Orations — Julian ================= ΛΟΓΟΙ Translation/edition: Greek text Language: Ancient Greek Read in Plato Scroll: https://plato-scroll.com/s/julian-orations/ This file: https://plato-scroll.com/text/julian-orations-b.txt Other editions of this work: - Wilmer Cave Wright: https://plato-scroll.com/text/julian-orations.txt Sources and licences: https://plato-scroll.com/attribution.html Numbers in [brackets] are the edition's reference loci (Stephanus, Bekker, book.line, page...). Superscript numerals refer to the Notes at the end. [1] Πάλαι με προθυμούμενον, ὦ μέγιστε βασιλεῦ, τὴν σὴν ἀρετὴν καὶ πράξεις ὑμνῆσαι καὶ τοὺς πολέμους ἀπαριθμήσασθαι, καὶ τὰς τυραννίδας ὅπως ἀνῄρηκας, τῆς μὲν λόγῳ καὶ πειθοῖ τοὺς δορυφόρους ἀποστήσας, τῆς δὲ τοῖς ὅπλοις κρατήσας, τὸ μέγεθος εἶργε τῶν πράξεων, οὐ τὸ βραχὺ λειφθῆναι τῷ λόγῳ τῶν ἔργων δεινὸν κρίνοντα, ἀλλὰ τὸ παντελῶς τῆς ὑποθέσεως διαμαρτεῖν δόξαι. Τοῖς μὲν γὰρ πρὸς τοὺς πολιτικοὺς ἀγῶνας καὶ τὴν ποίησιν διατρίβουσιν οὐδὲν θαυμαστὸν εἰ ῥᾳδίως ἐγχειρεῖν ἔξεστι τοῖς ἐπαίνοις τῶν σοι πραχθέντων· περίεστι γὰρ αὐτοῖς ἐκ τῆς τοῦ λέγειν μελέτης καὶ τῆς πρὸς τὰς ἐπιδείξεις συνηθείας τὸ θαρσεῖν ἐν δίκῃ· ὅσοι δὲ τοῦ μὲν τοιούτου μέρους κατωλιγώρησαν, ὥρμησαν δὲ ἐφ´ ἕτερον παιδείας εἶδος καὶ λόγων ξυγγραφὴν οὐ δήμῳ κεχαρισμένην οὐδὲ ἐς θέατρα παντοδαπὰ τολμῶσαν ἀποδύεσθαι, πρὸς τὰς ἐπιδείξεις ἔχοιεν ἂν εἰκότως εὐλαβέστερον· ἔστι γὰρ οὐκ ἄδηλον τοῦθ´ ὅτι τοῖς μὲν ποιηταῖς Μοῦσαι καὶ τὸ δοκεῖν ἐκεῖθεν ἐπιπνεομένους τὴν ποίησιν γράφειν ἄφθονον παρέχει τὴν ἐξουσίαν τοῦ πλάσματος· τοῖς ῥήτορσι δὲ ἡ τέχνη τὴν ἴσην παρέσχεν ἄδειαν, τὸ μὲν πλάττειν ἀφελομένη, τὸ δὲ κολακεύειν οὐδαμῶς ἀπαγορεύσασα, οὐδὲ αἰσχύνην ὁμολογουμένην τῷ λέγοντι τὸ ψευδῶς ἐπαινεῖν τοὺς οὐκ ἀξίους ἐπαίνου κρίνασα. Ἀλλ´ οἱ μὲν ἐπειδὰν καινόν τινα μῦθον καὶ μηδέπω τοῖς πρόσθεν ἐπινοηθέντα φέρωσιν αὐτοὶ ξυνθέντες, τῷ ξένῳ τοὺς ἀκούοντας ψυχαγωγήσαντες πλέον θαυμάζονται· οἱ δὲ τῆς τέχνης ἀπολαῦσαί φασιν ἐν τῷ δύνασθαι περὶ τῶν μικρῶν μειζόνως διελθεῖν, καὶ τὸ μέγεθος ἀφελεῖν τῶν ἔργων τῷ λόγῳ, καὶ ὅλως ἀντιτάττειν τῇ τῶν πραγμάτων φύσει δύνασθαι τὴν τῶν λόγων. [2] Ἐγὼ δὲ εἰ μὲν ἑώρων ταύτης ἐμαυτὸν ἐπὶ τοῦ παρόντος ἐν χρείᾳ τῆς τέχνης, ἦγον ἂν τὴν προσήκουσαν ἡσυχίαν τοῖς ἀμελετήτως ἔχουσι τῶν τοιούτων λόγων, παραχωρῶν τῶν σῶν ἐγκωμίων ἐκείνοις, ὧν μικρῷ πρόσθεν ἐμνήσθην· ἐπεὶ δὲ ἅπαν τοὐναντίον ὁ παρὼν ἀπαιτεῖ λόγος τῶν πραγμάτων ἁπλῆν διήγησιν οὐδενὸς ἐπεισάκτου κόσμου δεομένην, ἔδοξε κἀμοὶ προσήκειν, 〈τοῦ〉 ἀξίως διηγήσασθαι τῶν ἔργων ἀνεφίκτου καὶ τοῖς προλαβοῦσιν ἤδη φανέντος. Ἅπαντες γὰρ σχεδὸν οἱ περὶ παιδείαν διατρίβοντές 〈σε〉 ἐν μέτρῳ καὶ καταλογάδην ὑμνοῦσιν, οἱ μὲν ἅπαντα περιλαβεῖν ἐν βραχεῖ τολμῶντες, οἱ δὲ [ἐν] μέρεσιν αὑτοὺς ἐπιδόντες τῶν πράξεων ἀρκεῖν ᾠήθησαν, εἰ τούτων τῆς ἀξίας μὴ διαμάρτοιεν. Ἄξιον δὲ ἄγασθαι τὴν προθυμίαν τῶν ἀνδρῶν ἁπάντων ὅσοι τῶν σῶν ἐπαίνων ἥψαντο· οἱ μὲν γάρ, ὅπως μηδὲν ὑπὸ τοῦ χρόνου τῶν σοι πραχθέντων ἀμαυρωθείη, τὸν μέγιστον ὑποδῦναι πόνον ἐτόλμησαν, οἱ δέ, ὅτι τοῦ παντὸς διαμαρτήσειν ἤλπιζον, τὴν αὑτῶν γνώμην ἐν μέρει προὔφηναν, ἄμεινον τοῦ τῆς σιωπῆς ἀκινδύνου γέρως κρίναντες κατὰ δύναμίν σοι τῶν οἰκείων πόνων ἀπάρξασθαι. Εἰ μὲν οὖν καὶ αὐτὸς εἷς ὢν ἐτύγχανον τῶν τοὺς ἐπιδεικτικοὺς ἀγαπώντων λόγους, ἐχρῆν ἐντεῦθεν ἄρχεσθαι τῆς ὑποθέσεως, τὴν ἴσην εὔνοιαν ἀπαιτήσαντα τῆς ὑπαρχούσης ἤδη σοι παρ´ ἡμῶν καὶ δεηθέντα τῶν λόγων ἀκροατὴν εὐμενῆ γενέσθαι, οὐχὶ δὲ ἀκριβῆ καὶ ἀπαραίτητον κριτὴν καταστῆναι. Ἐπεὶ δὲ ἐν ἄλλοις μαθήμασι τραφέντες καὶ παιδευθέντες, καθάπερ ἐπιτηδεύμασι καὶ νόμοις, ἀλλοτρίων κατατολμᾶν ἔργων δοκοῦμεν οὐκ ὀρθῶς, μικρά μοι δοκεῖ χρῆναι καὶ περὶ τούτων δηλῶσαι, οἰκειοτέραν ἀρχὴν προθέντα τοῦ λόγου. [3] Νόμος ἐστὶ παλαιὸς παρὰ τοῦ πρώτου φιλοσοφίαν ἀνθρώποις φήναντος οὑτωσὶ κείμενος· ἅπαντας πρὸς τὴν ἀρετὴν καὶ πρὸς τὸ καλὸν βλέποντας ἐπιτηδεύειν ἐν λόγοις, ἐν ἔργοις, ἐν ξυνουσίαις, ἐπὶ πᾶσιν ἁπλῶς τοῖς κατὰ τὸν βίον μικροῖς καὶ μείζοσι τοῦ καλοῦ πάντως ἐφίεσθαι. Πάντων δὲ ὅτι κάλλιστον ἀρετή, τίς ἂν ἡμῖν τῶν νοῦν ἐχόντων ἀμφισβητήσειε; Ταύτης τοίνυν ἀντέχεσθαι διακελεύεται τοὺς μὴ μάτην τουτὶ περιοίσοντας τοὔνομα, προσῆκον οὐδὲν αὐτοῖς σφετερισαμένους. Ταῦτα δὴ διαγορεύων ὁ νόμος οὐδεμίαν ἰδέαν ἐπιτάττει λόγων, οὐδὲ ὥσπερ ἔκ τινος τραγικῆς μηχανῆς, φασί, χρῆναι προαγορεύειν τοῖς ἐντυγχάνουσι σπεύδειν μὲν πρὸς τὴν ἀρετήν, ἀποφεύγειν δὲ τὴν πονηρίαν, ἀλλὰ πολλαῖς ὁδοῖς ἐπὶ τοῦτο δίδωσι χρῆσθαι τῷ βουληθέντι μιμεῖσθαι τὴν ἐκείνου φύσιν· καὶ γὰρ παραίνεσιν ἀγαθὴν καὶ λόγων προτρεπτικῶν χρῆσιν καὶ τὸ μετ´ εὐνοίας ἐπιπλήττειν τοῖς ἁμαρτήμασιν ἐπαινεῖν τε αὖ τὰ καλῶς πραχθέντα καὶ ψέγειν, ὅταν ᾖ καιρός, τὰ μὴ τοιαῦτα τῶν ἔργων, ἐφίησι δὲ ταῖς ἄλλαις ἰδέαις, εἴ τις ἐθέλοι, πρὸς τὸ βέλτιστον τῶν λόγων χρῆσθαι, ἐπὶ παντὶ δὲ οἶμαι καὶ λόγῳ καὶ πράξει μεμνῆσθαι προστάττων ὅπῃ τούτων ὑφέξουσιν εὐθύνας, ὧν ἂν τύχωσιν εἰπόντες, λέγειν δὲ οὐδὲν ὅ τι μὴ πρὸς ἀρετὴν καὶ φιλοσοφίαν ἀνοίσουσι. Τὰ μὲν οὖν ἐκ τοῦ νόμου ταῦτα καὶ τοιαῦτα ἕτερα. [4] Ἡμεῖς δὲ ἄρα τί ποτε δράσομεν, εἰργόμενοι μὲν τῷ δοκεῖν ποιεῖσθαι πρὸς χάριν τὴν εὐφημίαν, τοῦ γένους δὲ ἤδη τῶν ἐπαίνων διὰ τοὺς οὐκ ὀρθῶς μετιόντας ὑπόπτου δεινῶς καθεστῶτος, καὶ κολακείας ἀγεννοῦς, ἀλλ´ οὐ μαρτυρίας ἀληθοῦς τῶν ἀρίστων ἔργων εἶναι νομισθέντος; ἢ δῆλον ὅτι τῇ περὶ τὸν ἐπαινούμενον ἀρετῇ πεπιστευκότες ἐπιδώσομεν ἑαυτοὺς θαρροῦντες τοῖς ἐγκωμίοις; Τίς ἂν οὖν ἡμῖν ἀρχὴ καὶ τάξις τοῦ λόγου γένοιτο καλλίστη; ἢ δῆλον ὡς ἡ τῶν προγόνων ἀρετή, δι´ ἣν ὑπῆρξέ σοι καὶ τὸ τοιούτῳ γενέσθαι; Τροφῆς δὲ οἶμαι καὶ παιδείας ἑξῆς προσήκει μνησθῆναι, ἥπερ σοι τὸ πλεῖστον εἰς τὴν ὑπάρχουσαν ἀρετὴν συνεισηνέγκατο, ἐφ´ ἅπασι δὲ τούτοις ὥσπερ γνωρίσματα τῶν τῆς ψυχῆς ἀρετῶν τὰς πράξεις διελθεῖν, καὶ τέλος ἐπιτιθέντα τῷ λόγῳ τὰς ἕξεις δηλῶσαι, ὅθεν ὁρμώμενος τὰ κάλλιστα τῶν ἔργων ἔδρασας καὶ ἐβουλεύσω. Τούτῳ γὰρ οἶμαι καὶ τῶν ἄλλων ἁπάντων διοίσειν τὸν λόγον· οἱ μὲν γὰρ ἐπὶ τῶν πράξεων ἵστανται, ἀποχρῆν οἰόμενοι πρὸς τὴν τελείαν εὐφημίαν τὸ τούτων μνησθῆναι, ἐγὼ δὲ οἶμαι δεῖν περὶ τῶν ἀρετῶν τὸν πλεῖστον λόγον ποιήσασθαι, ἀφ´ ὧν ὁρμώμενος ἐπὶ τὸ τοσοῦτον τῶν κατορθωμάτων ἦλθες. Τὰ μὲν γὰρ πλεῖστα τῶν ἔργων, σχεδὸν δὲ καὶ πάντα, τύχη καὶ δορυφόροι καὶ στρατιωτῶν φάλαγγες καὶ τάξεις ἱππέων καὶ πεζῶν συγκατορθοῦσι, τὰ δὲ τῆς ἀρετῆς ἔργα μόνου τέ ἐστι τοῦ δράσαντος καὶ ὁ ἐκ τούτων ἔπαινος ἀληθὴς καθεστὼς ἴδιός ἐστι τοῦ κεκτημένου. Οὐκοῦν ἐπειδὴ ταῦθ´ ἡμῖν σαφῶς διώρισται, τῶν λόγων ἄρξομαι. [5] Ὁ μὲν οὖν τῶν ἐπαίνων νόμος οὐδὲν ἔλαττον τῆς πατρίδος ἢ τῶν προγόνων ἀξιοῖ μεμνῆσθαι· ἐγὼ δὲ οὐκ οἶδα τίνα χρὴ πρῶτον ὑπολαβεῖν πατρίδα σήν· ἔθνη γὰρ μυρία περὶ ταύτης ἀμφισβητεῖ πολὺν ἤδη χρόνον. Καὶ ἡ μὲν βασιλεύουσα τῶν ἁπάντων πόλις, μήτηρ οὖσα σὴ καὶ τροφὸς καὶ τὴν βασιλείαν σοι μετὰ τῆς ἀγαθῆς τύχης παρασχοῦσα, ἐξαίρετον αὑτῆς φησιν εἶναι τὸ γέρας, οὐ τοῖς κοινοῖς ἐφ´ ἁπάντων τῶν αὐτοκρατόρων δικαίοις χρωμένη (λέγω δὲ ὅτι, κἂν ἀλλαχόθεν τυγχάνωσι, τῷ μετέχειν ἅπαντας ἤδη τοῦ πολιτεύματος καὶ τοῖς ἐκεῖθεν ἡμῖν καταδειχθεῖσιν ἔθεσι καὶ νόμοις χρῆσθαι πολῖται γεγόνασιν), οὔκουν, ἀλλ´ ὡς τεκοῦσα τὴν σὴν μητέρα καὶ θρεψαμένη βασιλικῶς καὶ τῶν ἐσομένων ἐγγόνων ἀξίως. Ἡ δὲ ἐπὶ τῷ Βοσπόρῳ πόλις, ὅλου τοῦ γένους τοῦ Κωνσταντίων ἐπώνυμος, πατρὶς μὲν οὐκ εἶναί φησι, γεγονέναι δὲ ὑπὸ τοῦ σοῦ πατρὸς ὁμολογεῖ, καὶ δεινὰ πάσχειν οἰήσεται, εἰ ταύτης γοῦν τις αὐτὴν τῷ λόγῳ τῆς συγγενείας ἀφαιροῖτο. Ἰλλυριοὶ δέ, ὅτι παρ´ αὐτοῖς γέγονας, οὐκ ἀνέξονται τοῦ καλλίστου τῶν εὐτυχημάτων στερόμενοι, εἴ τις ἄλλην σοι πατρίδα προσνέμοι. Ἀκούω δὲ ἔγωγε καὶ τῶν ἑῴων ἤδη τινὰς λέγειν ὅτι μὴ δίκαια δρῶμεν ἀφαιρούμενοι σφᾶς τὸν ἐπὶ σοὶ λόγον· αὐτοὶ γάρ φασι τὴν τηθὴν ἐπὶ τὸν τοῦ μητροπάτορος τοῦ σοῦ προπέμψαι γάμον. Καὶ σχεδὸν ἅπαντες οἱ λοιποὶ προφάσεις ἐπινοοῦντες μικρὰς ἢ μείζονας αὐτοῖς 〈σε〉 εἰσποιεῖν ἐκ παντὸς ἐγνώκασιν. Ἐχέτω μὲν οὖν τὸ γέρας ἣν αὐτὸς ἐθέλεις, καὶ ἣν ἀρετῶν μητέρα καὶ διδάσκαλον πολλάκις ἐπαινῶν εἴρηκας, τυγχανόντων δὲ ἑκάστη κατὰ τὴν ἀξίαν αἱ λοιπαὶ τοῦ προσήκοντος· ἐγὼ δὲ ἐπαινεῖν μὲν ἁπάσας εὔχομαι ἀξίας οὔσας ἀξίας καὶ τιμῆς, ὀκνῶ δὲ μὴ διὰ τὸ μῆκος, εἰ καὶ δοκεῖ λίαν οἰκεῖα τοῦ παρόντος λόγου, διὰ τὸν καιρὸν ἀλλότρια φανῇ. Τῶν μὲν οὖν ἄλλων τοὺς ἐπαίνους διὰ τοῦτ´ ἀφήσειν μοι δοκῶ, τῆς Ῥώμης δὲ τὸ κεφάλαιον τῶν ἐπαίνων αὐτός, ὦ βασιλεῦ, συλλαβὼν ἐν βραχεῖ καὶ διδάσκαλον ἀρετῆς προσειπών, τῷ δοῦναι τὸ κάλλιστον τῶν ἐγκωμίων τοὺς παρὰ τῶν ἄλλων λόγους ἀφαιρήσει· τί γὰρ λέξομεν ἡμεῖς περὶ αὐτῆς τοιοῦτον ἕτερον; τί δὲ ἄλλος τις εἰπεῖν ἔχει; ὥστε μοι δοκῶ σεβόμενος εἰκότως τὴν πόλιν τούτῳ τιμᾶν αὐτὴν πλέον, τῷ παραχωρεῖν σοι τῶν εἰς αὐτὴν λόγων. [6] Ἀλλ´ ὑπὲρ τῆς εὐγενείας τῆς σῆς ἴσως ἄξιον ἐπὶ τοῦ παρόντος ἐν βραχεῖ διελθεῖν· ἀπορεῖν δὲ ἔοικα κἀνταῦθα πόθεν ἄρχεσθαι χρή· πρόγονοί τε γάρ εἰσί σοι καὶ πάπποι καὶ γονεῖς ἀδελφοί τε καὶ ἀνεψιοὶ καὶ ξυγγενεῖς βασιλεῖς ἅπαντες, αὐτοὶ κτησάμενοι τὴν ἀρχὴν ἐννόμως ἢ παρὰ τῶν κρατούντων εἰσποιηθέντες. Καὶ τὰ μὲν παλαιὰ τί δεῖ λέγειν, Κλαυδίου μνησθέντα, καὶ τῆς ἀρετῆς τῆς ἐκείνου ἐναργῆ παρέχειν καὶ γνώριμα πᾶσι τεκμήρια, τῶν ἀγώνων πρὸς τοὺς ὑπὲρ τὸν Ἴστρον οἰκοῦντας βαρβάρους ἀναμιμνήσκοντα, καὶ ὅπως τὴν ἀρχὴν ὁσίως ἅμα καὶ δικαίως ἐκτήσατο, καὶ τὴν ἐν βασιλείᾳ τῆς διαίτης λιτότητα, καὶ τὴν ἀφέλειαν τῆς ἐσθῆτος ἐπὶ τῶν εἰκόνων ὁρωμένην ἔτι; τὰ δὲ ὑπὲρ τῶν πάππων τῶν σῶν ἐστι μὲν τούτων νεώτερα, λαμπρὰ δὲ οὐ μεῖον ἐκείνων· ἔτυχον μὲν γὰρ ἄμφω τῆς ἀρχῆς δι´ ἀρετὴν ἀξίω κριθέντε, γενομένω δὲ ἐπὶ τῶν πραγμάτων οὕτω πρός τε ἀλλήλους εὐνοϊκῶς ἔσχον καὶ πρὸς τὸν μεταδόντα τῆς βασιλείας εὐσεβῶς, ὥσθ´ ὁ μὲν ὡμολόγει μηδὲν τούτου πώποτε κρεῖττον βεβουλεῦσθαι, πολλὰ καὶ ἄλλα σωτήρια τοῖς κοινοῖς ἐξευρών, οἱ δὲ τὴν μετ´ ἀλλήλων κοινωνίαν μᾶλλον ἢ τὴν τῶν ὅλων ἀρχήν, εἴπερ οἷόν τε ἦν, ἑκάστῳ περιγενομένην ἠγάπων. Οὕτω δὲ διακείμενοι τὰς ψυχὰς τῶν ἔργων ἔδρων τὰ κάλλιστα, σεβόμενοι μὲν μετὰ τὴν κρείττονα φύσιν τὸν τὴν ἀρχὴν αὐτοῖς παρασχόντα, τοῖς ὑπηκόοις δὲ ὁσίως καὶ φιλανθρώπως χρώμενοι, καὶ τοὺς βαρβάρους οὐκ ἐλαύνοντες μόνον πάλαι κατοικοῦντας καὶ νεμομένους καθάπερ τὴν οἰκείαν ἀδεῶς τὰ ἡμέτερα, φρούρια δὲ ἐπιτειχίζοντες [τοῖς] πρὸς αὐτοὺς τοσαύτην εἰρήνην τοῖς ὑπηκόοις κατέστησαν, ὅσην οὐδὲ εὔξασθαι τότε ῥᾴδιον ἐδόκει. Ἀλλ´ ὑπὲρ μὲν τούτων οὐκ ἄξιον ἐν παρέργῳ λέγειν· τῆς δὲ ὁμονοίας αὐτῶν τῆς πρὸς ἀλλήλους τὸ μέγιστον σημεῖον παραλιπεῖν οὐδαμῶς εὔλογον, καὶ ἄλλως προσῆκον τῷ λόγῳ. Κοινωνίαν γὰρ τὴν καλλίστην τοῖς αὑτῶν παισὶν ἐπινοήσαντες τῶν σῶν πατέρων τοὺς γάμους ἥρμοσαν. Προσήκει δὲ οἶμαι καὶ περὶ τούτων ἐν βραχεῖ διελθεῖν, ὅπως μὴ τῆς ἀρχῆς φανῇς μόνον, ἀλλὰ καὶ τῆς ἀρετῆς κληρονόμος. Τὴν μὲν οὖν βασιλείαν ὅπως μετὰ τὴν τοῦ πατρὸς κατέσχε τελευτὴν αὐτοῦ τε ἐκείνου τῇ κρίσει καὶ τῶν στρατοπέδων ἁπάντων τῇ ψήφῳ πατὴρ ὁ σός, τί χρὴ νῦν περιεργάζεσθαι; τὴν δὲ ἐς τοὺς πολέμους ῥώμην ἐκ τῶν ἔργων μᾶλλον ἢ διὰ τῶν λόγων ἄν τις γνωρίσειε· [7] Τυραννίδας γάρ, ἀλλ´ οὐ βασιλείας ἐννόμους καθαιρῶν, τὴν οἰκουμένην ἐπῆλθεν ἅπασαν. Τοσαύτην δὲ εὔνοιαν αὑτοῦ τοῖς ὑπηκόοις κατέστησεν, ὥσθ´ οἱ μὲν στρατευόμενοι τῆς περὶ τὰς δωρεὰς καὶ τὰς χάριτας μεγαλοψυχίας ἔτι μεμνημένοι καθάπερ θεὸν διατελοῦσι σεβόμενοι· τὸ δὲ ἐν ταῖς πόλεσι καὶ τὸ ἐπὶ τῶν ἀγρῶν πλῆθος, οὐχ οὕτω τῆς τῶν τυράννων ἀπαλλαγῆναι βαρύτητος εὐχόμενοι, ὡς παρὰ τοῦ σοῦ πατρὸς ἀρχθῆναι, τὴν κατ´ ἐκείνων αὐτῷ νίκην ἐπηύχοντο. Ἐπεὶ δὲ ἁπάντων κύριος κατέστη, ὥσπερ ἐξ αὐχμοῦ τῆς ἀπληστίας τοῦ δυναστεύσαντος πολλῆς ἀπορίας χρημάτων οὔσης καὶ τοῦ πλούτου τῶν βασιλείων ἐν μυχοῖς συνεληλαμένου, τὸ κλεῖθρον ἀφελὼν ἐπέκλυσεν ἀθρόως τῷ πλούτῳ πάντα, πόλιν τε ἐπώνυμον αὑτοῦ κατέστησεν ἐν οὐδὲ ὅλοις ἔτεσι δέκα, τοσούτῳ τῶν ἄλλων ἁπασῶν μείζονα, ὅσῳ τῆς Ῥώμης ἐλαττοῦσθαι δοκεῖ, ἧς τὸ δευτέραν τετάχθαι μακρῷ βέλτιον ἔμοιγε φαίνεται ἢ τὸ τῶν ἄλλων ἁπασῶν πρώτην νομίζεσθαι. [8] Καλὸν ἴσως ἐνταῦθα καὶ τῶν ἀοιδίμων Ἀθηνῶν μνησθῆναι, ἃς ἐκεῖνος ἔργοις καὶ λόγοις τιμῶν τὸν πάντα χρόνον διετέλει. Βασιλεὺς γὰρ ὢν καὶ κύριος πάντων, στρατηγὸς ἐκείνων ἠξίου καλεῖσθαι, καὶ τοιαύτης εἰκόνος τυγχάνων μετ´ ἐπιγράμματος ἐγάννυτο πλέον ἢ τῶν μεγίστων τιμῶν ἀξιωθείς. Ἀμειβόμενος δὲ ἐπ´ αὐτῇ τὴν πόλιν, πυρῶν μεδίμνους δίδωσι πολλάκις μυρίους καθ´ ἕκαστον ἔτος δωρεὰν καρποῦσθαι, ἐξ ὧν ὑπῆρχε τῇ πόλει μὲν ἐν ἀφθόνοις εἶναι, ἐκείνῳ δὲ ἔπαινοι καὶ τιμαὶ παρὰ τῶν βελτίστων. [9] Πολλῶν δὲ καὶ καλῶν ἔργων τῷ πατρὶ τῷ σῷ πραχθέντων, ὧν τε ἐπεμνήσθην καὶ ὅσα διὰ τὸ μῆκος παραλιπεῖν δοκῶ, πάντων ἄριστον ἔγωγε φαίην ἄν, οἶμαι δὲ καὶ τοὺς ἄλλους ἅπαντας ὁμολογήσειν, τὴν σὴν γένεσιν καὶ τροφὴν καὶ παιδείαν· ἐξ ἧς ὑπάρχει τοῖς λοιποῖς οὐ τὸ πρὸς ὀλίγον ἀπολαῦσαι τῆς ἀρίστης ἀρχῆς, ἀλλ´ ὡς οἷόν τέ ἐστιν εἰς πλείονα χρόνον· δοκεῖ γοῦν ἐκεῖνος ἄρχειν εἰσέτι. Καὶ Κύρῳ μὲν οὐχ ὑπῆρχε τοῦτο· τελευτήσαντος γὰρ ὁ παῖς ὤφθη μακρῷ φαυλότερος, ὥστε ὁ μὲν ἐκαλεῖτο πατήρ, ὁ δὲ ἐπωνομάσθη δεσπότης. Σὲ δὲ πρᾳότερον μὲν τοῦ πατρὸς καὶ ἐν ἄλλοις πολλοῖς κρείττονα σαφῶς εὖ οἶδα, καὶ δηλώσω τοῦ καιροῦ φανέντος ἐν τῷ λόγῳ. Ἐκείνῳ δὲ προσήκειν καὶ τούτου νομίζω μεταδόντι σοι τῆς ἀρίστης τροφῆς, ὑπὲρ ἧς ἤδη λέγειν πειράσομαι, μητρὸς καὶ ἀδελφῶν τῶν σῶν ἐπιμνησθείς. [10] Τῇ μὲν γὰρ εὐγενείας τοσοῦτον περιῆν καὶ κάλλους σώματος καὶ τρόπων ἀρετῆς, ὅσον οὐκ ἄλλῃ γυναικὶ ῥᾳδίως ἄν τις ἐξεύροι. Ἐπεὶ καὶ τῶν Περσῶν ἀκούω τὸν ὑπὲρ Παρυσάτιδος λόγον, ὅτι μόνη γέγονεν ἀδελφὴ καὶ μήτηρ καὶ γαμετὴ καὶ παῖς βασιλέως· ἀλλ´ ἦν γε αὐτὴ τοῦ γήμαντος ἀδελφὴ τῇ φύσει (νόμος δὲ ἐδίδου γαμεῖν ἀδελφὴν τῷ Πέρσῃ), τὴν σὴν δὲ μητέρα, κατὰ τοὺς παρ´ ἡμῖν νόμους ἀχράντους καὶ καθαρὰς τὰς οἰκειότητας ταύτας φυλάττουσαν, 〈συνέβαινε〉 τοῦ μὲν εἶναι παῖδα, γαμετὴν δὲ ἑτέρου, καὶ ἀδελφὴν ἄλλου, καὶ πολλῶν αὐτοκρατόρων, οὐχὶ δὲ ἑνὸς μητέρα. Ὧν ὁ μέν τις τῷ πατρὶ συγκατειργάσατο τὸν πρὸς τοὺς τυράννους πόλεμον, ὁ δὲ τὴν πρὸς τοὺς Γέτας ἡμῖν εἰρήνην τοῖς ὅπλοις κρατήσας ἀσφαλῆ παρεσκεύασεν, ὁ δὲ ἐτήρησεν ἄβατον τοῖς πολεμίοις τὴν χώραν, αὐτὸς ἐπιστρατεύων ἐκείνοις πολλάκις, ἕως ἐπέτρεπον οἱ μικρὸν ὕστερον τῶν εἰς ἐκεῖνον ἀδικημάτων δίκην ὑποσχόντες. Πολλῶν δὲ ὑπαρχόντων ἐκείνοις περιφανῶν ἔργων, ἐφ´ οἷς ἄν τις αὐτοὺς δικαίως ἐπαινεῖν ἔχοι, καὶ τῶν ἐκ τῆς τύχης ἀγαθῶν περιουσίας, οὐδέν ἐστι τοιοῦτον τῶν ἄλλων, ἐφ´ ᾧ μακαρίζων 〈ἄν〉 τις αὐτοὺς εἰκότως σεμνύνοι, ὡς ὅτι τῶν μὲν ἀπόγονοι, τῶν δὲ ἔγγονοι 〈γεγόνασιν〉. [11] Ἀλλ´ ἵνα μὴ μακρότερα περὶ αὐτῶν λέγων τὸν ὀφειλόμενον τοῖς ἐπαίνοις τοῖς σοῖς καιρὸν ἀναλώσω τοῦ λόγου, πειράσομαι λοιπὸν ὡς ἡμῖν ἄξιον, μᾶλλον δέ, εἰ δεῖ μηδὲν ὑποστειλάμενον εἰπεῖν, μακρῷ τῶν προγόνων ἐπιδείξω 〈σε〉 σεμνότερον. Φήμας μὲν δὴ καὶ μαντείας καὶ ὄψεις τὰς ἐν τοῖς ὕπνοις καὶ ὅσα ἄλλα θρυλλεῖν εἰώθασιν ἐπὶ τῶν οὕτω λαμπρὰ καὶ περιφανῆ πραξάντων, Κύρου καὶ τοῦ τῆς ἡμετέρας οἰκιστοῦ πόλεως καὶ Ἀλεξάνδρου τοῦ Φιλίππου, καὶ εἴ τις ἄλλος τοιοῦτος γέγονεν, ἑκὼν ἀφίημι· δοκεῖ γὰρ οὐ πόρρω ταῦτα τῆς ποιητικῆς ἐξουσίας εἶναι. Καὶ τὰ παρὰ τὴν πρώτην ὑπάρξαντά σοι γένεσιν ὡς λαμπρὰ καὶ βασιλικὰ τὸ λέγειν εὔηθες. Ἀλλ´ ἐπειδὴ τῆς ἐν τοῖς παισὶν ἀγωγῆς ὁ καιρὸς ὑπομέμνηκεν, ἔδει σοι τῆς βασιλικῆς τροφῆς δήπουθεν, ἣ τὸ μὲν σῶμα πρὸς ἰσχὺν καὶ ῥώμην καὶ εὐεξίαν καὶ κάλλος ἀσκήσει, τὴν ψυχὴν δὲ πρὸς ἀνδρείαν καὶ δικαιοσύνην καὶ σωφροσύνην καὶ φρόνησιν ἐμμελῶς παρασκευάσει. Ταῦτα δὲ οὐ ῥᾴδιον διὰ τῆς ἀνειμένης ὑπάρχειν διαίτης, θρυπτούσης μέν, ὡς εἰκός, τὰς ψυχὰς καὶ τὰ σώματα, ἀσθενεστέρας δὲ ἀπεργαζομένης πρός τε τοὺς κινδύνους τὰς γνώμας καὶ πρὸς τοὺς πόνους τὰ σώματα. Οὐκοῦν τῷ μὲν ἔδει γυμναστικῆς, τῷ σώματι, τὴν ψυχὴν δὲ τῇ τῶν λόγων ἐκόσμεις μελέτῃ. Ἐπὶ πλέον δὲ ὑπὲρ ἀμφοτέρων ἄξιον διελθεῖν· ἀρχὴ γάρ τις αὕτη τῶν μετὰ ταῦτα πράξεων γέγονε. [12] Τῆς μὲν οὖν ἐπιμελείας τῆς περὶ τὴν ἰσχὺν οὐ τὸ πρὸς τὰς ἐπιδείξεις ἁρμόζον ἤσκησας, ἥκιστα βασιλεῖ πρέπειν ὑπολαβὼν τῶν τὰς παλαίστρας κατειληφότων τὴν θρυλλουμένην εὐεξίαν, μέλλοντι τῶν ἀληθινῶν ἀγώνων μεθέξειν, ὕπνου τε ἐλαχίστου δεομένῳ καὶ τροφῆς οὐ πολλῆς, καὶ ταύτης οὔτε κατὰ πλῆθος οὔτε κατὰ ποιότητα πάντως ὡρισμένης οὔτε κατὰ τὸν καιρόν, ὃν χρὴ προσφέρεσθαι, τῆς ἐπιτυχούσης δέ, ἐπειδὰν αἱ πράξεις τὸν καιρὸν ἐνδῶσιν. Ὅθεν ᾤου δεῖν καὶ τὰ γυμνάσια πρὸς ταύτην ποιεῖσθαι, εἶναι δὲ πολλὰ καὶ στρατιωτικά, χορείαν τὴν ἐν τοῖς ὅπλοις, δρόμον τὸν ἐν τούτοις, τὴν ἱππικὴν τέχνην, οἷς ἅπασι διατετέλεκας ἐξ ἀρχῆς ἐν καιρῷ χρώμενος· καὶ κατώρθωται παρὰ σοὶ τούτων ἕκαστον ὡς παρ´ οὐδενὶ τῶν ἄλλων ὁπλιτῶν. Οὐκοῦν ὁ μέν τις ἐκείνων, πεζὸς ὢν ἀγαθός, τὴν ἱππικὴν τέχνην ἠγνόησεν, ὁ δέ, ἐπιστάμενος χρῆσθαι τοῖς πώλοις, ὀκνεῖ πεζὸς εἰς μάχην ἰέναι· μόνῳ δὲ ὑπάρχει σοὶ τῶν μὲν ἱππέων ἀρίστῳ φαίνεσθαι παραπλησίως ἐκείνοις σταλέντι, μετασκευασαμένῳ δὲ ἐς τοὺς ὁπλίτας κρατεῖν ἁπάντων ῥώμῃ καὶ τάχει καὶ τῇ τῶν ποδῶν κουφότητι. Ὅπως δὲ μὴ τὰς ἀνέσεις ῥᾳθύμους εἶναι μηδ´ ἄνευ τῶν ὅπλων ποιεῖσθαι συμβαίνῃ, ⟨ἐπίσκοπα τοξεύειν⟩ ἤσκησας.Καὶ τὸ μὲν σῶμα διὰ τῶν ἑκουσίων πόνων πρὸς τοὺς ἀκουσίους εὖ ἔχειν παρεσκεύασας, τῇ ψυχῇ δὲ ἡγεῖτο μὲν ἡ τῶν λόγων μελέτη καὶ τὰ προσήκοντα τοῖς τηλικούτοις μαθήματα. Ὅπως δὲ μὴ παντάπασιν ἀγύμναστος ᾖ μηδὲ καθάπερ ᾄσματα καὶ μύθους τοὺς ὑπὲρ τῶν ἀρετῶν ἐπακούῃ λόγους, ἔργων δὲ ἀγαθῶν καὶ πράξεων ἄπειρος οὖσα τὸν τοσοῦτον διαμείνῃ χρόνον, καθάπερ ὁ γενναῖος ἠξίωσε Πλάτων οἱονεὶ πτερὰ τοῖς παισὶ χαριζόμενον καὶ ἐπὶ τοὺς ἵππους ἀνάγοντα ἄγειν εἰς τὰς μάχας, θεατὰς ἐσομένους ὧν οὐκ εἰς μακρὰν ἀγωνιστὰς ἐχρῆν καταστῆναι, πατέρα τὸν σὸν διανοηθέντα φαίην ἂν εἰκότως τοῖς Κελτῶν ἔθνεσιν ἐπιστῆσαί σε φύλακα καὶ βασιλέα, μειράκιον ἔτι, μᾶλλον δὲ παῖδα κομιδῇ τῷ χρόνῳ, ἐπεὶ τῇ γε συνέσει καὶ ῥώμῃ τοῖς καλοῖς κἀγαθοῖς ἀνδράσιν ἐνάμιλλον ᾔδει. Τοῦ μὲν ἀκίνδυνον γενέσθαι σοι τὴν πολεμικὴν ἐμπειρίαν ὁ πατὴρ προὐνόησε καλῶς, εἰρήνην ἐπιτάξας πρὸς τοὺς ὑπηκόους ἄγειν τοῖς βαρβάροις, μάχεσθαι δὲ ἀναπείθων καὶ στασιάζειν πρὸς ἀλλήλους, ἐν ταῖς ἐκείνων συμφοραῖς καὶ τοῖς σώμασι στρατηγικὴν ἐδίδασκε τέχνην, ἀσφαλέστερον βουλευόμενος τοῦ σοφοῦ Πλάτωνος. Τῷ μὲν γάρ, εἰ πεζὸς ἐπέλθοι πολεμίων στρατός, οἱ παῖδες θεαταὶ καὶ κοινωνοὶ τῶν ἔργων, ἤν που δεηθῶσι, τοῖς πατράσι γένοιντ´ ἄν· κρατούντων δὲ ἱππεῦσι τῶν πολεμίων, ὥρα μηχανᾶσθαι τοῖς μειρακίοις σωτηρίας τρόπον δυσεπινόητον. Τὸ δὲ ἐν ἀλλοτρίοις κινδύνοις τοὺς παῖδας ἐθίζειν πολεμίων ἀνέχεσθαι καὶ πρὸς τὴν χρείαν ἀρκούντως καὶ πρὸς ἀσφάλειαν δοκεῖ βεβουλεῦσθαι. Ἐν μὲν δὴ τούτοις σοι πρὸς ἀνδρείαν ὑπῆρχε μελέτη· [13] Φρονήσεως δὲ ἡ μὲν φύσις, ἣν εἴληχας, αὐτάρκης ἡγεμών· παρῆσαν δὲ οἶμαι καὶ τῶν πολιτῶν οἱ κράτιστοι τὰ πολιτικὰ διδάσκοντες, καὶ παρεῖχον ἠθῶν καὶ νόμων καὶ ξένων ἐπιτηδευμάτων ἐμπειρίαν αἱ πρὸς τοὺς ἡγεμόνας τῶν τῇδε βαρβάρων ἐντεύξεις. Καίτοι τὸν Ὀδυσσέα συνετὸν Ὅμηρος ἐκ παντὸς ἀποφῆναι προαιρούμενος πολύτροπον εἶναί φησι καὶ πολλῶν ἀνθρώπων τὸν νοῦν καταγνῶναι καὶ ἐπελθεῖν ταῖς πόλεσιν, ἵν´ ἐξ ἁπάντων ἐπιλεξάμενος ἔχοι τὰ κράτιστα καὶ πρὸς παντοδαποὺς ἀνθρώπους ὁμιλεῖν δύναιτο. Ἀλλὰ τῷ μὲν οὐκ 〈ἦν πρὸς κυβέρνησιν ὧν〉 ἐβασίλευσε ποικίλων ἠθῶν ἐμπειρίας χρεία, τὸν δὲ πρὸς τοσαύτην ἡγεμονίαν τρεφόμενον οὐκ ἐν οἰκίσκῳ που ἐχρῆν διδάσκεσθαι οὐδὲ τὴν βασιλείαν, καθάπερ ὁ Κῦρος, παίζοντα μιμεῖσθαι οὐδὲ χρηματίζειν τοῖς ἥλιξι, καθάπερ ἐκεῖνον λέγουσιν, ἀλλ´ ἔθνεσιν ὁμιλεῖν καὶ δήμοις, καὶ στρατιωτῶν τάγμασιν ἐπιτάττειν ἁπλῶς τὸ πρακτέον, ὅλως δὲ οὐδενὸς ἀπολείπεσθαι τούτων, ὧν ἐχρῆν ἄνδρα γενόμενον ἐπ´ ἀδείας πράττειν. Οὐκοῦν ἐπειδὴ τὰ παρὰ τούτοις ἐδιδάχθης καλῶς, ἐπὶ τὴν ἑτέραν ἤπειρον μετιὼν τοῖς Παρθυαίων καὶ Μήδων ἔθνεσιν ἀντετάχθης μόνος. Ὑποτυφομένου δὲ ἤδη τοῦ πολέμου καὶ οὐκ εἰς μακρὰν μέλλοντος ἀναρριπίζεσθαι, ταχέως καὶ τούτου κατέγνως τὸν τρόπον, καὶ τὴν τῶν ὅπλων ἰσχὺν ἐμιμήσω καὶ πρὸς τὴν ὥραν τοῦ θέρους εἴθισας καρτερεῖν τὸ σῶμα. Πυνθάνομαι δὲ Ἀλκιβιάδην μόνον ἐξ ἁπάντων Ἑλλήνων οὕτως εὐφυῶς μεταβολὰς ἐνεγκεῖν, ὡς καὶ μιμήσασθαι μὲν τὴν τῶν Λακεδαιμονίων ἐγκράτειαν, ἐπειδὴ Σπαρτιάταις αὑτὸν ἐδεδώκει, εἶτα Θηβαίους, καὶ Θρᾷκας ὕστερον, καὶ ἐπὶ τέλει τὴν τῶν Περσῶν τρυφήν. Ἀλλ´ ἐκεῖνος μὲν τοῖς χωρίοις συμμεταβάλλων καὶ τὸν τρόπον, ἀνεπίμπλατο πολλῆς δυσχερείας καὶ τὸ πάτριον ἐκινδύνευε παντελῶς ἀποβαλεῖν, σὺ δὲ τῆς μὲν ἐγκρατοῦς διαίτης ᾤου δεῖν ἔχεσθαι πανταχοῦ, ἐθίζων δὲ τὸ σῶμα τοῖς πόνοις πρὸς τὰς μεταβολάς, ῥᾷον διήνεγκας τὴν ἐκ Γαλατῶν εἰς Πάρθους ἄνοδον 〈ἢ〉 τῶν πλουσίων οἱ ταῖς ὥραις τὴν οἴκησιν συμμεταβάλλοντες, εἰ παρὰ τὸν καιρὸν βιασθεῖεν. Καί μοι δοκεῖ θεὸς εὐμενὴς πρὸς τὴν τῶν ὅλων ἡγεμονίαν ἐξ ἀρχῆς τὴν σὴν ἀρετὴν παρασκευάζειν ἐθέλων, κύκλῳ σε περιαγαγεῖν καὶ ἐπιδεῖξαι τῆς ἀρχῆς ἁπάσης ὅρους καὶ πέρατα καὶ φύσιν χωρίων καὶ μέγεθος χώρας καὶ δύναμιν ἐθνῶν καὶ πλῆθος πόλεων καὶ φύσιν δήμων καὶ τὸ κράτιστον αὐτῶν ἐκείνων τὴν περιουσίαν ὧν οὐδενὸς ἀπολελεῖφθαι χρὴ τὸν πρὸς τοσαύτην ἀρχὴν τρεφόμενον. [14] Τὸ μέγιστον δὲ μικροῦ με διέφυγεν εἰπεῖν, ὅτι τούτων ἁπάντων ἄρχειν ἐκ παίδων διδασκόμενος, ἄρχεσθαι κρεῖττον ἔμαθες, ἀρχῇ τῇ πασῶν ἀρίστῃ καὶ δικαιοτάτῃ φύσει τε καὶ νόμῳ σαυτὸν ὑποτιθείς· πατρὶ γὰρ ὑπήκουες ἅμα καὶ βασιλεῖ· ὧν εἰ καὶ θάτερον ὑπῆρχεν ἐκείνῳ μόνον, ἄρχειν αὐτῷ πάντως προσῆκον ἦν. Καίτοι τίνα ποτ´ ἄν τις ἐξεύροι βασιλικὴν τροφὴν καὶ παιδείαν ἀμείνω ταύτης πάλαι γενομένην; οὔτε γὰρ 〈οἱ〉 Λακεδαιμόνιοι τῶν Ἑλλήνων οἵπερ δὴ δοκοῦσιν ἀρίστης ἀρχῆς τῆς τῶν βασιλέων μεταλαβεῖν, οὕτω τοὺς Ἡρακλείδας ἐπαίδευον, οὔτε τῶν βαρβάρων οἱ Καρχηδόνιοι, βασιλευόμενοι διαφερόντως, τῆς ἀρίστης ἐπιμελείας τὸν ἄρχοντα σφῶν ἠξίουν· ἀλλὰ πᾶσιν ἦν κοινὰ τὰ παρὰ τῶν νόμων τῆς ἀρετῆς γυμνάσια καὶ τὰ παιδεύματα καθάπερ ἀδελφοῖς τοῖς πολίταις, ἄρξειν τε καὶ ἀρχθήσεσθαι μέλλουσι, καὶ οὐδὲν διάφορον προσῆν εἰς παιδείας λόγον τοῖς ἡγεμόσι τῶν ἄλλων. Καίτοι πῶς οὐκ εὔηθες ἀπαιτεῖν μὲν ἀρετῆς μέγεθος ἀνυπέρβλητον παρὰ τῶν ἀρχόντων, προνοεῖν δὲ μηδὲν ὅπως ἔσονται τῶν πολλῶν διαφέροντες; Καὶ τοῖς μὲν βαρβάροις ἅπασιν ἐν κοινῷ τῆς ἀρχῆς ταύτης προκειμένης, τῷ τὴν ἐπιμέλειαν τῶν ἠθῶν ὁμοίαν γίγνεσθαι παράσχοις συγγνώμην· τὸν Λυκοῦργον δὲ τοῖς ἀφ´ Ἡρακλέους ἀστυφέλικτον τὴν βασιλείαν διαφυλάττοντα καὶ μηδεμίαν ὑπεροχὴν ἐν ταῖς ἐπιμελείαις τῶν νέων εὑρόντα σφόδρα ἄν τις εἰκότως μέμψαιτο. Οὐδὲ γὰρ εἰ πάντας Λακεδαιμονίους ἀθλητὰς ἀρετῆς καὶ τροφίμους ᾤετο δεῖν εἶναι, τῆς ἴσης ἀξιοῦν ἐχρῆν τροφῆς καὶ παιδείας τοὺς ἰδιώτας τοῖς ἄρχουσιν. Ἡ γὰρ τοιαύτη κατὰ μικρὸν ὑποδυομένη συνήθεια ταῖς ψυχαῖς 〈πέφυκεν〉 ἐντεκεῖν ὑπεροψίαν τῶν κρειττόνων· ὅλως γὰρ οὐδὲ κρείττονας νομιστέον τοὺς οὐ δι´ ἀρετὴν πρωτεύειν λαχόντας. Τοῦτο δὲ οἶμαι καὶ Σπαρτιάτας χαλεπωτέρους ἀρχθῆναι τοῖς βασιλεῦσι παρεῖχε πολλάκις· χρήσαιτο δ´ ἄν τις σαφεῖ τεκμηρίῳ τῶν ῥηθέντων τῇ Λυσάνδρου πρὸς Ἀγησίλαον φιλοτιμίᾳ καὶ ἄλλοις πλείοσιν, ἐπιὼν τὰ πεπραγμένα τοῖς ἀνδράσιν. Ἀλλὰ τοῖς μὲν ἡ πολιτεία 〈τὰ〉 πρὸς ἀρετὴν ἀρκούντως παρασκευάζουσα, εἰ καὶ μηδὲν διαφέρον ἐπιτηδεύειν ἐδίδου τῶν πολλῶν, ἀλλὰ τὸ καλοῖς κἀγαθοῖς ὑπάρχειν παρεῖχεν ἀνδράσι· Καρχηδονίων δὲ οὐδὲ τὰ κοινὰ τῶν ἐπιτηδευμάτων ἐπαινεῖν ἄξιον· ἐξελαύνοντες γὰρ τῶν οἰκιῶν οἱ γονεῖς τοὺς παῖδας ἐπέταττον εὐπορεῖν διὰ τῶν πόνων τῶν πρὸς τὴν χρείαν ἀναγκαίων, τὸ δρᾶν τι τῶν δοκούντων αἰσχρῶν ἀπαγορεύοντες. Τὸ δὲ ἦν οὐ τὴν ἐπιθυμίαν ἐξελεῖν τῶν νέων, ἀλλὰ τὸ λαθεῖν πειρᾶσθαι δρῶντα προστάττειν· πέφυκε γὰρ οὐ τρυφὴ μόνον ἦθος διαφθείρειν, ἀλλὰ καὶ ἡ τῶν ἀναγκαίων ἐνδεὴς δίαιτα, ἐφ´ ὧν οὔπω τὸ κρίνειν ὁ λόγος προσλαβὼν ἕπεται ταῖς χρείαις ὑπὸ τῆς ἐπιθυμίας ἀναπειθόμενος, ἄλλως τε εἰ καὶ τούτου μὴ κρατοίη τοῦ πάθους, πρὸς χρηματισμὸν ἐκ παίδων συνεθιζόμενος καί τινας ἀμοιβὰς ἐμποριῶν καὶ καπηλείας τὰς μὲν αὐτὸς εὑρὼν τὰς δὲ παρὰ τῶν εἰδότων μαθών, ὑπὲρ ὧν οὐ λέγειν μόνον, ἀλλ´ οὐδὲ ἀκούειν ἄξιον ἐλευθέρῳ παιδί, πλείστας ἂν κηλῖδας ἐναπόθοιτο τῇ ψυχῇ, ὧν πασῶν καθαρὸν εἶναι χρὴ καὶ τὸν ἐπιεικῆ πολίτην, ἀλλ´ οὐ τὸν βασιλέα καὶ στρατηγὸν μόνον. [15] Ἐμοὶ δὲ οὐκ ἐπιτιμᾶν ἐπὶ τοῦ παρόντος ἐκείνοις προσήκει· δείξω δὲ μόνον τῆς τροφῆς τὸ διαφέρον, ᾗ χρησάμενος κάλλει καὶ ῥώμῃ καὶ δικαιοσύνῃ καὶ σωφροσύνῃ διήνεγκας, διὰ μὲν τῶν πόνων τὴν εὐεξίαν περιβαλόμενος, διὰ δὲ τῶν νόμων τὴν σωφροσύνην κατακτησάμενος, καὶ τῷ μὲν σώματι ῥωμαλεωτέρῳ διὰ τὴν ἐγκράτειαν τῆς ψυχῆς, τῇ ψυχῇ δ´ αὖ διὰ τὴν τοῦ σώματος καρτερίαν δικαιοτέρᾳ χρώμενος, τὰ μὲν ἐκ φύσεως ἀγαθὰ συναύξων ἐκ παντός, τὰ δὲ ταῖς ἐπιμελείαις ἔξωθεν ἀεὶ προσλαμβάνων· καὶ δεόμενος μὲν οὐδενός, ἐπαρκῶν δὲ ἄλλοις καὶ χαριζόμενος μεγάλας δωρεὰς καὶ ὅσαι τοὺς λαβόντας ἤρκουν ἀποφῆναι τῷ Λυδῷ δυνάστῃ παραπλησίους, ἐνδεέστερον μὲν ἀπολαύων αὐτὸς τῶν ὑπαρχόντων ἀγαθῶν ἢ Σπαρτιατῶν ὁ σωφρονέστατος, τοῦ τρυφᾶν δὲ παρέχων ἄλλοις χορηγίαν, καὶ τοῖς βουλομένοις σωφρονεῖν παρέχων σαυτὸν μιμεῖσθαι, ἄρχων μὲν πρᾴως καὶ φιλανθρώπως τῶν ἄλλων, ἀρχόμενος δὲ ὑπὸ τοῦ πατρὸς σωφρόνως καὶ ὡς εἷς τῶν πολλῶν τὸν ἅπαντα διετέλεις χρόνον. Παιδὶ μὲν ὄντι σοι καὶ μειρακίῳ ταῦτά τε ὑπῆρχε καὶ ἄλλα πλείονα, περὶ ὧν νῦν λέγειν μακρότερον ἂν εἴη τοῦ καιροῦ. [16] Γενόμενος δὲ ἐφ´ ἡλικίας, καὶ τῷ πατρὶ τὴν εἱμαρμένην τελευτὴν τοῦ δαίμονος μάλα ὀλβίαν παρασχόντος, οὐ μόνον τῷ πλήθει καὶ κάλλει τῶν ἐπενεχθέντων τὸν τάφον ἐκόσμεις, γενέσεως καὶ τροφῆς ἀποτίνων τὰ χαριστήρια, πολὺ δὲ πλέον τῷ μόνος ἐκ πάντων τῶν ἐκείνου παίδων ζῶντος μὲν ἔτι καὶ πιεζομένου τῇ νόσῳ πρὸς αὐτὸν ὁρμῆσαι, τελευτήσαντος δὲ τὰς μεγίστας τιμὰς καταστῆσαι, ὑπὲρ ὧν ἐξαρκεῖ καὶ τὸ μνησθῆναι. Καλοῦσι γὰρ ἡμᾶς ἐφ´ αὑτὰς αἱ πράξεις ὑπομιμνήσκουσαι τῆς ῥώμης, τῆς εὐψυχίας εὐβουλίας τε ἅμα καὶ δικαιότητος, οἷς ἄμαχος ὤφθης καὶ ἀνυπέρβλητος. [17] Τὰ μὲν πρὸς τοὺς ἀδελφοὺς καὶ τοὺς πολίτας καὶ τοὺς πατρῴους σου φίλους καὶ τὰ στρατεύματα δικαίως καὶ σωφρόνως καταστησάμενος - πλὴν εἴ που βιασθεὶς ὑπὸ τῶν καιρῶν ἄκων ἑτέρους ἐξαμαρτεῖν οὐ διεκώλυσας -, τὰ δὲ πρὸς τοὺς πολεμίους ἀνδρείως καὶ μεγαλοπρεπῶς καὶ τῆς προϋπαρχούσης ἀξίως τοῦ γένους δόξης καταστησάμενος, τοῖς μὲν δι´ ὁμονοίας τὸν ἅπαντα χρόνον συγγέγονας, ἀστασίαστον μὲν τὴν πόλιν διαφυλάττων καὶ τοὺς ἀδελφοὺς συνάρχοντας θεραπεύων ἀεί, τοῖς φίλοις δὲ τῆς ἴσης παρηγορίας μεταδιδοὺς καὶ τῆς παρρησίας μετὰ τῶν ἄλλων ἀγαθῶν ἀφθόνως, κοινωνῶν μὲν ἅπασι τῶν ὑπαρχόντων, μεταδιδοὺς δὲ ὧν ἕκαστος ἐνδεὴς δόξειε. Καὶ τούτων μάρτυσι μὲν αὐτοῖς ἐκείνοις εἰκότως ἄν τις χρήσαιτο, καὶ τὰ πράγματα δὲ τοῖς ἀπολειφθεῖσι τῆς πρὸς ἐκείνους συνουσίας ἱκανὰ δηλῶσαι τὴν προαίρεσιν τοῦ βίου παντός. [18] Ῥητέον δὲ ὑπὲρ αὐτῶν ἤδη τῶν πράξεων ἀναβαλλομένοις τὸν ὑπὲρ τῶν ἕξεων λόγον. Πέρσαι τῆς Ἀσίας ἁπάσης πάλαι κρατήσαντες καὶ τῆς Εὐρώπης τὰ πολλὰ καταστρεψάμενοι, μικροῦ δέω φάναι τὴν οἰκουμένην ἅπασαν περιλαβόμενοι κύκλῳ ταῖς ἐλπίσιν, ἐπειδὴ τὴν ἀρχὴν ὑπὸ Μακεδόνων ἀφῄρηντο, τῆς Ἀλεξάνδρου στρατηγίας ἔργον γενόμενοι, μᾶλλον δὲ παίγνιον, χαλεπῶς φέροντες [πρὸς] τὸ δουλεύειν, ὡς ἐκεῖνον ᾔσθοντο τετελευτηκότα, τῶν διαδόχων ἀποστάντες Μακεδόσι τε εἰς τὴν ἀντίπαλον δύναμιν αὖθις κατέστησαν καὶ ἡμῖν τὸ λειπόμενον τῆς Μακεδόνων ἀρχῆς κατακτησαμένοις ἀξιόμαχοι διὰ τέλους ἔδοξαν εἶναι πολέμιοι. Καὶ τῶν μὲν παλαιῶν τί χρὴ νῦν ὑπομιμνήσκειν, Ἀντωνίου καὶ Κράσσου, στρατηγῶν αὐτοκρατόρων, καὶ ὡς ἐκεῖνα διὰ μακρῶν ἀπωσάμεθα κινδύνων τὰ αἴσχη, πολλῶν καὶ σωφρόνων αὐτοκρατόρων ἀναμαχεσαμένων τὰ πταίσματα; τί δὲ χρὴ τῶν δευτέρων ἀτυχημάτων μεμνῆσθαι καὶ τῶν ἐπ´ αὐτοῖς τοῦ Κάρου πράξεων, ὅσπερ μετὰ τὰς συμφορὰς ᾑρέθη στρατηγός; Ἀλλ´ οἱ τὴν θαυμαστὴν καὶ παρὰ πᾶσιν ἀγαπωμένην εἰρήνην ἐπιτάξαντες ἐκείνοις ἄγειν, οἱ πρὸ τοῦ σοῦ πατρὸς τὴν βασιλείαν κατασχόντες, οὐχ ὁ μὲν Καῖσαρ καθ´ αὑτὸν συμβαλὼν αἰσχρῶς ἀπήλλαξεν; Ἐπιστραφέντος δὲ τοῦ τῆς οἰκουμένης ἁπάσης ἄρχοντος καὶ τὰς δυνάμεις τῆς ἡγεμονίας ἁπάσης ἐκεῖσε τρέψαντος καὶ προκαταλαβόντος τὰς εἰσβολὰς στρατεύμασι καὶ καταλόγοις ὁπλιτῶν παλαιῶν καὶ νεολέκτων καὶ παντοδαπαῖς παρασκευαῖς, ἁλόντες μόλις τὴν εἰρήνην ἠγάπησαν· ἣν οὐκ οἶδ´ ὅπως περιόντος τοῦ πατρὸς τοῦ σοῦ συγχέαντες καὶ συνταράξαντες, τῆς μὲν παρ´ ἐκείνου τιμωρίας διήμαρτον, ἐν ταῖς πρὸς τὸν πόλεμον παρασκευαῖς τὸν βίον μεταλλάξαντος, σοὶ δὲ ὑπέσχον τὴν δίκην ὕστερον τῶν τετολμημένων.Μέλλων δὲ ἔτι δὴ τῶν πρὸς αὐτοὺς ἀγώνων γενομένων σοι πολλάκις ἅπτεσθαι, τοσοῦτον ἀξιῶ σκοπεῖν τοὺς ἀκροωμένους, ὅτι τοῦ τρίτου μορίου τῆς ἀρχῆς κύριος καθεστὼς οὐδαμῶς πρὸς τὸν πόλεμον ἐρρῶσθαι δοκοῦντος, οὐχ ὅπλοις, οὐκ ἀνδράσι τοῖς στρατευομένοις, οὐδενὶ τῶν ἄλλων ὅσα πρὸς τηλικοῦτον πόλεμον ἐχρῆν ἐπιρρεῖν ἄφθονα, πρὸς τούτοις δὲ οὐδὲ τῶν ἀδελφῶν σοι δι´ ἁσδηποτοῦν αἰτίας τὸν πόλεμον ἐλαφρυνόντων (καὶ οὐκ ἔστιν οὐδεὶς οὕτως ἀναίσχυντος οὐδὲ βάσκανος συκοφάντης, ὃς οὐκ αἰτιώτατον γενέσθαι σὲ τῆς πρὸς ἐκείνους ὁμονοίας φήσει), ὄντος δὲ οἶμαι τοῦ πολέμου καθ´ αὑτὸν δυσχεροῦς, τὰ τῶν στρατοπέδων πρὸς τὴν μεταβολὴν διεταράττετο, τὸν μὲν παλαιὸν σφῶν ἡγεμόνα ποθεῖν ἐκβοῶντες, ὑμῶν δὲ ἄρχειν ἐθέλοντες, καὶ ἄλλα μυρία ἄτοπα καὶ δυσχερῆ πανταχόθεν ἀναφυόμενα χαλεπωτέρας τὰς ὑπὲρ τοῦ πολέμου παρεῖχεν ἐλπίδας· Ἀρμένιοι παλαιοὶ σύμμαχοι στασιάζοντες καὶ μοίρᾳ σφῶν οὐ φαύλῃ Πέρσαις προσθέμενοι, Ἄραβες, οἱ τῇ Συρίᾳ γείτονες βάρβαροι, τὴν ὅμορον σφίσι λῃστείαις κατατρέχοντες, καὶ ὅπερ ἐν τοῖς παροῦσιν ἐφαίνετο μόνον σωτήριον, τὸ σὲ τῶν πραγμάτων ἔχεσθαι καὶ βουλεύεσθαι, τέως οὐχ ὑπῆρχε διὰ τὰς πρὸς τοὺς ἀδελφοὺς ἐν Παιονίᾳ συνθήκας, ἃς αὐτὸς παρὼν οὕτω διῴκησας, ὡς μηδεμίαν ἀφορμὴν ἐκείνοις παρασχεῖν μέμψεως. Μικροῦ με ἔλαθεν 〈ἡ〉 τῶν πράξεων ἀρχὴ διαφυγοῦσα καλλίων ἁπασῶν ἢ ταῖς καλλίσταις ἐξ ἴσης θαυμαστή. Τὸ γὰρ ὑπὲρ τοσούτων πραγμάτων βουλευόμενον μηδὲν ἐλαττοῦσθαι δοκεῖν, εἰ τοῖς ἀδελφοῖς τὸ πλέον ἔχειν ἑκὼν συγχωροίης, σωφροσύνης καὶ μεγαλοψυχίας μέγιστον ἂν εἴη σημεῖον. Νῦν δὲ εἰ μέν τις τὴν πατρῴαν οὐσίαν πρὸς τοὺς ἀδελφοὺς νεμόμενος ἑκατὸν ταλάντων, κείσθω δέ, εἰ βούλει, τοσούτων ἄλλων, εἶτα ἔχων 〈πεντήκοντα〉 μναῖς ἔλαττον ἠγάπησε δή, καὶ μικροῦ παντελῶς ἀργυρίου τὴν πρὸς ἐκείνους ὁμόνοιαν ἀνταλλαξάμενος, ἐπαίνων ἂν ἐδόκει καὶ τιμῆς ἄξιος ὡς χρημάτων κρείττων, ὡς εὔβουλος φύσει, ξυνελόντι δὲ εἰπεῖν, ὡς καλὸς κἀγαθός· ὁ δὲ ὑπὲρ τῆς τῶν ὅλων ἀρχῆς οὕτω μεγαλοψύχως καὶ σωφρόνως δοκῶν βεβουλεῦσθαι, ὡς τὸν μὲν ἐκ τῆς ἐπιμελείας αὑτῷ μείζονα μὴ προσθεῖναι πόνον, τῶν δὲ ἐκ τῆς ἀρχῆς προσόδων ἑκὼν ὑφίεσθαι ὑπὲρ ὁμονοίας καὶ τῆς πρὸς ἀλλήλους Ῥωμαίων ἁπάντων εἰρήνης, πόσων ἐπαίνων ἄξιον κρινεῖ τις; Οὐ μὴν οὐδὲ ἐκεῖνο λέγειν ἔνεστιν ἐνταῦθα, ὡς καλὸν μέν, ἀ〈λυσιτελὲς δέ〉· λυσιτελὲς μὲν γὰρ οὐδὲν ὅ τι μὴ τὸ αὐτὸ καὶ καλὸν ἔμοιγε φαίνεται. Ὅλως δὲ εἴ τινι καθ´ αὑτὸ τὸ συμφέρον ἐξετάζειν δοκεῖ, κρινέτω μὴ πρὸς ἀργύριον σκοπῶν μηδὲ προσόδους χωρίων ἀπαριθμούμενος, καθάπερ οἱ φιλάργυροι γέροντες ὑπὸ τῶν κωμῳδῶν ἐπὶ τὴν σκηνὴν ἑλκόμενοι, ἀλλὰ πρὸς τὸ μέγεθος τῆς ἀρχῆς καὶ τὴν ἀξίωσιν. Φιλονεικῶν μὲν γὰρ ὑπὲρ τῶν ὁρίων καὶ δυσμενῶς ἔχων, ἐκείνων ἂν ἦρξε μόνων ὧν ἔλαχεν, εἰ καὶ πλέον ἔχων ἀπῄει· ὑπερορῶν δὲ τῶν μικρῶν καὶ καταφρονήσας, ἦρχε μὲν ἁπάσης μετὰ τῶν ἀδελφῶν τῆς οἰκουμένης, ἐπεμελεῖτο δὲ τοῦ λαχόντος μέρους, ἀπολαύων μὲν τελείας τῆς τιμῆς, μετέχων δὲ ἔλαττον τῶν ἐπ´ αὐτῇ πόνων. Ἀλλ´ ὑπὲρ μὲν τούτων καὶ αὖθις ἐξέσται διὰ μακροτέρων δηλῶσαι· [19] Ὅπως δὲ τῶν πραγμάτων ἐπεμελήθης, τοσούτων κύκλῳ περιστάντων μετὰ τὴν τοῦ πατρὸς τελευτὴν κινδύνων καὶ παντοδαπῶν, θορύβου πραγμάτων, πολέμου γενναίου, πολλῆς καταδρομῆς, συμμάχων ἀποστάσεως, στρατοπέδων ἀταξίας, ὅσα ἄλλα τότε δυσχερῆ κατελάμβανεν, ἴσως ἤδη διελθεῖν ἄξιον. Ἐπειδὴ γάρ σοι τὰ τῶν συνθηκῶν μετὰ τῆς ἀρίστης ὁμονοίας διῴκητο, παρῆν δὲ ὁ καιρὸς τοῖς πράγμασιν ἐπιτάττων βοηθεῖν κινδυνεύουσι, πορείας μὲν τάχει χρησάμενος ἀθρόως 〈ὅπως〉 ἐκ Παιόνων ἐν Σύροις ὤφθης, οὐδὲ τῷ λόγῳ δεῖξαι ῥᾴδιον· ἀρκεῖ δὲ τοῖς ἐγνωκόσιν ἡ πεῖρα· ὅπως δὲ πρὸς τὴν παρουσίαν τὴν σὴν ἀθρόως ἅπαντα μεταβαλόντα καὶ μεταστάντα πρὸς τὸ βέλτιον οὐ μόνον τῶν ἐπικρεμασθέντων ἡμᾶς ἀπήλλαξε φόβων, ἀμείνους δὲ μακρῷ τὰς ὑπὲρ τῶν μελλόντων παρέσχεν ἐλπίδας, τίς ἂν ἀρκέσειε τῶν ἁπάντων εἰπεῖν; Τὰ μὲν τῶν στρατοπέδων, πλησίον γενομένου μόνον, ἐπέπαυτο τῆς ἀταξίας καὶ μεθειστήκει πρὸς κόσμον, Ἀρμενίων δὲ οἱ προσθέμενοι τοῖς πολεμίοις εὐθὺς μετέστησαν, σοῦ τοὺς μὲν αἰτίους τῆς φυγῆς τῷ τῆς χώρας ἐκείνης ἄρχοντι παρ´ ἡμᾶς ἐξαγαγόντος, τοῖς φεύγουσι δὲ τὴν ἐς τὴν οἰκείαν κάθοδον ἀδεᾶ παρασκευάσαντος. Οὕτω δὲ φιλανθρώπως τοῖς τε παρ´ ἡμᾶς ἀφικομένοις ἄρτι χρησαμένου καὶ τοῖς ἐκ τῆς φυγῆς μετὰ τοῦ σφῶν ἄρχοντος κατεληλυθόσι πρᾴως ὁμιλοῦντος, οἱ μέν, ὅτι καὶ πρότερον ἀπέστησαν, αὑτοὺς ἀπωλοφύραντο, οἱ δὲ τὴν παροῦσαν τύχην τῆς πρόσθεν ἠγάπων μᾶλλον δυναστείας· καὶ οἱ μὲν φεύγοντες ἔμπροσθεν ἔργῳ σωφρονεῖν ἔφασαν ἐκμαθεῖν, οἱ δὲ τοῦ μὴ μεταστῆναι τῆς ἀμοιβῆς ἀξίας τυγχάνειν. Τοσαύτῃ δὲ ἐχρήσω περὶ τοὺς κατελθόντας ὑπερβολῇ δωρεῶν καὶ τιμῇ, ὥστε μηδὲ τοῖς ἐχθίστοις σφῶν εὖ πράττουσι καὶ τὰ εἰκότα τιμωμένοις ἄχθεσθαι μηδὲ βασκαίνειν. [20] Ταῦτα δὲ ἐν βραχεῖ καταστησάμενος καὶ τοὺς ἐξ Ἀραβίας λῃστὰς ἐπὶ τοὺς πολεμίους ταῖς πρεσβείαις τρέψας, ἐπὶ τὰς τοῦ πολέμου παρασκευὰς ἦλθες, ὑπὲρ ὧν οὐ χεῖρον ἐν βραχεῖ προειπεῖν.Τῆς γὰρ εἰρήνης τῆς πρόσθεν τοῖς μὲν στρατευομένοις ἀνείσης τοὺς πόνους, τοῖς λειτουργοῦσι δὲ κουφοτέρους παρασχούσης, τοῦ πολέμου δὲ χρημάτων καὶ σιτηρεσίου καὶ χορηγίας λαμπρᾶς δεομένου, πολὺ δὲ πλέον ἰσχύος καὶ ῥώμης καὶ τῆς ἐν τοῖς ὅπλοις ἐμπειρίας τῶν στρατευομένων, ὑπάρχοντος δὲ οὐδενὸς σχεδὸν τῶν τοιούτων, αὐτὸς ἐξεῦρες καὶ κατέστησας, τοῖς μὲν 〈ἐν〉 ἡλικίᾳ στρατεύεσθαι λαχοῦσιν ἀποδείξας τῶν πόνων μελέτην, παραπλησίαν δὲ τοῖς πολεμίοις ἱππικὴν καταστησάμενος δύναμιν, τῷ πεζῷ δὲ ἐπιτάξας τῶν πόνων ἔχεσθαι· καὶ ταῦτα οὐ ῥήμασι μόνον οὐδὲ ἐξ ἐπιτάγματος, μελετῶν δὲ αὐτὸς καὶ συνασκούμενος καὶ δεικνύων ἔργῳ τὸ πρακτέον, ⟨πολέμων ἐργάτας⟩ ἄφνω κατέστησας. Χρημάτων δὲ ἐπενόεις πόρους, οὐκ αὔξων τοὺς φόρους οὐδὲ τὰς συντάξεις καθάπερ Ἀθηναῖοι πρόσθεν, εἰς τὸ διπλάσιον ἢ καὶ ἐπὶ πλέον καταστήσας· ἐμμένων δὲ οἶμαι τοῖς ἀρχαίοις, πλὴν εἴ που πρὸς βραχὺ καὶ πρὸς εὔκαιρον ἐχρῆν αἰσθέσθαι δαπανηροτέρων τῶν λειτουργημάτων, ἐν τοσαύτῃ τοὺς στρατευομένους ἦγες ἀφθονίᾳ, ὡς μήτε ὑβρίζειν τῷ κόρῳ μήτε ὑπὸ τῆς ἐνδείας πλημμελεῖν ἀναγκασθῆναι. Ὅπλων δὲ καὶ ἵππων παρασκευὴν καὶ νεῶν τῶν ποταμίων καὶ μηχανημάτων καὶ τῶν ἄλλων ἁπάντων τὸ πλῆθος σιωπῇ κατέχω. [21] Ἐπεὶ δὲ τὰ τῆς παρασκευῆς τέλος εἶχε καὶ ἔδει χρῆσθαι τοῖς προρρηθεῖσιν εἰς δέον, ἐζεύγνυτο μὲν ὁ Τίγρης σχεδίᾳ πολλάκις, ἤρθη δὲ ἐπ´ αὐτῷ φρούρια, καὶ τῶν πολεμίων οὐδεὶς ἐτόλμησεν ἀμῦναι τῇ χώρᾳ πορθουμένῃ, πάντα δὲ παρ´ ἡμᾶς ἤγετο τἀκείνων ἀγαθά, τῶν μὲν οὐδὲ εἰς χεῖρας ἰέναι τολμώντων, τῶν θρασυνομένων δὲ παρ´ αὐτὰ τὴν τιμωρίαν ὑποσχόντων. Τὸ μὲν δὴ κεφάλαιον τῶν εἰς τὴν πολεμίαν εἰσβολῶν τοιοῦτον· καθ´ ἕκαστον γὰρ ἐπεξιέναι τίς ἂν ἀξίως ἐν βραχεῖ λόγῳ δυνηθείη, τῶν μὲν τὰς συμφορὰς τῶν δὲ τὰς ἀριστείας ἀπαριθμούμενος; Τοσοῦτον δὲ ἴσως εἰπεῖν οὐ χαλεπόν, ὅτι πολλάκις τὸν ποταμὸν ἐκεῖνον περαιωθεὶς ξὺν τῷ στρατεύματι καὶ πολὺν ἐν τῇ πολεμίᾳ τρίψας χρόνον, λαμπρὸς ἐπανῄεις τοῖς τροπαίοις, τὰς διὰ σὲ πόλεις ἐλευθέρας ἐπιὼν καὶ χαριζόμενος εἰρήνην καὶ πλοῦτον, πάντα ἀθρόως τὰ ἀγαθά, καὶ τῶν πάλαι ποθουμένων διδοὺς ἀπολαύειν, νίκης κατὰ τῶν βαρβάρων, τροπαίων ἐγειρομένων κατὰ τῆς Παρθυαίων ἀπιστίας καὶ ἀνανδρίας καὶ δειλίας, ὧν τὸ μὲν ἐπεδείξαντο τὰς σπονδὰς λύσαντες καὶ τὴν εἰρήνην συγχέαντες, τὸ δὲ μὴ τολμῶντες ὑπὲρ τῆς χώρας καὶ τῶν φιλτάτων ἀμύνασθαι. [22] Ἀλλ´ ὅπως μή τις ὑπολάβῃ με τούτων μὲν ἡδέως μεμνῆσθαι τῶν ἔργων, ὀκνεῖν δὲ ἐκεῖνα, περὶ ἃ καὶ τοῖς πολεμίοις πλεονεκτῆσαι παρέσχεν ἡ τύχη, μᾶλλον δὲ ἡ χώρα, τὴν ἐκ τοῦ καιροῦ προσλαβοῦσα ῥοπήν, ὡς αἰσχύνην ἡμῖν, οὐχὶ δὲ ἔπαινον καὶ τιμὴν φέροντα, καὶ ὑπὲρ τούτων πειράσομαι δηλῶσαι διὰ βραχέων, οὐ πρὸς τὸ λυσιτελέστατον ἐμαυτῷ τοὺς λόγους πλάττων, τὴν ἀλήθειαν δὲ ἀγαπῶν ἐν πᾶσιν· ἧς εἴ τις ἑκὼν ἁμαρτάνοι, τὴν ἐκ τοῦ κολακεύειν αἰσχύνην οὐδαμῶς ἐκφεύγει, προστίθησι δὲ τοῖς ἐπαινουμένοις τὸ δοκεῖν μηδ´ ὑπὲρ τῶν ἄλλων εὖ ἀκούειν κατὰ τὴν ἀξίαν· ὃ παθεῖν εὐλαβησόμεθα. Δείξει δὲ ὁ λόγος αὐτὸς εἰ μηδαμοῦ τὸ ψεῦδος πρὸ τῆς ἀληθείας τετίμηκεν. Οὐκοῦν εὖ οἶδα ὅτι πάντες ἂν μέγιστον φήσαιεν πλεονέκτημα τῶν βαρβάρων τὸν πρὸ τῶν Σιγγάρων πόλεμον· ἐγὼ δὲ ἐκείνην τὴν μάχην ἴσα μὲν ἐνεγκεῖν τοῖς στρατοπέδοις τὰ δυστυχήματα, δεῖξαι δὲ τὴν σὴν ἀρετὴν περιγενομένην τῆς ἐκείνων τύχης φαίην ἂν εἰκότως, καὶ ταῦτα στρατοπέδῳ χρησαμένην θρασεῖ καὶ τολμηρῷ καὶ πρὸς τὴν ὥραν καὶ τὴν τοῦ πνίγους ῥώμην οὐχ ὁμοίως ἐκείνοις συνήθει· ὅπως δὲ ἕκαστον ἐπράχθη, διηγήσομαι. Θέρος μὲν γὰρ ἦν ἀκμάζον ἔτι, συνῄει δὲ ἐς ταὐτὸν τὰ στρατόπεδα πολὺ πρὸ τῆς μεσημβρίας· ἐκπληττόμενοι δὲ οἱ πολέμιοι τὴν εὐταξίαν καὶ τὸν κόσμον καὶ τὴν ἡσυχίαν, αὐτοὶ δὲ πλήθει θαυμαστοὶ φανέντες, ἤρχετο μὲν οὐδεὶς τῆς μάχης, τῶν μὲν εἰς χεῖρας ἰέναι πρὸς οὕτω παρεσκευασμένην δύναμιν ὀκνούντων, τῶν δὲ περιμενόντων ἐκείνους ἄρχειν, ὅπως ἀμυνόμενοι μᾶλλον ἐν πᾶσιν, οὐχὶ δὲ αὐτοὶ πολέμου μετὰ τὴν εἰρήνην ἄρχοντες φανεῖεν. Τέλος δὲ ὁ τῆς βαρβαρικῆς ἐκείνης δυνάμεως ἡγεμών, μετέωρος ἀρθεὶς ὑπὲρ τῶν ἀσπίδων καὶ καταμαθὼν τὸ πλῆθος ἐν τάξει, οἷος ἐξ οἵου γέγονε καὶ ποίας ἀφίει φωνάς, προδεδόσθαι βοῶν· καὶ τοὺς ὑπὲρ τοῦ πολέμου πείσαντας αἰτιώμενος, φεύγειν ᾤετο χρῆναι διὰ τάχους καὶ τοῦτο μόνον οἱ πρὸς σωτηρίαν ἀρκέσειν, εἰ φθήσεται τὸν ποταμὸν διαβῆναι, ὅσπερ ἐστὶ τῆς χώρας ἐκείνης πρὸς τὴν ἡμετέραν ὅρος ἀρχαῖος. Ταῦτα διανοηθεὶς ἐκεῖνος πρῶτον ἐπὶ πόδα σημαίνει τὴν ἀναχώρησιν, καὶ κατ´ ὀλίγον προστιθεὶς τῷ τάχει, τέλος ἤδη καρτερῶς ἔφευγεν, ἔχων ὀλίγους ἱππέας ἀμφ´ αὑτόν, τὴν δύναμιν ἅπασαν τῷ παιδὶ καὶ τῷ πιστοτάτῳ τῶν φίλων ἐπιτρέψας ἄγειν. Ταῦτα ὁρῶντες τὸ στράτευμα καὶ χαλεπαίνοντες ὅτι μηδεμίαν ὑπέσχον τῶν τετολμημένων τὴν δίκην, ἐβόων ἄγειν ἐπ´ αὐτούς, καὶ κελεύοντος μένειν ἀχθόμενοι μετὰ τῶν ὅπλων ἔθεον ὡς ἕκαστος εἶχε ῥώμης τε καὶ τάχους, ἄπειροι μὲν ὄντες αὐτοὶ τέως τῆς σῆς στρατηγίας, εἰς δὲ τὴν ἡλικίαν ὁρῶντες ἄμεινον αὑτῶν τὸ συμφέρον κρίνειν ἧττον ἐπίστευον, καὶ τὸ πολλὰς συγκατειργάσθαι τῷ πατρὶ τῷ σῷ μάχας καὶ κρατῆσαι πανταχοῦ τῷ δοκεῖν ἀήττητοι εἶναι συνηγωνίζετο. Τούτων δὲ οὐδενὸς ἔλαττον τὸ παρεστὼς Παρθυαίων δέος ἐπῆρεν ὡς οὐκ ἀγωνισομένους πρὸς τοὺς ἄνδρας μόνον, ἀλλὰ καὶ πρὸς τὴν χώραν αὐτὴν καί, εἴ τι μεῖζον ἔξωθεν προσπίπτοι, καὶ τούτου πάντως κρατήσοντας. Ταχέως οὖν ἑκατὸν μεταξὺ στάδια δραμόντες ἐφειστήκεσαν ἤδη Παρθυαίοις εἰς τὸ τεῖχος καταπεφευγόσιν, ὃ πρότερον ἤδη πεποίητο σφίσιν ὥσπερ στρατόπεδον. Ἑσπέρα δὲ ἦν λοιπὸν καὶ ὁ πόλεμος αὐτόθεν ξυνερρήγνυτο· καὶ τὸ μὲν τεῖχος αἱροῦσιν εὐθέως, τοὺς ὑπὲρ αὐτοῦ κτείναντες καὶ ἀμύναντες· γενόμενοι δὲ εἴσω τῶν ἐρυμάτων πολὺν μὲν ἠρίστευον χρόνον, ὑπὸ δὲ τοῦ δίψους ἀπειρηκότες ἤδη καὶ λάκκοις ὕδατος ἐντυχόντες ἔνδον, τὴν καλλίστην νίκην διέφθειραν καὶ τοῖς πολεμίοις παρέσχον ἀναμαχέσασθαι τὸ πταῖσμα.Τοῦτο τέλος τῆς μάχης ἐκείνης γέγονε, τρεῖς μὲν ἢ τέτταρας ἀφελομένης τῶν παρ´ ἡμῖν, Παρθυαίων δὲ τὸν ἐπὶ τῇ βασιλείᾳ τρεφόμενον, ἁλόντα πρότερον, καὶ τῶν ἀμφ´ αὐτὸν παμπληθεῖς ξυνδιαφθειράσης. Τούτοις δὲ ἅπασι δρωμένοις ὁ μὲν τῶν βαρβάρων ἡγεμὼν οὐδὲ ὄναρ παρῆν· οὐδὲ γὰρ ἐπέσχε τὴν φυγὴν πρὶν ἢ κατὰ νώτου τὸν ποταμὸν ἐποιήσατο· αὐτὸς δὲ διέμενες ἐν τοῖς ὅπλοις δι´ ὅλης ἡμέρας καὶ νυκτὸς ἁπάσης, συμμετέχων μὲν τοῖς κρατοῦσι τῶν ἀγωνισμάτων, τοῖς πονοῦσι δὲ ἐπαρκῶν διὰ ταχέων. Ὑπὸ δὲ τῆς ἀνδρείας καὶ τῆς εὐψυχίας εἰς τοσοῦτον 〈τὸν〉 ἀγῶνα μετέστησας, ὥστε τοὺς μὲν ἐπὶ τὴν αὑτῶν τῆς ἡμέρας ἐπιλαβούσης ἀσμένως ἀποσώζεσθαι, ἀναχωρεῖν δὲ ἐκ τῆς μάχης, ἑπομένου σου, καὶ τοὺς τραυματίας· οὕτω τὸ δέος πᾶσιν ἀνῆκας τῆς φυγῆς. Ποῖον οὖν ἥλω φρούριον; τίς δὲ ἐπολιορκήθη πόλις; τίνος δὲ ἀποσκευῆς οἱ πολέμιοι κρατήσαντες ἔσχον ἐφ´ ὅτῳ σεμνύνωνται μετὰ τὸν πόλεμον; [23] Ἀλλ´ ἴσως, φήσει τις, τὸ μηδέποτε τῶν πολεμίων ἧττον ἔχοντα ἀπελθεῖν εὐτυχὲς καὶ εὔδαιμον ἡγεῖ; Τὸ δὲ ἀντιστῆναι τῇ τύχῃ ῥωμαλεώτερον, ὃ καὶ μείζονος ἀρετῆς ὑπάρχει σημεῖον· τίς μὲν γὰρ ἀγαθὸς κυβερνήτης ἐν εὐδίᾳ τὴν ναῦν κατευθύνων, γαλήνης ἀκριβοῦς κατεχούσης τὸ πέλαγος, τίς δὲ ἡνίοχος ἅρματος δεξιὸς ἐν ὁμαλῷ καὶ λείῳ χωρίῳ εὐπειθεῖς καὶ πρᾴους καὶ ταχεῖς ἵππους ζευξάμενος, εἶτα ἐν τούτοις ἐπιδεικνύμενος τὴν τέχνην; πόσῳ δὲ ἀμείνων νεὼς μὲν ἰθυντὴρ ὁ καὶ τὸν μέλλοντα χειμῶνα προμαθὼν καὶ προαισθόμενος καὶ πειραθείς γε τοῦτον ἐκκλῖναι, εἶτα δι´ ἁσδηποτοῦν αἰτίας ἐμπεσὼν καὶ διασώσας ἀπαθῆ τὴν ναῦν αὐτῷ φόρτῳ; ἅρματος δὲ ἐπιστάτης ὁ καὶ πρὸς χωρίων ἀγωνιζόμενος τραχύτητα καὶ τοὺς ἵππους μετατιθεὶς ἅμα καὶ βιαζόμενος, ἤν τι πλημμελῶσιν; Ὅλως δὲ οὐδεμίαν ἄξιον τέχνην μετὰ τῆς τύχης ἐξετάζειν, ἀλλ´ αὐτὴν ἐφ´ αὑτῆς σκοπεῖν· οὐδὲ στρατηγὸς ἀμείνων ὁ Κλέων Νικίου, ἐπειδὴ τὰ περὶ τὴν Πύλον ηὐτύχησεν, οὐδ´ ἄλλος οὐδεὶς τῶν τύχῃ μᾶλλον ἢ γνώμῃ κρατούντων. Ἐγὼ δὲ εἰ μὴ καὶ τὴν τύχην τὴν σὴν ἀμείνω καὶ δικαιοτέραν τῆς τῶν ἀντιταξαμένων, μᾶλλον δὲ τῆς ἁπάντων ἀνθρώπων κρατίστην φήσαιμι, ἀδικεῖν ἂν εἰκότως δοκοίην, τὴν οὐ παρασχοῦσαν τοῖς πολεμίοις αἰσθέσθαι τὸ πλεονέκτημα. Χρὴ γὰρ οἶμαι τὸν δικαίως ὑπὲρ τῶν ῥηθέντων κρίνοντα τὸ μὲν ἐλάττωμα τῇ τοῦ πνίγους ἀνανταγωνίστῳ ῥώμῃ λογίζεσθαι, τὸ δὲ εἰς ἴσον καταστῆσαι τοὺς πολεμίους ταῖς συμφοραῖς τῆς σῆς ἀρετῆς ἔργον ὑπολαβεῖν, τὸ δὲ τῶν μὲν οἰκείων αἰσθέσθαι συμφορῶν, ἀγνοῆσαι δὲ τὰ κατορθώματα τῆς ἀγαθῆς τύχης ἔργον λογίζεσθαι. [24] Ἀλλ´ ὅπως μὴ μακρότερα περὶ τούτων λέγων τὸν ὑπὲρ τῶν μειζόνων καιρὸν ἀναλώσω, πειράσομαι λοιπὸν τὸ μετὰ τοῦτο περιστὰν ἡμᾶς τῶν πραγμάτων πλῆθος 〈διεξιέναι〉 καὶ τῶν κινδύνων τὸ μέγεθος, καὶ ὅπως ἅπασιν ἀντισχὼν τυράννων μὲν πλῆθος, βαρβάρων δὲ ἐτρέψω δυνάμεις. Ἦν μὲν γὰρ ὁ χειμὼν ἐπ´ ἐξόδοις ἤδη, ἕκτον που μάλιστα μετὰ τὸν πόλεμον ἔτος οὗ μικρῷ πρόσθεν ἐμνήσθην, ἧκε δὲ ἀγγέλλων τις ὡς Γαλατία μὲν συναφεστῶσα τῷ τυράννῳ ἀδελφῷ τῷ σῷ ἐβούλευσέ τε καὶ ἐπετέλεσε τὸν φόνον, εἶτα ὡς Ἰταλία καὶ Σικελία κατείληπται, τὰ δὲ ἐν Ἰλλυριοῖς στρατόπεδα ταραχωδῶς ἔχει καὶ βασιλέα σφῶν ἀπέδειξε τὸν τέως στρατηγὸν ἀντισχεῖν ἐθέλοντα πρὸς τὴν ἄμαχον δοκοῦσαν τῶν τυράννων φοράν. ἱκέτευε δὲ αὐτὸς οὗτος χρήματα πέμπειν καὶ δύναμιν τὴν βοηθήσουσαν, σφόδρα ὑπὲρ αὑτοῦ δεδιὼς καὶ τρέμων μὴ πρὸς τῶν τυράννων κρατηθείη. Καὶ τέως μὲν ἐπηγγέλλετο τὰ προσήκοντα δράσειν, οὐδαμῶς αὑτὸν ἀξιῶν τῆς ἀρχῆς, ἐπίτροπον δὲ οἶμαι πιστὸν καὶ φύλακα παρέξειν ἐπαγγελλόμενος· ἔμελλε δὲ οὐκ εἰς μακρὰν ἄπιστος φανεῖσθαι καὶ δίκην ὑφέξειν καὶ φιλάνθρωπον. Ταῦτα πυθόμενος οὐκ ᾤου δεῖν ἐν ῥᾳστώνῃ πολλῇ τὸν χρόνον ἀναλίσκειν μάτην· ἀλλὰ τὰς μὲν ἐπὶ τῇ Συρίᾳ πόλεις μηχανημάτων καὶ φρουρᾶς καὶ σίτου καὶ τῆς ἄλλης παρασκευῆς ἁπάσης ἐμπλήσας, καὶ ἀπὼν ἀρκέσειν τοῖς τῇδε προσεδόκησας, αὐτὸς δὲ ἐπὶ τοὺς τυράννους ὁρμᾶν ἐβουλεύου. [25] Πέρσαι δὲ ἐξ ἐκείνου τὸν καιρὸν τοῦτον παραφυλάξαντες, ὡς ἐξ ἐφόδου τὴν Συρίαν ληψόμενοι, πᾶσαν ἐξαναστήσαντες ἡλικίαν καὶ φύσιν καὶ τύχην ἐφ´ ἡμᾶς ὥρμηντο, ἄνδρες, μειράκια, πρεσβῦται καὶ γυναικῶν πλῆθος καὶ θεραπόντων, οὐ μόνον τῶν πρὸς τὸν πόλεμον ὑπουργιῶν χάριν, ἐκ περιουσίας δὲ πλεῖστον ἑπόμενον· διενοοῦντο γὰρ ὡς καὶ τὰς πόλεις καθέξοντες καὶ τῆς χώρας ἤδη κρατήσαντες κληρούχους ἡμῖν ἐπάξουσι. Κενὰς δὲ ἀπέφηνεν αὐτοῖς τὰς προσδοκίας τῆς παρασκευῆς τῆς σῆς τὸ μέγεθος· ἐπειδὴ γὰρ ἐς πολιορκίαν κατέστησαν, ἐπετειχίζετο μὲν ἡ πόλις κύκλῳ τοῖς χώμασιν, ἐπέρρει δὲ ὁ Μυγδόνιος πελαγίζων τὸ περὶ τῷ τείχει χωρίον, καθάπερ ὁ Νεῖλος, φασί, τὴν Αἴγυπτον. Προσήγετο δὲ ἐπὶ νεῶν ταῖς ἐπάλξεσι τὰ μηχανήματα, καὶ ἐπιπλεῖν ἄλλοι διενοοῦντο τοῖς τείχεσιν, ἄλλοι δὲ ἔβαλλον ἀπὸ τῶν χωμάτων τοὺς ἀμυνομένους ὑπὲρ τῆς πόλεως. Οἱ δὲ ἐκ τῶν τειχῶν ἤμυνον καρτερῶς τῇ πόλει· μεστὰ δὲ ἦν ἅπαντα σωμάτων καὶ ναυαγίων καὶ ὅπλων καὶ βελῶν, τῶν μὲν ἄρτι καταδυομένων, τῶν δέ, ἐπειδὴ τὸ πρῶτον ὑπὸ τῆς βίας κατενεχθέντα κατέδυ, κουφιζομένων ὑπὸ τοῦ κύματος. Ἀσπίδες μὲν ἐπενήχοντο βαρβάρων παμπληθεῖς καὶ νεῶν ἕρματα, συντριβομένων ἐπ´ αὐταῖς τῶν μηχανημάτων. Βελῶν πλῆθος ἐπινηχόμενον μικροῦ δεῖν ἐπεῖχεν ἅπαν τὸ μεταξὺ τοῦ τείχους καὶ τῶν χωμάτων. Τέτραπτο δὲ ἡ λίμνη πρὸς λύθρον, καὶ κύκλῳ τὸ τεῖχος ἐπήχουν οἰμωγαὶ βαρβάρων ὀλλύντων μὲν οὐδαμῶς, ἀπολλυμένων δὲ πολυτρόπως καὶ τιτρωσκομένων ποικίλοις τραύμασι. Τίς ἂν ἀξίως τῶν δρωμένων διηγοῖτο; πῦρ μὲν ἐνίετο ταῖς ἀσπίσιν, ἐξέπιπτον δὲ τῶν ὁπλιτῶν ἡμίκαυτοι πολλοί, ἄλλοι δὲ ἀποδιδράσκοντες τὴν φλόγα τὸν ἐκ τῶν βελῶν οὐκ ἀπέφευγον κίνδυνον, ἀλλ´ οἱ μὲν ἔτι νηχόμενοι τὰ νῶτα τρωθέντες ἐς βυθὸν κατεδύοντο, οἱ δὲ ἐξαλλόμενοι τῶν μηχανημάτων πρὶν ὕδατος ἅψασθαι βληθέντες οὐ σωτηρίαν, κουφότερον δὲ εὗρον τὸν θάνατον, τοὺς δὲ οὐδὲ 〈νεῖν〉 εἰδότας ἀκλεέστερον τῶν πρόσθεν ἀπολλυμένους τίς ἂν ἀξιώσειεν ἀριθμοῦ καὶ μνήμης; Ἐπιλείψει με, καθ´ ἕκαστον εἰ πᾶσιν ἐπεξελθεῖν βουλοίμην, ὁ χρόνος· τὸ κεφάλαιον δὲ ἀκούειν ἀπόχρη. Ταύτην ἥλιος ἐπεῖδε τὴν μάχην ἄγνωστον ἀνθρώποις τὸν ἔμπροσθεν χρόνον· ταῦτα τὴν παλαιὰν ἀλαζονείαν ἤλεγξε τῶν Μήδων τῦφον ὄντα κενόν· ταῦτα τῆς Ξέρξου παρασκευῆς ἀπιστουμένης τέως τὸ μέγεθος, εἰ τοσαύτη γενομένη τέλος ἔσχεν αἰσχρὸν καὶ ἐπονείδιστον, ἐναργέστερον τῶν δοκούντων εἶναι γνωρίμων ἡμῖν κατέστησεν. Ὁ μὲν ἐπειρᾶτο πλεῖν καὶ πεζεύειν ἀπεναντίον τῇ φύσει μαχόμενος καί, ὥσπερ οὖν ᾤετο, κρατῶν ἠπείρου φύσεως καὶ θαλάττης, ἀνδρὸς Ἕλληνος ἡττᾶτο σοφίας καὶ ῥώμης στρατιωτῶν οὐ τρυφᾶν μεμελετηκότων οὐδὲ δουλεύειν, ἀλλ´ ἐλευθέρως ἄρχεσθαι καὶ πονεῖν εἰδότων· ὁ δέ, ταῖς παρασκευαῖς ἐκείνου καταδεέστερος, ἔμπληκτος δὲ μᾶλλον καὶ τῇ μανίᾳ τοὺς Ἀλωάδας ὑπερβαλλόμενος μόνον οὐχὶ τὸ πλησίον ὄρος ἐγνωκὼς ⟨ἀμφικαλύψαι τῇ πόλει⟩, ἐπαφιεὶς δὲ ποταμῶν ῥεύματα καὶ τὰ τείχη διαλύσας οὐδὲ ἀτειχίστου τῆς πόλεως περιγενόμενος ἔσχεν ἐφ´ ὅτῳ σεμνύνηται, καθάπερ ὁ Ξέρξης ταῖς Ἀθήναις ἐμβαλὼν τὴν φλόγα. Ἐπανῄει δὲ τεττάρων μηνῶν ἀναλώσας χρόνον μυριάσι πολλαῖς ἧττον ἀπάγων τὸ στράτευμα, καὶ τὴν ἡσυχίαν ἠγάπησεν ὁ πρόσθεν ἀφόρητος δοκῶν, τὴν σὴν ἀσχολίαν καὶ τὴν τῶν παρ´ ἡμῖν πραγμάτων ταραχὴν ὥσπερ ἔρυμα τῆς αὑτοῦ προβαλλόμενος σωτηρίας. Ταῦτα καταλιπὼν ἐπὶ τῆς Ἀσίας τρόπαια καὶ νίκας, ἐπὶ τὴν Εὐρώπην ἀκμῆτας ἦγες τὸ στράτευμα, τὴν οἰκουμένην ἅπασαν ἐμπλῆσαι τροπαίων ἐγνωκώς. [26] Ἐμοὶ δὲ ἤρκει τὰ πρόσθεν ῥηθέντα, εἰ καὶ μηδὲν ἔτι περὶ σοῦ λέγειν εἶχον σεμνότερον, πρὸς τὸ πάντων ἀποφῆναί σε τῶν ἔμπροσθεν τῆς αὐτῆς σοι μετασχόντων τύχης συνέσει καὶ ῥώμῃ κρατοῦντα· τὸ γὰρ ἀπαθῶς ὤσασθαι μὲν τὴν Περσῶν δύναμιν, οὐ πόλιν οὐδὲ φρούριον, ἀλλ´ οὐδὲ στρατιώτην τῶν ἐκ καταλόγου προέμενον, πολιορκίᾳ δὲ τέλος ἐπιθεῖναι λαμπρὸν καὶ οἷον οὔπω πρόσθεν ἠκούσαμεν, τίνι χρὴ τῶν ἔμπροσθεν παραβαλεῖν ἔργων; Περιβόητος γέγονεν ἡ Καρχηδονίων ἐν τοῖς δεινοῖς τόλμα, ἀλλ´ ἐτελεύτησεν εἰς συμφοράς· λαμπρὰ τὰ περὶ τὴν Πλαταιέων πολιορκίαν γενόμενα, ἐχρήσαντο δὲ οἱ δείλαιοι γνωριμώτερον τοῖς δυστυχήμασι. Τί χρὴ Μεσσήνης καὶ Πύλου μεμνῆσθαι, οὔτε ἀγωνισαμένων καρτερῶς οὔτε ἁλόντων ξὺν βίᾳ; Συρακούσιοι δὲ τὸν σοφὸν ἐκεῖνον ἀντιτάξαντες ταῖς παρασκευαῖς τῆς ἡμετέρας πόλεως καὶ τῷ καλῷ κἀγαθῷ στρατηγῷ τί πλέον ὤναντο; οὐχ ἑάλωσαν μὲν τῶν ἄλλων αἴσχιον, ἐσώζοντο δὲ καλὸν ὑπόμνημα τῆς τῶν ἑλόντων πρᾳότητος; Ἀλλ´ εἰ πάσας ἐξαριθμεῖσθαι τὰς πόλεις βουλοίμην, αἳ πρὸς τὰς ὑποδεεστέρας οὐ κατήρκεσαν παρασκευάς, πόσας οἴει μοι βίβλους ἀρκέσειν; τῆς Ῥώμης δὲ ἴσως ἄξιον μνησθῆναι πάλαι ποτὲ χρησαμένης τύχῃ τοιαύτῃ, Γαλατῶν οἶμαι καὶ Κελτῶν ἐς ταὐτὸ πνευσάντων καὶ φερομένων ἐπ´ αὐτὴν καθάπερ χειμάρρου ἐξαίφνης· κατέλαβον μὲν γὰρ τὸν λόφον ἐκεῖνον, οὗ τὸ τοῦ Διὸς ἀφίδρυται βρέτας· γέρροις δὲ καί τισι τοιούτοις οἱονεὶ τείχει φραξάμενοι, πολυπραγμονούντων οὐδὲν οὐδὲ προσιέναι τῶν πολεμίων βίᾳ τολμώντων ἐκράτησαν· ταύτῃ παραβαλεῖν ἄξιον τῇ πολιορκίᾳ τὴν ἔναγχος τῷ τέλει τῆς τύχης, ἐπεὶ τοῖς γε ἔργοις οὐδεμιᾷ τῶν ὅσαι πάλαι γεγόνασι. Τίς γὰρ ἔγνω κυκλουμένην μὲν ὕδασι [τὴν] πόλιν, λόφοις δὲ ἔξωθεν καθάπερ δικτύοις περιβληθεῖσαν, καὶ ποταμὸν ἐπαφιέμενον οἱονεὶ μηχάνημα, συνεχῶς ῥέοντα καὶ προσρηγνύμενον τοῖς τείχεσι, τάς τε ὑπὲρ τῶν ὑδάτων μάχας καὶ ὅσαι περὶ τῷ τείχει κατενεχθέντι γεγόνασιν; [27] Ἐμοὶ μὲν οὖν, ὅπερ ἔφην, ἀπόχρη καὶ ταῦτα· τὰ λειπόμενα δέ ἐστι μακρῷ σεμνότερα. Καὶ τυχὸν οὐδαμῶς εὔλογον ἅπαξ ἑλόμενον ἁπάντων ἐς δύναμιν μνησθῆναι τῶν σοι πραχθέντων, ἀκμαζουσῶν ἔτι τῶν πράξεων ἀφεῖναι τὴν διήγησιν. Ὅσα μὲν οὖν ἔτι τοῖς ἔργοις προσκαθήμενος, ὧν μικρῷ πρόσθεν ἐμνήσθην, περὶ τὴν Εὐρώπην διῴκησας, πρεσβείας πέμπων καὶ ἀναλίσκων χρήματα καὶ στρατόπεδα τὰ προσκαθήμενα τοῖς Σκύθαις ἐν Παιονίᾳ ἐκπέμπων, τοῦ μὴ κρατηθῆναι τὸν πρεσβύτην ὑπὸ τοῦ τυράννου προνοῶν, πῶς ἄν τις ἐν βραχεῖ λόγῳ παραστῆσαι δύναιτο καὶ πάνυ σπουδάζων; ἐπεὶ δέ, ἤδη σου πρὸς τὸν πόλεμον ὡρμημένου, οὐκ οἶδα παρ´ ὅτου δαιμόνων ἐξαιρεθεὶς τὸν νοῦν καὶ τὰς φρένας ὁ τέως πιστὸς μενεῖν φύλαξ ἐπαγγελλόμενος καὶ χρήμασι καὶ στρατοπέδοις καὶ τοῖς ἄλλοις ἅπασιν ὑπὸ σοῦ περισωζόμενος εἰρήνην ὡμολόγησε τῷ πάντων ἀνθρώπων ἀνοσιωτάτῳ καὶ πολεμίῳ κοινῇ μὲν ἁπάντων, ὁπόσοις εἰρήνης μέλει καὶ τὴν ὁμόνοιαν ἐκ παντὸς στέργουσιν, ἰδίᾳ δὲ σοὶ καὶ πλέον τῶν ἄλλων· οὔτε ἔδεισας τῆς παρασκευῆς τὸ μέγεθος οὔτε ἀπίστων ἀνδρῶν ξυμμαχίαν πλέον ὑπέλαβες τῆς ἔμφρονος γνώμης. Ἐγκαλῶν δέ, ὡς εἰκός, τῷ μὲν ἀπιστίαν, τῷ δὲ πρὸς ταύτῃ πράξεων ἐναγῶν καὶ παρανόμων τολμήματα, τὸν μὲν εἰς δίκην καὶ κρίσιν ἐπὶ τῶν στρατοπέδων προεκάλεις, τοῦ δὲ κριτὴν ὑπελάμβανες εἶναι τὸν πόλεμον. Ἀλλ´ ἐπειδὴ πρῶτον ὁ καλὸς καὶ συνετὸς ἀπήντα πρεσβύτης, εὐχερέστερον παιδαρίου τινὸς μετατιθέμενος τὰ δόξαντα καὶ ὧν εὖ πάθοι δεόμενος μετὰ τὴν χρείαν ἐπιλήσμων, παρῆν δὲ ἄγων ὁπλιτῶν φάλαγγας καὶ τάξεις ἱππέων, ὡς, εἰ μὴ πείθοι, βιασόμενός 〈σε〉 ὀπίσω πάλιν ἀπιέναι τὴν αὐτὴν ἄπρακτον, οὐδὲν ἐκπλαγεὶς ὅτι τὸν σύμμαχον καὶ στρατηγὸν μενεῖν ἐπαγγελλόμενον πολέμιον εἶδες ἐξ ἴσης ἄρχειν ἐθέλοντα, καίτοι τῷ πλήθει τῶν στρατευμάτων ἐλαττούμενος, ἐπεὶ μὴ πάντες εἵποντο, πρὸς πλήθει κρατοῦντα διαγωνίζεσθαι τολμηρὸν μὲν ἴσως, σφαλερὸν δὲ ἄλλως ὑπολαβὼν καὶ κρατήσαντι τῇ μάχῃ διὰ τὸν ἐφεδρεύοντα τοῖς καιροῖς καὶ τοῖς πράγμασιν ἄγριον τύραννον, ἐβουλεύσω καλῶς, μόνον εἶναι σὸν ἐθέλων τὸ κατόρθωμα, καὶ παρῄεις ἐπὶ τὸ βῆμα μετὰ τοῦ τέως συνάρχοντος· συνῄει δὲ ὁπλίτης δῆμος στίλβων τοῖς ὅπλοις, τὰ ξίφη γυμνὰ καὶ τὰ δόρατα προτείνοντες, δειλῷ μὲν φρικῶδες καὶ δεινὸν θέαμα, εὐψύχῳ δὲ καὶ θαρραλέῳ καὶ οἷος αὐτὸς γέγονας ὄφελος γενναῖον. Οὐκοῦν ἐπειδὴ πρῶτον ἤρξω τῶν λόγων, σιγὴ μὲν ἐπέσχε πρὸς τὴν ἀκοὴν ὡρμημένων πάντων τὸ στράτευμα· δάκρυα δὲ προὐχεῖτο πολλοῖς, καὶ ἐς τὸν οὐρανὸν τὰς χεῖρας ὤρεγον, σιγῇ καὶ ταῦτα δρῶντες, ὡς μήτις αἴσθηται. Τὴν εὔνοιαν δὲ οἱ μὲν ἐνεδείκνυντο διὰ τῆς ὄψεως, πάντες δὲ τῷ σφόδρα ὡρμῆσθαι τῶν λόγων ἀκούειν. Ἀκμαζούσης δὲ τῆς δημηγορίας συνενθουσιῶντες τῷ λόγῳ πάντες ἐπεκρότουν, εἶτα αὖθις ἀκούειν ἐπιθυμοῦντες ἡσύχαζον· τέλος δὲ ὑπὸ τῶν λόγων ἀναπειθόμενοι 〈σὲ〉 μόνον ἐκάλουν βασιλέα, μόνον ἄρχειν ἠξίουν ἁπάντων, ἡγεῖσθαι σφῶν ἐκέλευον ἐπὶ τὸν πόλεμον, ἀκολουθήσειν ὡμολόγουν, ἀπολαμβάνειν ἠξίουν τῆς ἀρχῆς τὰ γνωρίσματα. Σὺ δὲ οὐδὲ τὴν χεῖρα προσάγειν ᾤου δεῖν οὐδὲ ἀφελέσθαι ξὺν βίᾳ· ὁ δὲ ἄκων μὲν καὶ μόλις, εἴξας δὲ ὅμως ὀψέ ποτε, φασί, τῇ Θετταλικῇ πειθανάγκῃ, προσῆγέ σοι περιελόμενος τὴν ἁλουργίδα. [28] Οἷός τις ἐνταῦθα γέγονας, τοσούτων μὲν ἐθνῶν καὶ στρατοπέδων καὶ χρημάτων ἐν ἡμέρᾳ μιᾷ γεγονὼς κύριος, τὸν πολέμιον δέ, εἰ καὶ μὴ τοῖς ἔργοις, ἀλλὰ τῇ γνώμῃ φανέντα τὴν ἀρχὴν ἀφελόμενος καὶ τοῦ σώματος κρατήσας; ἆρ´ οὐ τούτῳ μὲν ἄμεινον καὶ δικαιότερον προσηνέχθης ἢ Κῦρος τῷ πάππῳ, τοῖς περὶ αὐτὸν δὲ τὰς τιμὰς διεφύλαξας οὐδὲν οὐδενὸς ἀφελόμενος, προσθεὶς δὲ οἶμαι δωρεὰς πολλοῖς; Τίς δέ 〈ς´〉 εἶδεν ἢ πρὸ τοῦ κρατῆσαι σκυθρωπὸν λίαν ἢ μετὰ τοῦθ´ ὑπερηδόμενον; Καίτοι πῶς ἄξιον ἐπαινεῖν ἐστί σε δημηγόρον ἅμα καὶ στρατηγὸν ἢ βασιλέα χρηστὸν καὶ γενναῖον ὁπλίτην προσαγορεύοντας; ὃς πάλαι μὲν ἀπορραγὲν τὸ στρατήγιον ἀπὸ τοῦ βήματος ἐς ταὐτὸν πάλιν ἐπαναγαγεῖν ἠξίωσας σχῆμα, μιμούμενος οἶμαι Ὀδυσσέα καὶ Νέστορα καὶ τοὺς ἐξελόντας Καρχηδόνα Ῥωμαίων στρατηγούς, οἳ φοβερωτέρους αὑτοὺς ἀπὸ τοῦ βήματος τοῖς ἀδικοῦσιν ἢ τοῖς πολεμίοις ἐπὶ τῆς παρατάξεως ἀεὶ κατέστησαν. Δημοσθένους δὲ καὶ ὅστις τοῦτον ἐζήλωκε τὴν ἐν τοῖς λόγοις ἰσχὺν αἰδούμενος, τῷ τρόπῳ τῆς δημηγορίας οὔποτ´ ἂν ἀξιώσαιμι τῷ 〈σῷ〉 παραβαλεῖν τἀκείνων θέατρα· οὐ γὰρ ἐν τοῖς ὁπλίταις ἐδημηγόρουν οὐδὲ ὑπὲρ τοσούτων κινδυνεύοντες, ἀλλ´ ὑπὲρ χρημάτων ἢ τιμῆς ἢ δόξης, ἢ φίλοις συνερεῖν ἐπαγγειλάμενοι, ἀπῄεσαν οἶμαι πολλάκις ἀπὸ τοῦ βήματος, τοῦ δήμου θορυβήσαντος, ὠχροὶ καὶ τρέμοντες, ὥσπερ οἱ δειλοὶ τῶν πολεμίων ἐν ὄψει στρατηγοὶ παραταττόμενοι. Καὶ οὐδεὶς ἂν εἰπεῖν ἔχοι τοσοῦτον ἔργον ἑτέρῳ πραχθὲν πώποτε καὶ τοσούτων ἐθνῶν κτῆσιν ἐκ δικαστηρίου, ἄλλως τε καὶ πρὸς ἄνδρα τῆς δίκης οὔσης οὐχ, ὡς οἱ πολλοί φασιν, εὐκαταφρόνητον, ἀλλὰ πολλαῖς μὲν στρατείαις γνώριμον, πρεσβύτην δὲ ἤδη καὶ τὴν ἐμπειρίαν ἐκ τοῦ χρόνου δοκοῦντα προσειληφέναι καὶ τῶν στρατοπέδων ἐκείνων ἄρχειν λαχόντα πολὺν ἤδη χρόνον. Τίς οὖν ἡ ῥώμη γέγονε τῶν λόγων; τίς δὲ ἡ πειθὼ τοῖς χείλεσιν ἐπικαθημένη, 〈ἣ〉 παντοδαπῶν ἀνθρώπων συνειλεγμένων τὸ κέντρον ἐναπολιπεῖν ἴσχυσε ταῖς ψυχαῖς, καὶ νίκην παρασχεῖν τῷ μεγέθει μὲν ἐνάμιλλον ταῖς ἐκ τῶν ὅπλων περιγινομέναις, εὐαγῆ δὲ καὶ καθαράν, ὥσπερ ἱερέως ἐς θεοῦ φοιτῶντος, ἀλλ´ οὐ βασιλέως ἐς πόλεμον, ἔργον γενομένην; Καίτοι γε μὴν ταύτης εἰκόνα τῆς πράξεως μακρῷ λειπομένην καὶ Πέρσαι θρυλλοῦσι, τοὺς Δαρείου παῖδας τοῦ πατρὸς τελευτήσαντος ὑπὲρ τῆς ἀρχῆς διαφερομένους δίκῃ τὰ καθ´ αὑτοὺς καὶ οὐ τῇ τῶν ὅπλων ἐπιτρέψαι κρίσει· σοὶ δὲ πρὸς μὲν τοὺς ἀδελφοὺς οὔτε ἐν τοῖς λόγοις οὔτε ἐν τοῖς ἔργοις ἀγὼν γέγονεν οὐδὲ εἷς (ἔχαιρες δὲ οἶμαι τῷ κοινὴν πρὸς ἐκείνους εἶναί σοι τὴν ἐπιμέλειαν μᾶλλον ἢ τῷ μόνος ἁπάντων γενέσθαι κύριος), πρὸς δὲ τὸν ἀσεβὲς μὲν ἢ παράνομον οὐδὲν εἰργασμένον, ἄπιστον δὲ τῇ γνώμῃ φανέντα, 〈ἐν〉 ἐλέγχοις, οἳ τὴν ἀπιστίαν ἐκείνου δείξουσι. [29] Ταύτην ἐκδέχεται στρατεία λαμπρὰ τὴν δημηγορίαν καὶ πόλεμος ἱερός, οὐχ ὑπὲρ ἱεροῦ χωρίου, ὁποῖον τὸν Φωκικὸν ἀκούομεν συστῆναι κατὰ τοὺς ἔμπροσθεν, ἀλλ´ ὑπὲρ τῶν νόμων καὶ τῆς πολιτείας καὶ φόνου πολιτῶν μυρίων, ὧν τοὺς μὲν ἀνῄρηκε, τοὺς δὲ ἐμέλλησε, τοὺς δὲ ἐπεχείρησε συλλαβεῖν, ὥσπερ οἶμαι δεδιὼς μή τις αὐτὸν πολίτην μοχθηρόν, ἀλλ´ οὐχὶ βάρβαρον ὑπολάβοι φύσει. Τὰ γὰρ εἰς τὴν σὴν οἰκίαν ἀδικήματα, οὐδενὸς ὄντα τῶν κοινῇ τολμηθέντων αὐτῷ φαυλότερα, καὶ ἐλάττονος ἀξιοῦν ᾤου δεῖν φροντίδος· οὕτω σοι τὰ κοινὰ πρὸ τῶν ἰδίων ἔδοξε καὶ δοκεῖ τίμια. Πότερον οὖν χρὴ τῶν ἀδικημάτων ἁπάντων μεμνῆσθαι ὧν τε εἰς τὸ κοινὸν καὶ κατ´ ἰδίαν ἔδρασε, κτείνας μὲν τὸν αὐτὸς αὑτοῦ δεσπότην (ἀνδράποδον γὰρ ἦν τῶν ἐκείνου προγόνων, τῆς ἀπὸ Γερμανῶν λείας λείψανον δυστυχὲς περισωζόμενον), ἄρχειν δὲ ἡμῶν ἐπιχειρῶν, ᾧ μηδὲ ἐλευθέρῳ προσῆκον ἦν νομισθῆναι μὴ τοῦτο παρ´ ἡμῶν λαβόντι· καὶ τοὺς ἐπὶ τῷ στρατοπέδῳ ξυνδέων καὶ ἀποκτιννὺς καὶ δουλεύων αἰσχρῶς τῷ πλήθει καὶ κολακεύων τὴν εὐταξίαν διέφθειρε· καὶ ὡς τοὺς καλοὺς ἐκείνους ἐτίθει νόμους, τὴν ἡμίσειαν εἰσφέρειν, θάνατον ἀπειλῶν τοῖς ἀπειθοῦσι, μηνυτὰς δὲ εἶναι τὸν βουλόμενον τῶν οἰκετῶν· καὶ ὅπως ἠνάγκαζε τοὺς οὐδὲν δεομένους τὰ βασιλικὰ κτήματα πρίασθαι; Ἐπιλείψει με τἀκείνου διηγούμενον ὁ χρόνος ἀδικήματα καὶ τῆς τυραννίδος τῆς καταλαβούσης τὸ μέγεθος. Ἀλλὰ τῆς παρασκευῆς τῆς ἐς τὸν πόλεμον, ἣν κατέβαλε μὲν ἐπὶ τοὺς βαρβάρους, ἐχρήσατο δὲ ἐφ´ ἡμᾶς, τὴν ἰσχὺν τίς 〈ἂν〉 ἀξίως παραστήσειε; [30] Κελτοὶ καὶ Γαλάται, ἔθνη καὶ τοῖς πάλαι φανέντα δυσανταγώνιστα, πολλάκις μὲν ἐπιρρεύσαντα καθάπερ χειμάρρους ἀνυπόστατος Ἰταλοῖς καὶ Ἰλλυριοῖς, ἤδη δὲ καὶ τῆς Ἀσίας ἁψάμενα, τοῦ κρατεῖν τοῖς ἐνόπλοις ἀγῶσιν ἄκοντες ἡμῖν ὑπείκουσιν, ἐς τοὺς καταλόγους τῶν στρατευμάτων ἐγγράφονται, καὶ τέλη παρέχονται λαμπρὰ παρὰ τῶν σῶν προγόνων καὶ πατρὸς κατειλεγμένα· εἰρήνης δὲ μακρᾶς καὶ τῶν ἐκ ταύτης ἀγαθῶν ἀπολαύοντες, ἐπιδούσης αὐτοῖς τῆς χώρας πρὸς πλοῦτον καὶ εὐανδρίαν, καὶ ἀδελφοῖς τοῖς σοῖς στρατιώτας καταλέξαι πολλοὺς παρέσχοντο, τέλος δὲ τῷ τυράννῳ βίᾳ καὶ οὐ γνώμῃ πανδημεὶ συνεστρατεύοντο. Ἠκολούθουν δὲ αὐτῷ κατὰ τὸ ξυγγενὲς ξύμμαχοι προθυμότατοι Φράγγοι καὶ Σάξονες, τῶν περὶ τὸν Ῥῆνον καὶ τὴν ἑσπερίαν θάλατταν ἐθνῶν τὰ μαχιμώτατα. Καὶ πόλις πᾶσα καὶ φρούριον πρόσοικον Ῥήνῳ τῶν ἐνοικούντων φυλάκων ἐξερημωθέντα προδέδοτο μὲν ἀφύλακτα πάντα τοῖς βαρβάροις, ἐφ´ ἡμᾶς δὲ ἐξεπέμπετο παρεσκευασμένον λαμπρῶς τὸ στράτευμα· πᾶσα δὲ ἐῴκει πόλις Γαλατικὴ στρατοπέδῳ παρασκευαζομένῳ πρὸς πόλεμον· καὶ πάντα ἦν ὅπλων καὶ παρασκευῆς ἱππέων καὶ πεζῶν καὶ τοξοτῶν καὶ ἀκοντιστῶν πλήρη. Συρρεόντων δὲ ἐς τὴν Ἰταλίαν ἁπανταχόθεν τῶν ἐκείνου ξυμμάχων καὶ τοῖς ἐνταῦθα πάλαι κατειλεγμένοις στρατιώταις ἐς ταὐτὸν ἐλθόντων, οὐδεὶς οὕτως ἐφάνη τολμηρός, ὃς οὐκ ἔδεισεν οὐδὲ ἐξεπλάγη τὸν ἐπιόντα χειμῶνα. Σκηπτὸς ἐδόκει πᾶσιν ὁ φερόμενος ἀπὸ τῶν Ἄλπεων, σκηπτὸς ἀφόρητος ἔργῳ καὶ ἄρρητος λόγῳ· τοῦτον ἔδεισαν Ἰλλυριοὶ καὶ Παίονες καὶ Θρᾷκες καὶ Σκύθαι, τοῦτον οἱ τὴν Ἀσίαν οἰκοῦντες ἄνθρωποι ἐφ´ αὑτοὺς ὡρμῆσθαι πάντως ὑπέλαβον, τούτῳ πολεμήσειν ἤδη περὶ τῆς αὑτῶν καὶ Πέρσαι παρεσκευάζοντο. Ὁ δὲ μικρὰ μὲν ἐνόμιζεν εἶναι τὰ παρόντα καὶ πόνον οὐ πολὺν τῆς σῆς συνέσεως καὶ ῥώμης κρατῆσαι, τοὺς Ἰνδῶν δὲ ἐσκόπει πλούτους καὶ Περσῶν τὴν πολυτέλειαν· [καὶ] τοσοῦτον αὐτῷ περιῆν ἀνοίας καὶ θράσους ἐκ μικροῦ παντελῶς περὶ τοὺς κατασκόπους πλεονεκτήματος, οὓς ἀφυλάκτους ὅλῃ τῇ στρατιᾷ λοχήσας ἔκτεινεν. Οὕτω τὸ πράττειν εὖ παρὰ τὴν ἀξίαν ἀρχὴ πολλάκις γέγονε τοῖς ἀνοήτοις μειζόνων συμφορῶν· ἀρθεὶς γὰρ ὁ δείλαιος ὑπὸ τῆς εὐτυχίας ταύτης μετέωρος, κατέλιπε μὲν τὰ προκείμενα τῆς Ἰταλίας ἐρυμνὰ χωρία, ἐς Νωρίκους δὲ καὶ Παίονας ἀφυλάκτως ᾔει, δεῖν αὑτῷ τάχους, ἀλλ´ οὐχ ὅπλων οὐδὲ ἀνδρείας οἰόμενος. [31] Ὃ δὴ καταμαθὼν ἐπανῆγες ἀπὸ τῶν δυσχωριῶν τὸ στράτευμα, εἵπετο δὲ ἐκεῖνος, διώκειν, οὐχὶ δὲ καταστρατηγεῖσθαι νομίσας, ἕως εἰς τὴν εὐρυχωρίαν ἄμφω κατέστητε. Τῶν πεδίων δὲ τῶν πρὸ τῆς Μύρσης ὀφθέντων, ἐτάττοντο μὲν ἐπὶ κέρως ἱππεῖς ἑκατέρου πεζοί τε ἐν μέσῳ· ἔχων δὲ αὐτός, ὦ βασιλεῦ, τὸν ποταμὸν ἐν δεξιᾷ, τῷ λαιῷ τοὺς πολεμίους ὑπερβαλλόμενος ἐτρέψω μὲν εὐθέως καὶ διέλυσας τὴν φάλαγγα οὐδὲ τὴν ἀρχὴν συγκειμένην ὀρθῶς, ἅτε ἀνδρὸς ἀπείρου πολέμων καὶ στρατηγίας αὐτὴν κοσμήσαντος. Ὁ δὲ τέως διώκειν ὑπολαμβάνων, οὐδὲ ἐς χεῖρας ἀφικόμενος, ἔφευγε καρτερῶς ἐκπλαγεὶς τὸν κτύπον τῶν ὅπλων, οὐδὲ τὸν ἐνυάλιον παιᾶνα τῶν στρατοπέδων ἐπαλαλαζόντων ἀδεῶς ἀκούων. Διαλυθείσης δὲ οἱ στρατιῶται τῆς τάξεως συνιστάμενοι κατὰ λόχους πάλιν τὸν ἀγῶνα συνέβαλον, αἰσχυνόμενοι μὲν ὀφθῆναι φεύγοντες καὶ τὸ τέως ἄπιστον ἅπασιν ἀνθρώποις ἐφ´ αὑτῶν δεῖξαι συμβαῖνον, στρατιώτην Κελτόν, στρατιώτην ἐκ Γαλατίας τὰ νῶτα τοῖς πολεμίοις δείξαντα· οἱ βάρβαροι δὲ τὴν ἐπάνοδον ἀπεγνωκότες εἰ πταίσαιεν, ἢ κρατεῖν ἢ θνήσκειν δράσαντές τι δεινὸν τοὺς πολεμίους ἠξίουν. Τοῖς μὲν οὖν ξὺν τῷ τυράννῳ τοσοῦτον περιῆν θράσος καὶ πρὸς τὰ δεινὰ τοῦ χωρεῖν ὁμόσε πολλὴ προθυμία· οἱ δὲ τῶν ὅλων κρατήσαντες, αἰδούμενοι μὲν ἀλλήλους καὶ τὸν βασιλέα, παροξυνόμενοι δὲ ὑπὸ τῶν πάλαι κατορθωμάτων καὶ τῶν ἐν χερσὶ λαμπρῶν καὶ τέως ἀπίστων ἔργων, τέλος ἄξιον τοῖς προϋπηργμένοις ἐπιθεῖναι φιλοτιμούμενοι πάντα ὑπέμενον ἡδέως πόνον καὶ κίνδυνον. Ὥσπερ οὖν ἄρτι τῆς παρατάξεως ἀρχομένης, συνιόντες πάλιν ἔργα τόλμης ἐπεδείκνυντο καὶ θυμοῦ γενναῖα, οἱ μὲν ὠθούμενοι περὶ τοῖς ξίφεσιν, ἄλλοι δὲ λαμβανόμενοι τῶν ἀσπίδων, καὶ τῶν ἱππέων ὁπόσους ἵπποι τρωθέντες ἀπεσείοντο πρὸς τοὺς ὁπλίτας μετεσκευάζοντο· ταὐτὰ ἔδρων οἱ ξὺν τῷ τυράννῳ τοῖς πεζοῖς ἐπιβρίσαντες· καὶ ἦν ὁ πόλεμος ἐξ ἴσης, ἕως οἱ θωρακοφόροι καὶ τὸ λοιπὸν τῶν ἱππέων πλῆθος, οἱ μὲν ἐκ τόξων βάλλοντες, ἄλλοι δὲ ἐπελαύνοντες τοὺς ἵππους, πολλοὺς μὲν ἔκτεινον, ἐδίωκον δὲ ἅπαντας καρτερῶς, τινὰς μὲν πρὸς τὸ πεδίον ὡρμηκότας φεύγειν, ὧν ἡ νὺξ ὀλίγους ἀπέσωσε μόλις, τὸ λοιπὸν δὲ ἐς τὸν ποταμὸν κατηνέχθη, καθάπερ βοῶν ἢ βοσκημάτων ἀγέλη συνελαυνόμενοι.