Essays & Fragments — Julian =========================== Translation/edition: Greek text Language: Ancient Greek Read in Plato Scroll: https://plato-scroll.com/s/julian-essays/ This file: https://plato-scroll.com/text/julian-essays-b.txt Other editions of this work: - Wilmer Cave Wright: https://plato-scroll.com/text/julian-essays.txt Sources and licences: https://plato-scroll.com/attribution.html Numbers in [brackets] are the edition's reference loci (Stephanus, Bekker, book.line, page...). Superscript numerals refer to the Notes at the end. [To Themistius] Ἐγώ σοι βεβαιῶσαι μέν, ὥσπερ οὖν γράφεις, τὰς ἐλπίδας καὶ σφόδρα εὔχομαι, δέδοικα δὲ μὴ διαμάρτω, μείζονος οὔσης τῆς ὑποσχέσεως, ἣν ὑπὲρ ἐμοῦ πρός τε τοὺς ἄλλους ἅπαντας καὶ ἔτι μᾶλλον πρὸς σεαυτὸν ποιῇ· καί μοι πάλαι μὲν οἰομένῳ πρός τε τὸν Ἀλέξανδρον καὶ τὸν Μάρκον, καὶ εἴ τις ἄλλος γέγονεν ἀρετῇ διαφέρων, εἶναι τὴν ἅμιλλαν φρίκη τις προσῄει καὶ δέος θαυμαστόν, μὴ τοῦ μὲν ἀπολείπεσθαι παντελῶς τῆς ἀνδρείας δόξω, τοῦ δὲ τῆς τελείας ἀρετῆς οὐδὲ ἐπ᾿ ὀλίγον ἐφίκωμαι. εἰς ταῦτα ἀφορῶν ἀνεπειθόμην τὴν σχολὴν ἐπαινεῖν, καὶ τῶν Ἀττικῶν διαιτημάτων αὐτός τε ἡδέως ἐμεμνήμην καὶ τοῖς φίλοις ὑμῖν προσᾴδειν ἠξίουν, ὥσπερ οἱ τὰ βαρέα φορτία φέροντες ἐν ταῖς ᾠδαῖς ἐπικουφίζουσιν αὑτοῖς τὴν ταλαιπωρίαν. σὺ δέ μοι νῦν μεῖζον ἐποίησας διὰ τῆς ἔναγχος ἐπιστολῆς τὸ δέος καὶ τὸν ἀγῶνα τῷ παντὶ χαλεπώτερον ἔδειξας, ἐν ταύτῃ παρὰ τοῦ θεοῦ τετάχθαι με τῇ μερίδι λέγων, ἐν ᾗ πρότερον Ἡρακλῆς καὶ Διόνυσος ἐγενέσθην φιλοσοφοῦντες ὁμοῦ καὶ βασιλεύοντες καὶ πᾶσαν Σχεδὸν τῆς ἐπιπολαζούσης κακίας ἀνακαθαιρόμενοι 254 γῆν τε καὶ θάλατταν. κελεύεις δὲ πᾶσαν ἀποσεισάμενον σχολῆς ἔννοιαν καὶ ῥᾳστώνης σκοπεῖν, ὅπως τῆς ὑποθέσεως ἀξίως ἀγωνιούμεθα· εἶτα ἐπ᾿ αὐτοῖς τῶν νομοθετῶν μέμνησαι, Σόλωνος, Πιττακοῦ, Λυκούργου, καὶ τούτων ἁπάντων μείζονα χρῆναι παρ᾿ ἡμῶν λέγεις τοὺς ἀνθρώπους ἐν δίκῃ νῦν περιμένειν. τούτοις ἐγὼ τοῖς λόγοις ἐντυχὼν ἐξεπλάγην μικροῦ· σοὶ μὲν γὰρ ὑπελάμβανον οὐδαμῶς θεμιτὸν κολακεύειν ἢ ψεύδεσθαι, ἐμαυτῷ δὲ συνειδὼς φύσεως μὲν ἕνεκα διαφέρον οὐδὲν οὔτε ἐξ ἀρχῆς οὔτε νῦν ὑπάρξαν, φιλοσοφίας δὲ ἐρασθέντι μόνον· τὰς γὰρ ἐν μέσῳ σιγῶ τύχας, αἵ μοι τὸν ἔρωτα τοῦτον ἀτελῆ τέως ἐφύλαξαν· οὐκ εἶχον οὖν ὅ, τι χρὴ περὶ τῶν τοιούτων λόγων συμβαλεῖν, ἕως ἐπὶ νοῦν ἤγαγεν ὁ θεός, μή ποτε ἄρα προτρέπειν ἐθέλεις διὰ τῶν ἐπαίνων καὶ τῶν ἀγώνων δεῖξαι τὸ μέγεθος, οἷς ἀνάγκη πᾶσα τὸν ἐν πολιτείᾳ ζῶντα παραβεβλῆσθαι τὸν ἅπαντα χρόνον. Τοῦτο δὲ ἀποτρέποντός ἐστι πλέον ἢ πρὸς τὸν βίον παρορμῶντος. ὥσπερ γὰρ εἴ τις τὸν πορθμὸν τὸν παρ᾿ ὑμῖν πλέων καὶ οὐδὲ τοῦτον ῥᾳδίως οὐδὲ εὐκόλως ὑφιστάμενος ἀκούοι παρά του μαντικὴν ἐπαγγελλομένου τέχνην, ὡς χρεὼν αὐτὸν τὸν Αἰγαῖον ἀναμετρῆσαι καὶ τὸν Ἰόνιον καὶ τῆς ἔξω θαλάσσης ἅψασθαι, καὶ “Νῦν μὲν” ὁρᾷς ὁ προφήτης λέγοι “τείχη καὶ λιμένας, ἐκεῖ δὲ γενόμενος 204 Οὐδὲ σκοπιὰν οὐδὲ πέτραν ὄψει, ἀλλ᾿ ἀγαπήσεις καὶ ναῦν πόρρωθεν κατιδὼν προσειπεῖν τοὺς ἐμπλέοντας, καὶ τῆς γῆς ὀψέ ποτε ἁψάμενος, τῷ θεῷ πολλάκις προσεύξῃ, πρὸς αὐτῷ γοῦν τῷ τέλει τοῦ βίου τυχεῖν ὅρμου καὶ τήν τε ναῦν σώαν 255 παραδοῦναι καὶ τοὺς ἐμπλέοντας ἀπαθεῖς τοῖς οἰκείοις κακῶν παραστῆσαι καὶ τὸ σῶμα τῇ μητρὶ γῇ δοῦναι, τοῦτο δὲ ἐσόμενον ἴσως ἄδηλον ἔσται σοι μέχρι τῆς τελευταίας ἐκείνης ἡμέρας· ἆρ᾿ οἴει τούτων ἀκούσαντα τῶν λόγων ἐκεῖνον πόλιν γ᾿ ἂν οἰκεῖν ἑλέσθαι πλησίον θαλάσσης, οὐχὶ δὲ χαίρειν εἰπόντα πλούτῳ καὶ τοῖς ἐξ ἐμπορίας ἀγαθοῖς περιγιγνομένοις, γνωρίμων πολλῶν, ξενικῆς φιλίας, ἱστορίας ἐθνῶν καὶ πόλεων ὑπεριδόντα σοφὸν ἀποφαίνειν τὸν τοῦ Νεοκλέους, ὃς κελεύει λαθεῖν βιώσαντα; καὶ σὺ δὲ ἔοικας τοῦτο καταμαθὼν προκαταλαμβάνειν ἡμᾶς ταῖς εἰς τὸν Ἐπίκουρον λοιδορίαις καὶ προεξαιρεῖν τὴν τοιαύτην γνώμην. φὴς γάρ που σχολὴν ἐπαινεῖν ἀπράγμονα καὶ διαλέξεις ἐν περιπάτοις προσήκειν ἐκείνῳ· ἐγὼ δὲ ὅτι μὲν οὐ καλῶς Ἐπικούρῳ ταῦτα ἐδόκει, πάλαι καὶ σφόδρα πείθομαι· εἰ δὲ πάνθ᾿ ὁντινοῦν ἐπὶ πολιτείαν προτρέπειν ἄξιον, καὶ τὸν ἧττον πεφυκότα καὶ τὸν οὔπω τελέως δυνάμενον, ἐπὶ πλεῖστον ἴσως διαπορῆσαι χρή. λέγουσι γάρ τοι καὶ τὸν Σωκράτη πολλοὺς μὲν οὐ σφόδρα εὐφυῶς ἔχοντας ἀπαγαγεῖν τοῦ βήματος, καὶ Γλαύκωνα ἐκεῖνον, Ξενοφῶν λέγει· τὸν δὲ τοῦ Κλεινίου παῖδα πειραθῆναι μὲν ἐπισχεῖν, οὐ δυνηθῆναι δὲ περιγενέσθαι τοῦ νεανίσκου τῆς ὁρμῆς. ἡμεῖς δὲ καὶ ἄκοντας καὶ ξυνιέντας αὑτῶν προσαναγκάσομεν, θαρρεῖν ὑπὲρ τηλικούτων ἔργων κελεύοντες, ὧν οὐκ ἀρετὴ μόνον ἐστὶν οὐδὲ προαίρεσις ὀρθὴ κυρία, πολὺ δὲ πλέον ἡ τύχη κρατοῦσα πανταχοῦ καὶ βιαζομένη ῥέπειν ᾗπερ ἂν ἐθέλῃ τὰ πράγματα; Χρύσιππος δὲ δοκεῖ τὰ μὲν ἄλλα σοφὸς εἶναι καὶ νομισθῆναι δικαίως, ἀγνοήσας δὲ τὴν τύχην καὶ τὸ αὐτόματον καί τινας ἄλλας αἰτίας τοιαύτας ἔξωθεν τοῖς πρακτικοῖς 256 παρεμπιπτούσας οὐ σφόδρα ὁμολογούμενα λέγειν οἷς ὁ χρόνος ἡμᾶς διὰ μυρίων ἐναργῶς διδάσκει παραδειγμάτων. ποῦ γὰρ εὐτυχῆ καὶ μακάριον Κάτωνα φήσομεν; ποῦ δὲ Δίωνα τὸν Σικελιώτην εὐδαίμονα; οἷς τοῦ μὲν ἀποθανεῖν ἔμελεν ἴσως οὐδέν, τοῦ δὲ μὴ λείπειν ἀτελεῖς τὰς πράξεις, ἐφ᾿ ἃς ἐξ ἀρχῆς ὥρμησαν, καὶ σφόδρα ἔμελε, καὶ πάντα ἂν εἵλοντο παθεῖν ὑπὲρ τούτου. σφαλέντες δὲ ἐν ἐκείνοις εἰ μὲν εὐσχημόνως ἔφερον, ὥσπερ οὖν λέγεται, τὴν τύχην παραμυθίαν ἔσχον ἐκ τῆς ἀρετῆς οὐ μικράν, εὐδαίμονες δὲ οὐκ ἂν λέγοιντο τῶν καλλίστων πράξεων διημαρτηκότες, πλὴν ἴσως διὰ τὴν Στωικὴν ἔνστασιν· πρὸς ἣν ῥητέον, ὡς οὐ ταὐτόν ἐστιν ἐπαινεῖσθαι καὶ μακαρίζεσθαι, καὶ εἰ φύσει τὸ ζῷον εὐδαιμονίας ὀρέγεται, κρεῖττον εἶναι τὸ κατ᾿ἐκείνην μακαριστὸν τέλος τοῦ κατ᾿ ἀρετὴν ἐπαινετοῦ. ἥκιστα δὲ φιλεῖ τῆς εὐδαιμονίας ἡ βεβαιότης τῇ τύχῃ πιστεύειν. καὶ τοὺς ἐν πολιτείᾳ ζῶντας οὐκ ἔνεστιν ἄνευ ταύτης ἀναπνεῖν τὸ δὴ λεγόμενον * * * ἀληθῶς θεωροῦντες εἴτε καὶ πεποιήκασι καὶ στρατηγὸν λόγῳ, καθάπερ οἱ τὰς ἰδέας εἴτε καὶ ψευδῶς ξυντιθέντες, ἐν τοῖς ἀσωμάτοις καὶ νοητοῖς ἱδρῦσθαί που τῶν τυχαίων ὑπεράνω πάντων, ἢ τὸν Διογένους ἐκεῖνον Ἄπολιν, ἄοικον, πατρίδος ἐστερημένον, Οὐκ ἔχοντα μὲν εἰς ὅ,τι παρ᾿ αὐτῆς εὖ πάθῃ καὶ τοὐναντίον ἐν τίνι σφαλῇ· τοῦτον δὲ ὃν ἡ συνήθεια καλεῖν εἴωθε καὶ Ὅμηρος πρῶτος, Ὧι λαοί τ᾿ ἐπιτετράφαται καὶ τόσσα μέμηλεν, Πῶς ἄν τις ἔξω τύχης ἀπαγαγὼν τὴν θέσιν φύλάσσοι; πάλιν δ᾿ ὁ αὑτὸν ὑποτιθεὶς ταύτῃ πόσης 257 αὑτῷ δεῖν οἰήσεται παρασκευῆς καὶ φρονήσεως πηλίκης ὥστε τὰς ἐφ᾿ ἑκάτερα ῥοπάς, καθάπερ πνεύματος κυβερνήτην, εὐσχημόνως φέρειν; Οὐκ ἔστι θαυμαστὸν ἀντιτάξασθαι προσπολεμούσῃ μόνον αὐτῇ, πολὺ δὲ θαυμασιώτερον τῶν ὑπαρξάντων παρ᾿ αὐτῆς ἀγαθῶν ἄξιον φανῆναι. τούτοις ὁ μέγιστος ἑάλω βασιλεὺς ὁ τὴν Ἀσίαν Καταστρεψάμενος Δαρείου καὶ Ξέρξου χαλεπώτερος καὶ μᾶλλον ἀλαζὼν φανείς, ἐπειδὴ τῆς ἐκείνων ἀρχῆς κατέστη κύριος, τούτοις ἁλόντες τοῖς βέλεσιν ἄρδην ἀπώλοντο Πέρσαι, Μακεδόνες,· ὁ τῶν Ἀθηναίων δῆμος, Συρακούσιοι, τὰ Λακεδαιμωνίων τέλη, Ῥωμαίων στρατηγοὶ καὶ ἐπ᾿ αὐτοῖς αὐτοκράτορες μυρίοι. πολὺ μῆκος ἂν γένοιτο πάντας ἀπαριθμουμένῳ τοὺς διὰ πλοῦτον καὶ νίκας καὶ τρυφὴν ἀπολομένους· ὅσοι δὲ ὑπὸ τῶν δυσπραγιῶν ἐπικλυσθέντες δοῦλοι μὲν ἀντ᾿ ἐλευθέρων, ταπεινοὶ δὲ ἀντὶ γενναίων καὶ σφόδρα εὐτελεῖς ἀντὶ τῶν πρόσθεν σεμνῶν ἅπασιν ὤφθησαν, τί με χρὴ νῦν ὥσπερ ἐκ δέλτου μεταγράφοντα καταλέγειν; εἰ γὰρ ὤφελεν ὁ τῶν ἀνθρώπων βίος ἀπορεῖν παραδειγμάτων τοιούτων. ἀλλ᾿ οὔτε ἐστὶν οὔτ᾿ ἂν γένοιτό ποτε τῶν τοιούτων ἐνδεὴς παραδειγμάτων, ἕως ἂν τὸ τῶν ἀνθρώπων διαμένῃ γένος. Ὅτι δὲ οὐκ ἐγὼ μόνος τὴν τύχην ἐπὶ πλεῖστον ἐν τοῖς πρακτέοις κρατεῖν νενόμικα, λέγοιμ᾿ ἂν ἤδη σοι τὰ τοῦ Πλάτωνος ἐκ τῶν θαυμασίων Νόμων, εἰδότι μὲν καὶ διδάξαντί με, ἀπόδειξιν δὲ ὥσπερ τοῦ μὴ ῥᾳθυμεῖν ποιούμενος παραγέγραφά σοι τὴν ῥῆσιν ὧδέ πως ἔχουσαν. “Θεὸς μὲν πάντα καὶ μετὰ θεοῦ τύχη καὶ καιρὸς τὰ ἀνθρώπινα διακυβερνῶσι ξύμπαντα. ἡμερώτερον μὴν τούτοις συγχωρῆσαι τρίτον δεῖν ἕπεσθαι τέχνην.” 258 εἶτα ὁποῖον εἶναι χρὴ τὸν τεχνίτην καὶ δημιουργὸν τῶν καλῶν πράξεων καὶ βασιλέα θεῖον ὑπογράφων· “Γινώσκων ὁ Κρόνος ἄρα, καθάπερ ἡμεῖς, φησί, διεληλύθαμεν, ὡς ἀνθρωπεία φύσις Οὐδαμῇ οὐδεμία ἱκανὴ τὰ ἀνθρώπινα διοικοῦσα αὐτοκράτωρ πάντα μὴ οὐχ ὕβρεώς τε καὶ ἀδικίας μεστοῦσθαι, ταῦτ᾿ οὖν διανοούμενος ἐφίστη τότε βασιλέας καὶ ἄρχοντας ταῖς πόλεσιν ἡμῶν οὐκ ἀνθρώπους, ἀλλὰ γένους θειοτέρου καὶ ἀμείνονος, δαίμονας, οἷον νῦν ἡμεῖς δρῶμεν τοῖς ποιμνίοις καὶ ὅσων ἡμεροί εἰσιν ἀγέλαι· οὐ βοῦς βοῶν οὐδὲ αἶγας αἰγῶν ἄρχοντας ποιοῦμεν αὐτοῖς τινας, ἀλλ᾿ ἡμεῖς αὐτῶν δεσπόζομεν, ἄμεινον ἐκείνων γένος. ταὐτὸν δὴ καὶ ὁ θεὸς φιλάνθρωπος ὢν γένος ἄμεινον ἡμῶν ἐφίστη τὸ τῶν δαιμόνων, ὃ διὰ πολλῆς μὲν αὐτοῖς ῥᾳστώνης, διὰ πολλῆς δ᾿ ἡμῖν, ἐπιμελόμενον ἡμῶν, εἰρήνην τε καὶ αἰδῶ καὶ δὴ ἀφθονίαν δίκης παρεχόμενον, ἀστασίαστα καὶ εὐδαίμονα τὰ τῶν ἀνθρώπων ἀπειργάζετο γένη. λέγει δὴ καὶ νῦν οὗτος ὁ λόγος ἀληθείᾳ χρώμενος, ὅσων πόλεων μὴ θεός, ἀλλά τις ἄρχει θνητός, οὐκ ἔστι κακῶν αὐτοῖς οὐδὲ πόνων ἀνάψυξις· ἀλλὰ μιμεῖσθαι δεῖν ἡμᾶς οἴεται πάσῃ μηχανῇ τὸν ἐπὶ τοῦ Κρόνου λεγόμενον βίον, καὶ ὅσον ἐν ἡμῖν ἀθανασίας ἔνεστι, τούτῳ πειθομένους δημοσίᾳ καὶ ἰδίᾳ τάς τε οἰκήσεις καὶ τὰς πόλεις διοικεῖν, τὴν τοῦ νοῦ διανομὴν ὀνομάζοντας νόμον. εἰ δὲ ἄνθρωπος εἷς ἢ ὀλιγαρχία τις ἢ δημοκρατία ψυχὴν ἔχουσα ἡδονῶν καὶ ἐπιθυμιῶν ὀρεγομένην καὶ πληροῦσθαι τούτων δεομένην ἄρξει δὴ πόλεώς 259 τινος ἢ ἰδιώτου καταπατήσας τοὺς νόμους, οὐκ ἔστι σωτηρίας μηχανή.” Ταύτην ἐγώ σοι τὴν ῥῆσιν ἐξεπίτηδες ὅλην παρέγραψα, μή με κλέπτειν ὑπολάβῃς καὶ κακουργεῖν μύθους ἀρχαίους προφέροντα, τυχὸν μὲν ἐμφερῶς, οὐ μὴν ἀληθῶς πάντη ξυγκειμένους. ἀλλ᾿ ὅ γε ἀληθὴς ὑπὲρ αὐτῶν λόγος τί φησιν; ἀκούεις ὅτι, κἂν ἄνθρωπός τις ᾖ τῇ φύσει, θεῖον εἶναι χρὴ τῇ προαιρέσει καὶ δαίμονα, πᾶν ἅπλως ἐκβαλόντα τὸ θνητὸν καὶ θηριῶδες τῆς ψυχῆς, πλὴν ὅσα ἀνάγκη διὰ τὴν τοῦ σώματος παραμένειν σωτηρίαν; ταῦτα εἴ τις ἐννοῶν δέδοικεν ἐπὶ τηλικοῦτον ἑλκόμενος βίον, ἆρά σοι φαίνεται τὴν Ἐπικούρειον θαυμάζειν ἀπραγμοσύνην καὶ τοὺς κήπους καὶ τὸ προάστειον τῶν Ἀθηνῶν καὶ τὰς μυρρίνας καὶ τὸ Σωκράτους δωμάτιον; ἀλλ᾿ οὐκ ἔστιν ὅπου γε ἐγὼ ταῦτα προτιμήσας τῶν πόνων ὤφθην. ἥδιστα ἄν σοι τοὺς ἐμαυτοῦ πόνους διεξῆλθον καὶ τὰ ἐπικρεμασθέντα παρὰ τῶν φίλων καὶ ξυγγενῶν, ὅτε τῆς παρ᾿ ὑμῖν ἠρχόμην παιδείας, δείματα, εἰ μὴ σφόδρα αὐτὸς ἠπίστασο. τὰ δὲ ἐν Ἰωνίᾳ πρὸς τὸν καὶ γένει προσήκοντα καὶ φιλίᾳ μᾶλλον οἰκεῖον ὄντα μοι πραχθέντα