέσῃ τὸ ἄρθρον, οὕτως ὁδοιπορέουσιν, ὡς εἴρηται, διὰ τὰς προφάσιας ταύτας τὰς εἰρημένας· ἀσαρκότερον μέντοι τὸ σκέλος τοῦ ἑτέρου γίνεται, κατά τε τὸ πυγαῖον, κατά τε τὴν γαστροκνημίην, καὶ κατὰ τὴν ὄπισθεν ἴξιν. οἷσι δ’ ἂν νηπίοισιν ἔτι ἐοῦσι τὸ ἄρθρον οὕτως ὀλισθάνον μὴ ἐμπέσῃ, ἢ καὶ ἐκ γενεῆς οὕτω γένηται, καὶ τούτοισι τὸ τοῦ μηροῦ ὀστέον μᾶλλόν τι μινύθει, ἢ τὰ τῆς κνήμης καὶ τὰ τοῦ ποδός· ἥκιστα μὴν ἐν τούτῳ τῷ τρόπῳ τοῦ ὀλισθήματος ὁ μηρὸς μειοῦται. μινύθουσι μέντοι αἱ σάρκες πάντη, μάλιστα δὲ κατὰ τὴν ὄπισθεν ἴξιν, ὥσπερ ἤδη καὶ πρόσθεν εἴρηται. ὅσοι μὲν οὖν ἂν τιθηνηθῶσιν ὀρθῶς, οὗτοι μὲν δύνανται προσχρέεσθαι τῷ σκέλεϊ αὐξανόμενοι, βραχυτέρῳ μέν τινι τοῦ ἑτέρου ἐόντι, ὅμως δὲ ἐρειδόμενοι ξύλῳ ἐπὶ ταῦτα, ᾗ τὸ σιναρὸν σκέλος· οὐ γὰρ κάρτα δύνανται ἄνευ τῆς πτέρνης τῷ στήθεϊ τοῦ ποδὸς χρέεσθαι, ἐπικαθιέντες ὥσπερ ἐν ἑτέροισι χωλεύμασιν ἔνιοι δύνανται· αἴτιον δὲ τοῦ μὴ δύνασθαι τὸ ὀλίγῳ πρόσθεν εἰρημένον· διὰ οὖν τοῦτο προσδέονται ξύλου. ὅσοι δ’ ἂν καταμεληθέωσι καὶ μηδὲν χρέωνται ἐπὶ τὴν γῆν τῷ σκέλεϊ, ἀλλὰ μετέωρον ἔχωσι, τούτοισι μινύθει μὲν τὰ ὀστέα ἐς αὔξησιν μᾶλλον, ἢ τοῖσι χρεομένοισιν· μινύθουσι δὲ καὶ αἱ σάρκες πολὺ μᾶλλον, ἢ τοῖσι χρεομένοισιν· κατὰ δὲ τὰ ἄρθρα ἐς τὸ εὐθὺ πηροῦται τούτοισι τὸ σκέλος μᾶλλόν τι, ἢ οἷσιν ἂν ἄλλως ἐκπεπτώκῃ. [Artic. 61] ὡς μὲν οὖν ἐν κεφαλαίῳ εἰρῆσθαι, τὰ ἄρθρα τὰ ἐκπίπτοντα καὶ τὰ ὀλισθάνοντα ἀνίσως αὐτὰ ἑωυτοῖσιν ἐκπίπτει καὶ ὀλισθάνει, ἄλλοτε μὲν πουλὺ πλεῖον, ἄλλοτε δὲ πολὺ ἔλασσον· καὶ οἷσι μὲν ἂν πολὺ πλεῖον ὀλίσθῃ ἢ ἐκπέσῃ, χαλεπώτερα ἐμβάλλειν τὸ ἐπίπαν ἐστὶ, καὶ ἢν μὴ ἐμβιβασθῇ, μέζους καὶ ἐπιδηλοτέρας τὰς πηρώσιας καὶ κακώσιας ἴσχει τὰ τοιαῦτα, καὶ ὀστέων, καὶ σαρκῶν, καὶ σχημάτων· ὅταν δὲ μεῖον ἐκπέσῃ καὶ ὀλίσθῃ, ῤηΐδιον μὲν ἐμβάλλειν τὰ τοιαῦτα τῶν ἑτέρων γίνεται, ἢν δὲ καταπορηθῇ ἢ ἀμεληθῇ ἐμπεσεῖν, μείους καὶ ἀσινέστεραι αἱ πηρώσιες γίνονται τούτοισιν, ἢ οἷσιν ὀλίγῳ πρόσθεν εἴρηται. τὰ μὲν οὖν ἄλλα ἄρθρα καὶ πάνυ πολὺ διαφέρει ἐς τὸ ὁτὲ μὲν μεῖον, ὁτὲ δὲ μεῖζον τὸ ὀλίσθημα ποιέεσθαι· μηροῦ δὲ καὶ βραχίονος κεφαλαὶ παραπλησιώτατα ὀλισθάνουσιν αὐτὴ ἑωυτῇ ἑκατέρη· ἅτε γὰρ στρογγύλαι μὲν αἱ κεφαλαὶ ἐοῦσαι, ἁπλῆν τῆν στρογγύλωσιν καὶ φαλακρὴν ἔχουσι, κυκλοτερέες δὲ αἱ κοιλίαι ἐοῦσαι, αἱ δεχόμεναι τὰς κεφαλὰς, ἁρμόζουσι δὲ τῇσι κεφαλῇσιν· διὰ τοῦτο οὐκ ἔστιν αὐτῇσι τὸ ἥμισυ ἐκστῆναι τοῦ ἄρθρου· ὀλισθάνοι γὰρ ἂν διὰ τὴν περιφερείην, ἢ ἐς τὸ ἔξω, ἢ ἐς τὸ ἔσω. περὶ οὗ οὖν ὁ λόγος, ἐκπίπτουσι τελέως ἤδη, ἐπεὶ ἄλλως γε οὐκ ἐκπίπτουσιν· ὅμως δὲ καὶ ταῦτα ὁτὲ μὲν πλεῖον ἀποπηδᾷ ἀπὸ τῆς φύσιος, ὁτὲ δὲ ἔλασσον· μᾶλλον δέ τι μηρὸς τοῦτο βραχίονος πέπονθεν. [Artic. 62] ἐπεὶ ἔνια καὶ τῶν ἐκ γενεῆς γενομένων ὀλισθημάτων, ἢν μικρὸν ὀλίσθῃ, οἷά τε ἐς τὴν φύσιν ἄγεσθαι, καὶ μάλιστα τὰ παρὰ τοῦ ποδὸς ἄρθρα. ὁκόσοι ἐκ γενεῆς κυλλοὶ γίνονται, τὰ πλεῖστα τούτων ἰήσιμά ἐστιν, ἢν μὴ πάνυ μεγάλη ἡ ἔκκλισις ἔῃ, ἢ καὶ προαυξέων γεγονότων ἤδη τῶν παιδίων ξυμβῇ. ἄριστον μὲν οὖν ὡς τάχιστα ἰητρεύειν τὰ τοιαῦτα, πρὶν πάνυ μεγάλην τὴν ἔνδειαν τῶν ὀστέων τῶν ἐν τῷ ποδὶ γενέσθαι, πρίν τε πάνυ μεγάλην τὴν ἔνδειαν τῶν σαρκῶν τῶν κατὰ τὴν κνήμην εἶναι. τρόπος μὲν οὖν κυλλώσιος οὐχ εἷς, ἀλλὰ πλείονες, τὰ πλεῖστα μὴν οὐκ ἐξηρθρηκότα παντάπασιν, ἀλλὰ δι’ ἔθος σχήματος ἔν τινι ἀπολήψει τοῦ ποδὸς κεκυλλωμένα. προσέχειν δὲ καὶ ἐν τῇ ἰητρείῃ τοισίδε χρή· ἀπωθέειν μὲν καὶ κατορθοῦν τῆς κνήμης τὸ κατὰ τὸ σφυρὸν ὀστέον, τὸ ἔξωθεν, ἐς τὸ ἔσω μέρος, ἀντωθέειν δὲ ἐς τὸ ἔξω μέρος τὸ τῆς πτέρνης τὸ κατὰ τὴν ἴξιν, ὅκως ἀλλήλοις ἀπαντήσῃ τὰ ὀστέα τὰ ἐξίσχοντα κατὰ μέσον τε καὶ πλάγιον τὸν πόδα· τοὺς δ’ αὖ δακτύλους ἀθρόους ξὺν τῷ μεγάλῳ δακτύλῳ ἐς τὸ εἴσω μέρος ἐγκλίνειν καὶ περιαναγκάζειν οὕτως· ἐπιδεῖν δὲ κηρωτῇ ἐῤῥητινωμένῃ εὖ, καὶ σπλήνεσι, καὶ ὀθονίοισι μαλθακοῖσι, μὴ ὀλίγοισι, μηδὲ ἄγαν πιέζοντα· οὕτω δὲ τὰς περιαγωγὰς ποιέεσθαι τῆς ἐπιδέσιος, ὥσπερ καὶ τῇσι χερσὶν ἡ κατόρθωσις ἦν τοῦ ποδὸς, ὅκως ὁ ποὺς ὀλίγῳ μᾶλλον ἐς τὸ βλαισὸν ῤέπων φαίνηται. ἴχνος δέ τι χρὴ ποιέεσθαι, ἢ δέρματος μὴ ἄγαν σκληροῦ, ἢ μολύβδινον, προσεπιδεῖν δὲ, μὴ πρὸς τὸν χρῶτα τιθέντα, ἀλλ’ ὅταν ἤδη τοῖσιν ὑστάτοισιν ὀθονίοισι μέλλῃς ἐπιδέειν· ὅταν δὲ ἤδη ἐπιδεδεμένος ἔῃ, ἑνός τινος τῶν ὀθονίων χρὴ, οἷσιν ἐπιδέεται, τὴν ἀρχὴν προσράψαι πρὸς τὰ κάτω τοῦ ποδὸς ἐπιδέσματα κατὰ τὴν ἴξιν τοῦ μικροῦ δακτύλου· ἔπειτα ἐς τὸ ἄνω τείνοντα, ὅκως ἂν δοκέῃ μετρίως ἔχειν, περιβάλλειν ἄνωθεν τῆς γαστροκνημίης, ὡς μόνιμον ἔῃ, κατατεταγμένον οὕτως. ἁπλῷ δὲ λόγῳ, ὥσπερ κηροπλαστέοντα, χρὴ ἐς τὴν φύσιν τὴν δικαίην ἄγειν καὶ τὰ ἐκκεκλιμένα καὶ τὰ συντεταμένα παρὰ τὴν φύσιν, καὶ τῇσι χερσὶν οὕτω διορθοῦντα, καὶ τῇ ἐπιδέσει ὡσαύτως, προσάγειν δὲ οὐ βιαίως, ἀλλὰ παρηγορικῶς· προσράπτειν δὲ τὰ ὀθόνια, ὅκως ἂν ξυμφέρῃ τὰς ἀναλήψιας ποιέεσθαι, ἄλλα γὰρ ἄλλης τῶν χωλωμάτων δέεται ἀναλήψιος. Ὑποδημάτιον δὲ ποιέεσθαι μολύβδινον, ἔξωθεν τῆς ἐπιδέσιος ἐπιδεδεμένον, οἷον αἱ χῖαι κρηπῖδες ῤυθμὸν εἶχον· ἀλλ’ οὐδὲν αὐτοῦ δεῖ, ἤν τις ὀρθῶς μὲν τῇσι χερσὶ διορθώσῃ, ὀρθῶς δὲ τοῖσιν ὀθονίοισιν ἐπιδέῃ, ὀρθῶς δὲ καὶ τὰς ἀναλήψιας ποιοῖτο. ἡ μὲν οὖν ἴησις αὕτη, καὶ οὔτε τομῆς, οὔτε καύσιος οὐδὲν δεῖ, οὔτ’ ἄλλης ποικιλίης· θᾶσσον γὰρ ἐνακούει τὰ τοιαῦτα τῆς ἰητρείης, ἢ ὡς ἄν τις οἴοιτο. Προσνικᾷν μέντοι χρὴ τῷ χρόνῳ, ἕως ἂν αὐξηθῇ τὸ σῶμα ἐν τοῖσι δικαίοισι σχήμασιν. ὅταν δὲ ἐς ὑποδήματος λόγον ἴῃ, ἀρβύλαι ἐπιτηδειόταται αἱ πηλοπάτιδες καλεόμεναι· τοῦτο γὰρ ὑποδημάτων ἥκιστα κρατέεται ὑπὸ τοῦ ποδὸς, ἀλλὰ κρατέει μᾶλλον· ἐπιτήδειος δὲ καὶ ὁ κρητικὸς τρόπος τῶν ὑποδημάτων. [Artic. 63] Ὅσοισι δ’ ἂν κνήμης ὀστέα ἐξαρθρήσαντα καὶ ἕλκος ποιήσαντα τελείως ἐξίσχῃ κατὰ τὰ παρὰ τὸν πόδα ἄρθρα, εἴτε ἔσω ῤέψαντα, εἴτε μέντοι καὶ ἔξω, τὰ τοιαῦτα μὴ ἐμβάλλειν, ἀλλ’ ἐᾷν τὸν βουλόμενον τῶν ἰητρῶν ἐμβάλλειν. σαφέως γὰρ εἰδέναι χρὴ, ὅτι ἀποθανεῖται, ᾧ ἂν ἐμβληθέντα ἐμμείνῃ, καὶ ἡ ζωὴ δὲ ὀλιγήμερος τουτέοισι γενήσεται· ὀλίγοι γὰρ ἂν αὐτέων τὰς ἑπτὰ ἡμέρας ὑπερβάλλοιεν· σπασμὸς γὰρ ὁ κτείνων ἐστίν· ἀτὰρ καὶ γαγγραινοῦσθαι ἱκνέεται τὴν κνήμην καὶ τὸν πόδα. ταῦτα βεβαίως εἰδέναι χρὴ οὕτως ἐσόμενα· καὶ οὐκ ἄν μοι δοκέει οὐδὲ ἐλλέβορος ὠφελήσειν, αὐθημερόν τε δοθεὶς, καὶ αὖθις πινόμενος, ἄγχιστα δὲ, εἴπερ τι τοιοῦτον· οὐ μέντοι γε οὐδὲ τοῦτο δοκέω. ἢν δὲ μὴ ἐμβληθῇ, μηδ’ ἀπ’ ἀρχῆς μηδεὶς πειρηθῇ ἐμβάλλειν, περιγίνονται οἱ πλεῖστοι αὐτέων. χρὴ δὲ ἡρμόσθαι μὲν τὴν κνήμην καὶ τὸν πόδα οὕτως, ὡς αὐτὸς ἐθέλει, μοῦνον δὲ, μὴ ἀπῃωρημένα, μηδὲ κινεύμενα ἔστω· ἰητρεύειν δὲ πισσηρῇ καὶ σπλήνεσιν οἰνηροῖσιν, ὀλίγοισι, μὴ ἄγαν ψυχροῖσι, ψῦχος γὰρ ἐν τοῖσι τοιούτοισι σπασμὸν ἐπικαλέεται· ἐπιτήδεια δὲ καὶ φύλλα σεύτλων, ἢ βηχίου, ἢ ἄλλου τινὸς τῶν τοιουτέων, ἐν οἴνῳ μέλανι αὐστηρῷ ἡμίεφθα ἐπιτιθέντα ἰητρεύειν ἐπί τε τὸ ἕλκος, ἐπί τε τὰ περιέχοντα, κηρωτῇ δὲ χλιερῇ ἐπιχρίειν αὐτὸ τὸ ἕλκος· ἢν δὲ ἡ ὥρη χειμερινὴ ἔῃ, καὶ ἔρια ῤυπαρὰ οἴνῳ καὶ ἐλαίῳ καταῤῥαίνοντα χλιεροῖσιν ἄνωθεν ἐπιτέγγειν· καταδεῖν δὲ μηδὲν μηδενὶ, μηδε περιπλάσσειν· εὖ γὰρ εἰδέναι χρὴ, ὅτι πίεξις καὶ ἀχθοφορίη πᾶν κακὸν τοῖσι τοιούτοισίν ἐστιν. ἐπιτήδεια δὲ πρὸς τὰ τοιαῦτα καὶ τῶν ἐναίμων μετεξέτερα, ὅσοισιν αὐτῶν ξυμφέρει· ἔρια δὲ ἐπιτιθέντα, οἴνῳ ἐπιτέγγοντα, πουλὺν χρόνον ἐᾷν· τὰ δὲ ὀλιγημερώτατα τῶν ἐναίμων, καὶ ὅσα ῤητίνῃ προσκαταλαμβάνεται, οὐχ ὁμοίως ἐπιτήδεια ἐκείνοισίν ἐστιν· χρονίη γὰρ ἡ κάθαρσις τῶν ἑλκέων γίνεται τούτων· πουλὺν γὰρ χρόνον πλαδαρὴ γίνεται· τινὰς δὲ τούτων ἀγαθὸν ἐπιδέειν. εἰδέναι μὲν δή που σάφα χρὴ, ὅτι ἀνάγκη τὸν ἄνθρωπον χωλὸν αἰσχρῶς γενέσθαι· καὶ γὰρ ὁ ποὺς ἐς τὸ ἄνω ἀνέσπασται τῶν τοιούτων, καὶ τὰ ὀστέα τὰ διολισθήσαντα ἔξω ἐξέχοντα φαίνεται· οὔτε γὰρ ψιλοῦται τῶν τοιούτων ὀστέων οὐδὲν ὡς ἐπὶ τὸ πουλὺ, εἰ μὴ κατὰ βραχύ τι, οὔτε ἀφίσταται, ἀλλὰ περιωτειλοῦται λεπτῇσιν ὠτειλῇσι καὶ ἀσθενέσι, καὶ ταῦτα, ἢν ἀτρεμίζωσι πουλὺν χρόνον· ἢν δὲ μὴ, ἑλκύδριον ἐγκαταλειφθῆναι κίνδυνος ἀναλθές. ὅμως δὲ, περὶ οὗ ὁ λόγος, οὕτω μὲν ἰητρευόμενοι σώζονται, ἐμβληθέντος δὲ τοῦ ἄρθρου καὶ ἐμμείναντος, ἀποθνήσκουσιν. [Artic. 64] ωὑτὸς δὲ λόγος οὗτος, ἢν καὶ τὰ τοῦ πήχεος ὀστέα τὰ παρὰ τὸν καρπὸν τῆς χειρὸς ἕλκος ποιήσαντα ἐξίσχῃ, ἤν τε ἐς τὸ ἔσω μέρος τῆς χειρὸς, ἤν τε ἐς τὸ ἔξω. σάφα γὰρ ἐπίστασθαι χρὴ, ὅτι ἀποθανεῖται ἐν ὀλίγῃσιν ἡμέρῃσι τοιούτῳ θανάτῳ, οἵῳπερ καὶ πρόσθεν εἴρηται, ὅτῳ ἂν ἐμβληθέντα τὰ ὀστέα ἐμμείνῃ. οἷσι δ’ ἂν μὴ ἐμβληθῇ, μηδὲ πειρηθῇ ἐμβάλλεσθαι, οὗτοι πολὺ πλείονες περιγίνονται· ἰητρείη δὲ τοιαύτη τοῖσι τοιουτέοισιν ἐπιτηδείη, οἵηπερ εἴρηται· τὸ δὲ σχῆμα αἰσχρὸν τοῦ χωλώματος ἀνάγκη εἶναι, καὶ τοὺς δακτύλους τῆς χειρὸς ἀσθενέας καὶ ἀχρηΐους· ἢν μὲν γὰρ ἐς τὸ ἔσω μέρος ὀλίσθῃ τὰ ὀστέα, ξυγκάμπτειν οὐ δύνανται τοὺς δακτύλους· ἢν δὲ ἐς τὸ ἔξω μέρος, ἐκτανύειν οὐ δύνανται. [Artic. 65] Ὅσοισι δ’ ἂν κνήμης ὀστέον, ἕλκος ποιησάμενον παρὰ τὸ γόνυ, ἔξω ἐξίσχῃ, ἤν τε ἐς τὸ ἔξω μέρος, ἤν τε ἐς τὸ ἔσω, τούτοισιν ἢν μέν τις ἐμβάλῃ, ἔτι ἑτοιμότερος ὁ θάνατός ἐστιν, ἤπερ τοῖσιν ἑτέροισι, καίπερ κἀκείνοισιν ἕτοιμος ἐών. ἢν δὲ μὴ ἐμβαλὼν ἰητρεύῃς, ἐλπίδες μὲν σωτηρίης οὕτω μόνως εἰσίν. κινδυνωδέστερα δὲ ταῦτα τῶν ἑτέρων γίνεται, ὅσῳ ἂν ἀνωτέρω, καὶ ὅσῳ ἂν ἰσχυρότερα ἔῃ, καὶ ἀπὸ ἰσχυροτέρων ὠλισθήκῃ. ἢν δὲ τὸ ὀστέον τὸ τοῦ μηροῦ τὸ πρὸς τοῦ γόνατος ἕλκος ποιησάμενον ἐξολίσθῃ, ἐμβληθὲν μὲν καὶ ἐμμεῖναν, ἔτι βιαιότερον καὶ θᾶσσον τὸν θάνατον ποιήσει τῶν πρόσθεν εἰρημένων· μὴ ἐμβληθὲν δὲ, πουλὺ κινδυνωδέστερον, ἢ τὰ πρόσθεν· ὅμως δὲ μούνη ἐλπὶς αὕτη σωτηρίης. [Artic. 66] ωὑτὸς δὲ λόγος καὶ περὶ τῶν κατὰ τὸν ἀγκῶνα ἄρθρων, καὶ περὶ τῶν τοῦ πήχεος καὶ βραχίονος· ἃ γὰρ ἂν τούτων ἐξαρθρήσαντα ἐξίσχῃ ἕλκος ποιησάμενα, πάντα, ἢν ἐμβληθῇ, θάνατον φέρει, μὴ ἐμβληθέντα δὲ, ἐλπίδα σωτηρίης· χώλωσις δὲ ἑτοίμη· τοῖσι περιγενομένοισιν. Θανατωδέστερα δὲ τοῖσιν ἐμβαλλομένοισίν. ἐστι τὰ ἀνωτέρω τῶν ἄρθρων, ἀτὰρ καὶ τοῖσι μὴ ἐμβαλλομένοισι κινδυνωδέστερα αὐτὰ ταῦτα. εἰ δέ τινι τὰ ἀνώτατα ἄρθρα ἐξαρθρήσαντα, ἕλκος ποιήσαντα, ἐξίσχοι, ταῦτα ἂν ἔτι καὶ ἐμβαλλόμενα ταχυθανατώτατα εἴη, καὶ μὴ ἐμβαλλόμενα κινδυνωδέστατα· ἰητρείη δὲ ἤδη εἴρηται, οἵη τις ἐμοὶ δοκέει ἐπιτηδειοτάτη εἶναι τῶν τοιουτέων. [Artic. 67] Ὅσοισι δὲ ἄρθρα δακτύλων, ἢ ποδὸς ἢ χειρὸς, ἐξαρθρήσαντα, ἕλκος ποιήσαντα, ἐξέσχε, μὴ κατεηγότος τοῦ ὀστέου, ἀλλὰ κατ’ αὐτὴν τὴν ξύμφυσιν ἀποσπασθέντος, τούτοισιν ἢν ἐμβληθέντα ἐμμείνῃ, ἔνι μέν τις κίνδυνος σπασμοῦ, ἢν μὴ χρηστῶς ἰητρεύωνται· ὅμως δέ τι ἄξιον ἐμβάλλειν, προειπόντα ὅτι φυλακῆς πολλῆς καὶ μελέτης δέεται. ἐμβάλλειν μέντοι ῤήιστον καὶ δυνατώτατον καὶ τεχνικώτατόν ἐστι τῷ μοχλίσκῳ, ὥσπερ καὶ πρόσθεν εἴρηται ἐν τοῖσι καταγνυμένοισι καὶ ἐξίσχουσιν ὀστέοισιν· ἔπειτα ἀτρεμέειν ὡς μάλιστα χρὴ, καὶ κατακεῖσθαι, καὶ ὀλιγοσιτέειν· ἄμεινον δὲ καὶ φαρμακεῦσαι ἄνω κούφῳ τινὶ φαρμάκῳ· τὸ δὲ ἕλκος, ἰητρεύειν μὲν ἢ ἐναίμοισι τοῖσιν ἐπιτέγκτοισιν, ἢ πολυοφθάλμοισιν, ἢ οἷσι κεφαλῆς ὀστέα κατεηγότα ἰητρεύεται, κατάψυχρον δὲ κάρτα μηδὲν προσφέρειν. ἥκιστα μὲν οὖν τὰ πρῶτα ἄρθρα κινδυνώδεά ἐστι, τὰ δὲ ἔτι ἀνωτέρω κινδυνωδέστερα. ἐμβάλλειν δὲ χρὴ αὐθημερὸν, ἢ τῇ ὑστεραίῃ, τριταίῳ δὲ ἢ τεταρταίῳ ἥκιστα· τεταρταῖα γὰρ ἐόντα, ἐπισημαίνει τῇσι παλιγκοτίῃσι μάλιστα. οἷσιν ἂν οὖν μὴ αὐτίκα ἐγγένηται ἐμβάλλειν, ὑπερβαίνειν χρὴ ταύτας τὰς εἰρημένας ἡμέρας· ὅ τι γὰρ ἂν ἔσω δέκα ἡμερέων ἐμβάλλῃς, σπᾷν καταληπτέον. ἢν δὲ ἄρα ἐμβεβλημένῳ σπασμὸς ἐπιγένηται, ἐκβάλλειν τὸ ἄρθρον δεῖ ταχὺ, καὶ θερμῷ τέγγειν ὡς πλειστάκις, καὶ τὸ ὅλον σῶμα θερμῶς καὶ λιπαρῶς καὶ μαλθακῶς ἔχειν, καὶ μάλιστα κατὰ τὰ ἄρθρα· κεκάμφθαι δὲ μᾶλλον ἢ ἐκτετάσθαι πᾶν τὸ σῶμα χρή. προσδέχεσθαι μέντοι χρὴ κατὰ τοὺς δακτύλους τὰ ἄρθρα τὰ ἐμβαλλόμενα ἀποστατικὰ ἔσεσθαι· τὰ γὰρ πλεῖστα οὕτω γίνεται, ἢν καὶ ὁτιοῦν φλεγμονῆς ὑπογένηται, ὡς, εἰ μὴ δι’ ἀμαθίην τῶν δημοτέων ἐν αἰτίῃ ἔμελλεν ὁ ἰητρὸς ἔσεσθαι, οὐδὲν ἂν πάντως οὐδ’ ἐμβάλλειν ἔδει. τὰ μὲν οὖν κατὰ τὰ ἄρθρα ὀστέα ἐξίσχοντα ἐμβαλλόμενα οὕτω κινδυνώδεά ἐστιν, ὡς εἴρηται. [Artic. 68] ὅσα δὲ κατὰ τὰ ἄρθρα τὰ κατὰ τοὺς δακτύλους ἀποκόπτεται τελείως, ταῦτα ἀσινέα τὰ πλεῖστά ἐστιν, εἰ μή τις ἐν αὐτῇ τῇ τρώσει λειποθυμήσας βλαβείη· καὶ ἰητρείη φαύλη ἀρκέσει τῶν τοιούτων ἑλκέων. ἀτὰρ καὶ ὅσα μὴ κατὰ τὰ ἄρθρα, ἀλλὰ κατ’ ἄλλην τινὰ ἴξιν τῶν ὀστέων ἀποκόπτεται, καὶ ταῦτα ἀσινέα ἐστὶ, καὶ ἔτι εὐαλθέστερα τῶν ἑτέρων· καὶ ὅσα κατὰ τοὺς δακτύλους ὀστέα κατεηγότα ἐξίσχει μὴ κατὰ τὸ ἄρθρον, καὶ ταῦτα ἀσινέα ἐστὶν ἐμβαλλόμενα. Ἀποκόψιες δὲ τέλειαι ὀστέων καὶ κατὰ τὰ ἄρθρα καὶ ἐν ποδὶ, καὶ ἐν χειρὶ, καὶ ἐν κνήμῃ, τοῖσι παρὰ τὰ σφυρὰ, καὶ ἐν πήχεϊ, τοῖσι παρὰ τοὺς καρποὺς, τοῖσι πλείστοισιν ἀποκοπτομένοισιν ἀσινέα γίνεται, ὅσα ἂν μὴ αὐτίκα λειποθυμίη ἀνατρέψῃ, ἢ τεταρταίοισιν ἐοῦσι πυρετὸς ξυνεχὴς ἐπιγένηται. [Artic. 