Τοσαῦτα ἐκεῖνο τὸ στράτευμα τῆς τοῦ τυράννου δειλίας, οὐδὲν ἐκεῖνον ὀνῆσαν ἐκ τῆς ἀνδρείας τῆς αὑτοῦ, μάτην ἀπήλαυσε. [32] Τρόπαιον δὲ ἀνέστησας ἐπὶ τῇ νίκῃ τοῦ πατρῴου λαμπρότερον· ὁ μὲν γὰρ τοὺς τέως ἀμάχους δοκοῦντας ἄγων ἐκράτει γέροντος δυστυχοῦς· σὺ δὲ ἡβῶσαν καὶ ἀκμάζουσαν οὐ τοῖς κακοῖς μόνον οἷς ἔδρα, τῇ νεότητι δὲ πλέον, τὴν τυραννίδα παρεστήσω, τοῖς ὑπὸ σοῦ παρασκευασθεῖσι στρατοπέδοις παραταξάμενος. Τίς γὰρ εἰπεῖν ἔχει τῶν πρόσθεν αὐτοκρατόρων ἱππικὴν δύναμιν καὶ σκευὴν τῶν ὅπλων τοιαύτην ἐπινοήσαντα καὶ μιμησάμενον; ᾗ πρῶτος αὐτὸς ἐγγυμνασάμενος, διδάσκαλος ἐγένου τοῖς ἄλλοις ὅπλων χρήσεως ἀμάχου. Ὑπὲρ ἧς εἰπεῖν τολμήσαντες πολλοὶ τῆς ἀξίας διήμαρτον, ὥσθ´ ὅσοι τῶν λόγων ἀκούσαντες ὕστερον ἰδεῖν ηὐτύχησαν, τὰς ἀκοὰς σαφῶς ἀπιστοτέρας ἔγνωσαν εἶναι τῶν ὀμμάτων. Ἄπειρον γὰρ ἦγες ἱππέων πλῆθος, καθάπερ ἀνδριάντας ἐπὶ τῶν ἵππων ὀχουμένους, οἷς συνήρμοστο τὰ μέλη κατὰ μίμησιν τῆς ἀνθρωπίνης φύσεως· ἀπὸ μὲν τῶν ἄκρων καρπῶν ἐς τοὺς ἀγκῶνας, ἐκεῖθεν δὲ ἐπὶ τοὺς ὤμους, καὶ ὁ θώραξ 〈ἐκ〉 τμημάτων κατὰ τὸ στέρνον καὶ τὰ νῶτα συναρμοζόμενος, τὸ 〈δὲ〉 κράνος αὐτῷ προσώπῳ σιδηροῦν ἐπικείμενον ἀνδριάντος λαμπροῦ καὶ στίλβοντος παρέχει τὴν ὄψιν, ἐπεὶ μηδὲ κνῆμαι καὶ μηροὶ μηδὲ ἄκροι πόδες τῆς σκευῆς ταύτης ἔρημοι λείπονται· συναρμοζομένων δὲ αὐτῶν τοῖς θώραξι διά τινων ἐκ κρίκου λεπτοῦ πεποιημένων οἱονεὶ ὑφασμάτων, οὐδὲν ἂν ὀφθείη τοῦ σώματος γυμνὸν μέρος, ἅτε καὶ τῶν χειρῶν τοῖς ὑφάσμασι τούτοις σκεπομένων πρὸς τὸ καὶ καμπτομένοις ἐπακολουθεῖν τοῖς δακτύλοις. Ταῦτα ὁ λόγος παραστῆσαι μὲν σαφῶς ἐπιθυμεῖ, ἀπολειπόμενος δὲ θεατὰς τῶν ὅπλων τοὺς μαθεῖν τι πλέον ἐθέλοντας, οὐχὶ δὲ ἀκροατὰς τῆς ὑπὲρ αὐτῶν διηγήσεως ἀξιοῖ γενέσθαι. [33] Ἡμεῖς δὲ ἐπειδὴ τὸν πρῶτον πόλεμον διεληλύθαμεν ληγούσης ἤδη τῆς ὀπώρας, ἆρ´ ἐνταῦθα τὴν διήγησιν πάλιν ἀφήσομεν; ἢ πάντως τὸ τέλος ἀποδοῦναι τῶν ἔργων ποθοῦσιν ἄξιον; Ἐπέλαθε μὲν ὁ χειμὼν καὶ παρέσχε διαφυγεῖν τὴν τιμωρίαν τὸν τύραννον· κηρύγματα δὲ ἦν λαμπρὰ καὶ βασιλικῆς ἄξια μεγαλοψυχίας· ἄδεια δὲ πᾶσιν ἐδίδοτο τοῖς ταξαμένοις μετὰ τοῦ τυράννου, πλὴν εἴ τις ἀνοσίων ἐκείνῳ φόνων ἐκοινώνει· ἀπελάμβανον τὰς οἰκίας ἅπαντες καὶ τὰ χρήματα καὶ πατρίδας οἱ μηδὲ ὄψεσθαί τι τῶν φιλτάτων αὑτοῖς ἐλπίζοντες. Ὑπεδέχου τὸ ναυτικὸν ἐκ τῆς Ἰταλίας ἐπανερχόμενον, πολλοὺς ἐκεῖθεν πολίτας κατάγον φεύγοντας οἶμαι τὴν τῶν τυράννων ὠμότητα. Ἐπεὶ δὲ ὁ καιρὸς ἐκάλει στρατεύεσθαι, πάλιν ἐφειστήκεις δεινὸς τῷ τυράννῳ· ὁ δὲ προὐβάλλετο τὰς Ἰταλῶν δυσχωρίας, καὶ τοῖς ὄρεσι τοῖς ἐκεῖ καθάπερ θηρίον ἐναποκρύψας τὰς δυνάμεις, αὐτὸς οὐδὲ ὑπαίθριος ἐτόλμα στρατεύειν. Ἀναλαβὼν δὲ αὑτὸν εἰς τὴν πλησίον πόλιν τρυφῶσαν καὶ πολυτελῆ, ἐν πανηγύρεσι καὶ τρυφαῖς ἔτριβε τὸν χρόνον, ἀρκέσειν μὲν αὑτῷ πρὸς σωτηρίαν τῶν ὀρῶν τὴν δυσχωρίαν μόνον οἰόμενος. Ἀκόλαστος δὲ ὢν φύσει κερδαίνειν ᾤετο τὸ χαρίζεσθαι ταῖς ἐπιθυμίαις ἐν τοσούτοις κακοῖς, δῆλός τε ἦν λίαν πεπιστευκὼς ἀσφαλῶς αὐτῷ τὰ παρόντα ἔχειν, ἀποτειχιζομένης ἐν κύκλῳ τῆς Ἰταλίας τοῖς ὄρεσι, πλὴν ὅσον ἐξ ἡμισείας ἡ θάλασσα, τεναγώδης οὖσα καὶ τοῖς Αἰγυπτίων ἕλεσιν ἐμφερής, ἄβατον καὶ νηίτῃ στρατῷ πολεμίων ἀνδρῶν καθίστησιν· ἀλλ´ ἔοικεν οὐδὲ ἓν ἡ φύσις πρὸς ἀνδρὸς ἀρετὴν καὶ σωφροσύνην τοῖς ἀκολάστοις καὶ δειλοῖς ἔρυμα μηχανήσασθαι, πάντα ὑποχωρεῖν φρονήσει μετὰ ἀνδρείας ἐπιούσῃ παρασκευάζουσα, πάλαι τε ἡμῖν ἐξεῦρε τὰς τέχνας, δι´ ὧν εἰς εὐπορίαν τῶν τέως δοξάντων ἀπόρων κατέστημεν, καὶ ἐπὶ τῶν καθ´ ἡμᾶς ἔργων τὸ πολλοῖς ἀδύνατον εἶναι φαινόμενον 〈ἐπέδειξεν〉 ἐπιτελούμενον πρὸς ἀνδρὸς σώφρονος· ὃ δὴ καὶ τότε τοῖς ἔργοις, ὦ βασιλεῦ, δείξας, εἰκότως ἂν ἀποδέχοιο τοὺς ἐπ´ αὐτῷ λόγους. [34] Ἐστράτευες μὲν γὰρ αὐτὸς ὑπαίθριος, καὶ ταῦτα πλησίον παρούσης πόλεως οὐ φαύλης· τοῖς στρατευομένοις δὲ οὐκ ἐξ ἐπιτάγματος τὸ πονεῖν καὶ κινδυνεύειν, ἐξ ὧν δὲ αὐτὸς ἔδρας παρεγγυῶν, ἀτραπὸν μὲν ἐξεῦρες ἄγνωστον τοῖς πᾶσι, πέμψας δὲ ἀξιόμαχον τῆς δυνάμεως ἁπάσης ὁπλιτῶν μοῖραν, εἶτα ἐπειδὴ σαφῶς ἔγνως αὐτοὺς τοῖς πολεμίοις ἐφεστῶτας, αὐτὸς ἀναλαβὼν ἦγες τὸ στράτευμα, καὶ κύκλῳ περισχὼν πάντων ἐκράτησας. Ταῦτα ἐδρᾶτο πρὸ τῆς ἕω, ἤγγελτο δὲ πρὸ μεσημβρίας τῷ τυράννῳ ἁμίλλαις ἱππικαῖς καὶ πανηγύρει προσκαθημένῳ καὶ τῶν παρόντων οὐδὲν ἐλπίζοντι. Τίς μὲν οὖν γέγονεν ἐκ τίνος, καὶ ποταπὴν γνώμην εἶχεν ὑπὲρ τῶν παρόντων, καὶ ὅπως ἐκλιπὼν ἔφυγε τὴν πόλιν καὶ τὴν Ἰταλίαν πᾶσαν, τοὺς φόνους καὶ τὰς πρόσθεν ἀδικίας ἐκκαθαιρόμενος, οὐ τοῦ παρόντος ἂν εἴη λόγου διηγεῖσθαι. Ἔμελλε δὲ βραχείας ἀνακωχῆς τυχὼν οὐδέν τι μεῖον τῶν ἔμπροσθεν δράσειν· οὕτως οὐδὲν πρὸς πονηρίαν ψυχῆς ἅνθρωπος, ἀλλ´ ὁ θεὸς ἐξεῦρε καθάρσιον διὰ τοῦ σώματος. Ἀφικόμενος γὰρ εἰς Γαλατίαν ὁ χρηστὸς οὑτοσὶ καὶ νόμιμος ἄρχων τοσοῦτον αὑτοῦ γέγονε χαλεπώτερος, ὡς, εἴ τις πρότερον αὐτὸν διαφυγὼν ἐλελήθει τιμωρίας τρόπος ὠμότατος, τοῦτον ἐξευρὼν θέαμα κεχαρισμένον αὑτῷ τὰς τῶν ἀθλίων πολιτῶν παρεῖχε συμφοράς· ἅρματος ζῶντας ἐκδήσας καὶ μεθεὶς φέρεσθαι τοῖς ἡνιόχοις ἕλκειν ἂν ἐκέλευεν, αὐτὸς ἐφεστηκὼς καὶ θεώμενος τὰ δρώμενα· καί τισι τοιούτοις ἑτέροις αὑτὸν ψυχαγωγῶν τὸν πάντα διετέλει χρόνον, ἕως αὑτὸν καθάπερ Ὀλυμπιονίκης περὶ τῷ τρίτῳ παλαίσματι καταβαλὼν δίκην ἐπιθεῖναι τῶν τετολμημένων ἀξίαν κατηνάγκασας ὤσαντα διὰ τῶν στέρνων τὸ αὐτὸ ξίφος, ὃ πολλῶν πολιτῶν ἐμίανε φόνῳ. Ταύτης ἐγὼ τῆς νίκης ἀμείνω καὶ δικαιοτέραν οὔποτε γενέσθαι φημὶ οὐδὲ ἐφ´ ᾗ μᾶλλον τὸ κοινὸν τῶν ἀνθρώπων ηὐφράνθη γένος, τοσαύτης ὠμότητος καὶ πικρίας ἀφεθὲν ὄντως ἐλεύθερον, εὐνομίᾳ δὲ ἤδη γαννύμενον, ἧς τέως ἀπολαύομεν καὶ ἀπολαύσαιμέν γε ἐπὶ πλέον, ὦ πάντα ἀγαθὴ πρόνοια. [35] Ἐμοὶ δὲ ποθοῦντι μὲν ἐπελθεῖν ἅπασι τοῖς σοι πραχθεῖσιν, ἀπολειπομένῳ δὲ συγγνώμην εἰκότως, ὦ μέγιστε βασιλεῦ, παρέξεις, εἰ μήτε τῶν ἀποστόλων τῶν ἐπὶ Καρχηδόνα μνημονεύοιμι ἀπό τε Αἰγύπτου παρασκευασθέντων καὶ [τῶν] ἐξ Ἰταλίας ἐπ´ αὐτὴν πλευσάντων, μήτε ὡς τῶν Πυρηναίων ὀρῶν ἐκράτησας ναυσὶν ἐκπέμψας ἐπ´ αὐτὰ στράτευμα, μήτε τῶν ἔναγχός σοι πολλάκις πρὸς τοὺς βαρβάρους πραχθέντων, μήτ´ εἴ τι τοιοῦτον ἕτερον τῶν πάλαι γεγονὸς λέληθε τοὺς πολλούς· ἐπεὶ καὶ τὴν Ἀντιόχου πόλιν ἐπώνυμον ἐπονομάζουσάν 〈σε〉 ἀκούω πολλάκις. Ἔστι μὲν γὰρ διὰ τὸν κτίσαντα, πλουτεῖ δὲ ἤδη καὶ πρὸς ἅπασαν εὐπορίαν ἐπιδέδωκε διὰ σὲ λιμένας εὐόρμους τοῖς καταίρουσι παρασχόντα· τέως δὲ οὐδὲ παραπλεῖν ἀσφαλὲς οὐδὲ ἀκίνδυνον ἐδόκει, οὕτως ἦν πάντα σκοπέλων τινῶν καὶ πετρῶν ὑφάλων ἀνάπλεα τῆς θαλάττης τῆσδε πρὸς ταῖς ᾐόσι· στοὰς δὲ καὶ κρήνας καὶ ὅσα τοιαῦτα παρὰ τῶν ὑπάρχων διὰ σὲ γέγονεν οὐδὲ ὀνομάζειν ἄξιον. Ὁπόσα δὲ τῇ πατρῴᾳ πόλει προστέθεικας, τεῖχος μὲν αὐτῇ κύκλῳ περιβαλὼν ἀρξάμενον τότε, τὰ δοκοῦντα δὲ οὐκ ἀσφαλῆ τῶν οἰκοδομημάτων εἰς ἀθάνατον ἀσφάλειαν κατατιθείς, τίς ἂν ἀπαριθμήσαιτο; ἐπιλείψει με τούτων ἕκαστον ὁ χρόνος διηγούμενον. [36] Σκοπεῖν δὲ ὑπὲρ ἁπάντων ἄξιον ἤδη τῶν ῥηθέντων, εἰ μετὰ ἀρετῆς καὶ τῆς βελτίστης ἕξεως ἅπαντα γέγονε· τούτῳ γὰρ ἤδη καὶ τῶν λόγων ἀρχόμενος μάλιστα προσέχειν τὸν νοῦν ἠξίουν. Οὐκοῦν τῷ πατρὶ μὲν εὐσεβῶς καὶ φιλανθρώπως ὅπως προσηνέχθης, ὁμονοῶν δὲ πρὸς τοὺς ἀδελφοὺς διετέλεσας τὸν ἅπαντα χρόνον, ἀρχόμενος μὲν προθύμως, συνάρχων δὲ ἐκείνοις σωφρόνως, πάλαι τε εἴρηται καὶ νῦν ἀξιούσθω μνήμης. Τοῦτο δὲ ὅστις μικρᾶς ἀρετῆς ἔργον ὑπέλαβεν, Ἀλέξανδρον τὸν Φιλίππου καὶ Κῦρον τὸν Καμβύσου σκοπῶν ἐπαινείτω. Ὁ μὲν γὰρ μειράκιον ἔτι κομιδῇ νέον δῆλος ἦν τοῦ πατρὸς οὐκ ἀνεξόμενος ἄρχοντος, ὁ δὲ ἀφείλετο τὴν ἀρχὴν τὸν πάππον. Καὶ ταῦτα οὐδείς ἐστιν 〈οὕτως〉 ἠλίθιος, ὅστις οὐκ οἴεται μηδὲν ἐκείνων μεγαλοψυχίᾳ καὶ τῇ πρὸς τὰ καλὰ φιλοτιμίᾳ λειπόμενον, οὕτως 〈ς´〉 ἐγκρατῶς καὶ σωφρόνως τῷ πατρὶ καὶ τοῖς ἀδελφοῖς προσενηνέχθαι· παρασχούσης γὰρ τῆς τύχης τὸν καιρὸν ἐν ᾧ τῆς ἁπάντων ἡγεμονίας ἐχρῆν μεταποιηθῆναι, πρῶτος ὡρμήθης, πολλῶν ἀπαγορευόντων καὶ πρὸς τἀναντία ξυμπείθειν ἐπιχειρούντων, ῥᾷστα δὲ καὶ πρὸς ἀσφάλειαν τὸν ἐν χερσὶ πόλεμον διοικησάμενος, ἐλευθεροῦν ἔγνως τῆς ἀρχῆς τὰ κατειλημμένα, δικαιοτάτην μὲν καὶ οἵαν οὔπω πρόσθεν ἔλαβε πρόφασιν πόλεμος τῆς πρὸς ἐκείνους ἔχθρας τιθέμενος· οὐδὲ γὰρ ἐμφύλιον ἄξιον προσαγορεύειν τὸν πόλεμον οὗ βάρβαρος ἦν ἡγεμὼν ἑαυτὸν ἀναγορεύσας βασιλέα καὶ χειροτονήσας στρατηγόν· τῶν ἀδικημάτων δὲ τῶν ἐκείνου καὶ ὧν ἔδρασεν εἰς οἰκίαν τὴν σὴν οὐχ ἡδύ μοι πολλάκις μεμνῆσθαι. Ἀνδρειοτέραν δὲ τῆσδε τῆς πράξεως τίς ἂν εἰπεῖν ἔχοι; ἐφ´ ἧς δῆλος μὲν ἦν ἀποτυχόντι τῶν ἔργων κίνδυνος· ὑπέμενες δὲ οὐδὲν κέρδους χάριν οὐδὲ κλέος ἀείμνηστον ἀντωνούμενος, ὑπὲρ οὗ καὶ ἀποθνήσκειν ἄνδρες ἀγαθοὶ πολλάκις τολμῶσιν, οἷον πρὸς ἀργύριον τὴν δόξαν τὰς ψυχὰς ἀποδιδόμενοι, οὔτε μὴν δι´ ἐπιθυμίαν ἀρχῆς μείζονος καὶ λαμπροτέρας, ὅτι μηδὲ νέῳ σοι τούτων ἐπιθυμῆσαι συνέβη, ἀλλ´ αὐτὸ τὸ καλὸν στέργων τῆς πράξεως, πάντα ὑπομένειν ᾤου δεῖν, πρὶν ἰδεῖν Ῥωμαίων βάρβαρον βασιλεύοντα καὶ νόμων κύριον καὶ πολιτείας καθεστῶτα, καὶ τὰς ὑπὲρ τῶν κοινῶν εὐχὰς ποιούμενον τὸν τοσούτοις ἀσεβήμασιν ἔνοχον καὶ φόνοις. [37] Τῆς παρασκευῆς δὲ αὐτῆς ἡ λαμπρότης καὶ τῶν ἀναλωμάτων τὸ μέγεθος τίνα οὐχ ἱκανὸν ἐκπλῆξαι; Καίτοι Ξέρξην μὲν ἀκούω τὸν τὴν Ἀσίαν ἐπὶ τοὺς Ἕλληνας ἐξαναστήσαντα χρόνον ἐτῶν οὐκ ἐλάσσονα δέκα πρὸς τὸν πόλεμον ἐκεῖνον παρασκευάζεσθαι, εἶτα ἐπαγαγεῖν πρὸς ταῖς χιλίαις τριήρεσι διακοσίας ἐκ τούτων αὐτῶν οἶμαι τῶν χωρίων, ἐξ ὧν αὐτὸς ἐν οὐδὲ ὅλοις μησὶ δέκα ναυπηγησάμενος ἤγειρας τὸν στόλον, πλήθει νεῶν ἐκεῖνον ὑπερβαλλόμενος· τῇ τύχῃ δὲ οὐδὲ ἄξιον συμβαλεῖν οὐδὲ τοῖς ἔργοις. Τὴν δὲ εἰς τὰ λοιπὰ δαπανήματα μεγαλοπρέπειαν μὴ πολὺ λίαν ἔργον ᾖ φράζειν, οὐδὲ ὁπόσα ταῖς πόλεσι πάλαι στερομέναις ἀπεδίδους ἀπαριθμούμενος ἐνοχλήσω τὰ νῦν. Πλουτοῦσι μὲν γὰρ ἅπασαι διὰ σέ, 〈ἐπὶ〉 τῶν ἔμπροσθεν ἐνδεεῖς οὖσαι καὶ τῶν ἀναγκαίων, ἐπιδίδωσι δὲ τῶν ἰδίων ἕκαστος οἴκων διὰ τὰς κοινὰς τῶν πόλεων εὐετηρίας. Ἀλλὰ τῶν εἰς τοὺς ἰδιώτας ἄξιον δωρεῶν μεμνῆσθαι, ἐλευθέριόν σε καὶ μεγαλόδωρον βασιλέα προσαγορεύοντα, ὃς πολλοῖς μὲν στερομένοις πάλαι τῶν αὑτῶν κτημάτων, τοῦ πατρῴου κλήρου συμφορᾷ περιπεπτωκότος ἐν δίκῃ καὶ παρὰ δίκην, ἐπειδὴ πρῶτον ἐγένου κύριος, τοῖς μὲν καθάπερ δικαστὴς ἀγαθὸς τὰ τῶν ἔμπροσθεν ἁμαρτήματα διορθωσάμενος κυρίους εἶναι τῆς αὑτῶν οὐσίας παρέσχες, τοῖς δὲ ἐπιεικὴς κριτὴς γενόμενος ταῦτα μὲν ὧν ἀφῄρηντο πάλιν ἐχαρίσω, ἀρκεῖν οἰόμενος τὸ μῆκος τοῦ χρόνου πρὸς τιμωρίαν τοῖς παθοῦσιν· ὅσα δὲ αὐτὸς οἴκοθεν χαριζόμενος πλουσιωτέρους ἀπέφηνας πολλοὺς τῶν πάλαι δοξάντων ἐπὶ τῇ τῶν χρημάτων εὐπορίᾳ σεμνύνεσθαι, τί χρὴ νῦν ὑπομιμνήσκοντα περὶ μικρὰ διατρίβειν δοκεῖν; ἄλλως τε καὶ πᾶσιν ὄντος καταφανοῦς ὅτι μηδεὶς πώποτε πλὴν Ἀλεξάνδρου τοῦ Φιλίππου τοσαῦτα βασιλεὺς τοῖς αὑτοῦ φίλοις διανέμων ὤφθη, ἀλλὰ τοῖς μὲν ὁ τῶν φίλων πλοῦτος τῆς τῶν πολεμίων ῥώμης ὕποπτος ἐφάνη μᾶλλον καὶ φοβερώτερος, ἄλλοι δὲ τὴν τῶν ἀρχομένων εὐγένειαν ὑπιδόμενοι πάντα τρόπον τοὺς εὖ γεγονότας προπηλακίζοντες, ἢ καὶ ἀναιροῦντες ἄρδην τὰς οἰκίας, κοινῇ μὲν ταῖς πόλεσι συμφορῶν, ἰδίᾳ δὲ αὑτοῖς ἀνοσίων ἔργων αἰτιώτατοι κατέστησαν. Οὐκ ἀπέσχοντο δὲ ἤδη τινὲς τοῖς τοῦ σώματος ἀγαθοῖς, ὑγιείᾳ φημὶ καὶ κάλλει καὶ εὐεξίᾳ, βασκαίνοντες, ψυχῆς τε ἀρετὴν ἔν τινι τῶν πολιτῶν γενομένην οὐδὲ ἀκούειν ὑπέμενον, ἀλλ´ ἦν ἀδίκημα τοῦτο, καθάπερ ἀνδροφονία καὶ κλοπὴ καὶ προδοσία, τὸ δοκεῖν ἀρετῆς μεταποιηθῆναι. Καὶ ταῦτα τυχὸν ἀληθῶς οὐ βασιλέων φήσει τις, πονηρῶν δὲ καὶ ἀνελευθέρων ἔργα τυράννων καὶ πράξεις· ἐκεῖνο δὲ ἤδη τὸ πάθος οὐ τῶν ἀνοήτων μόνον, ἀλλά τινων ἐπιεικῶν καὶ πρᾴων ἀνδρῶν ἁψάμενον, τὸ τοῖς φίλοις ἄχθεσθαι πλέον 〈ἔχουσι〉 καὶ πολλάκις ἐλαττοῦν ἐθέλειν καὶ τῶν προσηκόντων αὐτοὺς ἀφαιρεῖσθαι, τίς ἐπὶ σοῦ λέγειν ἐτόλμησε; [38] Τοῦτο καὶ Κῦρόν φασι τὸν Πέρσην γαμβρὸν ὄντα βασιλέως παρὰ τοῦ κηδεστοῦ παθεῖν ἀχθομένου τῇ παρὰ τοῦ πλήθους εἰς τὸν ἄνδρα τιμῇ, καὶ Ἀγησίλαος δὲ δῆλος ἦν ἀχθόμενος τιμωμένῳ παρὰ τοῖς Ἴωσι Λυσάνδρῳ. Τούτους οὖν [ὅτι] πάντας ὑπερβαλλόμενος ἀρετῇ, τοῖς πλουτοῦσι μὲν τὸ πλουτεῖν ἀσφαλέστερον ἢ πατὴρ τοῖς αὑτοῦ παισὶ κατέστησας, εὐγενείας δὲ τῆς τῶν ὑπηκόων προνοεῖς καθάπερ ἁπάσης πόλεως οἰκιστὴς καὶ νομοθέτης· καὶ τοῖς ἐκ τῆς τύχης ἀγαθοῖς πολλὰ μὲν προστιθείς, πολλὰ δὲ καὶ αὐτὸς ἐξ ἀρχῆς χαριζόμενος, δῆλος εἶ τῷ μεγέθει μὲν τὰς παρὰ τῶν βασιλέων δωρεὰς ὑπερβαλλόμενος, τῇ βεβαιότητι δὲ τῶν ἅπαξ δοθέντων τὰς παρὰ τῶν δήμων χάριτας ἀποκρυπτόμενος. Τοῦτο δὲ οἶμαι καὶ μάλα εἰκότως συμβαίνει· οἱ μὲν γὰρ ἐφ´ οἷς συνίσασιν αὑτοῖς ἀπολειφθεῖσιν ἀγαθοῖς, τοῖς κεκτημένοις βασκαίνουσιν, ὅτῳ δὲ τὰ μὲν ἐκ τῆς τύχης ἐστὶ λαμπρὰ καὶ οἷα οὐδενὶ τῶν ἄλλων, τὰ δὲ ἐκ τῆς προαιρέσεως τῶν ἐκ τῆς τύχης μακρῷ σεμνότερα, οὐκ ἔστιν ὅτου δεόμενος τῷ κεκτημένῳ φθονήσειεν. Ὃ δὴ καὶ σαυτῷ μάλιστα πάντων ὑπάρχειν ἐγνωκώς, χαίρεις μὲν ἐπὶ τοῖς τῶν ἄλλων ἀγαθοῖς, εὐφραίνει δέ σε τὰ τῶν ὑπηκόων κατορθώματα· καὶ τιμὰς ἐπ´ αὐτοῖς τὰς μὲν ἐχαρίσω, τὰς δὲ ἤδη μέλλεις, ὑπὲρ δὲ ἐνίων βουλεύῃ· καὶ οὐκ ἀπόχρη σοι πόλεως μιᾶς οὐδὲ ἔθνους ἑνὸς οὐδὲ πολλῶν ὁμοῦ τοῖς φίλοις ἀρχὰς καὶ τὰς ἐπ´ αὐταῖς τιμὰς διανέμειν, ἀλλ´ εἰ μὴ καὶ βασιλείας ἕλοιο κοινωνόν, ὑπὲρ ἧς τοσοῦτον ὑπομείνας πόνον τὸ τῶν τυράννων γένος ἀνῄρηκας, οὐδὲν ἄξιον τῶν σαυτοῦ κατορθωμάτων ἔργον ὑπέλαβες. Καὶ ὅτι μὴ χρείᾳ μᾶλλον ἢ τῷ χαίρειν πάντα δωρούμενος ἐπὶ ταύτην ὥρμησας τὴν γνώμην, ἅπασιν οἶμαι γνώριμον γέγονε. Τῶν μὲν γὰρ πρὸς τοὺς τυράννους ἀγώνων κοινωνὸν οὐχ εἵλου, τῆς τιμῆς δὲ τὸν οὐ μετασχόντα τῶν πόνων ἠξίωσας μεταλαβεῖν μόνον ὅτε μηδὲν ἔτι φοβερὸν ἐδόκει· καὶ τῆς μὲν οὐδὲ ἐπ´ ὀλίγον ἀφελὼν δῆλος εἶ, τῶν πόνων δὲ οὐδὲ ἐπὶ σμικρὸν κοινωνεῖν ἀξιοῖς· πλὴν εἴ που δέοι πρὸς ὀλίγον ἑπόμενόν σοι στρατεύεσθαι. Πότερον οὖν καὶ περὶ τούτων μαρτύρων τινῶν καὶ τεκμηρίων τῷ λόγῳ προσδεῖ; ἢ δῆλον ἐκ τοῦ λέγοντος ὅτι μὴ ψευδεῖς ἐπεισάγει λόγους; Ἀλλ´ ὑπὲρ μὲν τούτων οὐδὲν ἔτι πλέον ἄξιον ἐνδιατρίβειν· [39] Σωφροσύνης δὲ ὑπὲρ τῆς σῆς καὶ φρονήσεως καὶ ὅσην εὔνοιαν τοῖς ὑπηκόοις ἐνειργάσω, βραχέα διελθεῖν ἴσως οὐκ ἄτοπον. Τίς γάρ 〈ς´〉 ἀγνοεῖ τῶν ἁπάντων τοσαύτην ἐκ παίδων τῆς ἀρετῆς ταύτης ἐπιμέλειαν ἐσχηκότα, ὅσην οὐδεὶς ἄλλος τῶν ἔμπροσθεν; καὶ τῆς μὲν ἐν παισὶ σωφροσύνης μάρτυς ὁ πατὴρ γέγονεν ἀξιόχρεως, σοὶ τὰ περὶ τὴν ἀρχὴν καὶ τὰ πρὸς τοὺς ἀδελφοὺς διοικεῖν ἐπιτρέψας μόνῳ, ὄντι γε οὐδὲ πρεσβυτάτῳ τῶν ἐκείνου παίδων· τῆς δὲ ἐν ἀνδράσιν ἅπαντες αἰσθανόμεθα, καθάπερ πολίτου τοῖς νόμοις ὑπακούοντος, ἀλλ´ οὐ βασιλέως τῶν νόμων ἄρχοντος, ἀεί σου προσφερομένου τῷ πλήθει καὶ τοῖς ἐν τέλει. Τίς γάρ 〈ς´〉 ἔγνω μεῖζον ὑπὸ τῆς εὐτυχίας φρονήσαντα; τίς δὲ ἐπαρθέντα τοῖς κατορθώμασι τοσούτοις τὸ πλῆθος καὶ τηλικούτοις ἐν βραχεῖ χρόνῳ γενομένοις; Ἀλλὰ τὸν Φιλίππου φασὶν Ἀλέξανδρον, ἐπειδὴ τὴν Περσῶν καθεῖλε δύναμιν, οὐ μόνον τὴν ἄλλην δίαιταν πρὸς ὄγκον μείζονα καὶ λίαν ἐπαχθῆ τοῖς πᾶσιν ὑπεροψίαν μεταβαλεῖν, ἀλλ´ ἤδη καὶ τοῦ φύσαντος ὑπερορᾶν καὶ τῆς ἀνθρωπίνης ἁπάσης φύσεως· ἠξίου γὰρ υἱὸς Ἄμμωνος, ἀλλ´ οὐ Φιλίππου νομίζεσθαι, καὶ τῶν συστρατευσαμένων ὅσοι μὴ κολακεύειν μηδὲ δουλεύειν ἠπίσταντο τῶν ἑαλωκότων πικρότερον ἐκολάζοντο. Ἀλλὰ σοῦ γε τῆς εἰς τὸν πατέρα τιμῆς ἆρα ἄξιον ἐνταῦθα μεμνῆσθαι; ὃν οὐκ ἰδίᾳ μόνον σεβόμενος, ἀεὶ δὲ ἐν τοῖς κοινοῖς συλλόγοις διετέλεις ἀνακηρύττων καθάπερ ἀγαθὸν ἥρωα. Τῶν φίλων δὲ (ἀξιοῖς γὰρ αὐτοὺς οὐκ ἄχρις ὀνόματος μόνον τῆς τιμῆς, πολὺ δὲ πλέον διὰ τῶν πραγμάτων βεβαιοῖς ἐπ´ αὐτῶν τοὔνομα) ἔστιν οὖν ἄρα τις ὁ μεμφόμενος ἀτιμίαν ἢ ζημίαν ἢ βλάβην ἤ τινα μικρὰν ὑπεροψίαν ἢ μείζονα; ἀλλ´ οὐκ ἂν οὐδαμῶς εἰπεῖν ἔχοι τοιοῦτον οὐδὲ ἕν. Τούτων γὰρ οἱ μὲν γηραιοὶ σφόδρα, ταῖς ἀρχαῖς εἰς τὴν εἱμαρμένην τελευτὴν τοῦ βίου παραμείναντες, τὰς ἐπιμελείας τῶν κοινῶν συναπέθεντο τοῖς σώμασι, παισὶν ἢ φίλοις ἤ τισι πρὸς γένους τοὺς κλήρους παραπέμποντες· ἄλλοι δὲ πρὸς τοὺς πόνους καὶ τὰς στρατείας ἀπαγορεύοντες, ἀφέσεως ἐντίμου τυχόντες, ζῶσιν ὄλβιοι· τινὲς δὲ καὶ μετήλλαξαν, εὐδαίμονες παρὰ τοῦ πλήθους εἶναι κρινόμενοι· ὅλως δὲ οὐκ ἔστιν οὐδὲ εἷς, ὃς ἐπειδὴ ταύτης ἠξιώθη τῆς τιμῆς, εἰ καὶ μοχθηρὸς ὕστερον ἐφάνη, τιμωρίας ἔτυχε μικρᾶς ἢ μείζονος· ἤρκεσε δὲ αὐτὸν ἀπηλέγχθαι μόνον καὶ μηδὲν ἐνοχλεῖν ἔτι. [40] Ἐν δὲ τούτοις ἅπασιν ὢν καὶ γεγονὼς τοιοῦτος ἐξ ἀρχῆς, ἡδονῆς ἁπάσης, ᾗ πρόσεστιν ὄνειδος καὶ μικρόν, καθαρὰν τὴν ψυχὴν διεφύλαξας· μόνον δὲ οἶμαι σὲ τῶν πρόσθεν αὐτοκρατόρων, σχεδὸν δέ, πλὴν σφόδρα ὀλίγων, καὶ πάντων ἀνθρώπων οὐκ ἀνδράσι μόνον παράδειγμα πρὸς σωφροσύνην παρασχεῖν κάλλιστον, καὶ γυναιξὶ δὲ τῆς πρὸς τοὺς ἄνδρας κοινωνίας· ὅσα γὰρ ἐκείναις ἀπαγορεύουσιν οἱ νόμοι τοῦ γνησίους φύεσθαι τοὺς παῖδας ἐπιμελόμενοι, ταῦτα ὁ λόγος ἀπαγορεύει ταῖς ἐπιθυμίαις παρὰ σοί. Ἀλλ´ ὑπὲρ μὲν τούτων ἔχων ἔτι πλείονα λέγειν ἀφίημι· [41] Τῆς φρονήσεως δὲ ἄξιον μὲν ἔπαινον διελθεῖν οὐδαμῶς εὐχερές, μικρὰ δὲ ὅμως καὶ ὑπὲρ ταύτης ῥητέον. Ἔστι δὲ τὰ μὲν ἔργα τῶν λόγων οἶμαι πιστότερα· οὐ γάρ ἐστιν εἰκὸς τοσαύτην ἀρχὴν καὶ δύναμιν μὴ παρὰ τῆς ἴσης διοικουμένην καὶ κρατουμένην φρονήσεως πρὸς τοσοῦτον μέγεθος ἀφικέσθαι καὶ κάλλος πράξεων· ἀγαπητὸν δέ, εἰ καὶ τύχῃ μόνον δίχα φρονήσεως ἐπιτρεπομένη ἐπὶ πολὺ μένει· ἀνθῆσαι μὲν γὰρ τῇ τύχῃ προσχόντα πρὸς βραχὺ ῥᾴδιον, διαφυλάξαι δὲ τὰ δοθέντα ἀγαθὰ δίχα φρονήσεως οὐ λίαν εὔκολον, μᾶλλον δὲ ἀδύνατον ἴσως· ὅλως δὲ εἰ χρὴ καὶ περὶ τούτων ἐναργὲς φράζειν τεκμήριον, πολλῶν καὶ γνωρίμων οὐκ ἀπορήσομεν· τὴν γὰρ εὐβουλίαν ὑπολαμβάνομεν τῶν περὶ τὰς πράξεις ἀγαθῶν καὶ συμφερόντων ἐξευρίσκειν τὰ κράτιστα. Σκοπεῖν οὖν ἄξιον ἐφ´ ἁπάντων ἁπλῶς, εἰ μὴ τοῦθ´ ἕν ἐστι τῶν σοι πραχθέντων. Οὐκοῦν ὅπου μὲν ἦν ὁμονοίας χρεία, ἔχαιρες ἐλαττούμενος, ὅπου δὲ τοῖς κοινοῖς ἐχρῆν βοηθεῖν, τὸν πόλεμον εἵλου προθυμότατα. Καὶ Περσῶν μὲν τὴν δύναμιν καταστρατηγήσας οὐδένα τῶν ὁπλιτῶν ἀποβαλὼν διέφθειρας, τὸν πρὸς τοὺς τυράννους δὲ πόλεμον διελών, τοῦ μὲν ἐκράτησας ταῖς δημηγορίαις, καὶ τὴν μετ´ ἐκείνου δύναμιν ἀκέραιον καὶ κακῶν ἀπαθῆ προσλαβών, κατεπολέμησας μᾶλλον διὰ τῆς συνέσεως ἢ διὰ τῆς ῥώμης τὸν τοσούτων τοῖς κοινοῖς αἴτιον συμφορῶν. [42] Βούλομαι δὲ σαφέστερον περὶ τούτων εἰπὼν ἅπασι δεῖξαι τίνι μάλιστα πιστεύσας καὶ τοσούτοις σαυτὸν ἐπιδοὺς πράγμασιν, οὐδενὸς ὅλως διήμαρτες· εὔνοιαν οἴει δεῖν παρὰ τῶν ὑπηκόων ὑπάρχειν τῷ βασιλεύοντι ἐρυμάτων ἀσφαλέστατον, ταύτην δὲ ἐπιτάττοντα μὲν καὶ κελεύοντα καθάπερ εἰσφορὰς καὶ φόρους κτήσασθαι παντελῶς ἄλογον. Λείπεται δὴ λοιπόν, καθάπερ αὐτὸς ὥρμηκας, τὸ πάντας εὖ ποιεῖν καὶ μιμεῖσθαι τὴν θείαν ἐν ἀνθρώποις φύσιν· πρᾴως μὲν ἔχειν πρὸς ὀργήν, τῶν τιμωριῶν δὲ ἀφαιρεῖσθαι τὰς χαλεπότητας, πταίσασι δὲ οἶμαι τοῖς ἐχθροῖς ἐπιεικῶς καὶ εὐγνωμόνως προσφέρεσθαι. Ταῦτα πράττων, ταῦτα θαυμάζων, ταῦτα τοῖς ἄλλοις προστάττων μιμεῖσθαι, τὴν Ῥώμην μέν, ἔτι τοῦ τυράννου κρατοῦντος τῆς Ἰταλίας, διὰ τῆς γερουσίας εἰς Παιονίαν μετέστησας, προθύμους δὲ εἶχες τὰς πόλεις πρὸς τὰς λειτουργίας. [43] Τῶν στρατευμάτων δὲ τὴν εὔνοιαν τίς ἂν ἀξίως διηγήσαιτο; τάξις μὲν ἱππέων πρὸ τῆς ἐν τῇ Μύρσῃ παρατάξεως μεθειστήκει, ἐπεὶ δὲ τῆς Ἰταλίας ἐκράτησας, πεζῶν κατάλογοι καὶ τέλη λαμπρά. Ἀλλὰ τὸ μικρὸν μετὰ τὴν τοῦ τυράννου δυστυχῆ τελευτὴν ἐν Γαλατίᾳ γενόμενον κοινὴν ἁπάντων ἔδειξε στρατοπέδων τὴν εὔνοιαν, τὸν θρασυνόμενον καθάπερ ἐπ´ ἐρημίας καὶ τὴν γυναικείαν ἁλουργίδα περιβαλόμενον ὥσπερ τινὰ λύκον ἐξαίφνης διασπασαμένων. Ὅστις δὲ ἐπὶ ταύτῃ γέγονας τῇ πράξει, καὶ ὅπως πρᾴως ἅπασι καὶ φιλανθρώπως τοῖς ἐκείνου γνωρίμοις προσηνέχθης, ὅσοι μηδὲν ἠλέγχοντο ἐκείνῳ συμπράξαντες, πολλῶν ἐφεστηκότων τῇ κατηγορίᾳ συκοφαντῶν καὶ τὴν πρὸς ἐκεῖνον φιλίαν ὑποπτεύειν μόνον κελευόντων, ἐγὼ μὲν ἁπάσης ἀρετῆς τίθεμαι τὸ κεφάλαιον· καὶ γὰρ ἐπιεικῶς καὶ δικαίως φημὶ καὶ πολὺ πλέον ἐμφρόνως πεπράχθαι· ὅστις δὲ ἄλλως ἡγεῖται, καὶ τῆς περὶ τοῦ πράγματος ἀληθοῦς ὑπολήψεως καὶ τῆς σῆς γνώμης διήμαρτε. Τοὺς μὲν γὰρ οὐκ ἐλεγχθέντας δίκαιον ἦν, ὡς εἰκός, σώζεσθαι, ὑπόπτους δὲ τὰς φιλίας καὶ διὰ τοῦτο φευκτὰς οὐδαμῶς ᾤου δεῖν κατασκευάζειν, ὑπὸ τῆς τῶν ὑπηκόων εὐνοίας ἐς τοῦτο μεγέθους ἀρθεὶς καὶ πράξεων. Ἀλλὰ καὶ τὸν παῖδα τοῦ τετολμηκότος νήπιον κομιδῇ τῆς πατρῴας οὐδὲν εἴασας μετασχεῖν ζημίας· οὕτω σοι πρὸς ἐπιείκειαν ἡ πρᾶξις ῥέπουσα τελείας ἀρετῆς ὑπάρχει γνώρισμα. [II] ΙΟΥΛΙΑΝΟΥ ΚΑΙΣΑΡΟΣ; ΠΕΡΙ ΤΩΝ ΤΟΥ ΑΥΤΟΚΡΑΤΟΡΟΣ ΠΡΑΞΕΩΝ Η ΠΕΡΙ ΒΑΣΙΛΕΙΑΣ. Τὸν ἀχιλλέα φησὶν ἡ ποίησις, ὁπότε ἐμήνισε καὶ διηνέχθη πρὸς τὸν βασιλέα, μεθεῖναι μὲν ταῖν χεροῖν τὴν αἰχμὴν καὶ τὴν ἀσπίδα, ψαλτήριον δὲ ἁρμοσάμενον καὶ κιθάραν ᾄδειν καὶ ὑμνεῖν τῶν ἡμιθέων τὰς πράξεις, καὶ ταύτην διαγωγὴν τῆς ἡσυχίας ποιεῖσθαι, εὖ μάλα ἐμφρόνως τοῦτο διανοηθέντα. τὸ μὲν γὰρ ἀπεχθάνεσθαι καὶ παροξύνειν τὸν βασιλέα λίαν αὔθαδες καὶ ἄγριον· τυχὸν δὲ οὐδὲ ἐκείνης ἀπολύεται τῆς μέμψεως ὁ τῆς Θέτιδος, ὅτι τῷ καιρῷ τῶν ἔργων εἰς ᾠδὰς καταχρῆται καὶ κρούματα, ἐξὸν τότε μὲν ἔχεσθαι τῶν ὅπλων καὶ μὴ μεθιέναι, αὖθις δὲ ἐφ᾿ ἡσυχίας ὑμνεῖν τὸν βασιλέα καὶ ᾄδειν τὰ κατορθώματα. οὐ μὴν οὐδὲ τὸν Ἀγαμέμνονά φησιν ὁ πατὴρ [50] ἐκείνων τῶν λόγων μετρίως καὶ πολιτικῶς προσενεχθῆναι τῷ στρατηγῷ, ἀλλ᾿ ἀπειλῇ τε χρῆσθαι καὶ ἔργοις ὑβρίζειν, τοῦ γέρως ἀφαιρούμενον. συνάγων δὲ αὐτοὺς ἐς ταὐτὸν ἀλλήλοις ἐπὶ τῆς ἐκκλησίας μεταμελομένους, τὸν μὲν τῆς Θέτιδος ἐκβοῶντα Ἀτρείδη, ἦ ἄρ τι τόδ᾿ ἀμφοτέροισιν ἄρειον Ἔπλετο, σοὶ καὶ ἐμοί, ἀπαριθμούμενον τὰς ἐκ τῆς μήνιδος ξυμφοράς, τὸν βασιλέα δὲ αἰτιώμενον Δία καὶ Μοῖραν καὶ Ἐρινύν, δοκεῖ μοι διδάσκειν, ὥσπερ ἐν δράματι τοῖς προκειμένοις ἀνδράσιν οἷον εἰκόσι χρώμενος, ὅτι χρὴ τοὺς μὲν βασιλέας μηδὲν ὕβρει πράττειν μηδὲ τῇ δυνάμει πρὸς ἅπαν χρῆσθαι μηδὲ ἐφιέναι τῷ θυμῷ, καθάπερ ἵππῳ θρασεῖ χήτει χαλινοῦ καὶ ἡνιόχου φερομένῳ, παραινεῖν δὲ αὖ τοῖς στρατηγοῖς ὑπεροψίαν βασιλικὴν μὴ δυσχεραίνειν, φέρειν δὲ ἐγκρατῶς καὶ πρᾴως τὰς ἐπιτιμήσεις, ἵνα μὴ μεταμελείας αὐτοῖς ὁ βίος μεστὸς ᾖ. Ταῦτα κατ᾿ ἐμαυτὸν ἐννοῶν, ὦ φίλε βασιλεῦ, καὶ σὲ μὲν ὁρῶν ἐπὶ τῶν ἔργων τὴν Ὁμηρικὴν παιδείαν ἐπιδεικνύμενον καὶ ἐθέλοντα πάντως κοινῇ μὲν ἅπαντας ἀγαθόν τι δρᾶν, ἡμῖν δὲ ἰδίᾳ τιμὰς καὶ γέρα ἄλλα ἐπ᾿ ἄλλοις παρασκευάζοντα, τοσούτῳ δὲ οἶμαι κρείττονα τοῦ τῶν Ἑλλήνων βασιλέως εἶναι ἐθέλοντα, ὥστε ὁ μὲν ἠτίμαζε τοὺς ἀρίστους, σὺ δὲ οἶμαι καὶ τῶν φαύλων πολλοῖς τὴν συγγνώμην νέμεις, τὸν Πιττακὸν ἐπαινῶν τοῦ λόγου, ὃς τὴν συγγνώμην τῆς τιμωρίας προυτίθει, αἰσχυνοίμην ἄν, εἰ μὴ τοῦ Πηλέως φαινοίμην εὐγνωμονέστερος μηδὲ ἐπαινοίην εἰς δύναμιν τὰ προσόντα σοί, οὔτι φημὶ χρυσὸν καὶ ἁλουργῆ χλαῖναν, οὐδὲ μὰ Δία πέπλους παμποικίλους, γυναικῶν ἔργα Σιδωνίων, οὐδὲ ἵππων Νισαίων κάλλη καὶ χρυσοκολλήτων ἁρμάτων ἀστράπτουσαν αἴγλην, οὐδὲ τὴν Ἰνδῶν λίθον εὐανθῆ καὶ χαρίεσσαν. καίτοι γε εἴ τις ἐθέλοι τούτοις τὸν νοῦν προσέχων ἕκαστον ἀξιοῦν λόγου, μικροῦ πᾶσαν οἶμαι τὴν Ὁμήρου ποίησιν ἀποχετεύσας ἔτι δεήσεται λόγων, καὶ οὐκ ἀποχρήσει σοὶ μόνῳ τὰ ξύμπασι ποιηθέντα τοῖς ἡμιθέοις ἐγκώμια. ἀρξώμεθα δὲ ἀπὸ τοῦ σκήπτρου πρῶτον, εἰ βούλει, καὶ τῆς βασιλείας αὐτῆς· τί γὰρ δή φησιν ὁ ποιητὴς ἐπαινεῖν ἐθέλων τῆς τῶν Πελοπιδῶν οἰκίας τὴν ἀρχαιότητα καὶ τὸ μέγεθος τῆς ἡγεμονίας ἐνδείξασθαι; Ἀνὰ δὲ κρείων Ἀγαμέμνων Ἔστη σκῆπτρον ἔχων, τὸ μὲν Ἥφαιστος κάμε τεύχων, Καὶ ἔδωκε Διί, ὁ δὲ τῷ τῆς Μαίας καὶ ἑαυτοῦ παιδί, Ἑρμείας δὲ ἄναξ δῶκε Πέλοπι, Πέλοψ δὲ Δῶκ᾿ Ἀτρέι ποιμένι λαῶν· Ἀτρεὺς δὲ θνήσκων ἔλιπε πολύαρνι Θυέστῃ· Αὐτὰρ ὅγ᾿ αὖτε Θυέστ᾿ Ἀγαμέμνονι δῶκε φορῆναι, Πολλῇσιν νήσοισι καὶ Ἄργεϊ παντὶ ἀνάσσειν· Αὕτη σοι τῆς Πελοπιδῶν οἰκίας ἡ γενεαλογία, εἰς τρεῖς οὐδὲ ὅλας μείνασα γενεάς· τά γε μὴν τῆς ἡμετέρας ξυγγενείας ἤρξατο μὲν ἀπὸ Κλαυδίου, μικρὰ δὲ ἐν μέσῳ διαλιπούσης τῆς ἡγεμονίας τὼ πάππω τὼ σὼ διαδέχεσθον. καὶ ὁ μὲν τῆς μητρὸς πατὴρ τὴν Ῥώμην διῴκει καὶ τὴν Ἰταλίαν, καὶ τὴν Λιβύην τε ἐπ᾿ αὐτῇ, καὶ Σαρδὼ καὶ Σικελίαν, οὔτι φαυλοτέραν τῆς Ἀργείας καὶ Μυκηναίας δυναστείαν, ὅ γε μὴν τοῦ πατρὸς γεννήτωρ Γαλατίας ἔθνη τὰ μαχιμώτατα καὶ τοὺς Ἑσπερίους Ἴβηρας καὶ τὰς ἐντὸς Ὠκεανοῦ νήσους, αἳ τοσούτῳ μείζους τῶν ἐν τῇ θαλάττῃ τῇ καθ᾿ ἡμᾶς ὁρωμένων εἰσίν, ὅσῳ καὶ τῆς εἴσω θαλάττης ἡ τῶν Ἡρακλείων στηλῶν ὑπερχεομένη. ταύτας δὲ ὅλας τὰς χώρας καθαρὰς ἀπέφηναν πολεμίων, κοινῇ μὲν ἐπιστρατεύοντες, εἴ ποτε τούτου [52] δεήσειεν, ἐπιφοιτῶντες δὲ ἔστιν ὅτε καὶ κατ᾿ ἰδίαν ἕκαστος τῶν ὁμόρων βαρβάρων ὕβριν τε καὶ ἀδικίαν ἐξέκοπτον. ἐκεῖνοι μὲν δὴ τούτοις ἐκοσμοῦντο. ὁ πατὴρ δὲ τὴν μὲν προσήκουσαν αὐτῷ μοῖραν μάλα εὐσεβῶς καὶ ὁσίως ἐκτήσατο, περιμείνας τὴν εἱμαρμένην τελευτὴν τοῦ γεγεννηκότος, τὰ λοιπὰ δὲ ἀπὸ βασιλείας εἰς τυραννίδας ὑπενεχθέντα δουλείας ἔπαυσε χαλεπῆς, καὶ ἦρξε συμπάντων τρεῖς ὑμᾶς τοὺς αὑτοῦ παῖδας προσελόμενος ξυνάρχοντας. ἆρ᾿ οὖν ἄξιον μέγεθος δυνάμεως παραβαλεῖν καὶ τὸν ἐν τῇ δυναστείᾳ χρόνον καὶ πλῆθος βασιλευσάντων; ἢ τοῦτο μέν ἐστιν ἀληθῶς ἀρχαῖον, μετιτέον δὲ ἐπὶ τὸν πλοῦτον καὶ θαυμαστέον σου τὴν χλαμύδα ξὺν τῇ πόρπῃ, ἃ δὴ καὶ Ὁμήρῳ διατριβὴν παρέσχεν ἡδεῖαν; λόγου τε ἀξιωτέον πολλοῦ τὰς Τρωὸς ἵππους, αἳ τρισχίλιαι οὖσαι Ἕλος κάτα βουκολέοντο, Καὶ τὰ φώρια τὰ ἐντεῦθεν; ἢ τοὺς Θρᾳκίους ἵππους εὐλαβησόμεθα λευκοτέρους μὲν τῆς χιόνος, θεῖν δὲ ὠκυτέρους τῶν χειμερίων πνευμάτων, καὶ τὰ ἐν αὐτοῖς ἅρματα; καὶ ἔχομέν σε ἐν τούτοις Ἐπαινεῖν, οἰκίαν τε οἶμαι τὴν Ἀλκίνου καὶ τὰ τοῦ Μενέλεω δώματα καταπληξάμενα καὶ τὸν τοῦ πολύφρονος Ὀδυσσέως παῖδα καὶ τοιαῦτα ληρεῖν ἀναπείσαντα τοῖς σοῖς παραβαλεῖν ἀξιώσομεν, μή ποτε ἄρα ἔλασσον ἔχειν ἐν τούτοις δοκῇς, καὶ οὐκ ἀπωσόμεθα τὴν φλυαρίαν; ἀλλ᾿ ὅρα μή τις ἡμᾶς μικρολογίας καὶ ἀμαθίας τῶν ἀληθῶς καλῶν γραψάμενος ἕλῃ. οὐκοῦν ἀφέντας χρὴ τοῖς Ὁμηρίδαις τὰ τοιαῦτα πολυπραγμονεῖν ἐπὶ τὰ τούτων ἐγγυτέρω πρὸς ἀρετήν, καὶ ὧν μείζονα ποιεῖ προμήθειαν, σώματος ῥώμης καὶ τῆς ἐν τοῖς ὅπλοις ἐμπειρίας, θαρροῦντας ἰέναι. Τίνι δήποτε οὖν τῶν ὑπὸ τῆς Ὁμηρικῆς ὑμνουμένων σειρῆνος εἴξομεν; ἔστι μὲν γὰρ τοξότης παρ᾿ [53] αὐτῷ Πάνδαρος, ἀνὴρ ἄπιστος καὶ χρημάτων ἥττων, ἀλλὰ καὶ ἀσθενὴς τὴν χεῖρα καὶ ὁπλίτης φαῦλος, Τεῦκρός τε ἐπ᾿ αὐτῷ καὶ Μηριόνης, ὁ μὲν ἐπὶ τῆς πελειάδος τῷ τόξῳ χρώμενος, ὁ δὲ ἠρίστευε μὲν ἐν τῇ μάχῃ, ἐδεῖτο δὲ ὥσπερ ἐρύματος καὶ τειχίου. ταῦτά τοι καὶ προβάλλεται τὴν ἀσπίδα, οὔτι τὴν οἰκείαν, τἀδελφοῦ δέ, καὶ στοχάζεται καθ᾿ ἡσυχίαν τῶν πολεμίων, γελοῖος ἀναφανεὶς στρατιώτης, ὅς γε ἐδεῖτο μείζονος φύλακος καὶ οὐκ ἐν τοῖς ὅπλοις ἐποιεῖτο τῆς σωτηρίας τὰς ἐλπίδας. σὲ δῆτα ἐθεασάμην, ὦ φίλε βασιλεῦ, ἄρκτους καὶ παρδάλεις καὶ λέοντας συχνοὺς καταβάλλοντα τοῖς ἀφιεμένοις βέλεσι, χρώμενον δὲ πρὸς θήραν καὶ παιδιὰν τόξῳ, ἐπὶ δὲ τῆς παρατάξεως ἀσπίς ἐστί σοι καὶ θώραξ καὶ κράνος· καὶ οὐκ ἂν καταδείσαιμι τὸν Ἀχιλλέα τοῖς Ἡφαιστείοις λαμπρυνόμενον καὶ ἀποπειρώμενον αὑτοῦ καὶ τῶν ὅπλων, Εἴ οἱ ἐφαρμόσσειε καὶ ἐντρέχοι ἀγλαὰ γυῖα· Ἀνακηρύττει γὰρ εἰς ἅπαντας τὴν σὴν ἐμπειρίαν τὰ κατορθώματα. Τήν γε μὴν ἱππικὴν καὶ τὴν ἐν τοῖς δρόμοις κουφότητα ἆρά σοι παραβαλεῖν ἄξιον τῶν πρόσθεν τοὺς ἀραμένους ὄνομα καὶ δόξαν μείζονα; ἢ τὸ μὲν οὐδὲ ηὕρητό πω; ἅρμασι γὰρ ἐχρῶντο καὶ οὔπω πώλοις ἄζυξι· τάχει δὲ ὅστις διήνεγκε, τούτῳ πρὸς σὲ γέγονεν ἀμφήριστος διήνεγκε, τούτῳ πρὸς σὲ γέγονεν ἀμφήριστος κρίσις· τάξιν δὲ κοσμῆσαι καὶ φάλαγγα διατάξαι καλῶς δοκεῖ Μενεσθεὺς κράτιστος, καὶ τούτῳ διὰ τὴν ἡλικίαν ὁ Πύλιος οὐχ ὑφίεται τῆς ἐμπειρίας. ἀλλὰ τῶν μὲν οἱ πολέμιοι πολλάκις τὰς τάξεις συνετάραξαν, καὶ οὐδὲ ἐπὶ τοῦ τείχους ἴσχουν ἀντέχειν παραταττόμενοι· σοὶ δὲ μυρίαις μάχαις ξυμμίξαντι καὶ πολεμίοις πολλοῖς μὲν βαρβάροις, οὐκ ἐλάττοσι δὲ τούτων τοῖς οἴκοθεν ἀφεστῶσι καὶ συνεπιθεμένοις τῷ τὴν ἀρχὴν σφετερίσασθαι προελομένῳ ἀρραγὴς ἔμεινεν ἡ φάλαγξ καὶ ἀδιάλυτος, οὐδ᾿ ἐπὶ σμικρὸν ἐνδοῦσα. καὶ ὅτι [54] μὴ λῆρος ταῦτα μηδὲ προσποίησις λόγων τῆς Ἐπὶ τῶν ἔργων ἀληθείας κρείττων, ἐθέλω τοῖς παροῦσι διεξελθεῖν. γελοῖον γὰρ οἶμαι πρὸς σὲ περὶ τῶν σῶν ἔργων διηγεῖσθαι· καὶ ταὐτὸν ἂν πάθοιμι φαύλῳ καὶ ἀκόμψῳ θεατῇ τῶν Φειδίου δημιουργημάτων πρὸς αὐτὸν Φειδίαν ἐπιχειροῦντι διεξιέναι περὶ τῆς ἐν ἀκροπόλει παρθένου καὶ τοῦ παρὰ τοῖς Πισαίοις Διός. εἰ δὲ ἐς τοὺς ἄλλους ἐκφέροιμι τὰ σεμνότατα τῶν ἔργων, ἴσως ἂν ἀποφύγοιμι τὴν ἁμαρτάδα, καὶ οὐκ ἔσομαι ταῖς διαβολαῖς ἔνοχος· ὥστε ἤδη θαρροῦντα χρὴ λέγειν. Καί μοι μή τις δυσχεράνῃ πειρωμένῳ πράξεων ἅπτεσθαι μειζόνων, εἰ καὶ τὸ τοῦ λόγου συνεκθέοι μῆκος, καὶ ταῦτα θέλοντος ἐπέχειν καὶ βιαζομένου, ὅπως μὴ τῷ μεγέθει τῶν ἔργων ἡ τῶν λόγων ἀσθένεια περιχεομένη διαλυμήνηται· καθάπερ δὴ τὸν χρυσόν φασι τοῦ Θεσπιᾶσιν Ἔρωτος τοῖς πτεροῖς ἐπιβληθέντα τὴν ἀκρίβειαν ἀφελεῖν τῆς τέχνης. δεῖται γὰρ ἀληθῶς τῆς Ὁμηρικῆς σάλπιγγος τὰ κατορθώματα, καὶ πολὺ πλέον ἢ τὰ τοῦ Μακεδόνος ἔργα. δῆλον δὲ ἔσται χρωμένοις ἡμῖν τῷ τρόπῳ τῶν λόγων, ὅνπερ ἐξ ἀρχῆς προυθέμεθα. ἐφαίνετο δὲ τῶν βασιλέως ἔργων πρὸς τὰ τῶν ἡρώων πολλὴ ξυγγένεια, καὶ αὐτὸν ἔφαμεν ἁπάντων προφέρειν ἐν ᾧ μάλιστα τῶν ἄλλων ἕκαστος διήνεγκε, καὶ ὅπως ἐστὶ τοῦ μὲν δὴ βασιλέως αὐτοῦ βασιλικώτερος, εἴ που μεμνήμεθα τῶν ἐν προοιμίῳ ῥηθέντων, ἐπεδείκνυμεν, ἔσται δὲ καὶ μάλα αὖθις καταφανές. νῦν δέ, εἰ βούλεσθε, τὰ περὶ τὰς μάχας καὶ τοὺς Πολέμους ἀθρήσωμεν. τίνας οὖν Ὅμηρος διαφερόντως ὕμνησεν Ἑλλήνων ὁμοῦ καὶ βαρβάρων; αὐτὰ ὑμῖν ἀναγνώσομαι τῶν ἐπῶν τὰ καιριώτατα. Τίς τ᾿ ἂρ τῶν ὄχ᾿ ἄριστος ἔην, σύ μοι ἔννεπε, [55] Μοῦσα, Ἀνδρῶν ἠδ᾿ ἵππων, οἳ ἃμ᾿ Ἀτρείδαισιν ἕποντο. Ἀνδρῶν μὲν μέγ᾿ ἄριστος ἔην Τελαμώνιος Αἴας, Ὄφρ᾿ Ἀχιλεὺς μήνιεν· ὁ γὰρ πολὺ φέρτατος ἦεν. Καὶ αὖθις ὑπὲρ τοῦ Τελαμωνίου φησίν· Αἴας, ὃς περὶ μὲν εἶδος, περὶ δ᾿ ἔργ᾿ ἐτέτυκτο, Τῶν ἄλλων Δαναῶν μετ᾿ ἀμύμονα Πηλείωνα. Ἑλλήνων μὲν δὴ τούτους ἀρίστους ἀφῖχθαί φησι, τῶν δὲ ἀμφὶ τοὺς Τρῶας Ἕκτορα καὶ Σαρπηδόνα. βούλεσθε οὖν αὐτῶν τὰ λαμπρότατα ἐπιλεξάμενοι περιαθρῶμεν τὸ μέγεθος; καὶ γάρ πως ἐς ταὐτόν τισι τῶν βασιλέως ξυμφέρεται ἥ τε ἐπὶ τῷ ποταμῷ τοῦ Πηλέως μάχη καὶ ὁ περὶ τὸ τεῖχος τῶν Ἀχαιῶν πόλεμος· Αἴας τε ὑπεραγωνιζόμενος τῶν νεῶν καὶ ἐπιβεβηκὼς τῶν ἰκρίων ἴσως ἂν τυγχάνοι τινὸς ἀξίας εἰκόνος. ἐθέλω δὲ ὑμῖν διηγεῖσθαι τὴν ἐπὶ τῷ ποταμῷ μάχην, ἣν ἠγωνίσατο βασιλεὺς ἔναγχος. ἴστε δὲ ὅθεν ὁ πόλεμος ἐξερράγη, καὶ ὅτι ξὺν δίκῃ καὶ οὐ τοῦ πλείονος ἐπιθυμίᾳ διεπολεμήθη. κωλύει δὲ οὐδὲν ὑπομνησθῆναι δι᾿ ὀλίγων. Ἀνὴρ ἄπιστος καὶ θρασὺς τῆς οὐ προσηκούσης ὀρεχθεὶς ἡγεμονίας κτείνει τὸν ἀδελφὸν βασιλέως Καὶ τῆς ἀρχῆς κοινωνόν, καὶ ᾔρετο λαμπραῖς ταῖς ἐλπίσιν, ὡς τὸν Ποσειδῶνα μιμησόμενος καὶ ἀποφανῶν οὐ μῦθον τὸν Ὁμήρου λόγον, παντὸς δὲ ἀληθῆ μᾶλλον, ὃς ἔφη περὶ τοῦ θεοῦ· Τρὶς μὲν ὀρέξατ᾿ ἰών, τὸ δὲ τέτρατον ἵκετο τέκμωρ, Αἰγάς, Καὶ ὡς ἐντεῦθεν τὴν πανοπλίαν ἀναλαβὼν καὶ ὑποζεύξας τοὺς ἵππους διὰ τοῦ πελάγους ἐφέρετο. Γηθοσύνῃ δὲ θάλασσα διίστατο· τοὶ δ᾿ ἐπέτοντο [56] Ῥίμφα μάλ᾿, οὐδ᾿ ὑπένερθε διαίνετο χάλκεος ἄξων, Ἅτε οὐδενὸς ἐμποδὼν ὄντος, πάντων δὲ ἐξισταμένων καὶ ὑποχωρούντων ἐν χαρμονῇ. οὔκουν οὐδὲν αὑτῷ πολέμιον οὐδὲ ἀντίπαλον ᾤετο καταλιπέσθαι, οὐδὲ αὑτὸν κατείργειν οὐδὲ ἓν τὸ μὴ ἐπὶ τοῦ Τίγρητος στῆναι ταῖς ἐκβολαῖς. εἵπετο δὲ αὐτῷ πολὺς μὲν ὁπλίτης, ἱππεῖς δὲ οὐχ ἥττους, ἀλλ᾿ οἵπερ ἄλκιμοι, Κελτοὶ καὶ Ἴβηρες Γερμανῶν τε οἱ πρόσοικοι Ῥήνῳ καὶ τῇ θαλάττῃ τῇ πρὸς ἑσπέραν, ἣν εἴτε Ὠκεανὸν χρὴ καλεῖν εἴτε Ἀτλαντικὴν θάλατταν εἴτε ἄλλῃ τινὶ χρῆσθαι προσωνυμίᾳ προσῆκον, οὐκ ἰσχυρίζομαι· πλὴν ὅτι δὴ αὐτῇ προσοικεῖ δύσμαχα καὶ ῥώμῃ διαφέροντα τῶν ἄλλων ἐθνῶν γένη βαρβάρων, οὐκ ἀκοῇ μόνον, ἥπερ δὴ τυγχάνει πίστις οὐκ ἀσφαλής, ἀλλ᾿ αὐτῇ πείρᾳ τοῦτο ἐκμαθὼν οἶδα. τούτων δὴ τῶν ἐθνῶν ἐξαναστήσας οὐκ ἔλαττον Πλῆθος τῆς οἴκοθεν αὐτῷ ξυνεπισπομένης στρατιᾶς, μᾶλλον δὲ τὸ μὲν ὡς οἰκεῖον εἵπετο πολὺ καὶ αὐτῷ ξύμφυλον, τὸ δὲ ἡμέτερον· οὕτω γὰρ καλεῖν ἄξιον· ὁπόσον Ῥωμαίων βίᾳ καὶ οὐ γνώμῃ ξυνηκολούθησεν, ἐοικὸς ἐπικούροις καὶ μισθοφόροις, ἐν Καρὸς εἵπετο τάξει καὶ σχήματι, δύσνουν μέν, ὡς εἰκός, βαρβάρῳ καὶ ξένῳ, μέθῃ καὶ κραιπάλῃ τὴν δυναστείαν περιφρονήσαντι καὶ ἀνελομένῳ, ἄρχοντι δέ, ὥσπερ ἦν ἄξιον τὸν ἐκ τοιούτων προοιμίων καὶ προνομίων ἀρξάμενον. ἡγεῖτο δὲ αὐτὸς οὔτι κατὰ τὸν Τυφῶνα, ὃν ἡ ποιητικὴ τερατεία φησὶ τῷ Διὶ χαλεπαίνουσαν τὴν Γῆν ὠδῖναι, οὐδὲ ὡς γιγάντων ὁ κράτιστος, ἀλλ᾿ οἵαν ὁ σοφὸς ἐν μύθοις Πρόδικος τὴν Κακίαν δημιουργεῖ πρὸς τὴν Ἀρετὴν διαμιλλωμένην καὶ ἐθέλουσαν τὸν τοῦ Διὸς ἀναπείθειν παῖδα, ὅτι ἄρα αὐτῷ μάλιστα πάντων τιμητέα εἴη. προάγων δὲ ἐπὶ τὴν μάχην προυφέρετο τὰ τοῦ Καπανέως, [57] βαρβαρίζων καὶ ἀνοηταίνων, οὔτι μὴν κατ᾿ ἐκεῖνον τῇ ῥώμῃ τῆς ψυχῆς πίσυνος οὐδὲ ἀλκῇ τοῦ σώματος, τῷ πλήθει δὲ τῶν ξυνεπομένων βαρβάρων, οἷς δὴ καὶ λείαν ἅπαντα προθήσειν ἠπείλει, ταξίαρχον ταξιάρχῳ καὶ λοχαγὸν λοχαγῷ καὶ στρατιώτην στρατιώτῃ τῶν ἐξ ἐναντίας αὐταῖς ἀποσκευαῖς καὶ κτήμασιν, οὐδὲ τὸ σῶμα ἀφιεὶς ἐλεύθερον. αὔξει δὲ αὐτοῦ τὴν διάνοιαν ἡβασιλέως δεινότης, καὶ ἐκ τῶν δυσχωριῶν εἰς τὰ πεδία κατάγει γανύμενον καὶ οὐ ξυνιέντα, δρασμὸν δὲ ἀτεχνῶς καὶ οὐ στρατηγίαν τὸ πρᾶγμα κρίνοντα. ταῦτά τοι καὶ ἁλίσκεται, καθάπερ ὄρνιθες καὶ ἰχθύες δικτύοις. ἐπειδὴ γὰρ ἐς τὴν εὐρυχωρίαν καὶ τὰ πεδία τῶν Παιόνων ἦλθε καὶ ἐδόκει λῷον ἐνταῦθα διαγωνίζεσθαι, τότε δὴ βασιλεὺς τούς τε ἱππέας ἐπὶ κέρως τάττει χωρὶς ἑκατέρου. Τούτων δὲ οἱ μέν εἰσιν αἰχμοφόροι, θώραξιν ἐλατοῖς καὶ κράνεσιν ἐκ σιδήρου πεποιημένοις σκεπόμενοι· κνημῖδές τε τοῖς σφυροῖς εὖ μάλα περιηρμοσμέναι καὶ περιγονατίδες καὶ περὶ τοῖς μηροῖς ἕτερα τοιαῦτα ἐκ σιδήρου καλύμματα· αὐτοὶ δὲ ἀτεχνῶς ὥσπερ ἀνδριάντες ἐπὶ τῶν ἵππων φερόμενοι, οὐδὲν ἀσπίδος δεόμενοι. τούτοις εἵπετο τῶν ἄλλων ἱππέων πλῆθος ἀσπίδας φέροντες, οἱ δὲ ἀπὸ τῶν ἵππων τοξεύοντες. πεζῶν δὲ ὁ μὲν ὁπλίτης ἦν ἐν τῷ μέσῳ συνάπτων ἐφ᾿ ἑκάτερα τοῖς ἱππεῦσιν· ἐξόπισθεν δὲ οἱ σφενδονῆται καὶ τοξόται καὶ ὁπόσον ἐκ χειρὸς βάλλει γυμνὸν ἀσπίδος καὶ θώρακος. οὕτω κοσμηθείσης τῆς φάλαγγος, μικρὰ τοῦ λαιοῦ κέρως προελθόντος ἅπαν τὸ πολέμιον συνετετάρακτο καὶ οὐκ ἐφύλαττε τὴν τάξιν. ἐγκειμένων δὲ τῶν ἱππέων καὶ οὐκ ἀνιέντων φεύγει μὲν αἰσχρῶς ὁ τὴν βασιλείαν αἴσχιον ἁρπάσας, λείπει δὲ αὐτοῦ τὸν ἵππαρχον καὶ χιλιάρχους καὶ ταξιάρχους πάνυ πολλοὺς καὶ Ἐρρωμένως ἀγωνιζομένους, ἐπὶ πᾶσι δὲ τὴν ποιητὴν τοῦ τερατώδους καὶ ἐξαγίστου δράματος, ὃς πρῶτος [58] ἐπὶ νοῦν ἐβάλετο μεταποιῆσαι τὴν βασιλείαν καὶ ἀφελέσθαι τοῦ γέρως ἡμᾶς. Καὶ τέως μὲν ἔχαιρε τῆς πρώτης πείρας οὐκ ἀποσφαλεὶς οὐδὲ ἁμαρτήσας, τότε δὲ ἐφεστώσας ξὺν δίκῃ ποινὰς ἀπαιτεῖται τῶν ἔργων καὶ ἄπιστον τιμωρίαν εἰσπράττεται. πάντων γὰρ ὁπόσοι τοῦ πολέμου τῷ τυράννῳ συνεφήψαντο ἐμφανὴς μὲν ὁ θάνατος, δήλη δ᾿ ἡ φυγὴ καὶ ἄλλων μεταμέλεια· ἱκέτευον γὰρ πολλοί, καὶ ἔτυχον ἅπαντες συγγνώμης, βασιλέως τὸν τῆς Θέτιδος ὑπερβαλλομένου μεγαλοφροσύνῃ. ὁ μὲν γάρ, ἐπειδὴ Πάτροκλος ἔπεσεν, οὐδὲ πιπράκειν ἁλόντας ἔτι τοὺς πολεμίους ἠξίου, ἀλλ᾿ ἱκετεύοντας περὶ τοῖς γόνασιν ἔκτεινεν· ὁ δὲ ἐκήρυττεν ἄδειαν τοῖς ἐξαρνουμένοις τὴν ξυνωμοσίαν, οὐ θανάτου μόνον ἢ φυγῆς ἤ τινος ἄλλης τιμωρίας ἀφαιρῶν τὸν φόβον, ὥσπερ δὲ ἔκ τινος ταλαιπωρίας καὶ ἄλης δυστυχοῦς τῆς ξὺν τῷ τυράννῳ βιοτῆς κατάγειν σφᾶς ἐπ᾿ ἀκεραίοις τοῖς πρόσθεν ἠξίου. τοῦτο μὲν δὴ καὶ αὖθις τεύξεται λόγου. Ἐκεῖνο δὲ ἤδη ῥητέον, ὡς οὔτε ἐν τοῖς κειμένοις ἦν οὔτε ἐν τοῖς φεύγουσιν ὁ παιδοτρίβης τοῦ τυράννου. τὸ γὰρ μηδὲ ἐλπίσαι συγγνώμην εὔλογον οὕτω μὲν ἄδικα διανοηθέντα, ἀσεβῆ δὲ ἐργασάμενον, φόνων τε ἀδίκων ἀνδρῶν καὶ γυναικῶν, πολλῶν μὲν ἰδιωτῶν, πάντων δὲ σχεδὸν Ὁπόσοι τοῦ βασιλείου γένους μετεῖχον ἁψάμενον, οὔτι ξὺν δείματι οὐδὲ ἄν τις ἐμφύλιον φόνον διανοηθείη δρῶν, παλαμναίους τινὰς καὶ μιάστορας δεδιὼς καὶ ὑφορώμενος ἐκ τοῦ μιάσματος, ἀλλὰ ὥσπερ τισὶ καθαρσίοις καινοῖς καὶ ἀτόποις τοὺς πρόσθεν ἀπονιπτόμενος ἄνδρα ἐπ᾿ ἀνδρὶ καὶ γυναῖκας ἐπὶ τοῖς φιλτάτοις ἀποκτιννὺς εἰκότως ἀπέγνω τὴν ἱκετηρίαν. ταῦτα εἰκὸς μὲν αὐτὸν διανοηθῆναι, εἰκὸς δὲ καὶ ἄλλως ἔχειν. οὐ γὰρ δὴ [59] ἴσμεν ὅ, τί ποτε παθὼν ἢ δράσας ᾤχετο ἄιστος, ἄφαντος. ἀλλ᾿ εἴτε αὐτὸν δαίμων τιμωρὸς ξυναρπάσας, καθάπερ Ὅμηρός φησι τὰς τοῦ Πανδάρεω θυγατέρας, ἐπὶ γῆς ἄγει πέρατα ποινὰς ἀπαιτήσων τῶν διανοημάτων, εἴτε αὐτὸν ὁ ποταμὸς ὑποδεξάμενος ἑστιᾶν κελεύει τοὺς ἰχθῦς, οὔτι πω δῆλον. ἄχρι μὲν γὰρ τῆς μάχης αὐτῆς καὶ ὁπηνίκα οἱ λόχοι συνετάττοντο πρὸς φάλαγγα θρασὺς ἦν ἐν μέσοις ἀναστρεφόμενος· ἐπεὶ δὲ ἐπράχθη τὰ τῆς μάχης, ὥσπερ ἦν ἄξιον, ἀφανὴς ᾤχετο οὐκ οἶδα ὑπὸ τοῦ θεῶν ἢ δαιμόνων κρυφθείς, πλὴν ὅτι γε οὐκ ἐπ᾿ ἀμείνοσι ταῖς τύχαις εὔδηλον. οὐ γὰρ δὴ αὖθις ἔμελλε φανεὶς ἐπ᾿ ἐξουσίας ὑβρίζων ἀδεῶς εὐδαιμονήσειν, ὡς ᾤετο, ἀλλὰ ἐς τὸ παντελὲς ἀφανισθεὶς τιμωρίαν ὑφέξειν αὐτῷ μὲνδυστυχῆ, πολλοῖς δὲ ὠφέλιμον καὶ πρὸς ἐπανόρθωσιν. Τὰ μὲν δὴ περὶ τὸν μηχανοποιὸν τῆς ὅλης ὑποθέσεως πλείονος ἀξιωθέντα λόγου, μέσῃ τῇ πράξει παρελόμενα τὸ ξυνεχὲς τῆς διηγήσεως, ἐνταῦθά που πάλιν ἀφετέα. ἐπανιτέον δὲ ὅθενπερ ἐξῆλθον καὶ ἀποδοτέον τὸ τέλος τῆς μάχης. οὐ γὰρ δὴ ξὺν τῇ τῶν στρατηγῶν δειλίᾳ καὶ τὰ τῶν στρατιωτῶν πίπτει φρονήματα, ἀλλ᾿ ἐπειδὴ τὰ τῆς τάξεως αὐτοῖς διεφθάρη, οὐ κακίᾳ σφῶν, ἀπειρίᾳ δὲ καὶ ἀμαθίᾳ τοῦ τάττοντος, κατὰ λόχους συνιστάμενοι διηγωνίζοντο· καὶ ἦν τὸ ἔργον ἁπάσης ἐλπίδος μεῖζον, τῶν μὲν οὐχ ὑφιεμένων ἐς τὸ παντελὲς τοῖς κρατοῦσι, τῶν δὲ ἐπεξελθεῖν τελέως τῇ νίκῃ φιλοτιμουμένων, ξυμμιγής τε ᾔρετο τάραχος καὶ βοὴ καὶ κτύπος τῶν ὅπλων, ξιφῶν τε ἀγνυμένων ἀμφὶ τοῖς κράνεσι καὶ τῶν ἀσπίδων περὶ τοῖς δόρασιν. ἀνὴρ δὲ ἀνδρὶ ξυνίστατο, καὶ ἀπορριπτοῦντες τὰς ἀσπίδας αὐτοῖς τοῖς ξίφεσιν ὠθοῦντο μικρὰ τοῦ παθεῖν φροντίζοντες, ἅπαντα δὲ εἰς τὸ δρᾶσαί τι δεινὸν τοὺς πολεμίους τὸν θυμὸν τρέποντες, τοῦ μὴ καθαρὰν αὐτοῖς μηδὲ ἄδακρυν παρασχεῖν τὴν νίκην καὶ τὸ ἀποθνήσκειν ἀνταλλαττόμενοι. καὶ [60] ταῦτα ἔδρων οὐ πεζοὶ μόνον πρὸς τοὺς διώκοντας, ἀλλὰ καὶ ὅσοις τῶν ἱππέων ὑπὸ τῶν θραυμάτων ἀχρεῖα παντελῶς ἐγεγόνει τὰ δόρατα. ξυστοὶ δέ εἰσιν εὐμήκεις, οὓς συγκαταγνύντες καὶ ἀποπηδῶντες εἰς τοὺς ὁπλίτας μετεσκευάζοντο. Καὶ χρόνον μέν τινα χαλεπῶς καὶ μόλις ἀντεῖχον· ἐπεὶ δὲ οἵ τε ἱππεῖς ἔβαλλον ἐκ τόξων πόρρωθεν ἐφιππαζόμενοι καὶ οἱ θωρακοφόροι πυκναῖς ἐπ᾿ αὐτοὺς ἐχρῶντο ταῖς ἐπελάσεσιν ἅτε ἐν πεδίῳ καθαρῷ καὶ λείῳ νύξ τε ἐπέλαβεν, ἐνταῦθα οἱ μὲν ἀπέφευγον ἄσμενοι, οἱ δὲ ἐδίωκον καρτερῶς ἄχρι τοῦ χάρακος, καὶ αὐτὸν αἱροῦσιν αὐταῖς ἀποσκευαῖς καὶ ἀνδραπόδοις καὶ κτήνεσιν. ἀρξαμένης δέ, ὅπερ ἔφην, ἄρτι τῆς τροπῆς τῶν πολεμίων καὶ τῶν διωκόντων οὐκ ἀνιέντων, ἐπὶ τὸ λαιὸν ὠθοῦνται, ἵναπερ ὁ ποταμὸς ἦν τοῖς κρατοῦσιν ἐν δεξιᾷ. ἐνταῦθα δὲ ὁ πολὺς ἐγένετο φόνος, καὶ ἐπλήσθη νεκρῶν ἀνδρῶν τε καὶ ἵππων ἀναμίξ. οὐ γὰρ δὴ ὁ Δρᾶος ἐῴκει Σκαμάνδρῳ, οὐδὲ ἦν εὐμενὴς τοῖς φεύγουσιν, ὡς τοὺς μὲν νεκροὺς αὐτοῖς ὅπλοις ἐξωθεῖν καὶ ἀπορριπτεῖν τῶν ῥευμάτων, τοὺς ζῶντας δὲ ξυγκαλύπτειν καὶ ἀποκρύπτειν ἀσφαλῶς ταῖς δίναις. τοῦτο γὰρ ὁ ποταμὸς ὁ Τρὼς τυχὸν μὲν ὑπὸ εὐνοίας ἔδρα, τυχὸν δὲ οὕτως ἔχων μεγέθους, ὡς ῥᾴδιον παρέχειν βαδίζειν τε ἐθέλοντι καὶ νηχομένῳ τὸν πόρον· ἐπεὶ καὶ γεφυροῦται μιᾶς ἐμβληθείσης εἰς αὐτὸν πτελέας, ἅπας τε ἀναμορμύρων ἀφρῷ καὶ αἵματι πλάζ᾿ ὤμους Ἀχιλῆος, εἰ χρὴ καὶ τοῦτο πιστεῦσαι, βιαιότερον δὲ οὐδὲν εἰργάζετο· καὶ ἐπιλαβόντος ὀλίγου καύματος ἀπαγορεύει τὸν πόλεμον καὶ ἐξόμνυται τὴν ἐπικουρίαν. Ὁμήρου δὲ ἔοικεν εἶναι καὶ τοῦτο παίγνιον, καινὸν καὶ ἄτοπον μονομαχίας τρόπον ἐπινοήσαντος. ἐπεὶ καὶ τἆλλαδῆλός ἐστιν Ἀχιλλεῖ χαριζόμενος, καὶ ὥσπερ θεατὰς ἄγων τὸ στράτευμα μόνον ἄμαχον καὶ [61] ἀνυπόστατον ἐπάγει τοῖς πολεμίοις, κτείνοντα μὲν τοὺς ἐντυγχάνοντας, τρεπόμενον δὲ ἁπαξαπλῶς πάντας φωνῇ καὶ σχήματι καὶ τῶν ὀμμάτων ταῖς προσβολαῖς, ἀρχομένης τε οἶμαι τῆς παρατάξεως καὶ ἐπὶ τοῦ Σκαμάνδρου ταῖς ᾐόσιν, ἕως εἰς τὸ τεῖχος ἄσμενοι ξυνελέγησαν οἱ διαφυγόντες. ταῦτα ἐκεῖνος πολλοῖς ἔπεσι διηγούμενος καὶ θεῶν ἀναπλάττων μάχας καὶ ἐπικοσμῶν μύθοις τὴν ποίησιν δεκάζει τοὺς κριτὰς καὶ οὐκ ἐπιτρέπει δικαίαν φέρειν καὶ ἀψευδῆ ψῆφον. ὅστις δὲ ἐθέλει μηδὲν ὑπὸ τοῦ κάλλους ἐξαπατᾶσθαι τῶν ῥημάτων καὶ τῶν ἔξωθεν ἐπιφερομένων πλασμάτων, †ὥσπερ ἐν ἀρχῇ περὶ ἀρωμάτων τινῶν καὶ χρωμάτων,† Ἀρεοπαγίτης ἔστω κριτής, καὶ οὐκ εὐλαβησόμεθα τὴν κρίσιν. εἶναι μὲν γὰρ ἀγαθὸν στρατιώτην ὁμολογοῦμεν τὸν Πηλέως, ἐκ τῆς ποιήσεως ἀναπειθόμενοι. κτείνει μὲν ἄνδρας εἴκοσι, Ζωοὺς δ᾿ ἐκ ποταμοῖο δυώδεκα λέξατο κούρους, Τοὺς ἐξῆγε θύραζε τεθηπότας ἠύτε νεβρούς, Ποινὴν Πατρόκλοιο Μενοιτιάδαο θανόντος· Τοσαύτην μέντοι ἤνεγκεν εἰς τὰ πράγματα τῶν Ἀχαιῶν ἡ νίκη τὴν ῥοπήν, ὥστε οὐδὲ μείζονα φόβον τοῖς πολεμίοις ἐνέβαλεν οὐδὲ ἀπογνῶναι ἐς τὸ παντελὲς ὑπὲρ σφῶν ἐποίει. καὶ ὑπὲρ τούτων Ἆρ᾿ ἑτέρου τινὸς μάρτυρος δεησόμεθα τὸν Ὅμηρον παραλιπόντες; καὶ οὐκ ἀπόχρη τῶν ἐπῶν μνησθῆναι, ἃ πεποίηκεν ἐκεῖνος, ὁπηνίκα ἐπὶ τὰς ναῦς ἦλθεν ὁ Πρίαμος φέρων ὑπὲρ τοῦ παιδὸς τὰ λύτρα; ἐρομένου γὰρ μετὰ τὰς διαλύσεις, ὑπὲρ ὧν ἀφῖκτο, τοῦ τῆς Θέτιδος υἱέος Ποσσῆμαρ μέμονας κτερεϊζέμεν Ἕκτορα δῖον, Τά τε ἄλλα διέξεισι καὶ περὶ τοῦ πολέμου φησί· Τῇ δὲ δυωδεκάτῃ πολεμίξομεν, εἴπερ ἀνάγκη. Οὕτως οὐδὲ ἐπαγγέλλειν ὀκνεῖ μετὰ τὴν ἐκεχειρίαν [62] τὸν πόλεμον. ὁ δὲ ἀγεννὴς καὶ δειλὸς τύραννος ὄρη τε ὑψηλὰ προυτείνετο τῆς αὑτοῦ φυγῆς καὶ ἐξοικοδομήσας ἐπ᾿ αὐτοῖς φρούρια οὐδὲ τῇ τῶν τόπων ὀχυρότητι πιστεύει, ἀλλὰ ἱκετεύει συγγνώμης τυγχάνειν. καὶ ἔτυχεν ἄν, εἴπερ ἦν ἄξιος καὶ μὴ ἐφωράθη πολλάκις ἄπιστος καὶ θρασύς, ἄλλα ἐπ᾿ ἄλλοις προστιθεὶς ἀδικήματα. Τὰ μὲν δὴ κατὰ τὴν μάχην, εἰ μὴ δόξῃ τις τῶν διηγουμένων προσέχειν ἐθέλοι μηδὲ ἔπεσιν εὖ πεποιημένοις, ἐς αὐτὰ δὲ ὁρᾶν τὰ ἔργα, κρινέτω. ἑξῆς δ᾿, εἰ βούλεσθε τὴν Αἴαντος ὑπὲρ τῶν νεῶν καὶ τὴν ἐπὶ τοῦ τείχους τῶν Ἀχαιῶν ἀντιθεῖναι μάχην τοῖς ἐπὶ τῆς πόλεως ἐκείνης ἔργοις· ᾗ δὴ Μυγδόνιος ποταμῶν κάλλιστος τὴν αὑτοῦ προστίθησιν Τίθησι φήμην, οὔσῃ δὲ καὶ Ἀντιόχου βασιλέως ἐπωνύμῳ· γέγονε δὲ αὐτῇ καὶ ἕτερον ὄνομα βάρβαρον, σύνηθες τοῖς πολλοῖς ὑπὸ τῆς πρὸς τοὺς τῇδε βαρβάρους ἐπιμιξίας· ταύτην δὴ τὴν πόλιν στρατὸς ἀμήχανος πλήθει Παρθυαίων ξὺν Ἰνδοῖς περιέσχεν, ὁπηνίκα ἐπὶ τὸν τύραννον βαδίζειν προύκειτο· καὶ ὅπερ Ἡρακλεῖ φασιν ἐπὶ τὸ Λερναῖον ἰόντι θηρίον συνενεχθῆναι, τὸν θαλάττιον καρκίνον, τοῦτο ἦν ὁ Παρθυαίων βασιλεὺς ἐκ τῆς ἠπείρου Τίγρητα διαβὰς καὶ περιτειχίζων τὴν πόλιν χώμασιν· εἶτα εἰς ταῦτα δεχόμενος τὸν Μυγδόνιον λίμνην ἀπέφηνε τὸ περὶ τῷ ἄστει χωρίον καὶ ὥσπερ νῆσον ἐν αὐτῇ συνεῖχε τὴν πόλιν, μικρὸν ὑπερεχουσῶν καὶ ὑπερφαινομένων τῶν ἐπάλξεων. ἐπολιόρκει δὲ ναῦς τε ἐπάγων καὶ ἐπὶ νεῶν μηχανάς· καὶ ἦν οὐχ ἡμέρας ἔργον, μηνῶν δὲ οἶμαι σχεδόν τι τεττάρων. οἱ δὲ ἐν τῷ τείχει συνεχῶς ἀπεκρούοντο τοὺς βαρβάρους καταπιμπράντες τὰς μηχανὰς τοῖς πυρφόροις· ναῦς δὲ ἀνεῖλκον πολλὰς μὲν ἐκ τοῦ τείχους, ἄλλαι δὲ κατεάγνυντο ὑπὸ ῥώμης τῶν ἀφιεμένων ὀργάνων καὶ βάρους τῶν βελῶν. ἐφέροντο γὰρ εἰς αὐτὰς [63] λίθοι ταλάντων ὁλκῆς Ἀττικῶν ἑπτά. καὶ ἐπειδὴ συχναῖς ἡμέραις ταῦτ᾿ ἐδρᾶτο, ῥήγνυται μέρος τοῦ χώματος καὶ ἡ τῶν ὑδάτων εἰσρεῖ πλήμμυρα, καὶ ἐπ᾿ αὐτῇ τοῦ τείχους μέρος οὐκ ἔλασσον πήχεων ἑκατὸν συγκατηνέχθη. Ἐνταῦθα κοσμεῖ τὴν στρατιὰν τὸν Περσικὸν Τρόπον. διασώζουσι γὰρ καὶ ἀπομιμοῦνται τὰ Περσικὰ οὐκ ἀξιοῦντες, ἐμοὶ δοκεῖν, Παρθυαῖοι νομίζεσθαι, Πέρσαι δὲ εἶναι προσποιούμενοι. ταῦτά τοι καὶ στολῇ Μηδικῇ χαίρουσι. καὶ ἐς μάχας ἔρχονται ὁμοίως ἐκείνοις ὅπλοις τε ἀγαλλόμενοι τοιούτοις καὶ ἐσθήμασιν ἐπιχρύσοις καὶ ἁλουργέσι. σοφίζονται δὲ ἐντεῦθεν τὸ μὴ δοκεῖν ἀφεστάναι Μακεδόνων, ἀναλαβεῖν δὲ τὴν ἐξ ἀρχαίου βασιλείαν προσήκουσαν. οὐκοῦν καὶ ὁ βασιλεὺς Ξέρξην μιμούμενος ἐπί τινος χειροποιήτου καθῆστο γηλόφου, προῆγε δὲ ἡ στρατιὰ ξὺν τοῖς θηρίοις. ταῦτα δὲ ἐξ Ἰνδῶν εἵπετο, καὶ ἔφερεν ἐκ σιδήρου πύργους τοξοτῶν πλήρεις. ἡγοῦντο δὲ αὐτῶν ἱππεῖς οἱ θωρακοφόροι καὶ οἱ τοξόται, ἕτερον ἱππέων πλῆθος ἀμήχανον. τὸ πεζὸν γάρ σφιν ἀχρεῖον ἐς τὰ πολεμικὰ καθέστηκεν οὔτε ἐντίμου μετέχον τάξεως οὔτε ὄν σφιν ἐν χρείᾳ, πεδιάδος οὔσης καὶ ψιλῆς τῆς χώρας ὁπόσην νέμονται. ἔοικε γὰρ δὴ τὰ τοιαῦτα πρὸς τὰς τοῦ πολέμου χρείας τιμῆς καὶ ἀτιμίας ἀξιοῦσθαι. ὡς οὖν ἀχρεῖον τῇ φύσει οὐδὲ ἐκ τῶν νόμων πολυωρίας ἀξιοῦται. συνέβη δὲ οὕτω καὶ περὶ τὴν Κρήτην καὶ Καρίαν καὶ ἐν ἄλλοις δὲ μυρίοις ἔθνεσι τὰ περὶ τὸν πόλεμον κατασκευασθῆναι. οὐκοῦν καὶ ἡ Θετταλῶν οὖσα πεδιὰς ἱππεῦσιν ἐναγωνίζεσθαι καὶ ἐμμελετᾶν ἐπιτήδειος ἐφάνη. τὰ γὰρ δὴ τῆς ἡμετέρας πόλεως, ἅτε ἐς ἀντιπάλους παντοδαποὺς καταστάντα, εὐβουλίᾳ καὶ τύχῃ περιγενόμενα, εἰκότως ἐς ἅπαν εἶδος ὅπλων τε καὶ παρασκευῆς ἄλλης ἡρμόσθη. Ἀλλὰ ταῦτα μὲν ἴσως οὐδὲν πρὸς τὸν λόγον, ὡς ἂν εἴποιεν οἱ ταῖς τῶν ἐπαίνων τέχναις καθάπερ νόμοις ἐπιτεταγμένοι· ἐγὼ δὲ εἰ μέν τί σοι προσήκει καὶ τούτων, ἐν καιρῷ σκέψομαι, τά [64] γε μὴν ὀνείδη τῶν ἀνθρώπων οὐ χαλεπῶς ἀπολύομαι. φημὶ γὰρ ὡς οὔτε ἐγὼ τῶν τεχνῶν μεταποιοῦμαι οὔτε ὅστις μή τισιν ὡμολόγησεν ἐμμενεῖν ἀδικεῖ μὴ φυλάττων ταῦτα· τυχὸν δὲ καὶ ἄλλων οὐκ ἀπορήσομεν εὐπρεπῶν παραιτήσεων. ἀλλ᾿ οὐ γὰρ ἄξιον μακρότερον εἰς οὐδὲν δέον ἀπαρτᾶν τὸν λόγον καὶ ἀποπλανᾶσθαι τῆς ὑποθέσεως. ἐπαναβῶμεν οὖν αὖθις εἰς ἴχνος καὶ ὅθεν ἐξέβην. Ἐπειδὴ γὰρ οἱ Παρθυαῖοι κοσμηθέντες ὅπλοις αὐτοί τε καὶ ἵπποι ξὺν τοῖς Ἰνδικοῖς θηρίοις προσῆγον τῷ τείχει, λαμπροὶ ταῖς ἐλπίσιν ὡς αὐτίκα μάλα ἀναρπασόμενοι, καὶ ἐδέδοτό σφιν τοῦ πρόσω χωρεῖν τὸ σημεῖον, ὠθοῦντο ξύμπαντες, αὐτός τις ἐθέλων πρῶτος ἐσαλέσθαι τὸ τεῖχος καὶ οἴχεσθαι φέρων τὸ ἐπ᾿ αὐτῷ κλέος· εἶναί τε οὐδὲν ἐτόπαζον δέος· οὐδὲ γὰρ ὑπομενεῖν σφῶν τὴν ὁρμὴν τοὺς ἔνδον. Παρθυαίοις μὲν τοσοῦτον περιῆν ἐλπίδος. οἱ δὲ πυκνήν τε εἶχον τὴν φάλαγγα κατὰ τὸ διερρηγμένον τοῦ τείχους, καὶ ὑπὲρ τοῦ συνεστῶτος ὁπόσον ἦν ἀχρεῖον πλῆθος Ἐν τῇ πόλει κατέστησαν ἀναμίξαντες τῶν στρατιωτῶν οὐκ ἐλάττω μοῖραν. ἐπεὶ δὲ οἱ πολέμιοι προσήλαυνον καὶ οὐδὲν ἐπ᾿ αὐτοὺς ἐκ τοῦ τείχους ἀφίετο βέλος, βεβαιοτέραν εἶχον τὴν ἐλπίδα τοῦ κατ᾿ ἄκρας αἱρήσειν τὴν πόλιν, καὶ τοὺς ἵππους ἔπαιον μάστιξι καὶ ᾕμασσον τὰς πλευρὰς τοῖς κέντροις, ἕως ἐποιήσαντο σφῶν κατὰ νώτου τὰ χώματα· ἐπεποίητο δὲ ὑπ᾿ αὐτῶν ἐκεῖνα πρότερον πρὸς τὸ ἐπέχειν τοῦ Μυγδονίου τὰς ἐκροάς, ἰλύς τε ἦν περὶ τὸ χωρίον εὖ μάλα βαθεῖα †οὐδὲ αὐτοῦ παντελῶς ὄντος ὑπὸ τῆς ὕλης† καὶ διὰ τὸ πίειραν εἶναι τὴν γῆν καὶ στέγειν δύνασθαι φύσει τὰς λιβάδας. ἦν δὲ ἐνταῦθα καὶ παλαιὸν ἔρυμα τῇ πόλει τάφρος εὐρεῖα, καὶ ἐν αὐτῇ βαθύτερον συνειστήκει τέλμα. ἁπτομένων [65] δὲ ἤδη τῶν πολεμίων καὶ ταύτης καὶ διαβαίνειν πειρωμένων, ἐπεξῇσαν πολλοὶ μὲν ἔνδοθεν, πολλοὶ δὲ ἀπὸ τῶν τειχῶν ἔβαλλον τοῖς λίθοις· καὶ αὐτῶν μὲν πολὺς ἐγένετο φόνος, φυγῇ δὲ ἔτρεπον τοὺς ἵππους ξύμπαντες, τῷ μόνον ἐθέλειν καὶ δηλοῦν τὴν γνώμην διὰ τοῦ σχήματος. ἐπιστρεφόντων γὰρ ἔπιπτον εὐθέως καὶ κατέφερον τοὺς ἱππέας· βαρεῖς δὲ ὄντες τοῖς ὅπλοις μᾶλλον ἐνείχοντο τῷ τέλματι. καὶ αὐτῶν ἐνταῦθα γίνεται φόνος, ὅσος οὔπω πρόσθεν ἐν πολιορκίᾳ τοιαύτῃ γέγονεν. Ἐπεὶ δὲ τὰ τῶν ἱππέων ὧδε ἐπεπράγει, τῶν ἐλεφάντων πειρῶνται, καταπλήξεσθαι μᾶλλον Οἰόμενοι τῷ ξένῳ τῆς μάχης· οὐ γὰρ δὴ τοσοῦτον αὐτοῖς τὰ τῶν ὀμμάτων διέφθαρτο, ὡς μὴ καθορᾶν βαρύτερον μὲν ὂν ἵππου τὸ θηρίον, φέρον δὲ ἄχθος οὐχ ἵππων δυοῖν ἢ πλειόνων, ἁμαξῶν δὲ οἶμαι συχνῶν, τοξότας καὶ ἀκοντιστὰς καὶ σιδηροῦν πύργον. ταῦτα δὲ ἦν ἅπαντα πρὸς τὸ χωρίον χειροποίητον γεγονὸς τέλμα κωλύματα, καὶ ἦν αὐτοῖς ἔργῳ φανερά· ὅθεν οὐκ εἰκὸς εἰς μάχην ἰέναι, ἀλλὰ ἐς κατάπληξιν τῶν ἔνδον παρασκευάζεσθαι. προσῆγον δὲ ἐν τάξει μέτρον διεστῶτες ἀλλήλων ἴσον, καὶ ἐῴκει τείχει τῶν Παρθυαίων ἡ φάλαγξ· τὰ μὲν θηρία τοὺς πύργους φέροντα, τῶν ὁπλιτῶν δὲ ἀναπληρούντων τὰ ἐν μέσῳ. ταχθέντες δὲ οὕτως οὐ μέγα ὄφελος ἦσαν τῷ βαρβάρῳ· παρεῖχον γὰρ ἡδονὴν καὶ τέρψιν τοῖς ἐκ τοῦ τείχους θεωμένοις. ὡς δὲ ἐγένοντο διακορεῖς οἱονεὶ λαμπρᾶς καὶ πολυτελοῦς πομπῆς πεμπομένης, λίθους ἐκ μηχανῶν ἀφιέντες καὶ τόξοις βάλλοντες ἐς τὴν τειχομαχίαν προυκαλοῦντο τοὺς βαρβάρους. φύσει δὲ ὄντες εἰς ὀργὴν ὀξύρροποι καὶ δεινὸν ποιούμενοι τὸ γέλωτα ὀφλῆσαι καὶ ἀπαγαγεῖν ὀπίσω τὴν παρασκευὴν ἄπρακτον, ἐγκελευομένου σφίσι τοῦ βασιλέως, προσῆγον τῷ τείχει καὶ ἐβάλλοντο πυκνοῖς τοῖς λίθοις καὶ τοῖς τοξεύμασι· καὶ ἐτρώθη τῶν θηρίων τινὰ καὶ [66] ἀπέθανεν κατενεχθέντα ὑπὸ τῆς ἰλύος. δείσαντες δὲ καὶ ὑπὲρ τῶν ἄλλων ἀπῆγον ὀπίσω πάλιν εἰς τὸ στρατόπεδον. Ὡς δὲ καὶ ταύτης ὁ Παρθυαῖος ἥμαρτε τῆς πείρας, τοὺς τοξότας διελὼν εἰς μοίρας διαδέχεσθαί τε ἀλλήλους κελεύει καὶ συνεχῶς βάλλειν πρὸς τὸ διερρηγμένον τοῦ τείχους, ὡς μὴ δυνηθεῖεν ἀποικοδομῆσαι καὶ ἔχειν ἀσφαλῶς τὴν πόλιν· οὕτω γὰρ αἱρήσειν λαθὼν ἢ βιασάμενος τῷ πλήθει τοὺς ἔνδον ἤλπιζε. ἀλλὰ μάταιον γὰρ ἀπέφηνεν ἡ βασιλέως παρασκευὴ τοῦ βαρβάρου τὸ διανόημα. κατὰ νώτου γὰρ τῶν ὁπλιτῶν ἕτερον τεῖχος εἰργάζετο· ὁ δὲ ᾤετο τοῖς ἀρχαίοις ἴχνεσιν ἐς τὰ θεμέλια χρωμένους μέλλειν ἔτι. ἡμέρᾳ δὲ ὅλῃ καὶ νυκτὶ συνεχῶς ἐργασαμένων ἔστε ἐπὶ τέτταρας πήχεις ὕψους ἠγείρετο, καὶ ἕωθεν ὤφθη λαμπρὸν καὶ νεουργές, ἐκείνων οὐδὲ ἀκαρῆ χρόνον ἐνδιδόντων, διαδεχομένων δὲ ἀλλήλους καὶ ἀκοντιζόντων ἐς τοὺς ἐφεστῶτας τῷ κειμένῳ τείχει, τοῦτο ἐξέπληξε δεινῶς τὸν βάρβαρον. οὐ μὴν ἀπῆγεν εὐθὺς τὴν στρατιάν, ἀλλ᾿ αὖθις τοῖς αὐτοῖς χρῆται παλαίσμασι. δράσας δὲ οἶμαι καὶ παθὼν παραπλήσια ἀπῆγε τὴν στρατιὰν ὀπίσω, πολλοὺς μὲν ὑπὸ τῆς ἐνδείας δήμους ἀπολέσας, πολλὰ δὲ ἀναλώσας περὶ τοῖς χώμασι καὶ τῇ πολιορκίᾳ σώματα, σατράπας δὲ ἀνελὼν συχνούς, ἄλλον ἄλλο ἐπαιτιώμενος, τὸν μὲν ὅτι μὴ καρτερῶς ἐπεποίητο τὰ χώματα, εἶξε δὲ καὶ ἐπεκλύσθη παρὰ τῶν ποταμίων ῥευμάτων, τὸν δὲ ὡς φαύλωςἀγωνισάμενον ὑπὸ τοῖς τείχεσι, καὶ ἄλλους ἄλλας ἐπάγων αἰτίας ἔκτεινεν. ἔστι γὰρ εὖ μάλα τοῖς κατὰ τὴν Ἀσίαν βαρβάροις σύνηθες ἐς τοὺς ὑπηκόους τὰς αἰτίας τῆς δυσπραγίας ἀποσκευάζεσθαι, ὃ δὴ καὶ τότε δράσας ἀπιὼν ᾤχετο. καὶ ἄγει πρὸς ἡμᾶς εἰρήνην ἐκ τούτου, καὶ οὔτε ὅρκων οὔτε συνθηκῶν ἐδέησεν, ἀγαπᾷ δὲ οἴκοι μένων, εἰ [67] μὴ στρατεύοιτο βασιλεὺς ἐπ᾿ αὐτὸν καὶ δίκην ἀπαιτοίη τοῦ θράσους καὶ τῆς ἀπονοίας. Ἆρά γε ἄξιον ταύτην παραβαλεῖν τὴν μάχην ταῖς ὑπὲρ τῶν νεῶν τῶν Ἑλληνικῶν καὶ τοῦ τείχους; ἀθρεῖτε δὲ ὧδε τὴν ὁμοιότητα καὶ τὸ διάφορον λογίζεσθε. Ἑλλήνων μὲν Αἴαντε καὶ οἱ Λαπίθαι καὶ Μενεσθεὺς τοῦ τείχους εἶξαν καὶ περιεῖδον τὰς πύλας συντριβομένας ὑφ᾿ Ἕκτορος καὶ τῶν ἐπάλξεων ἐπιβεβηκότα τὸν Σαρπηδόνα. οἱ δὲ οὐδὲ διαρραγέντος ραγέντος αὐτομάτως τοῦ τείχους ἐνέδοσαν, ἀλλὰ ἐνίκων μαχόμενοι καὶ ἀπεκρούοντο Παρθυαίους ξὺν Ἰνδοῖς ἐπιστρατεύσαντας. εἶτα ὁ μὲν ἐπιβὰς τῶν νεῶν ἀπὸ τῶν ἰκρίων ὥσπερ ἐρύματος πεζὸς διαγωνίζεται, οἱ δὲ πρότερον ἀπὸ τῶν τειχῶν ἐναυμάχουν, τέλος δὲ οἱ μὲν τῶν ἐπάλξεων εἶξαν καὶ τῶν νεῶν, οἱ δὲ ἐνίκων ναυσί τε ἐπιόντας καὶ πεζῇ τοὺς πολεμίους. ἀλλὰ γὰρ εὖ ποιῶν ὁ λόγος ἐπὶ τὸν Ἕκτορα καὶ τὸν Σαρπηδόνα, οὐκ οἶδα ὅπως, ὑπηνέχθη καὶ ἐπ᾿ αὐτό γέ φασι τῶν ἔργων Τὸ κεφάλαιον, τὴν καθαίρεσιν τοῦ τείχους, ὃ μιᾷ πρότερον ἡμέρᾳ τοὺς Ἀχαιούς φησι, τοῦ Πυλίου δημαγωγοῦ καὶ βασιλέως ξυμπείθοντος, ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ κατασκευάσασθαι. Σχεδὸν γάρ μοι τοῦτο φαίνεται τὸ γενναιότατον τῶν ἔργων Ἕκτορος, καὶ οὐχὶ Γλαύκου τέχνης συνεῖναι οὐδὲ σοφωτέρας ἐπινοίας δεῖται, Ὁμήρου σαφῶς διδάσκοντος, ὡς Ἀχιλλέως μὲν φανέντος Ἐδύσετο οὐλαμὸν ἀνδρῶν. Ἀγαμέμνονος δὲ τοῖς Τρωσὶν ἐπικειμένου καὶ ἐς τὸ τεῖχος καταδιώξαντος Ἕκτορα ὕπαγε Ζεύς, ἵνα ἀποσώζοιτο καθ᾿ ἡσυχίαν. προσπαίζων δὲ αὐτὸν ὁ ποιητὴς καὶ καταγελῶν τῆς δειλίας ὑπὸ τῇ φηγῷ καὶ πρὸς ταῖς πύλαις ἤδη καθημένῳ τὴν Ἶριν ἥκειν ἔφη παρὰ τοῦ Διὸς φράζουσαν Ὄφρ᾿ ἂν μέν κεν ὁρᾷς Ἀγαμέμνονα ποιμένα λαῶν Θύνοντ᾿ ἐν προμάχοισιν, ἐναίροντα στίχας ἀνδρῶν, [68] Τόφρ᾿ ὑπόεικε μάχης. Πῶς γὰρ εἰκὸς οὕτως ἀγεννῆ καὶ δειλὰ παραινεῖν τὸν Δία, ἄλλως τε οὐδὲ μαχομένῳ, ξὺν πολλῇ δὲ ἑστῶτι ῥᾳστώνῃ; καὶ ὁπηνίκα δὲ ὁ τοῦ Τυδέως, τῆς Ἀθηνᾶς πολλὴν ἐκ τοῦ κράνους ἀναπτούσης φλόγα, πολλοὺς μὲν ἔκτεινε, φεύγειν δὲ ἠνάγκαζε τοὺς ὑπομένοντας, πόρρω τε ἀφειστήκει τοῦ πολέμου, καὶ πολλὰ ὑπομένων ὀνείδη ἀπέγνω μὲν κρατοῦσι τοῖς Ἀχαιοῖς ἀντιστῆναι, εὐπρεπῆ δὲ ποιεῖται τὴν εἰς τὸ ἄστυ πορείαν, ὡς τῇ μητρὶ Παραινέσων ἐξιλεοῦσθαι τὴν Ἀθηνᾶν μετὰ τῶν Τρωάδων. καίτοι εἰ μὲν αὐτὸς ἱκέτευε πρὸ τοῦ νεὼ ξὺν τῇ γερουσίᾳ, πολὺν ἂν εἶχε λόγον· προσήκει γὰρ οἶμαι τὸν στρατηγὸν ἢ βασιλέα καθάπερ ἱερέα καὶ προφήτην θεραπεύειν ἀεὶ ξὺν κόσμῳ τὸν θεὸν καὶ μηδὲν ὀλιγωρεῖν μηδὲ ἑτέρῳ μᾶλλον προσήκειν ἡγεῖσθαι μηδὲ ἐπιτρέπειν, ἀνάξιον αὑτοῦ νομίζοντα τὸ διακόνημα. Οἶμαι γὰρ τὴν Πλάτωνος μικρὰ παρατρέψας λέξιν οὐχ ἁμαρτήσεσθαι, ὡς ὅτῳ ἀνδρί, μᾶλλον δὲ βασιλεῖ, ἐς τὸν θεὸν ἀνήρτηται πάντα τὰ πρὸς εὐδαιμονίαν φέροντα καὶ μὴ ἐν ἄλλοις ἀνθρώποις αἰωρεῖται, ἐξ ὧν εὖ ἢ κακῶς πραξάντων πλανᾶσθαι ἀναγκάζεται αὐτὸς καὶ τὰ ἐκείνου πράγματα, τούτῳ ἄριστα παρεσκεύασται πρὸς τὸ ζῆν. εἰ δὲ ἐπιτρέποι μηδεὶς μεταγράφειν μηδὲ ἐκτρέπειν μηδὲ μεταλαμβάνειν τοὔνομα, ἀλλὰ ὥσπερ ἱερὸν ἀρχαῖον κελεύοι μένειν ἐᾶν ἀκίνητον, οὐδὲ οὕτως ἄλλο τι διανοεῖσθαι τὸν σοφὸν ἐροῦμεν. τὸ γὰρ εἰς ἑαυτὸν οὐ δήπου τὸ σῶμά φησιν οὐδὲ τὰ χρήματα οὐδὲ εὐγένειαν καὶ δόξαν πατέρων· ταῦτα γὰρ αὐτοῦ μέν τινος οἰκεῖα κτήματα, οὐ μήν ἐστι ταῦτα αὐτός· ἀλλὰ νοῦν καὶ φρόνησιν, φησί, καὶ τὸ ὅλον τὸν ἐν ἡμῖν θεόν· ὃ δὴ καὶ αὐτὸς ἑτέρωθι Κυριώτατον ἐν ἡμῖν ψυχῆς εἶδος ἔφη, καὶ ὡς ἄρα αὐτὸν δαίμονα θεὸς ἑκάστῳ δέδωκε, τοῦτο ὃ δή φαμεν οἰκεῖν μὲν ἡμῶν ἐπ᾿ ἄκρῳ τῷ σώματι, πρὸς δὲ τὴν ἐν οὐρανῷ ξυγγένειαν ἀπὸ γῆς ἡμᾶς αἴρειν. ἐς τοῦτο γὰρ ἔοικεν ἐπιτάττειν ἀνηρτῆσθαι χρῆναι ἑκάστῳ ἀνδρί, καὶ οὐκ εἰς ἄλλους ἀνθρώπους, οἳ τὰ μὲν ἄλλα βλάπτειν καὶ κωλύειν ἐθέλοντες πολλάκις ἐδυνήθησαν· ἤδη δέ τινες καὶ μὴ βουλόμενοι τῶν ἡμετέρων τινὰ παρείλοντο. τοῦτο δὲ ἀκώλυτον μόνον καὶ ἀπαθές ἐστιν, ἐπεὶ μηδὲ θεμιτὸν ὑπὸ τοῦ χείρονος τὸ κρεῖττον βλάπτεσθαι. ἔστι δὲ καὶ οὗτος ἐκεῖθεν ὁ λόγος. ἀλλ᾿ ἔοικα γὰρ καταφορτίζειν ὑμᾶς τοῖς τοῦ Πλάτωνος λόγοις μικρὰ ἐπιπάττων τῶν ῥημάτων ὥσπερ ἁλῶν ἢ χρυσοῦ ψήγματος. τούτων δὲ οἱ μὲν ἡδίω τὴν τροφήν, ὁ δὲ εὐπρεπῆ μᾶλλον παρέχει τὴν θέαν. ἀμφότερα δὲ ἐν τοῖς Πλάτωνος λόγοις· καὶ γὰρ αἰσθέσθαι διὰ τῆς ἀκοῆς ἡδίους τῶν ἁλῶν καὶ θρέψαι ψυχὴν ξὺν ἡδονῇ καὶ καθῆραι θαυμαστοί· ὥστε οὐκ ἀποκνητέον οὐδὲ εὐλαβητέον τὸν ψόγον, εἴ τις ἄρα καταμέμφοιτο τὴν ἀπληστίαν, καὶ ὅτι παντὸς ἐπιδραττόμεθα ὥσπερ ἐν τοῖς συμποσίοις οἱ λίχνοι τῶν ἐδωδίμων ἁπάντων, οὐχ ὑπομένοντες τὸ μὴ τῶν προκειμένων ἅψασθαι. τοῦτο γὰρ δὴ τρόπον τινὰ καὶ ἡμῖν ἔοικε συμβαίνειν, ἐπαίνους ἅμα καὶ δόγματα ᾄδειν καὶ πρὶν ἢ μετρίως ἐφικέσθαι τοῦ προτέρου λόγου μέσον ὑποτεμομένοις φιλοσόφων ἐξηγεῖσθαι ῥήσεις. πρὸς δὴ τοὺς τὰ τοιαῦτα καταμεμφομένους εἴρηται μὲν ἤδη καὶ πρότερον καὶ αὖθις δὲ ἴσως λελέξεται. Νῦν δὲ τὸ συνεχὲς ἀποδόντες τῷ παρόντι λόγῳ ἐπὶ τὸν ἐξ ἀρχῆς ἐπανάγωμεν ὥσπερ οἱ προεκθέοντες ἐν τοῖς δρόμοις. ἐλέγετο δ᾿ οὖν ἐν τοῖς πρόσθεν ὡς αὐτὸν μέν τινά φησι Πλάτων τὸν νοῦν καὶ τὴν ψυχήν, αὐτοῦ δὲ τὸ σῶμα καὶ τὴν [70] κτῆσιν. ταῦτα δὲ ἐν τοῖς θαυμασίοις διώρισται νόμοις. ὥσπερ οὖν, εἴ τις ἐξ ἀρχῆς ἀναλαβὼν λέγοι· “Ὅτῳ ἀνδρὶ ἐς νοῦν καὶ φρόνησιν ἀνήρτηται πάντα τὰ ἐς εὐδαιμονίαν φέροντα καὶ μὴ ἐν τοῖς ἐκτός, ἐξ ὧν εὖ ἢ κακῶς πραξάντων ἢ καὶ πασχόντων πλανᾶσθαι ἀναγκάζεται, τούτῳ ἄριστα παρεσκεύασται πρὸς τὸ ζῆν,” οὐ παρατρέπει τὴν λέξιν οὐδὲ παραποιεῖ, ἐξηγεῖται δὲ ὀρθῶς καὶ ἑρμηνεύει· οὕτω δὲ καὶ ὅστις ἀντὶ τῆς αὐτοῦ λέξεως τὸν θεὸν παραλαμβάνει οὐκ ἀδικεῖ. εἰ γὰρ τὸν ἐν ἡμῖν δαίμονα, ὄντα μὲν ἀπαθῆ τῇ φύσει καὶ θεῷ ξυγγενῆ, πολλὰ δὲ ἀνατλάντα καὶ ὑπομείναντα διὰ τὴν πρὸς τὸ σῶμα κοινωνίαν καὶ τοῦ πάσχειν τε καὶ φθείρεσθαι φαντασίαν τοῖς πολλοῖς παρασχόντα, τοῦ παντὸς ἐκεῖνος προΐσταται βίου τῷ γε εὐδαιμονήσειν μέλλοντι, τί χρὴ προσδοκᾶν αὐτὸν ὑπὲρ τοῦ καθαροῦ καὶ ἀμιγοῦς γηίνῳ σώματι διανοηθῆναι νοῦ, ὃν δὴ καὶ θεὸν εἶναί φαμεν καὶ αὐτῷ τὰς ἡνίας ἐπιτρέπειν τοῦ βίου χρῆναι παραινοῦμεν πάντα ἰδιώτην τε καὶ βασιλέα, Τόν γε ὡς ἀληθῶς ἄξιον τῆς ἐπικλήσεως καὶ οὐ νόθον οὐδὲ ψευδώνυμον, συνιέντα μὲν αὐτοῦ καὶ αἰσθανόμενον διὰ συγγένειαν, ὑφιέμενον δὲ αὐτῷ τῆς ἀρχῆς καὶ ὑποχωροῦντα τῆς ἐπιμελείας ὡς ἔμφρονα; ἀνόητον γὰρ καὶ μάλα αὔθαδες τὸ μὴ καθάπαξ ἐς δύναμιν πείθεσθαι τῷ θεῷ ἀρετῆς ἐπιμελομένους· τούτῳ γὰρ μάλιστα χαίρειν ὑποληπτέον τὸν θεόν. οὐ μὴν οὐδὲ τῆς ἐννόμου θεραπείας ἀποστατέον οὐδὲ τὴν τοιαύτην τιμὴν ὑπεροπτέον τοῦ κρείττονος, θετέον δὲ ἐν ἀρετῆς μοίρᾳ τὴν εὐσέβειαν τὴν κρατίστην. ἔστι γὰρ ὁσιότης τῆς δικαιοσύνης ἔκγονος· αὕτη δὲ ὅτι τοῦ θειοτέρου ψυχῆς εἴδους ἐστίν, οὐδένα λέληθε τῶν ὅσοι τὰ τοιαῦτα μεταχειρίζονται. Ταῦτά τοι καὶ ἐπαινοῦμεν τὸν Ἕκτορα σπένδειν μὲν οὐκ ἐθέλοντα διὰ τὸν ἐπὶ τῶν χειρῶν λύθρον· [71] ἠξιοῦμεν δὲ μηδὲ ἐς ἄστυ ἰέναι μηδὲ ἀπολείπειν τὴν μάχην μέλλοντά γε οὐ στρατηγοῦ καὶ βασιλέως ἐπιτελεῖν ἔργον, διακόνου δὲ καὶ ὑπηρέτου, Ἰδαίου τινὸς ἢ Ταλθυβίου τάξιν ἀναληψόμενον. ἀλλ᾿ ἔοικε γάρ, ὅπερ ἔφαμεν ἐξ ἀρχῆς, πρόφασις εὐπρεπὴς εἶναι φυγῆς τοῦτο. καὶ γὰρ ὁπότε τῷ Τελαμωνίῳ ξυνίστατο πεισθεὶς τῇ φήμῃ τοῦ μάντεως, ἀσπασίως διελύθη καὶ ἔδωκε δῶρα, τὸν θάνατον ἐκφυγὼν ἄσμενος· καθόλου δὲ εἰπεῖν, φεύγουσιν ἕπεται Θρασέως, αἴτιος δέ ἐστιν οὐδαμοῦ νίκης καὶ τροπῆς, πλὴν ὅτε Πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν Ξὺν τῷ Σαρπηδόνι. πότερον οὖν ὡς οὐκ ἔχοντες τηλικοῦτον ἔργον βασιλέως εὐλαβησόμεθα τὸν ἀγῶνα, μή ποτε ἄρα μικρὰ μεγάλοις καὶ φαῦλα σπουδῆς ἀξίοις μείζονος παρατιθέναι δόξωμεν, ἢ τολμήσομεν καὶ πρὸς τηλικοῦτον ἔργον ἁμιλλᾶσθαι; οὐκοῦν ἐκεῖνο μὲν ἦν τὸ τεῖχος ὑπὲρ τῆς ᾐόνος, ἐν οὐδὲ ὅλῳ τῷ πρὸ μεσημβρίας χρόνῳ συντελεσθέν, ὁποίους ἡμῖν τοὺς χάρακας ἔννομον κατασκευάζεσθαι· τὸ δὲ ὑπὲρ τῶν Ἄλπεων τεῖχος παλαιόν τε ἦν φρούριον, καὶ αὐτῷ χρῆται μετὰ τὴν φυγὴν ὁ τύραννος, ὥσπερ ἔρυμά τι νεουργὲς ἀποφήνας καὶ ἀξιόλογον φρουρὰν ἀπολιπὼν ἐρρωμένων ἀνδρῶν. οὐδὲ αὐτὸς ὡς πορρωτάτω πορεύεται, ἔμενε δὲ ἐν τῇ πλησίον πόλει. ἔστι δὲ Ἰταλῶν ἐμπόριον πρὸς θαλάττῃ μάλα εὔδαιμον καὶ πλούτῳ βρύον. φέρουσι γὰρ ἐντεῦθεν φορτία Μυσοὶ καὶ Παίονες καὶ τῶν Ἰταλῶν ὁπόσοι τὴν μεσόγαιαν κατοικοῦσιν, Ἑνετοὶ δὲ οἶμαι τὸ πρόσθεν ὠνομάζοντο. νῦν δὲ ἤδη Ῥωμαίων τὰς πόλεις ἐχόντων τὸ μὲν ἐξ ἀρχῆς ὄνομα σώζουσι βραχείᾳ προσθήκῃ γράμματος ἐν ἀρχῇ τῆς ἐπωνυμίας· ἔστι δὲ αὐτοῦ σύμβολον χαρακτὴρ εἷς, ὀνομάζουσι [72] δὲ αὐτὸν οὔ, καὶ χρῶνται ἀντὶ τοῦ βῆτα πολλάκις προσπνεύσεως οἶμαι τινὸς ἕνεκα καὶ ἰδιότητος τῆς Γλώττης. τὸ μὲν δὴ ξύμπαν ἔθνος ὧδε ἐπονομάζεται· τῇ πόλει δὲ ἀετός, ὥς φασιν, οἰκιζομένῃ δεξιὸς ἐκ Διὸς ἱπτάμενος τὴν αὑτοῦ φήμην χαρίζεται. οἰκεῖται δὲ ὑπὸ τοῖς ποσὶ τῶν Ἄλπεων· ὄρη δέ ἐστι ταῦτα παμμεγέθη καὶ ἀπορρῶγες ἐν αὐτοῖς πέτραι, μόλις ἁμάξῃ μιᾷ καὶ ὀρικῷ ζεύγει τὴν ὑπέρβασιν βιαζομένοις ξυγχωροῦντα, ἀρχόμενα μὲν ἀπὸ θαλάττης, ἣν δὴ τὸν Ἰόνιον εἶναί φαμεν, ἀποτειχίζοντα δὲ τὴν νῦν Ἰταλίαν ἀπό τε Ἰλλυριῶν καὶ Γαλατῶν καὶ ἐς τὸ Τυρρηνὸν πέλαγος ἀναπαυόμενα. Ῥωμαῖοι γὰρ ἐπειδὴ τῆς χώρας ἁπάσης ἐκράτουν· ἔστι δὲ ἐν αὐτῇ τό τε τῶν Ἑνετῶν ἔθνος καὶ Λίγυές τινες καὶ τῶν ἄλλων Γαλατῶν οὐ φαύλη μοῖρα· τὰ μὲν ἀρχαῖα σφῶν ὀνόματα σώζειν οὐ διεκώλυσαν, τῷ κοινῷ δὲ τῶν Ἰταλῶν ξυγχωρεῖν κατηνάγκασαν. καὶ νῦν ὁπόσα μέν εἴσω τῶν Ἄλπεων κατοικεῖται, ἔστε ἐπὶ τὸν Ἰόνιον καὶ τὸν Τυρρηνὸν καθήκοντα, ταύτῃ κοσμεῖται τῇ προσωνυμίᾳ· τὰ δὲ ὑπὲρ τῶν Ἄλπεων τῶν πρὸς ἑσπέραν Γαλάται νέμονται, καὶ Ῥαιτοὶ δὲ τὰ ὑπὸ τῆν ἄρκτον, ἵνα Ῥήνου τέ εἰσιν αἱ πηγαὶ καὶ αἱ τοῦ Ἴστρου πλησίον παρὰ τοῖς γείτοσι βαρβάροις· τὰ δὲ ἐκ τῆς ἕω ταῦτα δὴ τὰς Ἄλπεις ὀχυροῦν ἔφαμεν, ἵναπερ ὁ τύραννος τὴν φρουρὰν κατεσκευάσατο. οὕτω δὴ τῆς Ἰταλίας ἁπανταχόθεν ὄρεσί τε συνεχομένης λίαν δυσβάτοις καὶ θαλάσσῃ τεναγώδει, ἅτε ἐσρεόντων ποταμῶν μυρίων, οἳ ποιοῦσιν ἕλος προσεοικὸς τοῖς Αἰγυπτίοις ἕλεσι, τὸ ξύμπαντῆς ἐκείνῃ θαλάττης πέρας βασιλεὺς ὑπὸ σοφίας ἔλαβε καὶ ἐβιάσατο τὴν ἄνοδον. Καὶ ἵνα μὴ διατρίβειν δοκῶ αὖθίς τε ὑπὲρ τῶν δυσχωριῶν διαλεγόμενος, καὶ ὡς οὔτε στρατόπεδον ἦν οὐδὲ χάρακα πλησίον καταβαλέσθαι, οὔτε ἐπάγειν μηχανὰς καὶ ἑλεπόλεις, ἀνύδρου δεινῶς ὄντος καὶ οὐδὲ μικρὰς λιβάδας ἔχοντος τοῦ πέριξ χωρίου, [73] ἐπ᾿ αὐτὴν εἶμι τὴν αἵρεσιν. καὶ εἰ βούλεσθε τὸ κεφάλαιον ἀθρόως ἑλεῖν τοῦ λόγου, ὑπομνήσθητε τῆς τοῦ Μακεδόνος ἐπὶ τοὺς Ἰνδοὺς πορείας, οἳ τὴν πέτραν ἐκείνην κατῴκουν, ἐφ᾿ ἣν οὐδὲ τῶν ὀρνίθων ἦν τοῖς κουφοτάτοις ἀναπτῆναι, ὅπως ἑάλω, καὶ οὐδὲν πλέον ἀκούειν ἐπιθυμήσετε· πλὴν τοσοῦτον μόνον, ὅτι Ἀλέξανδρος μὲν ἀπέβαλε πολλοὺς Μακεδόνας ἐξελὼν τὴν πέτραν, ὁ δὲ ἡμέτερος ἄρχων καὶ στρατηγὸς οὐδὲ χιλίαρχον ἀποβαλὼν ἢ λοχαγόν τινα, ἀλλ᾿ οὐδὲ ὁπλίτην τῶν ἐκ καταλόγου, καθαρὰν καὶ ἄδακρυν περιεποιήσατο τὴν νίκην. Ἕκτωρ δὲ οἶμαι καὶ Σαρπηδὼν πολλοὺς ἐκ τοῦ τειχίσματος κατέβαλον, ἐντυχόντες δὲ ἀριστεύοντι Πατρόκλῳ ὁ μὲν ἐπὶ τῶν νεῶν κτείνεται, ὁ δὲ ἔφευγεν αἰσχρῶς οὐδὲ ἀνελόμενος τὸ σῶμα τοῦ φίλου. οὕτως οὐδενὶ ξὺν νῷ, ῥώμῃ δὲ μᾶλλον σωμάτων θρασυνόμενοι τὴν ἐς τὸ τεῖχος πάροδον ἐτόλμων. βασιλεὺς δὲ οὗ μὲν ἀλκῆς ἔργον ἐστὶ καὶ θυμοῦ χρῆται τοῖς ὅπλοις καὶ κρατεῖ ξὺν εὐβουλίᾳ, οὗ δὲ μόνον Ἐδέησε γνώμης, ταύτῃ κυβερνᾷ καὶ κατεργάζεται πράγματα τοσαῦτα, ὁπόσα οὐδ᾿ ἄν ὁ σίδηρος ἐξελεῖν ἰσχύσειεν. Ἀλλ᾿ ἐπειδὴ καθ᾿ αὑτὸν ὁ λόγος φερόμενος ἥκει πάλαι ποθῶν τὴν ξύνεσιν ἐπαινεῖν καὶ τὴν εὐβουλίαν, ἀποδοτέον. καὶ ὑπὲρ τούτων ὀλίγα πάλαι διεληλύθαμεν· ὁπόσα δὲ ἡμῖν ἐφαίνετο πρὸς τὰ τῶν ἡρώων ἐκείνων ἔχειν ξυγγένειαν, μεγάλα μικροῖς εἰκάζοντες, δι᾿ ὁμοιότητα διήλθομεν. δῆλον δὲ ἀποβλέψαντι πρὸς τὸ τῆς παρασκευῆς μέγεθος καὶ τῆς δυνάμενως τὴν περιουσίαν. τότε γὰρ ἥ τε Ἑλλὰς ἐκεκίνητο ξύμπασα καὶ Θρᾳκῶν μοῖρα καὶ Παιόνων τό τε τοῦ Πριάμου ξύμπαν ὑπήκοον, Ὅσσον Λέσβος ἔσω Μάκαρος ἕδος ἐντὸς ἐέργει Καὶ Φρυγίη καθύπερθε καὶ Ἑλλήσποντος ἀπείρων. τὰ δὲ νῦν ἔθνη συνιόντα βασιλεῖ καὶ συμπολεμοῦντα [74] τὸν πόλεμον καὶ τοὺς ἀντιταξαμένους καταριθμεῖν μὴ λῆρος ᾖ καὶ φλυαρία περιττὴ καὶ λίαν ἀρχαῖον. ὅσῳ δὲ μείζους αἱ συνιοῦσαι δυνάμεις, τοσούτῳ τὰ ἔργα προφέρειν εἰκός· ὥστε ἀνάγκη καὶ ταῦτα ἐκείνων ὑπεραίρειν. πλήθει γε μὴν ποῦ ποτε ἄξιον συμβαλεῖν; οἱ μὲν γὰρ περὶ Μιᾶς ἐμάχοντο πόλεως ξυνεχῶς, καὶ οὔτε Τρῶες ἀπελάσαι τοὺς Ἀχαιοὺς ἐπικρατοῦντες ἠδύναντο, οὔτε ἐκεῖνοι νικῶντες ἐξελεῖν καὶ ἀνατρέψαι τῶν Πριαμιδῶν τὴν ἀρχὴν καὶ τὴν βασιλείαν ἴσχυον, δεκαέτης δὲ αὐτοῖς ἀναλώθη χρόνος. βασιλεῖ δὲΒ πολλοὶ μέν εἰσιν ἀγῶνες· καὶ γὰρ ἀνεγράφη Γερμανοῖς τοῖς ὑπὲρ τοῦ Ῥήνου πολεμῶν, τά τε ἐπὶ τῷ Τίγρητι ζεύγματα καὶ τῆς Παρθυαίων δυνάμεως καὶ τοῦ φρονήματος ἔλεγχος οὐ φαῦλος, ὅτε οὐχ ὑπέμενον ἀμῦναι τῇ χώρᾳ πορθουμένῃ, ἀλλὰ περιεῖδον ἅπασαν τμηθεῖσαν τὴν εἴσω Τίγρητος καὶ Λύκου, τῶν γε μὴν πρὸς τὸν τύραννον πραχθέντων ὅ τε ἐπὶ Σικελίαν ἔκπλους καὶ ἐς Καρχηδόνα, Ἠριδανοῦ τε αἱ προκαταλήψεις τῶν ἐκβολῶν ἁπάσας αὐτοῦ τὰς ἐν Ἰταλίᾳ δυνάμεις ἀφελόμεναι, καὶ τὸ τελευταῖον καὶ τρίτον πάλαισμα περὶ ταῖς Κοττίαις Ἄλπεσιν, ὃ δὴ βασιλεῖ μὲν παρέσχεν ἀσφαλῆ καὶ τοῦ μέλλοντος ἀδεᾶ τὴν ὑπὲρ τῆς νίκης ἡδονήν, τὸν δὲ ἡττηθέντα δίκην ἐπιθεῖναι δικαίαν αὑτῷ καὶ τῶν ἐξειργασμένων πάνυ ἀξίαν κατηνάγκασε. Τοσαῦτα ὑπὲρ τῶν βασιλέως ἔργων ἐν βραχεῖ διεληλύθαμεν, οὔτε κολακείᾳ προστιθέντες καὶ αὔξειν ἐπιχειροῦντες τυχὸν οὐδενὸς διαφέροντα τῶν ἄλλων, οὔτε πόρρωθεν ἕλκοντες καὶ βιαζόμενοι τῶν ἔργων τὰς ὁμοιότητας, καθάπερ οἱ τοὺς Μύθους ἐξηγούμενοι τῶν ποιητῶν καὶ ἀναλύοντες ἐς λόγους πιθανοὺς καὶ ἐνδεχομένους τὰ πλάσματα ἐκ μικρᾶς πάνυ τῆς ὑπονοίας ὁρμώμενοι καὶ [75] ἀμυδρὰς λίαν παραλαβόντες τὰς ἀρχὰς πειρῶνται ξυμπείθειν, ὡς δὴ ταῦτά γε αὐτὰ ἐκείνων ἐθελόντων λέγειν. ἐνταῦθα δὲ εἴ τις ἐξέλοι τῶν Ὁμήρου μόνον τὰ τῶν ἡρώων ὀνόματα, ἐνθείη δὲ τὸ βασιλέως καὶ ἐναρμόσειεν, οὐ μᾶλλον εἰς ἐκείνους ἢ τοῦτον πεποιῆσθαι δόξει τὰ τῆς Ἰλιάδος ἔπη. Ἀλλ᾿ ὅπως μὴ τὰ ὑπὲρ τῶν ἔργων μόνον ἀκούοντες τὰ τῶν κατορθωμάτων τῶν ἐς τὸν πόλεμον ἔλαττον ἔχειν ὑπολαμβάνητε βασιλέα περὶ τὰ σεμνότερα καὶ ὧν ἄξιον μείζονα ποιεῖσθαι λόγον, δημηγοριῶν φημι καὶ ξυμβουλιῶν, καὶ ὁπόσα γνώμη μετὰ νοῦ καὶ φρονήσεως κατευθύνει, ἀθρεῖτε ἐν Ὀδυσσεῖ καὶ Νέστορι τοῖς ἐπαινουμένοις κατὰ τὴν ποίησιν, καὶ ἤν τι μεῖον ἐν βασιλεῖ καταμανθάνητε, τοῖς ἐπαινέταις τοῦτο λογίζεσθε, πλέον δὲ ἔχοντα δικαίως ἂν αὐτὸν μᾶλλον ἀποδεχοίμεθα. οὐκοῦν ὁ μέν, ὁπηνίκα χαλεπαίνειν καὶ στασιάζειν ἤρχοντο περὶ τῆς αἰχμαλώτου κόρης, λέγειν ἐπιχειρῶν οὕτω δή τι πείθει τὸν βασιλέα καὶ τὸν τῆς Θέτιδος, ὥστε ὁ μὲν ἀκόσμως διέλυσε τὸν ξύλλογον, ὁ δὲ οὐδὲ περιμείνας ἀφοσιώσασθαι τὰ πρὸς τὸν θεόν, ἔτι δὲ αὐτὰ δρῶν καὶ ἀφορῶν ἐς τὴν θεωρίδα, στέλλει τοὺς κήρυκας ἐπὶ τὴν Ἀχιλλέως σκηνήν, ὥσπερ οἶμαι δεδιὼς μὴ τῆς ὀργῆς ἐπιλαθόμενος καὶ Ἀπαλλαγεὶς τοῦ πάθους μεταγνοίη καὶ ἀποφύγοι τὴν ἁμαρτάδα· ὁ δὲ ἐκ τῆς Ἰθάκης ῥήτωρ πολύτροπος πείθειν ἐπιχειρῶν πρὸς διαλλαγὰς Ἀχιλλέα καὶ δῶρα πολλὰ διδούς, μυρία δὲ ἐπαγγελλόμενος, οὕτω τὸν νεανίσκον παρώξυνεν, ὥστε πρότερον οὐ βουλευσάμενον τὸν ἀπόπλουν νῦν παρασκευάζεσθαι. ἔστι δὲ αὐτῶν τὰ θαυμαστὰ τῆς συνέσεως δείγματα αἵ τε ἐπὶ τὸν πόλεμον παρακλήσεις καὶ ἡ τειχοποιία τοῦ Νέστορος, πρεσβυτικὸν λίαν καὶ ἄτολμον ἐπινόημα. οὔκουν οὐδὲ ὄφελος ἦν πολὺ τοῖς Ἀχαιοῖς τοῦ μηχανήματος· ἀλλὰ ἡττῶντο τῶν Τρώων τὸ τεῖχος [76] ἐπιτελέσαντες, καὶ μάλα εἰκότως. τότε μὲν γὰρ αὐτοὶ τῶν νεῶν ᾤοντο προβεβλῆσθαι καθάπερ ἔρυμα γενναῖον· ἐπεὶ δὲ ᾔσθοντο σφῶν προκείμενον καὶ ἀποικοδομούμενον τεῖχος τάφρῳ βαθείᾳ καὶ πασσάλοις ὀξέσι διηλούμενον, κατερρᾳθύμουν καὶ ὑφίεντο τῆς ἀλκῆς τῷ τειχίσματι πεποιθότες. ἀλλ᾿ οὐ γὰρ εἴ τις ἐκείνοις μέμφοιτο καὶ ἐπιδεικνύοι διαμαρτάνοντας, οὗτός ἐστι βασιλέως ἀξιόχρεως ἐπαινέτης· ὅστις δὲ οἶμαι τῶν ἔργων ἀξίως μνησθείη, οὐ μάτην οὐδὲ αὐτομάτως οὐδὲ ἀλόγῳ φορᾷ γενομένων, προβουλευθέντων δὲ ὀρθῶς καὶ διοικηθέντων, οὗτος ἀρκούντως ἐπαινεῖ τὴν βασιλέως ἀγχίνοιαν. Τὸ δὲ ἐφ᾿ ἑκάστῃ συνόδῳ τὰς δημηγορίας ἐκλέγειν τὰς ἐς τὰ στρατόπεδα καὶ δήμους καὶ Βουλευτήρια μακροτέρας δεῖται τῆς ξυγγραφῆς. ἑνὸς δὲ ἴσως ἐπακούειν οὐ χαλεπόν. καί μοι πάλιν ἐννοήσατε τὸν Λαέρτου, ὁπότε ὡρμημένους ἐκπλεῖν τοὺς Ἕλληνας ἐπέχει τῆς ὁρμῆς καὶ ἐς τὸν πόλεμον μετατίθησι τὴν προθυμίαν, καὶ βασιλέως τὸν ἐν Ἰλλυριοῖς ξύλλογον, ἵνα δὴ πρεσβύτης ἀνὴρ ὑπὸ μειρακίων παιδικὰ φρονεῖν ἀναπειθόμενος ὁμολογιῶν ἐπελανθάνετο καὶ πίστεων, καὶ τῷ μὲν σωτῆρι καὶ εὐεργέτῃ δυσμενὴς ἦν, σπονδὰς δὲ ἐποιεῖτο πρὸς ὃν ἦν ἄσπονδος καὶ ἀκήρυκτος βασιλεῖ πόλεμος, στρατόν τε ἤγειρε καὶ ἐπὶ τοῖς ὁρίοις ἀπήντα τῆς χώρας, κωλῦσαι τοῦ πρόσω χωρεῖν ἐπιθυμῶν. ἐπεὶ δὲ ἐς ταὐτὸν ἦλθον ἀμφοτέρω τὼ στρατεύματε καὶ ἐχρῆν ἐπὶ τῶν ὁπλιτῶν ποιεῖσθαι τὴν ἐκκλησίαν, βῆμά τε ὑψηλὸν ᾔρετο καὶ αὐτὸ περιέσχεν ὁπλιτῶν δῆμος καὶ ἀκοντιστῶν καὶ τοξοτῶν ἱππεῖς τε ἐνσκευασάμενοι τοὺς ἵππους καὶ τὰ σημεῖα τῶν τάξεων· ἀνῄει τε ἐπ᾿ αὐτὸ βασιλεὺς μετὰ τοῦ τέως ξυνάρχοντος οὔτε αἰχμὴν φέρων οὔτε ἀσπίδα καὶ [77] κράνος, ἀλλὰ ἐσθῆτα τὴν συνήθη. καὶ οὐδὲ αὐτῷ τις τῶν δορυφόρων εἵπετο, μόνος δὲ ἐπὶ τοῦ βήματος εἱστήκει πεποιθὼς τῷ λόγῳ σεμνῶς ἡρμοσμένῳ. ἐργάτης γάρ ἐστι καὶ τούτων ἀγαθός, οὐκ ἀποσμιλεύων οὐδὲ ἀπονυχίζων τὰ ῥήματα οὐδὲ ἀποτορνεύων τὰς περιόδους καθάπεροἱ κομψοὶ ῥήτορες, σεμνὸς δὲ ἅμα καὶ καθαρὸς καὶ τοῖς ὀνόμασι ξὺν καιρῷ χρώμενος, ὥστε ἐνδύεσθαι ταῖς ψυχαῖς οὐ τῶν παιδείας καὶ ξυνέσεως μεταποιουμένων μόνον, ἀλλ᾿ ἤδη καὶ τῶν ἰδιωτῶν ξυνιέναι πολλοὺς καὶ ἐπαΐειν τῶν ῥημάτων. οὐκοῦν ᾕρει μυριάδας ὁπλιτῶν συχνὰς καὶ χιλιάδας ἱππέων εἴκοσι καὶ ἔθνη μαχιμώτατα καὶ χώραν πάμφορον, οὐ βίᾳ ἕλκων οὐδὲ αἰχμαλώτους ἄγων, ἑκόντας δὲ αὐτῷ πειθομένους καὶ τὸ ἐπιταττόμενον ποιεῖν ἐθέλοντας. ταύτην ἐγὼ τὴν νίκην κρίνω τῆς Λακωνικῆς ἐκείνης μακρῷ σεμνοτέραν· ἡ μέν γε ἦν ἄδακρυς μόνοις τοῖς κρατοῦσιν, ἡ δὲ οὐδὲ τοῖς κρατηθεῖσιν ἤνεγκε δάκρυα, ἀλλ᾿ ἀπὸ τοῦ βήματος κατῆλθεν ὁ τῆς βασιλείας ὑποκριτὴς δικασάμενος καὶ ὥσπερ ὄφλημα βασιλεῖ πατρῷον ἀποδοὺς τὴν ἁλουργίδα· τἆλλα δὲ αὐτῷ δίδωσι βασιλεὺς ἄφθονα μᾶλλον ἢ Κῦρόν φασι παρασχεῖν τῷ πάππῳ, ζῆν τε ἐποίησε καὶ διαιτᾶσθαι καθάπερ Ὅμηρος ἀξιοῖ τῶν ἀνδρῶν τοὺς ἀφηλικεστέρους, Τοιούτῳ γὰρ ἔοικεν, ἐπεὶ λούσαιτο φάγοι τε, Εὑδέμεναι μαλακῶς· ἣ γὰρ δίκη ἐστὶ γερόντων. Τὸ μὲν οὖν ἐμὸν ἡδέως ἂν τοὺς ῥηθέντας λόγους διεξῆλθον, καὶ οὐκ ἄν με ὄκνος καταλάβοι οὕτω καλῶν ἁπτόμενον λόγων· αἰδὼς δὲ οἶμαι κατείργει καὶ οὐκ ἐπιτρέπει μετατιθέναι καὶ ἐξερμηνεύειν ἐς ὑμᾶς τοὺς λόγους. ἀδικοίην γὰρ ἂν διαφθείρων Καὶ ἐλεγχόμενος αἰσχυνοίμην, εἴ τις ἄρα τὸ βασιλέως ἀναγνοὺς ξύγγραμμα ἢ τότε ἀκούσας ἀπομνημονεύοι καὶ ἀπαιτοίη οὐ τὰ νοήματα μόνον, [78] ὅσαις δὲ ἀρεταῖς ἐκεῖνα κοσμεῖται κατὰ τὴν πάτριον φωνὴν ξυγκείμενα. τοῦτο δὲ οὐκ ἦν Ὁμήρῳ τὸ δέος πολλαῖς μὲν ὕστερον γενεαῖς τοὺς λόγους διηγουμένῳ, λιπόντων δὲ ἐκείνων οὐδὲν ὑπόμνημα τῶν ἐς τοὺς ξυλλόγους ῥηθέντων, καὶ σαφῶς οἶμαι πιστεύοντι, ὅτι ἄμεινον τἀκείνων αὐτὸς ἐξαγγελεῖ καὶ διηγήσεται. τὸ δὲ ἐπὶ τὸ χεῖρον μιμεῖσθαι καταγέλαστον καὶ οὐκ ἄξιον ἐλευθέρας ψυχῆς καὶ γενναίας. τὰ μὲν δὴ θαυμαστὰ τῶν ἔργων καὶ ὁπόσων ὁ πολὺς ὅμιλος θεατής. τε ἐγένετο καὶ διασώζει τὴν μνήμην ξὺν εὐφημίᾳ, ἅτε ἐς τὸ τέλος ἀφορῶν καὶ τῶν εὖ ἢ κακῶς ἀποβάντων κριτὴς καθεστὼς καὶ ἐπαινέτης οὐ μάλα ἀστεῖος, ἀκηκόατε πολλάκις τῶν μακαρίων σοφιστῶν καὶ τοῦ ποιητικοῦ γένους πρὸς αὐτῶν τῶν μουσῶν ἐπιπνεομένου, ὥστε ὑμᾶς τούτων ἕνεκα καὶ διωχλήκαμεν, μακροτέρους τοὺς ὑπὲρ αὐτῶν ποιούμενοι λόγους· καὶ γάρ ἐστε λίαν αὐτῶν ἤδη διακορεῖς καὶ ὑμῶν ἐστι τὰ ὦτα πλήρη, καὶ οὐ μή ποτε ἐπιλίπωσιν οἱ τούτων ποιηταί, πολέμους ὑμνοῦντες καὶ νίκας ἀνακηρύττοντες λαμπρᾷ τῇ φωνῇ κατὰ τοὺς Ὀλυμπίασι κήρυκας· παρέσχεσθε γὰρ ὑμεῖς τῶν ἀνδρῶν τούτων ἀφθονίαν, ἀσμένως ἐπακούοντες. καὶ οὐδὲν θαυμαστόν. εἰσὶ γὰρ αἱ τούτων ὑπολήψεις ἀγαθῶνπέρι καὶ φαύλων ταῖς ὑμετέραις ξυγγενεῖς, καὶ ἀπαγγέλλουσι πρὸς ὑμᾶς τὰ ὑμῶν αὐτῶν διανοήματα, ἃ ὥσπερ ἐσθῆτι ποικίλῃ τοῖς ὀνόμασι σκιαγραφήσαντες καὶ διαπλάσαντες ἡδίστοις ῥυθμοῖς καὶ σχήμασιν ὡς δή τι καινὸν εὑρόντες εἰς ὑμᾶς φέρουσιν· ὑμεῖς δὲ ἄσμενοι παραδέχεσθε, καὶ ἐκείνους τε οἴεσθε ὀρθῶς ἐπαινεῖν, τούτοις τε ἀποδίδοσθαι τὸ προσῆκόν φατε. τὸ δέ ἐστι μὲν ἴσως ἀληθές, τυχὸν δὲ καὶ ἄλλως ἔχει, ἀγνοούμενον πρὸς ὑμῶν ὅπῃ ποτὲ ἂν ὀρθῶς γίγνοιτο. Ἐπεὶ καὶ τὸν Ἀθηναῖον ἐνενόησα Σωκράτη· [79] ἴστε δὲ ὑμεῖς ἀκοῇ τὸν ἄνδρα καὶ τὸ ἐπ᾿ αὐτῷ κλέος τῆς σοφίας παρὰ τῆς Πυθίας ἐκβοηθέν· οὐ ταῦτα ἐπαινοῦντα οὐδὲ εὐδαίμονας καὶ μακαρίους ὁμολογοῦντα τοὺς πολλὴν κεκτημένους χώραν, πλεῖστα δ᾿ ἔθνη καὶ ἐν αὐτοῖς πολλοὺς μὲν Ἑλλήνων, πλείους δὲ ἔτι καὶ μείζους βαρβάρων καὶ τὸν Ἄθω διορύττειν δυναμένους καὶ σχεδίᾳ τὰς ἠπείρους, ἐπειδὰν ἐθέλωσι διαβαίνειν, συνάπτοντας καὶ ἔθνη καταστρεφομένους καὶ αἱροῦντας νήσους καὶ σαγηνεύοντας καὶ λιβανωτοῦ χίλια τάλαντα καταθύοντας. οὔτε οὖν Ξέρξην ἐκεῖνος ἐπῄνει ποτὲ οὔτε ἄλλον τινὰ Περσῶν ἢ Λυδῶν ἢ Μακεδόνων βασιλέα, ἀλλ᾿ οὐδὲ Ἑλλήνων στρατηγόν, πλὴν σφόδρα ὀλίγων, ὁπόσους ἠπίστατο χαίροντας ἀρετῇ καὶ ἀσπαζομένους ἀνδρείαν μετὰ σωφροσύνης καὶ φρόνησιν μετὰ δικαιοσύνης στέργοντας. Ὅσους δὲ ἀγχίνους ἢ δεινοὺς ἢ στρατηγικοὺς ἢ κομψοὺς καὶ τῷ πλήθει πιθανοὺς ἑώρα, σμίκρ᾿ ἄττα μόρια κατανειμαμένους ἀρετῆς, οὐδὲ τούτους ἐς ἅπαν ἐπῄνει. ἕπεται δὲ αὐτοῦ τῇ κρίσει σοφῶν ἀνδρῶν δῆμος ἀρετὴν θεραπεύοντες, τὰ κλεινὰ δὲ οἶμαι ταῦτα καὶ θαυμαστὰ οἱ μὲν ὀλίγου τινός, οἱ δὲ οὐδενὸς ἄξια λέγοντες. Εἰ μὲν οὖν καὶ ὑμῖν ταύτῃ πῃ ξυνδοκεῖ, δέος οὐ φαῦλόν με ἔχει περὶ τῶν ἔμπροσθεν λόγων καὶ ἐμαυτοῦ, μή ποτε ἄρα τοὺς μὲν παιδιὰν ἀποφήνητε, σοφιστὴν δὲ ἐμὲ γελοῖον καὶ ἀμαθῆ, μεταποιούμενον τέχνης, ἧς σφόδρα ἀπείρως ἔχειν ὁμολογῶ, ὥς γ᾿ ἐμοὶ πρὸς ὑμᾶς ὁμολογητέον ἐστὶ τοὺς ἀληθεῖς ἐπαίνους διεξιόντι καὶ ὧν ἀκούειν ἄξιον ὑμῖν οἴεσθε, εἰ καὶ ἀγροικότεροι καὶ ἐλάττους μακρῷ τῶν ῥηθέντων τοῖς πολλοῖς φαίνοιντο. εἰ δέ, ὅπερ ἔμπροσθεν ἔφην, ἀποδέχεσθε τοὺς ἐκείνων ποιητάς, ἐμοὶ μὲν ἀνεῖται τὸ δέος εὖ μάλα. οὐ γὰρ πάντα ὑμῖν ἄτοπος φανοῦμαι, ἀλλὰ πολλῶν μὲν οἶμαι φαυλότερος, κατ᾿ ἐμαυτὸν δὲ ἐξεταζόμενος οὐ παντάπασιν ἀπόβλητος οὐδὲ [80] ἀτόποις ἐπιχειρῶν. ὑμῖν δὲ ἴσως οὐ ῥᾴδιον σοφοῖς καὶ θείοις ἀπιστεῖν ἀνδράσιν, οἳ δὴ λέγουσι πολλὰ μὲν ἕκαστος ἰδίᾳ, τὸ κεφάλαιον δέ ἐστι τῶν λόγων ἀρετῆς ἔπαινος. ταύτην δὲ τῇ ψυχῇ φασιν ἐμφύεσθαι καὶ αὐτὴν ἀποφαίνειν εὐδαίμονα καὶ βασιλικὴν καὶ ναὶ μὰ Δία πολιτικὴν καὶ στρατηγικὴν Καὶ μεγαλόφρονα καὶ πλουσίαν γε ἀληθῶς οὐ τὸ Κολοφώνιον ἔχουσαν χρυσίον Οὐδ᾿ ὅσα λάϊνος οὐδὸς ἀφήτορος ἐντὸς ἔεργε τὸ πρὶν ἐπ᾿ εἰρήνης, ὅτε ἦν ὀρθὰ τὰ τῶν Ἑλλήνων πράγματα, οὐδὲ ἐσθῆτα πολυτελῆ καὶ ψήφους Ἰνδικὰς καὶ γῆς πλέθρων μυριάδας πάνυ πολλάς, ἀλλ᾿ ὃ πάντων ἅμα τούτων καὶ κρεῖττον καὶ θεοφιλέστερον, ὃ καὶ ἐν ναυαγίαις ἔνεστι διασώσασθαι καὶ ἐν ἀγορᾷ καὶ ἐν δήμῳ καὶ ἐν οἰκίᾳ καὶ ἐπ᾿ ἐρημίας, ἐν λῃσταῖς μέσοις καὶ ἀπὸ τυράννων βιαίων. Ὅλως γὰρ οὐδέν ἐστιν ἐκείνου κρεῖττον, ὃ βιασάμενον καθέξει καὶ ἀφαιρήσεται τὸν ἔχοντα ἅπαξ. ἔστι γὰρ ἀτεχνῶς ψυχῇ τὸ κτῆμα τοῦτο τοιοῦτον, ὁποῖον οἶμαι τὸ φῶς ἡλίῳ. καὶ γὰρ δὴ τοῦδε νεὼς μὲν καὶ ἀναθήματα πολλοὶ πολλάκις ὑφελόμενοι καὶ διαφθείραντες ᾤχοντο, δόντες μὲν ἄλλοι τὴν δίκην, ἄλλοι δὲ ὠλιγωρηθέντες ὡς οὐκ ἄξιοι κολάσεως εἰς ἐπανόρθωσιν φερούσης· τὸ φῶς δὲ οὐδεὶς αὐτὸν ἀφαιρεῖται, οὐδὲ ἐν ταῖς συνόδοις ἡ σελήνη τὸν κύκλον ὑποτρέχουσα, οὐδὲ εἰς αὑτὴν δεχομένη τὴν ἀκτῖνα καὶ ἡμῖν πολλάκις, τοῦτο δὴ τὸ λεγόμενον, ἐκ μεσημβρίας νύκτα δεικνῦσα. ἀλλ᾿ οὐδὲ αὐτὸς αὑτὸν ἀφαιρεῖται φωτὸς τὴν σελήνην ἐξ ἐναντίας ἱσταμένην περιλάμπων καὶ μεταδιδοὺς αὐτῇ τῆς αὑτοῦ φύσεως οὐδὲ τὸν μέγαν καὶ θαυμαστὸν τουτονὶ κόσμον ἐμπλήσας αὐγῆς καὶ ἡμέρας. οὔκουν Οὐδὲ ἀνὴρ ἀγαθὸς ἀρετῆς μεταδιδοὺς ἄλλῳ τῷ μεταδοθέντι μεῖον ἔχων ἐφάνη ποτέ· οὕτω θεῖόν [81] ἐστι κτῆμα καὶ πάγκαλον, καὶ οὐ ψευδὴς ὁ λόγος τοῦ Ἀθηναίου ξένου, ὅστις ποτὲ ἄρα ἦν ἐκεῖνος ὁ θεῖος ἀνήρ· πᾶς γὰρ ὅ τε ὑπὸ γῆς καὶ ἐπὶ γῆς χρυσὸς ἀρετῆς οὐκ ἀντάξιος. θαρροῦντες οὖν ἤδη πλούσιον καλῶμεν τὸν ταύτην ἔχοντα, οἶμαι δὲ ἐγὼ καὶ εὐγενῆ καὶ βασιλέα μόνον τῶν ἁπάντων, εἴ τῳ ξυνδοκεῖ. κρείττων μὲν εὐγένεια φαυλότητος γένους, κρείττων δὲ ἀρετὴ διαθέσεως οὐ πάντη σπουδαίας. καὶ μή τις οἰέσθω τὸν λόγον δύσεριν καὶ βίαιον εἰς τὴν συνήθειαν ἀφορῶν τῶν ὀνομάτων· φασὶ γὰρ οἱ πολλοὶ τοὺς ἐκ πάλαι πλουσίων εὐγενεῖς. καίτοι πῶς οὐκ ἄτοπον μάγειρον μὲν ἢ σκυτέα καὶ ναὶ μὰ Δία κεραμέα τινὰ χρήματα ἐκ τῆς τέχνης ἢ καὶ ἄλλοθέν ποθεν ἀθροίσαντα μὴ δοκεῖν εὐγενῆ μηδὲ ὑπὸ τῶν πολλῶν ἐπονομάζεσθαι τοῦτο τὸ ὄνομα, εἰ δὲ ὁ τούτου παῖς διαδεξάμενος τὸν κλῆρον εἰς τοὺς ἐκγόνους διαπορθμεύσειε, τούτους δὲ ἤδη μέγα φρονεῖν καὶ τοῖς Πελοπίδαις ἢ τοῖς Ἡρακλείδαις ὑπὲρ τῆς εὐγενείας ἁμιλλᾶσθαι; ἀλλ᾿ οὐδὲ ὅστις προγόνων ἀγαθῶν ἔφυ, αὐτὸς δὲ ἐπὶ τὴν ἐναντίαν τοῦ βίου ῥοπὴν κατηνέχθη, δικαίως ἂν μεταποιοῖτο τῆς πρὸς ἐκείνους ξυγγενείας, εἰ μηδὲ ἐς τοὺς Πελοπίδας ἐξῆν ἐγγράφεσθαι τοὺς μὴ φέροντας ἐπὶ τὸν ὤμον τοῦ γένους τὰ γνωρίσματα. λόγχη δὲ λέγεται περὶ τὴν Βοιωτίαν τοῖς Σπαρτοῖς ἐντυπωθῆναι παρὰ τῆς τεκούσηςκαὶ θρεψαμένης αὐτοὺς βώλου, καὶ τὸ ἐντεῦθεν ἐπὶ πολὺ διασωθῆναι τοῦτο τῷ γένει σύμβολον. ἐπὶ δὲ τῶν ψυχῶν οὐδὲν οἰόμεθα δεῖν ἐγκεχαράχθαι τοιοῦτον, ὃ τοὺς πατέρας ἡμῖν ἀκριβῶς κατερεῖ καὶ ἀπελέγξει τὸν τόκον γνήσιον; ὑπάρχειν δέ φασι καὶ Κελτοῖς ποταμὸν ἀδέκαστον κριτὴν τῶν ἐκγόνων· καὶ οὐ πείθουσιν αὐτὸν οὔτε αἱ μητέρες ὀδυρόμεναι συγκαλύπτειν αὐταῖς καὶ ἀποκρύπτειν τὴν ἁμαρτάδα οὔτε [82] οἱ πατέρες ὑπὲρ τῶν γαμετῶν καὶ τῶν ἐκγόνων ἐπὶ τῇ κρίσει δειμαίνοντες, ἀτρεκὴς δέ ἐστι καὶ ἀψευδὴς κριτής. ἡμᾶς δὲ δεκάζει μὲν πλοῦτος, δεκάζει δὲ ἰσχὺς καὶ ὥρα σώματος καὶ δυναστεία προγόνων ἔξωθεν ἐπισκιάζουσα, καὶ οὐκ ἐπιτρέπει διορᾶν οὐδὲ ἀποβλέπειν ἐς τὴν ψυχήν, ᾗπερ δὴ τῶν ἄλλων ζῴων διαφέροντες εἰκότως ἂν κατ᾿ αὐτὸ τὴν ὑπὲρ τῆς εὐγενείας ποιοίμεθα κρίσιν. καί μοι δοκοῦσιν εὐστοχίᾳ φύσεως οἱ πάλαι θαυμαστῇ χρώμενοι, καὶ οὐκ ἐπίκτητον ὥσπερ ἡμεῖς ἔχοντες τὸ φρονεῖν, οὔτι πλαστῶς, ἀλλ᾿ αὐτοφυῶς φιλοσοφοῦντες, τοῦτο κατανοῆσαι, καὶ τὸν Ἡρακλέα τοῦ Διὸς ἀνειπεῖν ἔκγονον καὶ τὼ τῆς Λήδας υἱέε, Μίνω τε οἶμαι τὸν νομοθέτην καὶ Ῥαδάμανθυν τὸν Κνώσιον τῆς αὐτῆς ἀξιῶσαι φήμης· καὶ ἄλλους δὲ ἄλλων ἐκγόνους ἀνεκήρυττον πολλοὺς διαφέροντας τῶν φύσει πατέρων. ἔβλεπον γὰρ ἐς τὴν ψυχὴν αὐτὴν καὶ τὰς πράξεις, ἀλλ᾿ οὐκ ἐς πλοῦτον βαθὺνκαὶ χρόνῳ πολιόν, οὐδὲ δυναστείαν ἐκ πάππων τινῶν καὶ ἐπιπάππων ἐς αὐτοὺς ἥκουσαν· καίτοι γε ὑπῆρχέ τισιν οὐ παντάπασιν ἀδόξων γενέσθαι πατέρων· ἀλλὰ διὰ τὴν ὑπερβολὴν ἧς ἐτίμων τε καὶ ἐθεράπευον ἀρετῆς αὐτῶν ἐνομίζοντο τῶν θεῶν παῖδες. δῆλον δὲ ἐνθένδε· ἄλλων γὰρ οὐδὲ εἰδότες τοὺς φύσει γονέας ἐς τὸ δαιμόνιον ἀνῆπτον τὴν φήμην, τῇ περὶ αὐτοὺς ἀρετῇ χαριζόμενοι. καὶ οὐ πειστέον τοῖς λέγουσιν, ὡς ἄρα ἐκεῖνοι ὑπ᾿ ἀμαθίας ἐξαπατώμενοι ταῦτα τῶν θεῶν κατεψεύδοντο. εἰ γὰρ δὴ καὶ ἐπὶ τῶν ἄλλων εἰκὸς ἦν ἐξαπατηθῆναι θεῶν ἢ δαιμόνων, σχήματα περιτιθέντας ἀνθρώπινα καὶ μορφὰς τοιαύτας, ἀφανῆ μὲν αἰσθήσει καὶ ἀνέφικτον κεκτημένων αὐτῶν φύσιν, νῷ δὲ ἀκριβεῖ διὰ ξυγγένειαν μόλις προσπίπτουσαν· οὔτι γε καὶ ἐπὶ τῶν ἐμφανῶν θεῶν τοῦτο παθεῖν εὔλογον ἐκείνους, Ἡλίου μὲν ἐπιφημίζοντας Αἰήτην υἱέα, Ἑωσφόρου δὲ ἕτερον, καὶ ἄλλους ἄλλων. ὅπερ δὲ ἔφην, χρὴ περὶ αὐτῶν πειθομένους [83] ἡμᾶς ταύτην ποιεῖσθαι τὴν ὑπὲρ τῆς εὐγενείας ἐξέτασιν· καὶ ὅτῳ μὲν ἂν ὦσιν ἀγαθοὶ πατέρες καὶ αὐτὸς ἐκείνοις ἐμφερής, τοῦτον ὀνομάζειν θαρρούντως εὐγενῆ· ὅτῳ δὲ τὰ μὲν τῶν πατέρων ὑπῆρξεν ἀρετῆς ἐνδεᾶ, αὐτὸς δὲ μετεποιήθη τούτου τοῦ κτήματος, τούτου δὲ νομιστέον πατέρα τὸν Δία καὶ φυτουργόν, καὶ οὐδὲν μεῖον αὐτῷ δοτέον ἐκείνων, οἳ γεγονότες πατέρων ἀγαθῶν τοὺς σφῶν τοκέας ἐζήλωσαν· ὅστις δὲ ἐξ ἀγαθῶν γέγονε μοχθηρός, τοῦτον τοῖς νόθοις ἐγγράφειν ἄξιον· τοὺς δὲ ἐκ μοχθηρῶν φῦντας καὶ προσομοίους τοῖς αὑτῶν τοκεῦσιν οὔποτε εὐγενεῖς φατέον, οὐδὲ εἰ πλουτοῖεν ταλάντοις μυρίοις, οὐδὲ εἰ ἀπαριθμοῖντο προγόνους δυνάστας ἢ ναὶ μὰ Δία τυράννους εἴκοσιν, οὐδὲ εἰ νίκας Ὀλυμπιακὰς ἢ Πυθικὰς ἢ τῶν πολεμικῶν ἀγώνων, αἳ δὴ τῷ παντὶ ἐκείνων εἰσὶ λαμπρότεραι, ἀνελομένους ἔχοιεν δείκνυσθαι πλείους ἢ Καῖσαρ ὁ πρῶτος, ὀρύγματά τε τὰ Ἀσσύρια καὶ τὰ Βαβυλωνίων τείχη πυραμίδας τε ἐπ᾿ αὐτοῖς τὰς Αἰγυπτίων, καὶ ὅσα ἄλλα πλούτου καὶ χρημάτων καὶ τρυφῆς γέγονε σημεῖα καὶ διανοίας ὑπὸ φιλοτιμίας ἀναφλεγομένης καὶ ἀπορουμένης ἐς ὅ,τι τῷ πλούτῳ χρήσεται, εἶτα ἐς τοῦτο τὰς τῶν χρημάτων εὐπορίας καταβαλλομένης. εὖ γὰρ δὴ ἴστε, ὡς οὔτε πλοῦτος ἀρχαῖος ἢ νεωστί ποθεν ἐπιρρέων βασιλέα ποιεῖ οὔτε ἁλουργὲς ἱμάτιον οὔτε τιάρα καὶ σκῆπτρον καὶ διάδημα καὶ θρόνος ἀρχαῖος, ἀλλ᾿ οὐδὲ ὁπλῖται πολλοὶ καὶ ἱππεῖς μυρίοι, οὐδὲ εἰ πάντες ἄνθρωποι βασιλέα σφῶν τοῦτον ὁμολογοῖεν συνελθόντες, ὅτι μηδὲ ἀρετὴν οὗτοι χαρίζονται, ἀλλὰ δυναστείαν μὲν οὐ μάλα εὐτυχῆ τῷ λαβόντι, πολὺ δὲ πλέον τοῖς παρασχομένοις. δεξάμενος γὰρ ὁ τοιοῦτος αἴρεται μετέωρος ἐπίπαν, οὐδὲν διαφέρων τοῦ περὶ τὸν Φαέθοντα μύθου καὶ πάθους. καὶ οὐδὲν ἑτέρων δεῖ παραδειγμάτων πρὸς πίστιν τῷ λόγῳ, τοῦ βίου παντὸς [84] ἀναπεπλησμένου τοιούτων παθημάτων καὶ ἐπ᾿ αὐτοῖς λόγων. ὑμῖν δὲ εἰ θαυμαστὸν δοκεῖ τὸ μὴδικαίως μεταποιεῖσθαι τῆς καλῆς ταύτης καὶ θεοφιλοῦς ἐπωνυμίας τοὺς πολλῆς μὲν γῆς καὶ ἐθνῶν ἀπείρων ἄρχοντας, γνώμῃ δὲ αὐτεξουσίῳ δίχα νοῦ καὶ φρονήσεως καὶ τῶν ταύτῃ ξυνεπομένων ἀρετῶν τὰ προστυχόντα κρίνοντας· ἴστε οὐδὲ ἐλευθέρους ὄντας, οὐ μόνον εἰ τὰ παρόντα οὐδενός σφισιν ἐμποδὼν ὄντος ἔχοιεν καὶ ἐμφοροῖντο τῆς ἐξουσίας, ἀλλὰ καὶ εἰ τῶν ἐπιστρατευόντων κρατοῖεν καὶ ἐπιόντες ἀνυπόστατοί τινες καὶ ἄμαχοι φαίνοιντο. εἰ δὲ ἀπιστεῖ τις ὑμῶν τῷ λόγῳ τῷδε, μάλα ἐμφανῶν μαρτύρων οὐκ ἀπορήσομεν, Ἑλλήνων ὁμοῦ καὶ βαρβάρων, οἳ μάχας πολλὰς καὶ ἰσχυρὰς λίαν μαχεσάμενοι καὶ νενικηκότες ἔθνη μὲν ἐκτῶντο καὶ αὑτοῖς φόρους ἀπάγειν κατηνάγκαζον, ἐδούλευον δὲ αἴσχιον ἐκείνων ἡδονῇ καὶ τρυφῇ καὶ ἀκολασίᾳ καὶ ὕβρει καὶ ἀδικίᾳ. τούτους δὲ οὐδὲ ἰσχυροὺς ἂν φαίη νοῦν ἔχων ἀνήρ, εἰ καὶ ἐπιφαίνοιτο καὶ ἐπιλάμποι μέγεθος τοῖς ἔργοις. μόνος γάρ ἐστι τοιοῦτος ὁ μετὰ ἀρετῆς ἀνδρεῖος καὶ μεγαλόφρων· ὅστις δὲ ἥττων μὲν ἡδονῶν, ἀκράτωρ δὲ ὀργῆς καὶ ἐπιθυμιῶν παντοιῶν, καὶ ὑπὸ σμικρῶν ἀπαγορεύειν ἀναγκαζόμενος, οὗτος δὲ οὐδὲ ἰσχυρὸς οὐδὲ ἀνδρεῖος ἀνθρωπίνην ἰσχύν· ἐπιτρεπτέον δὲ ἴσως αὐτῷ κατὰ τοὺς ταύρους ἢ τοὺς λέοντας ἢ τὰς παρδάλεις τῇ ῥώμῃ γάνυσθαι, εἰ μὴ καὶ ταύτην ἀποβαλὼν καθάπερ οἱ κηφῆνες ἀλλοτρίοις ἐφέστηκε πόνοις, αὐτὸς ὢν μαλθακὸς αἰχμητὴς καὶ δειλὸς καὶ ἀκόλαστος. τοιοῦτος δὲ ὢν οὐ μόνον ἀληθοῦς ἐνδεὴς πλούτου καθέστηκεν, ἀλλὰ καὶ τοῦ πολυτιμήτου καὶ σεμνοῦ καὶ ἀγαπητοῦ, ἐξ οὗ παντοδαπαὶκρεμάμεναι ψυχαὶ πράγματα ἔχουσι μυρία καὶ πόνους, τοῦ καθ᾿ ἡμέραν κέρδους ἕνεκα πλεῖν τε ὑπομένουσαι [85] καὶ καπηλεύειν καὶ λῃστεύειν καὶ ἀναρπάζειν τὰς τυραννίδας. ζῶσι γὰρ ἀεὶ μὲν κτώμενοι, ἀεὶ δὲ ἐνδεεῖς, οὔτι τῶν ἀναγκαίων φημὶ σιτίων καὶ ποτῶν καὶ ἐσθημάτων· ὥρισται γὰρ ὁ τοιοῦτος πλοῦτος εὖ μάλα παρὰ τῆς φύσεως, καὶ οὐκ ἔστιν αὐτοῦ στέρεσθαι οὔτε τοὺς ὄρνιθας οὔτε τοὺς ἰχθῦς οὔτε τὰ θηρία, ἀλλ᾿ οὐδὲ ἀνθρώπων τοὺς σώφρονας· ὅσους δὲ ἐνοχλεῖ χρημάτων ἐπιθυμία καὶ ἔρως δυστυχής, τούτους δὲ ἀνάγκη πεινῆν διὰ βίου καὶ ἀθλιώτερον ἀπαλλάττειν μακρῷ τῶν τῆς ἐφημέρου τροφῆς ἐνδεομένων. τούτοις μὲν γὰρ ἀποπλήσασι τὴν γαστέρα πολλὴ γέγονεν εἰρήνη καὶ ἀνοκωχὴ τῆς ἀλγηδόνος, ἐκείνοις δὲ οὔτε ἡμέρα πέφηνεν ἀκερδὴς ἡδεῖα, οὔτε εὐφρόνη τὸν λυσιμελῆ καὶ λυσιμέριμνον ὕπνον ἐπάγουσα παῦλαν ἐνεποίησε τῆς ἐμμανοῦς λύττης, στροβεῖ δὲ αὐτῶν καὶ στρέφει τὴν ψυχὴν ἐκλογιζομένων καὶ ἀπαριθμουμένων τὰ χρήματα· καὶ οὐκ ἐξαιρεῖται τοὺς ἄνδρας τῆς ἐπιθυμίας καὶ τῆς ἐπ᾿ αὐτῇ ταλαιπωρίας οὐδὲ ὁ Ταντάλου καὶ Μίδου πλοῦτος περιγενόμενος οὐδὲ ἡ μεγίστη καὶ χαλεπωτάτη δαιμόνων τυραννὶς προσγενομένη. ἢ γὰρ οὐκ ἀκηκόατε Δαρεῖον τὸν Περσῶν μονάρχην, οὐ παντάπασι μοχθηρὸν ἄνθρωπον, δυσέρωτα δὲ αἰσχρῶς εἰς χρήματα καὶ νεκρῶν θήκας ὑπὸ τῆς ἐπιθυμίας διορύττειν καὶ πολυτελεῖς ἐπιτάττεινφόρους; ὅθεν αὐτῷ τὸ κλεινὸν ὄνομα γέγονε κατὰ πάντας ἀνθρώπους· ἐκάλουν γὰρ αὐτὸν Περσῶν οἱ γνώριμοι ὅτιπερ Ἀθηναῖοι τὸν Σάραμβον. Ἀλλ᾿ ἔοικε γὰρ ὁ λόγος, ὥσπερ ὁδοῦ τινος κατάντους ἐπιλαβόμενος, ἀφειδῶς ἐμφορεῖσθαι τῆς καταρρήσεως καὶ πέρα τοῦ δέοντος κολάζειν τῶν ἀνδρῶν τοὺς τρόπους, ὥστε οὐκ ἐπιτρεπτέον αὐτῷ περαιτέρω φοιτᾶν. ἀπαιτητέον δὲ εἰς δύναμιν τὸν [86] ἀγαθὸν ἄνδρα καὶ βασιλικὸν καὶ μεγαλόφρονα. ἔστι δὲ πρῶτον μὲν εὐσεβὴς καὶ οὐκ ὀλίγωρος θεραπείας θεῶν, εἶτα ἐς τοὺς τοκέας ζῶντάς τε οἶμαι καὶ τελευτήσαντας ὅσιος καὶ ἐπιμελής, ἀδελφοῖς τε εὔνους, καὶ ὁμογνίους θεοὺς αἰδούμενος, ἱκέταις καὶ ξένοις πρᾷος καὶ μείλιχος, τοῖς μὲν ἀγαθοῖς τῶν πολιτῶν ἀρέσκειν ἐθέλων, τῶν πολλῶν δὲ ἐπιμελόμενος ἐν δίκῃ καὶ ἐπ᾿ ὠφελείᾳ· ἀγαπᾷ δὲ πλοῦτον, οὔτι τὸν χρυσῷ καὶ ἀργύρῳ βριθόμενον, φίλων δὲ ἀληθοῦς εὐνοίας καὶ ἀκολακεύτου θεραπείας μεστόν· ἀνδρεῖος μὲν φύσει καὶ μεγαλοπρεπής, πολέμῳ δὲ ἥκιστα χαίρων καὶ στάσιν ἐμφύλιον ἀπεχθαίρων, τούς γε μὴν ἔκ τινος τύχης ἐπιφυομένους ἢ διὰ τὴν σφῶν αὐτῶν μοχθηρίαν ἀνδρείως ὑφιστάμενος καὶ ἀμυνόμενος ἐγκρατῶς, τέλος τε ἐπάγων τοῖς ἔργοις καὶ οὐ πρότερον ἀφιστάμενος, πρὶν ἂν ἐξέλῃ τῶν πολεμίων τὴν δύναμιν καὶ ὑποχείριον αὑτῷ ποιήσηται. κρατήσας δὲ μετὰ τῶν ὅπλων Ἔπαυσε τὸ ξίφος φόνων, μίασμα κρίνων τὸν οὐκ ἀμυνόμενον ἔτι κτείνειν καὶ ἀναιρεῖν. φιλόπονος δὲ ὢν φύσει καὶ μεγαλόψυχος κοινωνεῖ μὲν ἅπασι τῶν πόνων, καὶ ἔχειν ἐν αὐτοῖς τὸ πλέον ἀξιοῖ, μεταδίδωσι δὲ ἐκείνοις τῶν κινδύνων τὰ ἔπαθλα, χαίρων καὶ γεγηθὼς οὔτι τῷ πλέον ἔχειν τῶν ἄλλων χρυσίον καὶ ἀργύριον καὶ ἐπαύλεις κόσμῳ πολυτελεῖ κατεσκευασμένας, ἀλλὰ τῷ πολλοὺς μὲν εὖ ποιεῖν δύνασθαι, χαρίζεσθαι δὲ ἅπασιν ὅτου ἂν τύχωσιν ἐνδεεῖς ὄντες· τούτων αὑτὸν ὅ γε ἀληθινὸς ἀξιοῖ βασιλεύς. φιλόπολις δὲ ὢν καὶ φιλοστρατιώτης τῶν μὲν καθάπερ νομεὺς ποιμνίων ἐπιμελεῖται, προνοῶν ὅπως ἂν αὐτῷ θάλλῃ καὶ εὐθηνῆται τὰ θρέμματα δαψιλοῦς καὶ ἀταράχου τῆς νομῆς ἐμπιμπλάμενα, τοὺς δὲ ἐφορᾷ καὶ συνέχει, πρὸς ἀνδρείαν καὶ ῥώμην καὶ πρᾳότητα γυμνάζων καθάπερ σκύλακας εὐφυεῖς καὶ γενναίους τῆς ποίμνης φύλακας, [87] ἔργων τε αὑτῷ κοινωνοὺς καὶ ἐπικούρους τῷ πλήθει νομίζων, ἀλλ᾿ οὐχὶ ἁρπακτῆράς τινας οὐδὲ λυμεῶνας τῶν ποιμνίων καθάπερ οἱ λύκοι καὶ κυνῶν οἱ φαυλότατοι, οἳ τῆς αὑτῶν φύσεως καὶ τροφῆς ἐπιλαθόμενοι ἀντὶ σωτήρων καὶ προαγωνιστῶν ἀνεφάνησαν αὐτοὶ δηλήμονες· οὐδὲ μὴν ὑπνηλοὺς ἀνέξεται εἶναι καὶ ἀργοὺς καὶ ἀπολέμους, ὅπως ἂν μὴ φυλάκων ἑτέρων οἱ φρουροὶ δέωνται, ἀλλ᾿ οὐδὲ ἀπειθεῖς τοῖς ἄρχουσιν, εἰδὼς ὅτι τοῦτο μάλιστα πάντων, ἔστι δὲ ὅπου καὶ μόνον ἀπόχρη σωτήριον ἐπιτήδευμαπρὸς πόλεμον· πόνων δὲ ἁπάντων ἀδεεῖς καὶ ἀτεράμονας, οὔτι ῥᾳθύμους ἐργάσεται, ἐπιστάμενος ὅτι μὴ μέγα ὄφελος φύλακος τὸν πόνον φεύγοντος καὶ οὐ δυναμένου καρτερεῖν οὐδὲ ἀντέχειν πρὸς κάματον. ταῦτα δὲ οὐ παραινῶν μόνον οὐδὲ ἐπαινῶν τοῦς ἀγαθοὺς προθύμως καὶ χαριζόμενος ἢ κολάζων ἐγκρατῶς καὶ ἀπαραιτήτως ξυμπείθει καὶ βιάζεται, ἀλλὰ πολὺ πρότερον αὑτὸν τοιοῦτον ἐπιδεικνύων, ἀπεχόμενος μὲν ἡδονῆς ἁπάσης, χρημάτων δὲ οὐδὲν οὔτε σμικρὸν οὔτε μεῖζον ἐπιθυμῶν καὶ ἀφαιρούμενος τῶν ὑπηκόων, ὕπνῳ τε εἴκων ὀλίγα καὶ τὴν ἀργίαν ἀποστρεφόμενος, ἀληθῶς γὰρ οὐδεὶς οὐδενὸς εἰς οὐδὲν ἄξιος καθεύδων ἀνὴρ ἢ καὶ ἐγρηγορὼς τοῖς καθεύδουσιν ἐμφερής. πειθομένους δὲ αὐτοὺς ἕξει καλῶς αὑτῷ τε οἶμαι καὶ τοῖς ἄρχουσιν, εἰ τοῖς ἀρίστοις πειθόμενος νόμοις καὶ τοῖς ὀρθοῖς ξυνεπόμενος διατάγμασι δῆλος εἴη, καὶ ὅλως τὴν ἡγεμονίαν ἀποδοὺς τῷ φύσει βασιλικῷ καὶ ἡγεμονικῷ τῆς ψυχῆς μορίῳ, ἀλλ᾿ οὐ τῷ θυμοειδεῖ καὶ ἀκολάστῳ. καὶ καρτερεῖν δὲ καὶ ὑπομένειν τόν τε ἐπὶ στρατιᾶς καὶ ἐν τοῖς ὅπλοις κάματον ὁπόσα τε κατὰ τὴν εἰρήνην ἐξηυρέθη γυμνάσια μελέτης ἕνεκα τῆς πρὸς τοὺς ὀθνείους ἀγῶνας, πῶς ἄν τις μάλιστα πείσας εἴη, ἢ δῆλον ὡς αὐτὸς ὁρώμενος καρτερὸς καὶ ἀδαμάντινος; ἔστι γὰρ ἀληθῶς [88] ἥδιστον θέαμα στρατιώτῃ πονουμένῳ σώφρων αὐτοκράτωρ, συνεφαπτόμενος ἔργων καὶ προθυμούμενοςκαὶ παρακαλῶν καὶ ἐν τοῖς δοκοῦσι φοβεροῖς φαιδρὸς καὶ ἀδεὴς καὶ ὅπου λίαν θαρροῦσι σεμνὸς καὶ ἐμβριθής. πέφυκε γὰρ ἐξομοιοῦσθαι πρὸς τὸν ἄρχοντα τὰ τῶν ὑπηκόων εὐλαβείας πέρι καὶ θράσους. προνοητέον δὲ αὐτῷ τῶν εἰρημένων οὐ μεῖον ὅπως ἄφθονον τὴν τροφὴν ἔχωσι καὶ οὐδενὸς τῶν ἀναγκαίων ἐνδέωνται. πολλάκις γὰρ οἱ πιστότατοι τῶν ποιμνίων φρουροὶ καὶ φύλακες ὑπὸ τῆς ἐνδείας ἀναγκαζόμενοι ἄγριοί τέ εἰσι τοῖς νομεῦσι καὶ αὐτοὺς πόρρωθεν ἰδόντες περιυλακτοῦσι καὶ οὐδὲ τῶν προβάτων ἀπέσχοντο. Τοιοῦτος μὲν ἐπὶ στρατοπέδων ὁ γενναῖος, πόλει δὲ σωτὴρ καὶ κηδεμών, οὔτι τοὺς ἔξωθεν μόνον ἀπείργων κινδύνους οὐδὲ ἀντιταττόμενος ἢ καὶ ἐπιστρατεύων βαρβάροις γείτοσι· στάσιν δὲ ἐξαιρῶν καὶ ἔθη μοχθηρὰ καὶ τρυφὴν καὶ ἀκολασίαν τῶν μεγίστων κακῶν παρέξει