πρότερον ὑπὲρ ἀνδρὸς ξένου μικρὰ παντελῶς γνωρίμου μοι γενομένου, τοῦ σοφιστοῦ φημί, λέληθεν οὐδέν σε. ἀποδημίας δὲ οὐχ ὑπέστην τῶν φίλων ἕνεκα; καίτοι Καρτερίῳ μὲν οἶσθ᾿ ὅπως συνηράμην πρὸς τὸν ἑταῖρον ἡμῖν ἀφικόμενος Ἀράξιον ἄκλητος, ὑπὲρ αὐτοῦ δεησόμενος. ὑπὲρ δὲ τῶν τῆς θαυμασίας Ἀρετῆς κτημάτων καὶ ὧν ἐπεπόνθει παρὰ τῶν γειτόνων Ἀθηνῶν obet, Ἀθηναίων Hertlein, MSS. Οὐκ εἰς τὴν Φρυγίαν τὸ δεύτερον ἀφικόμην ἐν οὐδὲ ὅλοις μησὶ δύο, ἀσθενοῦς ἤδη μοι παντελῶς ὄντος τοῦ σώματος διὰ τὴν ἐπιγενομένην ὑπὸ τῆς πρότερον κακοπαθείας ἀρρωστίαν; ἀλλὰ δὴ τὸ τελευταῖον πρὸ τῆς εἰς τὴν Ἑλλάδα γενομένης ἡμῖν ἀφίξεως, ὅτε περὶ τῶν ἐσχάτων, ὡς ἂν εἴποιεν οἱ πολλοί, κινδυνεύων ἐγὼ τῷ στρατοπέδῳ παρέμενον, ὁποίας ἔγραφον ἐπιστολὰς πρὸς σὲ 260 νῦν ὑπομνήσθητι, μήποτε ὀδυρμῶν πλήρεις, μήτι μικρὸν ἢ ταπεινὸν ἢ λίαν ἀγεννὲς ἐχούσας. ἀπιὼν δὲ ἐπὶ τὴν Ἑλλάδα πάλιν, ὅτε με φεύγειν ἐνόμιζον πάντες, οὐχ ὡς ἐν ἑορτῇ τῇ μεγίστῃ τὴν τύχην ἐπαινῶν ἡδίστην ἔφην εἶναι τὴν ἀμοιβὴν ἐμοὶ καὶ τὸ δὴ λεγόμενον Χρύσεα χαλκείων, ἑκατόμβοι᾿ ἐννεαβοίων Ἔφην ἀντηλλάχθαι; οὕτως ἀντὶ τῆς ἐμαυτοῦ ἑστίας τὴν Ἑλλάδα λαχὼν ἐγανύμην, οὐκ ἀγρόν, οὐ κῆπον, οὐ δωμάτιον ἐκεῖ κεκτημένος. Ἀλλὰ ἴσως ἔοικα ἐγὼ τὰς μὲν δυσπραγίας οὐκ ἀγεννῶς φέρειν, πρὸς δὲ τὰς παρὰ τῆς τύχης δωρεὰς ἀγεννής τις εἶναι καὶ μικρός, ὅ γε ἀγαπῶν τὰς Ἀθήνας μᾶλλον τοῦ νῦν περὶ ἡμᾶς ὄγκου, τὴν σχολὴν δήπουθεν ἐκείνην ἐπαινῶν, διὰ δὲ τὸ πλῆθος τῶν πράξεων τοῦτον αἰτιώμενος τὸν βίον; ἀλλὰ μή ποτε χρὴ περὶ ἡμῶν ἄμεινον κρίνειν, οὐκ εἰς ἀπραξίαν καὶ πρᾶξιν βλέποντας, μᾶλλον δὲ εἰς τὸ Γνῶθι σαυτὸν καὶ τὸ Ἔρδοι δ᾿ ἕκαστος ἥντιν᾿ εἰδείη τέχνην. Μεῖζον ἔμοιγε φαίνεται τὸ βασιλεύειν ἢ κατ᾿ ἄνθρωπον καὶ φύσεως δεῖσθαι δαιμονιωτέρας βασιλεύς, ὥσπερ οὖν καὶ Πλάτων ἔλεγε· καὶ νῦν Ἀριστοτέλους εἰς ταὐτὸ συντείνοντα παραγράψω λόγον, οὐ γλαῦκα Ἀθηναίοις ἄγων, ἀλλ᾿ ὅτι μὴ παντάπασιν ἀμελῶ τῶν ἐκείνου λόγων ἐπιδεικνύμενος. φησὶ δὲ ὁ ἀνὴρ ἐν τοῖς πολιτικοῖς συγγράμμασιν· “Εἰ δὲ δή τις ἄριστον θείη τὸ βασιλεύεσθαι ταῖς πόλεσι, πῶς ἕξει τὰ περὶ τῶν τέκνων; πότερον καὶ τὸ γένος δεῖ βασιλεύειν; ἀλλὰ γιγνομένων ὁποῖοί τινες ἔτυχον, βλαβερόν. ἀλλὰ οὐ παραδώσει κύριος ὢν τοῖς τέκνοις; ἀλλ᾿ 261 οὐκ ἔτι ῥᾴδιον τοῦτο πιστεῦσαι· χαλεπὸν γὰρ καὶ μείζονος ἀρετῆς ἢ κατ᾿ ἀνθρωπίνην φύσιν.” ἑξῆς δὲ περὶ τοῦ κατὰ νόμον λεγομένου βασιλέως διεξελθών, ὡς ἐστὶν ὑπηρέτης καὶ φύλαξ τῶν νόμων, καὶ τοῦτον οὐδὲ βασιλέα καλῶν, οὐδὲ τὸν τοιοῦτον εἶδος πολιτείας οἰόμενος, προστίθησι· “Περὶ δὲ τῆς παμβασιλείας καλουμένης, αὕτη δ᾿ ἐστὶ καθ᾿ ἣν ἄρχει πάντων κατὰ τὴν αὑτοῦ βούλησιν ὁ βασιλεύς, δοκεῖ τισιν οὐδὲ κατὰ φύσιν εἶναι τὸ κύριον ἕνα πάντων εἶναι τῶν πολιτῶν· τοῖς γὰρ ὁμοίοις φύσει τὸ αὐτὸ δίκαιον ἀναγκαῖον εἶναι.” εἶτα μετ᾿ ὀλίγον φησίν· “Ὁ μὲν οὖν τὸν νοῦν κελεύων ἄρχειν δοκεῖ κελεύειν ἄρχειν τὸν θεὸν καὶ τοὺς νόμους· ὁ δὲ ἄνθρωπον κελεύωνπροστίθησι καὶ θηρία· ἥ τε γὰρ ἐπιθυμία τοιοῦτον καὶ ὁ θυμὸς ὃς διαστρέφει καὶ τοὺς ἀρίστους ἄνδρας· διόπερ ἄνευ ὀρέξεως ὁ νοῦς νόμος ἐστίν.” ὁρᾷς, ὁ φιλόσοφος ἔοικεν ἐνταῦθα σαφῶς ἀπιστοῦντι καὶ κατεγνωκότι τῆς ἀνθρωπίνης φύσεως. φησὶ γὰρ οὕτω ῥήματι τοῦτο λέγων· οὐδεμίαν ἀξιόχρεων εἶναι φύσιν ἀνθρωπίνην πρὸς τοσαύτην τύχης ὑπεροχήν· οὔτε γὰρ τῶν παίδων τὸ κοινῇ τοῖς πολίταις συμφέρον προτιμᾶν ἄνθρωπόν γε ὄντα ῥᾴδιον ὑπολαμβάνει, καὶ πολλῶν ὁμοίων ἄρχειν οὐ δίκαιον εἶναί φησι, καὶ τέλος ἐπιθεὶς τὸν κολοφῶνα τοῖς ἔμπροσθεν λόγοις νόμον μὲν εἶναί φησι τὸν νοῦν χωρὶς ὀρέξεως, ᾧ μόνῳ τὰς πολιτείας ἐπιτρέπειν χρῆναι, ἀνδρῶν δὲ οὐδενί. ὁ γὰρ ἐν αὐτοῖς νοῦς, κἂν ὦσιν ἀγαθοί, συμπέπλεκται θυμῷ καὶ ἐπιθυμίᾳ, θηρίοις χαλεπωτάτοις. ταῦτα ἐμοὶ δοκεῖ τοῖς τοῦ Πλάτωνος ἄκρως 262 ὁμολογεῖν, πρῶτον μὲν ὅτι κρείττονα χρὴ τῶν ἀρχομένων εἶναι τὸν ἄρχοντα, οὐκ ἐπιτηδεύσει μόνον, ἀλλὰ καὶ φύσει διαφέροντα· ὅπερ εὑρεῖν ἐν ἀνθρώποις οὐ ῥᾴδιον· . . . καὶ τρίτον ὅτι πάσῃ μηχανῇ κατὰ δύναμιν νόμοις προσεκτέον οὐκ ἐκ τοῦ παραχρῆμα κειμένοις οὐδὲ ὡς ἔοικε νῦν τεθεῖσιν ὑπ᾿ ἀνδρῶν οὐ πάντη κατὰ νοῦν βεβιωκότων, ἀλλ᾿ ὅστις μᾶλλον τὸν νοῦν καθαρθεὶς καὶ τὴν ψυχὴν οὐκ εἰς τὰ παρόντα ἀφορῶν ἀδικήματα οὐδὲ εἰςτὰς παρεστώσας τύχας τίθησι τοὺς νόμους, ἀλλὰ τὴν τῆς πολιτείας φύσιν καταμαθὼν καὶ τὸ δίκαιον οἷόν ἐστι τῇ φύσει καὶ ποταπόν ἐστι τἀδίκημα τεθεαμένος τῇ φύσει, εἶθ᾿ ὅσα δυνατόν ἐστιν ἐκεῖθεν ἐνταῦθα μεταφέρων καὶ τιθεὶς νόμους τοῖς πολίταις κοινούς, οὔτε εἰς φιλίαν οὔτε εἰς ἔχθραν ἀφορῶν οὔτε εἰς γείτονα καὶ ξυγγενῆ· κρεῖσσον δε, εἰ μηδὲ τοῖς καθ᾿ ἑαυτὸν ἀνθρώποις, ἀλλὰ τοῖς ὕστερον ἢ ξένοις γράψας ἀποπέμποι νόμους, ἔχων γε οὐδὲν οὐδὲ ἐλπίζων πρὸς αὐτοὺς ἕξειν ἰδιωτικὸν συνάλλαγμα. ἐπεὶ καὶ τὸν Σόλωνα τὸν σοφὸν ἀκούω μετὰ τῶν φίλων συμβουλευσάμενον ὑπὲρ τῆς τῶν χρεῶν ἀναιρέσεως τοῖς μὲν εὐπορίας ἀφορμήν, αὑτῷ δὲ αἰσχύνης αἰτίαν παρασχεῖν, καὶ ταῦτα τῷ πολιτεύματι τὸν δῆμον ἐλευθερώσαντα. οὕτως οὐ ῥᾴδιόν ἐστι τὰς τοιαύτας ἐκφυγεῖν κῆρας, κἂν τὸν αὑτοῦ νοῦν παράσχῃ τις ἀπαθῆ πρὸς τὴν πολιτείαν. Ἃ δεδιὼς ἐγὼ πολλάκις εἰκότως ἐπαινῶ τὸν ἔμπροσθεν βίον, καὶ σοὶ πειθόμενος μάλιστα ταῦτα ἐγὼ διανοοῦμαι, οὐχ ὅτι μοι τὸν ζῆλον πρὸς ἐκείνους μόνον ἔφης προκεῖσθαι τοὺς ἄνδρας, Σόλωνα καὶ Λυκοῦργον καὶ Πιττακόν, ἀλλὰ καὶ ὅτι μεταβῆναί με φὴς ἐκ τῆς ὑποστέγου φιλοσοφίας πρὸς τὴν ὑπαίθριον. ὥσπερ οὖν, εἰ τῷ 263 χαλεπῶς καὶ μόλις ὑγιείας ἕνεκα τῆς αὑτοῦ γυμναζομένῳ μετρίως οἴκαδε προύλεγες, ὅτι “Νῦν ἥκεις εἰς Ὀλυμπίαν καὶ μεταβέβηκας ἐκ τῆς ἐν τῷ δωματίῳ παλαίστρας ἐπὶ τὸ στάδιον τοῦ Διός, οὗ θεατὰς ἕξεις τούς τε ἁπανταχόθεν Ἕλληνας Καὶ πρώτους γε τοὺς σαυτοῦ πολίτας, ὑπὲρ ὦν ἀγωνίζεσθαι χρή, τινὰς δὲ καὶ τῶν βαρβάρων, οὓς ἐκπλῆξαι χρεών, φοβερωτέραν αὐτοῖς τὴν πατρίδα τό γε εἰς σὲ νῦν ἧκον ἐπιδείξαντα,” κατέβαλες ἂν εὐθέως καὶ τρέμειν ἐποίησας πρὸ τῆς ἀγωνίας· οὕτω κἀμὲ νῦν νόμιζε διατεθῆναι τοῖς τοιούτοις λόγοις. καὶ περὶ μὲν τούτων εἴτε ὀρθῶς ἔγνωκα νῦν εἴτε ἐν μέρει σφάλλομαι τοῦ προσήκοντος εἴτε καὶ τοῦ παντὸς διαμαρτάνω, διδάξεις αὐτίκα μάλα. Ὑπὲρ δὲ ὧν ἀπορῆσαί μοι πρὸς τὴν ἐπιστολὴν τὴν σὴν παρέστη, ὦ φίλη κεφαλὴ καὶ πάσης ἔμοιγε τιμῆς ἀξία, βούλομαι δηλῶσαι· σαφέστερον γάρ πως ὑπὲρ αὐτῶν ἐπιθυμῶ μαθεῖν. ἔφησθα ὅτι τὸν ἐν τῇ πράξει παρὰ τὸν φιλόσοφον ἐπαινεῖς βίον, καὶ τὸν Ἀριστοτέλη τὸν σοφὸν ἐκάλεις μάρτυρα, τὴν εὐδαιμονίαν ἐν τῷ πράττειν εὖ τιθέμενον, καὶ τὴν διαφορὰν σκοποῦντα τοῦ τε πολιτικοῦ βίου καὶ τῆς ἐν τῇ θεωρίᾳ ζωῆς, διαπορεῖν ἄττα περὶ αὐτῶν, καὶ τὴν μὲν θεωρίαν ἐν ἄλλοις προτιμᾶν, ἐπαινεῖν δὲ ἐνταῦθα τοὺς τῶν καλῶν πράξεων ἀρχιτέκτονας. τούτους δὲ αὐτὸς μὲν εἶναι φὴς τοὺς βασιλέας, Ἀριστοτέλης δὲ εἴρηκεν οὐδαμοῦ κατὰ τὴν ὑπὸ σοῦ προστεθεῖσαν λέξιν, πλέον δὲ θάτερον ἐξ ὧν παραγέγραφας ἄν τις νοήσειε. τὸ γὰρ “Μάλιστα δὲ πράττειν λέγομεν κυρίως καὶ τῶν ἐξωτερικῶν πράξεων τοὺς ταῖς διανοίαις ἀρχιτέκτονας” εἰς τοὺς νομοθέτας καὶ Τοὺς πολιτικοὺς φιλοσόφους καὶ πάντας ἁπλῶς τοὺς νῷ τε καὶ λόγῳ πράττοντας, οὐχὶ δὲ εἰς τοὺς αὐτουργοὺς καὶ τῶν πολιτικῶν πράξεων ἐργάτας 264 εἰρῆσθαι νομιστέον· οἷς οὐκ ἀπόχρη μόνον ἐνθυμηθῆναι καὶ κατανοῆσαι καὶ τὸ πρακτέον τοῖς ἄλλοις φράσαι, προσήκει δὲ αὐτοῖς ἕκαστα μεταχειρίζεσθαι καὶ πράττειν ὧν οἱ νόμοι διαγορεύουσι καὶ πολλάκις οἱ καιροὶ προσαναγκάζουσι, πλὴν εἰ μὴ τὸν ἀρχιτέκτονα καλοῦμεν, καθάπερ Ὅμηρος τὸν Ἡρακλέα καλεῖν εἴωθεν ἐν τῇ ποιήσει “μεγάλων ἐπιίστορα ἔργων,” αὐτουργότατον ἁπάντων γενόμενον. Εἰ δὲ τοῦτ᾿ ἀληθὲς ὑπολαμβάνομεν ἢ καὶ μόνον ἐν τῷ πράττειν τὰ κοινά φαμεν εὐδαίμονας τοὺς κυρίους ὄντας καὶ βασιλεύοντας πολλῶν, τί ποτε περὶ Σωκράτους ἐροῦμεν; Πυθαγόραν δὲ καὶ Δημόκριτον καὶ τὸν Κλαζομένιον Ἀναξαγόραν ἴσως διὰ τὴν θεωρίαν κατ᾿ ἄλλο φήσεις εὐδαίμονας· Σωκράτης δὲ τὴν θεωρίαν παραιτησάμενος καὶ τὸν πρακτικὸν ἀγαπήσας βίον οὐδὲ τῆς γαμετῆς ἦν τῆς αὑτοῦ κύριος οὐδὲ τοῦ παιδός· ἦπού γε δυοῖν ἢ τριῶν πολιτῶν ἐκείνῳ κρατεῖν ὑπῆρχεν; ἆρ᾿ οὖν οὐκ ἦν ἐκεῖνος πρακτικός, ἐπεὶ μηδενὸς ἦν κύριος; ἐγὼ μὲν οὖν Ἀλεξάνδρου φημὶ μείζονα τὸν Σωφρονίσκου κατεργάσασθαι, τὴν Πλάτωνος αὐτῷ σοφίαν ἀνατιθείς, τὴν Ξενοφῶντος στρατηγίαν, τὴν Ἀντισθένους ἀνδρείαν, τὴν Ἐρετρικὴν φιλοσοφίαν, τὴν Μεγαρικήν, τὸν Κέβητα, Τὸν Σιμμίαν, τὸν Φαίδωνα, μυρίους ἄλλους· καὶ οὔπω φημὶ τὰς γενομένας ἡμῖν ἐνθένδ᾿ ἀποικίας, τὸ Λύκειον, τὴν Στοάν, τὰς Ἀκαδημείας. τίς οὖν ἐσώθη διὰ τὴν Ἀλεξάνδρου νίκην; τίς πόλις ἄμεινον ᾠκήθη; τίς αὑτοῦ γέγονε βελτίων ἰδιώτης ἀνήρ; πλουσιωτέρους μὲν γὰρ πολλοὺς ἂν εὕροις, σοφώτερον δὲ οὐδένα οὐδὲ σωφρονέστερον αὐτὸν αὑτοῦ, εἰ μὴ καὶ μᾶλλον ἀλαζόνα καὶ ὑπερόπτην. ὅσοι δὲ σώζονται νῦν ἐκ φιλοσοφίας, διὰ τὸν Σωκράτη σώζονται. καὶ τοῦτο οὐκ ἐγὼ μόνος, Ἀριστοτέλης δὲ πρότερος ἔοικεν ἐννοήσας 265 εἰπεῖν, ὅτι μὴ μεῖον αὐτῷ προσήκει φρονεῖν ἐπὶ τῇ θεολογικῇ συγγραφῇ τοῦ καθελόντος τὴν Περσῶν δύναμιν. καί μοι δοκεῖ τοῦτο ἐκεῖνος ὀρθῶς ξυννοῆσαι· νικᾶν μὲν γὰρ ἀνδρείας ἐστὶ μάλιστα καὶ τῆς τύχης, κείσθω δέ, εἰ βούλει, καὶ τῆς ἐντρεχοῦς ταύτης φρονήσεως, ἀληθεῖς δὲ ὑπὲρ τοῦ θεοῦ δόξας ἀναλαβεῖν οὐκ ἀρετῆς μόνον τῆς τελείας ἔργον ἐστίν, ἀλλ᾿ ἐπιστήσειεν ἄν τις εἰκότως, πότερον χρὴ τὸν τοιοῦτον ἄνδρα ἢ θεὸν καλεῖν. εἰ γὰρ ὀρθῶς ἔχει τὸ λεγόμενον, ὅτι πέφυκεν ἕκαστον ὑπὸ τῶν οἰκείων γνωρίζεσθαι, τὴν θείαν οὐσίαν ὁ γνωρίσας θεῖός τις ἂν εἰκότως νομίζοιτο. Ἀλλ᾿ ἐπειδὴ πάλιν ἐοίκαμεν εἰς τὸν θεωρηματικὸν ὁρμήσαντες βίον τούτῳ παραβάλλειν τὸν πρακτικόν, ἐξ ἀρχῆς παραιτησαμένου καὶ σοῦ τὴν σύγκρισιν, αὐτῶν ἐκείνων, ὧν ἐπεμνήσθης, Ἀρείου, Νικολάου, Θρασύλλου καὶ Μουσωνίου μνημονεύσω. τούτων γὰρ οὐχ ὅπως τις ἦν κύριος τῆς αὑτοῦ πόλεως, ἀλλ᾿ ὁ μὲν Ἄρειος, ὡς φασί, καὶ διδομένην αὐτῷ τὴν Αἴγυπτον ἐπιτροπεῦσαι παρῃτήσατο, Θράσυλλος δὲ Τιβερίῳ πικρῷ καὶ φύσει χαλεπῷ τυράννῳ ξυγγενόμενος, εἰ μὴ διὰ τῶν καταλειφθέντων ὑπ᾿ αὐτοῦ λόγων ἀπελογήσατο, δείξας ὅστις ἦν, ὦφλεν ἂν εἰς τέλος αἰσχύνην ἀναπάλλακτον, οὕτως αὐτὸν οὐδὲν ὤνησεν ἡ πολιτεία, Νικόλαος δὲ πράξεων μὲν οὐ μεγάλων αὐτουργὸς γέγονε, γνώριμος δέ ἐστι μᾶλλον διὰ τοὺς ὑπὲρ αὐτῶν λόγους, καὶ Μουσώνιος ἐξ ὧν ἔπαθεν ἀνδρείως καὶ νὴ Δί᾿ ἤνεγκεν ἐγκρατῶς τὴν τῶν τυράννων ὠμότητα γέγονε γνώριμος, ἴσως οὐκ ἔλαττον εὐδαιμονῶν ἐκείνων τῶν τὰς μεγάλας ἐπιτροπευσάντων βασιλείας. Ἄρειος δὲ ὁ τὴν ἐπιτροπὴν τῆς Αἰγύπτου παραιτησάμενος ἑκὼν 266 αὑτὸν ἀπεστέρει τοῦ κρατίστου τέλους εἰ τοῦτ᾿ ᾤετο κυριώτατον. σὺ δὲ αὐτὸς ἡμῖν ἄπρακτος εἶ, μήτε στρατηγῶν μήτε δημηγορῶν μήτε ἔθνους ἢ πόλεως ἄρχων; ἀλλ᾿ οὐκ ἂν φαίη νοῦν ἔχων ἀνήρ. ἔξεστι γάρ σοι φιλοσόφους πολλοὺς ἀποφήναντι, εἰ δὲ μή, τρεῖς ἢ τέτταρας μείζονα τὸν βίον εὐεργετῆσαι τῶν ἀνθρώπων πολλῶν ὁμοῦ βασιλέων. οὐ μικρᾶς γὰρ μερίδος ὁ φιλόσοφοςπροέστηκεν, οὐδέ, καθάπερ ἔφης, συμβουλῆς ἐστι μόνης τῆς ὑπὲρ τῶν κοινῶν ἐκεῖνος κύριος, οὐδὲ ἡ πρᾶξις εἰς λόγον αὖθις αὐτῷ περιίσταται, ἔργῳ δὲ βεβαιῶν τοὺς λόγους καὶ φαινόμενος τοιοῦτος, ὁποίους βούλεται τοὺς ἄλλους εἶναι, πιθανώτερος ἂν εἴη καὶ πρὸς τὸ πράττειν ἀνυσιμώτερος τῶν ἐξ ἐπιτάγματος ἐπὶ τὰς καλὰς πράξεις παρορμώντων. Ἀλλ᾿ ἐπανιτέον εἰς ἀρχὴν καὶ συμπεραντέον τὴν ἐπιστολὴν μείζονα ἴσως οὖσαν τοῦ δέοντος. ἔστι δὲ ἐν αὐτῇ τὸ κεφάλαιον, ὅτι μήτε τὸν πόνον φεύγων μήτε τὴν ἡδονὴν θηρεύων μήτε ἀπραγμοσύνης καὶ ῥᾳστώνης ἐρῶν τὸν ἐν τῇ πολιτείᾳ δυσχεραίνω βίον· ἀλλ᾿, ὅπερ ἔφην ἐξ ἀρχῆς, οὔτε παιδείαν ἐμαυτῷ συνειδὼς τοσαύτην οὔτε φύσεως ὑπεροχήν, καὶ προσέτι δεδιώς, μὴ φιλοσφίαν, ἧς ἐρῶν οὐκ ἐφικόμην, εἰς τοὺς νῦν ἀνθρώπους οὐδὲ ἄλλως εὐδοκιμοῦσαν διαβάλλω, πάλαι τε ἔγραφον ἐκεῖνα καὶ νῦν τὰς παρ᾿ ὑμῶν ἐπιτιμήσεις ἀπελυσάμην εἰς δύναμιν. Διδοίη δὲ ὁ θεὸς τὴν ἀρίστην τύχην καὶ φρόνησιν ἀξίαν τῆς τύχης, ὡς ἐγὼ νῦν ἔκ τε τοῦ κρείττονος τό γε πλέον καὶ παρ᾿ ὑμῶν τῶν φιλοσοφούντων ἁπάσῃ μηχανῇ βοηθητέος εἶναί 267 μοι δοκῶ, προτεταγμένος ὑμῶν καὶ προκινδυνεύων. εἰ δέ τι μεῖζον ἀγαθὸν τῆς ἡμετέρας παρασκευῆς καὶ ἧς ὑπὲρ ἐμαυτοῦ γνώμης ἔχω τοῖς ἀνθρώποις δι᾿ ἡμῶν ὁ θεὸς παράσχοι, χαλεπαίνειν οὐ χρὴ πρὸς τοὺς ἐμοὺς λόγους. ἐγὼ γὰρ οὐδὲν ἐμαυτῷ Συνειδὼς ἀγαθὸν πλὴν τοῦτο μόνον, ὅτι μηδὲ οἴομαι τὰ μέγιστα ἔχειν ἔχων τε οὐδέν, ὡς ὁρᾷς αὐτός, εἰκότως βοῶ καὶ μαρτύρομαι μὴ μεγάλα παρ᾿ ἡμῶν ἀπαιτεῖν, ἀλλὰ τῷ θεῷ τὸ πᾶν ἐπιτρέπειν· οὕτω γὰρ ἐγὼ τῶν τε ἐλλειμμάτων εἴην ἂν ἀνεύθυνος καί, γενομένων ἁπάντων δεξιῶν, εὐγνώμων ἂν καὶ μέτριος εἴην, οὐκ ἀλλοτρίοις ἐμαυτὸν ἔργοις ἐπιγράφων, τῷ θεῷ δέ, ὥσπερ οὖν δίκαιον, προσανατεθεικὼς ἅπαντα αὐτός τε εἴσομαι καὶ ὑμᾶς προτρέπω τὴν χάριν εἰδέναι. [To the Senate] Πολλῶν εἰργασμένων τοῖς προγόνοις ὑμῶν, ἐφ᾿ οἷς οὐκ ἐκείνοις μόνον τότε ἐξῆν, ἀλλὰ καὶ ὑμῖν νῦν ἔξεστι φιλοτιμεῖσθαι, καὶ πολλῶν ἐγηγερμένων τροπαίων ὑπέρ τε ἁπάσης τῆς Ἑλλάδος κοινῇ καὶ κατ᾿ ἰδίαν ὑπὲρ αὐτῆς τῆς πόλεως, ἐν οἷς ἠγωνίσατο μόνη πρός τε τοὺς ἄλλους Ἕλληνας καὶ πρὸς τὸν βάρβαρον, οὐδέν ἐστι τηλικοῦτον ἔργον οὐδὲ ἀνδραγαθία τοσαύτη, πρὸς ἣν οὐκ ἔνεστι καὶ ταῖς ἄλλαις ἁμιλληθῆναι πόλεσι. τὰ μὲν γὰρ μεθ᾿ ὑμῶν καὶ αὗται, τὰ δὲ κατ᾿ ἰδίαν εἰργάσαντο. καὶ ἵνα μὴ μεμνημένος ἔπειτα ἀντιπαραβάλλων ἢ προτιμᾶν ἑτέρας ἑτέραν ἐν οἷς διαμφισβητοῦσι νομισθείην ἢ πρὸς τὸ λυσιτελοῦν, ὥσπερ οἱ ῥήτορες, ἐνδεέστερον ἐπαινεῖν τὰς ἐλαττουμένας, τοῦτο ἐθέλω φράσαι μόνον ὑπὲρ ὑμῶν, ᾧ μηδὲν ἀντίπαλον ἔχομεν ἐξευρεῖν παρὰ τοῖς ἄλλοις Ἕλλησιν, ἐκ τῆς παλαιᾶς φήμης εἰς ἡμᾶς παραδεδομένον. ἀρχόντων μὲν Λακεδαιμονίων οὐ βίᾳ τὴν ἀρχήν, ἀλλὰ δόξῃ δικαιοσύνης παρείλεσθε, καὶ τὸν Ἀριστείδην τὸν δίκαιον οἱ παρ᾿ ὑμῖν ἐθρέψαντο νόμοι. καίτοι γε ταῦτα οὕτως ὄντα λαμπρὰ τεκμήρια διὰ λαμπροτέρων οἶμαι τῶν 269 ἔργων ὅμως ἐπιστώσασθε. τὸ μὲν γὰρ δόξαι δίκαιον ἴσως ἄν τῳ καὶ ψευδῶς συμβαίη, καὶ τυχὸν οὐ παράδοξον ἐν πολλοῖς φαύλοις ἕνα γενέσθαι σπουδαῖον. ἢ γὰρ οὐχὶ καὶ παρὰ Μήδοις ὑμνεῖταί τις Δηιόκης Ἄβαρίς τε ἐν Ὑπερβορέοις καὶ Ἀνάχαρσις ἐν Σκύθαις; ὑπὲρ ὧν τοῦτο ἦν θαυμαστόν, ὅτι παρὰ τοῖς ἀδικωτάτοις γεγονότες ἔθνεσι τὴν δίκην ὅμως ἐτίμησαν, τὼ μὲν ἀληθῶς, ὁ δὲ τῆς χρείας χάριν πλαττόμενος. δῆμον δὲ ὅλον καὶ πόλιν ἐραστὰς ἔργων καὶ λόγων δικαίων ἔξω τῆς παρ᾿ ὑμῖν οὐ ῥᾴδιον εὑρεῖν. βούλομαι δὲ ὑμᾶς ἑνὸς τῶν παρ᾿ ὑμῖν πολλῶν γε ὄντων ἔργων ὑπομνῆσαι. Θεμιστοκλέους γὰρ μετὰ τὰ Μηδικὰ γνώμην εἰσηγεῖσθαι διανοουμένου λάθρᾳ καταφλέξαι τὰ νεώρια τῶν Ἑλλήνων, εἶτα μὴ τολμῶντος εἰς τὸν δῆμον λέγειν, ἑνὶ δὲ ὁμολογοῦντος πιστεύσειν τὸ ἀπόρρητον, ὅνπερ ἂν ὁ δῆμος χειροτονήσας προέληται, προυβάλετο μὲν ὁ δῆμος τὸν Ἀριστείδην· ὁ δὲ ἀκούσας τῆς γνώμης ἔκρυψε μὲν τὸ ῥηθέν, ἐξήνεγκε δὲ εἰς τὸν δῆμον, ὡς οὔτε λυσιτελέστερον οὔτε ἀδικώτερον εἴη τι τοῦ βουλεύματος· καὶἡ πόλις ἀπεψηφίσατο παραχρῆμα καὶ παρῃτήσατο, πάνυ γε νὴ Δία μεγαλοψύχως καὶ ὃν ἐχρῆν τρόπον ἄνδρας ὑπὸ μάρτυρι τῇ φρονιμωτάτῃ θεῷ τρεφομένους. Οὐκοῦν εἰ ταῦτα παρ᾿ ὑμῖν μὲν ἦν πάλαι, σώζεται δὲ ἐξ ἐκείνου καὶ εἰς ὑμᾶς ἔτι τῆς τῶν προγόνων ἀρετῆς ὥσπερ ἐμπύρευμά τι σμικρόν, εἰκός ἐστιν ὑμᾶς οὐκ εἰς τὸ μέγεθος τῶν πραττομένων ἀφορᾶν οὐδὲ εἴ τις ὥσπερ δι᾿ ἀέρος ἱπτάμενος διὰ τῆς γῆς ἐβάδισεν ἀμηχάνῳ τάχει καὶ ἀτρύτῳ ῥώμῃ, σκοπεῖν δὲ ὅτῳ ταῦτα μετὰ τοῦ δικαίου κατείργασται, κᾆτα ἂν μὲν φαίνηται 270 ξὺν δίκῃ πράττων, ἰδίᾳ τε αὐτὸν ἴσως καὶ δημοσίᾳ πάντες ἐπαινεῖτε, τῆς δίκης δὲ ὀλιγωρήσας ἀτιμάζοιτο ἂν παρ᾿ ὑμῶν εἰκότως. οὐδὲν γὰρ οὕτως ἐστὶν ὡς τὸ δίκαιον ἀδελφὸν φρονήσει. τοὺς οὖν ἀτιμάζοντας τοῦτο δικαίως ἂν καὶ ὡς εἰς τὴν παρ᾿ ὑμῖν θεὸν ἀσεβοῦντας ἐξελαύνοιτε. βούλομαι οὖν ὑμῖν τὰ κατ᾿ ἐμαυτὸν οὐκ ἀγνοοῦσι μὲν ἀπαγγεῖλαι δὲ ὅμως, ὅπως, εἴ τι λέληθεν· εἰκὸς δὲ ἔνια καὶ ὅσα μάλιστα τοῖς πᾶσι γνωσθῆναι προσήκει· ὑμῖν τε καὶ δι᾿ ὑμῶν τοῖς ἄλλοις Ἕλλησι γένοιτο γνώριμα. μηδεὶς οὖν ὑπολάβῃ με ληρεῖν ἢ φλυαρεῖν, εἰ περὶ τῶν πᾶσιν ὥσπερ ἐν ὀφθαλμοῖς γεγονότων οὐ πάλαι μόνον, ἀλλὰ καὶ μικρῷ πρότερον, ποιεῖσθαί τινας ἐπιχειρήσαιμι λόγους· οὐδένα γὰρ οὐδὲν ἀγνοεῖν βούλομαι τῶν ἐμαυτοῦ, λανθάνειν δὲ ἄλλον ἄλλα εἰκός·ἄρξομαι δὲ ἀπὸ τῶν προγόνων πρῶτον τῶν ἐμαυτοῦ. Καὶ ὅτι μὲν τὰ πρὸς πατρὸς ἡμῖν ἐντεῦθεν ὅθενπερ καὶ Κωνσταντίῳ τὰ πρὸς πατρὸς ὥρμηται, φανερόν. τὼ γὰρ ἡμετέρω πατέρε γεγόνατον ἀδελφὼ πατρόθεν. οὕτω δὲ πλησίον ἡμᾶς ὄντας συγγενεῖς ὁ φιλανθρωπότατος οὗτος βασιλεὺς οἷα εἰργάσατο, ἓξ μὲν ἀνεψιοὺς ἐμοῦ τε καὶ ἑαυτοῦ, πατέρα δὲ τὸν ἐμόν, ἑαυτοῦ δὲ θεῖον, καὶ προσέτι κοινὸν ἕτερον τὸν πρὸς πατρὸς θεῖον ἀδελφόν τε ἐμὸν τὸν πρεσβύτατον ἀκρίτους κτείνας, ἐμὲ δὲ καὶ ἕτερον ἀδελφὸν ἐμὸν ἐθελήσας μὲν κτεῖναι, τέλος δὲ ἐπιβαλὼν φυγήν, ἀφ᾿ ἧς ἐμὲ μὲν ἀφῆκεν, ἐκεῖνον δὲ ὀλίγῳ πρότερον τῆς σφαγῆς ἐξέδυσε τὸ τοῦ Καίσαρος ὄνομα, τί με δεῖ νῦν ὥσπερ ἐκ τραγῳδίας τὰ ἄρρητα ἀναμετρεῖσθαι; μετεμέλησε γὰρ αὐτῷ, φασί, καὶ ἐδήχθη δεινῶς, ἀπαιδίαν τε ἐντεῦθεν νομίζει 271 δυστυχεῖν, τά τε ἐς τοὺς πολεμίους τοὺς Πέρσας οὐκ εὐτυχῶς πράττειν ἐκ τούτων ὑπολαμβάνει. ταῦτα ἐθρύλουν οἱ περὶ τὴν αὐλὴν τότε καὶ τὸν μακαρίτην ἀδελφὸν ἐμὸν Γάλλον, τοῦτο νῦν πρῶτον ἀκούοντα τὸ ὄνομα· κτείνας γὰρ αὐτὸν παρὰ τοὺς νόμους οὐδὲ τῶν πατρῴων μεταλαχεῖν εἴασε τάφων οὐδὲ τῆς εὐαγοῦς ἠξίωσε μνήμης. Ὅπερ οὖν ἔφην, ἔλεγον τοσαῦτα καὶ δὴ καὶ ἔπειθον ἡμᾶς, ὅτι τὰ μὲν ἀπατηθεὶς εἰργάσατο, τὰ δὲ βίᾳ καὶ ταραχαῖς εἴξας ἀτάκτου καὶ Ταραχώδους στρατεύματος. τοσαῦτα ἡμῖν ἐπῇδον ἐν ἀγρῷ τινι τῶν ἐν Καππαδοκίᾳ κατακεκλεισμένοις, οὐδένα ἐῶντες προσελθεῖν, τὸν μὲν ἀπὸ τῆς ἐν Τράλλεσι φυγῆς ἀνακαλεσάμενοι, ἐμὲ δὲ κομιδῇ μειράκιον ἔτι τῶν διδασκαλείων ἀπαγαγόντες. πῶς ἂν ἐνταῦθα φράσαιμι περὶ τῶν ἓξ ἐνιαυτῶν, οὓς ἐν ἀλλοτρίῳ κτήματι διάγοντες, ὥσπερ οἱ παρὰ τοῖς Πέρσαις ἐν τοῖς φρουρίοις τηρούμενοι, μηδενὸς ἡμῖν προσιόντος ξένου μηδὲ τῶν πάλαι γνωρίμων ἐπιτρεπομένου τινὸς ὡς ἡμᾶς φοιτᾶν, διεζῶμεν ἀποκεκλεισμένοι παντὸς μὲν μαθήματος σπουδαίου, πάσης δὲ ἐλευθέρας ἐντεύξεως, ἐν ταῖς λαμπραῖς οἰκετείαις τρεφόμενοι καὶ τοῖς ἡμῶν αὐτῶν δούλοις ὥσπερ ἑταίροις συγγυμναζόμενοι; προσῄει γὰρ οὐδεὶς οὐδὲ ἐπετρέπετο τῶν ἡλικιωτῶν. Ἐντεῦθεν ἐγὼ μὲν μόγις ἀφείθην διὰ τοὺς θεοὺς εὐτυχῶς, ὁ δὲ ἀδελφὸς ὁ ἐμὸς εἰς τὴν αὐλὴν καθείρχθη δυστυχῶς, εἴπερ τις ἄλλος τῶν πώποτε. καὶ γὰρ εἴ τι περὶ τὸν τρόπον ἄγριον καὶ τραχὺ τὸν ἐκείνου κατεφάνη, τοῦτο ἐκ τῆς ὀρείου τροφῆς συνηυξήθη. δίκαιος οὖν οἶμαι καὶ ταύτην ἔχειν τὴν αἰτίαν ὁ ταύτης ἡμῖν πρὸς βίαν μεταδοὺς τῆς τροφῆς, ἧς ἐμὲ μὲν οἱ θεοὶ διὰ τῆς φιλοσοφίας καθαρὸν ἀπέφηναν 272 καὶ ἐξάντη, τῷ δὲ οὐδεὶς ἐνέδωκεν. εὐθὺς γὰρ ἀπὸ τῶν ἀγρῶν ἐς τὰ βασίλεια παρελθόντι Ἐπειδὴ πρῶτον αὐτῷ περιέθηκεν ἁλουργὲς ἱμάτιον, αὐτίκα φθονεῖν ἀρξάμενος οὐ πρότερον ἐπαύσατο πρὶν καθελεῖν αὐτόν, οὐδὲ τῷ περιελεῖν τὸ πορφυροῦν ἱμάτιον ἀρκεσθείς. καίτοι τοῦ ζῆν γοῦν ἄξιος, εἰ μὴ βασιλεύειν ἐφαίνετο ἐπιτήδειος. ἀλλ᾿ ἐχρῆν αὐτὸν καὶ τούτου στέρεσθαι. ξυγχωρῶ, λόγον γε πάντως ὑποσχόντα πρότερον, ὥσπερ τοὺς κακούργους. οὐ γὰρ δὴ τοὺς μὲν λῃστὰς ὁ νόμος ἀπαγορεύει τῷ δήσαντι κτείνειν, τοὺς ἀφαιρεθέντας δὲ τιμάς, ἃς εἶχον, καὶ γενομένους ἐξ ἀρχόντων ἰδιώτας ἀκρίτους φησὶ δεῖν ἀναιρεῖσθαι. τί γάρ, εἰ τῶν ἁμαρτημάτων εἶχεν ἀποφῆναι τοῦς αἰτίους; ἐδέδοντο γὰρ αὐτῷ τινων ἐπιστολαί, Ἡράκλεις, ὅσας ἔχουσαι κατ᾿ αὐτοῦ κατηγορίας, ἐφ᾿ αἷς ἐκεῖνος ἀγανακτήσας ἀκρατέστερον μὲν καὶ ἥκιστα βασιλικῶς ἐφῆκε τῷ θυμῷ, τοῦ μέντοι μηδὲ ζῆν ἄξιον οὐδὲν ἐπεπράχει. πῶς γάρ; οὐχ οὗτός ἐστιν ἀνθρώποις ἅπασι κοινὸς Ἕλλησιν ἅμα καὶ βαρβάροις ὁ νόμος, ἀμύνεσθαι τοὺς ἀδικίας ὑπάρχοντας; ἀλλ᾿ ἴσως μὲν ἠμύνατο πικρότερον. οὐ μὴν ἔξω πάντη τοῦ εἰκότος· τὸν γὰρ ἐχθρὸν ὑπ᾿ ὀργῆς εἰκός τι καὶ ποιεῖν, εἴρηται καὶ πρόσθεν. ἀλλ᾿ εἰς χάριν ἑνὸς ἀνδρογύνου, τοῦ κατακοιμιστοῦ, καὶ προσέτι τοῦ τῶν μαγείρων ἐπιτρόπου τὸν ἀνεψιόν, τὸν καίσαρα, τὸν τῆς ἀδελφῆς ἄνδρα γενόμενον, τὸν τῆς ἀδελφιδῆς πατέρα, οὗ καὶ αὐτὸς πρότερον ἦν ἀγαγόμενος τὴν ἀδελφήν, πρὸς ὃν αὐτῷ τοσαῦτα θεῶν ὁμογνίων ὑπῆρχε δίκαια, κτεῖναι παρέδωκε τοῖς ἐχθίστοις· ἐμὲ δὲ ἀφῆκε μόγις ἑπτὰ μηνῶν ὅλων ἑλκύσας τῇδε κἀκεῖσε καὶ ποιησάμενος ἔμφρουρον, ὥστε, εἰ μὴ θεῶν τις 273 ἐθελήσας με σωθῆναι τὴν καλὴν καὶ ἀγαθὴν τὸ τηνικαῦτά μοι παρέσχεν εὐμενῆ Εὐσεβίαν, οὐδ᾿ ἂν ἐγὼ τὰς χεῖρας αὐτοῦ τότε διέφυγον. καίτοι μὰ τοὺς θεοὺς οὐδ᾿ ὄναρ μοι φανεὶς ἁδελφὸς ἐπεπράχει· καὶ γὰρ οὐδὲ συνῆν αὐτῷ οὐδὲ ἐφοίτων οὐδὲ ἐβάδιζον παρ᾿ αὐτόν, ὀλιγάκις δὲ ἔγραφον καὶ ὑπὲρ ὀλίγων. ὡς οὖν ἀποφυγὼν ἐκεῖθεν ἄσμενος ἐπορευόμην ἐπὶ τὴν τῆς μητρὸς ἑστίαν· πατρῷον γὰρ οὐδὲν ὑπῆρχέ μοι οὐδὲ ἐκεκτήμην ἐκ τοσούτων, ὅσων εἰκὸς ἦν πατέρα κεκτῆσθαι τὸν ἐμόν, οὐκ ἐλαχίστην βῶλον, οὐκ ἀνδράποδον, οὐκ οἰκίαν· ὁ γάρ τοι καλὸς Κωνστάντιος ἐκληρονόμησεν ἀντ᾿ ἐμοῦ τὴν πατρῴαν οὐσίαν ἅπασαν, ἐμοί τε, ὅπερ ἔφην, οὐδὲ γρὺ μετέδωκεν αὐτῆς· ἀλλὰ καὶ τῷ ἀδελφῷ τὠμῷ τῶν πατρῴων ἔδωκεν ὀλίγα, πάντων αὐτὸν ἀφελόμενος τῶν μητρῴων. Ὅσα μὲν οὖν ἔπραξε πρός με πρὶν ὀνόματος