69] Ἀποσφακελίσιες μέντοι σαρκῶν, καὶ ἐν τρώμασιν αἱμοῤῥόοισι γενομένοισιν ἀποσφιγχθεῖσιν ἰσχυρῶς, καὶ ἐν ὀστέων κατήγμασι πιεχθεῖσι μᾶλλον τοῦ καιροῦ, καὶ ἐν ἄλλοισι δεσμοῖσι βιαίοισιν ἀποληφθέντα ἀποπίπτει πολλοῖσι, καὶ οἱ πολλοὶ περιγίνονται τῶν τοιούτων, καὶ οἷσι μηροῦ μέρος τι ἀποπίπτει, καὶ τῶν σαρκῶν καὶ τοῦ ὀστέου, καὶ οἷσι βραχίονος, ἧσσον δέ· πήχεός τε καὶ κνήμης ἀποπεσούσης, καὶ ἔτι εὐφόρως περιγίνονται. οἷσι μὲν οὖν, κατεαγέντων τῶν ὀστέων, ἀποσφίγξιες αὐτίκα ἐγένοντο καὶ μελασμοὶ, τούτοισι μὲν ταχεῖαι αἱ περιῤῥήξιες γίνονται τοῦ σώματος, καὶ τὰ ἀποπίπτοντα ταχέως ἀποπίπτει, ἥδη τῶν ὀστέων προενδεδωκότων· οἷσι δὲ, ὑγιέων ἐόντων τῶν ὀστέων, οἱ μελασμοὶ γίνονται, αἱ μὲν σάρκες ταχέως θνήσκουσι καὶ τούτοισι, τὰ δὲ ὀστέα βραδέως ἀφίσταται, ᾗ ἂν τὰ ὅρια τοῦ μελασμοῦ γένηται καὶ ἡ ψίλωσις τοῦ ὀστέου. χρὴ δὲ, ὅσα ἂν κατωτέρω τοῦ σώματος τῶν ὁρίων τοῦ μελασμοῦ ἔῃ, ταῦτα, ὅταν ἤδη πάμπαν τεθνήκῃ καὶ ἀναλγέα ἔῃ, ἀφαιρέειν κατὰ τὸ ἄρθρον, προμηθεόμενον ὅκως μὴ τιτρώσκῃ· ἢν γὰρ ὀδυνηθῇ ἀποταμνόμενος, καὶ μήπω κυρήσῃ τὸ σῶμα τεθνεὸς ταύτῃ, ἧ ἀποτέμνεται, κάρτα κίνδυνος ὑπὸ τῆς ὀδύνης λειποθυμῆσαι· αἱ δὲ τοιαῦται λειποθυμίαι πολλοὺς παραχρῆμα ἤδη ἀπώλεσαν. μηροῦ μὲν οὖν ὀστέον, ψιλωθὲν ἐκ τοιούτου τρόπου, ὀγδοηκοσταῖον εἶδον ἐγὼ ἀποστάν· ἡ μέντοι κνήμη τούτῳ τῷ ἀνθρώπῳ κατὰ τὸ γόνυ ἀφῃρέθη εἰκοσταίη, ἐδόκεε δέ μοι καὶ ἐγγυτέρω· οὐ γὰρ ἅμα, ἀλλ’ ἐπὶ τὸ προμηθέστερον ἔδοξέ μοί τι ποιέειν. κνήμης δὲ ὀστέα ἐκ τοιούτου μελασμοῦ, μάλα κατὰ μέσην τὴν κνήμην ἐόντα, ἑξηκοσταῖά μοι ἀπέπεσεν, ὅσα ἐψιλώθη αὐτέων. διενέγκοι μὲν γὰρ ἄν τι καὶ ἰητρείη ἰητρείης ἐς τὸ θᾶσσόν τε καὶ βραδύτερον τὰ ὀστέα ψιλούμενα ἀποπίπτειν· διενέγκοι δ’ ἄν τι καὶ πίεξις πιέξιος, καὶ ἐπὶ τὸ ἰσχυρότερόν τε καὶ ἀσθενέστερον, καὶ ἐς τὸ θᾶσσόν τε καὶ βραδύτερον ἀπομελανθέντα ἀποθανεῖν τὰ νεῦρα καὶ τὰς σάρκας καὶ τὰς ἀρτηρίας καὶ τὰς φλέβας· ἐπεὶ ὅσα μὴ ἰσχυρῶς ἀποληφθέντων θνήσκει, ἔνια τῶν τοιουτέων οὐκ ἀφικνέεται ἐς ὀστέων ψιλώματα, ἀλλ’ ἐπιπολαιότερα ἐκπίπτει· ἔνια δὲ οὐδὲ ἐς νεύρων ψιλώματα ἀφικνεῖται, ἀλλὰ ἐπιπολαιότερα ἐκπίπτει. διὰ οὖν ταύτας τὰς εἰρημένας προφάσιας οὐκ ἐστὶν ἓν οὔνομα ἀριθμοῦ τῷ χρόνῳ θέσθαι, ἐν ὁκόσῳ ἕκαστα τούτων κρίνεται. προσδέχεσθαι δὲ μάλα χρὴ τὰ τοιαῦτα ἰήματα· ἐσιδέειν γὰρ φοβερώτερά ἐστιν, ἢ ἰητρεύειν· καὶ ἰητρείη πραείη ἀρκέει πᾶσι τοιούτοισιν· αὐτὰ γὰρ ἑωυτὰ κρίνει μοῦνον· τῆς δὲ διαίτης ἐπιμελέεσθαι χρὴ, ὡς κατὰ δύναμιν ἀπύρετος ἔῃ, καὶ ἐν σχήμασι δικαίοισιν εὐθετίζειν τὸ σῶμα· δίκαια δὲ ταῦτα, μηδὲ μετέωρον ποιέειν, μηδὲ ἐς τὸ κάτω ῤέπον, ἀλλὰ μᾶλλον ἐς τὸ ἄνω, ποτὶ καὶ ἔστ’ ἂν τελείως περιῤῥαγῇ· αἱμοῤῥαγιέων γὰρ ἐν τούτῳ τῷ χρόνῳ κίνδυνος· διὰ τοῦτο οὖν οὐ χρὴ κατάῤῥοπα τὰ τρώματα ποιέειν, ἀλλὰ τἀναντία. ἐπεὶ ὅταν γε χρόνος ἐγγένηται πλείων, καὶ καθαρὰ τὰ ἕλκεα γένηται, οὐκ ἔτι τὰ αὐτὰ σχήματα ἐπιτήδειά ἐστιν, ἀλλ’ ἡ εὐθεῖα θέσις, καὶ ἐνίοτε ἐπὶ τὸ κατάῤῥοπον ῤέποντα· ἀνὰ χρόνον γὰρ ἐνίοισι τουτέων ἀποστάσιες πύου γίνονται, καὶ ὑποδεσμίδων δέονται. προσδέχεσθαι δὲ χρὴ τοὺς τοιούτους ἀνὰ χρόνον ὑπὸ δυσεντερίης πιέζεσθαι· καὶ γὰρ ἐπὶ τοῖσι μελαινομένοισι τοῖσι πλείστοισιν ἐπιγίνεται δυσεντερίη, καὶ ἐπὶ τῇσιν αἱμοῤῥαγίῃσιν ἐξ ἑλκέων· ἐπιγίνεται δὲ ὡς ἐπὶ τὸ πολὺ, κεκριμένων ἤδη τῶν μελασμῶν καὶ τῆς αἱμοῤῥαγίης, καὶ ὁρμᾶται μὲν λαύρως καὶ ἰσχυρῶς· ἀτὰρ οὔτε πολυήμερος γίνεται, οὔτε θανατώδης· οὔτε γὰρ μάλα ἀπόσιτοι γίνονται οἱ τοιοῦτοι, οὔτε ἄλλως ξυμφέρει κενεαγγέειν. [Artic. 70] μηροῦ δὲ ὀλίσθημα κατ’ ἰσχίον ὧδε χρὴ ἐμβάλλειν, ἢν ἐς τὸ ἔσω μέρος ὠλισθήκῃ· ἀγαθὴ μὲν ἥδε καὶ δικαίη καὶ κατὰ φύσιν ἡ ἐμβολὴ, καὶ δή τι καὶ ἀγωνιστικὸν ἔχουσα, ὅστις γε τοῖσι τοιούτοισιν ἥδεται κομψευόμενος. κρεμάσαι χρὴ τὸν ἄνθρωπον τῶν ποδῶν πρὸς μεσόδμην δεσμῷ δυνατῷ μὲν, μαλθακῷ δὲ καὶ πλάτος ἔχοντι· τοὺς δὲ πόδας διέχειν χρὴ, ὅσον τέσσαρας δακτύλους ἀπ’ ἀλλήλων, ἢ καὶ ἔλασσον· χρὴ δὲ καὶ ἐπάνωθεν τῶν ἐπιγουνίδων προσπεριβεβλῆσθαι πλα⟨τε⟩ῖ ἱμάντι καὶ μαλθακῷ, ἀνατείνοντι ἐς τὴν μεσόδμην· τὸ δὲ σκέλος τὸ σιναρὸν ἐντετάσθαι χρὴ ὡς δύο δακτύλους μᾶλλον τοῦ ἑτέρου· ἀπὸ δὲ τῆς γῆς τὴν κεφαλὴν ἀπεχέτω ὡς δύο πήχεας, ἢ ὀλίγῳ πλέον, ἢ ἔλασσον· τὰς δὲ χεῖρας παρατεταμένας παρὰ τὰς πλευρὰς προσδεδεμένος ἔστω μαλθακῷ τινι· πάντα δὲ ταῦτα ὑπτίῳ κατακειμένῳ κατασκευασθήτω, ὡς ὅτι ἐλάχιστον χρόνον κρέμηται. ὅταν δὲ κρεμασθῇ, ἄνδρα χρὴ εὐπαίδευτον καὶ μὴ ἀσθενέα, ἐνείραντα τὸν πῆχυν μεσηγὺ τῶν μηρῶν, εἶτα θέσθαι τὸν πῆχυν μεσηγὺ τοῦ περινέου καὶ τῆς κεφαλῆς τοῦ μηροῦ τῆς ἐξεστηκυίης, ἔπειτα ξυνάψαντα τὴν ἑτέρην χεῖρα πρὸς τὴν διῃρμένην, παραστάντα ὀρθὸν παρὰ τὸ σῶμα τοῦ κρεμαμένου, ἐξαπίνης ἐκκρεμασθέντα, μετέωρον αἰωρηθῆναι ὡς ἰσοῤῥοπώτατον. αὕτη δὲ ἡ ἐμβολὴ παρέχεται πάντα, ὅσα χρὴ κατὰ φύσιν· αὐτό τε γὰρ τὸ σῶμα, κρεμάμενον, τῷ ἑωυτοῦ βάρεϊ κατάτασιν ποιέεται, ὅ τε ἐκκρεμασθεὶς ἅμα μὲν τῇ κατατάσει ἀναγκάζει ὑπεραιωρέεσθαι τὴν κεφαλὴν τοῦ μηροῦ ὑπὲρ τῆς κοτύλης, ἅμα δὲ τῷ ὀστέῳ τοῦ πήχεος ἀπομοχλεύει καὶ ἀναγκάζει ἐς τὴν ἀρχαίην φύσιν ὀλισθάνειν. χρὴ δὲ παγκάλως μὲν τοῖσι δεσμοῖσιν ἐσκευάσθαι, φρονέοντα δὲ καὶ ὡς ἐχυρώτατον τὸν ἐξαιωρούμενον εἶναι. [Artic. 71] ὡς μὲν οὖν καὶ πρόσθεν εἴρηται, μέγα τὸ διαφέρον ἐστὶ τῶν φυσίων τοῖσιν ἀνθρώποισιν ἐς τὸ εὐέμβλητα εἶναι, καὶ δυσέμβλητα· καὶ διότι μέγα διαφέρει, εἴρηται πρόσθεν ἐν τοῖσι περὶ ὤμου. ἐνίοισι γὰρ ὁ μηρὸς ἐμπίπτει ἀπ’ οὐδεμιῆς παρασκευῆς, ἀλλ’ ὀλίγης μὲν κατατάσιος, ὅσον τῇσι χερσὶ κατιθῦναι, βραχείης δὲ κιγκλίσιος· πολλοῖσι δὲ ξυγκάμψασι τὸ σκέλος κατὰ τὸ ἄρθρον, ἐνέπεσεν, ἤδη ἀμφίσφαλσιν ποιησάμενον. ἀλλὰ γὰρ τὰ πουλὺ πλείω οὐκ ἐνακούει τῆς τυχούσης παρασκευῆς· διὰ τοῦτο ἐπίστασθαι μὲν χρὴ τὰ κράτιστα περὶ ἑκάστου ἐν πάσῃ τῇ τέχνῃ· χρέεσθαι δὲ, οἷσιν ἂν δόξῃ ἑκάστοτε. εἴρηνται μὲν οὖν τρόποι κατατασίων καὶ ἐν τοῖσιν ἔμπροσθεν γεγραμμένοισιν, ὥστε χρέεσθαι τούτων, ὅστις ἂν παρατύχῃ. δεῖ γὰρ ἀντικατατετάσθαι ἰσχυρῶς, ἐπὶ θάτερα μὲν τοῦ σκέλεος, ἐπὶ θάτερα δὲ τοῦ σώματος· ἢν γὰρ εὖ καταταθῇ, ὑπεραιωρηθήσεται ἡ κεφαλὴ τοῦ μηροῦ ὑπὲρ τῆς ἀρχαίης ἕδρης· καὶ ἢν μὲν ὑπεραιωρηθῇ οὕτως, οὐδὲ κωλύσαι ἔτι ῤηΐδιον ἵζεσθαι αὐτὴν ἐς τὴν ἑωυτῆς ἕδρην, ὥστε ἤδη πᾶσα ἀρκέει μόχλευσίς τε καὶ κατόρθωσις· ἀλλὰ γὰρ ἐλλείπουσιν ἐν τῇ κατατάσει· διὰ τοῦτο ὄχλον πλείω παρέχει ἡ ἐμβολή. χρὴ οὖν οὐ μόνον παρὰ τὸν πόδα τὰ δεσμὰ ἐξηρτῆσθαι, ἀλλὰ καὶ ἄνωθεν τοῦ γούνατος, ὅκως μὴ κατὰ τὸ τοῦ γούνατος ἄρθρον ἐν τῇ τανύσει ἡ ἐπίδεσις ἔῃ μᾶλλον, ἢ κατὰ τὸ τοῦ ἰσχίου ἄρθρον. οὕτω μὲν οὖν χρὴ τὴν κατάτασιν, τὴν πρὸς τὸ τοῦ ποδὸς μέρος, ἐσκευάσθαι· ἀτὰρ καὶ τὴν ἐπὶ θάτερα κατάτασιν, μὴ μοῦνον ἐκ τῆς περὶ τὸ στῆθος καὶ τὰς μασχάλας περιβολῆς ἀντιτείνεσθαι, ἀλλὰ καὶ ἱμάντι μακρῷ, διπτύχῳ, ἰσχυρῷ, προσηνεῖ, παρὰ τὸν περίνεον βεβλημένῳ, παρατεταμένῳ ἐπὶ μὲν τὰ ὄπισθεν παρὰ τὴν ῤάχιν, ἐπὶ δὲ τὰ ἔμπροσθεν παρὰ τὴν κληῗδα, προσηρτημένῳ πρὸς τὴν ἀρχὴν τὴν ἀκτικατατείνουσαν, οὕτω διαναγκάζεσθαι, τοῖσι μὲν ἔνθα διατεινομένοισι, τοῖσι δὲ ἔνθα, ὅκως δὲ ὁ ἱμὰς ὁ παρὰ τὸν περίνεον μὴ περὶ τὴν κεφαλὴν τοῦ μηροῦ παρατεταμένος ἔσται, ἀλλὰ μεσηγὺ τῆς κεφαλῆς καὶ τοῦ περινέου· ἐν δὲ τῇ κατάτασει, κατὰ μὲν τὴν κεφαλὴν τοῦ μηροῦ ἐρείσας τὴν πυγμὴν, ἐς τὸ ἔξω ὠθεέτω· ἢν δὲ μετεωρίζηται ἑλκόμενος, διέρσας τὴν χεῖρα καὶ ἐπιξυνάψας τῇ ἑτέρῃ χειρὶ, ἅμα μὲν συγκατατεινέτω, ἅμα δὲ ἐς τὸ ἔξω ξυναναγκαζέτω· ἄλλος δέ τις τὸ παρὰ τὸ γόνυ τοῦ μηροῦ ἡσύχως ἐς τὸ ἔσω μέρος κατορθούτω. [Artic. 72] εἴρηται δὲ καὶ πρόσθεν ἤδη, ὅτι ἐπάξιον, ὅστις ἐν πόλει πολυανθρώπῳ ἰητρεύει, ξύλον κεκτῆσθαι τετράγωνον, ὡς ἑξάπηχυ ἢ ὀλίγῳ μέζον, εὖρος δὲ, ὡς δίπηχυ, πάχος δὲ, ἀρκέει σπιθαμιαῖον· ἔπειτα κατὰ μῆκος μὲν, ἔνθεν καὶ ἔνθεν ἐντομὴν ἔχειν χρὴ, ὡς μὴ ὑψηλοτέρη τοῦ καιροῦ ἡ μηχάνησις ἔῃ· ἔπειτα φλιὰς βραχείας, ἰσχυρὰς, καὶ ἰσχυρῶς ἐνηρμοσμένας, ὀνίσκον ἔχειν ἑκατέρωθεν· ἔπειτα ἀρκέει μὲν ἐν τῷ ἡμίσεϊ τοῦ ξύλου (οὐδὲν δὲ κωλύει καὶ διὰ παντὸς) ἐντετμῆσθαι ὡς καπέτους μακρὰς πέντε ἢ ἓξ, διαλείπουσας ἀπ’ ἀλλήλων ὡς τέσσαρας δακτύλους, αὐτὰς δὲ ἀρκέει εὖρος τριδακτύλους εἶναι, καὶ βάθος οὕτως. ἔχειν δὲ κατὰ μέσον τὸ ξύλον καὶ καταγλυφὴν χρὴ βαθυτέρην, ἐπὶ τετράγωνον, ὡς τριῶν δακτύλων, καὶ ἐς μὲν τὴν καταγλυφὴν ταύτην, ὅταν δοκέῃ προσδεῖν, ξύλον ἐμπηγνύναι ἐναρμόζον τῇ καταγλυφῇ, τὸ δὲ ἄνω στρογγύλον, ἐμπηγνύναι δὲ, ἐπήν ποτε δοκέῃ ξυμφέρειν, μεσηγὺ τοῦ περινέου καὶ τῆς κεφαλῆς τοῦ μηροῦ. τοῦτο τὸ ξύλον ἑστεὸς κωλύει τὴν ἐπίδοσιν ἐπιδιδόναι τὸ σῶμα τοῖσι πρὸς ποδῶν ἕλκουσιν· ἐνίοτε γὰρ ἀρκέει αὐτὸ τὸ ξύλον τοῦτο ἀντὶ τῆς ἄνωθεν ἀντικατατάσιος· ἐνίοτε δὲ καὶ, κατατεινομένου τοῦ σκέλεος ἔνθεν καὶ ἔνθεν, αὐτὸ τὸ ξύλον τοῦτο, χαλαρὸν ἐγκείμενον ἢ τῇ ἢ τῇ, ἐκμοχλεύειν ἐπιτήδειον ἂν εἴη τὴν κεφαλὴν τοῦ μηροῦ ἐς τὸ ἔξω μέρος. διὰ τοῦτο γὰρ καὶ αἱ κάπετοι ἐντετμέαται, ὡς, καθ’ ὁκοίην ἂν αὐτέων ἁρμόσῃ, ἐμβαλλόμενος ξύλινος μοχλὸς μοχλεύοι, ἢ παρὰ τὰς κεφαλὰς τῶν ἄρθρων, ἢ κατὰ τὰς κεφαλὰς τελέως ἐρειδόμενος ἅμα τῇ κατατάσει, ἤν τε ἐς τὸ ἔξω μέρος ξυμφέρῃ ἐκμοχλεύεσθαι, ἤν τε ἐς τὸ ἔσω, καὶ ἤν τε στρογγύλον τὸν μοχλὸν ξυμφέρῃ εἶναι, ἤν τε πλάτος ἔχοντα· ἄλλος γὰρ ἄλλῳ τῶν ἄρθρων ἁρμόζει. εὔχρηστος δέ ἐστιν ἐπὶ πάντων τῶν ἄρθρων ἐμβολῆς, τῶν κατὰ τὰ σκέλεα, αὕτη ἡ μόχλευσις ξὺν τῇ κατατάσει. περὶ οὖ οὖν ὁ λόγος ἐστὶ, στρογγύλος ἁρμόζει ὁ μοχλὸς εἶναι· τῷ μέντοι ἔξω ἐκπεπτωκότι ἄρθρῳ πλατὺς ἁρμόσει εἶναι. ἀπὸ τουτέων τῶν μηχανέων καὶ ἀναγκέων οὐδὲν ἄρθρον μοι δοκέει οἷόν τε εἶναι ἀπορηθῆναι ἐμπεσεῖν. [Artic. 73] εὕροι δ’ ἄν τις καὶ ἄλλους τρόπους τούτου τοῦ ἄρθρου ἐμβολῆς· εἰ γὰρ τὸ ξύλον τὸ μέγα τοῦτο ἔχοι κατὰ μέσον καὶ ἐκ πλαγίων φλιὰς δύο, ὡς ποδιαίας, ὕψος δὲ ὅκως ἂν δοκέοι ξυμφέρειν, τὴν μὲν ἔνθεν, τὴν δὲ ἔνθεν, ἔπειτα ξύλον πλάγιον ἐνείη ἐν τῇσι φλιῇσιν ὡς κλιμακτὴρ, ἔπειτα διέρσαι τὸ ὑγιὲς σκέλος μεσηγὺ τῶν φλιέων, τὸ δὲ σιναρὸν ἄνωθεν τοῦ κλιμακτῆρος ἔχειν ἁρμόζον ἀπαρτὶ πρὸς τὸ ὕψος καὶ πρὸς τὸ ἄρθρον, ᾗ ἐκπέπτωκεν· ῤηΐδιον δὲ ἁρμόζειν· τὸν γὰρ κλιμακτῆρα ὑψηλότερόν τινι χρὴ ποιέειν τοῦ μετρίου, καὶ ἱμάτιον πολύπτυχον, ὡς ἂν ἁρμόσῃ, ὑποτείνειν ὑπὸ τὸ σῶμα. ἔπειτα χρὴ ξύλον, ἔχον πλάτος μέτριον καὶ μῆκος, ἄχρι τοῦ σφυροῦ ὑποτεταμένον ὑπὸ τὸ σκέλος εἶναι, ἱκνεόμενον ἐπέκεινα τῆς κεφαλῆς τοῦ μηροῦ ὡς οἷόν τε· προσκαταδεδέσθαι δὲ χρὴ πρὸς τὸ σκέλος, ὅκως ἂν μετρίως ἔχῃ. κἄπειτα κατατεινομένου τοῦ σκέλεος, εἴτε ξύλῳ. ὑπεροειδέϊ, εἴτε τουτέων τινὶ τῶν κατατασίων, ὁμοῦ χρὴ καταναγκάζεσθαι τὸ σκέλος περὶ τὸν κλιμακτῆρα ἐς τὸ κάτω μέρος ξὺν τῷ ξύλῳ τῷ προσδεδεμένῳ· τὸν δέ τινα κατέχειν τὸν ἄνθρωπον ἀνωτέρω τοῦ ἄρθρου κατὰ τὸ ἰσχίον. καὶ γὰρ οὕτως ἅμα μὲν ἡ κατάτασις ὑπεραιωρέοι ἂν τὴν κεφαλὴν τοῦ μηροῦ ὑπὲρ τῆς κοτύλης, ἅμα δὲ ἡ μόχλευσις ἀπωθέοι τὴν κεφαλὴν τοῦ μηροῦ ἐς τὴν ἀρχαίην φύσιν. αὗται πᾶσαι αἱ εἰρημέναι ἀνάγκαι ἰσχυραὶ, καὶ πᾶσαι κρέσσους τῆς ξυμφορῆς, ἤν τις ὀρθῶς καὶ καλῶς σκευάζῃ. ὥσπερ δὲ καὶ πρόσθεν ἤδη εἴρηται, πουλύ τι ἀπὸ ἀσθενεστέρων κατατασίων καὶ φαυλοτέρης κατασκευῆς τοῖσι πλείοσιν ἐμπίπτει. [Artic. 74] ἢν δὲ ἐς τὸ ἔξω κεφαλὴ μηροῦ ὀλίσθῃ, τὰς μὲν κατατάσιας ἔνθα καὶ ἔνθα χρὴ ποιέεσθαι, ὥσπερ εἴρηται, ἢ τοιουτοτρόπως· τὴν δὲ μόχλευσιν πλάτος ἔχοντι μοχλῷ μοχλεύειν χρὴ ἅμα τῇ κατατάσει, ἐκ τοῦ ἔξω μέρεος ἐς τὸ ἔσω ἀναγκάζοντα, κατά γε αὐτὸν τὸν γλουτὸν τιθέμενον τὸν μοχλὸν καὶ ὀλίγῳ ἀνωτέρω· ἐπὶ δὲ τὸ ὑγιὲς ἰσχίον κατὰ τὸν γλουτὸν ἀντιστηριζέτω τις τῇσι χερσὶν, ὡς μὴ ὑπείκῃ τὸ σῶμα, ἢ ἑτέρῳ τινὶ τοιούτῳ μοχλῷ, ὑποβάλλων καὶ ἐρείσας, ἐκ τῶν καπέτων τὴν ἁρμόζουσαν ἀντικατεχέτω· τοῦ δὲ μηροῦ τοῦ ἐξηρθρηκότος τὸ παρὰ τὸ γόνυ ἔσωθεν ἔξω παραγέτω ἡσύχως. ἡ δὲ κρέμασις οὐχ ἁρμόσει τούτῳ τῷ τρόπῳ τῆς ὀλισθήσιος τοῦ ἄρθρου· ὁ γὰρ πῆχυς τοῦ ἐκκρεμαμένου ἀπωθέοι ἂν τὴν κεφαλὴν τοῦ μηροῦ ἀπὸ τῆς κοτύλης. τὴν μέντοι ξὺν τῷ ξύλῳ τῷ ὑποτεινομένῳ μόχλευσιν μηχανήσαιτ’ ἄν τις, ὥστε ἁρμόζειν καὶ τούτῳ τῷ τρόπῳ τοῦ ὀλισθήματος, ἔξωθεν προσαρτέων. ἀλλὰ τί καὶ δεῖ πλείω λέγειν; ἢν γὰρ ὀρθῶς μὲν καὶ εὖ κατατείνηται, ὀρθῶς δὲ μοχλεύηται, τί οὐκ ἂν ἐμπέσοι ἄρθρον, οὕτως ἐκπεπτωκός; [Artic. 75] ἢν δὲ ἐς τοὔπισθεν μέρος ἐκπεπτώκῃ ὁ μηρὸς, τὰς μὲν κατατάσιας καὶ ἀντιτάσιας οὕτω δεῖ ποιέεσθαι, καθάπερ εἴρηται· ἐπιστορέσαντα δὲ ἐπὶ τὸ ξύλον ἱμάτιον πολύπτυχον, ὡς μαλακώτατον ἔῃ, πρηνέα κατακλίναντα τὸν ἄνθρωπον, οὕτω κατανείνειν· άμα δὲ τῇ κατατάσει χρὴ τῇ σανίδι καταναγκάζειν τὸν αὐτὸν τρόπον ὡς τὰ ὑβώματα, κατ’ ἴξιν τοῦ πυγαίου ποιησάμενον τὴν σανίδα, καὶ μᾶλλον ἐς τὸ κάτω μέρος, ἢ ἐς τὸ ἄνω τῶν ἰσχίων· καὶ ἡ ἐντομὴ, ἡ ἐν τῷ τοίχῳ τῇ σανίδι, μὴ εὐθεῖα ἔστω, ἀλλ’ ὀλίγον καταφερὴς πρὸς τὸ τῶν ποδῶν μέρος. αὕτη ἡ ἐμβολὴ κατὰ φύσιν τε μάλιστα τῷ τρόπῳ τούτῳ τοῦ ὀλισθήματός ἐστι, καὶ ἅμα ἰσχυροτάτη. Ἀρκέσειε δ’ ἂν ἴσως ἀντὶ τῆς σανίδος καὶ ἐφεζόμενόν τινα, ἢ τῇσι χερσὶν ἐρεισάμενον, ἢ ἐπιβάντα, ἐξαπίνης ἐπαιωρηθῆναι ἅμα τῇ κατατάσει. ἄλλη δὲ οὐδεμίη ἐμβολὴ τῶν προειρημένων κατὰ φύσιν ἐστὶ τῷ τρόπῳ τούτῳ τοῦ ὀλισθήματος. [Artic. 76] ἢν δὲ ἐς τὸ ἔμπροσθεν ὀλίσθῃ, τῶν μὲν κατατασίων ὁ αὐτὸς τρόπος ποιητέος, ἄνδρα δὲ χρὴ ὡς ἰσχυρότατον ἀπὸ χειρῶν καὶ ὡς εὐπαιδευτότατον, ἐνερείσαντα τὸ θέναρ τῆς χειρὸς τῆς ἑτέρης παρὰ τὸν βουβῶνα, καὶ τῇ ἑτέρῃ χειρὶ τὴν ἑωυτοῦ χεῖρα προσκαταλαβόντα, ἅμα μὲν ἐς τὸ κάτω ὠθέειν τὸ ὀλίσθημα, ἅμα δὲ ἐς τὸ ἔμπροσθεν τοῦ γούνατος μέρος. οὗτος γὰρ ὁ τρόπος τῆς ἐμβολῆς μάλιστα κατὰ φύσιν τούτῳ τῷ ὀλισθήματί ἐστιν. ἀτὰρ καὶ ὁ κρεμασμὸς ἐγγύς τι τοῦ κατὰ φύσιν· δεῖ μέντοι τὸν ἐκκρεμάμενον ἔμπειρον εἶναι, ὡς μὴ ἐκμοχλεύῃ τῷ πήχεϊ τὸ ἄρθρον, ἀλλὰ περὶ μέσον τὸν περίνεον καὶ κατὰ τὸ ἱερὸν ὀστέον τὴν ἐκκρέμασιν ποιέηται. [Artic. 77] Εὐδοκιμέει δὲ δὴ καὶ ἀσκῷ τοῦτο τὸ ἄρθρον ἐμβάλλεσθαι· καὶ ἤδη μέν τινας εἶδον, οἵτινες ὑπὸ φαυλότητος καὶ τὰ ἔξω ἐκκεκλιμένα καὶ τὰ ὄπισθεν ἀσκῷ ἐπειρῶντο ἐμβάλλειν, οὐ γινώσκοντες, ὅτι ἐξέβαλλον αὐτὸ μᾶλλον, ἢ ἐνέβαλλον· ὁ μέντοι πρῶτος ἐπινοήσας δῆλον ὅτι πρὸς τὰ ἔσω ὠλισθηκότα, ἀσκῷ ἐμβάλλειν ἐπειρήσατο. ἐπίστασθαι μὲν οὖν χρὴ, ὡς χρηστέον ἀσκῷ, εἰ δέοι χρέεσθαι, διαγινώσκειν δὲ χρὴ, ὅτι ἕτερα πολλὰ ἀσκοῦ κρέσσω ἐστίν· χρὴ δὲ τὸν μὲν ἀσκὸν κατατιθέναι ἐς τοὺς μηροὺς ἀφύσητον ἐόντα, ὡς ἂν δύναιτο, ἀνωτάτω πρὸς τὸν περίνεον ἀνάγοντα· ἀπὸ δὲ τῶν ἐπιγουνίδων ἀρξάμενον, ταινίῃ πρὸς ἀλλήλους τοὺς μηροὺς καταδῆσαι ἄχρι τοῦ ἡμίσεος τῶν μηρῶν· ἔπειτα ἐς ἕνα τῶν ποδῶν, τὸν λελυμένον, ἐνθέντα αὐλὸν ἐκ χαλκείου, φῦσαν ἐσαναγκάζειν ἐς τὸν ἀσκόν· τὸν δὲ ἄνθρωπον πλάγιον κατακέεσθαι. τὸ σιναρὸν σκέλος ἐπιπολῆς ἔχοντα. ἡ μὲν οὖν παρασκευὴ αὕτη ἐστίν· σκευάζονται δὲ κάκιον οἱ πλεῖστοι, ἢ ὡς ἐγὼ εἴρηκα· οὐ γὰρ καταδέουσι τοὺς μηροὺς ἐπὶ συχνὸν, ἀλλὰ μοῦνον τὰ γούνατα. οὐδὲ κατατείνουσι, χρὴ δὲ καὶ προσκατατείνειν· ὅμως δὲ ἤδη τινὲς ἐνέβαλον, ῤηϊδίου πρήγματος ἐπιτυχόντες. εὐφόρως δὲ οὐ πάνυ ἔχει διαναγκάζεσθαι οὕτως· ὅ τε γὰρ ἀσκὸς, ἐμφυσώμενος, οὐ τὰ ὀγκηρότατα αὐτοῦ ἔχει πρὸς τῷ ἄρθρῳ τῆς κεφαλῆς, ἣν δεῖ μάλιστα ἐκμοχλεύσασθαι, ἀλλὰ κατὰ ἑωυτὸν αὐτὸς μέσος, καὶ τῶν μηρῶν ἴσως ἢ κατὰ τὸ μέσον ἢ ἔτι κατωτέρω· οἵ τε αὖ μηροὶ φύσει γαυσοὶ πεφύκασιν, ἄνωθεν γὰρ σαρκώδεές τε καὶ ξύμμηροι, ἐς δὲ τὸ κάτω ὑπόξηροι, ὥστε καὶ ἡ τῶν μηρῶν φύσις ἀπαναγκάζει τὸν ἀσκὸν ἀπὸ τοῦ ἐπικαιροτάτου χωρίου. εἴ τε οὖν τις μικρὸν ἐνθήσει τὸν ἀσκὸν, μικρὴ ἡ ἰσχὺς ἐοῦσα ἀδύνατος ἔσται ἀναγκάζειν τὸ ἄρθρον. εἰ δὲ δεῖ ἀσκῷ χρέεσθαι, ἐπὶ πουλὺ οἱ μηροὶ ξυνδετέοι πρὸς ἀλλήλους, καὶ ἅμα τῇ· κατατάσει τοῦ σώματος ὁ ἀσκὸς φυσητέος· τὰ δὲ σκέλεα ἀμφότερα ὁμοῦ καὶ καταδέειν ἐν τούτῳ τῷ τρόπῳ τῆς ἐμβολῆς ἐπὶ τὴν τελευτήν. [Artic. 78] χρὴ δὲ περὶ πλείστου μὲν ποιέεσθαι ἐν πάσῃ τῇ τέχνῃ, ὅκως ὑγιὲς μὲν ποιήσεις τὸ νοσέον· εἰ δὲ πολλοῖσι τρόποισιν οἷόν τε εἴη ὑγιέας ποιέειν, τὸν ἀοχλότατον χρὴ αἱρέεσθαι· καὶ γὰρ ἀνδραγαθικώτερον τοῦτο καὶ τεχνικώτερον, ὅστις μὴ ἐπιθυμέει δημοειδέος κιβδηλίης. περὶ οὗ οὖν ὁ λόγος ἐστὶ, τοιαίδε ἄν τινες κατοικίδιοι κατατάσιες εἶεν τοῦ σώματος, ὥστε ἐκ τῶν παρεόντων τὸ εὔπορον εὑρίσκειν· τοῦτο μὲν, εἰ τὰ δεσμὰ τὰ ἱμάντινα μὴ παρείη τὰ μαλθακὰ καὶ προσηνέα, ἀλλ’ ἢ σιδήρεα, ἢ ὅπλα, ἢ σχοινία, ταινίῃσι χρὴ ἢ ἐκρήγμασι τρυχίων ἐρινεῶν περιελίσσειν ταύτῃ μάλιστα, ᾗ μέλλει τὰ δεσμὰ καθέξειν, καὶ ἔτι ἐπὶ πλέον· ἔπειτα οὕτω δεῖν τοῖσι δεσμοῖσιν· τοῦτο δὲ, ἐπὶ κλίνης χρὴ, ἥτις ἰσχυροτάτη καὶ μεγίστη τῶν παρεουσέων, κατατ ετάσθαι καλῶς τὸν ἄνθρωπον· τῆς δὲ κλίνης τοὺς πόδας, ἢ τοὺς πρὸς κεφαλῆς, ἢ τοὺς πρὸς ποδῶν, ἐρηρεῖσθαι πρὸς τὸν οὐδὸν, εἴ τε ἔξωθεν ξυμφέρει, εἴτε ἔσωθεν· παρὰ δὲ τοὺς ἑτέρους πόδας παρεμβεβλῆσθαι ξύλον τετράγωνον, πλάγιον, διῆκον ἀπὸ τοῦ ποδὸς πρὸς τὸν πόδα, καὶ, ἢν μὲν λεπτὸν ἔῃ τὸ ξύλον, προσδεδέσθω πρὸς τοὺς πόδας τῆς κλίνης, ἢν δὲ παχὺ ἔῃ, μηδέν· ἔπειτα τὰς ἀρχὰς χρὴ τῶν δεσμῶν, καὶ τῶν πρὸς τῆς κεφαλῆς, καὶ τῶν πρὸς τῶν ποδῶν, προσδῆσαι ἑκατέρας πρὸς ὕπερον, ἢ πρὸς ἄλλο τι τοιοῦτον ξύλον· ὁ δὲ δεσμὸς ἐχέτω ἰθυωρίην κατὰ τὸ σῶμα, ἢ καὶ ὀλίγον ἀνωτέρω, ξυμμέτρως δὲ ἐκτετάσθω πρὸς τὰ ὕπερα, ὡς, ὀρθὰ ἑστεῶτα, τὸ μὲν παρὰ τὸν οὐδὸν ἐρείδηται, τὸ δὲ παρὰ τὸ ξύλον τὸ παραβεβλημένον· κἄπειτα οὕτω τὰ ὕπερα ἀνακλῶντα χρὴ τὴν κατάτασιν ποιέειν. ἀρκέει δὲ καὶ κλίμαξ ἰσχυροὺς ἔχουσα τοὺς κλιμακτῆρας, ὑποτεταμένη ὑπὸ τὴν κλίνην, ἀντὶ τοῦ οὐδοῦ τε καὶ τοῦ ξύλου τοῦ παρατεταμένου, ὡς τὰ ὕπερα, πρὸς τῶν κλιμακτήρων τοὺς ἁρμόζοντας ἔνθεν καὶ ἔνθεν προσερηρεισμένα, ἀνακλώμενα, οὕτω τὴν κατάτασιν ποιέηται τῶν δεσμῶν. ἐμβάλλεται δὲ μηροῦ ἄρθρον καὶ τόνδε τὸν τρόπον, ἢν ἐς τὸ ἔσω ὠλισθήκῃ καὶ ἐς τὸ ἔμπροσθεν· κλίμακα χρὴ κατορύξαντα, ἐπικαθίσαι τὸν ἄνθρωπον, ἔπειτα τὸ μὲν ὑγιὲς σκέλος ἡσύχως κατατείναντα προσδῆσαι, ὅκου ἂν ἁρμόσῃ, ἐκ δὲ τοῦ σιναροῦ ἐς κεράμιον ὕδωρ ἐγχέαντα ἐκκρεμάσαι ἢ ἐς σφυρίδα λίθους ἐμβαλόντα. ἕτερος τρόπος ἐμβολῆς· ἢν ἐς τὸ ἔσω ὠλισθήκῃ, στρωτῆρα χρὴ διαδῆσαι μεταξὺ δύο στύλων, ὕψος ἔχοντα σύμμετρον· προεχέτω δὲ τοῦ στρωτῆρος κατὰ τὸ ἓν μέρος δκόσον τὸ πυγαῖον· περιδήσας δὲ περὶ τὸ στῆθος τοῦ ἀνθρώπου ἱμάτιον, ἐπικαθίσαι τὸν ἄνθρωπον ἐπὶ τὸ προέχον τοῦ στρωτῆρος· εἶτα προσλαβεῖν τὸ στῆθος πρὸς τὸν στύλον πλατέϊ τινί· ἔπειτα τὸ μὲν ὑγιὲς σκέλος κατεχέτω τις, ὡς μὴ περισφάλληται· ἐκ δὲ τοῦ σιναροῦ ἐκκρεμάσαι βάρος, ὅσον ἂν ἁρμόζῃ, ὡς καὶ πρόσθεν ἤδη εἴρηται. [Artic. 79] πρῶτον μὲν οὖν δεῖ εἰδέναι, ὅτι πάντων τῶν ὀστέων αἱ ξυμβολαί εἰσιν ὡς ἐπὶ πουλὺ ἡ κεφαλὴ καὶ ἡ κοτύλη· ἐφ’ ὧν δὲ καὶ ἡ χώρα κοτυλοειδὴς καὶ ἐπίμακρος· ἔνιαι δὲ τῶν χωρέων γληνοειδέες εἰσίν. ἀεὶ δὲ ἐμβάλλειν δεῖ πάντα τὰ ἐκπίπτοντα ἄρθρα, μάλιστα μὲν εὐθὺς παραχρῆμα ἔτι θερμῶν ἐόντων· εἰ δὲ μὴ, ὡς τάχιστα· καὶ γὰρ τῷ ἐμβάλλοντι ῤηΐτερον καὶ θᾶσσόν ἐστιν ἐμβαλεῖν, καὶ τῷ ἀσθενέοντι πουλὺ ἀπονωτέρη ἡ ἐμβολὴ, ἡ πρὶν διοιδεῖν, ἐστιν. δεῖ δὲ ἀεὶ πάντα τὰ ἄρθρα, ὁκόταν μέλλῃς ἐμβάλλειν, προαναμαλάξαι καὶ διακιγκλίσαι· ῥᾷον γὰρ ἐθέλει ἐμβάλλεσθαι. παρὰ πάσας δὲ τὰς τῶν ἄρθρων ἐμβολὰς ἰσχναίνειν δεῖ τὸν ἄνθρωπον, μάλιστα μὲν περὶ τὰ μέγιστα ἄρθρα καὶ χαλεπώτατα ἐμβάλλεσθαι, ἥκιστα δὲ περὶ τὰ ἐλάχιστα καὶ ῤηΐδια. [Artic. 80] δακτύλων δὲ ἢν ἐκπέσῃ ἄρθρον τι τῶν τῆς χειρὸς, ἤν τε τὸ πρῶτον, ἤν τε τὸ δεύτερον, ἤν τε τὸ τρίτον, ωὑτὸς καὶ ἴσος τρόπος τῆς ἐμβολῆς· χαλεπώτερα μέντοι ἀεὶ τὰ μέγιστα τῶν ἄρθρων ἐμβάλλειν. ἐκπίπτει δὲ κατὰ τέσσαρας τρόπους, ἢ ἄνω, ἢ κάτω, ἢ ἐς τὸ πλάγιον ἑκατέρωθεν, μάλιστα μὲν ἐς τὸ ἄνω, ἥκιστα δὲ ἐς τὰ πλάγια, ἐν τῷ σφόδρα κινέεσθαι. ἑκατέρωθεν δὲ τῆς χώρης, οὗ ἐκβέβηκεν, ὥσπερ ἄμβη ἐστίν. ἢν μὲν οὖν ἐς τὸ ἄνω ἐκπέσῃ ἢ ἐς τὸ κάτω διὰ τὸ λειοτέρην εἶναι ταύτην τὴν χώρην, ἢ ἐκ τῶν πλαγίων, καὶ ἅμα μικρῆς ἐούσης τῆς ὑπερβάσιος, ἢν μεταστῇ τὸ ἄρθρον, ῤηΐδιόν ἐστιν ἐμβάλλειν. τρόπος δὲ τῆς ἐμβολῆς ὅδε· περιελίξαι τὸν δάκτυλον ἄκρον ἢ ἐπιδέσματί τινι ἢ ἄλλῳ τρόπῳ τοιούτῳ τινὶ, ὅκως, ὁκόταν κατατείνῃς ἄκρου λαβόμενος, μὴ. ἀπολισθάνῃ· ὅταν δὲ περιελίξῃς, τὸν μέν τινα διαλαβέσθαι ἄνωθεν τοῦ καρποῦ τῆς χειρὸς, τὸν δὲ τοῦ κατειλημμένου· ἔπειτα κατατείνειν πρὸς ἑωυτὸν ἀμφοτέρους εὖ μάλα, καὶ ἅμα ἀπῶσαι τὸ ἐξεστηκὸς ἄρθρον ἐς τὴν χώρην. ἢν δὲ ἐς τὰ πλάγια ἐκπέσῃ, τῆς μὲν κατατάσιος ωὑτὸς τρόπος· ὅταν δὲ δὴ δοκέῃ σοι ὑπερβεβηκέναι τὴν γραμμὴν, ἅμα χρὴ κατατείναντας ἀπῶσαι ἐς τὴν χώρην εὐθὺς, ἕτερον δέ τινα ἐκ τοῦ ἑτέρου μέρεος τοῦ δακτύλου φυλάσσειν καὶ ἀνωθέειν, ὅκως μὴ πάλιν ἐκεῖθεν ἀπολίσθῃ. ἐμβάλλουσι δὲ ἐπιεικέως καὶ αἱ σαῦραι αἱ ἐκ τῶν φοινίκων πλεκόμεναι, ἢν κατατείνῃς ἔνθεν καὶ ἔνθεν τὸν δάκτυλον, λαβόμενος τῇ μὲν ἑτέρῃ τῆς σαύρης, τῇ δὲ ἑτέρῃ τοῦ καρποῦ τῆς χειρός. ὁκόταν δὲ ἐμβάλῃς, ἐπιδεῖν δεῖ ὀθονίοισιν ὡς τάχιστα, λεπτοτάτοισι, κεκηρωμένοισι κηρωτῇ μήτε λίην μαλακῇ μήτε λίην σκληρῇ, ἀλλὰ μετρίως ἐχούσῃ· ἡ μὲν γὰρ σκληρὴ ἀφέστηκεν ἀπὸ τοῦ δακτύλου, ἡ δὲ ἁπαλὴ καὶ ὑγρὴ διατήκεται καὶ ἀπόλλυται, θερμαινομένου τοῦ δακτύλου· λύειν δὲ ἄρθρον δακτύλου τριταῖον ἢ τεταρταῖον· τὸ δὲ ὅλον, ἢν μὲν φλεγμήνῃ, πυκνότερον λύειν, ἢν δὲ μὴ, ἀραιότερον· κατὰ πάντων δὲ τῶν ἄρθρων ταῦτα λέγω. καθίσταται δὲ τοῦ δακτύλου τὸ ἄρθρον τεσσαρεσκαιδεκαταῖον. ὁ αὐτὸς δέ ἐστι θεραπείης τρόπος δακτύλων χειρός τε καὶ ποδός. [Artic. 81] παρὰ πάσας δὲ τὰς τῶν ἄρθρων ἐμβολὰς δεῖ ἰσχναίνειν καὶ λιμαγχονέειν ἄχρι ἑβδόμης· καὶ εἰ μὲν φλεγμαίνοι, πυκνότερον λύειν, εἰ δὲ μὴ, ἀραιότερον· ἡσυχίην δὲ δεῖ ἔχειν ἀεὶ τὸ πονέον ἄρθρον, καὶ ὡς κάλλιστα ἐσχηματισμένον κέεσθαι. [Artic. 82] γόνυ δὲ εὐηθέστερον ἀγκῶνος διὰ τὴν εὐσταλίην καὶ τὴν εὐφυΐην, διὸ καὶ ἐκπίπτει καὶ ἐμπίπτει ῤᾷον· ἐκπίπτει δὲ πλειστάκις ἔσω, ἀτὰρ καὶ ἔξω καὶ ὄπισθεν. ἐμβολαὶ δὲ, ἐκ τοῦ ξυγκεκάμφθαι· ἢ ἐκλακτίσαι ὀξέως, ἢ ξυνελίξας ταινίης ὄγκον, ἐν τῇ ἰγνύϊ θεὶς, ἀμφὶ τοῦτον ἐξαίφνης ἐς ὄκλασιν ἀφιέναι τὸ σῶμα. δύναται δὲ καὶ κατατεινόμενον μετρίως, ὥσπερ ἀγκὼν, ἐμπίπτειν, τὰ ὄπισθεν· τὰ δὲ ἔνθα ἢ ἔνθα, ἐκ τοῦ ξυγκεκάμφθαι, ἢ ἐκλακτίσαι, ἀτὰρ καὶ ἐκ κατατάσιος μετρίης. ἡ διόρθωσις ἅπασι κοινή. ἢν δὲ μὴ ἐμπέσῃ, τοῖσι μὲν ὄπισθεν, ξυγκάμπτειν οὐ δύνανται, ἀτὰρ οὐδὲ τοῖσιν ἄλλοισι πάνυ· μινύθει δὲ μηροῦ καὶ κνήμης τοὔμπροσθεν· ἢν δὲ ἐς τὸ ἔσω, βλαισότεροι, μινύθει δὲ τὰ ἔξω· ἢν δὲ ἐς τὸ ἔξω, γαυσότεροι, χωλοὶ δὲ ἧσσον, κατὰ γὰρ τὸ παχύτερον ὀστέον ὀχέει, μινύθει δὲ τὰ ἔσω, Ἐκ γενεῆς δὲ καὶ ἐν αὐξήσει κατὰ λόγον τὸν πρόσθεν. [Artic. 83] τὰ δὲ κατὰ τὰ σφυρὰ, κατατάσιος ἰσχυρῆς δέεται, ἢ τῇσι χερσὶν, ἢ ἄλλοισι τοιούτοισι, κατορθώσιος δὲ ἅμα ἀμφότερα ποιεούσης· κοινὸν δὲ τοῦτο ἅπασιν. [Artic. 84] τὰ δὲ ἐν ποδὶ, ὡς καὶ τὰ ἐν χειρὶ, ὑγιέες. [Artic. 85] τὰ δὲ τῆς κνήμης ξυγκοινωνέοντα, καὶ ἐκπεσόντα ἐκ γενεῆς, ἢ καὶ ἐν αὐξήσει ἐξαρθρήσαντα, ταὐτὰ ἃ καὶ ἐν χειρί. [Artic. 86] ὁκόσοι δὲ πηδήσαντες ἄνωθεν ἐστηρίξαντο τῇ πτέρνῃ, ὥστε διαστῆναι τὰ ὀστέα, καὶ φλέβας ἐκχυμωθῆναι, καὶ νεῦρα ἀμφιφλασθῆναι, ὁκόταν γένηται οἷα τὰ δεινὰ, κίνδυνος μὲν σφακελίσαντα τὸν αἰῶνα πρήγματα παρασχεῖν· ῤοιώδη μὲν γὰρ τὰ ὀστέα, τὰ δὲ νεῦρα ἀλλήλοισι κοινωνέοντα. ἐπεὶ καὶ οἷσιν ἂν μάλιστα κατεηγεῖσιν, ἢ ὑπὸ τρώματος ἢ ἐν κνήμῃ, ἢ ἐν μηρῷ, ἢ νεύρων ἀπολυθέντων, ἃ κοινωνέει τούτων, ἢ ἐκ κατακλίσιος ἀμελέος ἐμελάνθη πτέρνη, καὶ τούτοισι τὰ παλιγκοτέοντα ἐκ τῶν τοιούτων. ἔστιν ὅτε καὶ πρὸς τῷ σφακελισμῷ γίνονται πυρετοὶ ὀξέες, λυγμώδεες, γνώμης ἁπτόμενοι, ταχυθάνατοι, καὶ ἔτι φλεβῶν αἱμοῤῥοιέων πελιώσιες. σημήϊα δὲ τῶν παλιγκοτησάντων, ἢν τὰ ἐκχυμώματα καὶ τὰ μελάσματα καὶ τὰ περὶ ταῦτα ὑπόσκληρα καὶ ὑπέρυθρα· ἤν τε ξὺν σκληρύσματι πελιδνωθῇ, κίνδυνος μελανθῆναι· ἢν δὲ ὑποπέλια ᾖ, ἢ καὶ πέλια μάλα καὶ ἐκκεχυμωμένα, ἢ ὑπόχλωρα καὶ μαλακὰ, ταῦτα ἐπὶ πᾶσι τοῖσι τοιούτοισιν ἀγαθά. ἴησις, ἢν μὲν ἀπύρετος ἔῃ, ἐλλέβορον· ἢν δὲ μὴ, μή· ἀλλὰ ποτὸν ὀξύγλυκυ, εἰ δέοι. ἐπίδεσις δὲ, ἄρθρων· ἐπὶ δὲ πάντα, μᾶλλον τοῖσι φλάσμασιν, ὀθονίοισι πλείοσι καὶ μαλθακωτέροισιν· πίεξις ἧσσον προσπεριβάλλειν δὲ τὰ πλεῖστα τῇ πτέρνῃ. τὸ σχῆμα, ὅπερ ἡ ἐπίδεσις, ὡς μὴ ἐς τὴν πτέρνην ἀποπιέζηται. νάρθηξι δὲ μὴ χρέεσθαι. [Artic. 87] οἷσι δ’ ἂν ἐκβῇ ὁ ποὺς ἢ αὐτὸς, ἢ ξὺν τῇ ἐπιφύσει, ἐκπίπτει μὲν μᾶλλον ἐς τὸ ἔσω. ἢν δὲ μὴ ἐμπέσῃ, λεπτύνεται ἀνὰ χρόνον τό τε ἰσχίον καὶ ὁ μηρὸς καὶ κνήμης τὸ ἀντίον τοῦ ὀλισθήματος. ἐμβολὴ δὲ ἄλλη, ὥσπερ καρποῦ, κατάτασις δὲ ἰσχυρή. ἴησις δὲ, νόμος ἄρθρων. Παλιγκοτέει, ἧσσον δὲ καρποῦ, ἢν ἡσυχάσωσιν. δίαιτα μείων, ἐλινύουσιν. τὰ δὲ ἐκ γενεῆς ἢ ἐν αὐξήσει, κατὰ λόγον τὸν πρότερον. ## Μοχλικός [Mochl. 1] ὀστέων φύσις· δακτύλων μὲν ἁπλᾶ καὶ ὀστέα καὶ ἄρθρα· χειρὸς δὲ καὶ ποδὸς πουλλὰ, ἄλλα ἀλλοίως συνηρθρωμένα· μέγιστα δὲ τὰ ἀνωτάτω· πτέρνης δὲ ἓν οἷον ἔξω φαίνεται, πρὸς δὲ αὐτὴν οἱ ὀπίσθιοι τένοντες τείνουσιν. κνήμης δὲ δύο, ἄνωθεν καὶ κάτωθεν ξυνεχόμενα, κατὰ μέσον δὲ διέχοντα σμικρόν· τὸ ἔξωθεν, κατὰ τὸν σμικρὸν δάκτυλον λεπτότερον βραχεῖ, πλεῖστον δὲ ταύτῃ διεχούσῃ καὶ σμικροτέρῃ ῥοπῇ κατὰ γόνυ, καὶ ὁ τένων ἐξ αὐτοῦ πέφυκεν, ὁ παρὰ τὴν ἰγγύην ἔξω· ἔχουσι δὲ κάτωθεν κοινὴν ἐπίφυσιν, πρὸς ἣν ὁ ποὺς κινέεται· ἄλλην δὲ ἄνωθεν ἔχουσιν ἐπίφυσιν, ἐν ᾗ τὸ τοῦ μηροῦ ἄρθρον κινέεται, ἁπλόον καὶ εὐσταλὲς ὡς ἐπὶ μήκει· εἶδος κονδυλῶδες, ἔχον ἐπιμυλίδα· αὐτὸς δ’ ἔγκυ ρτος ἔξω καὶ ἔμπροσθεν· ἡ δὲ κεφαλὴ ἐπίφυσίς ἐστι στρογγύλη, ἐξ ἧς τὸ νεῦρον τὸ ἐν τῇ κοτύλῃ τοῦ ἰσχίου πέφυκεν· ὑποπλάγιον δὲ καὶ τοῦτο προσήρτηται, ἧσσον δὲ βραχίονος. τὸ δ’ ἰσχίον προσίσχεται πρὸς τῷ μεγάλῳ σπονδύλῳ τῷ παρὰ τὸ ἱερὸν ὀστέον, χονδρονευρώδει δεσμῷ. ῥάχις δὲ ἀπὸ μὲν τοῦ ἱεροῦ ὀστέου μέχρι τοῦ μεγάλου σπονδύλου κυφή· κύστις τε καὶ γονὴ καὶ ἀρχοῦ τὸ ἐγκεκλιμένον, ἐν τούτῳ· ἀπὸ δὲ τούτου ἄχρι φρενῶν ἦλθεν ἡ ἰθύλορδος, καὶ αἱ ψόαι κατὰ τοῦτο· ἐντεῦθεν δὲ ἄχρι τοῦ μεγάλου σπονδύλου, τοῦ ὑπὲρ τῶν ἐπωμίδων, ἰθυκυφής· ἔτι δὲ μᾶλλον δοκέει, ἢ ἐστίν· αἱ γὰρ ὄπισθεν τῶν σπονδύλων ἀποφύσιες ταύτῃ ὑψηλόταται· τὸ δὲ τοῦ αὐχένος ἄρθρον, λορδόν. σπόνδυλοι δὲ ἔσωθεν ἄρτιοι πρὸς ἀλλήλους, ἀπὸ δὲ τῶν ἔξωθεν χόνδρων νεύρῳ συνεχόμενοι· ἡ δὲ ξυνάρθρωσις αὐτῶν, ἐν τῷ ὄπισθεν τοῦ νωτιαίου· ὄπισθεν δὲ ἔχουσιν ἔκφυσιν ὀξείην, ἔχουσαν ἐπίφυσιν χονδρώδεα, ἔνθεν νεύρων ἀπόφυσις καταφερὴς, ὥσπερ καὶ οἱ μύες παραπεφύκασιν ἀπὸ αὐχένος ἐς ὀσφὺν, πληρεῦντες δὲ πλευρέων καὶ ἀκάνθης τὸ μέσον. πλευραὶ δὲ κατὰ τὰς διαφύσιας τῶν σπονδύλων νευρίῳ προσπεφύκασιν ἀπ’ αὐχένος ἐς ὀσφὺν ἔσωθεν, ἐπίπροσθεν δὲ κατὰ τὸ στῆθος, χαῦνον καὶ μαλθακὸν τὸ ἄκρον ἔχουσαι· εἶδος ῥαιβοειδέστατον τῶν ζώων· στενότατος γὰρ ταύτῃ ὁ ἄνθρωπος ἐπ’ ὄγκον· ᾗ δὲ δὴ πλευρῇσιν ἔκφυσις πλαγίη βραχείη καὶ πλατείη, ἐφ’ ἑκάστῳ σπονδύλῳ νευρίῳ προσπεφύκασιν. στῆθος δὲ ξυνεχὲς αὐτὸ ἑωυτῷ, διαφύσιας ἔχον πλαγίας, ᾗ πλευραὶ προσήρτηνται, χαῦνον δὲ καὶ χονδρῶδες. Κληῗδες δὲ περιφερέες ἐς τοὔμπροσθεν, ἔχουσαι πρὸς μὲν τὸ στῆθος βραχείας κινήσιας, πρὸς δὲ τὸ ἀκρώμιον συχνοτέρας. ἀκρώμιον δὲ ἐξ ὠμοπλατέων πέφυκεν, ἀνομοίως τοῖσι πλείστοισιν. Ὠμοπλάτη δὲ χονδρώδης τὸ πρὸς ῥάχιν, τὸ δ’ ἄλλο χαύνη, τὸ ἀνώμαλον ἔξω ἔχουσα, αὐχένα δὲ καὶ κοτύλην ἔχουσα χονδρώδεα, ἐξ ἧς αἱ πλευραὶ κίνησιν ἔχουσιν, εὐαπόλυτος ἐοῦσα ὀστέων, πλὴν βραχίονος. τούτου δὲ ἐκ τῆς κοτύλης νευρίῳ ἡ κεφαλὴ ἐξήρτηται, χόνδρου χαύνου περιφερῆ ἐπίφυσιν ἔχουσα· αὐτὸς δ’ ἔγκυρτος ἔξω καὶ ἔμπροσθεν, πλάγιος, οὐκ ὀρθὸς πρὸς κοτύλην. τὸ δὲ πρὸς ἀγκῶνα αὐτοῦ, πλατὺ καὶ κονδυλῶδες καὶ βαλβιδῶδες καὶ στερεὸν, ἔγκοιλον ὄπισθεν, ἐν ᾧ ἡ κορώνη ἡ ἐκ τοῦ πήχεος, ὅταν ἐκταθῇ ἡ χεὶρ, ἔνεστιν· ἐς τοῦτο καὶ τὸ ναρκῶδες νεῦρον, ὃ ἐκ τῆς διαφύσιος τῶν τοῦ πήχεος ὀστέων, ἐκ μέσων, ἐκπέφυκε καὶ περαίνεται. [Mochl. 2] ῥὶς δὲ κατεαγεῖσα ἀναπλάσσεται, εἰ οἷόν τε, αὐθωρόν. κἢν μὲν οὖν ὁ χόνδρος, ἐντιθέναι ἄχνην ὀθονίου ἐναποδέοντα λοπῷ καρχηδονίῳ, ἢ ἐν ἄλλῳ, ὃ μὴ ἐρεθιεῖ· τῷ λοπῷ δὲ τὰς παραλλάξιας παρακολλᾷν, καὶ ἀναλαμβάνειν. ταῦτα δὲ ἐπίδεσις κακὰ ποιέει. ἴησις, ἀλήτῳ ξὺν μάννῃ, ἢ θείῳ ξὺν κηρωτῇ. αὐτίκα ἀναπλάσεις, ἔπειτα ἀνακωχήσεις τοῖσι δακτύλοισιν, ἐσματτευόμενος καὶ παραστρέφων· καὶ τὸ καρχηδόνιον. Πωροῖτο ἂν, καὶ ἢν ἕλκος ἐνῇ, καὶ ἢν ὀστέα ἀπιέναι μέλλῃ (οὐ γὰρ παλιγκοτώτατα), οὕτω ποιητέα. [Mochl. 3] οὖς κατεαγὲν, μὴ ἐπιδεῖν, μηδὲ καταπλάσσειν· ἢν δέ τι δέῃ, ὡς κουφότατον, ἡ κηρωτή· καὶ θείῳ κατακολλᾷν. ὧν δὲ ἔμπυα τὰ ὦτα, διὰ παχέος εὑρίσκεται· πάντα δὲ τὰ ὑπόμυξα καὶ τῇ ὑγρῇ σαρκὶ πλήρεα ἐξαπατᾷ· οὐ μὴ βλάβη γένηται στομωθὲν τὸ τοιοῦτον· ἐστὶ γὰρ ἄσαρκα καὶ ὑδατώδεα, μύξης πλέα, ὅπου δὲ καὶ οἷα ἐόντα θανατώδεά ἐστι, παρεθέντα. ὤτων καῦσις πέρην, τάχιστα ὑγιάζει· κυλλὸν δὲ καὶ μεῖον γίνεται τὸ οὖς, ἢν πέρην καυθῇ. ἢν δὲ στομωθῇ, κούφῳ ἐναίμῳ δεήσει χρῆσθαι. [Mochl. 4] γνάθοι δὲ κατασπῶνται μὲν πολλάκις καὶ καθίστανται· ἐκπίπτουσι δὲ ὀλιγάκις, μάλιστα μὲν χασμωμένοισιν· οὐ γὰρ ἐκπίπτει, ἢν μή τις χανὼν μέγα παρανάγῃ· ἐκπίπτει δὲ μᾶλλον, ὅτι τὰ νεῦρα ἐν πλαγίῳ καὶ λελυγισμένα συνδιδοῖ. σημεῖα· προέχει ἡ κάτω γνάθος, καὶ παρέστραπται τἀναντία τοῦ ἐκπτώματος, ξυμβάλλειν οὐ δύνανται· ἢν δ’ ἀμφότεραι, προΐσχουσι μᾶλλον, συμβάλλουσιν ἧσσον, ἀστραβέες· δηλοῖ δὲ τὰ ὅρια τῶν ὀδόντων τὰ ἄνω τοῖσι κάτω κατ’ ἴξιν. ἢν οὖν ἀμφότεραι ἐκπεσοῦσαι μὴ αὐτίκα ἐμπέσωσι, θνήσκουσι δεκαταῖοι οὗτοι μάλιστα πυρετῷ ξυνεχέϊ, νωθρῇ τε καρώσει· οἱ γὰρ μύες οὗτοι, τοιοῦτοι· γαστὴρ ἐπιταράσσεται ὀλίγα ἄκρητα· καὶ ἢν ἐμέωσι, τοιαῦτα ἐμέουσιν. ἡ δ’ ἑτέρη ἀσινεστέρη. ἐμβολὴ δὲ ἡ αὐτὴ ἀμφοτέρων· κατακειμένου ἢ καθημένου τοῦ ἀνθρώπου, τῆς κεφαλῆς ἐχόμενον, περιλαβόντα τὰς γνάθους ἀμφοτέρας ἀμφοτέρῃσι χερσὶν ἔσωθεν καὶ ἔξωθεν, τρία ἅμα ποιῆσαι· ὦσαι ἐς ὀρθὸν, καὶ ἐς τοὐπίσω, καὶ συσχεῖν τὸ στόμα. ἴησις, μαλάγμασι, καὶ σχήμασι, καὶ ἀναλήψει γενείου, ποιοῦσι τα⟨ὐ⟩τὰ τῇ ἐμβολῇ. [Mochl. 5] ὦμος δὲ ἐκπίπτει κάτω. ἄλλῃ δὲ οὔπω ἤκουσα. δοκέει μὲν γὰρ ἐς τοὔμπροσθεν ἐκπίπτειν, ὧν αἱ σάρκες αἱ περὶ τὸ ἄρθρον μεμινυθήκασι διὰ τὴν φθίσιν, οἷον καὶ τοῖσι βουσὶ χειμῶνος φαίνεται διὰ λεπτότητα. καὶ ἐκπίπτει μᾶλλον, τοῖσι δὲ λεπτοῖσιν, ἢ ἰσχνοῖσι, [ἢ ξηροῖσι] καὶ τοῖσιν ὑγράσματα περὶ τὰ ἄρθρα ἔχουσιν ἄνευ φλεγμονῆς· αὐτὴ γὰρ συνδεῖ. οἱ δὲ καὶ βουσὶν ἐμβάλλοντες καὶ ἀποπερονῶντες ἐξαμαρτάνουσι, καὶ ὅτι διὰ τὴν χρῆσιν, ὡς χρῆται βοῦς σκέλεϊ, λήθει, καὶ ὅτι κοινὸν καὶ ἀνθρώπῳ οὕτως ἔχοντι τὸ σχῆμα τοῦτο· τό τε Ὁμήρειον· καὶ διότι λεπτότατοι βόες τηνικαῦτα. ὅσα τε τὸν πῆχυν πλάγιον ἀπὸ πλευρέων ἄραντες δρῶσιν, οὐ πάνυ δύνανται δρᾷν, οἷσιν ἂν μὴ ἐμπέσῃ. οἷσι μὲν οὖν ἐκπίπτει μάλιστα, καὶ ὡς ἔχουσιν, εἴρηται. οἷσι δὲ ἐκ γενεῆς, τὰ ἐγγύτατα μᾶλλον βραχύνεται ὀστέα, οἷον ἐν τούτῳ οἱ γαλιάγκωνες· πῆχυς δὲ ἧσσον, χεὶρ δὲ ἔτι ἧσσον, τὰ δ’ ἄνωθεν οὐδέν. καὶ ἀσαρκότατα ἐγγύς· μινύθει δὲ μάλιστα τὰ ἐναντία τῶν ὀλισθημάτων, καὶ τὰ ἐν αὐξήσει, ἧσσον δέ τινι τῶν ἐκ γενεῆς. καὶ τὰ παραπυήματα, τὰ κατ’ ἄρθρον βαθέα, νεογενέσι μάλιστα παρ’ ὦμον γίνεται, καὶ τουτέοισιν ὥσπερ τὰ ἐξαρθρήσαντα ποιέει. ἢν δὲ ηὐξημένοισι, τὰ μὲν ὀστέα οὐ μειοῦται, οὐδὲ γὰρ ἔχει, ᾗ ἄλλα οὐ ξυναύξεται ὁμοίως· αἱ δὲ μινυθήσιες τῶν σαρκῶν· τοῦτο γὰρ καθ’ ἡμέρην καὶ αὔξεται καὶ μειοῦται, καὶ καθ’ ἡλικίας. καὶ ἃ δύναται σχήματα, καὶ αὖ σημεῖον τὸ παρὰ τὸ ἀκρώμιον κατεσπασμένον καὶ κοῖλον, διότι, ὅταν τὸ ἀκρώμιον ἀποσπασθῇ, καὶ κοῖλον ᾖ, οἴονται τὸν βραχίονα ἐκπεπτωκέναι. κεφαλὴ δὲ τοῦ βραχίονος ἐν τῇ μασχάλῃ φαίνεται· αἴρειν γὰρ οὐ δύνανται, οὐδὲ παράγειν ἔνθα καὶ ἔνθα ὁμοίως· ὁ ἕτερος ὦμος μηνύει. ἐμβολαὶ δέ· αὐτὸς μὲν τὴν πυγμὴν ὑπὸ μασχάλην ὑποθεὶς, τὴν κεφαλὴν ἀνωθέειν, τὴν δὲ χεῖρα ἐπιπαράγειν ἐπὶ τὸ στῆθος. ἄλλη· ἐς τοὐπίσω περιαναγκάσαι, ὡς ἀμφισφαλῇ. ἄλλη· κεφαλῇ μὲν πρὸς τὸ ἀκρώμιον, χερσὶ δὲ ὑπὸ μασχάλην, κεφαλὴν ἀπάγειν βραχίονος, γούνασι δὲ ἀγκῶνα ἀπωθέειν, ἢ ἀντὶ τῶν γουνάτων τὸν ἀγκῶνα τὸν ἕτερον παράγειν, ὡς τὸ πρότερον. ἢ κατ’ ὤμου ἵζεσθαι, ὑποθεὶς τῇ μασχάλῃ τὸν ὦμον· ἢ τῇ πτέρνῃ, ἐνθέντα ἐκπλήρωμα τῇ μασχάλῃ, δεξιῇ δεξιόν· ἢ περὶ ὕπερον· ἢ περὶ κλιμακτῆρα· ἢ περίοδος ξὺν τῷ ξύλῳ τῷ ὑπὸ χεῖρα τεινομένῳ. ἴησις· τὸ σχῆμα, πρὸς πλευρῇσι βραχίων, χεὶρ ἄκρη ἄνω, ὦμος ἄνω· οὕτως ἐπίδεσις, ἀνάληψις. ἢν δὲ μὴ ἐμπέσῃ, ἀκρώμιον προσλεπτύνεται. [Mochl. 6] ἀκρώμιον ἀποσπασθὲν, τὸ μὲν εἶδος φαίνεται, οἷόνπερ ὤμου ἐκπεσόντος, στερίσκεται δ’ οὐδενὸς, ἐς δὲ τὸ αὐτὸ οὐ καθίσταται. σχῆμα τὸ αὐτὸ, ᾧ καὶ ἐκπεσόντι, ἐν ἐπιδέσει καὶ ἀνάληψει· ἐπιδέσιος καὶ ὡς νόμος. [Mochl. 7] ἀγκῶνος ἄρθρον παραλλάξαν μὲν ἢ πρὸς πλευρὴν, ἢ ἔξω, μένοντος τοῦ ὀξέος τοῦ ἐν τῷ κοίλῳ τοῦ βραχίονος, ἐς ἰθὺ κατατείνοντα, τὰ ἐξέχοντα ἀνωθέειν ὀπίσω καὶ ἐς τὸ πλάγιον. [Mochl. 8] τὰ δὲ τελέως ἐκβάντα ἢ ἔνθα ἢ ἔνθα· κατάτασις μὲν, ἐν ᾗ ὁ βραχίων ἐπιδεῖται· οὕτω γὰρ τὸ καμπύλον τοῦ ἀγκῶνος οὐ κωλύσει. Ἐκπίπτει δὲ μάλιστα ἐς τὸ πρὸς πλευρία μέρος. Τὰς δὲ κατορθώσιας, ἀπάγοντα ὅτι πλεῖστον, ὡς μὴ ψαύσῃ τῆς κορώνης ἡ κεφαλὴ, μετέωρον δὲ περιάγειν καὶ περικάμψαι, καὶ μὴ ἐς ἰθὺ βιάζεσθαι, ἅμα δὲ ὠθέειν τἀναντία ἐφ’ ἑκάτερα, καὶ παρωθέειν ἐς χώρην. Συνωφελοίη δ’ ἂν καὶ ἐπίστρεψις ἀγκῶνος ἐν τούτοισιν, ἐν τῷ μὲν ἐς τὸ ὕπτιον, ἐν τῷ δὲ ἐς τὸ πρηνές· ἐμβολὴ δέ· σχήματος μὲν, ὀλίγον ἀνωτέρω ἄκρην χεῖρα ἀγκῶνος ἔχειν, βραχίονα δὲ κατὰ τὰς πλευράς· οὕτω δὲ καὶ ἀνάληψις, καὶ εὔφορον, καὶ φύσις, καὶ χρῆσις ἐν τῷ κοινῷ, ἢν ἄρα μὴ κακῶς πωρωθῇ· πωροῦται δὲ ταχέως. Ἴησις, ὀθονίοισι κατὰ τὸν νόμον τὸν ἀρθριτικὸν, καὶ τὸ ὀξὺ προσεπιδεῖν. [Mochl. 9] παλιγκοτώτατον δὲ ἀγκὼν πυρετοῖσι, ὀδύνῃ ἀσώδει, ἀκρατοχόλῳ, ἀγκῶνος δὲ μάλιστα ὀπίσω διὰ τὸ ναρκῶδες, δεύτερον τὸ ἔμπροσθεν. Ἴησις ἡ αὐτή. ἐμβολαὶ δὲ τοῦ μὲν ὀπίσω, ἐκτείνοντα κατατεῖναι· σημεῖον δὲ, οὐ γὰρ δύνανται ἐκτείνειν· τοῦ δὲ ἔμπροσθεν, οὐ δύνανται ξυγκάμπτειν. Τούτῳ δὲ ἐνθέντα τι σκληρὸν συνειλεγμένον, περὶ τοῦτο ξυγκάμψαι ἐξ ἐκτάσιος ἐξαίφνης. [Mochl. 10] διαστάσιος δὲ ὀστέων σημεῖον, κατὰ τὴν φλέβα τὴν κατὰ τὸν βραχίονα σχιζομένην διαψαύοντι. [Mochl. 11] ταῦτα δὲ ταχέως διαπωροῦται. ἐκ γενεῆς δὲ, βραχύτερα τὰ κάτω ὀστέα τοῦ σίνεος, πλεῖστον τὰ ἐγγύτατα πήχεος, δεύτερον χειρὸς, τρίτον δακτύλων. βραχίων δὲ καὶ ὦμος ἐγκρατέστερα διὰ τὴν τροφήν. ἡ δ’ ἑτέρη χεὶρ διὰ τὰ ἔργα πλείω ἔτι ἐγκρατεστέρη. Μινύθησις δὲ σαρκῶν, εἰ μὲν ἔξω ἐξέπεσεν, εἴσω, εἰ δὲ μὴ, ἐς τοὐναντίον ᾗ ἐξέπεσεν. [Mochl. 12] ἀγκὼν δὲ ἢν μὲν ἔξω ἢ ἔσω ἐκβῇ, κατάτασις μὲν ἐν σχήματι ἐγγωνίῳ, κοινῷ τῷ πήχει πρὸς βραχίονα· τὴν γὰρ μασχάλην ἀναλαβὼν ταινίῃ ἀνακρεμάσαι, ἀγκῶνι δὲ ἄκρῳ ὑποθείς τι παρὰ τὸ ἄρθρον βάρος ἐκκρεμάσαι, ἢ χερσὶ καταναγκάσαι. Ὑπεραιωρηθέντος δὲ τοῦ ἄρθρου, αἱ παραγωγαὶ τοῖσι θέναρσιν, ὡς τὰ ἐν χερσίν. ἐπίδεσις ἐν τούτῳ τῷ σχήματι, καὶ ἀνάληψις, καὶ θέσις. [Mochl. 13] τὰ δ’ ὄπισθεν ἐξαίφνης ἐκτείνοντα διορθοῦν τοῖσι θέναρσιν· ἅμα δὲ δεῖ ἐν τῇ διορθώσει, καὶ τοῖσιν ἑτέροισιν. ἢν δὲ πρόσθεν, ἀμφὶ ὀθόνιον ξυνειλεγμένον, εὔογκον, ξυγκάμπτοντα ἅμα διορθοῦσθαι. [Mochl. 14] ἢν δ’ ἑτεροκλινὲς ᾖ, ἐν τῇ διορθώσει ἀμφότερα ἅμα χρὴ ποιέειν. τῆς δὲ μελέτης, κοινὸν τὸ σχῆμα καὶ ἡ ἐπίδεσις. δύναται γὰρ ἐκ τῆς διατάσιος κοινῇ ξυμπίπτειν πάντα. [Mochl. 15] τῶν δὲ ἐμβολέων αἱ μὲν ἐξ ὑπεραιωρήσιος ἐμβάλλονται, αἱ δὲ ἐκ κατατάσιος, αἱ δὲ ἐκ περισφάλσιος· αὗται δὲ ἐκ τῶν ὑπερβολέων τῶν σχημάτων, ἢ τῇ ἢ τῇ, ξὺν τῷ τάχει. [Mochl. 16] χειρὸς δὲ ἄρθρον ὀλισθάνει ἢ ἔσω, ἢ ἔξω, ἔσω δὲ τὰ πλεῖστα. σημεῖα δ’ εὔσημα· ἢν μὲν ἔσω, ξυγκάμπτειν ὅλως σφῶν τοὺς δακτύλους οὐ δύνανται· ἢν δ’ ἔξω, ἐκτείνειν. ἐμβολὴ δὲ, ὑπὲρ τραπέζης τοὺς δακτύλους ἔχων, τοὺς μὲν τείνειν, τοὺς δ’ ἀντιτείνειν, τὸ δὲ ἐξέχον ἢ θέναρι ἢ πτέρνῃ ἅμα ἀπωθέειν πρόσω καὶ κάτωθεν κατὰ τὸ ἕτερον ὀστέον, ὄγκον τε μαλθακὸν ὑποθεὶς, κἢν μὲν ἄνω, καταστρέψας τὴν χεῖρα, ἢν δὲ κάτω, ὑπτίην. ἴησις, ὀθονίοισιν. [Mochl. 17] ὅλη δὲ ἡ χεὶρ ὀλισθάνει ἢ ἔσω ἢ ἔξω, μάλιστα δὲ ἔσω, ἢ ἔνθα ἢ ἔνθα· ἔστι δ’ ὅτε ἡ ἐπίφυσις ἐκινήθη· ἔστι δ’ ὅτε τὸ ἕτερον τῶν ὀστέων διέστη. τουτέοισι κατάτασις ἰσχυρὴ ποιητέη, καὶ τὸ μὲν ἐξέχον ἀπωθέειν, τὸ δ’ ἕτερον ἀντωθέειν, δύο εἴδεα ἅμα, καὶ ἐς τοὐπίσω καὶ ἐς τὸ πλάγιον, ἢ χερσὶν ἐπὶ τραπέζης, ἢ πτέρνῃ. Παλίγκοτα δὲ καὶ ἀσχήμονα, τῷ χρόνῳ δὲ κρατύνεται ἐς χρῆσιν. ἴησις, ὀθονίοισι ξὺν τῇ χειρὶ καὶ τῷ πήχεϊ, καὶ νάρθηκας μέχρι δακτύλων τιθέναι· ἐν νάρθηξι δὲ τεθέντα ταῦτα πυκνότερον λύειν, ἢ τὰ κατήγματα, καὶ καταχύσει πλέονι χρῆσθαι. [Mochl. 18] ἐκ γενεῆς δὲ, βραχυτέρη ἡ χεὶρ γίνεται, καὶ ἡ μινύθησις σαρκῶν μάλιστα τἀναντία, ἢ ὡς τὸ ἔκπτωμα· ηὐξημένῳ δὲ τὰ ὀστέα μένει. [Mochl. 19] δακτύλου δὲ ἄρθρον ὀλισθὸν μὲν, εὔσημον, οὐ δεῖ γράφειν. ἐμβολὴ δὲ αὐτοῦ ἥδε· κατατείναντα ἐς ἰθὺ, τὸ μὲν ἐξέχον ἀπωθέειν, τὸ δὲ ἐναντίον ἀντωθέειν. ἴησις δὲ ἡ προσήκουσα, τοῖσιν ὀθονίοισιν ἐπίδεσις. μὴ ἐμπεσὸν γὰρ ἐπιπωροῦται ἔξωθεν. ἐκ γενεῆς δὲ ἢ ἐν αὐξήσει ἐξαρθρήσαντα τὰ ὀστέα βραχύνεται κάτω τοῦ ὀλισθήματος· καὶ σάρκες μινύθουσ⟨ι⟩ τἀναντία μάλιστα, ἢ ὡς τὸ ἔκπτωμα· ηὐξημένῳ δὲ τὰ ὀστέα μένει. [Mochl. 20] μηροῦ ἄρθρον ἐκπίπτει κατὰ τρόπους τέσσαρας· ἔσω πλεῖστα, ἔξω δεύτερον, τὰ δ’ ἄλλα ὁμοίως. σημεῖα· κοινὸν μὲν τὸ ἕτερον σκέλος· ἴδιον δὲ τοῦ μὲν εἴσω· παρὰ τὸν περίνεον ψαύεται ἡ κεφαλὴ, ξυγκάμπτουσιν οὐχ ὁμοίως, δοκέει δὲ μακρότερον τὸ σκέλος, καὶ πουλὺ, ἢν μὴ ἐς μέσον ἀμφότερα ἄγων παρατείνῃς· καὶ γὰρ οὖν ἔξω ὁ ποὺς καὶ τὸ γόνυ ῥέπει. ἢν μὲν οὖν ἐκ γενεῆς ἢ ἐν αὐξήσει ἐκπέσῃ, βραχύτερος ὁ μηρὸς, ἧσσον δὲ κνήμη, κατὰ λόγον δὲ τἄλλα· μινύθουσι δὲ σάρκες, μάλιστα δὲ ἔξω. οὗτοι κατοκνέουσιν ὀρθοῦσθαι, καὶ εἰλέονται ἐπὶ τὸ ὑγιές· ἢν δὲ ἀναγκάζωνται, σκίμπονι ἑνὶ ἢ δυσὶν ὁδοιπορέουσι, τὸ δὲ σκέλος αἴρουσιν· ὅσῳ γὰρ μεῖον, τόσῳ ῥᾷον. ἢν δ’ ηὐξημένοισι, τὰ μὲν ὀστέα μένει, αἱ δὲ σάρκες μινύθουσιν, ὡς προείρηται· ὁδοιπορέουσι δὲ περιστροφάδην· ὡς βόες, ἐν δὲ τῷ κενεῶνι καμπύλοι, ἐπὶ τὸ ὑγιὲς ἐξίσχιοι ἐόντες· τῷ μὲν γὰρ ἀνάγκη ὑποβαίνειν, ὡς ὀχέῃ, τῷ δ’ ἀποβαίνειν (οὐ γὰρ δύναται ὀχέειν), ὥσπερ οἱ ἐν ποδὶ ἕλκος ἔχοντες. κατὰ δὲ τὸ ὑγιὲς, πλάγιον ξύλῳ τῷ σώματι ἀντικοντέουσι, τὸ δὲ σιναρὸν τῇ χειρὶ ὑπὲρ τοῦ γούνατος καταναγκάζουσιν, ὡς ὀχέειν ἐν τῇ μεταβάσει τὸ σῶμα. ἰσχίων κάτωθεν, εἰ χρῆται, κάτωθεν ἧσσον μινύθει καὶ ὀστέα, μᾶλλον δὲ σάρκες. [Mochl. 21] τοῦ δὲ ἔξω τἀναντία καὶ τὰ σημεῖα καὶ αἱ στάσιες· καὶ τὸ γόνυ καὶ ὁ ποὺς ἔσω ῥέπει βραχύ. τοῖσι δὲ ἐν αὐξήσει ἢ ἐκ γενεῆς παθοῦσιν οὐχ ὁμοίως ξυναύξεται κατὰ τὸν αὐτὸν λόγον· ἰσχίον ἀνωτέρω τινὶ, οὐχ ὁμοίως. οἷσι δὲ πυκνὰ ἐκπίπτει ἐς τὸ ἔξω ἄνευ φλεγμονῆς, ὑγροτέρῳ τῷ σκέλει χρῶνται· ὥσπερ ὁ μέγας τῆς χειρὸς δάκτυλος· μάλιστα γὰρ οὗτος ἐκπίπτει φύσει· οἷς μὲν ἐκπίπτει μᾶλλον ἢ ἧσσον, καὶ οἷς μὲν ἐκπίπτει χαλεπώτερον ἢ ῥᾷον, καὶ οἷσιν ἐλπὶς θᾶσσον ἐμπεσεῖν, καὶ οἷσιν οὐκ, ἄκη τούτου, καὶ οἷσι πολλάκις ἐκπίπτει, ἴησις τούτου. ἐκ γενεῆς δὲ, ἢ ἐπ’ αὐξήσει, ἢ ἐν νούσῳ, μάλιστα γὰρ ἐκ νούσου, ἔστι μὲν οὖν οἷσιν ἐπισφακελίζει τὸ ὀστέον, ἀτὰρ καὶ οἷσι μὴ, πάσχει μὲν πάντα, ἧσσον δὲ ἢ τὸ ἔσω, ἢν χρηστῶς ἐπιμεληθῶσιν, ὥστε, καὶ ὅλῳ βαίνοντας τῷ ποδὶ, διαῤῥίπτειν· διὰ μελέτης πλείστης, τοῖσι νηπιωτάτοισιν· ἐαθέντα κακοῦται, ἐπιμεληθέντα δὲ ὠφελέεται· τοῖσιν ὅλοισιν, ἧσσον δέ τι, μινύθουσιν. [Mochl. 22] οἷσι δ’ ἂν ἀμφότερα οὕτως ἐκπέσῃ, τῶν ὀστέων ταὐτὰ παθήματα· εὔσαρκοι μὲν, πλὴν ἔσωθεν, ἐξεχέγλουτοι, ῥοικοὶ μηροὶ, ἢν μὴ ἐπισφακελίσῃ. εἰ κυφοὶ τὰ ἄνωθεν ἰσχίων γένοιντο, ὑγιηροὶ μὲν, ἀναυξέες δὲ τὸ σῶμα, πλὴν κεφαλῆς. [Mochl. 23] οἷσι δὲ ὄπισθεν, σημεῖα, ἔμπροσθεν λαπαρώτερον, ὄπισθεν ἐξέχον, ποὺς ὀρθὸς, ξυγκάμπτειν οὐ δύνανται, εἰ μὴ μετ’ ὀδύνης, ἐκτείνειν ἥκιστα· τούτοισι σκέλος βραχύτερον. ἀτὰρ οὐδ’ ἐκτανύειν δύνανται κατ’ ἰγνύην ἢ κατὰ βουβῶνα, ἢν μὴ πάνυ αἴρωσιν, οὐδὲ ξυγκάμπτειν. ἡγεῖται ἐν τοῖσι πλείστοισι τὸ ἄνω ἄρθρον τὸ πρῶτον· κοινὸν τοῦτο ἄρθροισι, νεύροισι, μυσὶν, ἐντέροισιν, ὑστέρῃσιν, ἄλλοισιν. ταύτῃ τοῦ ἰσχίου τὸ ὀστέον καταφερὲς ἐς τὸν γλουτὸν, διὰ τοῦτο βραχὺ, καὶ ὅτι ἐκτείνειν οὐ δύνανται. σάρκες παντὸς τοῦ σκέλεος ἐν πᾶσι μινύθουσιν· ἐφ’ οἷσι δὲ μάλιστα, καὶ οἷ, εἴρηται. τὰ ἔργα τὰ ἑωυτοῦ ἕκαστον τοῦ σώματος ἐργαζόμενον μὲν ἰσχύει, ἀργέον δὲ κακοῦται, πλὴν κόπου, πυρετοῦ, φλεγμονῆς. καὶ τὸ ἔξω, ὅτι ἐς σάρκα ὑ⟨πε⟩ίκουσαν, βραχύτερον, τὸ δὲ ἔσω, ὅτι ἐπ’ ὀστέον προέχον, μακρότερον. ἢν μὲν οὖν ηὐξημένοισι μὴ ἐμπέσῃ, ἐπὶ βουβῶσι καμπύλοι ὁδοιπορέουσι, καὶ ἡ ἑτέρη ἰγνύη κάμπτεται· στήθεσι μόλις ἱκνεῖται· χειρὶ τὸ σκέλος καταλαμβάνει, ἄνευ ξύλου, ἢν ἐθέλωσιν· ἢν μὲν γὰρ μακρότερον ᾖ, οὐ βήσεται· ἢν δὲ βαίνῃ, βραχύ. Μινύθησις δὲ σαρκῶν· οἷσι πόνοι, καὶ ἡ ἴξις ἔμπροσθεν, καὶ τῷ ὑγιεῖ κατὰ λόγον. οἷσι δὲ ἐκ γενεῆς, ἢ αὐξομένοισιν, ἢ ὑπὸ νούσου ἐνόσησε καὶ ἔξαρθρα ἐγένετο (ἐν αἷς, εἰρήσεται), οὗτοι μάλιστα κακοῦνται διὰ τὴν τῶν νεύρων καὶ ἄρθρων ἀργίην· καὶ τὸ γόνυ διὰ τὰ εἰρημένα ξυγκακοῦνται. ξυγκεκαμμένον οὗτοι ἔχοντες ὁδοιπορέουσιν ἐπὶ ξύλου ἑνὸς ἢ δύο· τὸ δὲ ὑγιὲς, εὔσαρκον διὰ χρῆσιν. [Mochl. 24] οἷσι δὲ ἐς τοὔμπροσθεν, σημεῖα τἀναντία, ὄπισθεν λαπαρὸν, ἔμπροσθεν ἐξέχον, ἥκιστα ξυγκάμπτουσιν οὗτοι τὸ σκέλος, μάλιστα δὲ ἐκτείνουσιν· ὀρθὸς ποὺς, σκέλος ἴσον, πτέρνα· βραχεῖ ἄκρως ἀνέσταλται. ἢ πονέουσι μάλιστα οὗτοι αὐτίκα, καὶ οὖρον ἴσχεται μάλιστα ἐν τούτοισι τοῖσιν ἐξαρθρήμασιν· ἐν γὰρ τόνοισιν ἔγκειται τοῖσιν ἐπικαίροισιν. τὰ ἔμπροσθεν κατατέταται, ἀναυξέα, νοσώδεα, ταχύγηρα· τὰ ὄπισθεν στολιδώδεις. οἷσιν ηὐξημένοισιν, ὁδοιπορέουσιν ὀρθοὶ, πτέρνῃ μᾶλλον βαίνοντες· εἰ δὲ ἠδύναντο μέγα προβαίνειν, κἂν πάνυ· σύρουσι δέ· μινύθει δὲ ἥκιστα, τούτοισι δὲ ἡ χρῆσις αἰτία, μάλιστα δὲ ὄπισθεν· διὰ παντὸς τοῦ σκέλεος ὀρθότεροι τοῦ μετρίου, ξύλου δέονται κατὰ τὸ σιναρόν. οἷσι δὲ ἐκ γενεῆς ἢ αὐξανομένοισι, χρηστῶς μὲν ἐπιμεληθεῖσιν ἡ χρῆσις, ὥσπερ τοῖσιν ηὐξημένοισιν· ἀμεληθεῖσι δὲ, βραχὺ, ἐκτεταμένον· πωροῦται γὰρ τούτοισι μάλιστα ἐς ἰθὺ τὰ ἄρθρα. αἱ δὲ τῶν ὀστέων μειώσιες καὶ αἱ τῶν σαρκῶν μινυθήσιες, κατὰ λόγον. [Mochl. 25] μηροῦ δὲ κατάτασις μὲν ἰσχυρή· καὶ ἡ διόρθωσις κοινὴ, ἢ χερσὶν, ἢ σανίδι, ἢ μοχλῷ, τὰ μὲν ἔσω στρογγύλῳ, τὰ δὲ ἔξω πλατεῖ, μάλιστα δὲ τὰ ἔξω. καὶ τὰ μὲν ἔσω, ἀσκοῖσιν ἀκεσάμενον, ἐς τὸ ὑπόξηρον τοῦ μηροῦ, κατατάσιος δὲ καὶ ξυνδέσιος σκελέων· κρεμάσαι διαλείποντα σμικρὸν τοὺς πόδας, ἔπειτα πλέξαντα ἐκκρεμασθῆναί τινα, ἐν τῆ διορθώσει ἀμφότερα ἅμα ποιεῦντα. καὶ τῷ ἔμπροσθεν τοῦτο ἱκανὸν καὶ τοῖσιν ἑτέροισιν, ἥκιστα δὲ τῷ ἔξω. ἡ τοῦ ξύλου ὑπόστασις, ὥσπερ ὤμῳ ὑπὸ τὴν χεῖρα, οἷς ἔσω· τοῖσι γὰρ ἄλλοισιν ἧσσον. Καταναγκάσεις δὲ μετὰ διατάσιος, μάλιστα τῶν ἔμπροσθεν ἢ ὄπισθεν, ἢ ποδὶ ἢ χειρὶ ἐφίζεσθαι ἢ σανίδι. [Mochl. 