ῥᾳστώνην. ὕβριν δὲ ἐξείργων καὶ παρανομίαν καὶ ἀδικίαν καὶ ἐπιθυμίαν ἀμέτρου κτήσεως τὰς ἐκ τούτων ἀναφυομένας στάσεις καὶ ἔριδας εἰς οὐδὲν χρηστὸν τελευτώσας οὐδὲ τὴν ἀρχὴν ἀνέξεται φῦναι, γενομένας δὲ ὡς ἔνι τάχιστα ἀφανιεῖ καὶ ἐξελάσει τῆς αὑτοῦ πόλεως. λήσεται δὲ αὐτὸν οὐδεὶς ὑπερβὰς τὸν νόμον καὶ βιασάμενος, οὐ μᾶλλον ἢ τῶν πολεμίων τις τὸν χάρακα. φύλαξ δὲ ὢν ἀγαθὸς τῶν νόμων, ἀμείνων ἔσται δημιουργός, εἴ ποτε καιρὸς καὶ τύχη καλοίη· καὶ οὐδεμία μηχανὴ πείθει τὸν τοιοῦτον ψευδῆ καὶ κίβδηλον καὶ νόθον Τοῖς κειμένοις ἐπεισάγειν νόμον, οὐ μᾶλλον ἢ τοῖς αὑτοῦ παισὶ δούλειον καὶ ἀγεννὲς ἐπεισαγαγεῖν σπέρμα. δίκης δὲ αὐτῷ μέλει καὶ θέμιδος, καὶ οὔτε γονεῖς οὔτε ξυγγενεῖς καὶ φίλοι πείθουσι καταχαρίσασθαί σφιν καὶ προδοῦναι τὸ ἔνδικον. [89] ὑπολαμβάνει γὰρ ἁπάντων εἶναι τὴν πατρίδα κοινὴν ἑστίαν καὶ μητέρα, πρεσβυτέραν μὲν καὶ σεμνοτέραν τῶν πατέρων, φιλτέραν δὲ ἀδελφῶν καὶ ξένων καὶ φίλων· ἧς ἀποσυλῆσαι τὸν νόμον καὶ βιάσασθαι μεῖζον ἀσέβημα κρίνει τῆς περὶ τὰ χρήματα τῶν θεῶν παρανομίας. ἔστι γὰρ ὁ νόμος ἔκγονος τῆς δίκης, ἱερὸν ἀνάθημα καὶ θεῖον ἀληθῶς τοῦ μεγίστου θεοῦ, ὃν οὐδαμῶς ὅ γε ἔμφρων ἀνὴρ περὶ σμικροῦ ποιήσεται οὐδὲ ἀτιμάσει· ἀλλὰ ἐν δίκῃ πάντα δρῶν τοὺς μὲν ἀγαθοὺς τιμήσει προθύμως, τοὺς μοχθηροὺς δὲ ἐς δύναμιν ἰᾶσθαι καθάπερ ἰατρὸς ἀγαθὸς προθυμήσεται. Διττῶν δὲ ὄντων τῶν ἁμαρτημάτων, καὶ τῶν μὲν ὑποφαινόντων ἐλπίδας ἀμείνους καὶ οὐ πάντη τὴν θεραπείαν ἀπεστραμμένων, τῶν δὲ ἀνίατα πλημμελούντων· τούτοις δὲ οἱ νόμοι θάνατον λύσιν τῶν κακῶν ἐπενόησαν, οὐκ εἰς τὴν ἐκείνων μᾶλλον, εἰς δὲ τὴν ἄλλων ὠφέλειαν· διττὰς δ᾿ ἀνάγκη τὰς κρίσεις γίγνεσθαι. οὐκοῦν τῶν μὲν ἰασίμων αὑτῷ προσήκειν ὑπολήψεται τήν τε ἐπίγνωσιν καὶ τὴν θεραπείαν, ἀφέξεται δὲ τῶν ἄλλων μάλα ἐρρωμένως, καὶ οὐκ ἄν ποτε ἑκὼν ἅψαιτο κρίσεως, ἐφ᾿ ᾗ θάνατος ἡ ζημία παρὰ τῶν νόμων τοῖς ὠφληκόσι τὴν δίκην Προηγόρευται. νομοθετῶν δὲ ὑπὲρ τῶν τοιούτων ὕβριν μὲν καὶ χαλεπότητα καὶ πικρίαν τῶν τιμωριῶν ἀφαιρήσει, ἀποκληρώσει δὲ αὐτοῖς ἀνδρῶν σωφρόνων καὶ διὰ παντὸς τοῦ βίου βάσανον οὐ φαύλην τῆς αὑτῶν ἀρετῆς παρασχομένων δικαστήριον, οἳ μηδὲν αὐθαδῶς μηδὲ ὁρμῇ τινι παντελῶς ἀλόγῳ χρώμενοι, ἐν ἡμέρας μορίῳ σμικρῷ βουλευσάμενοι, τυχὸν δὲ οὐδὲ βουλῇ δόντες, ὑπὲρ ἀνδρὸς πολίτου τὴν μέλαιναν οἴσουσι ψῆφον. αὐτῷ δὲ οὔτε ἐν τῇ χειρὶ ξίφος εἰς πολίτου, κἂν ἀδικῇ τὰ ἔσχατα, φόνον οὔτε ἐν τῇ ψυχῇ κέντρον ὑπεῖναι χρή, ὅπου καὶ τὴν τῶν μελιττῶν ὁρῶμεν βασιλεύουσαν καθαρὰν ὑπὸ τῆς φύσεως πλήκτρου γενομένην. [90] ἀλλ᾿ οὐκ εἰς μελίττας βλεπτέον, εἰς αὐτὸν δὲ οἶμαι τῶν θεῶν τὸν βασιλέα οὗπερ εἶναι χρὴ τὸν ἀληθῶς ἄρχοντα προφήτην καὶ ὑπηρέτην. οὐκοῦν ὅσα μὲν ἀγαθὰ γέγονε παντελῶς τῆς ἐναντίας ἄμικτα φύσεως καὶ ἐπ᾿ ὠφελείᾳ κοινῇ τῶν ἀνθρώπων καὶ τοῦ παντὸς κόσμου, τούτων δὲ αὐτὸς ἦν τε καὶ ἔστι δημιουργός· τὰ κακὰ δὲ οὔτ᾿ ἐγέννησεν οὔτ᾿ ἐπέταξεν εἶναι, ἀλλ᾿ αὐτὰ μὲν ἐφυγάδευσεν ἐξ οὐρανοῦ, περὶ δὲ τὴν γῆν στρεφόμενα καὶ τὴν ἐκεῖθεν ἀποικίαν σταλεῖσαν τῶν ψυχῶν διαλαβόμενα κρίνειν ἐπέταξε καὶ διακαθαίρειν τοῖς αὑτοῦ παισὶ καὶ ἐγγόνοις. τούτων δὲ οἱ μέν εἰσι σωτῆρες καὶ ἐπίκουροι τῆς ἀνθρωπίνης φύσεως, ἄλλοι δὲ ἀπαραίτητοι κριταί, τῶν ἀδικημάτων ὀξεῖαν καὶ δεινὴν ἐπάγοντες δίκην ζῶσί τε ἀνθρώποις καὶ ἀπολυθεῖσι τῶν σωμάτων, οἱ δὲ ὥσπερ δήμιοι τιμωροί τινες καὶ ἀποπληρωταὶ τῶν δικασθέντων, ἕτερον τῶν φαύλων καὶ ἀνοήτων δαιμόνων τὸ φῦλον· ἃ δὴ μιμητέον τῷ γενναίῳ καὶ θεοφιλεῖ, καὶ μεταδοτέον πολλοῖς μὲν τῆς ἑαυτοῦ ἀρετῆς διὰ φιλίας ἐς ταύτην τὴν κοινωνίαν προσληφθεῖσιν. ἀρχὰς δὲ ἐπιτρεπτέον οἰκείας ἑκάστου τῇ φύσει καὶ προαιρέσει, τῷ μὲν ἀνδρώδει καὶ τολμηρῷ καὶ μεγαλοθύμῳ μετὰ ξυνέσεως στρατιωτικάς, ἵν᾿ εἰς δέον ἔχῃ τῷ θυμῷ χρῆσθαι καὶ τῇ ῥώμῃ, τῷ δικαίῳ δὲ καὶ πρᾴῳ καὶ φιλανθρώπῳ καὶ πρὸς οἶκτον εὐχερῶς ἐπικλωμένῳ τῶν πολιτικῶν τὰς ἀμφὶ τὰ συναλλάγματα, βοηθείας τοῖς ἀσθενεστέροις καὶ ἁπλουστέροις μηχανώμενον καὶ πένησι πρὸς τοὺς ἰσχυροὺς καὶ ἀπατεῶνας καὶ πανούργους καὶ ἐπαιρομένους τοῖς χρήμασιν ἐς τὸ βιάζεσθαι καὶ ὑπερορᾶν τῆς δίκης, τῷ δὲ ἐξ ἀμφοῖν κεκραμένῳ μείζονα ἐν τῇ πόλει τιμὴν καὶ δύναμιν περιθετέον, καὶ αὐτῷ τὰς ὑπὲρ τῶν ἁμαρτημάτων κρίσεις, οἷς ἕπεται τιμωρία καὶ κόλασις [91] ἔνδικος ἐπ᾿ ὠφελείᾳ τῶν ἀδικουμένων ἐπιτρέπων ὀρθῶς ἂν καὶ ἐμφρόνως λογίζοιτο. κρίνας γὰρ ὁ τοιοῦτος ἀδεκάστως ἅμα τοῖς συνέδροις παραδώσει τῷ δημίῳ τὰ γνωσθέντα ἐπιτελεῖν, οὔτε διὰ θυμοῦ μέγεθος οὔτε διὰ μαλακίαν ψυχῆς ἁμαρτάνων τοῦ φύσει δικαίου. κινδυνεύει δὲ ὁ κράτιστος ἐν πόλει τοιοῦτός τις εἶναι, τὰ μὲν ἐν ἀμφοτέροις ἔχων ἀγαθά, τὰς δὲ οἷον κῆρας ἐκ τοῦ πλεονάζοντοςἐν ἑκάστῳ τῶν ἔμπροσθεν εἰρημένων ἐκφεύγων. ἐφορῶν δὲ αὐτὸς ἅπαντα καὶ κατευθύνων καὶ ἄρχων ἀρχόντων τοὺς μὲν ἐπὶ τῶν μεγίστων ἔργων καὶ διοικήσεων τεταγμένους καὶ αὐτῷ τῆς ὑπὲρ ἁπάντων βουλῆς κοινωνοῦντας ἀγαθούς τε εἶναι καὶ ὅ,τι μάλιστα αὑτοῦ παραπλησίους εὔξεται γενέσθαι. αἱρήσεται δὲ οὐχ ἁπλῶς οὐδὲ ὡς ἔτυχεν, οὐδ᾿ ἐθελήσει φαυλότερος εἶναι κριτὴς τῶν λιθογνωμόνων καὶ τῶν βασανιζόντων τὸ χρυσίον ἢ τὴν πορφύραν. τούτοις γὰρ οὐ μία ὁδὸς ἐπὶ τὴν ἐξέτασιν ἀπόχρη, ἀλλὰ συνιέντες οἶμαι τῶν πανουργεῖν ἐθελόντων ποικίλην καὶ πολύτροπον τὴν μοχθηρίαν καὶ τὰ ἐπιτεχνήματα εἰς δύναμιν ἅπασιν ἀντετάξαντο, καὶ ἀντέστησαν ἐλέγχους τοὺς ἐκ τῆς τέχνης. ὃ δὴ καὶ αὐτὸς περὶ τῆς κακίας ὑπολαμβάνων, ὡς ἐστὶ ποικίλη καὶ ἀπατηλὴ καὶ τοῦτό ἐστι χαλεπώτατον τῶν ἐκείνης ἔργων, ὅτι δὴ ψεύδεται πολλάκις ἀρετὴν ὑποδυομένη καὶ ἐξαπατᾷ τοὺς οὐ δυναμένους ὀξύτερον ὁρᾶν ἢ καὶ ἀποκάμνοντας τῷ μήκει τοῦ χρόνου πρὸς τὴν ἐξέτασιν, τὸ παθεῖν τι τοιοῦτον ὀρθῶς φυλάξεται. ἑλόμενος δὲ ἅπαξ καὶ περὶ αὑτὸν τοὺς ἀρίστους ἔχων τούτοις ἐπιτρέψει τὴν τῶν ἐλασσόνων ἀρχόντων αἵρεσιν. Νόμων μὲν δὴ πέρι καὶ ἀρχόντων τοιάδε γινώσκει. τοῦ πλήθους δὲ τὸ μὲν ἐν τοῖς ἄστεσιν οὔτε ἀργὸν οὔτε αὔθαδες ἀνέξεται εἶναι οὔτε μὴν ἐνδεὲς τῶν ἀναγκαίων· τὸ δὲ ἐν τοῖς ἀγροῖς τῶν [92] γεωργῶν φῦλον ἀροῦντες καὶ φυτεύοντες τροφὴν Ἀποίσουσι τοῖς φύλαξι καὶ ἐπικούροις σφῶν, μισθὸν καὶ ἐσθῆτα τὴν ἀναγκαίαν. οἰκοδομήματα δὲ Ἀσσύρια καὶ πολυτελεῖς καὶ δαπανηρὰς λειτουργίας χαίρειν ἐάσαντες ἐν εἰρήνῃ πολλῇ τῶν τε ἔξωθεν πολεμίων καὶ τῶν οἴκοθεν καταβιώσονται, ἀγαπῶντες μὲν τὸν αἴτιον τῶν παρόντων σφίσι καθάπερ ἀγαθὸν δαίμονα, ὑμνοῦντες δὲ ἐπ᾿ αὐτῷ τὸν θεὸν καὶ ἐπευχόμενοι, οὔτι πλαστῶς οὐδὲ ἀπὸ γλώττης, ἔνδοθεν δὲ ἀπ᾿ αὐτῆς τῆς ψυχῆς αἰτοῦσιν αὐτῷ τὰ ἀγαθά. φθάνουσι δὲ οἱ θεοὶ τὰς εὐχάς, καὶ αὐτῷ πρότερον τὰ θεῖα δόντες οὐτὲ τῶν ἀνθρωπίνων ἐστέρησαν. εἰ δὲ τὸ χρεὼν βιάζοιτο κακῷ τῳ περιπεσεῖν, τούτων δὴ τῶν θρυλουμένων ἀνηκέστων, χορευτήν τε αὑτῶν ἐποιήσαντο καὶ συνέστιον, καὶ αὐτῷ κλέος καθ᾿ ἅπαντας ἤγειραν ἀνθρώπους. ταῦτα ἐγὼ τῶν σοφῶν ἀκούω πολλάκις, καί με ὁ λόγος ἰσχυρῶς πείθει. οὐκοῦν καὶ ἐς ὑμᾶς αὐτὸν διεξῆλθον, μακρότερα μὲν τυχὸν ἴσως τοῦ καιροῦ φθεγγόμενος, ἐλάττονα δὲ οἶμαι τῆς ὑποθέσεως· καὶ ὅτῳ γέγονε τῶν τοιούτων λόγων ἐπακούειν ἐν φροντίδι, οὗτος ὅτι μὴ ψεύδομαι σαφῶς ἐπίσταται. ἑτέρα δέ ἐστιν αἰτία τοῦ μήκους τῆς μὲν εἰρημένης ἧττον ἀναγκαία, προσεχεστέρα δὲ οἶμαι τῷ παρόντι λόγῳ· τυχὸν δὲ οὐδὲ ταύτης ἀνηκόους ὑμᾶς εἶναι χρή. Πρῶτον μὲν οὖν ὑπομνησθῶμεν μικρὰ τῶν ἔμπροσθεν, ὁπότε τῆς ὑπὲρ τούτων διηγήσεως ἀπεπαυόμεθα. ἔφαμέν που χρῆναι τοὺς σπουδαίους τῶν ἀληθινῶν ἐπαίνων ἀκροατὰς οὐκ εἰς ταῦτα ὁρᾶν, ὧν ἡ τύχη καὶ τοῖς μοχθηροῖς πολλάκις Μεταδίδωσιν, εἰς δὲ τὰς ἕξεις καὶ τὴν ἀρετήν, ἧς μόνοις μέτεστι τοῖς ἀγαθοῖς ἀνδράσι καὶ φύσει σπουδαίοις. εἶτα ἐντεῦθεν ἑλόντες τοὺς ἑξῆς [93] ἐπεραίνομεν λόγους, ὡς πρὸς κανόνα τινὰ καὶ στάθμην ἀπευθύνοντες, ᾗ τοὺς τῶν ἀγαθῶν ἀνδρῶν καὶ βασιλέων ἐπαίνους ἐναρμόττειν ἐχρῆν. καὶ ὅτῳ μὲν ἀληθὴς καὶ ἀπαράλλακτος ἁρμονία πρὸς τοῦτο γέγονε τὸ ἀρχέτυπον, ὄλβιος μὲν αὐτὸς καὶ ὄντως εὐδαίμων, εὐτυχεῖς δὲ οἱ μεταλαβόντες τῆς τοιαύτης ἀρχῆς· ὅστις δὲ ἐγγὺς ἀφίκετο, τῶν πλέον ἀπολειφθέντων ἀμείνων καὶ εὐτυχέστερος· οἱ δὲ ἀπολειφθέντες παντελῶς ἢ καὶ τὴν ἐναντίαν τραπόμενοι δυστυχεῖς καὶ ἀνόητοι καὶ μοχθηροί, αὑτοῖς τε καὶ ἄλλοις τῶν μεγίστων αἴτιοι συμφορῶν. Εἰ δὴ οὖν καὶ ὑμῖν ταύτῃ πῃ ξυνδοκεῖ, ὥρα ἐπεξιέναι τοῖς ἔργοις, ἃ τεθαυμάκαμεν. καὶ ὅπως μή τις ὑπολάβῃ τὸν λόγον καθ᾿ αὑτὸν ἰόντα, καθάπερ ἵππον ἀνταγωνιστοῦ στερόμενον ἐν τοῖς δρόμοις, κρατεῖν καὶ ἀποφέρειν τὰ νικητήρια, πειράσομαι, πῇ ποτε διαφέρετον ἀλλήλων ὅ τε ἡμέτερος καὶ ὁ τῶν σοφῶν ῥητόρων ἔπαινος, δεῖξαι. oὐκοῦν οἱ μὲν τὸ προγόνων γενέσθαι δυναστῶν καὶ βασιλέων θαυμάζουσι μάλα, ὀλβίων καὶ εὐδαιμόνων μακαρίους ὑπολαμβάνοντες τοὺς ἐκγόνους· τὸ δὲ ἐπὶ τούτοις οὔτε ἐνενόησαν οὔτε ἐσκέψαντο, τίνα τρόπον διατελοῦσιν τοῖς ἀγαθοῖς χρώμενοι. Καίτοι γε τοῦτο ἦν τῆς εὐτυχίας ἐκείνης τὸ κεφάλαιον καὶ σχεδὸν ἁπάντων τῶν ἐκτὸς ἀγαθῶν· εἰ μή τις καὶ πρὸς τοὔνομα δυσχεραίνει, τὴν κτῆσιν ὑπὸ τῆς ἔμφρονος χρήσεως ἀγαθὴν καὶ φαύλην ὑπὸ τῆς ἐναντίας γίγνεσθαι συμβαίνειν· ὥστε οὐ μέγα, καθάπερ οἴονται, τὸ βασιλέως πλουσίου καὶ πολυχρύσου γενέσθαι, μέγα δὲ ἀληθῶς τὸ τὴν ἀρετὴν τὴν πατρῴαν ὑπερβαλλόμενον ἄμεμπτον αὑτὸν τοῖς γειναμένοις παρασχεῖν εἰς ἅπαν. Βούλεσθε οὖν εἰ τοῦτο ὑπάρχει βασιλεῖ καταμαθεῖν; παρέξομαι δὲ ὑμῖν ἐγὼ μαρτυρίαν πιστήν, καί με οὐχ αἱρήσετε ψευδομαρτυρίων, εὖ οἶδα· [94] ὑπομνήσω γὰρ ὑμᾶς ὧν ἴστε· τυχὸν δὲ καὶ ἤδη τοῦ λεγομένου ξυνίετε, εἴ τε οὔπω δῆλον, αὐτίκα μάλα ξυνήσετε ἐννοήσαντες πρῶτον μὲν ὡς αὐτὸν ὁ πατὴρ ἠγάπα διαφερόντως, οὔτι πρᾷος ὢν λίαν τοῖς ἐκγόνοις οὐδὲ τῇ φύσει πλέον ἢ τῷ τρόπῳ διδούς, ἡττώμενος δὲ οἶμαι τῆς θεραπείας καὶ οὐκ ἔχων, ὅ,τι μέμφοιτο, δῆλος ἦν εὔνους ὤν. καὶ αὐτοῦ σημεῖον τῆς γνώμης, πρῶτον μὲν ὅτι Κωνσταντίῳ ταύτην ἐξεῖλε τὴν μοῖραν, ἣν αὑτῷ πρότερον προσήκειν ἔχειν ὑπέλαβεν, εἶθ᾿ ὅτι τελευτῶν τὸν βίον, τὸν πρεσβύτατον καὶ τὸν νεώτατον ἀφεὶς σχολὴν ἄγοντας, τοῦτον δὴ ἄσχολον ἐκάλει καὶ ἐπέτρεπε τὰ περὶ τὴν ἀρχὴν ξύμπαντα. γενόμενος δὲ ἐγκρατὴς ἁπάντων οὕτω Τοῖς ἀδελφοῖς δικαίως ἅμα καὶ σωφρόνως προσηνέχθη, ὥστε οἱ μὲν οὔτε κληθέντες οὔτε ἀφικόμενοι πρὸς ἀλλήλους ἐστασίαζον καὶ διεμάχοντο, τούτῳ δὲ ἐχαλέπαινον οὐδὲν οὐδὲ ἐμέμφοντο. ἐπεὶ δὲ αὐτῶν ἡ στάσις τέλος εἶχεν οὐκ εὐτυχές, ἐξὸν μεταποιεῖσθαι πλειόνων, ἑκὼν ἀφῆκε, τῆς αὐτῆς ἀρετῆς ὑπολαμβάνων πολλά τε ἔθνη καὶ ὀλίγα δεῖσθαι, περικεῖσθαι δέ, οἶμαι, φροντίδας μείζονας ὅτῳ πλειόνων ἀνάγκη τημελεῖν καὶ κήδεσθαι. οὐ γὰρ δὴ τρυφῆς ὑπολαμβάνει τὴν βασιλείαν εἶναι παρασκευὴν οὐδέ, ὥσπερ ἐπὶ τῶν χρημάτων εἰς πότους καὶ ἡδονὰς οἱ καταχρώμενοι μειζόνων εὐπορίαν προσόδων ἐπινοοῦσιν, οὕτω χρῆναι τὸν βασιλέα παρασκευάζεσθαι, οὐδὲ ἀναιρεῖσθαι πόλεμον, ὅ, τι μὴ τῶν ἀρχομένων τῆς ὠφελείας ἕνεκα. οὐκοῦν ἐκείνῳ μὲν ἔχειν τὸ πλέον ξυγχωρῶν, αὐτὸς δὲ μετὰ ἀρετῆς ἔλαττον ἔχων τῷ κρατίστῳ πλεονεκτεῖν ὑπέλαβε. καὶ ὅτι μὴ δέει μᾶλλον τῆς ἐκείνου παρασκευῆς τὴν [95] ἡσυχίαν ἠγάπα, τεκμήριον ὑμῖν ἐμφανὲς ἔστω ὁ μετὰ ταῦτα ξυμπεσὼν πόλεμος. ἐχρήσατο γοῦν πρὸς τὰς ἐκείνου δυνάμεις ὑπὲρ αὐτοῦ τοῖς ὅπλοις ὕστερον. πάλιν δὲ ἐνταῦθα ἐκεῖνοι μέν που τὸ νικᾶν τεθαυμάκασιν· ἐγὼ δὲ πολὺ πλέον τὸ ξὺν δίκῃ μὲν ἀνελέσθαι τὸν πόλεμον, διενεγκεῖν δὲἀνδρείως καὶ μάλα ἐμπείρως, ἐπιθείσης δὲ τὸ τέλος τῆς τύχης δεξιὸν χρήσασθαι τῇ νίκῃ σωφρόνως καὶ βασιλικῶς, καὶ ὅλως ἄξιον τοῦ κρατεῖν φανῆναι. Βούλεσθε οὖν καὶ τούτων ὑμῖν ὥσπερ ἐν τοῖς δικαστηρίοις ὀνομαστὶ καλῶμεν τοὺς μάρτυρας; καὶ ὅτι μὲν οὐδείς πω πόλεμος συνέστη πρότερον οὐδὲ ἐπὶ τὴν Τροίαν τοῖς Ἕλλησιν οὐδὲ ἐπὶ τοὺς Πέρσας Μακεδόσιν, οἵπερ δὴ δοκοῦσιν ἐν δίκῃ γενέσθαι, τοσαύτην ἔχων ὑπόθεσιν, καὶ παιδί που δῆλον, τοῖς μέν γε λίαν ἀρχαίων ἀδικημάτων τιμωρίας σφόδρα νεαρᾶς οὔτ᾿ εἰς παῖδας οὔτε εἰς ἐγγόνους γενομένης, ἀλλὰ εἰς τὸν ἀφελόμενον καὶ ἀποστερήσαντα τὴν ἀρχὴν τοὺς τῶν ἀδικησάντων ἀπογόνους· Ἀγαμέμνων δὲ ὥρμητο Τίσασθαι Ἑλένης ὁρμήματά τε στοναχάς τε, Καὶ ἐπὶ τοὺς Τρῶας ἐστράτευε γυναῖκα μίαν ἐκδικεῖν ἐθέλων. τῷ δὲ ἔτι μὲν ἦν νεαρὰ τὰ ἀδικήματα, ἦρχε δὲ οὐ κατὰ Δαρεῖον οὐδὲ Πρίαμον ἀνὴρ εὐγενὴς καὶ τυχὸν δι᾿ ἀρετὴν ἢ κατὰ γένος προσηκούσης αὐτῷ τῆς βασιλείας ἀξιωθείς, ἀλλὰ ἀναιδὴς καὶ τραχὺς βάρβαρος τῶν ἑαλωκότων οὐ πρὸ πολλοῦ. καὶ ὅσα μὲν ἔπραξε καὶ ὅπως ἦρχεν, οὔτε ἡδύ μοι λέγειν οὔτε ἐν καιρῷ· ἐν δίκῃ δὲ ὅτι πρὸς αὐτὸν ἐπολέμησεν, ἀκηκόατε. τῆς δὲ ἐμπειρίας καὶ τῆς ἀνδρείας ἱκανὰ μὲν τὰ πρόσθεν ῥηθέντα σημεῖα, πιστότερα δέ, οἶμαι, τὰ ἔργα τῶν Λόγων. τὰ δὲ ἐπὶ τῇ νίκῃ γενόμενα καὶ ὅπως ξίφους μὲν οὐδὲν ἐδέησεν ἔτι, οὐδ᾿ εἴ τις ἀδικημάτων μειζόνων εἶχεν ὑποψίαν, οὐδὲ εἴ τῳ πρὸς τὸν [96] τύραννον οἰκειοτέρα γέγονε φιλία, οὐδὲ μὴν εἴ τις ἐκείνῳ χαριζόμενος φέρειν τε ἠξίου κηρύκιον καὶ ἐλοιδορεῖτο βασιλεῖ, τῆς προπετείας ἀπέτισε δίκην, ὅ,τι μὴ τἆλλα μοχθηρὸς ἦν, ἐννοήσατε δὴ πρὸς φιλίου Διός. ποταπὸν δὲ χρῆμα λοιδορία; ὡς θυμοδακὲς ἀληθῶς καὶ ἀμύττον ψυχὴν μᾶλλον ἢ σίδηρος χρῶτα; οὐκοῦν καὶ τὸν Ὀδυσσέα παρώξυνεν εἰς δύναμιν ἀμύνασθαι λόγῳ τε καὶ ἔργῳ· διηνέχθη γοῦν ὑπὲρ τούτου πρὸς τὸν ξενοδόκον αὐτὸς ὢν ἀλήτης καὶ ξένος, καὶ ταῦτα εἰδώς, ὅτι Ἄφρων . . . καὶ οὐτιδανὸς πέλει ἀνήρ, Ὅστις ξεινοδόκῳ ἔριδα προφέρῃσι βαρεῖαν, Καὶ Ἀλέξανδρον τὸν Φιλίππου καὶ Ἀχιλλέα τὸν Θέτιδος καὶ ἄλλους δέ τινας οὐ φαύλους οὐδὲ ἀγεννεῖς ἀνθρώπους. μόνῳ δὲ ὑπῆρχεν, οἶμαι, Σωκράτει καὶ σπανίοις τισὶν ἐκείνου ζηλωταῖς, εὐδαίμοσιν ἀληθῶς καὶ μακαρίοις γενομένοις, τὸν ἔσχατον ἀποδύσασθαι χιτῶνα τῆς φιλοτιμίας. φιλότιμον γὰρ δεινῶς τὸ πάθος, καὶ ἔοικεν ἐμφύεσθαι διὰ τοῦτο μᾶλλον ταῖς γενναίαις ψυχαῖς· ἄχθονται γὰρ ὡς ἐναντιωτάτῳ σφίσι λοιδορίᾳ, καὶ τοὺς ἀπορρίπτοντας ἐς αὐτοὺς Τοιαῦτα ῥήματα μισοῦσι μᾶλλον ἢ τοὺς ἐπάγοντας τὸν σίδηρον καὶ ἐπιβουλεύοντας φόνον, διαφόρους τε αὑτοῖς ὑπολαμβάνουσι φύσει καὶ οὐ νόμῳ, εἴ γε οἱ μὲν ἐπαίνου καὶ τιμῆς ἐρῶσιν, οἱ δὲ οὐ τούτων μόνον ἀφαιροῦνται, ἀλλὰ καὶ ἐπ᾿ αὐτοῖς μηχανῶνται βλασφημίας ψευδεῖς. τούτου καὶ Ἡρακλέα φασὶ καὶ ἄλλους δέ τινας ἀκράτορας τοῦ πάθους γενέσθαι. ἐγὼ δὲ οὔτε περὶ ἐκείνων τῷ λόγῳ πείθομαι, καὶ βασιλέα τεθέαμαι σφόδρα ἐγκρατῶς τὴν λοιδορίαν ἀποτρεψάμενον, οὔτι φαυλότερον [97] ἔργον, ὡς ἐγὼ κρίνω, τοῦ Τροίαν ἑλεῖν καὶ φάλαγγα γενναίαν τρέψασθαι. εἰ δὲ ἀπιστεῖ τις καὶ οὐ μέγα οἴεται οὐδὲ ἄξιον ἐπαίνων τοσούτων, ἐς αὑτὸν ἀφορῶν, ὅταν ἔν τινι τοιαύτῃ ξυμφορᾷ γένηται, κρινέτω, καὶ αὐτῷ οὐ σφόδρα ληρεῖν δόξομεν, ὡς ἐγὼ πείθομαι. Τοιοῦτος δὲ ὢν καὶ γενόμενος βασιλεὺς μετὰ τὸν πόλεμον εἰκότως οὐ μόνον ἐστὶ ποθεινὸς τοῖς φίλοις καὶ ἀγαπητός, πολλοῖς μὲν τιμῆς καὶ δυνάμεως καὶ παρρησίας μεταδιδούς, χρήματα δὲ αὐτοῖς ἄφθονα χαριζόμενος καὶ χρῆσθαι ὅπως τις βούλεται τῷ πλούτῳ ξυγχωρῶν, ἀλλὰ καὶ τοῖς πολεμίοις τοιοῦτος ἐδόκει. τεκμήριον δὲ ὑμῖν ἐμφανὲς καὶ τοῦδε γιγνέσθω· ἄνδρες, τῆς γερουσίας ὅτιπερ ὄφελος, ἀξιώσει καὶ πλούτῳ καὶ ξυνέσει διαφέροντες τῶν ἄλλων, ὥσπερ ἐς λιμένα καταφεύγοντες τὴν τούτου δεξιάν, ἑστίας τε Λιπόντες καὶ οἴκους καὶ παῖδας Παιονίαν μὲν ἀντὶ τῆς Ῥώμης, τὴν μετὰ τούτου δὲ ἀντὶ τῶν φιλτάτων συνουσίαν ἠσπάσαντο, ἴλη τε τῶν ἐπιλέκτων ἱππέων ξὺν τοῖς σημείοις καὶ τὸν στρατηγὸν ἄγουσα τούτῳ τοῦ κινδύνου ξυμμετέχειν μᾶλλον ἢ ἐκείνῳ τῆς εὐτυχίας ἠξίου. καὶ ταῦτα ἅπαντα ἐδρᾶτο πρὸ τῆς μάχης ἣν ἐπὶ τοῦ Δράου ταῖς ᾐόσιν ὁ πρόσθεν λόγος παρέστησεν· ἐντεῦθεν γὰρ ἤδη βεβαίως ἐθάρρουν, τέως δ᾿ ἐδόκει τὰ τῶν τυράννων ἐπικρατεῖν, πλεονεκτήματός τινος περὶ τοὺς κατασκόπους τοὺς βασιλέως γενομένου, ὃ δὴ ἐκεῖνόν τε ἐποίησεν ὑπὸ τῆς ἡδονῆς ἄφρονα καὶ ἐξετάραττε τοὺς οὐ δυναμένους ἐφικνεῖσθαι οὐδὲ διορᾶν τὴν στρατηγίαν. ὁ δὲ ἦν ἀκατάπληκτος καὶ γεννάδας καθάπερ ἀγαθὸς νεὼς κυβερνήτης, ἐξαπίνης νεφῶν ῥαγείσης λαίλαπος, εἶτα ἐπ᾿ αὐτῇ τοῦ θεοῦ σείοντος τὸν βυθὸν καὶ τὰς ᾐόνας. ἐνταῦθα γὰρ τοὺς μὲν ἀπείρους δεινὸν καὶ ἄτοπον κατέλαβε δέος, ὁ δὲ ἤδη χαίρει καὶ γάνυται, [98] γαλήνην ἀκριβῆ καὶ νηνεμίαν ἐλπίζων. λέγεται γὰρ δὴ καὶ ὁ Ποσειδῶν συνταράττων τὴν γῆν παύειν τὰ κύματα. καὶ ἡ τύχη δὲ τοὺς ἀνοήτους ἐξαπατᾷ καὶ σφάλλει περὶ τοῖς μείζοσι, μικρὰ πλεονεκτεῖν ἐπιτρέπουσα, τοῖς ἔμφροσι δὲ τὸ βεβαίως θαρσεῖν ὑπὲρ τῶν μειζόνων, ὅταν ἐν τοῖς ἐλάττοσιν αὐτοὺς διαταράττῃ, παρέχει. τοῦτο Λακεδαιμόνιοι παθόντες ἐν Πύλαις οὐκ ἀπηγόρευον οὐδὲ ἔδεισαν τὸν Μῆδον ἐπιφερόμενον, τριακοσίους Σπαρτιατῶν καὶ τὸν βασιλέα περὶ τὰς εἰσβολὰς τῆς Ἑλλάδος προέμενοι· τοῦτο Ῥωμαῖοι πολλάκις παθόντες μείζονα κατώρθουν ὕστερον· ὃ δὴ καὶ βασιλεὺς ἐννοῶν καὶ λογιζόμενος οὐδαμῶς ἐσφάλη τῆς γνώμης. Ἀλλ᾿ ἐπείπερ ἅπαξ ἑκὼν ὁ λόγος ἐς τοῦτο ἀφῖκται καὶ τὴν εὔνοιαν τοῦ πλήθους καὶ τῶν ἐν τέλει καὶ τῶν φυλάκων, οἵπερ δὴ ξυμφυλάττουσιν αὐτῷ τὴν ἀρχὴν καὶ ἀπείργουσι τοὺς πολεμίους, διηγεῖται· βούλεσθε ὑμῖν ἐναργὲς εἴπω τεκμήριον χθές που ἢ καὶ πρῴην γενόμενον; ἀνὴρ τῶν ἐπιταχθέντων τοῖς ἐν Γαλατίᾳ στρατοπέδοις· ἴστε ἴσως καὶ τοὔνομα καὶ τὸν τρόπον· ὅμηρον φιλίας καὶ πίστεως ἀπέλιπεν οὐδὲν δεομένῳ βασιλεῖ τὸν παῖδα· εἶτα ἦν ἀπιστότερος τῶν λεόντων, οἷς οὐκ ἔστι, φησί, πρὸς ἄνδρας ὅρκια πιστά, ἁρπάζων τε ἐκ τῶν πόλεων τὰ χρήματα καὶ διανέμων τοῖς ἐπιοῦσι βαρβάροις καὶ ὥσπερ λύτρα καταβαλλόμενος, ἐξὸν τῷ σιδήρῳ παρασκευάζειν καὶ οὐ τοῖς χρήμασι ποιεῖσθαι τὴν ἀσφάλειαν· ὁ δὲ ἐκείνους ὑπήγετο διὰ τῶν χρημάτων εἰς εὔνοιαν· καὶ τέλος ἐκ τῆς γυναικωνίτιδος ἀνελόμενος ἁλουργὲς ἱμάτιον γελοῖος ἀληθῶς τύραννος καὶ τραγικὸς ὄντως ἀνεφάνη. ἐνταῦθα οἱ στρατιῶται χαλεπῶς μὲν εἶχον πρὸς τὴν ἀπιστίαν, θῆλυν δὲ οὐχ ὑπομένοντες ὁρᾶν ἐνδεδυκότα στολὴν τὸν δείλαιον Ἐπιθέμενοι σπαράττουσιν, οὐδὲ τὸν τῆς σελήνης κύκλον ἄρξαι σφῶν ἀνασχόμενοι. τοῦτο μὲν δὴ παρὰ τῆς τῶν φυλάκων εὐνοίας ὑπῆρξε βασιλεῖ τὸ γέρας, ἀρχῆς ἀμεμφοῦς καὶ δικαίας ἀμοιβὴ θαυμαστή. ὅστις δὲ ἐπ᾿ αὐτῇ γέγονε ποθεῖτε ἀκούειν· ἀλλ᾿ οὐδὲ τοῦτο ὑμᾶς λέληθεν, ὅτι μήτε ἐς τὸν ἐκείνου παῖδα χαλεπὸς μήτε ἐς τοὺς φίλους ὕποπτος καὶ δεινὸς εἵλετο γενέσθαι, ἀλλὰ ὡς ἔνι μάλιστα πρᾴως εἶχε καὶ εὐμενὴς πᾶσιν ἦν καίτοι πολλῶν συκοφαντεῖν ἐθελόντων καὶ διηρμένων ἐπὶ τοὺς οὐκ αἰτίους τὰ κέντρα. πολλῶν δὲ τυχὸν ἀληθῶς ἐνόχων ὄντων ταῖς περὶ αὐτῶν ὑποψίαις, ὁμοίως ἅπασιν ἦν πρᾷος τοῖς οὐκ ἐξελεγχθεῖσιν οὐδὲ ἀποφανθεῖσι κοινωνοῖς τῶν ἀτόπων καὶ ἐξαγίστων βουλευμάτων. τὴν δὲ ἐς τὸν τοῦ παρανομήσαντος παῖδα καὶ πατήσαντος πίστιν καὶ ὅρκια φειδὼ ἆρα βασιλικὸν ἀληθῶς καὶ θεῖον φήσομεν, ἢ μᾶλλον ἀποδεξόμεθα τὸν Ἀγαμέμνονα χαλεπαίνοντα καὶ πικραινόμενον τῶν Τρώων οὐ τοῖς ξυνεξελθοῦσι μόνον τῷ Πάριδι καὶ καθυβρίσασι τοῦ Μενέλεω τὴν ἑστίαν, ἀλλὰ καὶ τοῖς κυουμένοις ἔτι καὶ ὧν τυχὸν οὐδὲ αἱ μητέρες τότ᾿ ἐγεγόνεσαν, ὁπότε ἐκεῖνος τὰ περὶ τὴν ἁρπαγὴν ἐνενόει; εἰ δὴ τὸ μὲν ὠμόν τις οἴεται καὶ τραχὺ καὶ ἀπάνθρωπον ἥκιστα βασιλεῖ πρέπειν, τὸ πρᾷον δὲ οἶμαι καὶ χρηστὸν καὶ φιλάνθρωπον ἁρμόττειν ἥκιστα μὲν χαίροντι τιμωρίαις, ἀχθομένῳ δὲ ἐπὶ ταῖς τῶν ὑπηκόων ξυμφοραῖς, ὅπως ἂν γίγνωνται, εἴτεκακίᾳ σφῶν καὶ ἀμαθίᾳ, εἴτε ἔξωθεν παρὰ τῆς τύχης ἐπάγοιντο, δῆλός ἐστι τούτῳ διδοὺς τὰ νικητήρια. ἐννοεῖτε γάρ, ὡς περὶ τὸν παῖδα γέγονε τοῦ φύσαντος ἀμείνων καὶ δικαιότερος, περὶ δὲ τοὺς ἐκείνου φίλους πιστότερος τοῦ τὴν [100] φιλίαν ὁμολογήσαντος. ὁ μὲν γὰρ ἅπαντας προεῖτο, ὁ δὲ ἀπέσωσεν ἅπαντας. καὶ εἰ μὲν ἐκεῖνος ταῦτα περὶ τοῦ βασιλέως ἐγνωκὼς τρόπου ἅτε ἐν πολλῷ χρόνῳ κατανοήσας σφόδρα ἐπίστευεν, ἀσφαλῶς μέν οἱ τὰ τοῦ παιδός, βεβαίως δὲ ὁρμεῖν τὰ τῶν φίλων, συνίει μὲν ὀρθῶς, πολλάκις δὲ ἦν πανοῦργος καὶ μοχθηρὸς καὶ δυστυχής, πολέμιος ἐθέλων εἶναι τῷ τοιούτῳ καὶ ὃν σφόδρα ἀγαθὸν καὶ διαφερόντως πρᾷον ἠπίστατο μισῶν καὶ ἐπιβουλεύων καὶ ἀφαιρούμενος ὧν οὐδαμῶς ἐχρῆν. εἰ δέ, ἀνελπίστου μέν οἱ τοῦ παιδὸς τῆς σωτηρίας τυγχανούσης, χαλεπῆς δὲ καὶ ἀδυνάτου τῆς τῶν φίλων καὶ τῶν συγγενῶν, τὴν ἀπιστίαν ὅμως προείλετο, ὁ μὲν ἦν καὶ διὰ ταῦτα μοχθηρὸς καὶ ἀνόητος καὶ ἀγριώτερος τῶν θηρίων, ὁ δὲ ἥμερος καὶ πρᾷος καὶ μεγαλόφρων, τοῦ μὲν νηπίου κατελεήσας τὴν ἡλικίαν καὶ τὸν τρόπον, τοῖς δὲ οὐκ ἐξελεγχθεῖσι πρᾴως ἔχων, τοῦ δὲ ὑπεριδὼν καὶ καταφρονήσας τῶν πονηρευμάτων. ὁ γὰρ ἃ μηδὲ τῶν ἐχθρῶν τις διὰ μέγεθος ὧν αὑτῷ σύνοιδεν ἀδικημάτων ἐλπίζει ξυγχωρῶν εἰκότως ἀρετῆς ἐστινικηφόρος, τὴν δίκην μὲν ἐπὶ τὸ κρεῖττον καὶ πρᾳότερον μετατιθείς, σωφροσύνῃ δὲ ὑπερβαλλόμενος τοὺς τὸ μέτριον ἐπιτιθέντας ταῖς τιμωρίαις, ἀνδρείᾳ δὲ διαφέρων τῷ μηδένα πολέμιον ἀξιόχρεων ὑπολαμβάνειν, φρόνησιν δὲ ἐπιδεικνύμενος τῷ συγκαταλύειν τὰς ἔχθρας καὶ οὐ παραπέμπειν εἰς τοὺς παῖδας οὐδὲ εἰς ἐγγόνους προφάσει τῆς ἀκριβοῦς δίκης καὶ τοῦ βούλεσθαι ἐπιεικῶς μάλα πίτυος δίκην τῶν πονηρῶν ἀφανίζειν τὰ σπέρματα. ἐκείνων γὰρ δὴ καὶ τὸ ἔργον τόδε, καὶ ἐπ᾿ αὐτῷ τὴν εἰκόνα παλαιὸς ἀπέφηνε λόγος. ὁ δὲ ἀγαθὸς βασιλεὺς μιμούμενος ἀτεχνῶς τὸν θεὸν οἶδε μὲν [101] καὶ ἐκ τῶν πετρῶν ἑσμοὺς μελιττῶν ἐξιπταμένους, καὶ ἐκ τοῦ δριμυτάτου ξύλου τὸν γλυκὺν καρπὸν φυόμενον, σῦκά φημι τὰ χαρίεντα, καὶ ἐξ ἀκανθῶν τὴν σίδην καὶ ἄλλα ἐξ ἄλλων φυόμενα ἀνόμοια τοῖς γεννῶσι καὶ ἀποτίκτουσιν. οὔκουν οἴεται ταῦτα χρῆναι πρὸ τῆς ἀκμῆς διαφθείρειν, ἀλλὰ περιμένειν τὸν χρόνον καὶ ἐπιτρέπειν αὐτοῖς ἀπωσαμένοις τῶν πατέρων τὴν ἄνοιαν καὶ τὴν μωρίαν ἀγαθοῖς γενέσθαι καὶ σώφροσι, ζηλωτὰς δὲ γενομένους τῶν πατρῴων ἐπιτηδευμάτων ὑφέξειν ἐν καιρῷ τὴν δίκην, οὐκ ἀλλοτρίοις ἔργοις καὶ ξυμφοραῖς παραναλωθέντας. Ἆρ᾿ οὖν ὑμῖν ἱκανῶς δοκοῦμεν ἐκτετελεκέναι τὸν ἀληθινὸν ἔπαινον; ἢ ποθεῖτε ἀκούειν ὑμεῖς καὶ τὴν καρτερίαν καὶ τὴν σεμνότητα, καὶ ὡς οὐ μόνον ἐστὶ τῶν πολεμίων ἀήττητος, ἀλλ᾿ οὔτε αἰσχρᾶς ἐπιθυμίας ἑάλω πώποτε, οὔτε οἰκίας καλῆς οὔτ᾿ Ἐπαύλεως πολυτελοῦς οὔτε ὅρμων σμαραγδίνων ἐπιθυμήσας ἀφείλετο βίᾳ ἢ καὶ πειθοῖ τοὺς κεκτημένους, ἀλλ᾿ οὐδὲ γυναικὸς ἐλευθέρας οὐδὲ θεραπαίνης, οὐδὲ ὅλως τὴν ἄδικον ἀφροδίτην ἠγάπησε, καὶ ὡς οὐδὲ ὧν ὧραι φύουσιν ἀγαθῶν τὴν ἄμετρον ἀπαιτεῖ πλησμονήν, οὐδὲ αὐτῷ θέρους ὥρᾳ τοῦ κρυστάλλου μέλει, οὐδὲ μεταβάλλει πρὸς τὰς ὥρας τὴν οἴκησιν, τοῖς πονουμένοις δὲ ἀεὶ πάρεστι τῆς ἀρχῆς μέρεσιν ἀντέχων καὶ πρὸς τὸ κρύος καὶ πρὸς τὰ θάλπη τὰ γενναῖα; τούτων δὲ εἴ με κελεύοιτε φέρειν ὑμῖν ἐμφανῆ τὰ τεκμήρια, γνώριμα μὲν ἐρῶ καὶ οὐκ ἀπορήσω, μακρὸς δὲ ὁ λόγος καὶ διωλύγιος, ἐμοί τε οὐ σχολὴ τὰς μούσας ἐπὶ τοσοῦτον θεραπεύειν, ἀλλ᾿ ὥρα λοιπὸν πρὸς ἔργον τρέπεσθαι. [III] ΙΟΥΛΙΑΝΟΥ ΚΑΙΣΑΡΟΣ ΕΥΣΕΒΙΑΣ ΤΗΣ ΒΑΣΙΛΙΔΟΣ ΕΓΚΩΜΙΟΝ Τί ποτε ἄρα χρὴ διανοεῖσθαι περὶ τῶν ὀφειλόντων [102] μεγάλα καὶ πέρα μεγάλων, οὔτι φημὶ χρυσίον οὐδὲ ἀργύριον, ἀλλὰ ἁπλῶς ὅ, τι ἂν τύχῃ τις παρὰ τοῦ πέλας εὖ παθών· εἶτα τοιαῦτα μὲν ἀποτίνειν οὔτε ἐπιχειρούντων οὔτε διανοουμένων, ῥᾳθύμως δὲ καὶ ὀλιγώρως ἐχόντων πρὸς τὸ τὰ δυνατὰ ποιεῖν καὶ διαλύεσθαι τὸ ὄφλημα; ἢ δῆλον ὅτι φαύλους καὶ μοχθηροὺς νομιστέον; οὐδενὸς γὰρ οἶμαι τῶν ἄλλων ἀδικημάτων ἔλαττον μισοῦμεν ἀχαριστίαν καὶ ὀνειδίζομεν τοῖς ἀνθρώποις, ὅταν εὖ παθόντες περὶ τοὺς εὐεργέτας ὦσιν ἀχάριστοι· ἔστι δὲ οὐχ οὗτος ἀχάριστος μόνον, ὅστις εὖ παθὼν δρᾷ κακῶς ἢ λέγει, ἀλλὰ καὶ ὅστις σιωπᾷ καὶ ἀποκρύπτει, λήθῃ παραδιδοὺς καὶ ἀφανίζων τὰς χάριτας. καὶ τῆς μὲν θηριώδους ἐκείνης καὶ ἀπανθρώπου μοχθηρίας σφόδρα ὀλίγα καὶ εὐαρίθμητα κομιδῇ τὰ παραδείγματα· πολλοὶ δὲ ἀποκρύπτουσι τὸ δοκεῖν εὖ παθεῖν, οὐκ οἶδα ὅ,τι βουλόμενοι· φασὶ δὲ ὅμως θωπείας τινὸς καὶ ἀγεννοῦς κολακείας τὴν δόξαν ἐκκλίνειν. ἐγὼ δὲ Τούτους μὲν ὅτι μηδὲν ὑγιὲς λέγουσι σαφῶς [103] εἰδὼς ὅμως ἀφίημι, καὶ κείσθω διαφεύγειν αὐτούς, καθάπερ οἴονται, κολακείας οὐκ ἀληθῆ δόξαν, πολλοῖς ἅμα πάθεσιν ἐνόχους φανέντας καὶ νοσήμασιν αἰσχίστοις πάνυ καὶ ἀνελευθέροις. ἢ γὰρ οὐ συνιέντες ἀναίσθητοι λίαν εἰσίν, ὧν οὐδαμῶς ἀναίσθητον εἶναι χρῆν, ἢ συνιέντες ἐπιλήσμονες ὧν ἐχρῆν εἰς ἅπαντα μεμνῆσθαι τὸν χρόνον· μεμνημένοι δὲ καὶ ἀποκνοῦντες δι᾿ ἁσδηποτοῦν αἰτίας δειλοὶ καὶ βάσκανοι φύσει καὶ ἁπλῶς ἅπασιν ἀνθρώποις δυσμενεῖς, οἵ γε οὐδὲ τοῖς εὐεργέταις πρᾷοι καὶ προσηνεῖς ἐθέλοντες εἶναι, εἶτα, ἂν μὲν δέῃ λοιδορῆσαί που καὶ δακεῖν, ὥσπερ τὰ θηρία ὀργίλον καὶ ὀξὺ βλέπουσιν· ὥσπερ δὲ ἀνάλωμα πολυτελὲς φεύγοντες τὸν ἀληθινὸν ἔπαινον, οὐκ οἶδ᾿ ὅπως, αἰτιῶνται τὰς ὑπὲρ τῶν καλῶν ἔργων εὐφημίας, ἐξὸν ἐκεῖνο ἐξετάζειν μόνον, εἰ τὴν ἀλήθειαν τιμῶσι καὶ περὶ πλείονος ποιοῦνται τοῦ δοκεῖν ἐν τοῖς ἐπαίνοις χαρίζεσθαι. οὐδὲ γὰρ τοῦτο ἔνεστιν εἰπεῖν, ὡς ἀνωφελὲς χρῆμα ἡ εὐφημία οὔτε τοῖς ὑπὲρ ὧν γέγονεν οὔτε αὖ τοῖς ἄλλοις, ὁπόσοι τὴν ἴσην ἐκείνοις κατὰ τὸν βίον τάξιν εἰληχότες τῆς ἐν ταῖς πράξεσιν ἀρετῆς ἀπελείφθησαν. τοῖς μὲν γὰρ ἄκουσμά τέ ἐστιν ἡδὺ καὶ προθυμοτέρους παρέχει περὶ τὰ καλὰ καὶ διαφέροντα τῶν ἔργων· τοὺς δὲ ἐπὶ τὸ ζηλοῦν ἐκεῖνα πειθοῖ καὶ βίᾳ παρώρμησεν ὁρῶντας ὅτι μηδὲ τῶν προλαβόντωντινὲς ἀπεστερήθησαν ὃ μόνον δοῦναί τε καὶ λαβεῖν ἐστι δημοσίᾳ καλόν. χρήματα μὲν γὰρ εἰς τὸ ἐμφανὲς διδόναι καὶ περιβλέπειν, ὅπως ὅτι πλεῖστοι τὸ δοθὲν εἴσονται, πρὸς ἀνδρὸς ἀπειροκάλου· ἀλλ᾿ οὐδὲ ὑποσχὼν τὼ χεῖρε ὑποδέξαιτ᾿ ἄν τις ἐν ὀφθαλμοῖς πάντων, μὴ παντάπασιν ἀποσεισάμενος αἰδῶ καὶ ἐπιείκειαν τοῦ τρόπου. Ἀρκεσίλαος δὲ καὶ διδοὺς τὸν λαβόντα ἐπειρᾶτο [104] λαθεῖν· συνίει δὲ ἐκεῖνος ἐκ τῆς πράξεως τὸν δράσαντα. ἐπαίνων δὲ ζηλωτὸν μὲν ἀκροατὰς ὡς πλείστους εὑρεῖν, ἀγαπητὸν δὲ οἶμαι καὶ ὀλίγους. καὶ ἐπῄνει δὲ Σωκράτης πολλοὺς καὶ Πλάτων καὶ Ἀριστοτέλης· Ξενοφῶν δὲ καὶ Ἀγησίλαον τὸν βασιλέα καὶ Κῦρον τὸν Πέρσην, οὔτι τὸν ἀρχαῖον ἐκεῖνον μόνον, ἀλλὰ καὶ τὸν ᾧ συνεστράτευτο ἐπὶ βασιλέα καὶ τοὺς ἐπαίνους ξυγγράφων οὐκ ἀπεκρύπτετο. ἐμοὶ δὲ θαυμαστὸν εἶναι δοκεῖ, εἰ τοὺς ἄνδρας μὲν τοὺς καλούς τε κἀγαθοὺς προθύμως ἐπαινεσόμεθα, γυναῖκα δὲ ἀγαθὴν τῆς εὐφημίας οὐκ ἀξιώσομεν, ἀρετῆς οὐδὲν μεῖον αὐταῖς ἤπερ τοῖς ἀνδράσι προσήκειν ὑπολαμβάνοντες. ἢ γὰρ εἶναι σώφρονα καὶ συνετὴν καὶ οἵαν νέμειν ἑκάστῳ τὰ πρὸς τὴν ἀξίαν καὶ θαρραλέαν ἐν τοῖς δεινοῖς καὶ μεγαλόφρονα καὶ ἐλευθέριον καὶ πάντα ὡς ἔπος εἰπεῖν ὑπάρχειν ἐκείνῃ οἰόμενοι χρῆναι τὰ τοιαῦτα, εἶτα τῶνἐπὶ τοῖς ἔργοις ἐγκωμίων ἀφαιρησόμεθα τὸν ἐκ τοῦ κολακεύειν δοκεῖν ψόγον δεδοικότες; Ὅμηρος δὲ οὐκ ᾐσχύνετο τὴν Πηνελόπην ἐπαινέσας οὐδὲ τὴν Ἀλκίνου γαμετήν, οὐδὲ εἴ τις ἄλλη διαφερόντως ἀγαθὴ γέγονεν ἢ καὶ ἐπὶ σμικρὸν ἀρετῆς μετεποιήθη. οὔκουν οὐδὲ ἐκείνη τῆς ἐπ᾿ αὐτῷ τούτῳ διήμαρτεν εὐφημίας. πρὸς δὲ αὖ τούτοις παθεῖν μὲν εὖ καὶ τυχεῖν τινος ἀγαθοῦ, σμικροῦ τε ὁμοίως καὶ μείζονος, οὐδὲν ἔλαττον παρὰ γυναικὸς ἢ παρὰ ἀνδρὸς δεξόμεθα, τὴν δὲ ἐπ᾿ αὐτῷ χάριν ἀποτίνειν ὀκνήσομεν; ἀλλὰ μή ποτε καὶ αὐτὸ τὸ δεῖσθαι καταγέλαστον εἶναι φῶσι καὶ οὐκ ἄξιον ἀνδρὸς ἐπιεικοῦς καὶ γενναίου, εἶναι δὲ καὶ τὸν Ὀδυσσέα τὸν σοφὸν ἀγεννῆ καὶ δειλόν, ὅτι τὴν τοῦ βασιλέως ἱκέτευε θυγατέρα παίζουσαν ἐπὶ τοῦ λειμῶνος ξὺν ταῖς ὁμήλιξι παρθένοις παρὰ τοῦ ποταμοῦ ταῖς ᾐόσι. μή ποτε οὖν οὐδὲ τῆς Ἀθηνᾶς τῆς τοῦ Διὸς ἀπόσχωνται παιδός, ἣν Ὅμηρός φησιν ἀπεικασθεῖσαν παρθένῳ [105] καλῇ καὶ γενναίᾳ Ὀδυσσεῖ μὲν ἡγήσασθαι τῆς ἐπὶ τὰ βασίλεια φερούσης ὁδοῦ, σύμβουλον δὲ αὐτῷ καὶ διδάσκαλον γενομένην, ὧν ἐχρῆν εἴσω παρελθόντα δρᾶν καὶ λέγειν, καθάπερ τινὰ ῥήτορα ξὺν τέχνῃ τέλειον ᾆσαι βασιλίδος ἐγκώμιον, ἄνωθεν ἀπὸ τοῦ γένους ἀρξαμένην. ἔχει δὲ αὐτῷ τὰ ὑπὲρ τούτων ἔπη τὸν τρόπον τόνδε· Δέσποιναν μὲν πρῶτα κιχήσεαι ἐν μεγάροισιν, Ἀρήτη δ᾿ ὄνομ᾿ ἐστὶν ἐπώνυμον, ἐκ δὲ τοκήων Τῶν αὐτῶν, οἵπερ τέκον Ἀλκίνοον βασιλῆα. ἀναλαβὼν δὲ ἄνωθεν ἀπὸ τοῦ Ποσειδῶνος οἶμαι τὴν ἀρχὴν τοῦ γένους καὶ ὅσα ἔδρασάν τε καὶ ἔπαθον εἰπών, καὶ ὅπως αὐτὴν ὁ θεῖος, τοῦ πατρὸς ἀπολομένου νέου καὶ νυμφίου, ἔγημέ τε καὶ ἐτίμησεν, Ὡς οὔτις ἐπὶ χθονὶ τίεται ἄλλη, Καὶ ὅσων τυγχάνει Ἔκ τε φίλων παίδων ἔκ τ᾿ αὐτοῦ Ἀλκινόοιο, Ἔτι δὲ οἶμαι τῆς γερουσίας καὶ τοῦ δήμου, οἳ καθάπερ θεὸν ὁρῶσι πορευομένην διὰ τοῦ ἄστεος, τέλος ἐπέθηκε ταῖς εὐφημίαις ζηλωτὸν ἀνδρὶ καὶ γυναικί, Οὐ μὲν γάρ τι νόου γε καὶ αὐτὴ δεύεται ἐσθλοῦ Λέγων, καὶ ὡς κρίνειν εὖ ἠπίστατο, οἷσίν τ᾿ εὖ φρονέῃσι, καὶ διαλύειν τὰ πρὸς ἀλλήλους ἐγκλήματα τοῖς πολίταις ἀναφυόμενα ξὺν δίκῃ. ταύτην δὴ οὖν ἱκετεύσας εἰ τύχοις εὔνου, πρὸς αὐτὸν ἔφη, Ἐλπωρή τοι ἔπειτα φίλους τ᾿ ἰδέειν καὶ ἱκέσθαι Οἶκον ἐς ὑψόροφον· Ὁ δ᾿ ἐπείσθη τῇ ξυμβουλῇ. ἆρ᾿ οὖν ἔτι δεησόμεθα μειζόνων εἰκόνων καὶ ἀποδείξεων ἐναργεστέρων, ὥστε ἀποφυγεῖν τὴν ἐκ τοῦ κολακεύειν δοκεῖν ὑποψίαν; οὐχὶ δὲ ἤδη μιμούμενοι τὸν σοφὸν [106] ἐκεῖνον καὶ θεῖον ποιητὴν ἐπαινέσομεν Εὐσεβίαν τὴν ἀρίστην, ἐπιθυμοῦντες μὲν ἔπαινον αὐτῆς ἄξιον διεξελθεῖν, ἀγαπῶντες δέ, εἰ καὶ μετρίως τυγχάνοιμεν οὕτω καλῶν καὶ πολλῶν ἐπιτηδευμάτων; Καὶ τῶν ἀγαθῶν τῶν ὑπαρχόντων ἐκείνῃ, σωφροσύνης καὶ δικαιοσύνης ἢ πρᾳότητος καὶ ἐπιεικείας ἢ τῆς περὶ τὸν ἄνδρα φιλίας ἢ τῆς περὶ τὰ χρήματα μεγαλοψυχίας ἢ τῆς περὶ τοὺς οἰκείους καὶ ξυγγενεῖς τιμῆς. προσήκει δὲ οἶμαι καθάπερ ἴχνεσιν ἑπόμενον τοῖς ἤδη ῥηθεῖσιν οὕτω ποιεῖσθαι τὴν ξὺν εὐφημίᾳ τάξιν, ἀποδιδόντα τὴν αὐτὴν ἐκείνῃ, πατρίδος τε, ὡς εἰκός, καὶ πατέρων μνημονεύοντα, καὶ ὅπως ἐγήματο καὶ ᾧτινι, καὶ τἆλλα πάντα τὸν αὐτὸν ἐκείνοις τρόπον. Περὶ μὲν οὖν τῆς πατρίδος πολλὰ σεμνὰ λέγειν ἔχων, τὰ μὲν διὰ παλαιότητα παρήσειν μοι δοκῶ· φαίνεται γὰρ εἶναι τῶν μύθων οὐ πόρρω· ὁποῖον δή τι καὶ τὸ περὶ τῶν Μουσῶν λεγόμενον, ὡς εἶεν δήπουθεν ἐκ τῆς Πιερίας, οὐχὶ δὲ ἐξ Ἑλικῶνος εἰς τὸν Ὄλυμπον ἀφίκοιντο παρὰ τὸν πατέρα κληθεῖσαι. τοῦτο μὲν δὴ καὶ εἰ δή τι τοιοῦτον ἕτερον, μύθῳ μᾶλλον ἢ λόγῳ προσῆκον, ἀπολειπτέον· ὀλίγα δὲ εἰπεῖν τῶν οὐ πᾶσι γνωρίμων τυχὸν οὐκ ἄτοπον οὐδὲ ἀπὸ τοῦ παρόντος λόγου. Μακεδόνων γὰρ οἰκίσαι φασὶ τὴν χώραν τοὺς Ἡρακλέους ἐγγόνους, Τημένου παῖδας, οἳ τὴν Ἀργείαν λῆξιν νεμόμενοι καὶ στασιάζοντες τέλος ἐποιήσαντο τὴν ἀποικίαν τῆς πρὸς ἀλλήλους ἔριδος καὶ φιλοτιμίας· εἶτα ἑλόντες τὴν Μακεδονίαν καὶ γένος ὄλβιον ἀπολιπόντες βασιλεῖς Ἐκ βασιλέων διετέλουν καθάπερ κλῆρον τὴν τιμὴν διαδεχόμενοι. πάντας μὲν οὖν αὐτοὺς ἐπαινεῖν οὔτε ἀληθὲς οὔτε οἶμαι ῥᾴδιον. πολλῶν δὲ ἀγαθῶν ἀνδρῶν γενομένων καὶ καταλιπόντων Ἑλληνικοῦ τρόπου μνημεῖα πάγκαλα, Φίλιππος καὶ ὁ τούτου παῖς ἀρετῇ διηνεγκάτην πάντων, ὅσοι [107] πάλαι Μακεδονίας καὶ Θρᾴκης ἦρξαν, οἶμαι δὲ ἔγωγε καὶ ὅσοι Λυδῶν ἢ Μήδων καὶ Περσῶν καὶ Ἀσσυρίων, πλὴν μόνου τοῦ Καμβύσου παιδός, ὃς ἐκ τῶν Μήδων ἐς Πέρσας τὴν βασιλείαν μετέστησεν. ὁ μὲν γὰρ πρῶτος ἐπειράθη τὴν Μακεδόνων αὐξῆσαι δύναμιν, καὶ τῆς Εὐρώπης τὰ πλεῖστα καταστρεψάμενος ὅρον ἐποιήσατο πρὸς ἕω μὲν καὶ πρὸς μεσημβρίαν τὴν θάλατταν, ἀπ᾿ ἄρκτων δὲ οἶμαι τὸν Ἴστρον καὶ πρὸς ἑσπέραν τὸ Ὠρικὸν ἔθνος. ὁ τούτου δὲ αὖ παῖς ὑπὸ τῷ Σταγειρίτῃ σοφῷ τρεφόμενος τοσοῦτον μεγαλοψυχίᾳ τῶν ἄλλων ἁπάντων διήνεγκε καὶ προσέτι τὸν αὑτοῦ πατέρα τῇ στρατηγίᾳ καὶ τῇ θαρραλεότητι καὶ ταῖς ἄλλαις ἀρεταῖς ὑπερβαλλόμενος, ὥστ᾿ οὐκ ἄξιον αὑτῷ ζῆν ὑπελάμβανεν, εἰ μὴ ξυμπάντων μὲν ἀνθρώπων, πάντων δὲ ἐθνῶν κρατήσειεν. οὐκοῦν τὴν μὲν Ἀσίαν ἐπῆλθε σύμπασαν καταστρεφόμενος, καὶ ἀνίσχοντα πρῶτος ἀνθρώπων τὸν ἥλιον προσεκύνει, ὡρμημένον δὲ αὐτὸν ἐπὶ τὴν Εὐρώπην, ὅπως τὰ λειπόμενα περιβαλόμενος γῆς τε ἁπάσης καὶ θαλάττης κύριος γένοιτο, τὸ χρεὼν ἐν Βαβυλῶνι κατέλαβε. Μακεδόνες δὲ ἁπάντων ἦρχον, ὧν ὑπ᾿ ἐκείνῳ κτησάμενοι πόλεων καὶ ἐθνῶν ἔτυχον. ἆρ᾿ οὖν ἔτι χρὴ διὰ μειζόνωντεκμηρίων δηλοῦν, ὡς ἔνδοξος μὲν ἡ Μακεδονία καὶ μεγάλη τὸ πρόσθεν γένοιτο; ταύτης δὲ αὐτῆς τὸ κράτιστον ἡ πόλις ἐκείνη, ἣν ἀνέστησαν, πεσόντων, οἶμαι, Θετταλῶν, τῆς κατ᾿ ἐκείνων ἐπώνυμον νίκης. καὶ περὶ μὲν τούτων οὐδὲν ἔτι δέομαι μακρότερα λέγειν. Εὐγενείας γε μὴν τί ἂν ἔχοιμεν ἔτι πράγματα ἐπιζητοῦντες φανερώτερον καὶ ἐναργὲς μᾶλλον τεκμήριον; θυγάτηρ γάρ ἐστιν ἀνδρὸς ἀξίου νομισθέντος τὴν ἐπώνυμον τοῦ ἔτους ἀρχὴν ἄρχειν, πάλαι μὲν ἰσχυρὰν καὶ βασιλείαν ἀτεχνῶς ὀνομαζομένην, [108] μεταβαλοῦσαν δὲ διὰ τοὺς οὐκ ὀρθῶς χρωμένους τῇ δυνάμει τὸ ὄνομα· νῦν δὲ ἤδη τῆς δυνάμεως ἐπιλειπούσης, ἐπειδὴ πρὸς μοναρχίαν τὰ τῆς πολιτείας μεθέστηκε, τιμὴ καθ᾿ αὑτὴν τῶν ἄλλων ἁπάντων στερομένη πρὸς πᾶσαν ἰσχὺν ἀντίρροπος εἶναι δοκεῖ, τοῖς μὲν ἰδιώταις οἷον ἆθλον ἀποκειμένη καὶ γέρας ἀρετῆς ἢ πίστεως ἤ τινος εὐνοίας καὶ ὑπηρεσίας περὶ τοὺς τῶν ὅλων ἄρχοντας ἢ πράξεως λαμπρᾶς, τοῖς βασιλεῦσι δὲ πρὸς οἷς ἔχουσιν ἀγαθοῖς οἷον ἄγαλμα καὶ κόσμος ἐπιτιθεμένη· τῶν μὲν γὰρ ἄλλων ὀνομάτων τε καὶ ἔργων, ὁπόσα τῆς παλαιᾶς ἐκείνης πολιτείας διασώζει τινὰ φαύλην καὶ ἀμυδρὰν εἰκόνα, ἢ παντάπασιν ὑπεριδόντες διὰ τὴν ἰσχὺν κατέγνωσαν, ἢ προσιέμενοί γε διὰ βίου καρποῦνται τὰς ἐπωνυμίας· μόνης δέ, οἶμαι, ταύτης οὔτε τὴν ἀρχὴν ὑπερεῖδον, χαίρουσί τε καὶ πρὸς ἐνιαυτὸν τυγχάνοντες· καὶ οὔτε Ἰδιώτης οὐδεὶς οὔτε βασιλεύς ἐστιν ἢ γέγονεν, ὃς οὐ ζηλωτὸν ἐνόμισεν ὕπατος ἐπονομασθῆναι. εἰ δέ, ὅτι πρῶτος ἔτυχεν ἐκεῖνος καὶ γέγονεν ἀρχηγὸς τῷ γένει τῆς εὐδοξίας, ἔλαττόν τις ἔχειν αὐτὸν τῶν ἄλλων ὑπολαμβάνει, λίαν ἐξαπατώμενος οὐ μανθάνει· τῷ παντὶ γὰρ οἶμαι κρεῖττόν ἐστι καὶ σεμνότερον ἀρχὴν παρασχεῖν τοῖς ἐγγόνοις περιφανείας τοσαύτης ἢ λαβεῖν παρὰ τῶν προγόνων. ἐπεὶ καὶ πόλεως μεγίστης οἰκιστὴν γενέσθαι κρεῖττον ἢ πολίτην, καὶ λαβεῖν ὁτιοῦν ἀγαθὸν τοῦ δοῦναι τῷ παντὶ καταδεέστερον. λαμβάνειν δὲ ἐοίκασι παρὰ τῶν πατέρων οἱ παῖδες καὶ οἱ πολῖται παρὰ τῶν πόλεων οἷον ἀφορμάς τινας πρὸς εὐδοξίαν. ὅστις δὲ ἀποδίδωσι πάλιν ἐξ ἑαυτοῦ προγόνοις τε καὶ πατρίδι μείζονα τιμῆς ὑπόθεσιν, λαμπροτέραν μὲν ἐκείνην καὶ σεμνοτέραν, τοὺς πατέρας δὲ ἐνδοξοτέρους ἀποφαίνων, οὗτος οὐδενὶ δοκεῖ καταλιπεῖν πρὸς εὐγενείας λόγον ἅμιλλαν· οὐδὲ ἔστιν ὅστις [109] ἐκείνου φήσει κρείττων γεγονέναι· ἐξ ἀγαθῶν μὲν γὰρ ἀγαθὸν φῦναι χρή. ὁ δὲ ἐξ ἐνδόξων ἐνδοξότερος γενόμενος, ἐς ταὐτὸν ἀρετῇ τῆς τύχης πνεούσης, οὗτος οὐδενὶ δίδωσιν ἀπορεῖν, εἰ τῆς εὐγενείας εἰκότως μεταποιεῖται. Εὐσεβία δέ, περὶ ἧς ὁ λόγος, παῖς μὲν ὑπάτου γέγονε, γαμετὴ δέ ἐστι βασιλέως ἀνδρείου, σώφρονος, συνετοῦ, δικαίου, χρηστοῦ καὶ πρᾴου καὶ μεγαλοψύχου, ὃς ἐπειδὴ πατρῴαν οὖσαν αὐτῷ Τὴν ἀρχὴν ἀνεκτήσατο, ἀφελόμενος τοῦ βίᾳ λαβόντος, γάμου τε ἐδεῖτο πρὸς παίδων γένεσιν, οἳ κληρονομήσουσι τῆς τιμῆς καὶ τῆς ἐξουσίας, ταύτην ἀξίαν ἔκρινε τῆς κοινωνίας γεγονὼς ἤδη σχεδόν τι τῆς οἰκουμένης ἁπάσης κύριος. καίτοι πῶς ἄν τις μείζονα μαρτυρίαν ἐπιζητήσειε τῆσδε; οὐ μόνον περὶ τῆς εὐγενείας αὐτῆς, ὑπὲρ δὲ ἁπάντων ἁπλῶς, ὅσα χρῆν οἶμαι τὴν βασιλεῖ τοσούτῳ συνιοῦσαν, καθάπερ φερνὴν οἴκοθεν ἐπιφερομένην, κομίζειν ἀγαθά, παιδείαν ὀρθήν, σύνεσιν ἐμμελῆ, ἀκμὴν καὶ ὥραν σώματος καὶ κάλλος τοσοῦτον, ὥστε ἀποκρύπτεσθαι τὰς ἄλλας παρθένους, καθάπερ οἶμαι περὶ τῇ σελήνῃ πληθούσῃ οἱ διαφανεῖς ἀστέρες καταυγαζόμενοι κρύπτουσι τὴν μορφήν. ἓν μὲν γὰρ τούτων οὐδὲν ἐξαρκεῖν δοκεῖ πρὸς κοινωνίαν βασιλέως, πάντα δὲ ἅμα, ὥσπερ θεοῦ τινος ἀγαθῷ βασιλεῖ καλὴν καὶ σώφρονα πλάττοντος τὴν νύμφην, εἰς ταὐτὸ συνεληλυθότα πόρρωθεν καὶ οὐκ ἀπὸ τῶν ὀμμάτων ἐφελκυσάμενα μάλα ὄλβιον ἦγε τὸν νυμφίον. κάλλος μὲν γὰρ τῆς ἐκ τοῦ γένους βοηθείας καὶ τῶν ἄλλων ἀγαθῶν οἶμαι στερόμενον οὐδὲ ἰδιώτην ἀκόλαστον ἰσχύει πείθειν τὴν γαμήλιον ἀνάψαι λαμπάδα, ἄμφω δὲ ἅμα συνελθόντα γάμον μὲν ἥρμοσε πολλάκις, ἀπολειπόμενα δὲ τῆς ἐκ τῶν τρόπων ἁρμονίας καὶ χάριτος οὐ [110] λίαν ἐφάνη ζηλωτά. Ταῦτα ἐπιστάμενον σαφῶς τὸν βασιλέα τὸν σώφρονα φαίην ἂν εἰκότως πολλάκις βουλευσάμενον ἑλέσθαι τὸν γάμον, τὰ μὲν οἶμαι πυνθανόμενον, Ὅσα χρῆν δι᾿ ἀκοῆς περὶ αὐτῆς μαθεῖν, τεκμαιρόμενον δὲ ἀπὸ τῆς μητρὸς τὴν εὐταξίαν· ὑπὲρ ἧς τὰ μὲν ἄλλα τί δεῖ λέγοντας διατρίβειν, καθάπερ οὐκ ἔχοντας ἴδιον ἐγκώμιον τῆς, ὑπὲρ ἧς ὁ λόγος, διελθεῖν; τοσοῦτον δὲ ἴσως οὔτε εἰπεῖν οὔτε ἐπακοῦσαι πολὺ καὶ ἐργῶδες, ὅτι δὴ γένος μὲν αὐτῇ σφόδρα Ἑλληνικόν, Ἑλλήνων τῶν πάνυ, καὶ πόλις ἡ μητρόπολις τῆς Μακεδονίας, σωφροσύνη δὲ ὑπέρ τε Εὐάδνην τὴν Καπανέως καὶ τὴν Θετταλὴν ἐκείνην Λαοδάμειαν. αἱ μὲν γὰρ καλοὺς καὶ νέους καὶ ἔτι νυμφίους τοὺς ἄνδρας ἀφαιρεθεῖσαι δαιμόνων βίᾳ βασκάνων ἢ μοιρῶν νήμασι τοῦ ζῆν ὑπερεῖδον διὰ τὸν ἔρωτα, ἡ δέ, ἐπειδὴ τὸ χρεὼν τὸν κουρίδιον αὐτῆς ἄνδρα κατέλαβε, τοῖς παισὶ προσκαθημένη τοσοῦτον ἐπὶ σωφροσύνῃ κλέος αὑτῇ εἰργάσατο, ὥστε τῇ μὲν Πηνελόπῃ περιόντος ἔτι καὶ πλανωμένου τοῦ γήμαντος, προσῄει τὰ μειράκια μνηστευσόμενα ἔκ τε Ἰθάκης καὶ Σάμου καὶ Δουλιχίου, τῇ δὲ ἀνὴρ μὲν οὐδεὶς καλὸς καὶ μέγας ἢ ἰσχυρὸς καὶ πλούσιος ὑπὲρ τούτων εἰς λόγους ἐλθεῖν ὑπέμεινέ ποτε· τὴν θυγατέρα δὲ βασιλεὺς ἑαυτῷ συνοικεῖν ἀξίαν ἔκρινε, καὶ ἔδρασε τὸν γάμον λαμπρῶς μετὰ τὰ τρόπαια, ἔθνη καὶ πόλεις καὶ δήμους ἑστιῶν. Εἰ δέ τις ἄρα ἐκείνων ἐπακούειν ποθεῖ, ὅπως μὲν ἐκ Μακεδονίας ἐκαλεῖτο μετὰ τῆς μητρὸς ἡ νύμφη, Τίς δὲ ἦν ὁ τῆς πομπῆς τρόπος, ἁρμάτων καὶ ἵππων καὶ ὀχημάτων παντοδαπῶν χρυσῷ καὶ ἀργύρῳ καὶ ὀρειχάλκῳ μετὰ τῆς ἀρίστης τέχνης εἰργασμένων, ἴστω παιδικῶν σφόδρα ἀκουσμάτων ἐπιθυμῶν· καθάπερ γὰρ οἶμαι κιθαρῳδοῦ τινος [111] δεξιοῦ τὴν τέχνην· ἔστω δέ, εἰ βούλει, Τέρπανδρος οὗτος ἢ ὁ Μηθυμναῖος ἐκεῖνος, ὃν δὴ λόγος ἔχει δαιμονίᾳ πομπῇ χρησάμενον φιλομουσοτέρου τοῦ δελφῖνος τυχεῖν ἢ τῶν ξυμπλεόντων, καὶ ἐπὶ τὴν Λακωνικὴν ἄκραν κομισθῆναι· ἔθελγε γὰρ οἶμαι τοὺς δυστυχεῖς ναύτας ὅσα ἐκεῖνος ἀπὸ τῆς τέχνης εἰργάσατο, αὐτῆς δὲ ἐκείνης ὑπερεώρων καὶ οὐδεμίαν ὤραν ἐποιοῦντο τῆς μουσικῆς· εἰ δὴ οὖν τις τοῖν ἀνδροῖν ἐκείνοιν τὸν κράτιστον ἐπιλεξάμενος καὶ ἀποδοὺς τὸν περὶ τὸ σῶμα κόσμον τῇ τέχνῃ πρέποντα εἶτα ἐς θέατρον παραγάγοι παντοδαπῶν ἀνδρῶν καὶ γυναικῶν καὶ παίδων φύσει τε καὶ ἡλικίᾳ καὶ τοῖς ἄλλοις ἐπιτηδεύμασι διαφερόντων, οὐκ ἂν οἴεσθε τοὺς μὲν παῖδας καὶ τῶν ἀνδρῶν καὶ γυναικῶν ὁπόσοι τοιοῦτοι εἰς τὴν ἐσθῆτα καὶ τὴν κιθάραν ἀποβλέποντας ἐκπεπλῆχθαι δεινῶς πρὸς τὴν ὄψιν, τῶν ἀνδρῶν δὲ τοὺς ἀμαθεστέρους καὶ γυναικῶν πλὴν σφόδρα ὀλίγων ἅπαν τὸ πλῆθος ἡδονῇ καὶ λύπῃ κρίνειν τὰ κρούματα, μουσικὸν δὲ ἄνδρα, τοὺς νόμους ἐξεπιστάμενον τῆς τέχνης, οὔτε μιγνύμενα τὰ μέλη τῆς ἡδονῆς χάριν φαύλως ἀνέχεσθαι, δυσχεραίνειν τε καὶ εἰ τοὺς τρόπους τῆς μουσικῆς διαφθείροικαὶ εἰ ταῖς ἁρμονίαις μὴ δεόντως χρῷτο μηδὲ ἑπομένως τοῖς νόμοις τῆς ἀληθινῆς καὶ θείας μουσικῆς; ὁρῶν δὲ ἐμμένοντα τοῖς νομισθεῖσι καὶ οὐ κίβδηλον ἡδονήν, καθαρὰν δὲ καὶ ἀκήρατον τοῖς θεαταῖς ἐνεργασάμενον ἄπεισι τοῦτον ἐπαινῶν καὶ ἐκπληττόμενος, ὅτι δὴ σὺν τέχνῃ μηδὲν ἀδικῶν τὰς Μούσας τῷ θεάτρῳ ξυγγέγονε. τὸν δὲ τὴν ἁλουργίδα καὶ τὴν κιθάραν ἐπαινοῦντα ληρεῖν οἴεται καὶ ἀνοηταίνειν· καὶ εἰ διὰ πλείονων τὰ τοιαῦτα διηγεῖται, λέξει τε ἡδίστῃ κοσμῶν καὶ ἐπιλεαίνων τὸ φαῦλον καὶ ἀγεννὲς τῶν διηγημάτων, γελοιότερον νομίζει τῶν ἀποτορνεύειν τὰς [112] κέγχρους ἐπιχειρούντων, καθάπερ οἶμαι φασὶ τὸν Μυρμηκίδην ἀντιταττόμενον τῇ Φειδίου τέχνῃ. οὔκουν οὐδὲ ἡμεῖς ἑκόντες αὑτοὺς ταύταις ὑποθήσομεν ταῖς αἰτίαις, ἱματίων πολυτελῶν καὶ δώρων παντοίων ὅρμων τε καὶ στεφάνων κατάλογον τῶν ἐκ βασιλέως μακρόν τινα τοῦτον ᾄδοντες, οὐδὲ ὡς ἀπήντων οἱ δῆμοι δεξιούμενοι καὶ χαίροντες, οὐδὲ ὅσα κατὰ τὴν ὁδὸν ἐκείνην λαμπρὰ καὶ ζηλωτὰ γέγονε καὶ ἐνομίσθη. ἀλλ᾿ ἐπειδὴ τῶν βασιλείων εἴσω παρῆλθε καὶ τῆς ἐπωνυμίας ταύτης ἠξιώθη, τί πρῶτον ἔργον ἐκείνης γέγονε, καὶ αὖθις δεύτερον, καὶ ἐπ᾿ αὐτῷ τρίτον, καὶ πολλὰ δὴ μάλα τὸ ἐντεῦθεν; οὐ γάρ, εἰ σφόδρα λέγειν ἐθέλοιμι καὶ μακρὰς ὑπὲρ τούτων βίβλους ξυντιθέναι, ἀρκέσειν ὑπολαμβάνω τῷ πλήθει τῶν ἔργων, ὅσα ἐκείνῃ φρόνησιν καὶ πρᾳότητα καὶσωφροσύνην καὶ φιλανθρωπίαν ἐπιείκειάν τε καὶ ἐλευθεριότητα καὶ τὰς ἄλλας ἀρετὰς ἐξεμαρτύρησε λαμπρότερον, ἢ νῦν ὁ παρὼν περὶ αὐτῆς λόγος δηλοῦν ἐπιχειρεῖ καὶ ἐκδιδάσκειν τοὺς πάλαι διὰ τῶν ἔργων ἐγνωκότας. οὐ μὴν ἐπειδὴ ἐκεῖνο δυσχερές, μᾶλλον δὲ ἀδύνατον ἐφάνη, παντελῶς ἄξιον ὑπὲρ ἁπάντων ἀποσιωπῆσαι, πειρᾶσθαι δὲ εἰς δύναμιν φράζειν ὑπὲρ αὐτῶν καὶ τῆς μὲν φρονήσεως ποιεῖσθαι σημεῖον καὶ τῆς ἄλλης ἀρετῆς πάσης, ὅτι τὸν γήμαντα διέθηκεν οὕτω περὶ αὑτήν, ὥσπερ οὖν ἄξιον γυναῖκα καλὴν καὶ γενναίαν. Ὥστε ἔγωγε τῆς Πηνελόπης πολλὰ καὶ ἄλλα νομίσας ἐπαίνων ἄξια τοῦτο ἐν τοῖς μάλιστα θαυμάζω, ὅτι δὴ τὸν ἄνδρα λίαν ἔπειθε στέργειν καὶ ἀγαπᾶν αὑτὴν ὑπερορῶντα μέν, ὡς φασί, δαιμονίων γάμων, ἀτιμάζοντα δὲ οὐ μεῖον τὴν τῶν Φαιάκων ξυγγένειαν. Καίτοι γε εἶχον αὐτοῦ πᾶσαι ἐρωτικῶς, Καλυψὼ καὶ Κίρκη καὶ Ναυσικάα· καὶ ἦν αὐταῖς τὰ βασίλεια πάγκαλα, κήπων τινῶν καὶ παραδείσων ἐν αὐτοῖς πεφυτευμένων [113] μάλα ἀμφιλαφέσι καὶ κατασκίοις τοῖς δένδρεσι, λειμῶνές τε ἄνθεσι ποικίλοις καὶ μαλακῇ τῇ πόᾳ βρύοντες· Κρῆναι δ᾿ ἑξείης πίσυρες ῥέον ὕδατι λευκῷ· καὶ ἐτεθήλει περὶ τὴν οἰκίαν ἡμερὶς ἡβώωσα σταφυλῆς οἶμαι τῆς γενναίας, βριθομένη τοῖς βότρυσι· καὶ παρὰ τοῖς Φαίαξιν ἕτερα τοιαῦτα, πλὴν ὅσῳ πολυτελέστερα, ἅτε οἶμαι ποιητὰ ξὺν τέχνῃ, τῆς τῶν αὐτοφυῶν ἔλαττον μετεῖχε χάριτος καὶ ἧττον εἶναι ἐδόκει ἐκείνων ἐράσμια. τῆς Τρυφῆς δὲ αὖ καὶ τοῦ πλούτου καὶ προσέτι τῆς περὶ τὰς νήσους ἐκείνας εἰρήνης καὶ ἡσυχίας τίνα οὐκ ἂν ἡττηθῆναι δοκεῖτε τοσούτους ἀνατλάντα πόνους καὶ κινδύνους καὶ ἔτι ὑφορώμενον δεινότερα πείσεσθαι, τὰ μὲν ἐν θαλάττῃ τὰ δὲ ἐπὶ τῆς οἰκίας αὐτῆς, πρὸς ἑκατὸν νεανίσκους ἡβῶντας εὖ μάλα μόνον ἀγωνίζεσθαι μέλλοντα, ὅπερ οὐδὲ ἐν Τροίᾳ ἐκείνῳ ποτὲ συνηνέχθη; εἴ τις οὖν ἔροιτο τὸν Ὀδυσσέα παίζων ὧδέ πως· τί ποτε, ὦ σοφώτατε ῥῆτορ ἢ στρατηγὲ ἢ ὅ τι χρή σε ὀνομάζειν, τοσούτους ἑκὼν ὑπέμεινας πόνους, ἐξὸν εἶναι ὄλβιον καὶ εὐδαίμονα, τυχὸν δὲ καὶ ἀθάνατον εἴ τι χρὴ ταῖς ἐπαγγελίαις Καλυψοῦς πιστεύειν, σὺ δὲ ἑλόμενος τὰ χείρω πρὸ τῶν βελτιόνων τοσούτους σαυτῷ προστέθεικας πόνους, οὐδὲ ἐν τῇ Σχερίᾳ καταμεῖναι ἐθελήσας, ἐξὸν ἐκεῖ που παυσάμενον τῆς πλάνης καὶ τῶν κινδύνων ἀπηλλάχθαι· σὺ δὲ ἡμῖν ἐπὶ τῆς οἰκίας ἔγνως στρατεύεσθαι καὶ ἄθλους δή τινας καὶ ἀποδημίαν ἑτέραν ἐκτελεῖν οὔτι τῆς πρόσθεν, ὥς γε τὸ εἰκὸς ἀπονωτέραν οὐδὲ κουφοτέραν. τί δὴ οὖν οἴεσθε πρὸς ταῦτα ἐκεῖνον εἰπεῖν ἔχειν; ἆρ᾿ οὐχ ὅτι τῇ Πηνελόπῃ συνεῖναι ἐθέλων τοὺς ἄθλους αὐτῇ καὶ τὰς στρατείας χαρίεντα διηγήματα φέρειν ὑπέλαβε; ταῦτά τοι καὶ τὴν μητέρα πεποίηκεν αὐτῷ παραινοῦσαν μεμνῆσθαι πάντων, ὧν τε εἶδε [114] θεαμάτων καὶ ὧν ἤκουσεν ἀκουσμάτων, Ἵνα καὶ μετόπισθε τεῇ εἴπῃσθα γυναικί, Φησίν. ὁ δὲ οὐδενὸς ἐπιλαθόμενος, ἐπειδὴ πρῶτον ἀφίκετο καὶ τῶν μειρακίων τῶν ἐπὶ τὰ βασίλεια κωμαζόντων ἐκράτει ξὺν δίκῃ, πάντα ἀθρόως αὐτῇ διηγεῖτο, ὅσα τε ἔδρασε καὶ ὅσα ἀνέτλη, καὶ εἰ δή τι ἄλλο ὑπὸ τῶν χρησμῶν ἀναπειθόμενος ἐκτελεῖν διενοεῖτο· ἀπόρρητον δὲ ἐποιεῖτο πρὸς αὐτὴν οὐδὲ ἕν, ἀλλ᾿ ἠξίου κοινωνὸν γίγνεσθαι τῶν βουλευμάτων καὶ ὅ,τι πρακτέον εἴη συννοεῖν καὶ συνεξευρίσκειν. ἆρα τοῦτο ὑμῖν τῆς Πηνελόπης ὀλίγον ἐγκώμιον δοκεῖ, ἢ ἤδη τις ἄλλη τὴν ἐκείνης ἀρετὴν ὑπερβαλλομένη γαμετή τε οὖσα βασιλέως ἀνδρείου καὶ μεγαλοψύχου καὶ σώφρονος τοσαύτην εὔνοιαν ἐνεποίησεν αὑτῆς τῷ γήμαντι, συγκερασαμένη τῇ παρὰ τῶν ἐρώτων ἐπιπνεομένῃ φιλίᾳ τὴν ἐκ τῆς ἀρετῆς καθάπερ ῥεῦμα θεῖον ἐπιφερομένην ταῖς ἀγαθαῖς καὶ γενναίαις ψυχαῖς; δύο γὰρ δὴ τώδε τινὲ πίθω φιλίας ἔστον, ὧν ἥδε κατ᾿ ἴσον ἀρυσαμένη βουλευμάτων τε αὐτῷ γέγονε κοινωνὸς καὶ πρᾷον ὄντα φύσει τὸν βασιλέα καὶ χρηστὸν καὶ εὐγνώμονα πρὸς ἃ πέφυκε παρακαλεῖ μᾶλλον πρεπόντως καὶ πρὸς συγγνώμην τὴν δίκην τρέπει. ὥστε οὐκ ἄν τις εἰπεῖν ἔχοι, ὅτῳ γέγονεν ἡ βασιλὶς ἥδε ἐν δίκῃ τυχὸν ἢ καὶ παρὰ δίκην αἰτία τιμωρίας καὶ κολάσεως μικρᾶς ἢ μείζονος. Ἀθήνησι μὲν οὖν φασιν, ὅτε τοῖς πατρίοις ἔθεσιν ἐχρῶντο καὶ ἔζων τοῖς οἰκείοις πειθόμενοι νόμοις μεγάλην καὶ πολυάνθρωπον οἰκοῦντες πόλιν, εἴ ποτε τῶν δικαζόντωναἱ ψῆφοι κατ᾿ ἴσον γένοιντο τοῖς φεύγουσι πρὸς τοὺς διώκοντας, τὴν τῆς Ἀθηνᾶς ἐπιτιθεμένην τῷ τὴν δίκην ὀφλήσειν μέλλοντι ἀπολύειν ἄμφω τῆς αἰτίας, τὸν μὲν ἐπάγοντα τὴν κατηγορίαν τοῦ [115] δοκεῖν εἶναι συκοφάντην, τὸν δέ, ὡς εἰκός, τοῦ δοκεῖν ἔνοχον εἶναι τῷ πονηρεύματι. τοῦτον δὴ φιλάνθρωπον ὄντα καὶ χαρίεντα τὸν νόμον ἐπὶ τῶν δικῶν, ἃς βασιλεὺς κρίνει, σωζόμενον πρᾳότερον αὕτη καθίστησιν. οὗ γὰρ ἂν ὁ φεύγων παρ᾿ ὀλίγον ἔλθῃ τὴν ἴσην ἐν ταῖς ψήφοις λαχεῖν, πείθει, τὴν ὑπὲρ αὐτοῦ δέησιν προσθεῖσα καὶ ἱκετηρίαν, ἀφεῖναι πάντως τῆς αἰτίας. ὁ δὲ ἑκὼν ἑκόντι τῷ θυμῷ χαρίζεται τὰ τοιαῦτα, καὶ οὐ, καθάπερ Ὅμηρός φησι τὸν Δία ἐκβιαζόμενον παρὰ τῆς γαμετῆς ὁμολογεῖν ὅ,τι ξυγχωροίη, δίδωσιν ἑκὼν ἀέκοντί γε θυμῷ. καὶ τυχὸν οὐκ ἄτοπον χαλεπῶς καὶ μόλις τὰ τοιαῦτα ξυγχωρεῖν κατὰ ἀνδρῶν ὑβριστῶν καὶ ἀλαζόνων. ἀλλ᾿ οὐδὲ γὰρ εἰ σφόδρα ἐπιτήδειοί τινές εἰσι πάσχειν κακῶς καὶ κολάζεσθαι, τούτους ἐκ παντὸς ἀπολέσθαι χρεών· ὃ δὴ καὶ ἡ βασιλὶς ἥδε ξυννοοῦσα κακὸν μὲν οὐδὲν ἐκέλευσεν οὔτε ἄλλο ποτε οὔτε κόλασιν οὔτε τιμωρίαν ἐπαγαγεῖν οὐχ ὅπως βασιλείᾳ τινὸς ἢ πόλει, ἀλλ᾿ οὐδὲ οἰκίᾳ μιᾷ τῶν πολιτῶν. προσθείην δ᾿ ἂν· ἔγωγε θαρρῶν εὖ μάλα, ὅτι μηδὲνψεῦδός φημι; ὡς οὐδὲ ἐφ᾿ ἑνὸς ἀνδρὸς ἢ γυναικὸς μιᾶς ἔστιν αὐτὴν αἰτιᾶσθαι ξυμφορᾶς τῳ τῆς τυχούσης, ἀγαθὰ δὲ ὅσα καὶ οὕστινας δρᾷ καὶ ἔδρασεν, ἡδέως ἂν ὑμῖν τὰ πλεῖστα ἐξαριθμησαίμην καθ᾿. ἕκαστα ἀπαγγέλλων, ὡς ὅδε᾿ μὲν τὸν πατρῷον δι᾿ ἐκείνην νέμεται κλῆρον, ἐκεῖνος δὲ ἀπηλλάγη τιμωρίας, ὀφλήσας τοῖς νόμοις, ἄλλος συκοφαντίαν διέφυγε, παρ᾿ ὀλίγον ἐλθὼν κινδύνου, τιμῆς δὲ ἔτυχον καὶ ἀρχῆς μυρίοι. καὶ ταῦτα οὐκ ἔστιν ὅστις ἐμὲ ψεύδεσθαι τῶν ἁπάντων φήσει, εἰ καὶ ὀνομαστὶ τοὺς ἄνδρας μὴ καταλέγοιμι. ἀλλ᾿ ὀκνῶ, μή τισιν ἐξονειδίζειν δόξω τὰς συμφορὰς καὶ οὐκ ἔπαινον τῶν ταύτης ἀγαθῶν, κατάλογον δὲ τῶν ἀλλοτρίων συγγράφειν ἀτυχημάτων. τοσούτων δὲ ἔργων μηδὲν παρασχέσθαι μηδὲ εἰς τὸ ἐμφανὲς ἄγειν τεκμήριον κενόν πως εἶναι δοκεῖ [116] καὶ ἐς ἀπιστίαν ἄγει τὸν ἔπαινον. οὐκοῦν ἐκεῖνα παραιτησάμενος, ὁπόσα γ᾿ ἐμοί τε εἰπεῖν ἀνεπίφθονον ταύτῃ τε ἀκούειν καλὰ λέγοιμ᾿ ἂν ἤδη. Ἐπειδὴ γὰρ τὴν τοῦ γήμαντος εὔνοιαν τηλαυγέστατον πρόσωπον, κατὰ τὸν σοφὸν Πίνδαρον, ἀρχομένη τῶν ἔργων ἔθετο, γένος τε ἅπαν καὶ ξυγγενεῖς εὐθὺς ἐνέπλησε τιμῆς, τοὺς μὲν ἤδη γνωρίμους καὶ πρεσβυτέρους ἐπὶ μειζόνων τάττουσα πράξεων καὶ ἀποφήνασα μακαρίους καὶ ζηλωτοὺς βασιλεῖ τ᾿ ἐποίησε φίλους καὶ τῆς εὐτυχίας τῆς παρούσης ἔδωκε τὴν ἀρχήν. καὶ Γὰρ εἴ τῳ δοκοῦσιν, ὥσπερ οὖν ἀληθές, δι᾿ αὑτοὺς τίμιοι, ταύτῃ γε οἶμαι προσθήσει τὸν ἔπαινον· δῆλον γὰρ ὅτι μὴ τῇ τοῦ γένους κοινωνίᾳ μόνον, πολὺ δὲ πλέον ἀρετῇ φαίνεται νέμουσα· οὗ μεῖζον οὐκ οἶδα ὅπως τις ἐγκώμιον ἐρεῖ. περὶ μὲν τούσδε γέγονε τοιάδε. ὅσοι δὲ ἀγνῶτες ἔτι διὰ νεότητα τοῦ γνωρισθῆναι καὶ ὁπωσοῦν ἐδέοντο, τούτοις ἐλάττονας διένειμε τιμάς. ἀπέλιπε δὲ οὐδὲν εὐεργετοῦσα ξύμπαντας. καὶ οὐ τοὺς ξυγγενεῖς μόνον τοσαῦτα ἔδρασεν ἀγαθά, ξενίαν δὲ ὅτῳ πρὸς τοὺς ἐκείνης πατέρας ὑπάρξασαν ἔγνω, οὐκ ἀνόνητον ἀφῆκε τοῖς κτησαμένοις, τιμᾷ δὲ οἶμαι καὶ τούτους καθάπερ ξυγγενεῖς, καὶ ὅσους τοῦ πατρὸς ἐνόμισε φίλους, ἅπασιν ἔνειμε τῆς φιλίας ἔπαθλα θαυμαστά. Ἐγὼ δέ, ἐπειδή μοι τεκμηρίων καθάπερ ἐν δικαστηρίῳ τὸν λόγον ὁρῶ δεόμενον, αὐτὸς ὑμῖν ἐμαυτὸν τούτων ἐκείνῳ μάρτυρα καὶ ἐπαινέτην παρέξομαι· ἀλλ᾿ ὅπως μου μή ποτε ὑπιδόμενοι τὴν μαρτυρίαν πρὶν ἐπακοῦσαι τῶν λόγων διαταράττησθε, ὄμνυμι ὑμῖν, ὡς οὐδὲν ψεῦδος οὐδὲ πλάσμα ἐρῶ· ὑμεῖς δὲ κἂν ἀνωμότῳ ἐπιστεύσατε πάντα οὐ κολακείας ἕνεκα λέγειν. ἔχω γὰρ ἤδη [117] τοῦ θεοῦ διδόντος καὶ τοῦ βασιλέως ἅπαντα τὰ ἀγαθά, αὐτῆς γε οἶμαι καὶ ταύτης ξυμπροθυμουμένης, ὑπὲρ ὧν ἄν τις κολακεύων ἅπαντα ἀφείη Ῥήματα, ὥστε, εἰ μὲν πρὸ τούτων ἔλεγον, ἴσως ἐχρῆν ὀρρωδεῖν τὴν ἄδικον ὑποψίαν· νῦν δὲ ἐν ταύτῃ γεγονὼς τῇ τύχῃ καὶ ἀπομνημονεύων τῶν ἐκείνης εἰς ἐμαυτὸν ἔργων παρέξομαι ὑμῖν εὐγνωμοσύνης μὲν ἐμαυτοῦ σημεῖον, μαρτύριον δὲ ἀληθὲς τῶν ἐκείνης ἔργων. πυνθάνομαι γὰρ δὴ καὶ Δαρεῖον, ἕως ἔτι δορυφόρος ἦν τοῦ Περσῶν μονάρχου, τῷ Σαμίῳ ξένῳ περὶ τὴν Αἴγυπτον συμβαλεῖν φεύγοντι τὴν αὑτοῦ, καὶ λαβόντα φοινικίδα τινὰ δῶρον, οὗ σφόδρα ἐπεθύμει, τὴν Σαμίων ὕστερον ἀντιδοῦναι τυραννίδα, ὁπηνίκα, οἶμαι, τῆς Ἀσίας ἁπάσης κύριος κατέστη. εἰ δὴ οὖν καὶ αὐτὸς πολλὰ μὲν παρ᾿ αὐτῆς, ὅτε ἔτι ζῆν ἐξῆν ἐν ἡσυχίᾳ, τὰ μέγιστα δὲ δι᾿ αὐτὴν παρὰ τοῦ γενναίου καὶ μεγαλόφρονος βασιλέως λαβὼν ὁμολογοίην τοῦ μὲν ἀντιδοῦναι τὴν ἴσην λείπεσθαι· ἔχει γάρ, οἶμαι, ξύμπαντα παρ᾿ αὐτοῦ τοῦ καὶ ἡμῖν χαρισαμένου λαβοῦσα· τῷ βούλεσθαι δὲ τὴν μνήμην ἀθάνατον αὐτῇ τῶν ἔργων γενέσθαι καὶ ἐς ὑμᾶς ταῦτα ἀπαγγέλλειν τυχὸν οὐκ ἀγνωμονέστερος φανοῦμαι τοῦ Πέρσου, εἴπερ εἰς τὴν γνώμην ὁρῶντα χρὴ κρίνειν, ἀλλ᾿ οὐχ ὅτῳ παρέσχεν ἡ τύχη πολλαπλάσιον ἀποτῖσαι τὸ εὐεργέτημα. Τί ποτε οὖν ἐγὼ τοσοῦτον εὖ παθεῖν φημι καὶ ἀνθ᾿ ὅτου τὸν ἅπαντα χρόνον ὑπόχρεων ἐμαυτὸν Εἶναι χάριτος ὁμολογῶ τῇδε, σφόδρα ὥρμησθε ἀκούειν. ἐγὼ δὲ οὐκ ἀποκρύψομαι· ἐμοὶ γὰρ βασιλεὺς οὑτοσὶ σχεδὸν ἐκ παιδὸς νηπίου γεγονὼς ἤπιος πᾶσαν ὑπερεβάλλετο φιλοτιμίαν, κινδύνων τε ἐξαρπάσας τηλικούτων, οὓς οὐδ᾿ ἂν ἡβῶν ἀνὴρ εὖ μάλα διαφύγοι, μὴ θείας [118] τινὸς καὶ ἀμηχάνου σωτηρίας τυχών, εἶτα τὴν οἰκίαν καταληφθεῖσαν καθάπερ ἐπ᾿ ἐρημίας παρά του τῶν δυναστῶν ἀφείλετο ξὺν δίκῃ καὶ ἀπέφηνεν αὖθις πλούσιον. καὶ ἄλλα ἂν ἔχοιμι περὶ αὐτοῦ πρὸς ὑμᾶς εἰπεῖν εἰς ἐμαυτὸν ἔργα πολλῆς ἄξια χάριτος, ὑπὲρ ὧν τὸν ἅπαντα χρόνον εὔνουν ἐμαυτὸν ἐκείνῳ καὶ πιστὸν παρέχων οὐκ οἶδα ἐκ τίνος αἰτίας τραχυτέρως ἔχοντος ᾐσθόμην ἔναγχος. ἡ δὲ ἐπειδὴ τὸ πρῶτον ἤκουσεν ἀδικήματος μὲν οὐδενὸς ὄνομα, ματαίας δὲ ἄλλως ὑποψίας, ἠξίου διελέγχειν καὶ μὴ πρότερον προσέσθαι μηδὲ ἐνδέξασθαι ψευδῆ καὶ ἄδικον διαβολήν, καὶ οὐκ ἀνῆκε ταῦτα δεομένη πρὶν ἐμὲ ἤγαγεν ἐς ὄψιν τὴν βασιλέως καὶ τυχεῖν ἐποίησε λόγου· καὶ ἀπολυομένῳ πᾶσαν αἰτίαν ἄδικον συνήσθη, καὶ οἴκαδε ἐπιθυμοῦντι πάλιν ἀπιέναι πομπὴν ἀσφαλῆ παρέσχεν, ἐπιτρέψαι πρῶτον τὸν βασιλέα ξυμπείσασα. δαίμονος δέ, ὅσπερ οὖν ἐῴκει μοι τὰ πρόσθεν μηχανήσασθαι, ἤ τινος ξυντυχίας ἀλλοκότου τὴν ὁδὸν ταύτην ὑποτεμομένης, ἐποψόμενον πέμπει τὴν Ἑλλάδα, ταύτην αἰτήσασα παρὰ βασιλέως ὑπὲρ ἐμοῦ καὶ ἀποδημοῦντος ἤδη τὴν χάριν, ἐπειδή με λόγοις ἐπέπυστο χαίρειν καὶ παιδείᾳ τὸ χωρίον ἐπιτήδειον εἶναι ξυννοοῦσα. ἐγὼ δὲ τότε μὲν αὐτῇκαὶ πρώτῳ γε, ὡς εἰκός, βασιλεῖ πολλὰ καὶ ἀγαθὰ διδόναι τὸν θεὸν ηὐχόμην, ὅτι μοι τὴν ἀληθινὴν ποθοῦντι καὶ ἀγαπῶντι πατρίδα παρέσχον ἰδεῖν· ἐσμὲν γὰρ τῆς Ἑλλάδος οἱ περὶ τὴν Θρᾴκην καὶ τὴν Ἰωνίαν οἰκοῦντες ἔγγονοι, καὶ ὅστις ἡμῶν μὴ λίαν ἀγνώμων, ποθεῖ προσειπεῖν τοὺς πατέρας καὶ τὴν χώραν αὐτὴν ἀσπάσασθαι. ὃ δὴ καὶ ἐμοὶ πάλαι μὲν ἦν, ὡς εἰκός, ποθεινόν, καὶ ὑπάρξαι μοι τοῦτο ἐβουλόμην μᾶλλον ἢ [119] πολὺ χρυσίον καὶ ἀργύριον. ἀνδρῶν γὰρ ἀγαθῶν φημι ξυντυχίαν πρὸς χρυσίου πλῆθος ὁσονδηοῦν ἐξεταζομένην καθέλκειν τὸν ζυγὸν καὶ οὐκ ἐπιτρέπειν τῷ σώφρονι κριτῇ οὐδὲ ἐπ᾿ ὀλίγον ῥοπῆς ἐπιστῆσαι. Παιδείας δὲ ἕνεκα καὶ φιλοσοφίας πέπονθεν οἶμαι νῦν τὰ τῆς Ἑλλάδος παραπλήσιόν τι τοῖς Αἰγυπτίοις μυθολογήμασι καὶ λόγοις. λέγουσι γὰρ δὴ καὶ Αἰγύπτιοι τὸν Νεῖλον παρ᾿ αὐτοῖς εἶναι τά τ᾿ ἄλλα σωτῆρα καὶ εὐεργέτην τῆς χώρας καὶ ἀπείργειν αὐτοῖς τὴν ὑπὸ τοῦ πυρὸς φθοράν, ὁπόταν ἥλιος διὰ μακρῶν τινων περιόδων ἄστροις γενναίοις συνελθὼν ἢ συγγενόμενος ἐμπλήσῃ τὸν ἀέρα πυρὸς καὶ ἐπιφλέγῃ τὰ σύμπαντα. οὐ γὰρ ἰσχύει, φασίν, ἀφανίσαι οὐδὲ ἐξαναλῶσαι τοῦ Νείλου τὰς πηγάς. οὔκουν οὐδὲ ἐξ Ἑλλήνων παντελῶς οἴχεται φιλοσοφία, οὐδὲ ἐπέλιπε τὰς Ἀθήνας οὐδὲ τὴν Σπάρτην οὐδὲ τὴν Κόρινθον· ἥκιστα δέ ἐστι τούτων τῶν πηγῶν ἕκητι τὸ Ἄργος πολυδίψιον· πολλαὶ μὲν γὰρ ἐν αὐτῷ τῷ ἄστει, πολλαὶ δὲ καὶ πρὸ τοῦ ἄστεος περὶ τὸν παλαιὸν ἐκεῖνον Μάσητα· τὴν Πειρήνην Δὲ αὐτὴν ὁ Σικυὼν ἔχει καὶ οὐχ ἡ Κόρινθος. τῶν Ἀθηνῶν δὲ πολλὰ μὲν καὶ καθαρὰ καὶ ἐπιχώρια τὰ νάματα, πολλὰ δὲ ἔξωθεν ἐπιρρεῖ καὶ ἐπιφέρεται τίμια τῶν ἔνδον οὐ μεῖον· οἱ δὲ ἀγαπῶσι καὶ στέργουσι, πλουτεῖν ἐθέλοντες οὗ μόνου σχεδὸν ὁ πλοῦτος ζηλωτόν. Ἡμεῖς δὲ τί ποτε ἄρα πεπόνθαμεν; καὶ τίνα νῦν περαίνειν διανοούμεθα λόγον, εἰ μὴ τῆς φίλης Ἑλλάδος ἔπαινον, ἧς οὐκ ἔστι μνησθέντα μὴ πάντα θαυμάζειν; ἀλλ᾿ οὐ φήσει τις τυχὸν ὑπομνησθεὶς τῶν ἔμπροσθεν ταῦτα ἐθέλειν ἡμᾶς ἐξ ἀρχῆς διελθεῖν, καθάπερ δὲ τοὺς Κορυβαντιῶντας ὑπὸ τῶν αὐλῶν ἐπεγειρομένους χορεύειν καὶ πηδᾶν οὐδενὶ ξὺν λόγῳ, καὶ ἡμᾶς ὑπὸ τῆς μνήμης [120] τῶν παιδικῶν ἀνακινηθέντας ᾆσαι τῆς χώρας καὶ τῶν ἀνδρῶν ἐγκώμιον. πρὸς δὴ τοῦτον ἀπολογεῖσθαι χρεὼν ὧδέ πως λέγοντα· ὦ δαιμόνιε, καὶ τέχνης ἀληθῶς γενναίας ἡγεμών, σοφὸν μὲν χρῆμα ἐπινοεῖς, οὐκ ἐφιεὶς οὐδὲ ἐπιτρέπων τῶν ἐπαινουμένων οὐδὲ ἐπὶ σμικρὸν μεθίεσθαι, ἅτε αὐτὸς οἶμαι ξὺν τέχνῃ τοῦτο δρῶν. ἡμῖν δὲ τὸν ἔρωτα τοῦτον, ὃν σὺ φὴς αἴτιον εἶναι τῆς ἐν τοῖς λόγοις ἀταξίας, ἐπειδὴ προσγέγονεν, οἶμαι, παρακελεύεσθαι μὴ σφόδρα ὀκνεῖν μηδὲ εὐλαβεῖσθαι τὰς αἰτίας. οὐ γὰρ ἀλλοτρίων ἁπτόμεθα λόγων δεῖξαι ἐθέλοντες, ὅσων ἡμῖν ἀγαθῶν αἰτία γέγονε τιμῶσα τὸ φιλοσοφίας ὄνομα. τοῦτο δὲ οὐκ οἶδα ὅντινά μοι τρόπον ἐπικείμενον ἀγαπήσαντι μὲν Εὖ μάλα τὸ ἔργον καὶ ἐρασθέντι δεινῶς τοῦ πράγματος, ἀπολειφθέντι δὲ οὐκ οἶδα ὅντινα τρόπον ὄνομα ἐτύγχανε μόνον καὶ λόγος ἔργου στερόμενος. ἡ δὲ ἐτίμα καὶ τοὔνομα· αἰτίαν γὰρ δὴ ἄλλην οὔτε αὐτὸς εὑρίσκω οὔτε ἄλλου του πυθέσθαι δύναμαι, δι᾿ ἣν οὕτω μοι πρόθυμος γέγονε βοηθὸς καὶ ἀλεξίκακος καὶ σώτειρα, τὴν τοῦ γενναίου βασιλέως εὔνοιαν ἀκέραιον ἡμῖν καὶ ἀσινῆ μένειν ξὺν πολλῷ πόνῳ πραγματευσαμένη, ἧς μεῖζον ἀγαθὸν οὔποτε ἐγώ τι τῶν ἀνθρωπίνων νομίσας ἑάλων, οὐ τὸν ἐπὶ γῆς καὶ ὑπὸ γῆς χρυσὸν ἀντάξιον οὐδ᾿ ἀργύρου πλῆθος, ὁπόσος νῦν ἐστιν ὑπ᾿ αὐγὰς ἡλίου, καὶ εἴ ποτε ἄλλος προσγένοιτο, τῶν μεγίστων ὀρῶν αὐταῖς, οἶμαι, πέτραις καὶ δένδρεσι μεταβαλλόντων εἰς τήνδε τὴν φύσιν, οὐδὲ ἀρχὴν τὴν μεγίστην οὐδὲ ἄλλο τῶν πάντων οὐδέν· ἐκ μὲν γὰρ δὴ ἐκείνης ταῦτά μοι γέγονε πολλὰ καὶ ὅσα οὐδεὶς ἂν ἤλπισεν, οὐ σφόδρα πολλῶν δεομένῳ γε οὐδὲ ἐμαυτὸν ἐλπίσι τοιαύταις τρέφοντι. Εὔνοιαν δὲ ἀληθινὴν οὐκ ἔστι πρὸς χρυσίον ἀμείψασθαι, οὐδὲ ἄν τις αὐτὴν ἐντεῦθεν πρίαιτο, θείᾳ δέ [121] τινι καὶ κρείττονι μοίρᾳ ἀνθρώπων ἀγαθῶν συμπροθυμουμένων παραγίγνεται. ὃ δὴ καὶ ἐμοὶ παρὰ βασιλέως παιδὶ μὲν ὑπῆρχε κατὰ θεόν, ὀλίγου δὲ οἴχεσθαι δεῆσαν ἀπεσώθη πάλιν τῆς βασιλίδος ἀμυνούσης καὶ ἀπειργούσης τὰς ψευδεῖς καὶ ἀλλοκότους ὑποψίας. ἃς ἐπειδὴ παντελῶς ἐκείνη διέλυσεν, ἐναργεῖ τεκμηρίῳ τῷ βίῳ τὠμῷ χρωμένη, Καλοῦντός τε αὖθις τοῦ βασιλέως ἀπὸ τῆς Ἑλλάδος ὑπήκουον, ἆρα ἐνταῦθα κατέλιπεν, ὡς οὐκέτι πολλῆς βοηθείας, ἅτε οὐδενὸς ὄντος ἐν μέσῳ δυσχεροῦς οὐδὲ ὑπόπτου, δεόμενον; καὶ πῶς ἂν ὅσια δρῴην οὕτως ἐναργῆ καὶ σεμνὰ σιωπῶν καὶ ἀποκρύπτων; κυρουμένης τε γὰρ ἐπ᾿ ἐμοὶ τοῦ βασιλέως ταυτησὶ τῆς γνώμης διαφερόντως ηὐφραίνετο καὶ συνεπήχει μουσικόν, θαρρεῖν κελεύουσα καὶ μήτε τὸ μέγεθος δείσαντα τῶν διδομένων ἀρνεῖσθαι τὸ λαβεῖν, μήτε ἀγροίκῳ καὶ αὐθάδει χρησάμενον παρρησίᾳ φαύλως ἀτιμάσαι τοῦ τοσαῦτα ἐργασαμένου ἀγαθὰ τὴν ἀναγκαίαν αἴτησιν. ἐγὼ δὲ ὑπήκουον οὔτι τοῦτό γε ἡδέως σφόδρα ὑπομένων, ἄλλως δὲ ἀπειθεῖν χαλεπὸν ὂν σφόδρα ἠπιστάμην. οἷς γὰρ ἂν ἐξῇ πράττειν ὅ,τι ἂν ἐθέλωσι σὺν βίᾳ, ἦ που δεόμενοι δυσωπεῖν καὶ πείθειν ἀρκοῦσιν. οὐκοῦν ἐπειδή μοι πεισθέντι γέγονε καὶ μεταβαλόντι ἐσθῆτα καὶ θεραπείαν καὶ διατριβὰς τὰς συνήθεις καὶ τὴν οἴκησιν δὲ αὐτὴν καὶ δίαιταν πάντα ὄγκου πλέα καὶ σεμνότητος ἐκ μικρῶν, ὡς εἰκός, καὶ φαύλων τῶν πρόσθεν, ἐμοὶ μὲν ὑπὸ ἀηθείας ἡ ψυχὴ διεταράττετο, οὔτι τὸ μέγεθος ἐκπληττομένῳ τῶν παρόντων ἀγαθῶν· σχεδὸν γὰρ ὑπὸ ἀμαθίας οὐδὲ μεγάλα ταῦτα ἐνόμιζον, ἀλλὰ δυνάμεις τινὰς χρωμένοις μὲν ὀρθῶς σφόδρα ὠφελίμους, ἁμαρτάνουσι δὲ περὶ τὴν χρῆσιν βλαβερὰς καὶ οἴκοις καὶ πόλεσι [122] πολλαῖς μυρίων αἰτίας ξυμφορῶν. παραπλήσιαδὲ ἐπεπονθειν ἀνδρὶ σφόδρα ἀπείρως ἡνιοχικῆς ἔχοντι καὶ οὐδὲ ἐθελήσαντι ταύτης μεταλαβεῖν τῆς τέχνης, κᾆτα ἀναγκαζομένῳ καλοῦ καὶ γενναίου κομίζειν ἅρμα ἡνιόχου, πολλὰς μὲν ξυνωρίδας, πολλὰ δέ, οἶμαι, τέτρωρα τρέφοντος καὶ ἅπασι μὲν ἐπιβεβηκότος, διὰ δὲ γενναιότητα φύσεως καὶ ῥώμην ὑπερβάλλουσαν ἔχοντος οἶμαι τὰς ἡνίας πάντων ἐγκρατῶς, εἰ καὶ ἐπὶ τῆς μιᾶς ἄντυγος βαίνοι, οὐ μὴν ἀεί γε ἐπ᾿ αὐτῆς μένοντος, μεταφερομένου δὲ πολλάκις ἐνθένδε ἐκεῖσε καὶ ἀμείβοντος δίφρον ἐκ δίφρου, εἴ ποτε τοὺς ἵππους πονουμένους ἢ καὶ ὑβρίσαντας αἴσθοιτο, ἐν δὲ δὴ τοῖς ἅρμασι τοῖσδε κεκτημένου τέτρωρον ὑπὸ ἀμαθίας καὶ θράσους ὑβρίζον, πιεζόμενον τῇ συνεχεῖ ταλαιπωρίᾳ καὶ τοῦ θράσους οὐδέν τι μᾶλλον ἐπιλαθόμενον, ἀγριαῖνον δὲ ἀεὶ καὶ παροξυνόμενον ὑπὸ τῶν συμφορῶν ἐπὶ τὸ μᾶλλον ὑβρίζειν καὶ ἀπειθεῖν καὶ ἀντιτείνειν, οὐ δεχόμενον ἀμῶς γέ πη πορεύεσθαι, ἀλλ᾿ εἰ μὴ καὶ αὐτὸν ὁρῴη τὸν ἡνίοχον διὰ τέλους χαλεπαῖνον ἤ, τό γε ἔλαττον, στολὴν γοῦν ἡνιοχικὴν ἄνθρωπον φοροῦντα· οὕτως ἐστὶν ἀλόγιστον φύσει. ὁ δέ, οἶμαι, παραμυθούμενος αὐτοῦ τὴν ἄνοιαν ἄνδρα ἐπέστησε, δοὺς φορεῖν τοιαύτην ἐσθῆτα καὶ σχῆμα περιβαλὼν ἡνιόχου σεμνοῦ καὶ ἐπιστήμονος, ὃς εἰ μὲν ἄφρων εἴη παντελῶς καὶ ἀνόητος, χαίρει καὶ γέγηθε καὶ μετέωρος ὑπὸ τῶν ἱματίων καθάπερ πτερῶν ἐπαίρεται, συνέσεως δὲ εἰ καὶἐπὶ σμικρὸν μετέχοι καὶ σώφρονος νοῦ, σφόδρα εὐλαβεῖται, Μήπως αὑτόν τε τρώσῃ σύν θ᾿ ἅρματα ἄξῃ, Καὶ τῷ μὲν ἡνιόχῳ ζημίας, αὑτῷ δὲ αἰσχρᾶς καὶ ἀδόξου συμφορᾶς αἴτιος γένηται. ταῦτα ἐγὼ ἐλογιζόμην ἐν νυκτὶ βουλεύων καὶ δι᾿ ἡμέρας κατ᾿ ἐμαυτὸν ἐπισκοπούμενος, σύννους ὢν ἀεὶ καὶ [123] σκυθρωπός. ὁ γενναῖος δὲ καὶ θεῖος ἀληθῶς αὐτοκράτωρ ἀφῄρει τι πάντως τῶν ἀλγεινῶν, ἔργοις καὶ λόγοις τιμῶν καὶ χαριζόμενος. τέλος δὲ τὴν βασιλίδα προσειπεῖν κελεύει, θάρσος τε ἡμῖν ἐνδιδοὺς καὶ τοῦ σφόδρα πιστεύειν γενναῖον εὖ μάλα παρέχων γνώρισμα. ἐγὼ δὲ ἐπειδὴ πρῶτον ἐς ὄψιν ἐκείνης ἦλθον, ἐδόκουν μὲν ὥσπερ ἐν ἱερῷ καθιδρυμένον ἄγαλμα σωφροσύνης ὁρᾶν· αἰδὼς δὲ ἐπεῖχε τὴν ψυχήν, καὶ ἐπέπηκτό μοι κατὰ γῆς τὰ ὄμματα συχνὸν ἐπιεικῶς χρόνον, ἕως ἐκείνη θαρρεῖν ἐκέλευε. καὶ Τὰ μέν, ἔφη, ἤδη παρ᾿ ἡμῶν ἔχεις, τὰ δὲ καὶ ἕξεις σὺν θεῷ, μόνον εἰ πιστὸς καὶ δίκαιος εἰς ἡμᾶς γένοιο. τοσαῦτα ἤκουσα σχεδόν· οὐδὲ γὰρ αὐτὴ πλεῖονα ἐφθέγξατο, καὶ ταῦτα ἐπισταμένη τῶν γενναίων ῥητόρων οὐδὲ ἓν φαυλοτέρους ἀπαγγέλλειν λόγους. ταύτης ἐγὼ τῆς ἐντεύξεως ἀπαλλαγεὶς σφόδρα ἐθαύμασα καὶ ἐξεπεπλήγμην, ἐναργῶς δοκῶν ἀκηκοέναι σωφροσύνης αὐτῆς φθεγγομένης· οὕτω πρᾷον ἦν αὐτῇ φθέγμα καὶ μείλιχον, ταῖς ἐμαῖς ἀκοαῖς ἐγκαθιδρυμένον. Βούλεσθε οὖν τὰ μετὰ ταῦτα πάλιν ἔργα καὶ ὅσα ἔδρασεν ἡμᾶς ἀγαθὰ καθ᾿ ἕκαστον λεπτουργοῦντες Ἀπαγγέλλωμεν; ἢ τά γε ἐντεῦθεν ἀθρόως ἑλόντες, καθάπερ ἔδρασεν αὐτὴ, πάντα ὁμοῦ διηγησώμεθα; ὁπόσους μὲν εὖ ἐποίησε τῶν ἐμοὶ γνωρίμων, ὅπως δὲ ἐμοὶ μετὰ τοῦ βασιλέως τὸν γάμον ἥρμοσεν. ὑμεῖς δὲ ἴσως ποθεῖτε καὶ τὸν κατάλογον ἀκούειν τῶν δώρων, Ἕπτ᾿ ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα Καὶ λέβητας ἐείκοσιν. ἀλλ᾿ οὔ μοι σχολὴ περὶ τῶν τοιούτων ἀδολεσχεῖν· ἑνὸς δὲ ἴσως τῶν ἐκείνης δώρων τυχὸν οὐκ ἄχαρι καὶ εἰς ὑμᾶς ἀπομνημονεῦσαι, ᾧ μοι δοκῶ καὶ αὐτὸς ἡσθῆναι διαφερόντως· βίβλους γὰρ φιλοσόφων καὶ ξυγγραφέων ἀγαθῶν καὶ ῥητόρων πολλῶν καὶ ποιητῶν, [124] ἐπειδὴ παντελῶς ὀλίγας οἴκοθεν ἔφερον, ἐλπίδι καὶ πόθῳ τοῦ πάλιν οἴκαδε ἐπανελθεῖν τὴν ταχίστην ψυχαγωγούμενος, ἔδωκεν ἀθρόως τοσαύτας, ὥστε ἐμοῦ μὲν ἀποπλῆσαι τὴν ἐπιθυμίαν σφόδρα ἀκορέστως ἔχοντος τῆς πρὸς ἐκείνας συνουσίας, μουσεῖον δὲ Ἑλληνικὸν ἀποφῆναι βιβλίων ἕκητι τὴν Γαλατίαν καὶ τὴν Κελτίδα. τούτοις ἐγὼ προσκαθήμενος συνεχῶς τοῖς δώροις, εἴ ποτε σχολὴν ἄγοιμι, οὐκ ἔστιν ὅπως ἐπιλανθάνωμαι τῆς χαρισαμένης· ἀλλὰ καὶ στρατευομένῳ μοι ἕν γέ τι πάντως ἕπεται οἷον ἐφόδιον