μὲν μεταδοῦναί μοι τοῦ σεμνοτάτου, ἔργῳ δὲ εἰς πικροτάτην καὶ χαλεπωτάτην ἐμβαλεῖν δουλείαν, εἰ καὶ μὴ πάντα, τὰ πλεῖστα γοῦν ὅμως Ἀκηκόατε. πορευομένου δὴ λοιπὸν ἐπὶ τὴν ἑστίαν, ἀγαπητῶς τε καὶ μόγις ἀποσωζομένου, συκοφάντης τις ἀνεφάνη περὶ τὸ Σίρμιον, ὃς τοῖς ἐκεῖ πράγματα ἔρραψεν ὡς νεώτερα διανοουμένοις· ἴστε δήπουθεν ἀκοῇ τὸν Ἀφρικανὸν καὶ τὸν Μαρῖνον· οὔκουν ὑμᾶς οὐδὲ ὁ Φῆλιξ ἔλαθεν οὐδὲ ὅσα ἐπράχθη περὶ τοὺς ἀνθρώπους. ἀλλ᾿ ὡς τοῦτο αὐτῷ κατεμηνύθη τὸ πρᾶγμα, καὶ Δυνάμιος ἐξαίφνης, ἄλλος συκοφάντης, ἐκ Κελτῶν ἤγγειλεν ὅσον οὔπω τὸν Σιλουανὸν αὐτῷ πολέμιον ἀναφανεῖσθαι, δείσας παντάπασι καὶ φοβηθεὶς αὐτίκα ἐπ᾿ ἐμὲ πέμπει, καὶ μικρὸν εἰς τὴν Ἑλλάδα κελεύσας ὑποχωρῆσαι πάλιν ἐκεῖθεν ἐκάλει παρ᾿ ἑαυτόν, 274 οὔπω πρότερον τεθεαμένος πλὴν ἅπαξ μὲν ἐν Καππαδοκίᾳ, ἅπαξ δὲ ἐν Ἰταλίᾳ, ἀγωνισαμένης Εὐσεβίας, ὡς ἂν ὑπὲρ τῆς σωτηρίας τῆς ἐμαυτοῦ θαρρήσαιμι. καίτοι τὴν αὐτὴν αὐτῷ πόλιν ἓξ ᾤκησα μηνῶν, καὶ μέντοι καὶ ὑπέσχετό με θεάσεσθαι πάλιν. ἀλλ᾿ ὁ θεοῖς ἐχθρὸς ἀνδρόγυνος, ὁ πιστὸς αὐτοῦ κατακοιμιστής, ἔλαθέ μου καὶ ἄκων εὐεργέτης γενόμενος· οὐ γὰρ εἴασεν ἐντυχεῖν με πολλάκις αὐτῷ, τυχὸν μὲν οὐδὲ ἐθέλοντι, πλὴν ἀλλὰ τὸ κεφάλαιον ἐκεῖνος ἦν· ὤκνει γὰρ ὡς ἂν μή τινος συνηθείας ἐγγενομένης ἡμῖν πρὸς ἀλλήλους ἔπειτα ἀγαπηθείην καὶ πιστὸς ἀναφανεὶς ἐπιτραπείην τι. Παραγενόμενον δή με τότε πρῶτον ἀπὸ τῆς Ἑλλάδος αὐτίκα διὰ τῶν περὶ τὴν θεραπείαν Εὐνούχων ἡ μακαρῖτις Εὐσεβία καὶ λίαν ἐφιλοφρονεῖτο. μικρὸν δὲ ὕστερον ἐπελθόντος τούτου· καὶ γάρ τοι καὶ τὰ περὶ Σιλουανὸν ἐπέπρακτο· λοιπὸν εἴσοδός τε εἰς τὴν αὐλὴν δίδοται, καὶ τὸ λεγόμενον ἡ Θετταλικὴ περιβάλλεται πειθανάγκη. ἀρνουμένου γάρ μου τὴν συνουσίαν στερεῶς ἐν τοῖς βασιλείοις, οἱ μὲν ὥσπερ ἐν κουρείῳ συνελθόντες ἀποκείρουσι τὸν πώγωνα, χλανίδα δὲ ἀμφιεννύουσι καὶ σχηματίζουσιν, ὡς τότε ὑπελάμβανον, πάνυ γελοῖον στρατιώτην· οὐδὲν γάρ μοι τοῦ καλλωπισμοῦ τῶν καθαρμάτων ἥρμοζεν· ἐβάδιζον δὲ οὐχ ὥσπερ ἐκεῖνοι περιβλέπων καὶ σοβῶν ἀλλ᾿ εἰς γῆν βλέπων, ὥσπερ εἰθίσμην ὑπὸ τοῦ θρέψαντός με παιδαγωγοῦ. τότε μὲν οὖν αὐτοῖς παρέσχον γέλωτα, μικρὸν δὲ ὕστερον ὑποψίαν, εἶτα ἀνέλαμψεν ὁ τοσοῦτος φθόνος. Ἀλλ᾿ ἐνταῦθα χρὴ μὴ παραλείπειν ἐκεῖνα, πῶς ἐγὼ συνεχώρησα, πῶς ἐδεχόμην ὁμωρόφιος ἐκείνοις γενέσθαι, οὓς ἠπιστάμην παντὶ μέν μου λυμηναμένους τῷ γένει, ὑπώπτευον δὲ οὐκ εἰς 275 μακρὰν ἐπιβουλεύσοντας καὶ ἐμοί. πηγὰς μὲν οὖν ὁπόσας ἀφῆκα δακρύων καὶ θρήνους οἵους, ἀνατείνων εἰς τὴν ἀκρόπολιν τὴν παρ᾿ ὑμῖν τὰς χεῖρας, ὅτε ἐκαλούμην, καὶ τὴν Ἀθηνᾶν ἱκετεύων σώζειν τὸν ἱκέτην καὶ μὴ ἐκδιδόναι, πολλοὶ τῶν παρ᾿ ὑμῖν ἑορακότες εἰσί μοι μάρτυρες, αὐτὴ δὲ ἡ θεὸς πρὸ τῶν ἄλλων, ὅτι καὶ θάνατον ᾐτησάμην παρ᾿ αὐτῆς Ἀθήνησι πρὸ τῆς τότε Ὁδοῦ. ὡς μὲν οὖν οὐ προύδωκεν ἡ θεὸς τὸν ἱκέτην οὐδὲ ἐξέδωκεν, ἔργοις ἔδείξεν· ἡγήσατο γὰρ ἁπανταχοῦ μοι καὶ παρέστησεν ἁπανταχόθεν τοὺς φύλακας, ἐξ Ἡλίου καὶ Σελήνης ἀγγέλους λαβοῦσα. Συνέβη δέ τι καὶ τοιοῦτον. ἐλθὼν ἐς τὸ Μεδιόλανον ᾤκουν ἔν τινι προαστείῳ. ἐνταῦθα ἔπεμπεν Εὐσεβία πολλάκις πρός με φιλοφρονουμένη καὶ γράφειν κελεύουσα καὶ θαρρεῖν, ὑπὲρ ὅτου ἂν δέωμαι. γράψας ἐγὼ πρὸς αὐτὴν ἐπιστολήν, μᾶλλον δὲ ἱκετηρίαν ὅρκους ἔχουσαν τοιούτους· Οὕτω παισὶ χρήσαιο κληρονόμοις· οὕτω τὰ καὶ τὰ θεός σοι δοίη, πέμπε με οἴκαδε τὴν ταχίστην, ἐκεῖνο ὑπειδόμην ὡς οὐκ ἀσφαλὲς εἰς τὰ βασίλεια πρὸς αὐτοκράτορος γυναῖκα γράμματα εἰσπέμπειν. ἱκέτευσα δὴ τοὺς θεοὺς νύκτωρ δηλῶσαί μοι, εἰ χρὴ πέμπειν παρὰ τὴν βασιλίδα τὸ γραμματεῖον· οἱ δὲ ἐπηπείλησαν, εἰ πέμψαιμι, θάνατον αἴσχιστον. ὡς δὲ ἀληθῆ ταῦτα γράφω, καλῶ τοὺς θεοὺς ἅπαντας μάρτυρας. τὰ μὲν δὴ γράμματα διὰ τοῦτο ἐπέσχον εἰσπέμψαι. ἐξ ἐκείνης δέ μοι τῆς νυκτὸς λογισμὸς εἰσῆλθεν, οὗ καὶ ὑμᾶς ἴσως ἄξιον· ἀκοῦσαι. Νῦν, ἔφην, ἐγὼ τοῖς θεοῖς ἀντιτάττεσθαι διανοοῦμαι, καὶ ὑπὲρ ἐμαυτοῦ βουλεύεσθαι κρεῖττον νενόμικα τῶν πάντα εἰδότων. καίτοι φρόνησις ἀνθρωπίνη πρὸς τὸ παρὸν ἀφορῶσα μόνον ἀγαπητῶς ἂν τύχοι καὶ μόγις τοῦ 276 πρὸς ὀλίγον ἀναμαρτήτου. διόπερ οὐδεὶς οὔθ᾿ ὑπὲρ τῶν εἰς τριακοστὸν ἔτος βουλεύεται οὔτε ὑπὲρ τῶν ἤδη γεγονότων· τὸ μὲν γὰρ περιττόν, τὸ δὲ ἀδύνατον· Ἀλλ᾿ ὑπὲρ τῶν ἐν χερσὶ καὶ ὧν ἀρχαί τινές εἰσιν ἤδη καὶ σπέρματα. φρόνησις δὲ ἡ παρὰ τοῖς θεοῖς ἐπὶ τὸ μήκιστον, μᾶλλον δὲ ἐπὶ πᾶν βλέπουσα μηνύει τε ὀρθῶς καὶ πράττει τὸ λῷον· αἴτιοι γάρ εἰσιν αὐτοὶ καθάπερ τῶν ὄντων, οὕτω δὲ καὶ τῶν ἐσομένων. οὐκοῦν εἰκὸς αὐτοὺς ὑπὲρ τῶν παρόντων ἐπίστασθαι. τέως μὲν οὖν ἐδόκει μοι κατὰ τοῦτο συνετωτέρα τῆς ἔμπροσθεν ἡ δευτέρα γνώμη. σκοπῶν δὲ εἰς τὸ δίκαιον εὐθέως ἔφην· Εἶτα σὺ μὲν ἀγανακτεῖς, εἴ τι τῶν σῶν κτημάτων ἀποστεροίη σε τῆς ἑαυτοῦ χρήσεως ἢ καὶ ἀποδιδράσκοι καλούμενον, κἂν ἵππος τύχῃ κἂν πρόβατον κἂν βοίδιον, ἄνθρωπος δὲ εἶναι βουλόμενος οὐδὲ τῶν ἀγελαίων οὐδὲ τῶν συρφετωδῶν, ἀλλὰ τῶν ἐπιεικῶν καὶ μετρίων ἀποστερεῖς σεαυτοῦ τοὺς θεοὺς καὶ οὐκ ἐπιτρέπεις ἐφ᾿ ὅ, τι ἂν ἐθέλωσι χρήσασθαί σοι; ὅρα μὴ πρὸς τῷ λίαν ἀφρόνως καὶ τῶν δικαίων τῶν πρὸς τοὺς θεοὺς ὀλιγώρως πράττῃς. ἡ δὲ ἀνδρεία ποῦ καὶ τίς; γελοῖον. ἕτοιμος γοῦν εἶ καὶ θωπεῦσαι καὶ κολακεῦσαι δέει τοῦ θανάτου, ἐξὸν ἅπαντα καταβαλεῖν καὶ τοῖς θεοῖς ἐπιτρέψαι πράττειν ὡς βούλονται, διελόμενον πρὸς αὐτοὺς τὴν ἐπιμέλειαν τὴν ἑαυτοῦ, καθάπερ καὶ ὁ Σωκράτης ἠξίου, καὶ τὰ μὲν ἐπὶ σοὶ πράττειν ὡς ἂν ἐνδέχηται, τὸ δὲ ὅλον ἐπ᾿ ἐκείνοις ποιεῖσθαι, κεκτῆσθαι δὲ μηδὲν μηδὲ ἁρπάζειν, τὰδιδόμενα δὲ παρ᾿ αὐτῶν ἀφελῶς δέχεσθαι. ταύτην ἐγὼ νομίσας οὐκ ἀσφαλῆ μόνον, ἀλλὰ πρέπουσαν 277 ἀνδρὶ μετρίῳ γνώμην, ἐπεὶ καὶ τὰ τῶν θεῶν ἐσήμαινε ταύτῃ· τὸ γὰρ ἐπιβουλὰς εὐλαβούμενον τὰς μελλούσας εἰς αἰσχρὸν καὶ προὖπτον ἐμβαλεῖν ἑαυτὸν κίνδυνον δεινῶς ἐφαίνετό μοι θορυβῶδες· εἶξαι καὶ ὑπήκουσα. καὶ τὸ μὲν ὄνομά μοι ταχέως καὶ τὸ χλανίδιον περιεβλήθη τοῦ καίσαρος· ἡ δὲ ἐπὶ τούτῳ δουλεία καὶ τὸ καθ᾿ ἑκάστην ἡμέραν ὑπὲρ αὐτῆς τῆς ψυχῆς ἐπικρεμάμενον δέος Ἡράκλεις ὅσον καὶ οἷον· κλεῖθρα θυρῶν, θυρωροί, τῶν οἰκετῶν αἱ χεῖρες ἐρευνώμεναι, μή τίς μοι παρὰ τῶν φίλων γραμματίδιον κομίζῃ, θεραπεία ξένη· μόλις ἠδυνήθην οἰκέτας ἐμαυτοῦ τέτταρας, παιδάρια μὲν δύο κομιδῇ μικρά, δύο δὲ μείζονας, εἰς τὴν αὐλὴν οἰκειότερόν με θεραπεύσοντας εἰσαγαγεῖν, ὧν εἷς μοι μόνος καὶ τὰ πρὸς θεοὺς συνειδὼς καὶ ὡς ἐνεδέχετο λάθρᾳ συμποάττων· ἐπεπίστευτο δὲ τῶν βιβλίων μου τὴν φυλακήν, ὢν μόνος τῶν ἐμοὶ πολλῶν ἑταίρων καὶ φίλων πιστῶν, εἷς ἰατρός, ὃς καί, ὅτι φίλος ὢν ἐλελήθει, συναπεδήμησεν. οὕτω δὲ ἐδεδίειν ἐγὼ ταῦτα καὶ ψοφοδεῶς εἶχον πρὸς αὐτά, ὥστε καὶ βουλομένους εἰσιέναι τῶν φίλων πολλοὺς παρ᾿ ἐμὲ καὶ μάλ᾿ ἄκων ἐκώλυον, ἰδεῖν μὲν αὐτοὺς ἐπιθυμῶν, ὀκνῶν δὲ ἐκείνοις τε καὶ ἐμαυτῷ γενέσθαι συμφορῶν αἴτιος. ἀλλὰ ταῦτα μὲν ἔξωθέν ἐστι, τάδε δὲ ἐν αὐτοῖς τοῖς πράγμασι. Τριακοσίους ἑξήκοντά μοι δοὺς στρατιώτας εἰς τὸ τῶν Κελτῶν ἔθνος ἀνατετραμμένον ἔστειλε, μεσοῦντος ἤδη τοῦ χειμῶνος, οὐκ ἄρχοντα μᾶλλον τῶν ἐκεῖσε στρατοπέδων ἢ τοῖς ἐκεῖσε στρατηγοῖς ὑπακούοντα. ἐγέγραπτο γὰρ αὐτοῖς καὶ ἐνετέταλτο διαρρήδην οὐ τοὺς πολεμίους μᾶλλον ἢ ἐμὲ παραφυλάττειν, ὡς ἂν μὴ νεώτερόν τι πράξαιμι. τούτων δὲ ὃν ἔφην τρόπον γενομένων, περὶ τὰς τροπὰς τὰς θερινὰς ἐπιτρέπει μοι βαδίζειν εἰς τὰ 278 στρατόπεδα τὸ σχῆμα καὶ τὴν εἰκόνα περιοίσοντι τὴν ἑαυτοῦ· καὶ γάρ τοι καὶ τοῦτο εἴρητο καὶ ἐγέγραπτο, ὅτι τοῖς Γάλλοις οὐ βασιλέα δίδωσιν, ἀλλὰ τὸν τὴν ἑαυτοῦ πρὸς ἐκείνους εἰκόνα κομιοῦντα. Οὐ κακῶς δέ, ὡς ἀκηκόατε, τοῦ πρώτου στρατηγηθέντος ἐνιαυτοῦ καὶ πραχθέντος σπουδαίου, πρὸς τὰ χειμάδια πάλιν ἐπανελθὼν εἰς τὸν ἔσχατον κατέστην κίνδυνον. οὔτε γὰρ ἀθροίζειν ἐξῆν μοι στρατόπεδον· ἕτερος γὰρ ἦν ὁ τούτου κύριος· αὐτός τε ξὺν ὀλίγοις ἀποκεκλεισμένος, εἶτα παρὰ τῶν πλησίον πόλεων αἰτηθεὶς ἐπικουρίαν, ὧν εἶχον τὸ πλεῖστον ἐκείνοις δούς, αὐτὸς ἀπελείφθην μόνος. ἐκεῖνα μὲν οὖν οὕτως ἐπράχθη τότε. ὡς δὲ καὶ ὁ τῶν στρατοπέδων ἄρχων ἐν ὑποψίᾳ γενόμενος αὐτῷ παρῃρέθη καὶ ἀπηλλάγη τῆς ἀρχῆς, οὐ σφόδρα ἐπιτήδειος δόξας, ἔγωγε ἐνομίσθην ἥκιστα σπουδαῖος καὶ δεινὸς στρατηγός, ἅτε πρᾷον ἐμαυτὸν παρασχὼν καὶ μέτριον. οὐ Γὰρ ᾤμην δεῖν ζυγομαχεῖν οὐδὲ παραστρατηγεῖν, εἰ μή πού τι τῶν λίαν ἐπικινδύνων ἑώρων ἢ δέον γενέσθαι παρορώμενον ἢ καὶ τὴν ἀρχὴν μὴ δέον γενέσθαι γιγνόμενον. ἅπαξ δὲ καὶ δεύτερον οὐ καθηκόντως μοί τινων χρησαμένων, ἐμαυτὸν ᾠήθην χρῆναι τιμᾶν τῇ σιωπῇ, καὶ τοῦ λοιποῦ τὴν χλανίδα περιέφερον καὶ τὴν εἰκόνα· τούτων γὰρ τὸ τηνικαῦτα διενοούμην ἀποπεφάνθαι κύριος. Ἐξ ὧν ὁ Κωνστάντιος νομίσας ὀλίγον μὲν ἐπιδώσειν, οὐκ εἰς τοσοῦτον δὲ μεταβολῆς ἥξειν τὰ τῶν Κελτῶν πράγματα, δίδωσί μοι τῶν στρατοπέδων τὴν ἡγεμονίαν ἦρος ἀρχῇ. καὶ στρατεύω μὲν ἀκμάζοντος τοῦ σίτου, πολλῶν πάνυ Γερμανῶν περὶ τὰς πεπορθημένας ἐν Κελτοῖς 279 πόλεις ἀδεῶς κατοικούντων. τὸ μὲν οὖν πλῆθος τῶν πόλεων πέντε που καὶ τεσσαράκοντά ἐστι, τείχη τὰ διηρπασμένα δίχα τῶν πύργων καὶ τῶν ἐλασσόνων φρουρίων. ἧς δ᾿ ἐνέμοντο γῆς ἐπὶ τάδε τοῦ Ῥήνου πάσης οἱ βάρβαροι τὸ μέγεθος ὁπόσον ἀπὸ τῶν πηγῶν αὐτῶν ἀρχόμενος ἄχρι τοῦ Ὠκεανοῦ περιλαμβάνει· τριακόσια δὲ ἀπεῖχον τῆς ᾐόνος τοῦ Ῥήνου στάδια οἱ πρὸς ἡμᾶς οἰκοῦντες ἔσχατοι, τριπλάσιον δὲ ἦν ἔτι τούτου πλάτος τὸ καταλειφθὲν ἔρημον ὑπὸ τῆς λεηλασίας, ἔνθα οὐδὲ νέμειν ἐξῆν τοῖς Κελτοῖς τὰ βοσκήματα, καὶ πόλεις τινὲς ἔρημοι τῶν ἐνοικούντων, αἷς οὔπω παρῴκουν οἱ βάρβαροι. ἐν τούτοις οὖσαν καταλαβὼν ἐγὼ τὴν Γαλατίαν πόλιν τε ἀνέλαβον τὴν Ἀγριππίναν ἐπὶ τῷ Ῥήνῳ, πρὸ μηνῶν ἑαλωκυῖάν που δέκα, καὶ τεῖχος Ἀργέντορα πλησίον πρὸς ταῖς ὑπωρείαις αὐτοῦ τοῦ Βοσέγου, καὶ ἐμαχεσάμην οὐκ ἀκλεῶς. ἴσως καὶ εἰς ὑμᾶς ἀφίκετο ἡ τοιαύτη μάχη. ἔνθα τῶν θεῶν δόντων μοι τὸν βασιλέα τῶν πολεμίων αἰχμάλωτον, οὐκ ἐφθόνησα τοῦ κατορθώματος Κωνσταντίῳ. καίτοι εἰ μὴ θριαμβεύειν ἐξῆν, ἀποσφάττειν τὸν πολέμιον κύριος ἦν, καὶ μέντοι διὰ πάσης αὐτὸν ἄγων τῆς Κελτίδος ταῖς πόλεσιν ἐπιδεικνύειν καὶ ὥσπερ ἐντρυφᾶν τοῦ Χνοδομαρίου ταῖς συμφοραῖς. τούτων οὐδὲν ᾠήθην δεῖν πράττειν, ἀλλὰ πρὸς τὸν Κωνστάντιον αὐτὸν εὐθέως ἀπέπεμψα, τότε ἀπὸ τῶν Κουάδων καὶ Σαυροματῶν ἐπανιόντα. συνέβη τοίνυν, ἐμοῦ μὲν ἀγωνισαμένου, ἐκείνου δὲ ὁδεύσαντος μόνον καὶ φιλίως ἐντυχόντος τοῖς παροικοῦσι τὸν Ἴστρον ἔθνεσιν, οὐχ ἡμᾶς, ἀλλ᾿ ἐκεῖνον θριαμβεῦσαι. Τὸ δὴ μετὰ τοῦτο δεύτερος ἐνιαυτὸς καὶ τρίτος, καὶ πάντες μὲν ἀπελήλαντο τῆς Γαλατίας οἱ βάρβαροι, πλεῖσται δὲ ἀνελήφθησαν τῶν πόλεων, παμπληθεῖς δὲ ἀπὸ τῆς Βρεττανίδος ναῦς ἀνήχθησαν. ἑξακοσίων νηῶν ἀνήγαγον στόλον, ὧν 280 τὰς τετρακοσίας ἐν οὐδὲ ὅλοις μησὶ δέκα ναυπηγησάμενος πάσας εἰσήγαγον εἰς τὸν Ῥῆνον, ἔργον οὐ μικρὸν διὰ τοὺς ἐπικειμένους καὶ παροικοῦντας πλησίον βαρβάρους. ὁ γοῦν Φλωρέντιος οὕτως ᾤετο τοῦτο ἀδύνατον, ὥστε ἀργύρου δισχιλίας Λίτρας ὑπέσχετο μισθὸν ἀποτίσειν τοῖς βαρβάροις ὑπὲρ τῆς παρόδου, καὶ ὁ Κωνστάντιος ὑπὲρ τούτου μαθών· ἐκοινώσατο γὰρ αὐτῷ περὶ τῆς δόσεως· ἐπέστειλε πρός με τὸ αὐτὸ πράττειν κελεύσας, εἰ μὴ παντάπασιν αἰσχρόν μοι φανείη. πῶς δὲ οὐκ ἦν αἰσχρόν, ὅπου Κωνσταντίῳ τοιοῦτον ἐφάνη, λίαν εἰωθότι θεραπεύειν τοὺς βαρβάρους; ἐδόθη μὴν αὐτοῖς οὐδέν· ἀλλ᾿ ἐπ᾿ αὐτοὺς στρατεύσας, ἀμυνόντων μοι καὶ παρεστώτων τῶν θεῶν, ὑπεδεξάμην μὲν μοῖραν τοῦ Σαλίων ἔθνους, Χαμάβους δὲ ἐξήλασα, πολλὰς βοῦς καὶ γύναια μετὰ παιδαρίων συλλαβών. οὕτω δὲ πάντας ἐφόβησα καὶ παρεσκεύασα καταπτῆξαι τὴν ἐμὴν ἔφοδον, ὥστε παραχρῆμα λαβεῖν ὁμήρους καὶ τῇ σιτοπομπίᾳ παρασχεῖν ἀσφαλῆ κομιδήν. Μακρόν ἐστι πάντα ἀπαριθμεῖσθαι καὶ τὰ καθ᾿ ἕκαστον γράφειν, ὅσα ἐν ἐνιαυτοῖς ἔπραξα τέτταρσι· τὰ κεφάλαια δέ· τρίτον ἐπεραιώθην καῖσαρ ἔτι τὸν Ῥῆνον· δισμυρίους ἀπῄτησα παρὰ τῶν βαρβάρων ὑπὲρ τὸν Ῥῆνον ὄντας αἰχμαλώτους· ἐκ δυοῖν ἀγώνοιν καὶ μιᾶς πολιορκίας χιλίους ἐξελὼν ἐζώγρησα, οὐ τὴν ἄχρηστον ἡλικίας, ἄνδρας δὲ ἡβῶντας· ἔπεμψα τῷ Κωνσταντίῳ τέτταρας ἀριθμοὺς τῶν κρατίστων πεζῶν, τρεῖς ἄλλους τῶν ἐλαττόνων, ἱππέων τάγματα δύο τὰ ἐντιμότατα· πόλεις ἀνέλαβον νῦν μὲν δὴ τῶν θεῶν ἐθελόντων πάσας, τότε δὲ ἀνειλήφειν ἐλάττους ὀλίγῳ τῶν τεσσαράκοντα. μάρτυρας καλῶ τὸν Δία καὶ πάντας θεοὺς πολιούχους τε καὶ ὁμογνίους ὑπὲρ τῆς ἐμῆς προαιρέσεως εις αὐτὸν καὶ πίστεως, ὅτι τοιοῦτος Γέγονα περὶ αὐτόν, οἷον ἂν εἱλόμην ἐγὼ υἱὸν περὶ ἐμὲ γενέσθαι. τετίμηκα μὲν οὖν αὐτὸν ὡς οὐδεὶς 281 καισάρων οὐδένα τῶν ἔμπροσθεν αὐτοκρατόρων. οὐδὲν γοῦν εἰς τὴν τήμερον ὑπὲρ ἐκείνων ἐγκαλεῖ μοι, καὶ ταῦτα παρρησιασαμένῳ πρὸς αὐτόν, ἀλλὰ γελοίους αἰτίας ὀργῆς ἀναπλάττει. Λουππικῖνον, φησί, καὶ τρεῖς ἄλλους ἀνθρώπους κατέσχες· οὓς εἰ καὶ κτείνας ἤμην ἐπιβουλεύσαντας ἔμοιγε φανερῶς, ἐχρῆν τὴν ὑπὲρ τῶν παθόντων ὀργὴν ἀφεῖναι τῆς ὁμονοίας ἕνεκα. τούτους δὲ οὐδὲν ἄχαρι διαθεὶς ὡς ταραχώδεις φύσει καὶ πολεμοποιοὺς κατέσχον, πολλὰ πάνυ δαπανῶν εἰς αὐτοὺς ἐκ τῶν δημοσίων, ἀφελόμενος δ᾿ οὐδὲν τῶν ὑπαρχόντων ἐκείνοις. ὁρᾶτε, πῶς ἐπεξιέναι τούτοις ὁ Κωνστάντιος νομοθετεῖ. ὁ γὰρ χαλεπαίνων ὑπὲρ τῶν προσηκόντων μηδὲν ἆρ᾿ οὐκ ὀνειδίζει μοι καὶ καταγελᾷ τῆς μωρίας, ὅτι τὸν φονέα πατρός, ἀδελφῶν, ἀνεψιῶν, ἁπάσης ὡς ἔπος εἰπεῖν τῆς κοινῆς ἡμῶν ἑστίας καὶ συγγενείας τὸν δήμιον εἰς τοῦτο ἐθεράπευσα; σκοπεῖτε δὲ ὅπως καὶ γενόμενος αὐτοκράτωρ ἔτι θεραπευτικῶς αὐτῷ προσηνέχθην ἐξ ὧν ἐπέστειλα. Καὶ τὰ πρὸ τούτου δὲ ὁποῖός τις γέγονα περὶ αὐτὸν ἐντεῦθεν εἴσεσθε. αἰσθόμενος, ὅτι τῶν ἁμαρτανομένων κληρονομήσω μὲν αὐτὸς τὴν ἀδοξίαν καὶ τὸν κίνδυνον, ἐξεργασθήσεται δὲ ἑτέροις τὰ πλεῖστα, πρῶτον μὲν ἱκέτευον, εἰ ταῦτα Πράττειν αὐτῷ φαίνοιτο καὶ πάντως ἐμὲ προσαγορεύειν καίσαρα δεδογμένον εἴη, ἄνδρας ἀγαθοὺς καὶ σπουδαίους δοῦναί μοι τοὺς ὑπουργοῦντας· ὁ δὲ πρότερον ἔδωκε τοὺς μοχθηροτάτους. ὡς δὲ ὁ μὲν εἷς ὁ πονηρότατος καὶ μάλα ἄσμενος ὑπήκουσεν, οὐδεὶς δὲ ἠξίου τῶν ἄλλων, ἄνδρα δίδωσιν ἄκων ἐμοὶ καὶ μάλα ἀγαθὸν Σαλούστιον, ὃς διὰ τὴν ἀρετὴν εὐθέως αὐτῷ γέγονεν ὕποπτος. οὐκ ἀρκεσθεὶς ἐγὼ τῷ τοιούτῳ, βλέπων δὲ πρὸς τὸ διάφορον τοῦ τρόπου καὶ κατανόησας τῷ μὲν ἄγαν αὐτὸν πιστεύοντα, τῷ δὲ οὐδ᾿ ὅλως προσέχοντα, 282 τῆς δεξιᾶς αὐτοῦ καὶ τῶν γονάτων ἁψάμενος· Τούτων, ἔφην, οὐδείς ἐστί μοι συνήθης οὐδὲ γέγονεν ἔμπροσθεν· ἐπιστάμενος δὲ αὐτοὺς ἐκ φήμης, σοῦ κελεύσαντος, ἑταίρους ἐμαυτοῦ καὶ φίλους νομίζω, τοῖς πάλαι γνωρίμοις ἐπ᾿ ἴσης τιμῶν. οὐ μὴν δίκαιον ἢ τούτοις ἐπιτετράφθαι τὰ ἐμὰ ἢ τὰ τούτων ἡμῖν συγκινδυνεῦσαι. τί οὖν ἱκετεύω; γραπτοὺς ἡμῖν δὸς ὥσπερ νόμους, τίνων ἀπέχεσθαι χρὴ καὶ ὅσα πράττειν ἐπιτρέπεις. δῆλον γάρ, ὅτι τὸν μὲν πειθόμενον ἐπαινέσεις, τὸν δὲ ἀπειθοῦντα κολάσεις, εἰ καὶ ὅ, τι μάλιστα νομίζω μηδένα ἀπειθήσειν. Ὅσα μὲν οὖν ἐπεχείρησεν ὁ Πεντάδιος αὐτίκα καινοτομεῖν, οὐδὲν χρὴ λέγειν· ἀντέπραττον δὲ ἐγὼ πρὸς πάντα, καὶ γίνεταί μοι δυσμενὴς ἐκεῖθεν. εἶτ᾿ ἄλλον λαβὼν καὶ παρασκευάσας δεύτερον καὶ τρίτον, Παῦλον, Γαυδέντιον, τοὺς ὀνομαστοὺς ἐπ᾿ Ἐμὲ μισθωσάμενος συκοφάντας, Σαλούστιον μὲν ὡς ἐμοὶ φίλον ἀποστῆναι παρασκευάζει, Λουκιλιανὸν δὲ δοθῆναι διάδοχον αὐτίκα. καὶ μικρὸν ὕστερον καὶ Φλωρέντιος ἦν ἐχθρὸς ἐμοὶ διὰ τὰς πλεονεξίας, αἷς ἠναντιούμην. πείθουσιν οὗτοι τὸν Κωνστάντιον ἀφελέσθαι με τῶν στρατοπέδων ἁπάντων, ἴσως τι καὶ ὑπὸ τῆς ζηλοτυπίας τῶν κατορθωμάτων κνιζόμενον, καὶ γράφει γράμματα πολλῆς μὲν ἀτιμίας εἰς ἐμὲ πλήρη, Κελτοῖς δὲ ἀνάστασιν ἀπειλοῦντα· μικροῦ γὰρ δέω φάναι τὸ στρατιωτικὸν ἅπαν ἀδιακρίτως τὸ μαχιμώτατον ἀπαγαγεῖν τῆς Γαλατίας ἐκέλευσεν, ἐπιτάξας τοῦτο τὸ ἔργον Λουππικίνῳ τε καὶ Γιντωνίῳ, ἐμοὶ δὲ ὡς ἂν πρὸς μηδὲν ἐναντιωθείην αὐτοῖς ἐπέστειλεν. Ἐνταῦθα μέντοι τίνα τρόπον τὰ τῶν θεῶν εἴποιμ᾿ ἂν ἔργα πρὸς ὑμᾶς; διενοούμην· μάρτυρες 283 δὲ αὐτοί· πᾶσαν ἀπορρίψας τὴν βασιλικὴν πολυτέλειαν καὶ παρασκευὴν ἡσυχάζειν, πράττειν δὲ οὐδὲν ὅλως. ἀνέμενον δὲ Φλωρέντιον παραγενέσθαι καὶ τὸν Λουππικῖνον· ἦν γὰρ ὁ μὲν περὶ τὴν Βίενναν, ὁ δὲ ἐν ταῖς Βρεττανίαις. ἐν τούτῳ θόρυβος πολὺς ἦν περὶ πάντας τοὺς ἰδιώτας καὶ τοὺς στρατιώτας, καὶ γράφει τις ἀνώνυμον γραμματεῖον εἰς τὴν ἀστυγείτονά μοι πόλιν πρὸς τοὺς Πετουλάντας τουτουσὶ καὶ Κελτούς· ὀνομάζεται δὲ οὕτω τὰ τάγματα· ἐν ᾧ πολλὰ μὲν ἐγέγραπτο κατ᾿ ἐκείνου, πολλοὶ δὲ ὑπὲρ τῆς Γαλλιῶν προδοσίας ὀδυρμοί· καὶ μέντοι καὶ τὴν ἐμὴν ἀτιμίαν ὁ τὸ γραμματεῖον συγγράψας ἀπωδύρετο. τοῦτο κομισθὲν ἐκίνησε πάντας, οἳ τὰ Κωνσταντίου μάλιστα ἐφρόνουν, ἐπιθέσθαι μοι κατὰ τὸ καρ Τερώτατον, ὅπως ἤδη τοὺς στρατιώτας ἐκπέμψαιμι, πρὶν καὶ εἰς τοὺς ἄλλους ἀριθμοὺς ὅμοια ῥιφῆναι. καὶ γὰρ οὐδὲ ἄλλος τις παρῆν τῶν δοκούντων εὔνως ἔχειν ἐμοί, Νεβρίδιος δέ, Πεντάδιος, Δεκέντιος, ὁ παρ᾿ αὐτοῦ πεμφθεὶς ἐπ᾿ αὐτὸ τοῦτο Κωνσταντίου. λέγοντος δέ μου χρῆναι περιμένειν ἔτι Λουππικῖνον καὶ Φλωρέντιον, οὐδεὶς ἤκουσεν, ἀλλ᾿ ἔλεγον πάντες τοὐναντίον ὅτι δεῖ ποιεῖν, εἰ μὴ βούλομαι ταῖς προλαβούσαις ὑποψίαις ὥσπερ ἀπόδειξιν καὶ τεκμήριον τοῦτο προσθεῖναι. εἶτα προσέθεσαν ὡς Νῦν μὲν ἐκπεμφθέντων αὐτῶν σόν ἐστι τὸ ἔργον, ἀφικομένων δὲ τούτων οὐ σοὶ τοῦτο, ἀλλ᾿ ἐκείνοις λογιεῖται Κωνστάντιος, σὺ δὲ ἐν αἰτίᾳ γενήσῃ. γράψαι δή με ἔπεισαν αὐτῷ, μᾶλλον δὲ ἐβιάσαντο· πείθεται μὲν γὰρ ἐκεῖνος, ᾧπερ ἔξεστι καὶ μὴ πεισθῆναι, βιάζεσθαι δὲ οἷς ἂν ἐξῇ, τοῦ πείθειν οὐδὲν προσδέονται· οὔκουν οὐδὲ οἱ βιασθέντες τῶν πεπεισμένων εἰσίν, ἀλλὰ τῶν ἀναγκασθέντων. ἐσκοποῦμεν ἐνταῦθα, ποίαν ὁδὸν αὐτοὺς χρὴ 284 βαδίζειν, διττῆς οὔσης. ἐγὼ μὲν ἠξίουν ἑτέραν τραπῆναι, οἱ δὲ αὖθις ἀναγκάζουσιν ἐκείνην ἰέναι, μὴ τοῦτο αὐτὸ γενόμενον ὥσπερ ἀφορμήν τινα στάσεως τοῖς στρατιώταις παράσχῃ καὶ ταραχῆς τινος αἴτιον γένηται, εἶτα στασιάζειν ἅπαξ ἀρξάμενοι πάντα ἀθρόως ταράξωσιν. ἐδόκει τὸ δέος οὐ παντάπασιν ἄλογον εἶναι τῶν ἀνθρώπων. Ἦλθε τὰ τάγματα, ὑπήντησα κατὰ τὸ νενομισμένον αὐτοῖς, ἔχεσθαι τῆς ὁδοῦ προύτρεψα· μίαν Ἡμέραν ἐπέμεινεν, ἄχρις ἧς οὐδὲν ᾔδειν ἐγὼ τῶν βεβουλευμένων αὐτοῖς· ἴστω Ζεύς, Ἥλιος, Ἄρης, Ἀθηνᾶ καὶ πάντες θεοί, ὡς οὐδὲ ἐγγὺς ἀφίκετό μού τις τοιαύτη ὑπόνοια ἄχρι δείλης αὐτῆς· ὀψίας δὲ ἤδη περὶ ἡλίου δυσμὰς ἐμηνύθη μοι, καὶ αὐτίκα τὰ βασίλεια περιείληπτο, καὶ ἐβόων πάντες, ἔτι φροντίζοντός μου τί χρὴ ποιεῖν καὶ οὔπω σφόδρα πιστεύοντος· ἔτυχον γὰρ ἔτι τῆς γαμετῆς ζώσης μοι ἀναπαυσόμενος ἰδίᾳ πρὸς τὸ πλησίον ὑπερῷον ἀνελθών. εἶτα ἐκεῖθεν· ἀνεπέπτατο γὰρ ὁ τοῖχος· προσεκύνησα τὸν Δία. γενομένης δὲ ἔτι μείζονος τῆς βοῆς καὶ θορυβουμένων πάντων ἐν τοῖς βασιλείοις, ᾐτέομεν τὸν θεὸν δοῦναι τέρας. αὐτὰρ ὅ γ᾿ ἡμῖν δεῖξε καὶ ἠνώγει πεισθῆναι καὶ μὴ προσεναντιοῦσθαι τοῦ στρατοπέδου τῇ προθυμίᾳ. γενομένων ὅμως ἐμοὶ καὶ τούτων τῶν σημείων, οὐκ εἶξα ἑτοίμως, ἀλλ᾿ ἀντέσχον εἰς ὅσον ἠδυνάμην, καὶ οὔτε τὴν πρόσρησιν οὔτε τὸν στέφανον προσιέμην. ἐπεὶ δὲ οὔτε εἷς ὢν πολλῶν ἠδυνάμην κρατεῖν οἵ τε τοῦτο βουλόμενοι γενέσθαι θεοὶ τοὺς μὲν παρώξυνον, ἐμοὶ δὲ ἔθελγον τὴν γνώμην, ὥρᾳ που τρίτῃ σχεδὸν οὐκ οἶδα οὗτινός μοι στρατιώτου δόντος μανιάκην περιεθέμην καὶ ἦλθον εἰς τὰ βασίλεια, ἔνδοθεν ἀπ᾿ αὐτῆς, ὡς ἴσασιν οἱ θεοί, στένων τῆς καρδίας. καίτοι χρῆν δήπουθεν πιστεύοντα 285 τῷ φήναντι θεῷ τὸ τέρας θαρρεῖν· ἀλλ᾿ᾐσχυνόμην δεινῶς καὶ κατεδυόμην, εἰ δόξαιμι μὴ πιστῶς ἄχρι τέλους ὑπακοῦσαι Κωνσταντίῳ. Πολλῆς οὖν οὔσης περὶ τὰ βασίλεια κατηφείας, τοῦτον εὐθὺς οἱ Κωνσταντίου φίλοι τὸν καιρὸν ἁρπάσαι διανοηθέντες ἐπιβουλήν μοι ῥάπτουσιν αὐτίκα καὶ διένειμαν τοῖς στρατιώταις χρήματα, δυοῖν θάτερον προσδοκῶντες, ἢ διαστήσειν ἀλλήλους ἢ καὶ παντάπασιν ἐπιθήσεσθαι μοι φανερῶς. αἰσθόμενός τις τῶν ἐπιτεταγμένων τῇ προόδῳ τῆς ἐμῆς γαμετῆς λάθρᾳ πραττόμενον αὐτὸ ἐμοὶ μὲν πρῶτον ἐμήνυσεν, ὡς δὲ ἑώρα με μηδὲν προσέχοντα, παραφρονήσας ὥσπερ οἱ θεόληπτοι δημοσίᾳ βοᾶν ἤρξατο κατὰ τὴν ἀγοράν· Ἄνδρες στρατιῶται καὶ ξένοι καὶ πολῖται, μὴ προδῶτε τὸν αὐτοκράτορα. εἶτα ἐμπίπτει θυμὸς εἰς τοὺς στρατιώτας, καὶ πάντες εἰς τὰ βασίλεια μετὰ τῶν ὅπλων ἔθεον. καταλαβόντες δέ με ζῶντα καὶ χαρέντες ὥσπερ οἱ τοὺς ἐξ ἀνελπίστων ὀφθέντας φίλους ἄλλος ἄλλοθεν περιέβαλλον καὶ περιέπλεκον καὶ ἐπὶ τῶν ὤμων ἔφερον, καὶ ἦν πως τὸ πρᾶγμα θέας ἄξιον, ἐνθουσιασμῷ γὰρ ἐῴκει. ὡς δέ με ἁπανταχόθεν περιέσχον, ἐξῄτουν ἅπαντας τοὺς Κωνσταντίου φίλους ἐπὶ τιμωρίᾳ. πηλίκον ἠγωνισάμην ἀγῶνα σῶσαι βουλόμενος αὐτούς, ἴσασιν οἱ θεοὶ πάντες. Ἀλλὰ δὴ τὰ μετὰ τοῦτο πῶς πρὸς τὸν Κωνστάντιον διεπραξάμην; οὔπω καὶ τήμερον ἐν ταῖς πρὸς αὐτὸν ἐπιστολαῖς τῇ δοθείσῃ Μοι παρὰ τῶν θεῶν ἐπωνυμίᾳ κεχρημαι, καίσαρα δὲ ἐμαυτὸν γέγραφα, καὶ πέπεικα τοὺς στρατιώτας ὀμόσαι μοι μηδενὸς ἐπιθυμήσειν, εἴπερ ἡμῖν ἐπιτρέψειεν ἀδεῶς οἰκεῖν τὰς Γαλλίας, τοῖς πεπραγμένοις συναινέσας. ἅπαντα τὰ παρ᾿ ἐμοὶ 286 τάγματα πρὸς αὐτὸν ἔπεμψεν ἐπιστολάς, ἱκετεύοντα περὶ τῆς πρὸς ἀλλήλους ἡμῖν ὁμονοίας. ὁ δὲ ἀντὶ τούτων ἐπέβαλεν ἡμῖν τοὺς βαρβάρους, ἐχθρὸν δὲ ἀνηγόρευσέ με παρ᾿ ἐκείνοις, καὶ μισθοὺς ἐτέλεσεν, ὅπως τὸ Γαλλιῶν ἔθνος πορθηθείη, γράφων τε ἐν τοῖς ἐν Ἰταλίᾳ παραφυλάττειν τοὺς ἐκ τῶν Γαλλιῶν παρεκελεύετο, καὶ περὶ τοὺς