26] γόνυ δὲ εὐηθέστερον ἀγκῶνος, διὰ τὴν εὐσταλίην καὶ εὐφυΐην· διὸ καὶ ἐκπίπτει καὶ ἐμπίπτει ῥᾷον. ἐκπίπτει δὲ πλειστάκις ἐσω, ἀτὰρ καὶ ἔξω, καὶ ὄπισθεν. ἐμβολαὶ δὲ, ἢ ἐκ τοῦ ξυγκεκάμφθαι, ἢ ἐκλακτίσαι ὀξέως, ἢ ξυνελίξας ταινίης ὄγκον, ἐν ἰγνύῃ θεὶς, ἀμφὶ τοῦτον ἐξαίφνης ἐς ὄκλασιν ἀφεῖναι τὸ σῶμα, μάλιστα ἐν τῇ τῶν ὄπισθεν· δύναται δὲ καὶ κατατεινόμενα μετρίως, ὥσπερ ἀγκὼν, ἐμπίπτειν τὰ ὄπισθεν. τὰ δὲ ἔνθα, ἢ ἔνθα, ἐκ τοῦ ξυγκεκάμφθαι, ἢ ἐκλακτίσαι, [ἢ] ἐν καταστάσει, μάλιστα δὲ αὐτὴ τὸ ὄπισθεν· ἀτὰρ καὶ ἐκ κατατάσιος μετρίης. ἡ διόρθωσις ἅπασι κοινή. ἢν δὲ μὴ ἐμπέσῃ, τοῖσι μὲν ὄπισθεν ξυγκάμπτειν οὐ δύνανται, ἀτὰρ οὐδὲ τοῖσιν ἄλλοισι πάνυ τι· μινύθει δὲ μηροῦ καὶ κνήμης τὸ ἔμπροσθεν. ἢν δὲ ἐς τὸ ἔσω, βλαισότεροι, μινύθει δὲ τὰ ἔξω. ἢν δὲ ἐς τὰ ἔξω, γαυσότεροι, χωλοὶ δὲ ἧσσον, κατὰ γὰρ τὸ παχύτερον ὀστέον ὀχέει, μινύθει δὲ τὰ ἔσω. ἐκ γενεῆς δὲ ἢ ἐν αὐξήσει, κατὰ λόγον τὸν πρόσθεν. [Mochl. 27] τὰ δὲ κατὰ τὰ σφυρὰ κατατάσιος ἰσχυρῆς δεῖται, ἢ τῇσι χερσὶν ἢ ἄλλοισι τοιούτοισι, κατορθώσιος δὲ ἅμα ἀμφότερα ποιεύσης· κοινὸν δὲ πᾶσιν. [Mochl. 28] τὰ δὲ ἐν ποδὶ, ὡς τὰ ἐν χειρὶ, ὑγιῆ. [Mochl. 29] τὰ δὲ ἐν τῇ κνήμῃ συγκοινωνέοντα καὶ μὴ ἐμπεσόντα, ἐκ γενεῆς καὶ ἐν αὐξήσει ἐξαρθρήσαντα, ταῦτα ἃ καὶ ἐν χειρί. [Mochl. 30] ὅσοι δὲ πηδήσαντες ἄνωθεν ἐστηρίξαντο τῇ πτέρνῃ, ὥστε διαστῆναι τὰ ὀστέα, καὶ φλέβας ἐκχυμωθῆναι, καὶ νεῦρα ἀμφιθλασθῆναι, ὅταν γένηται οἷα τὰ δεινότατα, κίνδυνος μὲν σφακελίσαντα τὸν αἰῶνα πρήγματα παρασχεῖν. καὶ ῥοικώδη μὲν τὰ ὀστέα, τὰ δὲ νεῦρα ἀλλήλοισι κοινωνέοντα. ἐπεὶ καὶ οἷσιν ἂν καταγεῖσιν, ἢ ὑπὸ τρώματος οἷα ἐν κνήμῃ, ἢ μηρῷ, νεύρων ἀπολυθέντων, ἃ κοινωνέει τουτέοισιν, ἢ ἐξ ἄλλης κατακλίσιος ἀμελέος ἐμελάνθη ἡ πτέρνη, καὶ τουτέοισι παλίγκοτα ἐκ τοιουτέων. ἔστιν ὅτε πρὸς σφακελισμῷ γίνονται πυρετοὶ ὑπεροξέες, λυγγώδεες, τρομώδεες, γνώμης ἁπτόμενοι, ταχυθάνατοι, καὶ ἔτι φλεβῶν αἱμοῤῥόων πελιώσιες, καὶ γαγγραινώσιες. σημεῖα τῶν παλιγκοτησάντων· ἢν τὰ ἐκχυμώματα, καὶ τὰ μελάσματα, καὶ τὰ περὶ ταῦτα ὑπόσκληρα καὶ ὑπέρυθρα ᾖ· ἢν γὰρ ξὺν σκληρύσματι πελιωθῇ, κίνδυνος μελανθῆναι· ἢν δ’ ὑποπέλια ἢ καὶ πέλια μάλα, καὶ κεχυμένα, ἢ ὑπόχλωρα καὶ μαλθακὰ, ταῦτα ἐν πᾶσι τοῖσι τοιούτοισιν ἀγαθά. ἴησις δὲ, ἢν μὲν ἀπύρετοι ἔωσιν, ἐλλεβορίζειν· ἢν δὲ μὴ, μή· ἀλλὰ ποτὸν διδόναι ὀξύγλυκυ, εἰ δέοι. ἐπίδεσις δὲ, ἡ ἄρθρων σύνδεσις· ἔτι δὲ ταῦτα· μᾶλλον τοῖσι φλάσμασι, καὶ ὀθονίοισι πλέοσι καὶ μαλθακωτέροισι χρῆσθαι· πίεξις ἧσσον· ὕδωρ πλέον· προσπεριβάλλειν τὰ πλεῖστα τῇ πτέρνῃ. τὸ σχῆμα, ὅπερ ἡ ἐπίδεσις, ὡς μὴ ἐς την πτέρνην ἀποπιέζηται· ἀνωτέρω γούνατος· ἔστω εὔθετος· νάρθηξι μὴ χρήσασθαι. [Mochl. 31] ὅταν δὲ ἐκστῇ ὁ ποὺς, ἢ μοῦνος, ἢ ξὺν τῇ ἐπιφύσει, ἐκπίπτει μᾶλλον ἐς τὸ ἔσω. εἰ δὲ μὴ ἐμπέσοι, λεπτύνεται ἀνὰ χρόνον ἰσχίου καὶ μηροῦ καὶ κνήμης τὸ ἀντίον τοῦ ὀλισθήματος. ἐμβολὴ, ὡς ἡ καρποῦ, κατάτασις δὲ ἰσχυροτέρη. ἴησις, νόμος ἄρθρων. Παλιγκοτέει ἧσσον καρποῦ, ἢν ἡσυχάσῃ. δίαιτα μείων, ἐλινύουσι γάρ. τὰ δὲ ἐκ γενεῆς μὲν ἢ ἐν αὐξήσει, κατὰ λόγον τὸν πρότερον. [Mochl. 32] ἐπεὶ τὰ σμικρὸν ὠλισθηκότα ἐκ γενεῆς, ἔνια οἷά τε διορθοῦσθαι· μάλιστα δὲ ποδὸς κύλλωσις· κυλλώσιος γὰρ οὐχ εἷς ἐστι τρόπος. ἡ δὲ ἴησις τουτέου· κηροπλαστεῖν· κηρωτὴ ῥητινώδης, ὀθόνια συχνὰ, ἢ πέλμα, ἢ μολύβδιον προσεπιδεῖν, μὴ χρωτί· ἀνάληψις, τά τε σχήματα ὁμολογείτω. [Mochl. 33] ἢν δὲ ἐξαρθρήσαντα ἕλκος ποιησάμενα ἐξίσχῃ, ἐώμενα ἀμείνω, ὥστε δὴ μὴ ἀπκιωρέεσθαι, μηδ’ ἀπαναγκάζεσθαι. ἴησις δὲ, πισσηρῇ, ἢ σπλήνεσιν οἰνηροῖσι θερμοῖσιν (ἅπασι γὰρ τουτέοισι τὸ ψυχρὸν κακὸν), καὶ φύλλοισιν· χειμῶνος δὲ, εἰρίοισι ῥερυπωμένοισι τῆς σκέπης εἵνεκα· μὴ καταπλάσσειν, μηδὲ ἐπιδεῖν· δίαιτα λεπτή. ψῦχος, ἄχθος πουλὺ, πίεξις, ἀνάγκη, σχήματος τάξις· εἰδέναι μὲν οὖν ταῦτα πάντα ὀλέθρια. μετρίως δὲ θεραπευθέντες, χωλοὶ αἰσχρῶς· ἢν γὰρ παρὰ πόδας γένηται, ποὺς ἀνασπᾶται καὶ ἤν πη ἄλλῃ, κατὰ λόγον. ὀστέα οὐ μάλα ἀφίστανται· μικρὰ γὰρ ψιλοῦται, περιωτειλοῦται λεπτῶς. τουτέων τὰ μέγιστα κινδυνωδέστατα, καὶ τὰ ἀνωτάτω. ἐλπὶς δὲ μούνη σωτηρίης, ἐὰν μὴ ἐμβάλλῃ, πλὴν τὰ κατὰ δακτύλους, καὶ χεῖρα ἄκρην· ταῦτα δὲ, προειπέτω τοὺς κινδύνους· ἐγχειρέειν ἐμβάλλειν ἢ τῇ πρώτῂ, ἢ τῇ δευτέρῃ· ἢν δὲ μὴ, πρὸς τὰς δέκα· ἥκιστα τεταρταῖα· ἐμβολὴ δὲ, οἱ μοχλίσκοι· ἴησις δὲ, ὡς κεφαλῆς ὀστέων, καὶ θέρμη· ἐλλεβόρῳ δὲ καὶ αὐτίκα ἐπὶ τοῖσιν ἐμβαλλομένοισι βέλτιον χρῆσθαι. τὰ δ’ ἄλλα, εὖ εἰδέναι δεῖ, ὅτι, ἐμβαλλομένων, θάνατοι· τὰ μέγιστα καὶ τὰ ἀνωτάτω μάλιστα καὶ τάχιστα. ποὺς δὲ ἐκβὰς, σπασμὸς, γάγγραινα· καὶ ἢν ἐμβληθέντι ἐπιγένηταί τι τουτέων, ἐκβάλλοντι ἐλπὶς, εἴ τις ἄρα ἐλπίς· οὐ γὰρ ἀπὸ τῶν χαλώντων οἱ σπασμοὶ, ἀλλ’ ἀπὸ τῶν ἐντεινόντων. [Mochl. 34] αἱ δὲ ἀποκοπαὶ ἢ ἐν ἄρθρῳ, ἢ κατὰ τὰ ὀστέα, μὴ ἄνω, ἀλλ’ ἢ παρὰ τῷ ποδὶ, ἢ παρὰ τῇ χειρὶ, ἐγγὺς περιγίνονται, ἢν μὴ αὐτίκα μάλα λειποθυμίῃ ἀπόλωνται. ἴησις, ὡς κεφαλῆς, θέρμη. [Mochl. 35] Ἀποσφακελίσιος μέντοι σαρκῶν, καὶ ἐν τρώμασιν αἱμοῤῥόοις ἀποσφιγχθὲν, καὶ ἐν ὀστέων κατήγμασί πιεχθὲν, καὶ ἐν δεσμοῖς ἀπομελανθέν. καὶ οἷσι μηροῦ μέρος ἀποπίπτει καὶ βραχίονος, ὀστέα τε καὶ σάρκες [ἀποπίπτουσι], πολλοὶ περιγίνονται, ὡς τά γε ἄλλα εὐφορώτερα. οἷσι μὲν οὖν καταγέντων ὀστέων, αἱ μὲν περιῤῥήξιες ταχεῖαι, αἱ δὲ τῶν ὀστέων ἀποπτώσιες, ᾗ ἂν τὰ ὅρια τῇς ψιλώσιος ᾖ, ταύτῃ ἀποπίπτουσι, βραδύτερον δέ. δεῖ δὲ τὰ κατωτέρω τοῦ τρώματος προσαφαιρέειν καὶ τοῦ σώματος τοῦ ὑγιέος (προθνήσκει γὰρ), φυλασσόμενον ὀδύνην· ἅμα γὰρ λειποθυμίῃ θνήσκουσιν. μηροῦ ὀστέον ἀπελύθη ἐκ τοιούτου ὀγδοηκοσταῖον, ἡ δὲ κνήμη ἀφῃρέθη εἰκοσταίη· κνήμης δὲ ὀστέα κατὰ μέσην, ἑξηκοσταῖα ἀπελύθη. ἐκ τοιουτέων ταχὺ καὶ βραδέως, αἱ πιέξιες αἱ ἰητρικαί. τὰ δ’ ἄλλα ὅσα ἡσυχαίως, τὰ μὲν ὀστέα οὐκ ἀποπίπτει, οὐδὲ σαρκῶν ψιλοῦται, ἀλλ’ ἐπιπολαιότερον. προσδέχεσθαι ταῦτα χρή· τὰ γὰρ πλεῖστα φοβερώτερα ἢ κακίω. ἡ ἴησις πραεῖα· θέρμῃ, διαίτῃ ἀκριβεῖ· κίνδυνος αἱμοῤῥαγιῶν, ψύχεος· σχήματα δὲ, ὡς μὲν ἀνάῤῥοπα, ἔπειτα ὑποστάσιος πύου εἵνεκα ἐξ ἴσου ἢ ὅσα ξυμφέρει. ἐπὶ τοῖσι τοιουτέοισι καὶ ἐπὶ τοῖσι μελασμοῖσιν, αἱμοῤῥαγίαι· δυσεντερίαι, περὶ κρίσιν, λαῦροι μὲν, ὀλιγήμεροι δέ· οὐκ ἀπόσιτοι δὲ πάνυ, οὐδὲ πυρετώδεες, οὐδέ τι κενεαγγητέον. [Mochl. 36] Υβωσις, ἡ μὲν εἴσω, ἐπιθάνατος, οὔρων σχέσιος, ἀποναρκώσιος· τὰ δὲ ἔξω, τουτέων ἀσινέα τὰ πλεῖστα, πουλὺ μᾶλλον, ἢ ὅσα σεισθέντα μὴ ἐξέστη· αὐτὰ μὲν ἑωυτοῖσι κρίσιν ποιησάμενα, κεῖνα δὲ ἐπὶ πλέον τῷ σώματι ἐπιδιδόντα, καὶ ἐν ἐπικαίροις ἔοντα. οἷον πλευραὶ κατεαγεῖσαι μὲν, ὀλίγαι πυρετώδεες, καὶ αἵματος πτύσιος, καὶ σφακελισμοῦ, ἤν τε μία, ἤν τε πλείους, μὴ κατασχισθεῖσαι δέ· καὶ ἴησις φαύλη, μὴ κενεαγγοῦντα, ἢν ἀπύρετος ἔῃ· ἐπίδεσις, ὡς νόμος· ἡ δὲ πώρωσις, ἐν εἴκοσιν ἡμέρῃσι, χαῦνον γάρ. ἢν δ’ ἀμφιφλασθῇ, φυματίαι, καὶ βηχώδεες, καὶ ἔμμοτοι, καὶ πλευρὰς ἐσφακέλισαν· παρὰ γὰρ πλευρὴν ἑκάστην, ἀπὸ πάντων τόνοι εἰσίν. πολλοὶ δὲ καὶ αἷμα ἔπτυσαν, καὶ ἔμπυοι ἐγένοντο. ἡ δὲ μελέτη, ἴησις, ἐτίδεσις, ὡς νόμος· διαίτης τὰ πρῶτα ἀτρεκέως, ἔπειτα ἁπαλύνειν· ἡσυχίῃ, σιγῇ· σχήματα, κοιλίη, ἀφροδίσια. ἀτὰρ οἷς ἄναιμα, ἐπωδυνώτερα τῶν καταγνυμένων, καὶ φιλυποστροφώτερα χρόνουιν· οἷσι δὲ καταλείπεται μυξῶδες, ὑπομιμνήσκει ἐν πόνοισιν. ἴησις, καῦσις, τοῖσι μὲν ἀπ’ ὀστέου, μέχρις ὀστέου, μὴ αὐτὸ δέ· ἢν δὲ μεταξὺ, μὴ πέρην, μηδὲ ἐπιπολῆς. Σφακελισμός· καὶ τὰ ἔμμοτα πειρᾶσθαι· εἰρήσεται ἅπαντα τὰ ἐπεσιόντα. ὁρατὰ, λόγοις δ’ οὐ μὴ, βρώματα, πόματα, θάλπος, ψῦχος, σχῆμα, ὅτι καὶ φάρμακα, τὰ μὲν ξηρὰ, τὰ δὲ ὑγρὰ, τὰ δὲ πυῤῥὰ, τὰ δὲ μέλανα, τὰ δὲ λευκὰ, τὰ δὲ στρυφνὰ, ἐπὶ ἕλκη, οὕτω καὶ δίαιται. [Mochl. 37] τὰ δ’ ἀπὸ καταπτώσιος ἧσσον δύναται ἐξιθύνεσθαι· χαλεπώτερα δὲ τὰ ἄνω φρενῶν ἐξιθύνεσθαι. οἷσι δὲ παισὶν, οὐ συναύξεται, ἀλλ’ ἢ σκέλη καὶ χεῖρες καὶ κεφαλή. ηὐξημένοισιν ὕβωσις, παραχρῆμα μὲν τῆς νούσου ῥύεται, ἀνὰ χρόνον δ’ ἐπισημαίνεται, δι’ ὧνπερ καὶ τοῖσι νεωτέροισιν, ἧσσον δὲ κακοήθως. εἰσὶ δὲ οἳ εὐφόρως ἤνεγκαν, ο⟨ἷ⟩σιν ἂν ἐς εὔσαρκον καὶ πιμελῶδες τράπηται. ὀλίγοι δὲ τουτέων περὶ ἑξήκοντα ἔτεα ἐβίωσαν. ἀτὰρ καὶ ἐς τὰ πλάγια ιαστρέμματα γίνεται· συναίτια δὲ καὶ τὰ σχήματα, ἐν οἷσιν ἂν κα⟨τ⟩ακέωνται· καὶ ἔχει προγνώσιας. [Mochl. 38] Νόμα ἐμβολῆς καὶ διορθώσιος, ὄνος, μοχλὸς, σφηνίσκος, ἴπο⟨ς·⟩ ὄνος μὲν ἀπάγειν, μοχλὸς δὲ παράγειν. τὰ δὲ ἐμβλητέα ἢ δυρθωτέα διαναγκάσαι δεῖ ἐκτείνοντα, ἐν ᾧ ἂν ἕκαστα σχήματι μέλῃ ὑπεραιωρηθήσεσθαι· τὸ δ’ ἐκβὰν, ὑπὲρ τούτου ὅθεν ἐξέβη· τοῦτι δὲ, ἢ χερσὶν, ἢ κρεμασμῷ, ἢ ὄνοισιν, ἢ περί τι. χερσὶ μὲν ον ὀρθῶς κατὰ μέρεα· καρπὸν δὲ καὶ ἀγκῶνα ἀπόχρη διαναγκάζε⟨ιν⟩, καρπὸν μὲν ἐς ἰθὺ ἀγκῶνος, ἀγκῶνα δὲ ἐγγώνιον πρὸς βροχίονα ἔχοντα, οἷον παρὰ τῷ βραχίονι τὸ ὑπὸ τὴν χεῖρα ὑποτεινόμεον. ἐν οἷσι δὲ δακτύλου ποδὸς, χειρὸς, καρποῦ, ὑβώματος τὸ ἴξω διαναγκάσαι δεῖ καὶ καταναγκάσαι, τὰ μὲν ἄλλα ὑπὸ χειῶν αἱ διαναγκάσεις ἱκαναὶ, καταναγκάσαι δὲ τὰ ὑπερέχοντα ⟨…⟩ ἕδρην πτέρνῃ ἢ θέναρι ἐπί τινος· ὥστε κατὰ μὲν τὸ ἐξέχον ὑπκέεσθαι ὄγκον σύμμετρον μαλθακόν· κατὰ δὲ τὸ ἕτερον μὴ στο⟨…⟩σαντα χρὴ ὠθέειν ὀπίσω καὶ κάτω, ἤν τε ἔσω, ἤν τε ἔξω ἐκπεπώκῃ· τὰ δ’ ἐκ πλαγίων, τὰ μὲν ἀπωθέειν, τὰ δὲ ἀντωθέειν ὀπίσο ἀμφότερα κατὰ τὸ ἕτερον. τὰ δὲ ὑβώματα, τὰ μὲν ἔσω οὔτε πταρμῷ, οὔτε βηχὶ, οὔτε φύσης ἐνέσει, οὔτε σικύῃ· εἰ δέ τι, ἡ κατάτασις. ἡ δὲ ἀπάτη, ὅτι οἴονταί ποτε καταγέντων σπονδύλων, καὶ τὰ λορδώματα διὰ τὴν ὀδύνην δοκέει ἔσω ὠλισθηκέναι· ταῦτα δὲ ταχύφυα καὶ ῥᾴδια. τὰ δὲ ἔξω, κατάσεισις, τὰ μὲν ἄνω ἐπὶ πόδας, τὰ δὲ κάτω τἀναντία· κατανάγκασις δὲ σὺν κατατάσει, ἢ ἕδρῃ, ἢ ποδὶ, ἢ σανίδι. τὰ δ’ ἔνθα ἢ ἔνθα, εἴ τι, ἡ κατάτασις, καὶ ἔτι τὰ σχήματα ἐν τῇ διαίτῃ. τὰ ἄρμενα πάντα εἶναι πλατέα, προσηνέα, ἰσχυρά· εἰ δὲ μὴ, δεῖ ῥάκεσι προκατειλίχθαι· ἐσκευάσθαι πρὶν ἢ ἐν τῇσιν ἀνάγκῃσι, πάντα συμμεμετρημένως τὰ μήκεα, καὶ ὕψεα, καὶ εὔρεα. διάτασις οἷον μηροῦ, τὸ παρὰ σφυρὸν δεδέσθαι, καὶ ἄνω τοῦ γούνατος, ταῦτα μὲν ἐς τὸ αὐτὸ τείνοντα· παρὰ δ’ ἰξύϊ, καὶ περὶ μασχάλας, καὶ κατὰ περίνεον, καὶ μηρὸν, τὰ μεταξὺ, τῆς ἀρχῆς τὸ μὲν ἐπὶ τὸ στῆθος, τὸ δ’ ἐπὶ νῶτον τείνοντα, ταῦτα δ’ ἐς τὸ αὐτὸ ἅπαντα τείνοντα, προσδεθέντα ἢ πρὸς ὑπεροειδέα, ἢ πρὸς ὄνον. ἐπὶ μὲν οὖν κλίνης ποιέοντι, τοῦτο μὲν τῶν ποδῶν πρὸς οὐδὸν χρὴ ἐρεῖσαι, πρὸς δὲ τὸ ἕτερον, ξύλον ἰσχυρὸν πλάγιον παραβεβλῆσθαι, τὰ δὲ ὕπερθεν ὑπεροειδέα πρὸς ταῦτα ἀντιστηρίζοντα διατείνειν, ἢ πλήμνας κατορύξαντα, ἢ κλίμακα διαθέντα, ἀμφωτέρωθεν ὠθέειν. τὸ δὲ κοινὸν, σανὶς ἑξάπηχυς, εὖρος δίπηχυς, πάχος σπιθαμῆς, ἔχουσα ὄνους δύο ταπεινοὺς ἔνθεν καὶ ἔνθεν, ἔχουσα δὲ καὶ κατὰ μέσον στυλίσκους ξυμμέτρους, ἐξ ὧν ὡς κλιμακτὴρ ἥρμοσται ἐς τὴν ὑπόστασιν τῷ ξύλῳ, ὥσπερ τῷ κατ’ ὦμον· καταγλύφους δὲ, ὥσπερ ληνοὺς, λείας ἔχειν, τετραδακτύλους εὖρος καὶ βάθος, καὶ διαλιπεῖν τοσοῦτον, ὅσον αὐτῇ τῇ μοχλεύσει ἐς διόρθωσιν· ἐν μέσῳ δὲ τετράγωνον καταγλυφὴν, ὥστε στυλίσκον ἐνεῖναι, ὃς παρὰ περίνεον ἐὼν περιῤῥέπειν τε κωλύσει, ἐών τε ὑποχάλαρος ὑπομοχλεύσει. χρὴ δὲ, τῆς σανίδος [ἢ] ἐν τῷ τοίχῳ [τὸ ἄκρον] καταγεγλυμμένον τι ἐχούσης, τοῦ ξύλου ὦσαι τὸ ἄκρον, ἐπὶ δὲ θάτερα καταναγκάζειν, ὑποτιθέντα μαλθακά τινα σύμμετρα. [Mochl. 39] οἷσιν ὀστέον ἀπὸ ὑπερῴης ἀπῆλθε, μέση ἵζει ἡ ῥὶς τουτέοισιν. οἱ δὲ φλώμενοι κεφαλὰς ἄνευ ἕλκεος, ἢ πεσόντος, ἢ κατάξαντος, ἢ πιέσαντος, τουτέων ἐνίοισι τὰ δριμέα ἔρχεται ἀπὸ κεφαλῆς κατὰ τὰς φάρυγγας, καὶ ἀπὸ τρώματος ἐν τῇ κεφαλῇ, καὶ ἐς τὸ ἧπαρ, καὶ ἐς τὸν μηρόν. [Mochl. 40] Ση μεῖα παραλλαγμάτων καὶ ἐκπτωμάτων, καὶ ᾗ, καὶ ὅκως, καὶ ὅσον διαφέρει ταῦτα πρὸς ἄλληλα. καὶ οἷσιν ἡ κοτύλη παρέαγε, καὶ οἷσι νευρίον ἀπεσπάσθη, καὶ οἷσιν ἐπίφυσις ἀπέαγε, καὶ οἷσι, καὶ ὡς, καὶ ἓν ἢ δύο, ὧν δύο ἐστίν· ἐπὶ τουτέοισι κίνδυνοι, ἐλπίδες, οἷσι κακαὶ, καὶ ὅτε κακώσιες θανάτου, ὑγιείης ἀσφαλείης. καὶ ἃ ἐμβλητέα, ἢ χειριστέα, καὶ ὅτε, καὶ ἃ οὒ, ἢ ὅτε οὔ· ἐπὶ τουτέοισιν ἐλπίδες, κίνδυνοι. οἷα καὶ ὅτε χειριστέα καὶ τὰ ἐκ γενεῆς ἔξα ρθρα, τὰ αὐξανόμενα, τὰ ηὐξημένα, καὶ ὅ τι θᾶσσον, καὶ ὅ τι βραδύτερον, καὶ ὅ τι χωλὸν, καὶ ὡς, καὶ οὔ· καὶ διότι καὶ ὅ τι μινυθήσει, καὶ ᾗ, καὶ ὡς, καὶ οἷσιν ἧσσον. καὶ ὅτι τὰ καταγέντα θᾶσσον καὶ βραδύτερον φυόμενα, ᾗ αἱ διαστροφαὶ καὶ ἐπιπωρώσιες γίνονται, καὶ ἄκη τουτέων. οἷσιν ἕλκεα αὐτίκα ἢ ὕστερον γίνονται· οἷσι καὶ ὀστέα καταγεῖσι, μείω, οἷσιν οὔ· οἷσι καταγέντα ἐξέσχεν, καὶ ᾗ ἐξίσχει μᾶλλον· οἷσιν ἐκβάντα [ἢ] ἄρθρα ἐξίσχει. ἀπατῶνται, καὶ δι’ ἃ, ἐν οἷσιν ὁρῶσιν, ἐν οἷσι διανοεῦνται ἀμφὶ τὰ παθήματα, ἀμφὶ τὰ θεραπεύματα. νόμοισι τοῖσι νομίμοισι, περὶ ἐπιδέσιος· παρασκευὴ, πάρεξις, κατάτασις, διόρθωσις, ἀνάτριψις, ἐπίδεσις, ἀνάληψις, θέσις, σχῆμα, χρόνοι, δίαιται. τὰ χαυνότατα τάχιστα φύεται, τά δ’ ἐναντία ἐναντίως. διαστροφαὶ, ᾗ κυρτοί· ἄσαρκοι, ἄνευροι, ᾗ τὸ ἐκπεσόν. τὸ ἐμπεσὸν ὡς προσωτάτω ἔσται τοῦ χωρίου, οὗ ἐξέπεσεν. νεύρων, τὰ μὲν ἐν κινήσει καὶ ἐν πλάδῳ, ἐπιδοτικά· τὰ δὲ μὴ, ἧσσον. ἄριστον, ᾗ ἂν ἐκπέσῃ, εἰ ἐμπέσοι τάχιστα. Πυρεταίνοντι μὴ ἐμβάλλειν, μηδὲ τεταρταῖα, πεμπταῖα, ἥκιστα ἀγκῶνα, καὶ τὰ ναρκώδεα πάντα· ὡς τάχιστα ἄριστα, τὴν φλεγμονὴν παρέντα. τὰ ἀποσπώμενα, ἢ νεῦρα, ἢ χόνδρια, ἢ ἐπιφύσιες, ἢ διιστάμενα κατὰ συμφύσεις, ἀδύνατα ὁμοιωθῆναι· διαπωροῦται ταχέως τοῖσι πλείστοισιν· ἡ δὲ χρῆσις σώζεται. ἐκβάντων, τὰ ἔσχατα, ῥᾷον. τὰ ῥᾷστα ἐκπεσόντα ἥκιστα φλεγμαίνει· τὰ δὲ ἥκιστα θερμαίνοντα, καὶ μὴ ἐπιθεραπευθέντα, μάλιστα αὖθις ἐκπίπτει. κατατείνειν ἐν σχήματι τοιουτέῳ, ἐν ᾧ μάλιστα ὑπεραιωρηθήσεται, σκεπτόμενον ἐς τὴν φύσιν καὶ τὸν τόπον. ᾗ ἐξέβη, διόρθωσις· ὀπίσω ἐς ὀρθὸν καὶ ἐς πλάγιον παρωθεῖν· τὰ δὲ ταχέως ἀντισπάσαντα ἀντισπάσαι ταχέως ἤδη ἐκ περιαγωγῆς. τὰ πλειστάκις ἐκπίπτοντα ῥᾷον ἐμπίπτει· αἴτιον φύσις, ἢ νεύρων, ἢ ὀστέων, νεύρων μὲν, μῆκος ἢ ἐπίδοσις, ὀστέων δὲ, κοτύλης ὁμαλότης, κεφαλῆς φαλακρότης· τὸ ἔθος τρίβον ποιέει· αἰτίη, καὶ σχέσις, καὶ ἕξις, καὶ ἡλικίη. τὸ ὑπόμυξον, ἀφλέγμαντον. [Mochl. 41] οἷσιν ἕλκεα ἐγένετο, ἢ αὐτίκα, ἢ ὀστέων ἐξισχόντων, ἢ ἔπειτα, ἢ κνησμῶν, ἢ τρηχυσμῶν, ταῦτα μὲν ἢν αἰσθῇ, εὐθέως ⟨…⟩σας, πισσηρὴν ἐπὶ τὸ ἕλκος ἐπιθεὶς, ἐπιδεῖν ὡς ἐπὶ τὸ ἕλκος πρῶτον τὴν ἀρχὴν βαλλόμενος, καὶ τἄλλα ὡς οὐ ταύτῃ τοῦ σίνεος ἐόντος· οὕτω γὰρ αὐτό τε ἰσχνότατον, καὶ ἐκπυήσει τάχιστα, καὶ περιῤῥήξεται, καὶ καθαρθέντα τάχιστα φύσεται⟨·⟩ νάρθηκας δὲ μήτε κατ’ αὐτὸ τοῦτο προσάγειν, μήτε πιέζειν· καὶ ὧν ὀστέα μὴ μεγάλα ἄπεισιν, οὕτω ποιέειν· ὧν δὲ μεγάλα, οὔ· πολλὴ γὰρ ἐμπύησις, καὶ ταῦτ’ οὐκ ἔτι οὕτως, ἀλλ’ ἀνέψυκται τῶν ὑποστασίων εἵνεκα. τὰ δὲ τοιαῦτα ὁπόσα ἐξέσχε, καὶ, εἴ τε ἐμβληθῇ, εἴ τε μὴ, ἐπίδεσις μὲν οὐκ ἐπιτήδειον, διάτασις δὲ, σφαῖραι ποιηθεῖσαι, οἷαι πέδαις, ἡ μὲν παρὰ σφυρὸν, ἡ δὲ παρὰ γόνυ, ἐς κνήμην πλατεῖαι, προσηνέες, ἰσχυραὶ, κρίκους ἔχουσαι· ῥάβδοι τε σύμμετροι κρανίης καὶ μῆκος καὶ πάχος, ὥστε διατείνειν· ἱμάντια δὲ ἐξ ἄκρων ἀμφοτέρωθεν ἔχοντα εἰς τοὺς κρίκους ἐνδεδέσθαι, ὡς τὰ ἄκρα ἐς τὰς σφαίρας ἐνστηριζόμενα διαναγκάζῃ. ἴησις δὲ, πισσηρὴ θερμή· σχήματα, καὶ ποδὸς. θέσις καὶ ἰσχίου· δίαιτα ἀτρεκής. ἐμβάλλειν τὰ ὀστέα τὰ ὑπερίσχοντα αὐθήμερα, ἢ δευτεραῖα, τεταρταῖα δὲ ἢ πεμπταῖα, μὴ, ἀλλ’ ἐπὴν ἰσχνὰ ᾖ. ἡ δ’ ἐμβολὴ τοῖσι μοχλικοῖσιν· ἢ τὸ ἐμβαλλόμενον τοῦ ὀστέου, ἢν μὴ ἔχῃ ἀποστήριξιν, ἀποπρῖσαι τῶν κωλυόντων. ἀτὰρ καὶ ὡς τὰ ψιλωθέντα ἀποπεσεῖται, καὶ βραχύτερα τὰ μέλεα. [Mochl. 42] τὰ δὲ ἄρθρα, τὰ μὲν πλέον, τὰ δὲ μεῖον ὀλισθάνει· καὶ τὰ μὲν μεῖον, ἐμβαλεῖν ῥᾴδιον· τὰ δὲ πλέον μέζους ποιεῖ τὰς κακώσιας καὶ ὀστέων, καὶ νεύρων, καὶ ἄρθρων, καὶ σαρκῶν, καὶ σχημάτων. μηρὸς δὲ καὶ βραχίων ὁμοιότατα ἐκπίπτουσιν. ## Περὶ ἑλκῶν [Ulc. 1] ἕλκεα ξύμπαντα οὐ χρὴ τέγγειν, πλὴν οἴνῳ, ἢν μὴ ἐν ἄρθρῳ ἔῃ τὸ ἕλκος τὸ γὰρ ξηρὸν τοῦ ὑγιέος ἐγγυτέρω ἐστὶ, καὶ τὸ ὑγρὸν τοῦ μὴ ὑγιέος· τὸ γὰρ ἕλκος ὑγρόν ἐστι, τὸ δὲ ὑγιὲς ξηρόν. Ἀνεπίδετον δὲ εᾷν ἄμεινόν ἐστιν, ὅ τι γε μὴ καταπλάσσεται· οὐδὲ καταπλάσσειν ἐνδεχόμενόν ἐστιν ἔνια τῶν ἑλκέων, μᾶλλον δὲ τὰ νεότρωτα τῶν παλαιοτέρων, καὶ τὰ ἐν τοῖσιν ἄρθροισιν. Ὀλιγοσιτέειν τε ὡς μάλιστα καὶ ὕδωρ ξυμφέρει πᾶσι τοῖσιν ἕλκεσι, μᾶλλον δὲ τοῖσι νεοτρώτοισι τῶν παλαιοτέρων, καὶ ὅ τι ἄλλο φλεγμαίνει ἕλκος ἢ μέλλει, καὶ ὅ τι σφακελίσαι κίνδυνος, καὶ τοῖσιν ἕλκεσι καὶ φλέγμασι τοῖσιν ἐν τοῖσιν ἄρθροισι, καὶ ὅκου σπασμοὺς κίνδυνος ἐπιγενέσθαι, καὶ τοῖσιν ἐν κοιλίῃ τρώμασι, παντῶν δὲ μάλιστα τοῖσιν ἐν κεφαλῇ καὶ μηρῷ κατεαγεῖσι, καὶ ἄλλῳ ᾧ κάτηξις ἂν γένηται, Ἑστάναι δ’ ἕλκεσι ἥκιστα ξυμφέρει, καὶ ἄλλως ἢν ἐν τῷ σκέλεϊ ἔχῃ τὸ ἕλκος, οὐδὲ καθῆσθαι οὐδὲ πορεύεσθαι· ἀλλ’ ἡσυχίη καὶ ἀτρεμίη ξυμφέρει μάλιστα. τὰ δὲ νεότρωτα ἕλκεα πάντα ἥκιστα ἂν φλεγμήναιεν αὐτά τε καὶ τὰ περιέχοντα, εἴ τις διαπυΐσκοι ὡς τάχιστα, καὶ τὸ πῦον μὴ ἀπολαμβανόμενον ἀπὸ τοῦ ἕλκεος τοῦ στόματος ἴσχοιτὸ, ἢ εἴ τις ἀποτρέποι ὅκως μηδὲ μελλήσει διαπυῆσαι πλὴν τοῦ ἀναγκαίου πύου ὀλιγίστου, ἀλλὰ ξηρὸν εἶναι ὡς μάλιστα φαρμάκῳ μὴ περισκελέϊ. πυρῶδες γὰρ γίνεται, ἐπὴν φρίκη ἐγγένηται καὶ σφυγμός· φλεγμαίνει γὰρ τὰ ἕλκεα τότε, ὁκόταν διαπυῆοαι μέλλῃ· διαπυεῖ δὲ, ἀλλοιουμένου τοῦ αἵματος καὶ θερμανθέντος, ἕως σαπὲν πῦον γένηται. τῶν τοιούτων ἑλκέων, ὅταν δοκέῃ δεῖσθαι καταπλάσιος, οὐ χρὴ αὐτὸ τὸ ἕλκος καταπλάσσειν, ἀλλὰ τὰ περιέχοντα, ὅκως τὸ πῦον ἀποχωρέῃ, καὶ τὰ σκληρυνόμενα μαλαχθῇ. τῶν δὲ ἑλκέων, ὅπερ μὲν ἂν ὀξέϊ βέλεϊ διατμηθῇ ἢ διακοπῇ, ἐνδέχεται ἔναιμον φάρμακον καὶ τὸ κωλῦον διαπυεῖν ἀναξηραῖνόν τι. ἥ τις δ’ ὑπὸ τοῦ βέλεος ἐφλάσθη καὶ ἐκόπη σὰρξ, ταύτην δὲ ἰητρεύειν, ὅκως διάπυος ὡς τάχιστα γένηται· ἧσσόν τε γὰρ φλεγμαίνει· καὶ ἀνάγκη τὰς σάρκας τὰς φλασθείσας καὶ κοπείσας σαπείσας καὶ πῦον γενομένας ἐκτακῆναι, ἔπειτα βλαστάνειν νέας σάρκας. [Ulc. 2] ἕλκεϊ νεοτρώτῳ παντὶ, πλὴν ἐν κοιλίῃ, ξυμφέρει ἐκ τοῦ τρώματος αἷμα ῥυῆναι αὐτίκα πλέον ἢ ἔλασσον· φλεγμαίνει γὰρ ἧσσον αὐτὸ τὸ ἕλκος καὶ τὰ περιέχοντα. καὶ ἀπὸ τῶν πεπαλαιωμένων ἑλκέων ξυμφέρει αἷμα ποιέειν ἀποῤῥέειν πυκνὰ, ὅκως ἂν δοκέῃ καιρὸς εἶναι, καὶ ἀπ’ αὐτῶν τῶν ἑλκέων καὶ τῶν περιεχόντων τὸ ἕλκος, ἄλλως τε καὶ ἢν ἐν κνήμῃ ἔῃ τὸ ἕλκος ἢ ἐν δακτύλῳ ποδὸς ἢ χειρὸς, μᾶλλον ἤ κου ἄλλοθι τοῦ σώματος· γίνεται γὰρ, ἀποῤῥέοντος τοῦ αἵματος, ξηρότερα καὶ μείονα ἰσχναινόμενα· κωλύει γὰρ μάλιστα μὲν τὰ τοιαῦτα ἕλκεα ὑγιαίνεσθαι, ἔπειτα δὲ καὶ τἄλλα ξύμπαντα αἵματος σηπεδὼν, καὶ ὅ τι ἐξ αἵματος μεταστάσιος γεγένηται. ξυμφέρει δὲ μετὰ τὴν τοῦ αἵματος ἀποῤῥοὴν ἐπὶ τῶν τοιούτων ἑλκέων καὶ σπόγγον ἐπιδεῖν πυκνὸν καὶ μαλθακὸν, τετμημένον, ξηρότερον ἢ ὑγρότερον, καὶ ἐπὶ τῷ σπόγγῳ ἄνωθεν φύλλα συχνὰ τίθεσθαι. ἔλαιον δὲ καὶ ὅσα μαλθακώδεα ἢ ἐλαιώδεά ἐστι φάρμακα, οὐ ξυμφέρει τοῖσι τοιούτοισιν ἕλκεσιν, ἢν μὴ πάνυ ἤδη πρὸς ὑγιείην τείνῃ. οὐδὲ τοῖσι νεοτρώτοισιν ἕλκεσι ξυμφέρει ἔλαιον, οὐδὲ μαλθακώδεα οὐδὲ στεατώδεα φάρμακα, ἄλλως τε καὶ ὅ τι ἂν δέηται ἕλκος πλείονος καθάρσιος· τὸ δὲ ξύμπαν εἰπεῖν, ἐλαίῳ τὴν χρῆσιν ποιέεσθαι καὶ ἐν θέρει καὶ ἐν χειμῶνι, πρὸς ἃ τῶν τοιούτων φαρμάκων δεόμεθα. [Ulc. 3] Ὑποκάθαρσις τῆς κάτω κοιλίης ξυμφέρει τοῖσι πλείστοισι τῶν ἑλκέων καὶ ἐν τρώμασιν ἐν κεφαλῇ ἐοῦσι, καὶ ἐν κοιλίῃ, καὶ ἐν ἄρθροισι, καὶ ὅσα σφακελίσαι κίνδυνος, καὶ ὅσα ῥαπτὰ, καὶ τοῖσιν ἐσθιομένοισι καὶ ἑρπυστικοῖσι, καὶ τοῖσιν ἄλλως πεπαλαιωμένοισιν ἕλκεσι, καὶ ὅκη ἂν μέλλῃ ἐπιδεῖν. [Ulc. 4] οὐ χρὴ οὐδ’ ἐμπλάσσειν τὰ φάρμακα, πρὶν ἂν πάνυ ξηρὸν ποιήσῃς τὸ ἕλκος· τότε δὲ δεῖ προστιθέναι, ἀνασπογγίζειν δὲ τὸ ἕλκος πολλάκις σπόγγῳ, καὶ αὖθις δθόνιον ξηρὸν καὶ καθαρὸν προσίσχων πολλάκις, οὕτω δὲ ἐπιθεὶς τὸ φάρμακον τὸ δοκέον ξυμφέρειν, ἐπιδεῖν ἢ μὴ ἐπιδεῖν. [Ulc. 5] ἕλκεσι τοῖσι πλείστοισιν ὥρη ἡ θερμοτέρη ξυμφορωτέρη τοῦ χειμῶνος, πλὴν τοῖσιν ἐν κεφαλῇ καὶ κοιλίῃ, μᾶλλον δὲ ἡ ἰσημερινή. [Ulc. 6] τὰ ἕλκεα ὁκόσα μὴ καλῶς καθαρθέντα ἐς τὸ δέον ἀεὶ πρότερον ἄρξεται βλαοτάνειν, ταῦτα ὑπερσαρκέει μάλιστα· ὁκόσα δ’ ἂν καθαρθέντα καλῶς τε καὶ ἐς τὸ δέον ἀεὶ ἐπὶ τὸ ξηρότερον θεραπεύηται, πλὴν εἰ θλασθῇ, ταῦτα δὲ οὐχ ὑπερσαρκέει ὡς ἐπὶ τὸ πουλύ. [Ulc. 7] ἢν ὁκοθενοῦν ὀστέον ἀφιστῆται ἢ καυθὲν ἢ πρισθὲν ἢ ἄλλῳ τῳ τρόπῳ, τῶν ἑλκέων τούτων αἱ οὐλαὶ κοιλότεραι γίνονται. [Ulc. 8] ἕλκεα οὐ κεκαθαρμένα οὐκ ἐθέλει ξυνιέναι ξυναγόμενα, οὐδ’ αὐτόματα ξυνέρχεται, Ὧν τὰ περιέχοντα φλεγμαίνει τοῦ ἕλκεος, ἔστ’ ἂν μὴ παύσηται τῆς φλεγμασίης, οὐκ ἐθέλει ξυνιέναι· οὐδὲ ὧν τὰ περιέχοντα τοῦ ἕλκεος μελανθῇ αἵματος σηπεδόνι, ἢ καὶ κιρσοῦ παρέχοντος τὴν ἐπιῤῥοὴν τοῦ αἵματος, οὐδὲ ταῦτα ἐθέλει ξυνιέναι, ἢν μὴ τὰ περιέχοντα τοῦ ἕλκεος ὑγιέα ποιήσῃς. τῶν ἑλκέων τὰ κυκλοτερέα ἢν ὑπόκοιλα ᾖ, ἐν κύκλῳ πάντη ἐπιτάμνειν χρὴ τὰ ἀφεστεῶτα, ἢ πάντα, ἢ τὰ ἡμίσεα τοῦ κύκλου, κατὰ μῆκος τῆς φύσιος τοῦ ἀνθρώπου. [Ulc. 9] ἐπὶ παντὶ ἕλκεϊ ἐρυσιπέλατος ἐπιγενομένου, κάθαρσιν δεῖ ποιέεσθαι τοῦ σώματος, ἐφ’ ὁκότερα ἂν ξυμφέρῃ τῷ ἕλκεϊ, εἴτε ἄνω, εἴτε κάτω. [Ulc. 10] ὅτῳ ἂν οἴδημα γένηται παρὰ τὸ ἕλκος, ἀφλεγμάντου ἐόντος τοῦ ἕλκεος, χρόνῳ ὕστερον πύου ὑπόστασιν ἴσχει τὸ οἴδημα. καὶ ὅ τι ἂν τῇ φλεγμασίῃ οἰδῆσαν μὴ καθιστῆται, τῶν ἄλλων καθισταμένων, ὅσα ἅμα ἤρξατο φλεγμαίνειν καὶ οἰδίσκεσθαι, καὶ τοῦτο κίνδυνος μηδ’ ἅμα ξυνιέναι. ὅσα δὲ πιπτόντων ἢ ἄλλῳ τῳ τρόπῳ διακόπτεται καὶ φλᾶται, καὶ ἀνοιδίσκεται τὰ περιέχοντα τὸ ἕλκος, καὶ, διαπυήσαντα, πῦον ἀπὸ τῶν οἰδημάτων ἀποχωρέει κατὰ τὸ ἕλκος, τῶν τοιούτων ὅ τι ἂν δοκέη δεῖσθαι καταπλάσιος, οὐ χρὴ αὐτὸ τὸ ἕλκος καταπλάσσειν, ἀλλὰ τὰ περιέχοντα, ὅκως τὸ πῦον ἀποχωρέῃ, καὶ τὰ σκληρυνόμενα λαπαχθῇ· ἐπειδὰν δὲ λαπαχθῇ, καὶ ἡ φλεγμασίη παύσηται, ἐπὶ τὰ ἀφεστηκότα σπόγγους ἐπιδέων προσιστάναι, ἀρχόμενος ἀπὸ τοῦ ὑγίεος ὀλίγον προσχωρέων· ἐπὶ δὲ τῷ σπόγγῳ ἄνωθεν φύλλα ἐπέστω συχνά. ὅ τι δ’ ἂν μὴ δύνηται προστῆναι, ἡ σὰρξ ὑγρὴ ἐοῦσα αἰτίη ἐστίν· ταύτην ἐκβάλλειν. ἢν ὑπὸ βαθείῃ σαρκὶ τὸ ἕλκος ἔῃ, κατ’ ἄμφω κἀκ τῆς ἐπιδέσιος κἀκ τοῦ προσπιέζοντος ὑποκιρσοῦται· τὸ δὴ τοιοῦτον ἤν τις τάμνῃ, πρὸς μήλην, ἢν ἐνδέχηται, εὔροον ἀπὸ τοῦ στόματος τὸ ἕλκος ἀνατάμνειν, ὅπη ἂν δοκέῃ καιρὸς εἶναι, καὶ οὕτως ἰητρείην προσφέρειν, ὁκοίης ἂν δοκέῃ προσδεῖσθαι. ὡς δὲ τὰ πολλὰ ἐπὶ παντὶ ἕλκει, ὅ τι ἂν κοιλίην ἔχῃ πρὸς τὸ ἰθὺ, καταφανὲς ἰδεῖν, οἰδήματος μὴ προσεόντος· [ὅ τι δ’ ἂν κοιλίην ἔχῃ μὴ πρὸς τὸ ἰθὺ ἢ οἰδήματος προσεόντος,] ἢν μὲν ἔῃ ἐν αὐτῷ σηπεδὼν, ἢ ἡ σὰρξ ὑπέῃ μυδῶσα καὶ σαπρὴ, ἔσται τοῦτο τὸ ἕλκος καὶ τὰ περιέχοντα τὸ ἕλκος ἰδεῖν μέλανα ὑποπέλια· καὶ τῶν ἐσθιομένων ἑλκέων, ὅπη ἂν φαγέδαινα ἐνέῃ, ἰσχυρότατά τε νέμηται καὶ ἐσθίῃ, ταύτῃ τοῦ ἕλκεος τὸ περιέχον χροιὴν ἕξει μέλαιναν ὑποπέλιον. [Ulc. 11] καταπλάσματα οἰδημάτων καὶ φλεγμασίης τῆς ἐν τοῖσι περιέχουσιν· ἡ ἑφθὴ φλόμος, καὶ τῆς τριφύλλου τὰ φύλλα ὠμὰ, καὶ τοῦ ἐπιπέτρου τὰ φύλλα ἑφθὰ, καὶ τὸ πόλιον· ἢν δὲ καὶ καθαίρεσθαι δέῃ τὸ ἕλκος, παντὰ μὲν καὶ ταῦτα καθαίρει· ἀτὰρ καὶ τῆς συκῆς τὰ φύλλα καὶ τῆς ἐλαίης, καὶ τὸ πράσιον. ἕψειν δὲ ταῦτα πάντα, μάλιστα δὲ τούτων ἕψειν τὸν ἄγνον, καὶ τὴν συκῆν, καὶ τὴν ἐλαίην, καὶ τῆς σίδης τὰ φύλλα ὡσαύτως ἕψειν. ὠμοῖσι δὲ τοῖσίδε χρέεσθαι, τῆς μαλάχης τὰ φύλλα τρίβων ξὺν οἴνῳ, καὶ τοῦ πηγάνου τὰ φύλλα καὶ τῆς ὀριγάνου χλωρῆς· πᾶσι τούτοισι χρὴ τοῦ λίνου τὸν καρπὸν φρύξαντα καὶ κόψαντα ὡς λειότατον μιγνύναι. ὅκου δὲ ἐρυσίπελας κίνδυνος ἐφ’ ἕλκεσι γενέσθαι, τῆς ἰσάτιδος τὰ φύλλα τρίβων ὠμὰ καταπλάσσειν σὺν τῷ λίνῳ, ἢ τὸ λίνον δεύων στρύχνου χυλῷ ἢ ἰσάτιδος καταπλάσσειν. ὅταν δὲ τὸ ἕλκος καθαρὸν μὲν ἔῃ, φλεγμαίνῃ δὲ τό τε ἕλκος καὶ τὰ περιέχοντα τοῦ ἕλκεος, φακὸν ἐν οἴνῳ ἑψήσας καὶ τρίψας λεῖον, ἐλαίῳ ὀλίγῳ φυρήσας, καταπλάσας, ἐπιδεῖν· καὶ τοῦ κυνοσβάτου ἑψήσας τὰ φύλλα ἐν ὕδατι, τρίψας λεῖα, καταπλάσσειν, ὀθόνιον ὑποτείνας λεπτὸν καθαρὸν, οἴνῳ καὶ ἐλαίῳ τέγξας· καὶ ὅταν ξυνάγειν βούλῃ, τοῦ κυνοσβάτου τὰ φύλλα, ὥσπερ τὸν φακὸν σκευάζειν. Σαυρίδιον, οἶνος καὶ λίνου καρπὸς παραμίγνυται λεπτός· καὶ τόδε, ὁ τοῦ λίνου καρπὸς, καὶ ἄγνος ὠμὸς, καὶ μηλεία στυπτηρίη, ὄξει ταῦτα δευθέντα. [Ulc. 12] Ὄμφακα λευκὴν ἐς χαλκεῖον θλίψας ἐρυθρὸν δι’ ἠθμοῦ, πρὸς ἥλιον τιθέναι τὰς ἡμέρας, τὰς δὲ νύκτας αἴρειν, ὅκως μὴ δροσίζηται, ἀνατρίβειν δὲ τῆς ἡμέρης ἀπαύστως, ὡς ὁμαλῶς ξηραίνηται, καὶ ἀπὸ τοῦ χαλκείου ὡς ὅτι πλεῖστον ἀναλαμβάνῃ, τιθέναι δὲ ἐς τὸν ἥλιον τοσοῦτον χρόνον, ἔστ’ ἂν παχὺ γένηται ὥσπερ μέλι· ἔπειτα ἐς χύτρην χαλκῆν ἐγχέαι, καὶ μέλι ὡς κάλλιστον, καὶ οἶνον γλυκὺν, ἐναφεψήσας πρότερον ῥητίνην τερμινθίνην, ἕψειν δὲ τὴν ῥητίνην ἐν τῷ οἴνῳ, ἕως ἂν σκληρὴ γένηται ὥσπερ μέλι ἑφθόν· ἔπειτα τὴν μὲν ῥητίνην ἐξελεῖν, τὸν δὲ οἶνον ξυγχέαι· ἔστω δὲ πλεῖστος μὲν ὁ χυλὸς τῆς ὄμφακος, δεύτερον δὲ ὁ οἶνος, τρίτον δὲ τὸ μέλι· καὶ σμύρναν τὴν στακτὴν καὶ ἄλλως ὡς βελτίστην τρίψας λείην, δίεσθαι τοῦ οἴνου τοῦ αὐτοῦ παρεγχέοντα κατ’ ὀλίγον· ἔπειτα ἕψειν αὐτὴν ἐφ’ ἑωυτῆς τὴν σμύρναν ξὺν τῷ οἴνῳ ἀνακινέοντα, ὅταν δὲ δοκέῃ ἤδη καλῶς ἔχειν τὸ πάχος, ξυγχέαι ἐς τὸν χυλὸν τῆς ὄμφακος, καὶ νίτρον ὡς ἄριστον φρύξας, ἡσύχως μιγνύναι ἐς τὸ φάρμακον, καὶ ἄνθος χαλκοῦ ἔλασσον τοῦ νίτρου· ταῦτα δὲ ἐπειδὰν μίξῃς, ἕψειν μὴ ἔλασσον τριῶν ἡμερέων, ξύλοισι συκίνοισιν ὡς ὀλίγον ὑποκαίοντα ἢ ἄνθραξιν, ὡς μὴ φρύγηται· καὶ ἐμβαλλόμενα πάντα ἄνυδρα ἔστω, καὶ τὰ ἑλκεα μὴ τεγγέσθω, ὅκη ἂν ἐπαλείφηται τοῦτο τὸ φάρμακον· χρῆσθαι δὲ τούτῳ τῷ φαρμάκῳ πρὸς τὰ πεπαλαιωμένα ἕλκεα, καὶ πρὸς τὰ νεότρωτα, καὶ ἐς πόσθιον, καὶ ἐς κεφαλῆς ἕλκεα καὶ ὠτός. — Φάρμακον ἕτερον τῶν αὐτέων ἑλκέων· χολὴ βοὸς ξηρὴ, μέλι ὡς κάλλιστον, οἶνος λευκός· ἐναφεψῆσαι δὲ ἐν αὐτῷ λωτοῦ τορνεύματα· λιβανωτὸς, σμύρνα ἴση, κρόκος ἴσος, ἄνθος χαλκοῦ· ὁμοίως δὲ ὑγρῶν, οἶνος πλεῖστος, μέλι δεύτερον, ὀλίγιστον ἡ χολή. — Ἕτερον· οἶνος, μέλι κέδρινον, ὀλίγον· τὰ δὲ ξηρὰ, ἄνθος χαλκοῦ, σμύρνα, σίδιον αὖον. — Ἕτερον· ἄνθος χαλκοῦ ὀπτὸν ἡμιμοίριον, σμύρνης δύο ἡμιμοίρια, κρόκου τρεῖς μοῖραι, μέλι ὀλίγον, σὺν οἴνῳ ὀπτώμενα. — Ἕτερον· λιβανωτοῦ μοῖρα, σμύρνης μοῖρα, κηκίδος μοῖρα, κρόκου τρεῖς μοῖραι· τούτων ἕκαστον ξηρὸν τρίψας ὡς λειότατον, ἔπειτα μίξας, τρίβειν ἐν ἡλίῳ ὡς θερμοτάτῳ, παραχέων χυλὸν ὄμφακος ἕως ἄν ἰξῶδες γένηται, ἐπὶ τρεῖς ἡμέρας· ἔπειτα οἴνῳ αὐστηρῷ μέλανι εὐώδεϊ παραχέων κατ’ ὀλίγον δίεσθαι. — Ἕτερον· ἐν οἴνῳ γλυκέΐ ἕψειν λευκῷ πρίνου ῥίζας· ἐπειδὰν δὲ δοκέῃ καλῶς ἔχειν, ἀποχέας, τοῦ οἴνου δύο μοίρας ποιῆσαι τοῦδε καὶ ἀμόργης ἐλαίου ὡς ἀνυδροτάτου μοῖραν μίαν, ἔπειτα ἕψειν, ἀνακινέων ὡς μὴ φρυγῇ, μαλθακῷ πυρὶ, ἕως ἂν δοκέῃ τοῦ πάχεος καλῶς ἔχειν. — Ἕτερον· τὰ μὲν ἄλλα, τὰ αὐτά· ἀντὶ δὲ τοῦ οἴνου, ὄξος ὡς ὀξύτατον ἔστω λευκόν· ἐμβάψαι δὲ ἐς αὐτὸ εἴρια ὡς οἰσυπώδεα· κἄπειτα δεύσας τῆ ἀμόργῃ ἕψειν· καὶ ὀπὸν ἐρινεοῦ ξυγχέαι, καὶ στυπτηρίην μηλείην, καὶ νίτρον καὶ ἄνθος χαλκοῦ μῖξαι ὀπτὰ ἀμφότερα. τοῦτο μᾶλλον τοῦ προτέρου καθαίρει τὰ ἕλκεα, ξηραίνει δὲ τὸ πρότερον οὐχ ἧσσον. — Ἕτερον· τὰ εἴρια βάψαι ὡς ἐν ὀλιγίστῳ ὕδατι, ἔπειτα οἶνον ξυγχέας μέρος τρίτον, ἕψειν ἕως ἂν καλῶς ἔχῃ τὸ πάχος. ἀπὸ τῶνδε διαπυΐσκεσθαι ἐξέσται τὰ νεότρωτα τάχιστα. — Ἄλλο· ἄρον ξηρὸν ἐπιπάσσειν, καὶ στέλλειν. — Κράδης ἐν ὀπῷ φλοιὸν χλωρὸν τρίβων ἐν οἴνῳ ἐνστέλλειν, καὶ ἄνευ οἴνου αὐτὸν καὶ ξὺν μέλιτι. — Ἕτερον· ὄξος, ἐναφεψῶν λωτοῦ τορνεύματα, ἔστω δὲ λευκὸν τὸ ὄξος, κἄπειτα μῖξαι ἀμόργην ἐλαιέων καὶ ὀῤῥὸν πίσσης, τοῦτο ὠμόν· καὶ ἐπαλείφειν, καὶ καταστάζειν, καὶ ἐπιδεῖν. [Ulc. 13] ξηρὰ ἀποτρέπει τὰ νεότρωτα διαπυΐσκεσθαι, ἢ ὄξει ἀπονίψας, ἢ οἴνῳ ἀποσπογγίσας. τὸν μόλιβον τὸν λεῖον ξὺν τῇ σποδῷ τῇ κυπρίῃ λεανθέντα ἐπιπάσσειν· καὶ τοῦ λωτοῦ τὰ ἰχθυήματα ἐπιπάσσειν, καὶ τὴν λεπίδα τοῦ χαλκοῦ, καὶ τὴν στυπτηρίην, καὶ τὴν χαλκῖτιν μετὰ τοῦ χαλκοῦ, καὶ μόνην, καὶ μετὰ τῶν τοῦ λωτοῦ ἰχθυημάτων. καὶ ἄλλως, ὅταν δέηται, ξηροῖσι τοῖσι τοιούτοισι χρέεσθαι, καὶ τῇ σποδῷ τῇ ἰλλυριώτιδι λείῃ μετὰ τῶν ἰχθυημάτων, καὶ αὐτοῖσι μόνοισιν ἰχθυήμασι, καὶ ἄνθει ἀργύρου μόνῳ ὡς λειοτάτῳ· καὶ τὴν ἀριστολοχίην ξύων τε καὶ τρίβων λείην ἐπιπάσσειν. [Ulc. 14] ἕτερον ἔναιμον· σμύρνα, λιβανωτὸς, κηκὶς, ἰὸς, ἄνθος χαλκοῦ ὀπτὸν, στυπτηρίη αἰγυπτίη ὀπτὴ, οἰνάνθη, οἰσυπίδες, μολύβδαινα, τούτων ἴσον ἑκάστου, ἡ δίεσις οἴνῳ ὥσπερ τὸ πρότερον, καὶ ἄλλη ἐργασίη κατὰ τὰ αὐτά. — Ὄξος ὡς ὀξύτατον λευκὸν, μέλι, στυπτηρίην αἰγυπτίην, νίτρον ὡς ἄριστον ἡούχως φρύξας, χολῇς ὀλίγον συνέψει· τοῦτο τὰ ὑπερσαρκέοντα καθαίρει καὶ κοιλαίνει, καὶ οὐ δάκνει. — Ἄλλο· ποίη ἡ μικρόφυλλος, ᾗ ὄνομα παρθένιον τὸ μικρόφυλλον, ἣ τὰ θύμια τὰ ἀπὸ τοῦ ποσθίου ἀφαιρεῖ, καὶ στυπτηρίη ἡ χαλκῖτις· καὶ μηλίαδος ὠμῆς· ἐλατήριον λεπτὸν ξηρὸν προστεῖλαι, καὶ τὸ σίδιον λεπτὸν ξηρὸν ὡσαύτως. [Ulc. 15] πληροῖ δὲ μάλιστα τὰ κοῖλα τὰ καθαρὰ, ποίη, ᾗ λαγώπυρος οὔνομα· ἐστὶ δὲ πιτύροισιν ὁμοίη ὅταν αὐαίνηται, μικρὸν τὸ φύλλον, ὥσπερ καὶ τὸ τῆς ἐλαίης, καὶ μακρότερον· καὶ πρασίου τὸ φύλλον, σὺν ἐλαίῳ. — Ἕτερον· ἰσχάδος τὸ εἴσω, τὸ πῖαρ, τὸ μελιτοειδὲς, ὡς ξηροτάτης, ὕδατος δύο μοίρας, καὶ λίνου καρποῦ φρύξας μὴ σφόδρα ὡς λεπτοτάτου μοίραν μίαν. — Ἄλλο· τῆς ἰσχάδος, καὶ ἄνθος χαλκοῦ ὀλίγον λεπτὸν, καὶ συκῆς ὀπόν. — Τὸ δ’ ἐκ τῆς ἰσχάδος, χαμαιλέων μέλας, χολὴ βοὸς ξηρή· τὰ μὲν ἄλλα τὰ αὐτά. τὰ δὲ ξηρά. — Κάρδαμον λεπτὸν, ὠμὸν, ἐρύσιμον, ἑκατέρου ἴσον, τῆς δὲ ἰσχάδος δύο μέρη, λίνου καρποῦ δύο μοίρας, ὀπὸν συκῆς. ὅταν τούτων τινὶ χρέῃ τῶν φαρμάκων, σπλῆνας ἄνωθεν ὀξηροὺς ἐπιθεὶς, σπόγγον ἄνωθεν τῶν σπληνῶν ἐπίθες, καὶ ἐπίδει, καὶ προσπίεσαι ὀλίγῳ μᾶλλον· τὰ δὲ περιέχοντα ἢν φλεγμαίνῃ, ὅ τι ἂν δοκέῃ ξυμφέρειν, περιπλάσσειν. [Ulc. 16] ἢν βούλῃ ὑγρῷ χρέεσθαι, καὶ τὸ καρικὸν φάρμακον ἐπαλείφειν, ἐπιδεῖν δὲ ὥσπερ τὰ πρότερα γέγραπται κατὰ τὸν αὐτὸν λόγον. ἐστὶ δὲ ἐκ τῶνδε τὸ φάρμακον ποιεύμενον· ἐλλεβόρου μέλανος, σανδαράχης, λεπίδος, μολίβδου κεκαυμένου σὺν πολλῷ θείῳ, ἀῤῥενικοῦ, κανθαρίδος· τούτῳ ὁποίῳ δοκέει συντεθέντι χρῆσθαι· ἡ δὲ δίεσις, κεδρίνῳ ἐλαίῳ· ἐπειδὰν δὲ ἅλις ἔχῃ ἐπαλείφοντι, ἐκβάλλειν τὸ φάρμακον, ἐπιπάσσων ἄρον ἑφθὸν λεῖον, ἢ τρίβων ξηρὸν τῷ μέλιτι δεύων· καὶ ἢν ξηρῷ χρῇ τῷ καρικῷ τούτῳ, χρὴ ἀφιστάναι τὸ φάρμακον ἐπιπάσσων. [Ulc. 17] ποιέει δὲ τὸ ξηρὸν ἀπὸ τοῦ ἐλλεβόρου μόνον καὶ τῆς σανδαράχης. — Ἕτερον ὑγρόν· ποίη, ἧς τὸ φύλλον ὅμοιον ἄρῳ τὴν φύσιν, λευκὸν δὲ, χνοῶδες, κατὰ κισσοῦ φύλλον τὸ μέγεθος· αὕτη ἡ ποίη ξὺν οἴνῳ ἐπιπλάσσεται. — Ἢ τοῦ πρίνου τὸ περὶ τὸ στέλεχος τρίψας ἐν οἴνῳ, ἐπίπλασσε. — Ἕτερον· ὄμφακος χυλὸς, ὄξος ὡς ὀξύτατον, ἄνθος χαλκοῦ, νίτρον, ὀπὸς ἐρινεοῦ. — Ἐς ὄμφακος χυλὸν στυπτηρίην ἐμβαλλειν ὡς λειοτάτην, καὶ θεῖναι ἐν χάλκῷ ἐρυθρῷ ἐς ἥλιον, καὶ ἀνακινέειν, καὶ ἀνελεῖν ὅταν δοκέῃ καλῶς ἔχειν τὸ πάχος. — Ἕτερον· ἑλλέβορος μέλας ὡς λειότατος ἐπιπάσσεται, ἕως ἄν τι τοῦ ὑγροῦ ἐνέῃ καὶ νεμομένου· ἐπίδεσις δὲ ἡ αὐτὴ, ἥπερ ἐπὶ τοῖσιν ἐμπλάστροισιν. — Ἕτερον· ἁλὸς χόνδρους ὡς ξηροτάτους ἐς χυτρίδιον χάλκεον ἢ κεραμεοῦν καινὸν ἐμβαλεῖν, ἴσους ὡς μάλιστα τὸ μέγεθος, μὴ ἁδρούς· καὶ μέλι ὡς κάλλιστον διπλάσιον τῶν ἁλῶν εἰκάσας ἐπιχέαι ἐπὶ τοὺς ἅλας· ἔπειτα ἐπιθεῖναι ἐπὶ τοὺς ἄνθρακας τὸ χυτρίδιον, καὶ ἐᾷν ἕως ἂν κατακαυθῇ πᾶν· ἔπειτα ἀνασπογγίσας τὸ ἕλκος καὶ ἐκκαθήρας, ἐπιδῆσαι ὥσπερ τὸ πρότερον, καὶ πιέσαι ὀλίγῳ μᾶλλον· τῇ δ’ ὕστεραίῃ, ὅπη ἂν μὴ λάβηται τὸ φάρμακον, ἐπιπάσας προσπιέζειν καὶ ἐπιδεῖν· ὅταν δὲ βούλῃ ἀφιστάναι τὸ φάρμακον, ὄξος θερμὸν ἐπιχέειν, ἕως ἂν ἀποστῇ, καὶ αὖθις τὰ αὐτὰ ποιέειν, ἢν δέηται, ἀνασπογγίσας. — Ἄλλο ξηρὸν δάκνον· ὡς οἰσυπωδέστατα εἴρια ἐπ’ ὀστράκου κατακαῦσαι δαιδίῳ προσίσχων ἕως ἂν πάντα κατακαύσῃς· τοῦτο λεῖον τρίβων, ἐπιπάσας τὴν αὐτὴν ἐπιδεῖν ἐπίδεσιν. — Ἄλλο ξηρὸν ὁμοίως δάκνον· μίσυος ὡς λειοτάτου ἐπιπάσσειν ἐπὶ τὰ ὑγρὰ καὶ σαπρὰ, καὶ ἄνθος λεπτὸν μὴ παντελῶς λεῖον. — Ἐπὶ τῶν αὐτῶν ἑλκέων· χαμαιλέων μέλας, στυπτηρίη ἡ τῷ ὀπῷ τῆς συκῆς δεδευμένη, δεύειν δὲ ὀπτὴν, καὶ ἄγχουσαν μίσγειν. — Ἀναγαλλὶς, καὶ στυπτηρίη αἰγυπτίη ὀπτὴ, ἐπίπαστον ὀρχομένιον ἐπιπάσσειν. [Ulc. 18] πρὸς δὲ τὰς νόμας· στυπτηρίὴ, ἥ τε αἰγυπτίη ὀπτὴ, καὶ ἡ μηλείη, πρότερον δὲ ἀπονιτρῶσαι ὀπτῷ καὶ ἀνασπογγίσαι. καὶ ἡ χαλκῖτις στυπτηρίη ὀπτή· ὀπτᾷν δὲ ἕως ἂν φλογοειδὴς γένηται. [Ulc. 19] τῶν παλαιῶν ἑλκέων τῶν ἐν τοῖσιν ἀντικνημίοισι γινομένων, αἱματώδεα δέ ποι γίνεται καὶ μέλανα· μελιλώτου ἄνθος τρίψας, μέλιτι φυρῶν, ἐπιπλάστῳ χρῆσθαι. [Ulc. 20] ἐπὶ νεῦρα δὲ διατμηθέντα ἐπιδεῖν μυῤῥίνης ἀγρίης ῥίζας κόψας καὶ διαττήσας, φυρήσας ἐλαίῳ. καὶ τὴν ποίην τὴν πεντάφυλλον, λευκὴ δέ ἐστι καὶ χνοώδης, καὶ ὑψηλοτέρη ἀπὸ τῆς γῆς ἢ τὸ μέλαν πεντάφυλλον, ταύτην τρίψας ἐν ἐλαίῳ ἐπιδεῖν, ἀπολύειν δὲ τριταῖον. [Ulc. 21] μαλθακώδεα, τοῖσίδε χρη τοῖσι φαρμάκοισι χρῆσθαι ἐν χειμῶνι μᾶλλον ἢ ἐν θέρει· φάρμακα μαλθακώδεα, ἃ καὶ οὐλὰς καλὰς ποιέει· σκίλλης τὸ εἴσω τὸ μυξῶδες τρίψας, ἢ πεύκην σὺν συείῳ στέατι νέῳ, ὀλίγον ἔλαιον καὶ ῥητίνης ὀλίγον, καὶ ψιμυθίου. — Καὶ στέαρ χηνὸς, καὶ συὸς νέον, καὶ σκίλλαν, καὶ ἔλαιον ὀλίγον. — Κηρὸς ὡς λευκότατος, στέαρ πρόσφατον καθαρόν. — Ἢ σκίλλαν, ἔλαιον λευκὸν, ῥητίνης ὀλίγον. — Κηρὸν, στέαρ συὸς παλαιὸν καὶ νέον, καὶ ἔλαιον, καὶ ἰὸς, καὶ σκίλλα, καὶ ῥητίνη, ἔστω δὲ δύο μοῖραι τοῦ παλαιοῦ στέατος πρὸς τὸ νέον, τῶν δὲ ἄλλων ὁκόσον δοκέει καιρὸς εἶναι. — Στέαρ συντήξας πρόσφατον, ἀποχέας ἐς ἕτερον χυτρίδιον, καὶ τῆς μολυβδαίνης τρίψας ὡς λειότατον, διαττήσας, ξυμμίξας, ἕψειν, καὶ κυκᾷν τὸ πρῶτον, ἑψεῖν δὲ ἕως ἂν ἐπισταχθὲν ἐπὶ γῆς πηγνύηται, ἔπειτα καθελὼν ἀποχέαι τὸ ἄλλο πλὴν τῆς λίθου τῆς ὑποστάσης, καὶ ἐμβάλλειν ῥητίνην καὶ ἀνακινέειν, κέδρινον ἔλαιον ὀλίγον ξυμμίξας καὶ τὸ ἀφῃρημένον. πᾶσι χρὴ τοῖσι μαλθακοῖσιν ὅκου ἂν ῥητίνην ξυμμιγνύῃς, ἐπειδὰν ἀφέλῃς ἀπὸ τοῦ πυρὸς τὸ φάρμακον, ἐς θερμὸν ἔτι ἐὸν καθεὶς τὴν ῥητίνην κυκᾷν. — Ἕτερον· στέαρ συὸς παλαιὸν, καὶ κηρὸς, καὶ ἔλαιον, τὰ δὲ ξηρὰ, ἰχθυήματα λωτοῦ, λιβανωτὸς, μολύβδαινα, ἤγουν τοῦ μὲν μοῖρα, καὶ τῆς δὲ μοῖρα, καὶ τοῦ ἰχθυήματος μοῖρα, ἔστω δὲ τοῦ παλαιοῦ στέατος δύο μοῖραι, τοῦ δὲ κηροῦ μία, καὶ τοῦ ἐλαίου μία. — Ἢ στέαρ μόνον παλαιὸν ὕειον, σὺν τῷδε στέαρ αἰγὸς πρόσφατον ὡς ἥκιστα ξὺν τῷ ὑμένι, καθήρας, μικρὰ τρίψας ἢ κατακόψας λεῖα, ἔλαιον παραχέειν, καὶ παραπάσσειν τὸν μόλιβδον ξὺν τῇ σποδῷ, καὶ λωτοῦ ἰχθυημάτων τὸ ἥμισυ. — Ἕτερον· στέαρ αἰγὸς, σποδὸς, χαλκῖτις κυανέη, ἔλαιον. [Ulc. 22] περὶ πυρικαύστου· ἑψεῖν χρὴ πρίνου ῥίζας ἁπαλὰς, ᾗ ὁ φλοιός ἐστι παχύτατος καὶ χλωρότατος, καταταμὼν μικρὰ, οἶνον λευκὸν ἐπιχέας, μαλθακῷ πυρὶ καθεψεῖν, ἕως ἂν δοκέῃ καλῶς ἔχειν τὸ πάχος, ὡς ὑπάλειπτον, καὶ ἐν ὕδατι τὸν αὐτὸν τρόπον. — Ἕτερον μὴ δάκνον· ὑὸς στέαρ μόνον παλαιὸν ὑπαλείφειν, τήξας αὐτὸ, ἄνωθεν δὲ τῆς σκίλλης τὴν ῥίζαν διαιρῶν καὶ προστιθεὶς καταδεῖν, τῇ δὲ ἑξῆς ἐπαιονᾷν. — Ἄλλο· τήξας ὑὸς στέαρ παλαιὸν, καὶ κηρὸν, καὶ ἔλαιον συμμίξας καὶ λιβανωτὸν, καὶ λωτοῦ ἰχθυήματα, καὶ μίλτον, τούτῳ ὑπαλείψας, ἄρου φύλλα ἐν οἴνῳ καὶ ἐλαίῳ ἑψήσας, προστιθεὶς καταδεῖν. — Ἕτερον· ἐπειδὰν τῷ συείῳ στέατι ὑπαλείψῃς τῷ παλαιῷ, καταλείφειν ἀσφοδέλου ῥίζας ἐν οἴνῳ τρίψας καὶ λειώσας. — Ἕτερον· τήξας στέαρ συὸς παλαιὸν, ξυμμίξας ῥητίνῃ καὶ ἀσφάλτῳ, αὐτὸ ἐπαλείψας ἐς ὀθόνιον, θερμήνας πρὸς πῦρ, ἐπιθεὶς ἐπιδεῖν. [Ulc. 23] ὅταν ἐν τῷ νώτῳ ὑπὸ πληγέων ἢ ἄλλως ἕλκος γένηται, τῇ σκίλλῃ διέφθῳ τρίψας καὶ ἐπ’ ὀθόνιον ἀλείψας ἐπιδεῖν, ὕστερον δὲ στέαρ αἰγὸς, καὶ συὸς νέον, καὶ σποδὸν, καὶ ἔλαιον, καὶ λιβανωτὸν ἐπαλείφειν. [Ulc. 24] οἰδήματα ἐν τοῖσι ποσὶ γινομενα, αὐτόματα καὶ μὴ αὐτόματα, οὐδὲν ὑπὸ τῶν καταπλασμάτων καθιστάμενα, τά τε οἰδήματα, καὶ ἡ φλεγμασίη, καὶ ἢν σπόγγους ἐπιδέῃ τις ἢ εἴρια ἤ τι ἄλλο ἐπὶ τὸ ὑγιὲς, ἔπειτα ἀνοιδίσκηται αὐτόματον καὶ ἀναφλεγμαίνῃ, κατὰ φλέβας ἐπίῤῥους αἴτιόν ἐστιν αἵματος, ᾥτινι μὴ φλάσμα αἴτιόν ἐστι, καὶ ἤν που ἄλλοθι τοῦ σώματος τοιοῦτόν τι γίνηται, ὁ αὐτὸς λόγος. ἀλλὰ τοῦ αἵματος χρὴ ἀφίεναι, μάλιστα μὲν κατὰ φλέβας τὰς ἐπιῤῥεούσας, ἢν καταφανέες ἔωσιν· ἢν δὲ μὴ, κατακρούειν τὰ οἰδήματα βαθύτερα καὶ πυκνότερα, καὶ ἄλλο πᾶν ὅ τι ἂν κατακρούῃς, οὕτω χρὴ ποιέειν, καὶ ὡς ὀξυτάτοισι σιδηρίοισι καὶ λεπτοτάτοισι, καὶ ὅταν ἀφαιρέῃς τὸ αἵμα, τῇ μήλῃ μὴ κάρτα πιέζειν, ὡς μὴ φλάσις προσγίνηται· ὄξει δὲ κατανίζειν, καὶ θρόμβον αἵματος ἐν τοῖσι σχάσμασι μὴ ἐᾷν ἐγκαταλείπεσθαι, καταχρίσας τῷ ἐναίμῳ φαρμακῳ, εἴρια οἰσυποῦντα κατεξασμένα μαλθακὰ ἐπιδῆσαι, ῥήνας οἴνῳ καὶ ἐλαίῳ, καὶ ἐχέτω τὸ σχασθὲν ὅκως ἀνάῤῥους εἴη τοῦ αἵματος καὶ μὴ κατάῤῥους. καὶ μὴ τεγγέτω ὅλως, καὶ ὀλιγοσιτεέτω, καὶ πινέτω ὕδωρ· ἢν δὲ ἀπολύων εὐρίσκῃς τὰ σχάσματα φλεγμαίνοντα, καταπλάσσειν τῷ ἐκ τοῦ ἀγνοῦ καὶ λίνου καρποῦ καταπλάσματι· ἢν δὲ ἑλκωθῇ τὰ σχάσματα καὶ ξυῤῥαγῇ, πρὸς σχῆμα ὁρέων, ἔπειτα προσφέρων ὅτου ἂν δέῃ, τὰ λοιπὰ ἰητρεύειν. [Ulc. 25] ὅκου δὲ κιρσὸς ἔνεστιν ἐπ’ ἀντικνημίου ἢ περιφανὴς ἢ κατὰ τῆς σαρκὸς, καί ἐστι μέλαν τὸ ἀντικνήμιον, καὶ δοκέει δεῖσθαι αἷμα ἀπ’ αὐτοῦ ἀποῤῥυῆναι, οὐ χρὴ τὰ τοιαῦτα κατακρούειν οὐδαμῶς· ὡς γὰρ ἐπιτοπολὺ ἕλκεα μεγάλα γίνεται ἐκ τῶν σχασμάτων διὰ τοῦ κιρσοῦ τὴν ἐπιῤῥοήν· ἀλλὰ χρὴ αὐτὸν τὸν κιρσὸν ἀποκεντέειν ἄλλοτε καὶ ἄλλοτε, ὅπη ἂν δοκέῃ καιρὸς εἶναι. [Ulc. 26] ὅταν δὲ φλέβα τάμῃς, ἐπειδὰν τοῦ αἵματος ἀφῇς καὶ λύσῃς τὴν ταινίην, καὶ μὴ ἵστηται, τὰ ἀντία ὅκως ἂν ὁ ῥοῦς γίνηται τοῦ αἵματος, ἐχέτω, ἤν τε χεὶρ, ἤν τε σκέλος ᾖ, ὡσεὶ χωρέοντος τοῦ αἵματος ὀπίσω, καὶ οὕτως ὑπομείνας χρόνον πλείω ἢ ἐλάσσω κατακείμενος, ἔπειτα ἐπιδῆσαι αὐτὸν οὕτως ἔχοντα, μὴ ἐνεόντος τινὸς θρόμβου ἐν τῇ τομῇ, [ἔπειτα] σπληνίον διπλόον προσθείς, τέγξας οἴνῳ, καὶ ἄνωθεν εἴριον ἐλαιώσας καθαρόν· κἢν γὰρ ἐπίῤῥυσις τοῦ αἵματος ἔῃ βιαίη, σχέσις γίνεται ἐπιῤῥέοντος· κἢν, θρόμβου ἐπὶ τῇ τομῇ γενομένου, οὕτω φλεγμήνῃ, διαπυΐσκεται. Ἠριστηκότα δὲ χρὴ πλέον ἢ ἔλαττον καὶ πεπωκότα φλεβοτομέειν, καὶ ὑποτεθερμασμένον, καὶ ἡμέρης θερμοτέρης ἢ ψυχροτέρης. [Ulc. 27] σικύην δὲ προσβάλλοντα χρὴ, ἢν ἐπιῤῥέῃ τὸ αἷμα ἀφῃρημένης τῆς σικύης, κἢν πολὺ ῥέῃ, ἢ ἰχὼρ ῥέῃ, αὐτοῖσι ταχέως, πρὶν ἢ πλησθῇ, αὖθις προσβάλλων, ἐπεξέλκειν τὸ λειπόμενον· ἢν δὲ μὴ, θρόμβοι ἐνεχόμενοι ἐν τοῖσι σχάσμασιν, ἔπειτα ἀναφλεγμήναντα ἕλκεα γίνεται ἐξ αὐτῶν. ὄξει δὲ χρὴ πάντα τὰ τοιαῦτα κατανίζειν, καὶ ὕστερον μὴ τέγγειν, μηδὲ κατακέεσθαι ἐπὶ τὰ σχάσματα, τῶν δὲ ἐναίμων τινὶ φαρμάκων καταχρῖσαι τὰ σχάσματα· καὶ ὅταν κάτωθεν τοῦ γούνατος δέῃ προσβάλλειν ἢ πρὸς τὸ γόνυ, ἑστηκότι ὀρθῷ, ἢν δύνηται ἑστάναι. ## Περὶ αἱμοῤῥοίδων [Hem. 1] αἱμοῤῥοΐδων τὸ μὲν νόσημα ὧδε γίνεται· ἐπὴν χολὴ ἢ φλέγμα ἐς τὰς φλέβας τὰς ἐν τῷ ἀρχῷ καταστηρίξῃ, θερμαίνει τὸ αἷμα τὸ ἐν τοῖσι φλεβίοισι· θερμαινόμενα δὲ τὰ φλέβια ἐπισπᾶται ἐκ τῶν ἔγγιστα φλεβίων τὸ αἷμα, καὶ πληρεύμενα εξοιδέει ἐς τὸ ἐντὸς τοῦ ἀρχοῦ, καὶ ὑπερίσχουσιν αἱ κεφαλαὶ τῶν φλεβίων, καὶ ἅμα μὲν ὑπὸ τῆς κόπρου ἐξιούσης φλώμεναι, ἅμα δὲ ὑπὸ τοῦ αἵματος ἀθροιζομένου βιαζόμεναι, ἐξακοντίζουσιν αἷμα, μάλιστα μὲν ξὺν τῷ ἀποπάτῳ, ἐνίοτε δὲ χωρὶς τοῦ ἀποπάτου. [Hem. 2] θεραπεύειν δὲ δεῖ ὧδε· πρῶτον μὲν ὑπαρχέτω εἰδέναι ἐν οἵῳ χωρίῳ γίνονται. ἀρχὸν γὰρ καὶ τάμνων, καὶ ἀποτάμνων, καὶ ἀναῤῥάπτων, καὶ δαίων, καὶ ἀποσήπων, ταῦτα γὰρ δοκέει δεινότατα εἶναι, οὐδὲν ἂν σίνοιο. παρασκευάσασθαι δὲ κελεύω ἑπτὰ ἢ ὀκτὼ σιδήρια, σπιθαμιαῖα τὸ μέγεθος, πάχος δὲ ὡσεὶ μήλης παχείης· ἐξ ἄκρου δὲ κατακάμψαι· καὶ ἐπὶ τῷ ἄκρῳ πλατὺ ἔστω ὡς ἐπὶ ὀβολοῦ μικροῦ. Προκαθήρας δὴ φαρμάκῳ τῇ πρότερον, αὐτῇ δὲ ᾗ ἂν ἐπιχειρέῃς καῦσαι, ἀνακλίνας τὸν ἄνθρωπον ὕπτιον, καὶ προσκεφάλαιον ὑπὸ τὴν ὀσφὺν ὑποθεὶς, ἐξαναγκάζειν ὡς μάλιστα τοῖσι δακτύλοισι τὴν ἕδρην ἔξω, ποιέειν δὲ καὶ διαφανέα τὰ σιδήρια, καὶ καίειν ἕως ἂν ἀποξηράνῃς, καὶ ὅκως μὴ ὑπαλείψῃς· καίειν δὲ καὶ μηδεμίην ἐᾶσαι ἄκαυστον τῶν αἱμοῤῥοΐδων, ἀλλὰ πάσας ἀποκαύσεις. γνώσει δὲ οὐ χαλεπῶς τὰς αἱμοῤῥοΐδας· ὑπερέχουσι γὰρ ἐς τὸ ἐντὸς τοῦ ἀρχοῦ, οἷον ῤᾶγες πελιδναὶ, καὶ ἅμα ἐξαναγκαζομένου τοῦ ἀρχοῦ ἐξακοντίζουσιν αἷμα. κατεχόντων δ’ αὐτῶν, ὅταν καίηται, τῆς κεφαλῆς καὶ τὰς χεῖρας, ὡς μὴ κινέηται, βοάτω καιόμενος· ὁ γὰρ ἀρχὸς μᾶλλον ἐξίσχει. ἐπὴν δὲ καύσῃς, φακοὺς καὶ ὀρόβους ἑψήσας ἐν ὕδατι, τρίψας λείους, κατάπασσε πέντε ἢ ἓξ ἡμέρας· τῇ δὲ ἑβδόμῃ σπόγγον μαλθακὸν τάμνειν ὡς λεπτότατον, πλάτος δὲ εἶναι τοῦ σπόγγου ὅσον ἓξ δακτύλων πάντη· ἔπειτα ἐπιθεῖναι ἐπὶ τὸν σπόγγον ὀθόνιον ἴσον τῷ σπόγγῳ λεπτὸν καὶ λεῖον, ἀλείψας μέλιτι· ἔπειτα ὑποβαλὼν τῷ δακτύλῳ τῷ λιχανῷ τῆς ἀριστερῆς χειρὸς μέσον τὸν σπόγγον, ὦσαι κάτω τῆς ἕδρης ὡς προσωτάτω· ἔπειτα ἐπὶ τὸν σπόγγον προσθεῖναι εἴριον, ὡς ἂν ἐν τῇ ἕδρῃ ἀτρεμίζῃ. διαζώσας δὲ ἐν τῇσι λαγόσι, καὶ ὑφεὶς ταινίην ἐκ τοῦ ὄπισθεν, ἀναλαβὼν ἐκ τῶν σκελέων τὸν ἐπίδεσμον, ἀναδῆσαι ἐς τὸ διάζωσμα παρὰ τὸν ὀμφαλόν. τὸ δὲ φάρμακον, ὃ εἶπον, ἐπίδει τὸ πυκνὴν τὴν σάρκα ποιέον καὶ ἰσχυρὴν φῦναι. ταῦτα δὲ δεῖ ἐπιδεῖν μὴ ἔλασσον ἡμερῶν εἴκοσι. Ῥοφέειν δὲ ἅπαξ τῆς ἡμέρης ἄλευρον, ἢ κέγχρον, ἢ τὸ ἀπὸ τῶν πιτύρων, καὶ πίνειν ὕδωρ· ἢν δὲ ἐς ἄφοδον ἵζηται, ὕδατι θερμῷ διανίζειν· λούεσθαι δὲ διὰ τρίτης ἡμέρης. [Hem. 3] ἑτέρη θεραπείη· ἐκβαλὼν τὴν ἕδρην ὡς μάλιστα, αἰονᾷν ὕδατι θερμῷ, ἔπειτα ἀποτάμνειν τῶν αἱμοῤῥοΐδων τὰ ἄκρα· φάρμακον δὲ προκατασκευασθῆναι πρὸς τὴν τομὴν τόδε· οὐρήσας ἐς χαλκεῖον, ἐπίπασσον ἐπὶ τὸ οὖρον χαλκοῦ ἄνθος ὀπτοῦ καὶ τετριμμένου λείου, ἔπειτα διεὶς, καὶ κινήσας τὸ χαλκεῖον, ξήρανον ἐν τῷ ἡλίῳ· ὅταν δὲ ξηρὸν γένηται, συνξύσας τρῖψον λεῖον. προστίθει τῷ δακτυλίῳ, καὶ σπληνία ἐλαιώσας προστίθει, καὶ σπόγγον ἐπάνω