Γαλλικοὺς ὅρους ἐν ταῖς πλησίον πόλεσιν εἰς τριακοσίας μυριάδας μεδίμνων πυροῦ κατειργασμένου ἐν τῇ Βριγαντίᾳ, τοσοῦτον ἕτερον περὶ τὰς Κοττίας Ἄλπεις ὡς ἐπ᾿ ἐμὲ στρατεύσων ἐκέλευσε παρασκευασθῆναι. καὶ ταῦτα οὐ λόγοι, σαφῆ δὲ ἔργα. καὶ γὰρ ἃς γέγραφεν ἐπιστολὰς ὑπὸ τῶν βαρβάρων κομισθείσας ἐδεξάμην, καὶ τὰς τροφὰς τὰς παρεσκευασμένας κατέλαβον καὶ τὰς ἐπιστολὰς Ταύρου. πρὸς τούτοις ἔτι νῦν μοι ὡς καίσαρι γράφει, καὶ οὐδὲ συνθήσεσθαι πώποτε πρός με ὑπέστη, ἀλλ᾿ Ἐπίκτητόν τινα τῶν Γαλλιῶν ἐπίσκοπον ἔπεμψεν ὡς πιστά μοι περὶ τῆς ἀσφαλείας τῆς ἐμαυτοῦ παρέξοντα, καὶ τοῦτο θρυλεῖ δι᾿ ὅλων αὐτοῦ τῶν ἐπιστολῶν, ὡς οὐκ ἀφαιρησόμενος τοῦ ζῆν, ὑπὲρ δὲ τῆς τιμῆς οὐδὲν μνημονεύει. ἐγὼ δὲ τοὺς μὲν ὅρκουςαὐτοῦ τὸ τῆς παροιμίας οἶμαι δεῖν εἰς τέφραν γράφειν, οὕτως εἰσὶ πιστοί· τῆς τιμῆς δὲ οὐ τοῦ καλοῦ καὶ πρέποντος μόνον, ἀλλὰ καὶ τῆς τῶν φίλων ἕνεκα σωτηρίας ἀντέχομαι· καὶ οὔπω φημὶ τὴν πανταχοῦ γῆς γυμναζομένην πικρίαν. Ταῦτα ἔπεισέ με, ταῦτα ἐφάνη μοι δίκαια. καὶ πρῶτον μὲν αὐτὰ τοῖς πάντα ὁρῶσι καὶ ἀκούουσιν ἀνεθέμην θεοῖς. εἶτα θυσάμενος περὶ τῆς ἐξόδου καὶ γενομένων καλῶν τῶν ἱερῶν κατ᾿ αὐτὴν ἐκείνην τὴν ἡμέραν, ἐν ᾗ τοῖς στρατιώταις περὶ τῆς ἐπὶ τάδε πορείας ἔμελλον διαλέγεσθαι, 287 ὑπέρ τε τῆς ἐμαυτοῦ σωτηρίας καὶ πολὺ πλέον ὑπὲρ τῆς τῶν κοινῶν εὐπραγίας καὶ τῆς ἁπάντων ἀνθρώπων ἐλευθερίας αὐτοῦ τε τοῦ Κελτῶν ἔθνους, ὃ δὶς ἤδη τοῖς πολεμίοις ἐξέδωκεν, οὐδὲ τῶν προγονικῶν φεισάμενος τάφων, ὁ τοὺς ἀλλοτρίους πάνυ θεραπεύων, ᾠήθην δεῖν ἔθνη τε προσλαβεῖν τὰ δυνατώτατα καὶ χρημάτων πόρους δικαιοτάτων ἐξ ἀργυρείων καὶ χρυσείων, καὶ εἰ μὲν ἀγαπήσειεν ἔτι νῦν γοῦν τὴν πρὸς ἡμᾶς ὁμόνοιαν, εἴσω τῶν νῦν ἐχομένων μένειν, εἰ δὲ πολεμεῖν διανοοῖτο καὶ μηδὲν ἀπὸ τῆς προτέρας γνώμης χαλάσειεν, ὅ, τι ἂν ᾖ τοῖς θεοῖς φίλον πάσχειν ἢ πράττειν, ὡς αἴσχιον ἀνανδρίᾳ ψυχῆς καὶ διανοίας ἀμαθίᾳ ἢ πλήθει δυνάμεως ἀσθενέστερον αὐτοῦ φανῆναι. νῦν μὲν γὰρ εἰ τῷ πλήθει κρατήσειεν, οὐκ ἐκείνου τὸ ἔργον, ἀλλὰ τῆς πολυχειρίας ἐστίν· εἰ δὲ ἐν ταῖς Γαλλίαις περιμένοντά με καὶ τὸ ζῆν ἀγαπῶντα καὶ διακλίνοντα τὸν κίνδυνον ἁπανταχόθεν περικόψας Κατέλαβε, κύκλῳ μὲν ὑπὸ τῶν βαρβάρων, κατὰ στόμα δὲ ὑπὸ τῶν αὐτοῦ στρατοπέδων, τὸ παθεῖν τε οἶμαι τὰ ἔσχατα προσῆν καὶ ἔτι ἡ τῶν πραγμάτων αἰσχύνη οὐδεμιᾶς ἐλάττων ζημίας τοῖς γε σώφροσι. Ταῦτα διανοηθείς, ἄνδρες Ἀθηναῖοι, τοῖς τε συστρατιώταις τοῖς ἐμοῖς διῆλθον καὶ πρὸς κοινοὺς τῶν πάντων Ἑλλήνων πολίτας γράφω. θεοὶ δὲ οἱ πάντων κύριοι συμμαχίαν ἡμῖν τὴν ἑαυτῶν, ὥσπερ ὑπέστησαν, εἰς τέλος δοῖεν καὶ παράσχοιεν ταῖς Ἀθήναις ὑφ᾿ ἡμῶν τε εἰς ὅσον δύναμις εὖ παθεῖν καὶ τοιούτους σχεῖν ἐς ἀεὶ τοὺς αὐτοκράτορας, οἳ μάλιστα καὶ διαφερόντως αὐτὰς αἰδέσονται καὶ ἀγαπήσουσιν. [To a Priest] . . . . . Πλὴν ἢν εἰς τὸν βασιλέα ἐπίδωσιν ἀτακτοῦντάς τινας, αὐτίκα μάλα κολάζουσιν· ἐπὶ δὲ τοὺς οὖ προσιόντας τοῖς θεοῖς ἐστι τὸ τῶν πονηρῶν δαιμόνων τεταγμένον φῦλον, ὑφ᾿ ὧν οἱ πολλοὶ παροιστρούμενοι τῶν ἀθέων ἀναπείθονται θανατᾶν, ὡς ἀναπτησόμενοι πρὸς τὸν οὐρανόν, ὅταν ἀπορρήξωσι τὴν ψυχὴν βιαίως. εἰσὶ δὲ οἳ καὶ τὰς ἐρημίας ἀντὶ τῶν πόλεων διώκουσιν, ὄντος τἀνθρώπου φύσει πολιτικοῦ ζῴου καὶ ἡμέρου, δαίμοσιν ἐκδεδομένοι πονηροῖς, ὑφ᾿ ὧν εἰς ταύτην ἄγονται τὴν μισανθρωπίαν. ἤδη δὲ καὶ δεσμὰ καὶ κλοιοὺς ἐξηῦρον οἱ πολλοὶ τούτων· οὕτω πανταχόθεν αὐτοὺς ὁ κακὸς συνελαύνει δαίμων, ᾧ δεδώκασιν ἑκόντες ἑαυτούς, ἀποστάντες τῶν ἀιδίων καὶ σωτήρων θεῶν. ἀλλ᾿ ὑπὲρ μὲν τούτων ἀπόχρη τοσαῦτα εἰπεῖν· ὅθεν δ᾿ ἐξέβην εἰς τοῦτο ἐπανήξω. Δικαιοπραγίας οὖν τῆς μὲν κατὰ τοὺς πολιτικοὺς νόμους εὔδηλον ὅτι μελήσει τοῖς ἐπιτρόποις τῶν πόλεων, πρέποι δ᾿ ἂν καὶ ὑμῖν εἰς παραίνεσιν τὸ μὴ παραβαίνειν ἱεροὺς ὄντας τῶν θεῶν τοὺς νόμους. ἐπεὶ δὲ τὸν ἱερατικὸν βίον εἶναι χρὴ τοῦ 289 πολιτικοῦ σεμνότερον, ἀκτέον ἐπὶ τοῦτον καὶ διδακτέον· ἕψονται δέ, ὡς εἰκός, οἱ βελτίους· ἐγὼ μὲν γὰρ εὔχομαι καὶ πάντας, ἐλπίζω δὲ τοὺς ἐπιεικεῖς φύσει καὶ σπουδαίους· ἐπιγνώσονται γὰρ οἰκείους ὄντας ἑαυτοῖς τοὺς λόγους. Ἀσκητέα τοίνυν πρὸ πάντων ἡ φιλανθρωπία· ταύτῃ γὰρ ἕπεται πολλὰ μὲν καὶ ἄλλα τῶν ἀγαθῶν, ἐξαίρετον δὲ δὴ καὶ μέγιστον ἡ παρὰ τῶν θεῶν εὐμένεια. καθάπερ γὰρ οἱ τοῖς ἑαυτῶν δεσπόταις συνδιατιθέμενοι περί τε φιλίας καὶ σπουδὰς καὶ ἔρωτας ἀγαπῶνται πλέον τῶν ὁμοδούλων, οὕτω νομιστέον φύσει φιλάνθρωπον ὂν τὸ θεῖον ἀγαπᾶν τοὺς φιλανθρώπους τῶν ἀνδρῶν. ἡ δὲ φιλανθρωπία πολλὴ καὶ παντοία· καὶ τὸ πεφεισμένως κολάζειν τοὺς ἀνθρώπους ἐπὶ τῷ βελτίονι τῶν κολαζομένων, ὥσπερ οἱ διδάσκαλοι τὰ παιδία, καὶ τὸ τὰς χρείας αὐτῶν ἐπανορθοῦν, ὥσπερ οἱ θεοὶ τὰς ἡμετέρας. ὁρᾶτε ὅσα ἡμῖν δεδώκασιν ἐκ τῆς γῆς ἀγαθά, τροφὰς παντοίας καὶ ὁπόσας οὐδὲ ὁμοῦ πᾶσι τοῖς ζῴοις. ἐπεὶ δὲ ἐτέχθημεν γυμνοί, ταῖς τε τῶν ζῴων ἡμᾶς θριξὶν ἐσκέπασαν καὶ τοῖς ἐκ τῆς γῆς φυομένοις καὶ τοῖς ἐκ δένδρων. καὶ οὐκ ἤρκεσεν ἁπλῶς οὐδὲ αὐτοσχεδίως, καθάπερ ὁ Μωυσῆς ἔφη τοὺς χιτῶνας λαβεῖν δερματίνους, ἀλλ᾿ ὁρᾶτε ὅσα ἐγένετο τῆς Ἐργάνης Ἀθηνᾶς τὰ δῶρα. ποῖον οἴνῳ χρῆται ζῷον; ποῖον ἐλαίῳ; πλὴν εἴ τισιν ἡμεῖς καὶ τούτων μεταδίδομεν, οἱ τοῖς ἀνθρώποις οὐ μεταδιδόντες. τί δὲ τῶν θαλαττίων σίτῳ, τί δὲ τῶν χερσαίων τοῖς ἐν τῇ θαλάττῃ χρῆται; χρυσὸν οὔπω λέγω καὶ χαλκὸν καὶ σίδηρον, οἷς πᾶσιν οἱ θεοὶ ζαπλούτους ἡμᾶς ἐποίησαν, οὐχ ἵνα ὄνειδος αὐτῶν περιορῶμεν περινοστοῦντας τοὺς πένητας, ἄλλως τε ὅταν καὶ ἐπιεικεῖς τινες τύχωσι τὸν 290 τρόπον, οἷς πατρῷος μὲν κλῆρος οὐ γέγονεν, ὑπὸ δὲ μεγαλοψυχίας ἥκιστα ἐπιθυμοῦντες χρημάτων πένονται. τούτους ὁρῶντες οἱ πολλοὶ τοὺς θεοὺς ὀνειδίζουσιν. αἴτιοι δὲ θεοὶ μὲν οὐκ εἰσὶ τῆς τούτων πενίας, ἡ δὲ ἡμῶν τῶν κεκτημένων ἀπληστία καὶ τοῖς ἀνθρώποις ὑπὲρ τῶν θεῶν οὐκ ἀληθοῦς ὑπολήψεως αἰτία γίνεται καὶ προσέτι τοῖς θεοῖς ὀνείδους ἀδίκου. τί γὰρ ἀπαιτοῦμεν, ἵνα χρυσὸν ὥσπερ τοῖς Ῥοδίοις ὁ θεὸς ὕσῃ τοῖς πένησιν; ἀλλὰ εἰ καὶ τοῦτο γένοιτο, ταχέως ἡμεῖς ὑποβαλόμενοι τοὺς οἰκέτας καὶ προθέντες πανταχοῦ τὰ ἀγγεῖα πάντας ἀπελάσομεν, ἵνα μόνοι τὰ κοινὰ τῶν θεῶν ἁρπάσωμεν δῶρα. θαυμάσειε δ᾿ ἄν τις εἰκότως, εἰ τοῦτο μὲν ἀξιοῖμεν οὔτε πεφυκὸς γίνεσθαι καὶ ἀλυσιτελὲς πάντη, τὰδυνατὰ δὲ μὴ πράττομεν. τίς γὰρ ἐκ τοῦ μεταδιδόναι τοῖς πέλας ἐγένετο πένης; ἐγώ τοι πολλάκις τοῖς δεομένοις προέμενος ἐκτησάμην αὐτὰ παρὰ θεῶν πολλαπλάσια καίπερ ὢν φαῦλος χρηματιστής, καὶ οὐδέποτέ μοι μετεμέλησε προεμένῳ. καὶ τὰ μὲν νῦν οὐκ ἂν εἴποιμι· καὶ γὰρ ἂν εἴη παντελῶς ἄλογον, εἰ τοὺς ἰδιώτας ἀξιώσαιμι βασιλικαῖς παραβάλλεσθαι χορηγίαις· ἀλλ᾿ ὅτε ἔτι ἐτύγχανον ἰδιώτης, σύνοιδα ἐμαυτῷ τοῦτο ἀποβὰν πολλάκις. ἀπεσώθη μοι τέλειος ὁ κλῆρος τῆς τήθης, ἐχόμενος ὑπ᾿ ἄλλων βιαίως ἐκ βραχέων ὧν εἶχον ἀναλίσκοντι τοῖς δεομένοις καὶ μεταδιδόντι. Κοινωνητέον οὖν τῶν χρημάτων ἅπασιν ἀνθρώποις, ἀλλὰ τοῖς μὲν ἐπιεικέσιν ἐλευθεριώτερον, τοῖς δὲ ἀπόροις καὶ πένησιν ὅσον ἐπαρκέσαι τῇ χρείᾳ. φαίην δ᾿ ἄν, εἰ καὶ παράδοξον εἰπεῖν, ὅτι καὶ τοῖς πονηροῖς ἐσθῆτος καὶ τροφῆς ὅσιον ἂν εἴη μεταδιδόναι· τῷ γὰρ ἀνθρωπίνῳ καὶ οὐ τῷ τρόπῳ 291 δίδομεν. διόπερ οἶμαι καὶ τοὺς ἐν δεσμωτηρίῳ καθειργμένους ἀξιωτέον τῆς τοιαύτης ἐπιμελείας. οὐδὲν γὰρ κωλύσει τὴν δίκην ἡ τοιαύτη φιλανθρωπία. χαλεπὸν γὰρ ἂν εἴη, πολλῶν ἀποκεκλεισμένων ἐπὶ κρίσει, καὶ τῶν μὲν ὀφλησόντων, τῶν δὲ ἀθῴων ἀποφανθησομένων, μὴ διὰ τοὺς ἀναιτίους οἶκτόν τινα νέμειν καὶ τοῖς πονηροῖς, ἀλλὰ τῶν πονηρῶν ἕνεκα καὶ περὶ τοὺς οὐδὲν ἠδικηκότας ἀνηλεῶς καὶ ἀπανθρώπως διακεῖσθαι. Ἐκεῖνο δὲ ἐννοοῦντί μοι παντάπασιν ἄδικον καταφαίνεται· Ξένιον ὀνομάζομεν Δία, καὶ γιγνόμεθα τῶν Σκυθῶν κακοξενώτεροι. πῶς οὖν ὁ βουλόμενος τῷ Ξενίῳ θῦσαι Διὶ φοιτᾷ πρὸς τὸν νεών; μετὰ ποταποῦ συνειδότος, ἐπιλαθόμενος τοῦ Πρὸς γὰρ Διός εἰσιν ἅπαντες Πτωχοί τε ξεῖνοί τε· δόσις δ᾿ ὀλίγη τε φίλη τε; Πῶς δὲ ὁ τὸν Ἑταίρειον θεραπεύων Δία, ὁρῶν τοὺς πέλας ἐνδεεῖς χρημάτων, εἶτα μηδ᾿ ὅσον δραχμῆς μεταδιδούς, οἴεται τὸν Δία καλῶς θεραπεύειν; ὅταν εἰς ταῦτα ἀπίδω, παντελῶς ἀχανὴς γίνομαι, τὰς μὲν ἐπωνυμίας τῶν θεῶν ἅμα τῷ κόσμῳ τῷ ἐξ ἀρχῆς ὥσπερ εἰκόνας γραπτὰς ὁρῶν, ἔργῳ δὲ ὑφ᾿ ἡμῶν οὐδὲν τοιοῦτον ἐπιτηδευόμενον. ὁμόγνιοι λέγονται παρ᾿ ἡμῖν θεοὶ καὶ Ζεὺς ὁμόγνιος, ἔχομεν δὲ ὥσπερ πρὸς ἀλλοτρίους τοὺς συγγενεῖς· ἄνθρωπος γὰρ ἀνθρώπῳ καὶ ἑκὼν καὶ ἄκων πᾶς ἐστι συγγενής, εἴτε, καθάπερ λέγεται παρά τινων, ἐξ ἑνός τε καὶ μιᾶς γενόναμεν πάντες, εἴθ᾿ ὁπωσοῦν ἄλλως, ἀθρόως ὑποστησάντων ἡμᾶς τῶν θεῶν ἅμα τῷ κόσμῳ τῷ ἐξ ἀρχῆς, οὐχ ἕνα καὶ μίαν, ἀλλὰ πολλοὺς ἅμα καὶ πολλάς. οἱ γὰρ ἕνα 292 καὶ μίαν δυνηθέντες οἷοί τε ἦσαν ἅμα καὶ πολλοὺς καὶ πολλάς ὑποστῆσαι. καὶ γὰρ ὃν τρόπον τόν τε ἕνα καὶ. τὴν μίαν, τὸν αὐτὸν τρόπον τοὺς πολλούς τε καὶ τὰς πολλάς. εἴς τε τὸ διάφορον Ἀποβλέψαντα τῶν ἐθῶν καὶ τῶν νόμων, οὐ μὴν ἀλλὰ καὶ ὅπερ ἐστὶ μεῖζον καὶ τιμιώτερον καὶ κυριώτερον, εἰς τὴν τῶν θεῶν φήμην, ἣ παραδέδοται διὰ τῶν ἀρχαίων ἡμῖν θεουργῶν, ὡς, ὅτε Ζεὺς ἐκόσμει τὰ πάντα, σταγόνων αἵματος ἱεροῦ πεσουσῶν, ἐξ ὧν που τὸ τῶν ἀνθρώπων βλαστήσειε γένος. καὶ οὕτως οὖν συγγενεῖς γινόμεθα πάντες, εἰ μὲν ἐξ ἑνὸς καὶ μιᾶς, ἐκ δυοῖν ἀνθρώποιν ὄντες οἱ πολλοὶ καὶ πολλαί, εἰ δέ, καθάπερ οἱ θεοί φασι καὶ χρὴ πιστεύειν ἐπιμαρτυρούντων τῶν ἔργων, ἐκ τῶν θεῶν πάντες γεγονότες. ὅτι δὲ πολλοὺς ἅμα ἀνθρώπους γενέσθαι μαρτυρεῖ τὰ ἔργα, ῥηθήσεται μὲν ἀλλαχοῦ δι᾿ ἀκριβείας, ἐνταῦθα δὲ ἀρκέσει τοσοῦτον εἰπεῖν, ὡς ἐξ ἑνὸς μὲν καὶ μιᾶς οὖσιν οὔτε τοὺς νόμους εἰκὸς ἐπὶ τοσοῦτον παραλλάξαι οὔτε ἄλλως τὴν γῆν ὑφ᾿ ἑνὸς ἐμπλησθῆναι πᾶσαν, οὐδὲ εἰ τέκνα ἅμα πολλὰ καθάπερ αἱ σύες ἔτικτον αὐτοῖς αἱ γυναῖκες. πανταχοῦ δὲ ἀθρόως φυτευσάντων τῶν θεῶν, ὅνπερ τρόπον ὁ εἷς, οὕτω δὲ καὶ οἱ πλείους προῆλθον ἄνθρωποι τοῖς γενεάρχαις θεοῖς ἀποκληρωθέντες, οἳ καὶ προήγαγον αὐτούς, ἀπὸ τοῦ δημιουργοῦ τὰς ψυχὰς παραλαμβάνοντες ἐξ αἰῶνος. Κἀκεῖνο δ᾿ ἄξιον ἐννοεῖν, ὅσοι παρὰ τῶν ἔμπροσθεν ἀνάλωνται λόγοι περὶ τοῦ φύσει κοινωνικὸν εἶναι ζῷον τὸν ἄνθρωπον. ἡμεῖς οὖν οἱ ταῦτα εἰπόντες καὶ διατάξαντες ἀκοινωνήτως πρὸς τοὺς πλησίον ἕξομεν; ἐκ δὴ τῶν τοιούτων ἠθῶν τε καὶ ἐπιτηδευμάτων ἕκαστος ἡμῶν ὁρμώμενος εὐλαβείας τῆς εἰς τοὺς θεούς, χρηστότητος τῆς εἰς ἀνθρώπους, 293 ἁγνείας τῆς περὶ τὸ σῶμα, τὰ τῆς εὐσεβείας ἔργα πληρούτω, πειρώμενος δὲ ἀεί τι περὶ τῶν θεῶν εὐσεβὲς διανοεῖσθαι καὶ μετά τινος ἀποβλέπων εἰς τὰ ἱερὰ τῶν θεῶν καὶ τὰ ἀγάλματα τιμῆς καὶ ὁσιότητος, σεβόμενος ὥσπερ ἂν εἰ παρόντας ἑώρα τοὺς θεούς. ἀγάλματα γὰρ καὶ βωμοὺς καὶ πυρὸς ἀσβέστου φυλακὴν καὶ πάντα ἁπλῶς τὰ τοιαῦτα σύμβολα οἱ πατέρες ἔθεντο τῆς παρουσίας τῶν θεῶν, οὐχ ἵνα ἐκεῖνα θεοὺς νομίσωμεν, ἀλλ᾿ ἵνα δι᾿ αὐτῶν τοὺς θεοὺς θεραπεύσωμεν. ἐπειδὴ γὰρ ἡμᾶς ὄντας ἐν σώματι σωματικῶς ἔδει ποιεῖσθαι τοῖς θεοῖς καὶ τὰς λατρείας, ἀσώματοι δέ εἰσιν αὐτοί· πρῶτα μὲν ἔδειξαν ἡμῖν ἀγάλματα τὸ δεύτερον ἀπὸ τοῦ πρώτου τῶν θεῶν γένος περὶ πάντα τὸν οὐρανὸν κύκλῳ περιφερόμενον. δυναμένης δὲ οὐδὲ τούτοις ἀποδίδοσθαι τῆς θεραπείας σωματικῶς· ἀπροσδεᾶ γάρ ἐστι φύσει· ἕτερον ἐπὶ γῆς ἐξηυρέθη γένος ἀγαλμάτων, εἰς ὃ τὰς θεραπείας ἐκτελοῦντες ἑαυτοῖς εὐμενεῖς τοὺς θεοὺς καταστήσομεν. ὥσπερ γὰρ οἱ τῶν βασιλέων θεραπεύοντες εἰκόνας, οὐδὲν δεομένων, ὅμως ἐφέλκονται τὴν εὔνοιαν εἰς ἑαυτούς, οὕτω καὶ οἱ θεῶν θεραπεύοντες τὰ ἀγάλματα, δεομένων οὐδὲν τῶν θεῶν, ὅμως πείθουσιν αὐτοὺς ἐπαμύνειν σφίσικαὶ κήδεσθαι· δεῖγμα γάρ ἐστιν ὡς ἀληθῶς ὁσιότητος ἡ περὶ τὰ δυνατὰ προθυμία, καὶ ὁ ταύτην πληρῶν εὔδηλον ὅτι μειζόνως ἐκείνην ἀποδίδωσιν, ὁ δὲ τῶν δυνατῶν ὀλιγωρῶν, εἶτα προσποιούμενος τῶν ἀδυνάτων ὀρέγεσθαι δῆλός ἐστιν οὐκ ἐκεῖνα μεταδιώκων, ἀλλὰ ταῦτα παρορῶν· 294 οὐδὲ γάρ, εἰ μηδενὸς ὁ θεὸς δεῖται, διὰ τοῦτο οὐδὲν αὐτῷ προσοιστέον· οὐδὲ γὰρ τῆς διὰ λόγων εὐφημίας δεῖται. τί οὖν; εὔλογον αὐτὸν ἀποστερῆσαι καὶ ταύτης; οὐδαμῶς. οὐκ ἄρα οὐδὲ τῆς διὰ τῶν ἔργων εἰς αὐτὸν γιγνομένης τιμῆς, ἧς ἐνομοθέτησαν οὐκ ἐνιαυτοὶ τρεῖς οὐδὲ τρισχίλιοι, πᾶς δὲ ὁ προλαβὼν αἰὼν ἐν πᾶσι τοῖς τῆς γῆς ἔθνεσιν. Ἀφορῶντες οὖν εἰς τὰ τῶν θεῶν ἀγάλματα μή τοι νομίζωμεν αὐτὰ λίθους εἶναι μηδὲ ξύλα, μηδὲ μέντοι τοὺς θεοὺς αὐτοὺς εἶναι ταῦτα. καὶ γὰρ οὐδὲ τὰς βασιλικὰς εἰκόνας ξύλα καὶ λίθον καὶ χαλκὸν λέγομεν, οὐ μὴν οὐδὲ αὐτοὺς τοὺς βασιλέας, ἀλλὰ εἰκόνας βασιλέων. ὅστις οὖν ἐστι φιλοβασιλεὺς ἡδέως ὁρᾷ τὴν τοῦ βασιλέως εἰκόνα, καὶ ὅστις ἐστὶ φιλόπαις ἡδέως ὁρᾷ τὴν τοῦ παιδός, καὶ ὅστις φιλοπάτωρ τὴν τοῦ πατρός. οὐκοῦν καὶ ὅστις φιλόθεος ἡδέως εἰς τὰ τῶν θεῶν ἀγάλματα καὶ τὰς εἰκόνας ἀποβλέπει, σεβόμενος ἅμα καὶ φρίττων ἐξ ἀφανοῦς ὁρῶντας εἰς αὐτὸν τοὺς θεούς. εἴ τις οὖν οἴεται δεῖν αὐτὰ μηδὲ φθείρεσθαι διὰ τὸ θεῶν ἅπαξ εἰκόνας κληθῆναι, Παντελῶς ἄφρων εἶναί μοι φαίνεται. χρῆν γὰρ δήπουθεν αὐτὰ μηδὲ ὑπὸ ἀνθρώπων γενέσθαι. τὸ 295 δὲ ὑπ᾿ ἀνδρὸς σοφοῦ καὶ ἀγαθοῦ γενόμενον ὑπὸ ἀνθρώπου πονηροῦ καὶ ἀμαθοῦς φθαρῆναι δύναται. τὰ δὲ ὑπὸ τῶν θεῶν ζῶντα ἀγάλματα κατασκευασθέντα τῆς ἀφανοῦς αὐτῶν οὐσίας, οἱ περὶ τὸν οὐρανὸν κύκλῳ φερόμενοι θεοί, μένει τὸν ἀεὶ χρόνον ἀίδια. μηδεὶς οὖν ἀπιστείτω θεοῖς ὁρῶν καὶ ἀκούων, ὡς ἐνύβρισάν τινες εἰς τὰ ἀγάλματα καὶ τοὺς ναούς. ἆρ᾿ οὐκ ἀνθρώπους χρηστοὺς ἀπέκτειναν πολλοί, καθάπερ Σωκράτη καὶ Δίωνα καὶ τὸν μέγαν Ἐμπεδότιμον; ὧν εὖ οἶδ᾿ ὅτι μᾶλλον ἐμέλησε τοῖς θεοῖς. ἀλλ᾿ ὁρᾶτε, ὅτι καὶ τούτων φθαρτὸν εἰδότες τὸ σῶμα συνεχώρησαν εἶξαι τῇ φύσει καὶ ὑποχωρῆσαι, δίκην δὲ ἀπῄτησαν ὕστερον παρὰ τῶν κτεινάντων. ὃ δὴ συνέβη φανερῶς ἐφ᾿ ἡμῶν ἐπὶ πάντων τῶν ἱεροσύλων. Μηδεὶς οὖν ἀπατάτω λόγοις μηδὲ ταραττέτω περὶ τῆς προνοίας ἡμᾶς. οἱ γὰρ ἡμῖν ὀνειδίζοντες τὰ τοιαῦτα, τῶν Ἰουδαίων οἱ προφῆται, τί περὶ τοῦ νεὼ φήσουσι τοῦ παρ᾿ αὐτοῖς τρίτον ἀνατραπέντος, ἐγειρομένου δὲ οὐδὲ νῦν; ἐγὼ δὲ εἶπον οὐκ ὀνειδίζων ἐκείνοις, ὅς γε τοσούτοις ὕστερον χρόνοις ἀναστήσασθαι διενοήθην αὐτὸν εἰς τιμὴν τοῦ κληθέντος ἐπ᾿ αὐτῷ θεοῦ· νυνὶ δὲ ἐχρησάμην αὐτῷ δεῖξαι βουλόμενος, ὅτι τῶν ἀνθρωπίνων οὐδὲν ἄφθαρτον εἶναι δύναται καὶ οἱ τὰ τοιαῦτα Γράφοντες ἐλήρουν προφῆται, γρᾳδίοις ψυχροῖς ὁμιλοῦντες. οὐδὲν δὲ οἶμαι κωλύει τὸν μὲν θεὸν εἶναι μέγαν, οὐ μὴν σπουδαίων προφητῶν οὐδὲ ἐξηγητῶν τυχεῖν. αἴτιον δέ, ὅτι τὴν ἑαυτῶν ψυχὴν οὐ παρέσχον ἀποκαθῆραι τοῖς ἐγκυκλίοις μαθήμασιν οὐδὲ ἀνοῖξαι μεμυκότα λίαν τὰ ὄμματα οὐδὲ ἀνακαθῆραι τὴν ἐπικειμένην αὐτοῖς ἀχλύν, 296 ἀλλ᾿ οἷον φῶς μέγα δι᾿ ὁμίχλης οἱ ἄνθρωποι βλέποντες οὐ καθαρῶς οὐδὲ εἰλικρινῶς, αὐτὸ δὲ ἐκεῖνο νενομικότες οὐχὶ φῶς καθαρόν, ἀλλὰ πῦρ καὶ τῶν περὶ αὐτὸ πάντων ὄντες ἀθέατοι βοῶσι μέγα· Φρίττετε, φοβεῖσθε, πῦρ, φλόξ, θάνατος, μάχαιρα, ῥομφαία, πολλοῖς ὀνόμασι μίαν ἐξηγούμενοι τὴν βλαπτικὴν τοῦ πυρὸς δύναμιν. ἀλλ᾿ ὑπὲρ μὲν τούτων ἰδίᾳ βέλτιον παραστῆσαι, πόσῳ φαυλότεροι τῶν παρ᾿ ἡμῖν οὗτοι γεγόνασι ποιητῶν οἱ τῶν ὑπὲρ τοῦ θεοῦ λόγων διδάσκαλοι. Προσήκει δὲ οὐ τὰ τῶν θεῶν μόνον ἀγάλματα προσκυνεῖν, ἀλλὰ καὶ τοὺς ναοὺς καὶ τὰ τεμένη καὶ τοὺς βωμούς· εὔλογον δὲ καὶ τοὺς ἱερέας τιμᾶν ὡς λειτουργοὺς θεῶν καὶ ὑπηρέτας καὶ διακονοῦντας ἡμῖν τὰ πρὸς τοὺς θεούς, συνεπισχύοντας τῇ ἐκ θεῶν εἰς ἡμᾶς τῶν ἀγαθῶν δόσει· προθύουσι γὰρ πάντων καὶ ὑπερεύχονται. δίκαιον οὖν ἀποδιδόναι πᾶσιν αὐτοῖς οὐκ ἔλαττον, εἰ μὴ καὶ πλέον, ἢ τοῖς πολιτικοῖς ἄρχουσι τὰς τιμάς. εἰ δέ τις οἴεται τοῦτο ἐπ᾿ ἴσης χρῆναι νέμειν αὐτοῖς καὶ τοῖς πολιτικοῖς ἄρχουσιν, ἐπεὶ Κἀκεῖνοι τρόπον τινὰ τοῖς θεοῖς ἱερατεύουσι, φύλακες ὄντες τῶν νόμων, ἀλλὰ τά γε τῆς εὐνοίας παρὰ πολὺ χρὴ νέμειν τούτοις. οἱ μὲν γὰρ Ἀχαιοὶ καίπερ πολέμιον ὄντα τὸν ἱερέα προσέταττον αἰδεῖσθαι τῷ βασιλεῖ· ἡμεῖς δὲ οὐδὲ τοὺς φίλους αἰδούμεθα τοὺς εὐχομένους ὑπὲρ ἡμῶν καὶ θύοντας. Ἀλλ᾿ ἐπείπερ ὁ λόγος εἰς τὴν πάλαι ποθουμένην ἀρχὴν ἐλήλυθεν, ἄξιον εἶναί μοι δοκεῖ διελθεῖν ἐφεξῆς, ὁποῖός τις ὢν ὁ ἱερεὺς αὐτός τε δικαίως τιμηθήσεται καὶ τοὺς θεοὺς τιμᾶσθαι ποιήσει. τὸ γὰρ ἡμέτερον οὐ χρὴ σκοπεῖν οὐδὲ ἐξετάζειν, ἀλλὰ ἕως ἂν ἱερεύς τις ὀνομάζηται, 297 τιμᾶν αὐτὸν χρὴ καὶ θεραπεύειν, εἰ δὲ εἴη πονηρός, ἀφαιρεθέντα τὴν ἱερωσύνην ὡς ἀνάξιον ἀποφανθέντα περιορᾶν· ἕως δὲ προθύει καὶ κατάρχεται καὶ παρίσταται τοῖς θεοῖς, ὡς τὸ τιμιώτατον τῶν θεῶν κτῆμα προσβλεπτέος ἐστὶν ἡμῖν μετὰ αἰδοῦς καὶ εὐλαβείας. ἄτοπον γάρ, εἰ τοὺς μὲν λίθους, ἐξ ὧν οἱ βωμοὶ πεποίηνται, διὰ τὸ καθιερῶσθαι τοῖς θεοῖς ἀγαπῶμεν, ὅτι μορφὴν ἔχουσι καὶ σχῆμα πρέπον, εἰς ἥν εἰσι κατεσκευασμένοι λειτουργίαν, ἄνδρα δὲ καθωσιωμένον τοῖς θεοῖς οὐκ οἰησόμεθα χρῆναι τιμᾶν. ἴσως ὑπολήψεταί τις· ἀλλὰ ἀδικοῦντα καὶ ἐξαμαρτάνοντα πολλὰ τῶν πρὸς Τοὺς θεοὺς ὁσίων; ἐγὼ δή φημι χρῆναι τὸν μὲν τοιοῦτον ἐξελέγχειν, ἵνα μὴ πονηρὸς ὢν ἐνοχλῇ τοὺς θεούς, ἕως δ᾿ ἂν ἐξελέγξῃ τις, μὴ ἀτιμάζειν. οὐδὲ γὰρ εὔλογον ἐπιλαβομένους ταύτης τῆς ἀφορμῆς οὐ τούτων μόνον, ἀλλὰ καὶ τῶν ἐπιτηδείων τιμᾶσθαι τὴν τιμὴν προσαφαιρεῖσθαι. ἔστω τοίνυν ὥσπερ ἄρχων, οὕτω δὲ καὶ ἱερεὺς πᾶς αἰδέσιμος, ἐπειδὴ καὶ ἀπόφασίς ἐστι θεοῦ τοῦ Διδυμαίου τοιαύτη· Ὅσσοι ἐς ἀρητῆρας ἀτασθαλίῃσι νόοιο Ἀθανάτων ῥέζουσ᾿ ἀποφώλια, καὶ γεράεσσιν Ἀντία βουλεύουσιν ἀδεισιθέοισι λογισμοῖς, Οὐκέθ᾿ ὅλην βιότοιο διεκπερόωσιν ἀταρπόν, Ὅσσοι περ μακάρεσσιν ἐλωβήσαντο θεοῖσιν, Ὧν κεῖνοι θεόσεπτον ἕλον θεραπηίδα τιμήν, Καὶ πάλιν ἐν ἄλλοις ὁ θεός φησι 298 Πάντας μὲν θεράποντας ἐμοὺς ὀλοῆς κακό- τητος — , Καί φησιν ὑπὲρ τούτων δίκην ἐπιθήσειν αὐτοῖς. Πολλῶν δὲ εἰρημένων τοιούτων παρὰ τοῦ θεοῦ, δι᾿ ὧν ἔνεστι μαθόντας ὅπως χρὴ τιμᾶν καὶ θεραπεύειν τοὺς ἱερέας, εἰρήσεταί μοι διὰ πλειόνων ἐν ἄλλοις· ἀπόχρη δὲ νῦν, ὅτι μὴ σχεδιάζω μηδέν, ἐπιδεῖξαι τήν τε ἐκ τοῦ θεοῦ πρόρρησιν καὶ τὸ ἐπίταγμα τῶν αὐτοῦ λόγων ἱκανὸν ἡγούμενος. εἴ τις οὖν ἀξιόπιστον ὑπείληφεν ἐμὲ διδάσκαλον τῶν τοιούτων, αἰδεσθεὶς τὸν Θεὸν ἐκείνῳ πειθέσθω καὶ τοὺς ἱερέας τῶν θεῶν τιμάτω διαφερόντως· ὁποῖον δὲ αὐτὸν εἶναι χρή, πειράσομαι νῦν εἰπεῖν, οὐχ ἕνεκα σοῦ· τοῦτο μὲν γὰρ εἰ μὴ τὸ νῦν ἠπιστάμην, ἅμα μὲν τοῦ καθηγεμόνος, ἅμα δὲ τῶν μεγίστων θεῶν μαρτυρούντων, ὅτι τὴν λειτουργίαν ταύτην διαθήσῃ καλῶς, ὅσα γε εἰς προαίρεσιν ἥκει τὴν σήν, οὐδ᾿ ἂν ἐτόλμησά σοι μεταδοῦναι τοσούτου πράγματος· ἀλλ᾿ ὅπως ἔχῃς ἐντεῦθεν διδάσκειν τοὺς ἄλλους, οὐκ ἐν ταῖς πόλεσι μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἀγροῖς εὐλογώτερον καὶ ἐπ᾿ ἐξουσίας, ὡς οὐκ οἴκοθεν αὐτὰ νοεῖς καὶ πράττεις μόνος, ἔχεις δὲ καὶ ἐμὲ σύμψηφον σεαυτῷ, δοκοῦντά γε εἶναι διὰ τοὺς θεοὺς ἀρχιερέα μέγιστον, ἄξιον μὲν οὐδαμῶς πράγματος τοσούτου, βουλόμενον δὲ εἶναι καὶ προσευχόμενον ἀεὶ τοῖς θεοῖς. εὖ γὰρ ἴσθι, μεγάλας ἡμῖν οἱ θεοὶ μετὰ τὴν τελευτὴν ἐλπίδας ἐπαγγέλλονται. πειστέον δὲ αὐτοῖς πάντως. ἀψευδεῖν γὰρ εἰώθασιν οὐχ ὑπὲρ ἐκείνων μόνον, ἀλλὰ καὶ τῶν ἐν τῷ βίῳ τῷδε. οἱ δὲ διὰ περιουσίαν δυνάμεως οἷοί τε ὄντες καὶ τῆς ἐν τῷ 299 βίῳ τούτῳ περιγενέσθαι ταραχῆς καὶ τὸ ἄτακτον αὐτοῦ καὶ τὸ ἀλλόκοτον ἐπανορθοῦν ἆρ᾿ οὐκ ἐν ἐκείνῳ μᾶλλον, ὅπου διῄρηται τὰ μαχόμενα, χωρισθείσης μὲν τῆς ἀθανάτου ψυχῆς, γῆς δὲ γενομένου τοῦ νεκροῦ σώματος, ἱκανοὶ παρασχεῖν ἔσονται ταῦθ᾿ ὅσαπερ ἐπηγγείλαντο τοῖς ἀνθρώποις; εἰδότες οὖν, ὅτι μεγάλας ἔχειν ἔδοσανοἱ θεοὶ τοῖς ἱερεῦσι τὰς ἀμοιβάς, ἐγγύους αὐτοὺς ἐν πᾶσι τῆς ἀξίας τῶν θεῶν κατασκευάσωμεν, ὧν πρὸς τὰ πλήθη χρὴ λέγειν δεῖγμα τὸν ἑαυτῶν ἐκφέροντας βίον. Ἀρκτέον δὲ ἡμῖν τῆς πρὸς τοὺς θεοὺς εὐσεβείας. οὕτω γὰρ ἡμᾶς πρέπει τοῖς θεοῖς λειτουργεῖν ὡς παρεστηκόσιν αὐτοῖς καὶ ὁρῶσι μὲν ἡμᾶς, οὐχ ὁρωμένοις δὲ ὑφ᾿ ἡμῶν καὶ τὸ πάσης αὐγῆς ὄμμα κρεῖττον ἄχρι τῶν ἀποκρυπτομένων ἡμῖν λογισμῶν διατετακόσιν. ὅτι δὲ οὐκ ἐμὸς ὁ λόγος οὗτός ἐστιν, ἀλλὰ τοῦ θεοῦ, διὰ πολλῶν μὲν εἰρημένος λόγων, ἐμοὶ δὲ δῆτα ἀπόχρη καὶ ἕνα παραθεμένῳ δύο δι᾿ ἑνὸς παραστῆσαι, πῶς μὲν ὁρῶσιν οἱ θεοὶ πάντα, πῶς δὲ ἐπὶ τοῖς εὐσεβέσιν εὐφραίνονται· Πάντη Φοιβείη τέταται τανυσίσκοπος ἀκτίς· Καί τε διὰ στερεῶν χωρεῖ θοὸν ὄμμα πετράων, Καὶ διὰ κυανέης ἁλὸς ἔρχεται, οὐδέ ἑ λήθει Πληθὺς ἀστερόεσσα παλινδίνητος ἰοῦσα Οὐρανὸν εἰς ἀκάμαντα σοφῆς κατὰ θεσμὸν ἀνάγκης, Οὐδ᾿ ὅσα νερτερίων ὑπεδέξατο φῦλα καμόντων Τάρταρος ἀχλυόεντος ὑπὸ ζόφον ἀίδος εἴσω· 300 Εὐσεβέσιν δὲ βροτοῖς γάνυμαι τόσον, ὅσσον Ὀλύμπῳ. Ὅσῳ δὲ λίθου καὶ πέτρας ἅπασα μὲν ψυχή, πολὺ δὲ πλέον ἡ τῶν ἀνθρώπων οἰκειότερον ἔχει καὶ συγγενέστερον πρὸς τοὺς θεούς, τοσούτῳ μᾶλλον εἰκός ἐστι ῥᾷον καὶ ἐνεργέστερον δι᾿ αὐτῆς Χωρεῖν τῶν θεῶν τὸ ὄμμα. θέα δὲ τὴν φιλανθρωπίαν τοῦ θεοῦ γάνυσθαι φάσκοντος τῇ τῶν εὐσεβῶν ἀνδρῶν διανοίᾳ ὅσον Ὀλύμπῳ τῷ καθαρωτάτῳ. πῶς ἡμῖν οὗτος οὐχὶ καὶ ἀνάξει τὰς ψυχὰς ἡμῶν ἀπὸ τοῦ ζόφου καὶ τοῦ Ταρτάρου μετ᾿ εὐσεβείας αὐτῷ προσιόντων; οἶδε μὲν γὰρ καὶ τοὺς ἐν τῷ Ταρτάρῳ κατακεκλεισμένους· οὐδὲ γὰρ ἐκεῖνα τῆς τῶν θεῶν ἐκτὸς πίπτει δυνάμεως· ἐπαγγέλλεται δὲ τοῖς εὐσεβέσι τὸν Ὄλυμπον ἀντὶ τοῦ Ταρτάρου. διόπερ χρὴ μάλιστα τῶν τῆς εὐσεβείας ἔργων ἀντέχεσθαι προσιόντας μὲν τοῖς θεοῖς μετ᾿ εὐλαβείας, αἰσχρὸν μηδὲν μήτε λέγοντας μήτε ἀκούοντας. ἁγνεύειν δὲ χρὴ τοὺς ἱερέας οὐκ ἔργων μόνον ἀκαθάρτων οὐδὲ ἀσελγῶν πράξεων, ἀλλὰ καὶ ῥημάτων καὶ ἀκροαμάτων τοιούτων. ἐξελατέα τοίνυν ἐστὶν ἡμῖν πάντα τὰ ἐπαχθῆ σκώμματα, πᾶσα δὲ ἀσελγὴς ὁμιλία. καὶ ὅπως εἰδέναι ἔχῃς ὃ βούλομαι φράζειν, ἱερωμένος τις μήτε Ἀρχίλοχον ἀναγινωσκέτω μήτε Ἱππώνακτα μήτε ἄλλον τινὰ τῶν τὰ τοιαῦτα γραφόντων. ἀποκλινέτω καὶ τῆς παλαιᾶς κωμῳδίας ὅσα τῆς τοιαύτης ἰδέας· ἄμεινον μὲν γάρ· καὶ πάντως πρέποι δ᾿ ἂν ἡμῖν ἡ φιλοσοφία μόνη, καὶ τούτων οἱ θεοὺς ἡγεμόνας προστησάμενοι τῆς ἑαυτῶν παιδείας, ὥσπερ Πυθαγόρας καὶ Πλάτων καὶ Ἀριστοτέλης οἵ τε ἀμφὶ Χρύσιππον καὶ Ζήνωνα. προσεκτέον μὲν γὰρ οὔτε πᾶσιν οὔτε τοῖς πάντων δόγμασιν, ἀλλὰ ἐκείνοις μόνον καὶ ἐκείνων, ὅσαεὐσεβείας ἐστὶ ποιητικὰ καὶ διδάσκει περὶ θεῶν πρῶτον μὲν ὡς εἰσίν, εἶτα ὡς προνοοῦσι τῶν τῇδε, καὶ ὡς ἐργάζονται μὲν οὐδὲ ἓν κακὸν οὔτε ἀνθρώπους οὔτε ἀλλήλους φθονοῦντες καὶ βασκαίνοντες καὶ πολεμοῦντες, ὁποῖα γράφοντες οἱ μὲν παρ᾿ ἡμῖν ποιηταὶ κατεφρονήθησαν, οἱ δὲ τῶν Ἰουδαίων προφῆται διατεταμένως συγκατασκευάζοντες ὑπὸ τῶν ἀθλίων τούτων τῶν προσνειμάντων ἑαυτοὺς τοῖς Γαλιλαίοις θαυμάζονται. Πρέποι δ᾿ ἂν ἡμῖν ἱστορίαις ἐντυγχάνειν, ὁπόσαι συνεγράφησαν ἐπὶ πεποιημένοις τοῖς ἔργοις· ὅσα δέ ἐστιν ἐν ἱστορίας εἴδει παρὰ τοῖς ἔμπροσθεν ἀπηγγελμένα πλάσματα παραιτητέον, ἐρωτικὰς ὑποθέσεις καὶ πάντα ἁπλῶς τὰ τοιαῦτα. καθάπερ γὰρ οὐδὲ ὁδὸς πᾶσα τοῖς ἱερωμένοις ἁρμόττει, τετάχθαι δὲ χρὴ καὶ ταύτας, οὕτως οὐδὲ ἀνάγνωσμα πᾶν ἱερωμένῳ πρέπει. ἐγγίνεται γάρ τις τῇ ψυχῇ διάθεσις ὑπὸ τῶν λόγων, καὶ κατ᾿ ὀλίγον ἐγείρει τὰς ἐπιθυμίας, εἶτα ἐξαίφνης ἀνάπτει δεινὴν φλόγα, πρὸς ἣν οἶμαι χρὴ πόρρωθεν παρατετάχθαι. Μήτε Ἐπικούρειος εἰσίτω λόγος μήτε Πυρρώνειος· ἤδη μὲν γὰρ καλῶς ποιοῦντες οἱ θεοὶ καὶ ἀνῃρήκασιν, ὥστε ἐπιλείπειν καὶ τὰ πλεῖστα τῶν βιβλίων. ὅμως οὐδὲν κωλύει τύπου χάριν ἐπιμνησθῆναι μὲν καὶ τούτων, ὁποίων χρὴ μάλιστα τοὺς ἱερέας ἀπέχεσθαι λόγων, εἰ δὲ λόγων, πολὺ πρότερον ἐννοιῶν. οὐδὲ γὰρ οἶμαι ταὐτόν ἐστιν Ἁμάρτημα γλώττης καὶ διανοίας, ἀλλ᾿ ἐκείνην χρὴ μάλιστα θεραπεύειν, ὡς καὶ τῆς γλώττης ἐκείνῃ συνεξαμαρτανούσης. ἐκμανθάνειν χρὴ τοὺς ὕμνους τῶν θεῶν· εἰσὶ δὲ οὗτοι πολλοὶ μὲν καὶ καλοὶ πεποιημένοι παλαιοῖς καὶ νέοις· οὐ μὴν ἀλλ᾿ ἐκείνους πειρατέον ἐπίστασθαι τοὺς ἐν τοῖς ἱεροῖς ᾀδομένους. οἱ πλεῖστοι γὰρ ὑπ᾿ αὐτῶν τῶν θεῶν ἱκετευθέντων ἐδόθησαν, ὀλίγοι δέ τινες 302 ἐποιήθησαν καὶ παρὰ ἀνθρώπων, ὑπὸ πνεύματος ἐνθέου καὶ ψυχῆς ἀβάτου τοῖς κακοῖς ἐπὶ τῇ τῶν θεῶν τιμῇ συγκείμενοι. Ταῦτά γε ἄξιον ἐπιτηδεύειν καὶ εὔχεσθαι πολλάκις τοῖς θεοῖς ἰδίᾳ καὶ δημοσίᾳ, μάλιστα μὲν τρὶς τῆς ἡμέρας, εἰ δὲ μή, πάντως ὄρθρου γε καὶ δείλης· οὐδὲ γὰρ εὔλογον ἄθυτον ἄγειν ἡμέραν ἢ νύκτα τὸν ἱερωμένον· ἀρχὴ δὲ ὄρθρος μὲν ἡμέρας, ὀψία δὲ νυκτός. εὔλογον δὲ ἀμφοτέρων τοῖς θεοῖς ἀπάρχεσθαι τῶν διαστημάτων, ὅταν ἔξωθεν τῆς ἱερατικῆς ὄντες τυγχάνωμεν λειτουργίας· ὡς τά γε ἐν τοῖς ἱεροῖς, ὅσα πάτριος διαγορεύει νόμος, φυλάττειν πρέπει, καὶ οὔτε πλέον οὔτε ἔλαττόν τι ποιητέον αὐτῶν· ἀίδια γάρ ἐστι τὰ τῶν θεῶν· ὥστε καὶ ἡμᾶς χρὴ μιμεῖσθαι τὴν οὐσίαν αὐτῶν, ἵν᾿ αὐτοὺς ἱλασκώμεθα διὰ τοῦτο πλέον. Εἰ μὲν οὖν ἦμεν αὐτοψυχαὶ μόναι, τὸ σῶμα δὲ πρὸς μηδὲν ἡμῖν διώχλει, καλῶς ἂν εἶχεν ἕνα τινὰ τοῖς ἱερεῦσιν ἀφορίζειν βίον· ἐπεὶ δὲ οὐχ ἱερεῦσιν ἁπλῶς, ἀλλὰ καὶ τῷ ἱερεῖ προσήκει μόνον, ὃ δὴ κατὰ τὸν καιρὸν τῆς λειτουργίας ἐπιτηδευτέον, Τί δὲ τῷ ἱερατεύειν ἀνθρώπῳ λαχόντι συγχωρητέον, ὅταν ἐκτὸς ᾖ τῆς ἐν τοῖς ἱεροῖς λειτουργίας; οἶμαι δὲ χρῆναι τὸν ἱερέα πάντων ἁγνεύσαντα νύκτα καὶ ἡμέραν, εἶτα. ἄλλην ἐπ᾿ αὐτῇ νύκτα καθηράμενον οἷς διαγορεύουσιν οἱ θεσμοὶ καθαρμοῖς οὕτως εἴσω φοιτῶντα τοῦ ἱεροῦ μένειν ὅσας ἂν ἡμέρας ὁ νόμος κελεύῃ. τριάκοντα μὲν γὰρ αἱ παρ᾿ ἡμῖν εἰσιν ἐν Ῥώμῃ, παρ᾿ ἄλλοις δὲ ἄλλως. εὔλογον οὖν οἶμαι μένειν ἁπάσας ταύτας τὰς ἡμέρας ἐν τοῖς ἱεροῖς φιλοσοφοῦντα, καὶ μήτε εἰς οἰκίαν βαδίζειν μήτε εἰς ἀγοράν, ἀλλὰ μηδὲ 303 ἄρχοντα πλὴν ἐν τοῖς ἱεροῖ ὁρᾶν, ἐπιμελεῖσθαι δὲ τῆς περὶ τὸ θεῖον θεραπείας αὐτὸν ἐφορῶντα πάντα καὶ διατάττοντα, πληρώσαντα δὲ τὰς ἡμέρας εἶτα ἑτέρῳ παραχωρεῖν τῆς λειτουργίας. ἐπὶ δὲ τὸν ἀνθρώπινον τρεπομένῳ βίον ἐξέστω καὶ βαδίζειν εἰς οἰκίαν φίλου καὶ εἰς ἑστίασιν ἀπαντᾶν παρακληθέντα, μὴ πάντων, ἀλλὰ τῶν βελτίστων· ἐν τούτῳ δὲ καὶ εἰς ἀγορὰν παρελθεῖν οὐκ ἄτοπον ὀλιγάκις, ἡγεμόνα τε προσειπεῖν καὶ ἔθνους ἄρχοντα, καὶ τοῖς εὐλόγως δεομένοις ὅσα ἐνδέχεται βοηθῆσαι. Πρέπει δὲ οἶμαι τοῖς ἱερεῦσιν ἔνδον μέν, ὅτε λειτουργοῦσιν, ἐσθῆτι χρῆσθαι μεγαλοπρεπεστάτῃ, τῶν ἱερῶν δὲ ἔξω τῇ συνήθει δίχα πολυτελειας· Οὐδὲ γὰρ εὔλογον τοῖς δεδομένοις ἡμῖν ἐπὶ τιμῇ θεῶν εἰς κενοδοξίαν καταχρῆσθαι καὶ τύφον μάταιον. ὅθεν ἀφεκτέον ἡμῖν ἐσθῆτος πολυτελεστέρας ἐν ἀγορᾷ καὶ κόμπου ἢ καὶ πάσης ἁπλῶς ἀλαζονείας. οἱ γοῦν θεοὶ τὴν τοσαύτην ἀγασθέντες Ἀμφιαράου σωφροσύνην, ἐπειδὴ τοῦ στρατεύματος ἐκείνου κατεδίκασαν φθορὰν εἰδώς τε αὐτὸς συνεστρατεύετο καὶ ἦν ἄφευκτον αὐτῷ διὰ τοῦτο τὸ πεπρωμένον, ἀπέφηναν αὐτὸν ἄλλον ἐξ ἄλλου καὶ μετέστησαν εἰς λῆξιν θείαν. πάντων γοῦν τῶν ἐπιστρατευσάντων ταῖς Θήβαις ἐπὶ τῶν ἀσπίδων πρὶν κατεργάσασθαι σήματα γραφόντων καὶ ἐγειρόντων τὰ τρόπαια κατὰ τῆς συμφορᾶς τῶν Καδμείων, ὁ τῶν θεῶν ὁμιλητὴς ἄσημα μὲν ἐπεστράτευεν ἔχων ὅπλα, πρᾳότητα δὲ καὶ σωφροσύνην ὡς καὶ ὑπὸ τῶν πολεμίων ἐμαρτυρεῖτο. διόπερ οἶμαι χρὴ καὶ τοὺς ἱερέας ἡμᾶς τὰ περὶ τὰς ἐσθῆτας σωφρονεῖν, ἵνα τυγχάνωμεν εὐμενῶν τῶν θεῶν· ὡς οὐ μικρά γε εἰς αὐτοὺς ἐξαμαρτάνομεν δημούμενοι τὰς ἱερὰς ἐσθῆτας καὶ δημοσιεύοντες καὶ παρέχοντες 304 ἁπλῶς περιβλέπειν τοῖς ἀνθρώποις ὥσπερ τι θαυμαστόν. εἰ γὰρ τοῦτο συμβαίνει, πολλοὶ πελάζουσιν ἡμῖν οὐ καθαροί, καὶ διὰ τοῦτο χραίνεται τὰ τῶν θεῶν σύμβολα. τὸ δὲ καὶ ἡμᾶςαὐτοὺς οὐχ ἱερατικῶς ζῶντας ἱερέων ἐσθῆτα περικεῖσθαι πόσης ἐστὶ παρανομίας καὶ καταφρονήσεως εἰς τοὺς θεούς; εἰρήσεται μὲν οὖν ἡμῖν καὶ περὶ τούτων ἐν ἄλλοις δι᾿ ἀκριβείας· νυνὶ δὲ ὡς τύπῳ πρὸς σὲ γράφω περὶ αὐτῶν. Τοῖς ἀσελγέσι τούτοις θεάτροις τῶν ἱερέων μηδεὶς μηδαμοῦ παραβαλλέτω μηδὲ εἰς τὴν οἰκίαν εἰσαγέτω τὴν ἑαυτοῦ· πρέπει γὰρ οὐδαμῶς. καὶ εἰ μὲν οἶόν τε ἦν ἐξελάσαι παντάπασιν αὐτὰ τῶν θεάτρων, ὥστε αὐτὰ πάλιν ἀποδοῦναι τῷ Διονύσῳ καθαρὰ γενόμενα, πάντως ἂν ἐπειράθην αὐτὸ προθύμως κατασκευάσαι. νυνὶ δὲ οἰόμενος τοῦτο οὔτε δυνατὸν οὔτε ἄλλως, εἰ καὶ δυνατὸν φανείη, συμφέρον ἂν αὐτὸ γενέσθαι, ταύτης μὲν ἀπεσχόμην παντάπασι τῆς φιλοτιμίας· ἀξιῶ δὲ τοὺς ἱερέας ὑποχωρῆσαι καὶ ἀποστῆναι τῷ δήμῳ τῆς ἐν τοῖς θεάτροις ἀσελγείας. μηδεὶς οὖν ἱερεὺς εἰς θέατρον εἰσίτω, μηδὲ ἐχέτω φίλον θυμελικὸν μηδὲ ἁρματηλάτην, μηδὲ ὀρχηστὴς μηδὲ μῖμος αὐτοῦ τῇ θύρᾳ προσίτω· τοῖς ἱεροῖς ἀγῶσιν ἐπιτρέπω μόνον τῷ βουλομένῳ παραβάλλειν, ὧν ἀπηγόρευται μετέχειν οὐκ ἀγωνίας μόνον, ἀλλὰ καὶ θέας ταῖς γυναιξίν. ὑπὲρ δὲ τῶν κυνηγεσίων τί δεῖ καὶ λέγειν, ὅσα ταῖς πόλεσιν εἴσω τῶν θεάτρων συντελεῖται, ὡς ἀφεκτέον τούτων ἐστὶν οὐχ ἱερεῦσι μόνον, ἀλλὰ καὶ παισὶν ἱερέων; Ἦν μὲν οὖν ἴσως πρὸ τούτων εἰρῆσθαι καλόν, ὅθεν καὶ ὅπως χρὴ τοὺς ἱερέας ἀποδεικνύειν· οὐδὲν δὲ ἄτοπον εἰς τοῦτό μοι τοὺς λόγους λῆξαι. ἐγώ Φημι τοὺς ἐν ταῖς πόλεσι βελτίστους καὶ μάλιστα μὲν φιλοθεωτάτους, ἔπειτα φιλανθρωποτάτους, ἐάν τε πένητες ὦσιν ἐάν τε πλούσιοι· διάκρισις ἔστω πρὸς τοῦτο μηδ᾿ ἡτισοῦν ἀφανοῦς καὶ ἐπιφανοῦς· ὁ γὰρ διὰ πρᾳότητα λεληθὼς οὐ διὰ τὴν τοῦ ἀξιώματος ἀφάνειαν δίκαιός ἐστι κωλύεσθαι. κἂν πένης οὖν ᾖ τις δημότης ἔχων ἐν ἑαυτῷ δύο ταῦτα, τό τε φιλόθεον καὶ τὸ φιλάνθρωπον, ἱερεὺς ἀποδεικνύσθω. δεῖγμα δὲ τοῦ φιλοθέου μέν, εἰ τοὺς οἰκείους ἅπαντας εἰς τὴν περὶ τοὺς θεοὺς εὐσέβειαν εἰσαγάγοι, τοῦ φιλανθρώπου δέ, εἰ καὶ ἐξ ὀλίγων εὐκόλως κοινωνεῖ τοῖς δεομένοις καὶ μεταδίδωσι προθύμως, εὖ ποιεῖν ἐπιχειρῶν ὅσους ἂν οἷός τε ᾖ. Προσεκτέον γὰρ μάλιστα τῷ μέρει τούτῳ, καὶ τὴν ἰατρείαν ἐντεῦθεν ποιητέον. ἐπειδὴ γὰρ οἶμαι συνέβη τοὺς πένητας ἀμελεῖσθαι παρορωμένους ὑπὸ τῶν ἱερέων, οἱ δυσσεβεῖς Γαλιλαῖοι κατανοήσαντες ἐπέθεντο ταύτῃ τῇ φιλανθρωπίᾳ, καὶ τὸ χείριστον τῶν ἔργων διὰ τοῦ εὐδοκιμοῦντος τῶν ἐπιτηδευμάτων ἐκράτυναν. ὥσπερ γὰρ οἱ τὰ παιδία διὰ τοῦ πλακοῦντος ἐξαπατῶντες τῷ καὶ δὶς καὶ τρὶς προέσθαι πείθουσιν ἀκολουθεῖν ἑαυτοῖς, εἶθ᾿, ὅταν ἀποστήσωσι πόρρω τῶν οἰκείων, ἐμβάλλοντες εἰς ναῦν ἀπέδοντο, καὶ γέγονεν εἰς ἅπαντα τὸ ἑξῆς βίον πικρὸν τὸ δόξαν πρὸς ὀλίγον Γλυκύ, τὸν αὐτὸν καὶ αὐτοὶ τρόπον ἀρξάμενοι διὰ τῆς λεγομένης παρ᾿ αὐτοῖς ἀγάπης καὶ ὑποδοχῆς καὶ διακονίας τραπεζῶν· ἔστι γὰρ ὥσπερ τὸ ἔργον, οὕτω δὲ καὶ τοὔνομα παρ᾿ αὐτοῖς πολύ· πλείστους ἐνήγαγον εἰς τὴν ἀθεότητα. ∗ ∗ ∗ [Fragments] Τοιαῦτα πολλάκις ἐγίνετο καὶ γίνεται, καὶ πῶς ταῦτα συντελείας σημεῖα; Μωυσῆς ἡμέρας τεσσαράκοντα νηστεύσας ἔλαβε τὸν νόμον, Ἡλίας δὲ τοσαύτας νηστεύσας θείων αὐτοψιῶν ἔτυχεν. Ἰησοῦς δὲ τί μετὰ τοσαύτην νηστείαν ἔλαβεν; Καὶ πῶς εἰς τὸ πτερύγιον τοῦ ἱεροῦ τὸν Ἰησοῦν ἀνήγαγεν ὄντα ἐν τῇ ἐρήμῳ; Ἀλλὰ καὶ τοιαῦτα προσεύχεται ὁ Ἰησοῦς, οἷα ἄνθρωπος ἄθλιος συμφορὰν φέρειν εὐκόλως οὐ δυνάμενος, καὶ ὑπ᾿ ἀγγέλου θεὸς ὢν ἐνισχύεται. τίς δὲ καὶ ἀνήγγειλέ σοι, Λουκᾶ, περὶ τοῦ ἀγγέλου, εἰ καὶ γέγονε τοῦτο; οὐδὲ οἱ τότε παρόντες εὐχομένῳ κατιδεῖν οἷοί τε ἦσαν· ἐκοιμῶντο γάρ. διὸ καὶ ἀπὸ τῆς προσευχῆς ἐλθὼν εὗρεν αὐτοὺς κοιμωμένους ἀπὸ τῆς λύπης καὶ εἶπε· “Τί καθεύδετε; ἀναστάντες προσεύχεσθε” καὶ τὰ ἑξῆς· εἶτα· “Καὶ ἔτι αὐτοῦ τοῦτο λαλοῦντος, ἰδοὺ ὄχλος πολὺς καὶ Ἰούδας.” διὸ οὐδὲ ἔγραψεν Ἰωάννης, οὐδὲ γὰρ εἶδε. Ἀκούσατε καλοῦ καὶ πολιτικοῦ παραγγέλματος. “Πωλήσατε τὰ ὑπάρχοντα καὶ δότε πτωχοῖς· ποιήσατε ἑαυτοῖς βαλάντια μὴ παλαιούμενα.” ταύτης τίς εἰπεῖν ἔχει πολιτικωτέραν τῆς ἐντολῆς; εἰ γὰρ πάντες σοι πεισθεῖεν, τίς ὁ ὠνησόμενος; ἐπαινεῖ τίς ταύτην τὴν διδασκαλίαν, ἧς κρατυνθείσης οὐ πόλις, οὐκ ἔθνος, οὐκ οἰκία μία συστήσεται; πῶς γὰρ πραθέντων ἁπάντων οἶκος ἔντιμος εἶναι δύναταί τις ἢ οἰκία; τὸ δέ, ὅτι πάντων ὁμοῦ τῶν ἐν τῇ πόλει πιπρασκομένων, οὐκ ἂν εὑρεθεῖεν οἱ ἀγοράζοντες, φανερόν ἐστι καὶ σιωπώμενον. Πῶς ᾖρε τὴν ἁμαρτίαν ὁ τοῦ θεοῦ λόγος αἴτιος πολλοῖς μὲν πατροκτονίας, πολλοῖς δὲ παιδοκτονίας γενόμενος, ἀναγκαζομένων τῶν ἀνθρώπων ἢ τοῖς πατρίοις βοηθεῖν καὶ τῆς ἐξ αἰῶνος αὐτοῖς εὐσεβείας παραδεδομένης ἀντέχεσθαι ἢ τὴν καινοτομίαν ταύτην προσίεσθαι; διὰ τί γὰρ οὐχὶ καὶ Μωυσἦς, ὃς ἀναιρέτης ἐλθὼν τῆς ἁμαρτίας πλειστηριάσας ταύτην κατείληπται;