ἐπίδει. [Hem. 4] ἕτερος τρόπος· προσφύεται πρὸς τῇ αἱματίτιδι τῇ κονδυλώδει οἷον συκαμίνου καρπός· καὶ ἢν μὲν ἔξω σφόδρα ᾖ ἡ κονδύλωσις, περιπέφυκεν αὐτῇ καλυπτὴρ ὁ τῆς σαρκός. καθίσας οὖν τὸν ἄνθρωπον ὀκλὰξ ἐπὶ ὅλμων δύο, σκόπει· εὑρήσεις γὰρ πεφυσημένα τὰ μεσηγὺ τῶν γλουτῶν παρὰ τὴν ἕδρην, τὸ δὲ αἷμα ἐκχωρέον ἔνδοθεν. ἦν γοῦν ἐνδιδῷ ὑπὸ τῷ καλυπτῆρι, τὸ κονδύλωμα τῷ δακτύλῳ ἀφελεῖν· οὐδὲν γὰρ χαλεπώτερον ἤ περ προβάτου δειρομένου τὸν δάκτυλον μεταξὺ τοῦ δέρματος καὶ τῆς σαρκὸς περαίνειν· καὶ ταῦτα διαλεγόμενος ἅμα λάνθανε ποιέων. ἐπὴν δὲ ἀφέλῃς τὸ κονδύλωμα, ἀνάγκη ῤέεσθαι δρόμους αἵματος ἀπὸ πάσης τῆς ἀφαιρέσιος· ταῦτα χρὴ ἀποπλῦναι οἴνῳ αὐστηρῷ, κηκίδας ἐναποβρέξας· καὶ ἥ τε αἱματῖτις οἰχήσεται σὺν τῷ κονδυλώματι, καὶ τὸ κάλυμμα καταστήσεται, καὶ ὅσῳ ἂν παλαιότερον ᾖ, ῤηϊδίως ἔσται ἡ ἴησις. [Hem. 5] ἦν δὲ ἀνωτέρω ᾖ ἡ κονδύλωσις, τῷ κατοπτῆρι σκέπτεσθαι, καὶ μὴ ἐξαπατᾶσθαι ὑπὸ τοῦ κατοπτῆρος· διοιγόμενος γὰρ ὁμαλύνει τὴν κονδύλωσιν, ξυναγόμενος δὲ πάλιν δείκνυσιν ὀρθῶς. ἀφαιρέειν δὲ χρὴ, ἑλλεβόρῳ μέλανι ὑπαλείφοντα τὸν δακτύλιον· ἔπειτα τριταῖον οἴνῳ κλύζειν αὐστηρῷ. τὸ δὲ αἶμα, ὅταν ἀφέλῃς τὴν κονδύλωσιν, ὅτι οὐ ῤέει, μὴ θαυμάζειν· οὐδὲ γὰρ ἢν ἐν τοῖσιν ἄρθροισι διατάμῃς τὰς χεῖρας ἢ τὰ σκέλεα, οὐ ῤεύσεται αἷμα· ἢν δ’ ἄνωθεν ἢ κάτωθεν τάμῃς τῶν ἄρθρων, εὑρήσεις κοίλας φλέβας καὶ αἱμόῤῥους, καὶ χαλεπῶς ἂν ἴσχοις εὐπόρως. οὕτω καὶ τὴν ἐν τῇ ἕδρῃ αἱμοῤῥοΐδα, ἢν μὲν ἄνωθεν ἢ κάτωθεν τάμῃς τῆς ἀφαιρέσιος τοῦ κονδυλώματος, αἷμα ῤεύσεται· ἢν δὲ αὐτὴν ἀφέλῃς τὴν κονδύλωσιν ἐν τῇ προσφύσει, οὐ ῤεύσεται. ἢν μὲν οὖν οὕτω καθίσταται, καλῶς ἂν ἔχοι· ἢν δὲ μὴ, καῦσαι, φυλασσόμενος ὡς μὴ ἅψῃ τῷ σιδήρῳ, ἀλλ’ ἐγγὺς προσφέρων τὰ σιδήρια ἀποξηραίνειν, καὶ προστιθέναι τὸ τοῦ χαλκοῦ ἄνθος τὸ ἐν τῷ οὔρῳ. [Hem. 6] ἕτερος τρόπος ἰήσιος αἱμοῤῥοΐδων· καυστῆρα ποιήσασθαι, οἷον καλαμίσκον φραγμίτην· σιδήριον δὲ ἐναρμόσαι καλῶς ἁρμόζον· ἔπειτα τὸν αὐλίσκον ἐνθεὶς ἐς τὴν ἕδρην, διαφαῖνον τὸ σιδήριον καθιέναι, καὶ πυκνὰ ἐξαιρέειν, ἵνα μᾶλλον ἀνέχηται θερμαινόμενος· καὶ οὔτε ἕλκος ἕξει ὑπὸ τῆς θερμασίης, ὑγιέα τε ξηρανθέντα τὰ φλέβια. [Hem. 7] ἦν δὲ βούλῃ μήτε καίειν, μήτε ἀποτάμνειν, προκαταιονήσας ὕδατι πολλῷ θερμῷ, καὶ ἐκτρέψας τὴν ἕδρην, σμύρναν τρίψας λείην καὶ κηκίδα, καὶ στυπτηρίην αἰγυπτίην κατακαύσας, ἓν καὶ ἥμισυ πρὸς τἄλλα, καὶ μελαντηρίης ἄλλο τοσοῦτον, τουτέοισι ξηροῖσι χρῆσθαι· ἡ δὲ αἱμοῤῥοϊς τουτέοισι τοῖσι φαρμάκοισιν ἀποστήσεται, ὥσπερ σκύτος κατακεκαυμένον· ταῦτα ποιέειν μέχρις ἂν πάσας ἀφανίσῃς. καὶ χαλκίτιδος ἥμισυ κεκαυμένον τωὐτὸ ἀπεργάζεται. [Hem. 8] ἦν δὲ βούλῃ βαλάνοισιν ἰῆσθαι, σηπίης ὄστρακον, μολυβδαίνης τρίτον μέρος, ἄσφαλτον, στυπτηρίην, ἄνθος ὀλίγον, κηκίδα, χαλκοῦ ἰὸν ὀλίγον, τουτέων μέλι ἑφθὸν καταχέας, βάλανον ποιήσας μακροτέρην, προστίθει, μέχρις ἂν ἀφανίσῃς. [Hem. 9] Γυναικείην αἱμοῤῥοΐδα ὧδε θεραπεύειν· πολλῷ ὕδατι θερμῷ αἰονήσας, σύνεψε δὲ ἐν τῷ θερμῷ τῶν εὐωδέων, τρίψας μυρίκην, λιθάργυρον ὀπτὴν, καὶ κηκίδα, οἶνον λευκὸν παράχεε καὶ ἔλαιον καὶ χηνὸς στέαρ, τρίψας ὁμοῦ πάντα, διδόναι, ὁκόταν αἰονηθῇ, διαχρήσασθαι· αἰονᾷν δὲ καὶ τὴν ἕδρην ἐξώσας ὡς μάλιστα. ## Περὶ συρίγγων [Fist. 1] σύριγγες γίνονται μὲν ὑπὸ φλασμάτων καὶ φυμάτων, γίνονται δὲ καὶ ὑπὸ ἐρεσίης, καὶ ἱππασίης, ὅταν ἀθροισθῇ ἐν τῷ γλουτῷ αἶμα πλησίον τῆς ἕδρης· σηπόμενον γὰρ νέμεται ἐς τὰ μαλθακὰ, ἅτε ὑγροῦ ἐόντος τοῦ τε ἀρχοῦ, καὶ τῆς σαρκὸς μαλθακῆς, ἐν ᾗ νέμεται, ἔστ’ ἂν τὸ φῦμα ῤήξῃ καὶ κάτω ἐς τὸν ἀρχὸν διασήψῃ. ἐπὴν δὲ τοῦτο γένηται, συριγγοῦται, καὶ ἰχὼρ ῤέει, καὶ κόπρος ῤεῖ δι’ αὐτῆς καὶ φῦσα καὶ βδελυγμίη πολλή. ὑπὸ μὲν οὖν τῶν φλασμάτων γίνεται, ὁκόταν τι τῶν περὶ τὸν ἀρχὸν χωρίων φλασθῇ ὑπὸ πληγῆς, ἢ ὑπὸ πτώματος, ἢ ὑπὸ τρώματος, ἢ ἱππασίης, ἢ ἐρεσίης, ἢ ὅσα τοιουτότροπά ἐστι· ξυνίσταται γὰρ αἷμα· σηπόμενον δὲ ἐκπυΐσκεται· ὑπὸ δὲ τοῦ ἐκπυϊσκομένου πάσχει ἅπερ ἐπὶ τῶν φυμάτων εἴρηται. [Fist. 2] πρῶτον μὲν οὖν ὅταν τι τοιοῦτον αἴσθῃ φυόμενον φῦμα, τάμνειν ὡς τάχιστα ὠμὸν πρὶν ἢ διαπυῆσαι ἐς τὸν ἀρχόν. [Fist. 3] ἢν δὲ νοσέοντα ἤδη τὴν σύριγγα παραλάβῃς, λαβὼν σκορόδου φύσιγγα νεαρὴν, ἀνακλίνας τὸν ἄνθρωπον ὕπτιον, τὰ σκέλεα διαγαγὼν τὸ μὲν ἔνθα, τὸ δὲ ἔνθα, τὴν φύσιγγα καθιέναι ἔστ’ ἂν προσκόψῃ, μετρῆσαί τε τὸ βάθος τῆς συρίγγος τῇ φύσιγγι, καὶ σεσέλιος δὲ ῤίζαν κόψας ὡς λεπτοτάτην, ὕδωρ ἐπιχέας, βρέχειν τέσσαρας ἡμέρας· καὶ προνηστεύσας πινέτω μέλιτι παραμίσγων τὸ ὕδωρ κατὰ τρεῖς κυάθους· ἐν τούτῳ κάθαιρε καὶ τὰς ἀσκαρίδας. ὁκόσοι δ’ ἂν καταλείφθωσιν ἀθεράπευτοι, θνήσκουσιν. ἔπειτα ὀθόνιον βύσσινον τιθυμάλλου ὀπῷ τοῦ μεγάλου δεύσας, καταπάσσων ἄνθος χαλκοῦ ὀπτὸν τετριμμένον, στροβίλην ποιήσας ἴσην τῇ σύριγγι τὸ μῆκος, ῤάμμα διεὶς δι’ ἄκρας τῆς στροβίλης καὶ αὖθις διὰ τῆς φύσιγγος, ὕπτιον κατακλίνας τὸν ἄνθρωπον, κατοπτῆρι κατιδὼν τὸ διαβεβρωμένον τοῦ ἀρχοῦ, ταύτῃ τὴν φύσιγγα διεῖναι· καὶ ὁκόταν παρακύψῃ ες τὸν ἀοχὸν, ἐπιλαμβανόμενος ἕλκειν, ἄχρις οὗ ἡ στροβίλη διωσθῇ καὶ ἰσωθῇ τῷ τε ἄνω καὶ τῷ κάτω· ἐπὴν δὲ ἐσωσθῇ, βάλανον ἐνθεὶς κερατίνην ἐς τὸν ἀρχὸν, γῆ διαχρίσας σμηκτρίδι, τὸν ἀρχον ἐᾷν· ἐπὴν δὲ ἀποπατέη, ἐξαιρέειν καὶ αὖθις προστιθέναι, ἕως ἂν πεμπταίη γένηται· ἕκτῃ δὲ ἡμέρῃ ἐξαιρέειν, ἕλκων τὴν στροβίλην ἔξω τῆς σαρκός· καὶ τρίψαι στυπτηρίην μετὰ ταῦτα, καὶ πλήσας τὴν βάλανον καὶ ἐς τὸν ἀρχὸν ἐμβαλὼν, ἐᾷν ἄχρις οὗ ἡ στυπτηρίη ὑγρὴ γένηται· τὸν δὲ ἀρχὸν σμύρνῃ ἀλείφειν, ἄχρις οὗ ἂν δοκέῃ ξυμπεφυκέναι· [Fist. 4] ἑτέρη θεραπείη· ὠμόλινον λαβὼν ὡς λεπτότατον, συμβάλλειν ὅσον σπιθαμιαῖον πεντάπλουν, καὶ ξυμπεριλαβεῖν ἱππείην τρίχα· ἔπειτα ποιησάμενος μήλην κασσιτερίνην ἐπ’ ἄκρου τετρημένην, ἐνείρας ἐς τὴν μήλην τὴν ἀρχὴν τοῦ ὠμολίνου συμβεβλημένου, καθιέναι τὴν μήλην ἐς τὴν σύριγγα, καὶ ἅμα τῆς ἀριστερῆς χειρὸς τὸν δάκτυλον τὸν λιχανὸν καθιέναι ἐς τὴν ἕδρην· ἐπὴν δὲ ψαύσῃ ἡ μήλη τοῦ δακτύλου, ἄγειν ἔξω τῷ δακτύλῳ, ἀποκάμψας τῆς μήλης τὸ ἄκρον καὶ τὴν ἀρχὴν τὴν ἐν τῇ μήλῃ· καὶ τὴν μὲν μήλην πάλιν ἐξαιρέειν, τοῦ δὲ ὠμολίνου τὰς ἀρχὰς ἀφάψαι δὶς ἢ τρίς· καὶ τὸ λοιπὸν τοῦ ὠμολίνου ἐπιστρέψας, ἐπιδῆσαι πρὸς τὸ ἄμμα· ἔπειτα κελεύειν ἀπελθόντα διαπρήσσεσθαι τὰ ἑωυτοῦ. ὁκόσον δὴ, σηπομένης τῆς σύριγγος, χαλᾶτα τοῦ ὠμολίνου, τοῦτο ἐπιτείνειν καὶ ἐπιστρέφειν αἰεὶ καθ’ ἑκάστην ἡμέρην· ἢν δέ σοι τὸ ὠμόλινον διασαπῇ πρόσθεν ἢ τὴν σύριγγα διαβρωθῆναι, πρὸς τὴν τρίχα προσάψας ἕτερον ὠμόλινον διεῖναι καὶ ἀφάψαι (ἡ γὰρ θρὶξ διὰ τοῦτο παραβάλλεται τῷ ὠμολίνῳ ὅτι ἄσηπτός ἐστιν)· ἐπὴν δὲ διασαπῇ ἡ σύριγξ, τάμνεσθαι χρὴ σπόγγον μαλακὸν ὡς λεπτότατον προστεθέντα· ἔπειτα ἐς μὲν τὴν σύριγγα ἄνθος χαλκοῦ ὀπτὸν συχνὸν τῇ μήλῃ ἐνθεῖναι, τὸν δὲ σπόγγον ἀλεῖψαι μέλιτι, καὶ ὑποβαλὼν μέσον τῷ λιχανῷ δακτύλῳ τῆς ἀριστερῆς χειρὸς ὦσαι πρόσω, καὶ προσθεὶς ἕτερον σπόγγον ἀναδῆσαι τὸν αὐτὸν τρόπον, ὅν περ καὶ ἐπὶ τῇσιν αἱμοῤῥοΐσιν· τῇ δὲ αὔριον ἀπολύσας, περινίψαι ὕδατι θερμῷ, καὶ σπόγγῳ τῷ δακτύλῳ τῆς ἀριστερῆς χειρὸς πειρᾷν διακαθαίρειν τὴν σύριγγα, καὶ αὖθις πάλιν τὸ ἄνθος ἐπιδῆσαι· ταῦτα ποιέειν ἑπτὰ ἡμέρας, ἐν ταύτῃσι γὰρ μάλιστα ὁ χιτὼν τῆς σύριγγος ἐκσήπεται· τὸ δὲ λοιπὸν, ἔστ’ ἂν ὑγιανθῇ, τουτέῳ ἐπιδεῖν· κατὰ γὰρ τοῦτον τὸν τρόπον ὑπὸ τοῦ σπόγγου διαναγκαζομένη καὶ ἀναπτυσσομένη ἡ σύριγξ οὔτε πάλιν ξυμπέσοι ἂν, οὔτε τὸ μὲν αὐτῆς ὑγιανθείη ἂν, τὸ δὲ πάλιν ξυμπληρωθείη, ἀλλ’ ἐν ἑωυτῇ πᾶσα ὑγιὴς ἔσται. ἐν τῇ θεραπείῃ δὲ προσαιονᾷν ὕδατι πολλλῷ θερμῷ, καὶ λιμοκτονέειν. [Fist. 5] ἢν δὲ μὴ διαβεβρώκῃ ἡ σύριγξ, προμηλώσας μήλῃ, τέμνε ἕως ἂν διέλθῃ, καὶ ἐπίπασσε ἄνθος χαλκοῦ, καὶ ἐᾷν ἐπὶ πέντε ἡμέρας· κατάχεε δὲ ὕδωρ θερμόν· καὶ ἐπάνω ὕδατι φυρῶν ἄλφιτον κατάπασσε, καὶ φύλλα τεύτλων ἐπίδει· ἐπὴν δὲ ἐκπέσῃ τὸ ἄνθος τοῦ χαλκοῦ, καὶ καθαρὸν ᾖ τὸ ἕλκος τῆς σύριγγος,ἰῶ ὥσπερ τὴν ἔμπροσθεν. [Fist. 6] ἢν δὲ ἐν χωρίῳ ᾖ, ὃ μὴ οἷόν τε τάμνειν, βαθείη δὲ καὶ ἡ σύριγξ, ἄνθει χαλκοῦ καὶ σμύρνῃ καὶ λίτρῳ οὔρῳ διεὶς, κλύζειν, καὶ ἐς τὸ στόμα τῆς σύριγγος μολύβδιον ἐντιθέναι, ὅπως μὴ ξυμφύηται· κλύζειν δὲ πτεροῦ σύριγγα προσδήσας πρὸς κύστιν, καὶ καθεὶς ἐς τὴν σύριγγα, πρὸς τοῦτο διάγειν κλύζων. ὑγιὴς δὲ οὐ γίνεται, ἢν μὴ τμηθῇ. [Fist. 7] ἢν ὁἀρχὸς φλεγμήνῃ, καὶ ὀδύνη ἔχῃ καὶ πυρετὸς, καὶ ἐς ἄφοδον θαμινὰ καθίζῃ καὶ μηδὲν ὑποχωρεῃ, καὶ ὑπὸ τοῦ φλέγματος δοκέῃ ἐξιέναι ἡ ἕδρη, καὶ ἐνίοτε στραγγουρίη ἐπιλαμβάνῃ, τοῦτο τὸ νόσημα γίνεται, ὅταν φλέγμα ἐς τὸν ἀρχὸν καταστηρίξῃ ἐκ τοῦ σώματος. ξυμφέρει δὲ τὰ θερμά δύναται γὰρ τάδε προσφερόμενα λεπτύνειν καὶ ἐκτήκειν τὸ φλέγμα, καὶ ἅμα τῷ δριμεῖ τὸ ἁλμυρὸν ἐξυδατοῦν, ὥστε μὴ εἶναι τὸ καῦμα μηδὲ δῆξίν τινα ἐν τῷ ἐντέρῳ. θεραπεύειν οὖν χρὴ ὧδε· καθίζειν ἐς ὕδωρ θερμὸν, καὶ τρίψαντα τοῦ κόκκου τοῦ κνιδίου ἑξήκοντα κόκκους διεῖναι ἐν οἴνου κοτύλῃ καὶ ἐλαίου ἡμικοτυλίῳ, χλιήνας, κλύσον. ἄγει δὲ ταῦτα φλέγμα καὶ κόπρον. ὅταν δὲ μὴ ἐν τῷ ὕδατι καθίζῃ, ὠὰ ἑψήσας ἐν οἴνῳ μέλανι εὐώδει προστιθέναι πρὸς τὴν ἕδρην, ὑποπετάσας τι κάτωθεν θερμὸν, ἢ κύστιν ὕδατος θερμοῦ πλήσας, ἢ λίνου σπέρμα πεφωσμένον ἀλέσας, τρίψας καὶ μίξας ἴσον ἄλητον ἐν οἴνῳ μέλανι καὶ εὐώδει καὶ ἐλαίῳ, καταπλάσσειν ὡς θερμοτάτῳ· ἢ κριθὰς μίξας, ἢ στυπτηρίην αἰγυπτίην τετριμμένην, καταπλάσσειν τε καὶ πυριῇν· ἔπειτα πλάσας βάλανον μακρὴν, καὶ χλιαίνων πρὸς πυρὸς, τοῖσι δακτύλοισι προσπλάσσειν· ἔπειτα ἀκροχλίηρον ποιέων, ἐντιθέναι ἐς τὴν ἕδρην· τὰ ἔξωθεν δὲ κηρωτῇ περιαλεῖψαι, καὶ καταπλάσσειν σκορόδοισιν ἑφθοῖσιν ἐν οἴνῳ μέλανι κεκρημένῳ. ἐπὴν δὲ ἐξαιρέῃς, ἐς ὕδωρ θερμὸν ἐφίζειν, καὶ συμμίξας χυλὸν στρύχνου καὶ χηνὸς καὶ ὑὸς στέαρ καὶ χρυσοκόλλαν καὶ ῤητίνην καὶ κηρὸν λευκὸν, ἔπειτα διατήξας ἐν τῷ αὐτῷ καὶ ξυμμίξας, τούτοισιν ἐγχρίειν, καὶ ἕως ἂν φλεγμαίνῃ, καταπλάσσειν τοῖσι σκορόδοισι θερμοῖσι. καὶ ἢν μὲν πρὸς ταῦτα ἀπαλλάσσηται τῆς ὀδύνης, ἀρκείτω· ἢν δὲ μὴ, πίσαι τὸ μηκώνιον τὸ λευκόν· ἢν δὲ μὴ, ἄλλο ὅ τι φλέγμα καθαίρει· διαιτᾷν δὲ, ἕως ἂν φλεγμαίνῃ, ῤυφήμασι κούφοισιν. [Fist. 8] ἡ δὲ στοαγγουρίη ἐπιπίπτει ἐκ τῶνδε· θερμαινομένη ἡ κύστις ἐκ τοῦ ἀρχοῦ προσάγεται τῇ θερμότητι φλέγμα· ὑπὸ δὲ τοῦ φλέγματος στραγγουρίη γίνεται. ἢν μὲν οὖν ἅμα τῇ νούσῳ παύηται, φιλέει γὰρ ὡς τὰ πολλὰ οὕτω γίνεσθαι· ἢν δὲ μὴ, δίδου τῶν φαρμάκων τῶν στραγγουρικῶν. [Fist. 9] ἢν δὲ ὁ ἀρχὸς ἐκπίπτῃ, ἀνώσας σπόγγῳ μαλθακῷ, καὶ καταχρίσας κοχλίῃ, τῶν χειρῶν δήσας, ἐκκρέμασον ὀλίγον χρόνον, καὶ εἴσεισιν. ἢν δὲ μεῖζον ἐκπέσῃ καὶ μὴ μένῃ ἔνδον, διαζώσας ἐν τῇσι λαγόσι, καὶ ὑφεὶς ὄπισθεν ἐκ τοῦ διαζώματος ταινίην, ὤσας ἔσω τὸν ἀρχὸν, προσθεῖναι σπόγγον μαλθακὸν βρέξας ὕδατι θερμῷ, ἐνεψήσας λωτοῦ πρίσματα· καταχέαι δὲ καὶ κατὰ τοῦ ἀρχοῦ ἀπ’ αὐτοῦ τοῦ ὕδατος, τὸν δὲ σπόγγον ἐκπιέσαι· ἔπειτα ὑποτείνας τὴν ταινίην διὰ μέσων τῶν σκελέων, ἀναδῆσαι περὶ τὸν ὀμφαλόν. ὅταν δὲ θέλη ἀφοδεύειν, ἐπὶ λασάνοισιν ὡς στενοτάτοισιν ἀφοδευέτω· ἢν δὲ παιδίον ᾖ, ἐπὶ γυναικὸς τῶν ποδῶν, πρὸς τὰ γούνατα προσκλιθείς. ὅταν δὲ ἀφοδεύῃ, τὰ σκέλεα ἐκτεινάτω· οὕτω γὰρ ἂν ἥκιστα ἐκπίπτοι ἡ ἕδρη. ἢν δὲ ὑγραίνηται ὁ ἀρχὸς, καὶ ἰχὼρ ἀποῤῥέῃ, περινίψαι τρυγὶ κεκαυμένῃ καὶ ὕδατι ἀπὸ μυρσίνης, καὶ ἀδίαντον ξηρήνας καὶ κόψας, διασήσας, κατάπασσε, Ἢν δὲ αἱμοῤῥοῇ, περινίψας τοῖσιν αὐτοῖσι, χαλκῖτιν καὶ πρίσμα κυπαρίσσου ἢ κέδροὺ ἢ πίτυος ἢ τερμίνθου τρίψας, συμμίξας τῇ χαλκίτιδι ἴσον, καταπλάσσειν, τὰ ἔξαιθεν δὲ κηρωτῇ παχείῃ περιαλείφειν. Ὁκοταν ἀρχὸς ἐκπίπτῃ καὶ μὴ θέλῃ κατὰ χώρην μένειν, σίλφιον ὅτι ἄριστον καὶ ποκνότατον ξύσαξ λεπτὸν καταπλάσσειν. καὶ τοῦ πταρμικοῦ φαρμάκου πρὸς τὴν ῤῖνα προστιθέναι καὶ παροξύνειν τὸν ἄνθρωπον. ἢ ὕδατι θερμῷ περιπλύνας σίδια, καὶ στυπτηρίην τρίψας ἐν οἴνῳ λευκῷ, καταχέαι τοῦ ἀρχοῦ, ἔπειτα ῤάκεα ἐμβαλεῖν, καὶ τοὺς μηροὺς ξυνδῆσαι ἡμέρας τρεῖς, καὶ νηστευέτω, οἶνον δὲ πινέτω γλυκύν. ἢν δὲ μηδὲ οὕτω διαχωρέῃ, μίλτον μίξας ὁμοῦ μέλιτι διαχριέτω. ἀρχὸς ἢν ἐκπίπτῃ καὶ αἱμοῤῥοῇ· ἄρου ῤίζης περιελὼν τὸν φλοιὸν, ἑψεῖν ἐν ὕδατι· ἔπειτα τρίβειν ἄλητον ξυμμίσγων, καὶ καταπλάσσειν θερμόν. ἄλλο· τῆς ἀμπέλου τῆς ἀγρίης, ἣν ἔνιοι καλέουσι ψιλώθριον, ταύτης τὰς ῤίζας τὰς ἀπαλωτάτας περιξέσαντα ἑψῆσαι ἐν οἴνῳ μέλανι ἀκρήτῳ αὐστηρῷ· ἔπειτα τρίψαντα καταπλάσσειν χλιηρόν· ξυμμίσγειν δὲ καὶ ἄλευρα, καὶ φυρῇν ἐν οἴνῳ λευκῷ καὶ ἐλαίῳ χλιηρῶς. ἄλλο· κωνείου καρπὸν τρίβοντα, παραστάζειν οἶνον λευκὸν εὐώδεα, ἔπειτα καταπλάσσειν χλιηρόν. ἢν δὲ φλεγμαίνῃ, κισσοῦ ῤίζαν ἑψήσας ἐν ὕδατι, τρίψας λεῖον, ἄλευρον ξυμμίσγων ὡς κάλλιστον, ἐν οἴνῳλευκῷ φυρήσας, καταπλάσσειν, καὶ ἄλειφα πρὸς τούτοις ξυμμίξας. ἄλλο· μανδραγόρου ῤίζαν μάλιστα μὲν χλωρὴν, εἰ δὲ μὴ, ξηρὴν, τὴν μὲν οὖν χλωρὴν ἀποπλύναντα καὶ ταμόντα, ἑψῆσαι ἐν οἴνῳ κεκρημένῳ, καὶ καταπλάσσειν· τὴν δέ γε ξηρὴν τρίψαντα καταπλάσσειν ὁμοίως. ἄλλο· σικύου πέπονος τὸ ἔνδον τρίψας λεῖον καταπλάσσειν. [Fist. 10] ἢν δὲ γένηται ὀδύνη καὶ μὴ φλεγμήνῃ, λίτρον ὀπτήσας ἐρυθρὸν, καὶ τρίψας λεῖον, καὶ στυπτηρίην, καὶ ἅλας φώξας, καὶ τρίψας λείους, συμμίξαι ἴσον ἑκάστου· εἶτα πίσσῃ ξυμμίξας ὡς βελτίστη, ἐς ῤάκος ἐναλείψας, ἐντιθέναι καὶ καταδεῖν. ἄλλο· καππάριος φύλλα χλωρὰ τρίψας, ἐς μαρσίπιον ἐμβαλὼν, προσκαταδεῖν· καὶ ἐπὴν καίειν δοκέῃ, ἀφαιρέειν καὶ αὖθις προστιθέναι. ἢν δὲ μὴ ᾖ φύλλα καππάριος, τὸν φλοιὸν τῆς ῤίζης κόψας, φυρήσας οἴνῳ μέλανι, τὸν αὐτὸν τρόπον καταδεῖν. τοῦτο καὶ πρὸς σπληνῶν όδύνην ἀγαθόν. τούτων τῶν καταπλασμάτων δύναται τὰ μὲν ψύχοντα κωλύειν ῤεῖν, τὰ δὲ μαλθάσσοντα καὶ θερμαίνοντα διαχεῖν, τὰ δὲ ἐς ἑωυτὰ ἕλκοντα ξηραίνειν καὶ ἰσχναίνειν. τοῦτο δὲ τὸ νούσημα γίνεται, ὅταν χολὴ καὶ φλέγμα ἐς τοὺς τόπους καταστηρίξῃ. ἀρχοῦ δὲ φλεγμήναντος, διαχρίειν τῷ φαρμάκῳ, ὅπη ἡ ῤητίνη καὶ τὸ ἔλαιον καὶ ὁ κηρὸς καὶ ἡ μολύβδαινα καὶ τὸ στέαρ· ὡς θερμότατα διεῤῥήθησαν καταπλάττεσθαι.