τῆς στρατείας πρὸς αὐτόπτου πάλαι ξυγκείμενον. πολλὰ γὰρ δὴ τῆς τῶν παλαιῶν ἐμπειρίας ὑπομνήματα ξὺν τέχνῃ γραφέντα τοῖς ἁμαρτοῦσι Διὰ τὴν ἡλικίαν τῆς θέας ἐναργῆ καὶ λαμπρὰν εἰκόνα φέρει τῶν πάλαι πραχθέντων, ὑφ᾿ ἧς ἤδη καὶ νέοι πολλοὶ γερόντων μυρίων πολιὸν μᾶλλον ἐκτήσαντο τὸν νοῦν καὶ τὰς φρένας, καὶ τὸ δοκοῦν ἀγαθὸν ἐκ τοῦ γήρως ὑπάρχειν τοῖς ἀνθρώποις μόνον, τὴν ἐμπειρίαν, δι᾿ ἣν ὁ πρεσβύτης ἔχει τι λέξαι τῶν νέων σοφώτερον, τοῖς οὐ ῥᾳθύμοις τῶν νέων ἔδωκεν. ἔστι δὲ οἶμαί τις ἐν αὐτοῖς καὶ παιδαγωγία πρὸς ἦθος γενναῖον, εἴ τις ἐπίσταιτο τοὺς ἀρίστους ἄνδρας καὶ λόγους καὶ πράξεις, οἷον ἀρχέτυπα προτιθέμενος δημιουργός, πλάττειν ἤδη πρὸς ταῦτα τὴν αὑτοῦ διάνοιαν καὶ ἀφομοιοῦν τοὺς λόγους. ὧν εἰ μὴ παμπληθὲς ἀπολειφθείη, τυγχάνοι δὲ καὶ ἐπ᾿ ὀλίγον τῆς ὁμοιότητος, οὐ σμικρὰ ἂν ὄναιτο, εὖ ἴστε. ὃ δὴ καὶ αὐτὸς πολλάκις ξυννοῶν παιδιάν τε οὐκ ἄμουσον ἐν αὐτοῖς ποιοῦμαι καὶ στρατευόμενος καθάπερ σιτία φέρειν ἀναγκαῖα καὶ ταῦτα ἐθέλω· μέτρον δέ ἐστι τοῦ πλήθους τῶν φερομένων ὁ καιρός. Ἀλλὰ μή ποτε οὐκ ἐκείνων χρὴ νῦν τὸν ἔπαινον γράφειν οὐδὲ ὅσα ἡμῖν ἀγαθὰ γένοιτ᾿ ἂν ἐνθένδε, ὁπόσου δὲ τὸ δῶρον ἄξιον καταμαθόντας [125] χάριν ἀποτίνειν τυχὸν οὐκ ἀλλοτρίαν τοῦ δοθέντος τῇ χαρισαμένῃ. λόγων γὰρ ἀστείων καὶ παντοδαπῶν θησαυροὺς τὸν ἐν ταῖς βίβλοις δεξάμενον Οὐκ ἄδικον διὰ σμικρῶν καὶ φαύλων ῥημάτων ἰδιωτικῶς καὶ ἀγροίκως ἄγαν ξυγκειμένων ᾄδειν εὐφημίαν. οὐδὲ γὰρ γεωργὸν φήσεις εὐγνώμονα, ὃς καταφυτεύειν μὲν τὴν φυταλιὰν ἀρχόμενος κλήματα ᾔτει παρὰ τῶν γειτόνων, εἶτα ἐκτρέφων τὰς ἀμπέλους δίκελλαν καὶ αὖθις σμινύην, καὶ τέλος ἤδη κάλαμον, ᾧ χρὴ προσδεδέσθαι καὶ ἐπικεῖσθαι τὴν ἄμπελον, ἵνα αὐτή τε ἀνέχηται καὶ οἱ βότρυες ἐξηρτημένοι μηδαμοῦ ψαύωσι τῆς βώλου, τυχόντα δὲ ὧν ἐδεῖτο μόνον ἐμπίπλασθαι τοῦ Διονύσου τῆς χάριτος οὔτε τῶν βοτρύων οὔτε τοῦ γλεύκους μεταδιδόντα τοῖς, ὧν πρὸς τὴν γεωργίαν ἔτυχε προθύμων. οὔκουν οὐδὲ νομέα ποιμνίων οὐδὲ βουκολίων οὐδὲ μὴν αἰπολίων ἐπιεικῆ καὶ ἀγαθὸν καὶ ἐυγνώμονα φήσει τις, ὃς τοῦ μὲν χειμῶνος, ὅτε αὐτῷ στέγης καὶ πόας ἐδεῖτο τὰ βοσκήματα, σφόδρα ἐτύγχανε προθύμων τῶν φίλων, πολλὰ μὲν αὐτῷ ξυμποριζόντων καὶ μεταδιδόντων τροφῆς ἀφθόνου καὶ καταγωγίων, ἦρος δὲ οἶμαι καὶ θέρους φανέντος μάλα γενναίως ἐπιλαθόμενον ὧν εὖ πάθοι, οὔτε τοῦ γάλακτος οὔτε τῶν τυρῶν οὔτε ἄλλου του μεταδιδόντα τοῖς ὑφ᾿ ὧν αὐτῷ διεσώθη ἀπολόμενα ἂν ἄλλως τὰ θρέμματα. Ὅστις οὖν λόγους ὁποιουσοῦν τρέφων νέος μὲν αὐτὸς καὶ ἡγεμόνων πολλῶν δεόμενος, τροφῆς δὲ πολλῆς καὶ καθαρᾶς τῆς ἐκ τῶν παλαιῶν γραμμάτων, εἶτα ἀθρόως πάντων στερηθείη ἆρα Ὑμῖν μικρᾶς δεῖσθαι βοηθείας δοκεῖ ἢ μικρῶν αὐτῷ γεγονέναι ἄξιος ὁ πρὸς ταῦτα συλλαμβανόμενος; καὶ τυχὸν οὐ χρὴ πειρᾶσθαι χάριν ἀποτίνειν αὐτῷ τῆς προθυμίας καὶ τῶν ἔργων; ἀλλὰ μή ποτε τὸν Θαλῆν ἐκεῖνον, τῶν σοφῶν τὸ κεφάλαιον μιμητέον, οὗ τὰ ἐπαινούμενα ἀκηκόαμεν; ἐρομένου γάρ τινος ὑπὲρ ὧν ἔμαθεν ὁπόσον τινὰ χρὴ καταβαλεῖν [126] μισθόν· ὁμολογῶν, ἔφη, τι παρ᾿ ἡμῶν μαθεῖν τὴν ἀξίαν ἡμῖν ἐκτίσεις. οὐκοῦν καὶ ὅστις διδάσκαλος μὲν αὐτὸς οὐ γέγονε, πρὸς τὸ μαθεῖν δὲ καὶ ὁτιοῦν συνηνέγκατο, ἀδικοῖτ᾿ ἄν, εἰ μὴ τυγχάνοι τῆς χάριτος καὶ τῆς ἐπὶ τοῖς δοθεῖσιν ὁμολογίας, ἣν δὴ καὶ ὁ σοφὸς ἀπαιτῶν φαίνεται. εἶεν. ἀλλὰ τοῦτο μὲν χαρίεν καὶ σεμνὸν τὸ δῶρον· χρυσίον δὲ καὶ ἀργύριον οὔτε ἐδεόμην ἐγὼ λαβεῖν οὔτε ὑμᾶς δὴ ὑπὲρ τούτων ἡδέως ἂν ἐνοχλήσαιμι. Λόγον δὲ ὑμῖν εἰπεῖν ἐθέλω μάλα δή τι ὑμῖν ἀκοῆς ἄξιον, εἰ μὴ τυγχάνομεν ἀπειρηκότες πρὸς τὸ μῆκος τῆς ἀδολεσχίας· τυχὸν δὲ οὐδὲ τῶν ῥηθέντων ἠκρόασθε ξὺν ἡδονῇ ἅτε ἀνδρὸς ἰδιώτου καὶ σφόδρα ἀμαθοῦς λόγων, πλάττειν μὲν οὐδὲν οὐδὲ τεχνάζειν εἰδότος, φράζοντος δὲ ὅπως ἂν ἐπίῃ τἀληθές· ὁ δὲ δὴ λόγος σχεδόν τι περὶ τῶν παρόντων ἐστί. φήσουσι γάρ, οἶμαι, πολλοὶ παρὰ τῶν μακαρίων Σοφιστῶν ἀναπειθόμενοι, ὅτι ἄρα μικρὰ καὶ φαῦλα πράγματα ἀναλεξάμενος ὡς δή τι σεμνὸν ὑμῖν ἀπαγγέλλω. τοῦτο δὲ οὐ φιλονεικοῦντες πρὸς τοὺς ἐμοὺς λόγους οὐδὲ ἐμὲ τῆς ἐπ᾿ αὐτοῖς ἀφαιρεῖσθαι δόξης ἐθέλοντες ἴσως ἂν εἴποιεν· ἴσασι γὰρ σαφῶς, ὅτι μήτε ἀντίτεχνος εἶναι βούλομαι τοῖς ἐκείνων λόγοις τοὺς ἐμαυτοῦ παρατιθείς, μήτε ἄλλως ἀπεχθάνεσθαι ἐκείνοις ἐθέλω· ἀλλ᾿ οὐκ οἶδα ὅντινα τρόπον τοῦ μεγάλα λέγειν ἐκ παντὸς ὀρεγόμενοι χαλεπῶς ἔχουσι πρὸς τοὺς μὴ τἀκείνων ζηλοῦντας καὶ δι᾿ αἰτίας ἄγουσιν ὡς καθαιροῦντας τὴν τῶν λόγων ἰσχύν. μόνα γὰρ εἶναι τῶν ἔργων ζηλωτά φασι καὶ σπουδῆς ἄξια καὶ πολλῶν ἐπαίνων ὁπόσα διὰ μέγεθος ἤδη τισὶν ἄπιστα ἐφάνη, ὁποῖα δή τινα τὰ περὶ τῆς Ἀσσυρίας ἐκείνης γυναικός, ἣ μεταβαλοῦσα καθάπερ ῥεῖθρον εὐτελὲς τὸν διὰ τῆς Βαβυλῶνος ποταμὸν ῥέοντα βασίλειά τε ᾠκοδόμησεν ὑπὸ γῆς πάγκαλα καὶ [127] μεθῆκεν ὑπὲρ τῶν χωμάτων αὖθις. ὑπὲρ γὰρ δὴ ταύτης πολὺς μὲν λόγος, ὡς ἐναυμάχει ναυσὶ τρισχιλίαις, καὶ πεζῇ παρετάττετο μυριάδας ὁπλιτῶν τριακοσίας ἄγουσα, τό τε ἐν Βαβυλῶνι τεῖχος ᾠκοδόμει πεντακοσίων σταδίων μικρὸν ἀποδέον, καὶ τὰ περὶ τὴν πόλιν ὀρύγματα καὶ ἄλλα πολυτελῆ καὶ δαπανηρὰ κατασκευάσματα ἐκείνης ἔργα γενέσθαι λέγουσι. Νίτωκρις δὲ ταύτης νεωτέρα καὶ Ῥοδογούνη καὶ Τώμυρις καὶμυρίος δή τις ἐπιρρεῖ γυναικῶν ὄχλος ἀνδριζομένων οὐ λίαν εὐπρεπῶς. τινὰς δὲ ἤδη διὰ τὸ κάλλος περιβλέπτους καὶ ὀνομαστὰς γενομένας οὐ σφόδρα εὐτυχῶς, ἐπειδὴ ταραχῆς αἴτιαι καὶ πολέμων μακρῶν ἔθνεσι μυρίοις καὶ ἀνδράσιν, ὅσους ἦν εἰκὸς ἐκ τοσαύτης χώρας ἀθροίζεσθαι, γενέσθαι δοκοῦσιν, ὡς μεγάλων αἰτίας ὑμνοῦσι πράξεων. ὅστις δὲ τοιοῦτον οὐδὲν εἰπεῖν ἔχει, καταγέλαστος εἶναι δοκεῖ ἅτε οὐκ ἐκπλήττειν οὐδὲ θαυματοποιεῖν ἐν τοῖς λόγοις σφόδρα ἐπιχειρῶν. βούλεσθε οὖν ἐπανερωτῶμεν αὐτούς, εἴ τις αὐτῶν γαμετὴν ἢ θυγατέρα οἱ τοιαύτην εὔχεται γενέσθαι μᾶλλον ἢ τὴν Πηνελόπην; καίτοι ἐπὶ ταύτης οὐδὲν Ὅμηρος εἰπεῖν ἔσχε πλέον τῆς σωφροσύνης καὶ τῆς φιλανδρίας καὶ τῆς ἐς τὸν ἑκυρὸν ἐπιμελείας καὶ τὸν παῖδα· ἔμελε δὲ ἄρα οὔτε τῶν ἀγρῶν ἐκείνῃ οὔτε τῶν ποιμνίων· στρατηγίαν δὲ ἢ δημηγορίαν οὐδὲ ὄναρ εἰκὸς ἐκείνῃ παραστῆναί ποτε· ἀλλὰ καὶ ὁπότε λέγειν ἐχρῆν εἰς τὰ μειράκια, Ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα Πρᾴως ἐφθέγγετο. καὶ οὐκ ἀπορῶν Ὅμηρος οἶμαι τηλικούτων ἔργων οὐδὲ ὀνομαστῶν ἐπ᾿ αὐτοῖς γυναικῶν ταύτην ὕμνησε διαφερόντως· ἐξῆν γοῦν αὐτῷ τὴν τῆς Ἀμαζόνος φιλοτίμως πάνυ στρατείαν διηγησαμένῳ τὴν ποίησιν ἅπασαν ἐμπλῆσαι τοιούτων διηγημάτων τέρπειν εὖ μάλα καὶ ψυχαγωγεῖν δυναμένων. οὐ γὰρ δὴ τείχους Μὲν αἵρεσιν, καὶ πολιορκίαν καὶ τρόπον τινὰ ναυμαχίαν εἶναι δοκοῦσαν, τὸν πρὸς τοῖς νεωρίοις πόλεμον, ἀνδρός τε ἐπ᾿ αὐτῇ καὶ ποταμοῦ μάχην ἐπεισάγειν οἴκοθεν διενοεῖτο τῇ ποιήσει καινόν τι λέγειν ἐπιθυμῶν· τοῦτο δὲ εἴπερ ἦν, ὥσπερ οὖν φασι, σεμνότατον, ὀλιγώρως οὕτω παρέλιπε. τί ποτε οὖν ἄν τις αἴτιον λέγοι τοῦ ᾿κείνην μὲν ἐπαινεῖν προθύμως, τούτων δ᾿ οὐδ᾿ ἐπὶ σμικρὸν μνημονεύειν; ὅτι διὰ μὲν τὴν ἐκείνης ἀρετὴν καὶ σωφροσύνην πολλὰ ἰδίᾳ τε τοῖς ἀνθρώποις καὶ εἰς τὸ κοινὸν ἀγαθὰ συμβαίνει, ἐκ δὲ δὴ τῆς τούτων φιλοτιμίας ὄφελος μὲν οὐδὲ ἕν, συμφοραὶ δὲ ἀνήκεστοι. ἅτε δὴ ὢν οἶμαι σοφὸς καὶ θεῖος ποιητὴς ταύτην ἔκρινεν ἀμείνω καὶ δικαιοτέραν τὴν εὐφημίαν. ἆρ᾿ οὖν ἔτι προσῆκον εὐλαβηθῆναι τοσοῦτον ἡγεμόνα ποιουμένοις, μή τις ἄρα μικροὺς ὑπολάβῃ καὶ φαύλους; Ἐγὼ δὲ ὑμῖν καὶ τὸν γενναῖον ἐκεῖνον ῥήτορα Περικλέα τὸν πάνυ, τὸν Ὀλύμπιον, μάρτυρα ἀγαθὸν ἤδη παρέξομαι. κολάκων γὰρ δή, φασί, ποτὲ τὸν ἄνδρα περιεστὼς δῆμος διελάγχανον τοὺς ἐπαίνους, ὁ μὲν ὅτι τὴν Σάμον ἐξεῖλεν, ἄλλος δὲ ὅτι τὴν Εὔβοιαν, τινὲς δὲ ἤδη τὸ περιπλεῦσαι τὴν Πελοπόννησον, ἦσαν δὲ οἱ τῶν ψηφισμάτων μεμνημένοι, τινὲς δὲ τῆς πρὸς τὸν Κίμωνα φιλοτιμίας, σφόδρα ἀγαθὸν πολίτην Καὶ στρατηγὸν εἶναι δόξαντα γενναῖον. ὁ δὲ τούτοις μὲν οὔτε ἀχθόμενος οὔτε γανύμενος δῆλος ἦν, ἐκεῖνο δὲ ἠξίου τῶν αὑτῷ πεπολιτευμένων ἐπαινεῖν, ὅτι τοσοῦτον χρόνον ἐπιτροπεύσας τὸν Ἀθηναίων δῆμον οὐδενὶ θανάτου γέγονεν αἴτιος, οὐδὲ ἱμάτιον μέλαν τῶν πολιτῶν τις περιβαλόμενος Περικλέα γενέσθαι ταύτης αἴτιον αὐτῷ τῆς συμφορᾶς ἔφη. ἄλλου του, πρὸς φιλίου Διός, δοκοῦμεν ὑμῖν μάρτυρος δεῖσθαι, ὅτι μέγιστον ἀρετῆς σημεῖον καὶ πάντων μάλιστα ἐπαίνων [129] ἄξιον τὸ μηδένα κτεῖναι τῶν πολιτῶν μηδὲ ἀφελέσθαι τὰ χρήματα μηδὲ ἀδίκῳ φυγῇ περιβαλεῖν; ὅστις δὲ πρὸς τὰς τοιαύτας συμφορὰς αὑτὸν ἀντιτάξας καθάπερ ἰατρὸς γενναῖος οὐδαμῶς ἀποχρῆν ὑπέλαβεν αὑτῷ τὸ μηδενὶ νοσήματος αἰτίῳ γενέσθαι, ἀλλ᾿ εἰ μὴ πάντα εἰς δύναμιν ἰῷτο καὶ θεραπεύοι, οὐδὲν ἄξιον τῆς αὐτοῦ τέχνης ἔργον ὑπέλαβεν, ἆρα ὑμῖν δοκεῖ τῶν ἴσων ἐπαίνων ἐν δίκῃ τυγχάνειν; καὶ οὐδὲν προτιμήσομεν οὔτε τὸν τρόπον οὔτε τὴν δύναμιν, ὑφ᾿ ἧς ἔξεστι μὲν αὐτῇ δρᾶν ὅ,τι ἂν ἐθέλῃ, θέλει δὲ ἅπασι τἀγαθά; τοῦτο ἐγὼ κεφάλαιον τοῦ παντὸς ἐπαίνου ποιοῦμαι, οὐκ ἀπορῶν ἄλλων θαυμασίων εἶναι δοκούντων καὶ λαμπρῶν διηγημάτων. Εἰ γὰρ δή τις τὴν περὶ τῶν ἄλλων σιωπὴν ὑποπτεύσειεν ὡς ματαίαν οὖσαν προσποίησιν καὶ ἀλαζονείαν κενὴν καὶ αὐθάδη, οὔτι που καὶ τὴν ἔναγχος ἐπιδημίαν γενομένην αὐτῇ τὴν εἰς τὴν Ῥώμην, ὁπότε ἐστρατεύετο βασιλεὺς ζεύγμασι καὶ ναυσὶ τὸν Ῥῆνον διαβὰς ἄγχου τῶν Γαλατίας ὁρίων, ψευδῆ καὶ πεπλασμένην ἄλλως ὑποπτεύσει. ἐξῆν δὴ οὖν, ὡς εἰκός, διηγουμένῳ ταῦτα τοῦ δήμου μεμνῆσθαι καὶ τῆς γερουσίας, ὅπως αὐτὴν ὑπεδέχετο σὺν χαρμονῇ, προθύμως ὑπαντῶντες καὶ δεξιούμενοι καθάπερ νόμος βασιλίδα, καὶ τῶν ἀναλωμάτων τὸ μέγεθος, ὡς ἐλευθέριον καὶ μεγαλοπρεπές, καὶ τῆς παρασκευῆς τὴν πολυτέλειαν, ὁπόσα τε ἔνειμε τῶν φυλῶν τοῖς ἐπιστάταις καὶ ἑκατοντάρχαις τοῦ πλήθους ἀπαριθμήσασθαι. ἀλλ᾿ ἔμοιγε τῶν τοιούτων οὔτε ἔδοξέ ποτε ζηλωτὸν οὐδέν, οὔτε ἐπαινεῖν ἐθέλω πρὸ τῆς ἀρετῆς τὸν πλοῦτον. καίτοι με οὐ λέληθεν ἡ τῶν χρημάτων ἐλευθέριος δαπάνη μετέχουσά τινος ἀρετῆς· ἀλλ᾿ οἶμαι κρεῖττον ἐπιείκειαν καὶ σωφροσύνην καὶ φρόνησιν καὶ ὅσα δὴ ἄλλα περὶ αὐτῆς λέγων πολλοὺς μὲν καὶ ἄλλους, ἀτὰρ δὴ καὶ ἐμαυτὸν ὑμῖν καὶ τὰ ἐπ᾿ [130] ἐμοὶ πραχθέντα παρεῖχον μάρτυρα. εἰ δὴ οὖν καὶ ἄλλοι τὴν ἐμὴν εὐγνωμοσύνην ζηλοῦν ἐπιχειρήσειαν, πολλοὺς ἔχει τε ἤδη καὶ ἕξει τοὺς ἐπαινέτας. [IV] ΙΟΥΛΙΑΝΟΥ ΑΥΤΟΚΡΑΤΟΡΟΣ ΕΙΣ ΤΟΝ ΒΑΣΙΛΕΑ ΗΛΙΟΝ ΠΡΟΣ ΣΑΛΟΥΣΤΙΟΝ Προσήκειν ὑπολαμβάνω τοῦ λόγου τοῦδε μάλιστα μὲν ἅπασιν, Ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει, Καὶ τοῦ εἶναι καὶ λογικῆς ψυχῆς καὶ νοῦ μετείληφεν, οὐχ ἥκιστα δὲ τῶν ἄλλων ἁπάντων ἐμαυτῷ· καὶ γάρ εἰμι τοῦ βασιλέως ὀπαδὸς Ἡλίου. τούτου δὲ ἔχω μὲν οἴκοι παρ᾿ ἐμαυτῷ τὰς πίστεις ἀκριβεστέρας· ὃ δέ μοι θέμις εἰπεῖν καὶ ἀνεμέσητον, ἐντέτηκέ μοι δεινὸς ἐκ παίδων τῶν αὐγῶν τοῦ θεοῦ πόθος, καὶ πρὸς τὸ φῶς οὕτω δὴ τὸ αἰθέριον ἐκ παιδαρίου κομιδῇ τὴν διάνοιαν ἐξιστάμην, ὥστε οὐκ εἰς αὐτὸν μόνον ἀτενὲς ὁρᾶν ἐπεθύμουν, ἀλλὰ καί, εἴ ποτε νύκτωρ ἀνεφέλου καὶ καθαρᾶς αἰθρίας οὔσης προέλθοιμι, πάντα ἀθρόως ἀφεὶς τοῖς οὐρανίοις προσεῖχον κάλλεσιν, οὐκέτι ξυνιεὶς οὐδὲν εἴ τις λέγοι τι πρός με οὐδὲ αὐτὸς ὅ τι πράττοιμι προσέχων. ἐδόκουν τε περιεργότερον ἔχειν πρὸς αὐτὰ καὶ πολυπράγμων τις εἶναι, καί Μέ τις ἤδη ἀστρόμαντιν ὑπέλαβεν ἄρτι γενειήτην. [131] καίτοι μὰ τοὺς θεοὺς οὔποτε τοιαύτη βίβλος εἰς ἐμὰς ἀφῖκτο χεῖρας, οὐδὲ ἠπιστάμην ὅ τί ποτέ ἐστι τὸ χρῆμά πω τότε. ἀλλὰ τί ταῦτα ἐγώ φημι, μείζω ἔχων εἰπεῖν, εἰ φράσαιμι ὅπως ἐφρόνουν τὸ τηνικαῦτα περὶ θεῶν; λήθη δὲ ἔστω τοῦ σκότους ἐκείνου. τοῦ δὲ ὅτι με τὸ οὐράνιον πάντη περιήστραπτε φῶς ἤγειρέ τε καὶ παρώξυνεν ἐπὶ τὴν θέαν, ὥστε ἤδη καὶ τῆς σελήνης τὴν ἐναντίαν πρὸς τὸ πᾶν αὐτὸς ἀπ᾿ ἐμαυτοῦ κίνησιν ξυνεῖδον, οὐδενί πω ξυντυχὼν τῶν τὰ τοιαῦτα φιλοσοφούντων, ἔστω μοι τὰ ῥηθέντα σημεῖα. ζηλῶ μὲν οὖν ἔγωγε τῆς εὐποτμίας καὶ εἴ τῳ τὸ σῶμα παρέσχε θεὸς ἐξ ἱεροῦ καὶ προφητικοῦ συμπαγὲν σπέρματος ἀναλαβόντι σοφίας ἀνοῖξαι θησαυρούς· οὐκ ἀτιμάζω δὲ ταύτην, ἧς ἠξιώθην αὐτὸς παρὰ τοῦ θεοῦ τοῦδε μερίδος, ἐν τῷ κρατοῦντι καὶ βασιλεύοντι τῆς γῆς γένει τοῖς κατ᾿ ἐμαυτὸν χρόνοις γενόμενος, ἀλλ᾿ ἡγοῦμαι, εἴπερ χρὴ πείθεσθαι τοῖς σοφοῖς, ἁπάντων ἀνθρώπων εἶναι τοῦτον κοινὸν πατέρα. λέγεται γὰρ ὀρθῶς ἄνθρωπος ἄνθρωπον γεννᾶν καὶ ἥλιος, ψυχὰς οὐκ ἀφ᾿ ἑαυτοῦ μόνον, ἀλλὰ καὶ παρὰ τῶν ἄλλων θεῶν σπείρων εἰς γῆν, ἐφ᾿ ὅ τι δὲ χρῆμα δηλοῦσιναὗται τοῖς βίοις, οὓς προαιροῦνται. κάλλιστον μὲν οὖν, εἴ τῳ ξυνηνέχθη καὶ πρὸ τριγονίας ἀπὸ πολλῶν πάνυ προπατόρων ἐφεξῆς τῷ θεῷ δουλεῦσαι, μεμπτὸν δὲ οὐδὲ ὅστις, ἐπεγνωκὼς ἑαυτὸν τοῦ θεοῦ τοῦδε θεράποντα φύσει, μόνος ἐξ ἁπάντων ἢ ξὺν ὀλίγοις αὑτὸν ἐπιδίδωσι τῇ θεραπείᾳ τοῦ δεσπότου. Φέρε οὖν, ὅπως ἂν οἷοί τε ὦμεν, ὑμνήσωμεν αὐτοῦ τὴν ἑορτήν, ἣν ἡ βασιλεύουσα πόλις ἐπετησίοις ἀγάλλει θυσίαις. ἔστι μὲν οὖν, εὖ οἶδα, χαλεπὸν καὶ τὸ ξυνεῖναι περὶ αὐτοῦ μόνον, ὁπόσος τίς ἐστιν ὁ ἀφανὴς ἐκ τοῦ φανεροῦ λογισαμένῳ, [132] φράσαι δὲ ἴσως ἀδύνατον, εἰ καὶ τῆς ἀξίας ἔλαττον ἐθελήσειέ τις. ἐφικέσθαι μὲν γὰρ τοῦ πρὸς ἀξίαν εὖ οἶδα ὅτι τῶν ἁπάντων οὐδεὶς ἂν δύναιτο, τοῦ μετρίου δὲ μὴ διαμαρτεῖν ἐν τοῖς ἐπαίνοις τὸ κεφάλαιόν ἐστι τῆς ἀνθρωπίνης ἐν τῷ δύνασθαι φράζειν δυνάμεως. ἀλλ᾿ ἔμοιγε τούτου παρασταίη βοηθὸς ὅ τε λόγιος Ἑρμῆς ξὺν ταῖς Μούσαις ὅ τε Μουσηγέτης Ἀπόλλων, ἐπεὶ καὶ αὐτῷ προσήκει τῶν λόγων, καὶ δοῖεν δὲ εἰπεῖν ὁπόσα τοῖς θεοῖς φίλα λέγεσθαί τε καὶ πιστεύεσθαι περὶ αὐτῶν. τίς οὖν ὁ τρόπος ἔσται τῶν ἐπαίνων; ἢ δῆλον ὅτι περὶ τῆς οὐσίας αὐτοῦ καὶ ὅθεν προῆλθε καὶ τῶν δυνάμεων καὶ τῶν ἐνεργειῶν διελθόντες, ὁπόσαι φανεραὶ ὅσαι τ᾿ ἀφανεῖς, καὶ περὶ τῆς τῶν ἀγαθῶν δόσεως, ἣν κατὰ πάντας ποιεῖται τοὺς κόσμους, οὐ παντάπασιν Ἀπᾴδοντα ποιησόμεθα τῷ θεῷ τὰ ἐγκώμια; ἀρκτέον δὲ ἐνθένδε. Ὁ θεῖος οὗτος καὶ πάγκαλος κόσμος ἀπ᾿ ἄκρας ἁψῖδος οὐρανοῦ μέχρι γῆς ἐσχάτης ὑπὸ τῆς ἀλύτου συνεχόμενος τοῦ θεοῦ προνοίας ἐξ ἀιδίου γέγονεν ἀγέννητος ἔς τε τὸν ἐπίλοιπον χρόνον ἀίδιος, οὐχ ὑπ᾿ ἄλλου του φρουρούμενος ἢ προσεχῶς μὲν ὑπὸ τοῦ πέμπτου σώματος, οὗ τὸ κεφάλαιόν ἐστιν ἀκτὶς ἀελίου, βαθμῷ δὲ ὥσπερ δευτέρῳ τοῦ νοητοῦ κόσμου, πρεσβυτέρως δὲ ἔτι διὰ τὸν πάντων βασιλέα, περὶ ὃν πάντα ἐστίν. οὗτος τοίνυν, εἴτε τὸ ἐπέκεινα τοῦ νοῦ καλεῖν αὐτὸν θέμις εἴτε ἰδέαν τῶν ὄντων, ὃ δή φημι τὸ νοητὸν ξύμπαν, εἴτε ἕν, ἐπειδὴ πάντων τὸ ἓν δοκεῖ πως πρεσβύτατον, εἴτε ὃ Πλάτων εἴωθεν ὀνομάζειν τἀγαθόν, αὕτη δὴ οὖν ἡ μονοειδὴς τῶν ὅλων αἰτία, πᾶσι τοῖς οὖσιν ἐξηγουμένη κάλλους τε καὶ τελειότητος ἑνώσεώς τε καὶ δυνάμεως ἀμηχάνου, κατὰ τὴν ἐν αὐτῇ μένουσαν πρωτουργὸν οὐσίαν μέσον ἐκ μέσων τῶν νοερῶν καὶ δημιουργικῶν αἰτιῶν Ἥλιον θεὸν [133] μέγιστον ἀνέφηνεν ἐξ ἑαυτοῦ πάντα ὅμοιον ἑαυτῷ· καθάπερ καὶ ὁ δαιμόνιος οἴεται Πλάτων, “Τοῦτον τοίνυν,” λέγων, “ἦν δ᾿ ἐγώ, φάναι με λέγειν τὸν τοῦ Ἀγαθοῦ ἔκγονον, ὃν τἀγαθὸν ἐγέννησεν ἀνάλογον ἑαυτῷ, ὅτιπερ αὐτὸ ἐν τῷ νοητῷ τόπῳ πρός τε νοῦν καὶ τὰ νοούμενα, τοῦτο τοῦτον ἐν τῷ ὁρατῷ πρός τε ὄψιν καὶ τὰ ὁρώμενα.” ἔχει μὲν δὴ τὸ φῶς αὐτοῦ ταύτην οἶμαι τὴν ἀναλογίαν πρὸς τὸ ὁρατόν, ἥνπερ πρὸς τὸ νοητὸν ἁλήθεια. αὐτὸς δὲ ὁ ξύμπας, ἅτε δὴ τοῦ πρώτου καὶ μεγίστου τῆς ἰδέας τἀγαθοῦ γεγονὼς ἔκγονος, ὑποστὰς αὐτοῦ περὶ τὴν μόνιμον οὐσίαν ἐξ ἀιδίου καὶ τὴν ἐν τοῖς νοεροῖς θεοῖς παρεδέξατο δυναστείαν, ὧν τἀγαθόν ἐστι τοῖς νοητοῖς αἴτιον, ταῦτα αὐτὸς τοῖς νοεροῖς νέμων. ἔστι δ᾿ αἴτιον οἶμαι τἀγαθὸν τοῖς νοητοῖς θεοῖς κάλλους, οὐσίας, τελειότητος, ἑνώσεως, συνέχον αὐτὰ καὶ περιλάμπον ἀγαθοειδεῖ δυνάμει· ταῦτα δὴ καὶ τοῖς νοεροῖς Ἥλιος δίδωσιν, ἄρχειν καὶ βασιλεύειν αὐτῶν ὑπὸ τἀγαθοῦ τεταγμένος, εἰ καὶ συμπροῆλθον αὐτῷ καὶ συνυπέστησαν, ὅπως οἶαμι καὶ τοῖς νοεροῖς θεοῖς ἀγαθοειδὴς αἰτία προκαθηγουμένη τῶν ἀγαθῶν πᾶσιν ἅπαντα κατὰ νοῦν εὐθύνῃ. Ἀλλὰ καὶ τρίτος ὁ φαινόμενος οὑτοσὶ δίσκος ἐναργῶς αἴτιός ἐστι τοῖς αἰσθητοῖς τῆς σωτηρίας, καὶ ὅσων ἔφαμεν τοῖς νοεροῖς θεοῖς τὸν μέγαν Ἥλιον, τοσούτων αἴτιος καὶ ὁ φαινόμενος ὅδε τοῖς φανεροῖς. τούτων δ᾿ ἐναργεῖς αἱ πίστεις ἐκ τῶν φαινομένων τὰ ἀφανῆ σκοποῦντι. φέρε δὴ πρῶτον αὐτὸ τὸ φῶς οὐκ εἶδός ἐστιν ἀσώματόν τι θεῖον τοῦ κατ᾿ ἐνέργειαν διαφανοῦς; αὐτὸ δὲ ὅ, τί ποτέ ἐστι τὸ διαφανές, πᾶσι μὲν ὡς ἔπος εἰπεῖν συνυποκείμενον τοῖς στοιχείοις καὶ ὂν αὐτῶν προσεχὲς εἶδος, οὐ σωματοειδὲς οὐδὲ συμμιγνύμενον οὐδὲ τὰς οἰκείας σώματι προσιέμενον ποιότητας. οὔκουν ἰδίαν αὐτοῦ θέρμην ἐρεῖς, οὐ τὴν ἐναντίαν αὐτῇ ψυχρότητα, οὐ τὸ σκληρόν, οὐ τὸ μαλακὸν ἀποδώσεις, οὐδ᾿ ἄλλην τινὰ τῶν κατὰ τὴν ἁφὴν [134] διαφορῶν, οὔκουν οὐδὲ γεῦσιν οὐδὲ ὀδμήν, ὄψει δὲ μόνον ὑποπίπτει πρὸς ἐνέργειαν ὑπὸ τοῦ φωτὸς ἡ τοιαύτη φύσις ἀγομένη. τὸ δὲ φῶς εἶδός ἐστι ταύτης οἷον ὕλης ὑπεστρωμένης καὶ παρεκτεινομένης τοῖς σώμασιν. αὐτοῦ δὲ τοῦ φωτὸς ὄντος ἀσωμάτου ἀκρότης ἂν εἴη τις καὶ ὥσπερ ἄνθος ἀκτῖνες. ἡ μὲν οὖν τῶν Φοινίκων δόξα, σοφῶν τὰ θεῖα καὶ ἐπιστημόνων, ἄχραντον εἶναι ἐνέργειαν αὐτοῦ τοῦ καθαροῦ νοῦ τὴν ἁπανταχῇ προϊοῦσαν αὐγὴν ἔφη· οὐκ ἀπᾴδει δὲ οὐδὲ ὁ λόγος, εἴπερ αὐτὸ τὸ φῶς ἀσώματον, εἴ τις αὐτοῦ μηδὲ τὴν πηγὴν ὑπολάβοι σῶμα, νοῦ δὲ ἐνέργειαν ἄχραντον εἰς τὴν οἰκείαν ἕδραν ἐλλαμπομένην, ἣτοῦ παντὸς οὐρανοῦ τὸ μέσον εἴληχεν, ὅθεν ἐπιλάμπουσα πάσης μὲν εὐτονίας πληροῖ τοὺς οὐρανίους κύκλους, πάντα δὲ περιλάμπει θείῳ καὶ ἀχράντῳ φωτί. τὰ μέντοι ἐν τοῖς θεοῖς ἔργα προϊόντα παρ᾿ αὐτοῦ μετρίως γε ἡμῖν ὀλίγῳ πρότερον εἴρηται καὶ ῥηθήσεται μετ᾿ ὀλίγον. ὅσα δὲ ὁρῶμεν αὐτῇ πρῶτον ὄψει ὄνομα μόνον ἐστὶν ἔργου τητώμενον, εἰ μὴ προσλάβοι τὴν τοῦ φωτὸς ἡγεμονικὴν βοήθειαν. ὁρατὸν δὲ ὅλως εἴη ἂν τί μὴ φωτὶ πρῶτον ὥσπερ ὕλη τεχνίτῃ προσαχθέν, ἵν᾿ οἶμαι τὸ εἶδος δέξηται; καὶ γὰρ τὸ χρυσίον ἁπλῶς οὑτωσὶ κεχυμένον ἔστι μὲν χρυσίον, οὐ μὴν ἄγαλμα οὐδὲ εἰκών, πρὶν ἂν ὁ τεχνίτης αὐτῷ περιθῇ τὴν μορφήν. οὐκοῦν καὶ ὅσα πέφυκεν ὁρᾶσθαι μὴ ξὺν φωτὶ τοῖς ὁρῶσι προσαγόμενα τοῦ ὁρατὰ εἶναι παντάπασιν ἐστέρηται. διδοὺς οὖν τοῖς τε ὁρῶσι τὸ ὁρᾶν τοῖς τε ὁρωμένοις τὸ ὁρᾶσθαι δύο φύσεις ἐνεργείᾳ μιᾷ τελειοῖ, ὄψιν καὶ ὁρατόν· αἱ δὲ τελειότητες εἴδη τέ εἰσι καὶ οὐσία. Ἀλλὰ τοῦτο μὲν ἴσως λεπτότερον· ᾧ δὲ παρακολουθοῦμεν ξύμπαντες, ἀμαθεῖς καὶ ἰδιῶται, φιλόσοφοι καὶ λόγιοι, τίνα ἐν τῷ παντὶ δύναμιν ἀνίσχων ἔχει καὶ καταδυόμενος ὁ θεός; νύκτα καὶ ἡμέραν ἐργάζεται καὶ μεθίστησι φανερῶς καὶ τρέπει τὸ πᾶν. καίτοι τίνι τοῦτο Τῶν ἄλλων ἀστέρων ὑπάρχει; πῶς οὖν οὐκ ἐκ τούτων ἤδη καὶ περὶ τῶν θειοτέρων πιστεύομεν, ὡς ἄρα καὶ τὰ ὑπὲρ τὸν οὐρανὸν ἀφανῆ καὶ θεῖα νοερῶν θεῶν γένη τῆς ἀγαθοειδοῦς ἀποπληροῦται παρ᾿ αὐτοῦ δυνάμεως, ᾧ πᾶς μὲν ὑπείκει χορὸς ἀστέρων, ἕπεται δὲ ἡ γένεσις ὑπὸ τῆς τούτου κυβερνωμένη προμηθείας; οἱ μὲν γὰρ πλάνητες ὅτι περὶ αὐτὸν ὥσπερ βασιλέα χορεύοντες ἔν τισιν ὡρισμένοις πρὸς αὐτὸν διαστήμασιν ἁρμοδιώτατα φέρονται κύκλῳ, στηριγμούς τινας ποιούμενοι καὶ πρόσω καὶ ὀπίσω πορείαν, ὡς οἱ τῆς σφαιρικῆς ἐπιστήμονες θεωρίας ὀνομάζουσι τὰ περὶ αὐτοὺς φαινόμενα, καὶ ὡς τὸ τῆς σελήνης αὔξεται καὶ λήγει φῶς, πρὸς τὴν ἀπόστασιν ἡλίου πάσχον, πᾶσί που δῆλον. πῶς οὖν οὐκ εἰκότως καὶ τὴν πρεσβυτέραν τῶν σωμάτων ἐν τοῖς νοεροῖς θεοῖς διακόσμησιν ὑπολαμβάνομεν ἀνάλογον ἔχειν τῇ τοιαύτῃ τάξει; Λάβωμεν οὖν ἐξ ἁπάντων τὸ μὲν τελεσιουργὸν ἐκ τοῦ παντὸς ἀποφαίνειν ὁρᾶν τὰ ὁρατικά· τελειοῖ γὰρ αὐτὰ διὰ τοῦ φωτός· τὸ δὲ δημιουργικὸν καὶ γόνιμον ἀπὸ τῆς περὶ τὸ ξύμπαν μεταβολῆς, τὸ δὲ ἐν ἑνὶ πάντων συνεκτικὸν ἀπὸ τῆς περὶ τὰς κινήσεις πρὸς ἓν καὶ τὸ αὐτὸ συμφωνίας, τὸ δὲ μέσον ἐξ αὐτοῦ μέσου, τὸ δὲ τοῖς νοεροῖς αὐτὸν ἐνιδρῦσθαι βασιλέα ἐκ τῆς ἐν τοῖς πλανωμένοις μέσης τάξεως. εἰ μὲν οὖν ταῦτα περί τινα Τῶν ἄλλων ἐμφανῶν ὁρῶμεν θεῶν ἢ τοσαῦτα ἕτερα, μή τοι τούτῳ τὴν περὶ τοὺς θεοὺς ἡγεμονίαν προσνείμωμεν· εἰ δὲ οὐκ ἔστιν οὐδὲν αὐτῷ κοινὸν πρὸς τοὺς ἄλλους ἔξω τὴς ἀγαθοεργίας, ἧς καὶ αὐτῆς μεταδίδωσι τοῖς πᾶσι, μαρτυράμενοι τούς τε Κυπρίων ἱερέας, οἳ κοινοὺς ἀποφαίνουσι βωμοὺς Ἡλίῳ καὶ Διί, πρὸ τούτων δὲ ἔτι τὸν Ἀπόλλω συνεδρεύοντα τῷ θεῷ τῷδε παρακαλέσαντες μάρτυρα· φησὶ γὰρ ὁ θεὸς οὗτος Εἷς Ζεύς, εἷς Ἀίδης, εἷς Ἥλιός ἐστι Σάραπις· [136] κοινὴν ὑπολάβωμεν, μᾶλλον δὲ μίαν Ἡλίου καὶ Διὸς ἐν τοῖς νοεροῖς θεοῖς δυναστείαν· ὅθεν μοι δοκεῖ καὶ Πλάτων οὐκ ἀπεικότως φρόνιμον θεὸν Ἅιδην ὀνομάσαι. καλοῦμεν δὲ τὸν αὐτὸν τοῦτον καὶ Σάραπιν, τὸν ἀιδῆ δηλονότι καὶ νοερόν, πρὸς ὅν φησιν ἄνω πορεύεσθαι τὰς ψυχὰς τῶν ἄριστα βιωσάντων καὶ δικαιότατα. μὴ γὰρ δή τις ὑπολάβῃ τοῦτον, ὃν οἱ μῦθοι πείθουσι φρίττειν, ἀλλὰ τὸν πρᾷον καὶ μείλιχον, ὃς ἀπολύει παντελῶς τῆς γενέσεως τὰς ψυχάς, οὐχὶ δὲ λυθείσας αὐτὰς σώμασιν ἑτέροις προσηλοῖ κολάζων καὶ πραττόμενος δίκας, ἀλλὰ πορεύων ἄνω καὶ ἀνατείνων τὰς ψυχὰς ἐπὶ τὸν νοητὸν κόσμον. ὅτι δὲ οὐδὲ νεαρὰ παντελῶς ἐστιν ἡ δόξα, προύλαβον δὲ αὐτὴν οἱ πρεσβύτατοι τῶν ποιητῶν, Ὅμηρός τε καὶ Ἡσίοδος, εἴτε καὶ νοοῦντες οὕτως εἴτε καὶ ἐπιπνοίᾳ θείᾳ καθάπερ οἱ μάντεις ἐνθουσιῶντες πρὸς τὴν ἀλήθειαν, ἐνθένδ᾿ ἂν γίγνοιτο γνώριμον. ὁ μὲν γενεαλογῶν αὐτὸν Ὑπερίονος ἔφη καὶ Θείας, μόνον οὐχὶ διὰ τούτων αἰνιττόμενος τοῦ πάντων ὑπερέχοντος αὐτὸν ἔκγονον γνήσιον φῦναι· ὁ γὰρ Ὑπερίων τίς ἂν ἕτερος εἴη παρὰ τοῦτον; ἡ Θεία δὲ αὐτὴ τρόπον ἕτερον οὐ τὸ θειότατον τῶν ὄντων λέγεται; μὴ δὲ συνδυασμὸν μηδὲ γάμους ὑπολαμβάνωμεν, ἄπιστα καὶ παράδοξα ποιητικῆς μούσης ἀθύρματα. πατέρα δὲ αὐτοῦ καὶ γεννήτορα νομίζωμεν τὸν θειότατον καὶ ὑπέρτατον· τοιοῦτος δὲ τίς ἂν ἄλλος εἴη τοῦ πάντων ἐπέκεινα καὶ περὶ ὃν πάντα καὶ οὗ ἕνεκα πάντα ἐστίν; Ὅμηρος δὲ αὐτὸν ἀπὸ τοῦ πατρὸς Ὑπερίονα καλεῖ, καὶ δείκνυσί γε αὐτοῦ τὸ αὐτεξούσιον καὶ πάσης ἀνάγκης κρεῖττον. ὁ γάρ τοι Ζεύς, ὡς ἐκεῖνός φησιν, ἁπάντων ὢν κύριος τοὺς ἄλλους προσαναγκάζει· ἐν δὲ τῷ μύθῳ τοῦ θεοῦ τοῦδε λέγοντος, ὅτι ἄρα διὰ τὴν ἀσέβειαν τῶν Ὀδυσσέως ἑταίρων ἀπολείψει τὸν Ὄλυμπον, [137] οὐκέτι φησὶν Αὐτῇ κεν γαίῃ ἐρύσαιμ᾿ αὐτῇ τε θαλάσσῃ, Οὐδὲ ἀπειλεῖ δεσμὸν οὐδὲ βίαν, ἀλλὰ τὴν δίκην φησὶν ἐπιθήσειν τοῖς ἡμαρτηκόσιν, αὐτὸν δὲ ἀξιοῖ φαίνειν ἐν τοῖς θεοῖς. ἆρ᾿ οὐχὶ διὰ τούτων πρὸς τῷ αὐτεξουσίῳ καὶ τελεσιουργὸν εἶναί φησι τὸν Ἥλιον; ἐπὶ τί γὰρ αὐτοῦ οἱ θεοὶ δέονται, πλὴν εἰ μὴ πρὸς τὴν οὐσίαν καὶ τὸ εἶναι ἀφανῶς ἐναστράπτων ὧν ἔφαμεν ἀγαθῶν ἀποπληρωτικὸς τυγχάνοι; τὸ γὰρ Ἠέλιόν τ᾿ ἀκάμαντα βοῶπις πότνια Ἥρη Πέμψεν ἐπ᾿ Ὠκεανοῖο ῥοὰς ἀέκοντα νέεσθαι Πρὸ τοῦ καιροῦ φησι νομισθῆναι τὴν νύκτα διά τινα χαλεπὴν ὁμίχλην. αὕτη γὰρ ἡ θεός που, καὶ ἄλλοθι τῆς ποιήσεώς φησιν, Ἠέρα δ᾿ Ἥρη Πίτνα πρόσθε βαθεῖαν. Ἀλλὰ τὰ μὲν τῶν ποιητῶν χαίρειν ἐάσωμεν· ἔχει γὰρ μετὰ τοῦ θείου πολὺ καὶ τἀνθρώπινον· ἃ δὲ ἡμᾶς ἔοικεν αὐτὸς ὁ θεὸς διδάσκειν ὑπέρ τε αὑτοῦ καὶ τῶν ἄλλων, ἐκεῖνα ἤδη διέλθωμεν. Ὁ περὶ γῆν τόπος ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει. τίς οὖν ἐστιν ὁ τὴν ἀιδιότητα δωρούμενος αὐτῷ; ἆρ᾿ οὐχ ὁ ταῦτα μέτροις ὡρισμένοις συνέχων; ἄπειρον μὲν γὰρ εἶναι φύσιν σώματος οὐχ οἷόν τ᾿ ἦν, ἐπεὶ μηδὲ ἀγέννητός ἐστι μηδὲ αὐθυπόστατος· ἐκ δὲ τῆς οὐσίας εἰ πάντως ἐγίνετό τι συνεχῶς, ἀνελύετο δὲ εἰς αὐτὴν μηδέν, ἐπέλειπεν ἂν τῶν γιγνομένων ἡ οὐσία. τὴν δὴ τοιαύτην φύσιν ὁ θεὸς ὅδε μέτρῳ κινούμενος προσιὼν μὲν ὀρθοῖ καὶ ἐγείρει, πόρρω δὲ ἀπιὼν ἐλαττοῖ καὶ φθείρει, μᾶλλον δὲ αὐτὸς ἀεὶ ζωοποιεῖ κινῶν καὶ ἐποχετεύων αὐτῇ τὴν ζωήν· ἡ δὲ ἀπόλειψις αὐτοῦ καὶ ἡ πρὸς θάτερα μετάστασις αἰτία γίνεται φθορᾶς Τοῖς φθίνουσιν. ἀεὶ μὲν οὖν ἡ παρ᾿ αὐτοῦ τῶν ἀγαθῶν δόσις ἴση κάτεισιν ἐπὶ τὴν γῆν· ἄλλοτε γὰρ ἄλλη δέχεται τὰ τοιαῦτα χώρα πρὸς τὸ μήτε τὴν γένεσιν ἐπιλείπειν μήτε τοῦ συνήθους ποτὲ τὸν θεὸν ἔλαττον ἢ πλέον εὖ ποιῆσαι τὸν παθητὸν κόσμον. ἡ γὰρ ταυτότης ὥσπερ τῆς οὐσίας, οὕτω δὲ καὶ τῆς ἐνεργείας ἐν τοῖς θεοῖς καὶ πρό γε τῶν ἄλλων παρὰ τῷ βασιλεῖ τῶν ὅλων Ἡλίῳ, ὃς καὶ τὴν κίνησιν ἁπλουστάτην ὑπὲρ ἅπαντας ποιεῖται τοὺς τῷ παντὶ τὴν ἐναντίαν φερομένους· ὃ δὴ καὶ αὐτὸ τῆς πρὸς τοὺς ἄλλους ὑπεροχῆς αὐτοῦ σημεῖον ποιεῖται ὁ κλεινὸς Ἀριστοτέλης· ἀλλὰ καὶ παρὰ τῶν ἄλλων νοερῶν θεῶν οὐκ ἀμυδραὶ καθήκουσιν εἰς τὸν κόσμον τόνδε δυνάμεις. εἶτα τί τοῦτο; μὴ γὰρ ἀποκλείομεν τοὺς ἄλλους τούτῳ τὴν ἡγεμονίαν ὁμολογοῦντες δεδόσθαι; πολὺ δὲ πλέον ἐκ τῶν ἐμφανῶν ἀξιοῦμεν ὑπὲρ τῶν ἀφανῶν πιστεύειν. ὥσπερ γὰρ τὰς ἐνδιδομένας ἅπασιν ἐκεῖθεν δυνάμεις εἰς τὴν γῆν οὗτος φαίνεται τελεσιουργῶν καὶ συναρμόζων πρός τε ἑαυτὸν καὶ τὸ πᾶν, οὕτω δὴ νομιστέον καὶ ἐν τοῖς ἀφανέσιν αὐτῶν τὰς συνουσίας ἔχειν πρὸς ἀλλήλας, ἡγεμόνα μὲν ἐκείνην, συμφωνούσας δὲ πρὸς αὐτὴν τὰς ἄλλας ἅμα. ἐπεὶ καί, εἰ μέσον ἔφαμεν ἐν μέσοις ἱδρῦσθαι τὸν θεὸν τοῖς νοεροῖς θεοῖς, ποταπή τις ἡ μεσότης ἐστὶν ὧν αὖ χρὴ μέσοναὐτὸν ὑπολαβεῖν, αὐτὸς ἡμῖν ὁ βασιλεὺς εἰπεῖν Ἥλιος δοίη. Μεσότητα μὲν δή φαμεν οὐ τὴν ἐν τοῖς ἐναντίοις θεωρουμένην ἴσον ἀφεστῶσαν τῶν ἄκρων, οἷον ἐπὶ χρωμάτων τὸ ξανθὸν ἢ φαιόν, ἐπὶ δὲ θερμοῦ καὶ ψυχροῦ τὸ χλιαρόν, καὶ ὅσα τοιαῦτα, ἀλλὰ τὴν ἑνωτικὴν καὶ συνάγουσαν τὰ διεστῶτα, ὁποίαν τινά φησιν Ἐμπεδοκλῆς τὴν ἁρμονίαν ἐξορίζων αὐτῆς παντελῶς τὸ νεῖκος. τίνα οὖν ἐστιν, ἃ συνάγει, καὶ τίνων ἐστὶ μέσος; φημὶ δὴ οὖν ὅτι τῶν τε ἐμφανῶν καὶ περικοσμίων θεῶν καὶ τῶν ἀύλων καὶ νοητῶν, οἳ περὶ τἀγαθόν εἰσιν, ὥσπερ [139] πολυπλασιαζομένης ἀπαθῶς καὶ ἄνευ προσθήκης τῆς νοητῆς καὶ θείας οὐσίας. ὡς μὲν οὖν ἐστι μέση τις, οὐκ ἀπὸ τῶν ἄκρων κραθεῖσα, τελεία δὲ καὶ ἀμιγὴς ἀφ᾿ ὅλων τῶν θεῶν ἐμφανῶν τε καὶ ἀφανῶν καὶ αἰσθητῶν καὶ νοητῶν ἡ τοῦ βασιλέως Ἡλίου νοερὰ καὶ πάγκαλος οὐσία, καὶ ὁποίαν τινὰ χρὴ τὴν μεσότητα νομίζειν, εἴρηται. εἰ δὲ δεῖ καὶ τοῖς καθ᾿ ἕκαστον ἐπεξελθεῖν, ἵν᾿ αὐτοῦ καὶ κατ᾿ εἴδη τὸ μέσον τῆς οὐσίας, ὅπως ἔχει πρός τε τὰ πρῶτα καὶ τὰ τελευταῖα, τῷ νῷ κατίδωμεν, εἰ καὶ Μὴ πάντα διελθεῖν ῥᾴδιον, ἀλλ᾿ οὖν τὰ δυνατὰ φράσαι πειραθῶμεν. Ἓν παντελῶς τὸ νοητὸν ἀεὶ προϋπάρχον, τὰ δὲ πάντα ὁμοῦ συνειληφὸς ἐν τῷ ἑνί. τί δέ; οὐχὶ καὶ ὁ σύμπας κόσμος ἕν ἐστι ζῷον ὅλον δι᾿ ὅλου ψυχῆς καὶ νοῦ πλῆρες, τέλειον ἐκ μερῶν τελείων; ταύτης οὖν τῆς διπλῆς ἑνοειδοῦς τελειότητος· φημὶ δὲ τῆς ἐν τῷ νοητῷ πάντα ἐν ἑνὶ συνεχούσης, καὶ τῆς περὶ τὸν κόσμον εἰς μίαν καὶ τὴν αὐτὴν φύσιν τελείαν συναγομένης ἑνώσεως· ἡ τοῦ βασιλέως Ἡλίου μέση τελειότης ἑνοειδής ἐστιν, ἐν τοῖς νοεροῖς ἱδρυμένη θεοῖς. ἀλλὰ δὴ τὸ μετὰ τοῦτο συνοχή τίς ἐστιν ἐν τῷ νοητῷ τῶν θεῶν κόσμῳ πάντα πρὸς τὸ ἓν συντάττουσα. τί δέ; οὐχὶ καὶ περὶ τὸν οὐρανὸν φαίνεται κύκλῳ πορευομένη τοῦ πέμπτου σώματος οὐσία, ἣ πάντα συνέχει τὰ μέρη καὶ σφίγγει πρὸς αὑτὰ συνέχουσα τὸ φύσει σκεδαστὸν αὐτῶν καὶ ἀπορρέον ἀπ᾿ ἀλλήλων; δύο δὴ ταύτας τὰς οὐσίας συνοχῆς αἰτίας, τὴν μὲν ἐν τοῖς νοητοῖς, τὴν δὲ ἐν τοῖς αἰσθητοῖς φαινομένην ὁ βασιλεὺς Ἥλιος εἰς ταὐτὸ συνάπτει, τῆς μὲν μιμούμενος τὴν συνεκτικὴν δύναμιν ἐν τοῖς νοεροῖς, ἅτε ἐξ αὐτῆς προελθών, τῆς δὲ τελευταίας προκατάρχων, ἣ περὶ τὸν ἐμφανῆ θεωρεῖται κόσμον. μή ποτε οὖν καὶ τὸ Αὐθυπόστατον πρῶτον μὲν ἐν τοῖς νοητοῖς ὑπάρχον, τελευταῖον δ᾿ ἐν τοῖς κατ᾿ οὐρανὸν φαινομένοις [140] μέσην ἔχει τὴν τοῦ βασιλέως οὐσίαν αὐθυπόστατον Ἡλίου, ἀφ᾿ ἧς κάτεισιν οὐσίας πρωτουργοῦ εἰς τὸν ἐμφανῆ κόσμον ἡ περιλάμπουσα τὰ σύμπαντα αὐγή; πάλιν δὲ κατ᾿ ἄλλο σκοποῦντι εἷς μὲν ὁ τῶν ὅλων δημιουργός, πολλοὶ δὲ οἱ κατ᾿ οὐρανὸν περιπολοῦντες δημιουργικοὶ θεοί. μέσην ἄρα καὶ τούτων τὴν ἀφ᾿ Ἡλίου καθήκουσαν εἰς τὸν κόσμον δημιουργίαν θετέον. ἀλλὰ καὶ τὸ γόνιμον τῆς ζωῆς πολὺ μὲν καὶ ὑπέρπληρες ἐν τῷ νοητῷ, φαίνεται δὲ ζωῆς γονίμου καὶ ὁ κόσμος ὢν πλήρης. πρόδηλον οὖν ὅτι καὶ τὸ γόνιμον τοῦ βασιλέως Ἡλίου τῆς ζωῆς μέσον ἐστὶν ἀμφοῖν, ἐπεὶ τούτῳ μαρτυρεῖ καὶ τὰ φαινόμενα· τὰ μὲν γὰρ τελειοῖ τῶν εἰδῶν, τὰ δὲ ἐργάζεται, τὰ δὲ κοσμεῖ, τὰ δὲ ἀνεγείρει, καὶ ἓν οὐδέν ἐστιν, ὃ δίχα τῆς ἀφ᾿ Ἡλίου δημιουργικῆς δυνάμεως εἰς φῶς πρόεισι καὶ γένεσιν. ἔτι πρὸς τούτοις εἰ τὴν ἐν τοῖς νοητοῖς ἄχραντον καὶ καθαρὰν ἄυλον οὐσίαν νοήσαιμεν, οὐδενὸς ἔξωθεν αὐτῇ προσιόντος οὐδὲ ἐνυπάρχοντος ἀλλοτρίου, πλήρη δὲ τῆς οἰκείας ἀχράντου καθαρότητος, τήν τε ἐν τῷ Κόσμῳ περὶ τὸ κύκλῳ φερόμενον σῶμα πρὸς πάντα ἀμιγῆ τὰ στοιχεῖα λίαν εἰλικρινῆ καὶ καθαρὰν φύσιν ἀχράντου καὶ δαιμονίου σώματος, εὑρήσομεν καὶ τὴν τοῦ βασιλέως Ἡλίου λαμπρὰν καὶ ἀκήρατον οὐσίαν ἀμφοῖν μέσην, τῆς τε ἐν τοῖς νοητοῖς ἀύλου καθαρότητος καὶ τῆς ἐν τοῖς αἰσθητοῖς ἀχράντου καὶ ἀμιγοῦς πρὸς γένεσιν καὶ φθορὰν καθαρᾶς εἰλικρινείας. μέγιστον δὲ τούτου τεκμήριον, ὅτι μηδὲ τὸ φῶς, ὃ μάλιστα ἐκεῖθεν ἐπὶ γῆν φέρεται, συμμίγνυταί τινι μηδὲ ἀναδέχεται ῥύπον καὶ μίασμα, μένει δὲ πάντως ἐν πᾶσι τοῖς οὖσιν ἄχραντον καὶ ἀμόλυντον καὶ ἀπαθές. Ἔτι δὲ προσεκτέον τοῖς ἀύλοις εἴδεσι καὶ νοητοῖς, ἀλλὰ καὶ τοῖς αἰσθητοῖς, ὅσα περὶ τὴν ὕλην ἐστὶν ἢ περὶ τὸ ὑποκείμενον. ἀναφανήσεται [141] πάλιν ἐνταῦθα μέσον τὸ νοερὸν τῶν περὶ τὸν μέγαν Ἥλιον εἰδῶν, ὑφ᾿ ὧν καὶ τὰ περὶ τὴν ὕλην εἴδη βοηθεῖται μήποτε ἂν δυνηθέντα μήτε εἶναι μήτε σώζεσθαι μὴ παρ᾿ ἐκείνου πρὸς τὴν οὐσίαν συνεργούμενα. τί γάρ; οὐχ οὗτός ἐστι τῆς διακρίσεως τῶν εἰδῶν καὶ συγκρίσεως τῆς ὕλης αἴτιος, οὐ νοεῖν ἡμῖν αὑτὸν μόνον παρέχων, ἀλλὰ καὶ ὁρᾶν ὄμμασιν; ἡ γάρ τοι τῶν Ἀκτίνων εἰς πάντα τὸν κόσμον διανομὴ καὶ ἡ τοῦ φωτὸς ἕνωσις τὴν δημιουργικὴν ἐνδείκνυται διάκρισιν τῆς ποιήσεως. Πολλῶν δὲ ὄντων ἔτι περὶ τὴν οὐσίαν τοῦ θεοῦ τῶν φαινομένων ἀγαθῶν, ἃ δὴ ὅτι μέσος ἐστὶ τῶν τε νοητῶν καὶ τῶν ἐγκοσμίων θεῶν παρίστησιν, ἐπὶ τὴν τελευταίαν αὐτοῦ μετίωμεν ἐμφανῆ λῆξιν. πρώτη μὲν οὖν ἐστιν αὐτοῦ τῶν περὶ τὸν τελευταῖον κόσμον ἡ τῶν ἡλιακῶν ἀγγέλων οἷον ἐν παραδείγματι τὴν ἰδέαν καὶ τὴν ὑπόστασιν ἔχουσα· μετὰ ταύτην δὲ ἡ τῶν αἰσθητῶν γεννητική, ἧς τὸ μὲν τιμιώτερον οὐρανοῦ καὶ ἀστέρων ἔχει τὴν αἰτίαν, τὸ δὲ ὑποδεέστερον ἐπιτροπεύει τὴν γένεσιν, ἐξ ἀιδίου περιέχον αὐτῆς ἐν ἑαυτῷ τὴν ἀγέννητον αἰτίαν. ἅπαντα μὲν οὖν τὰ περὶ τὴν οὐσίαν τοῦ θεοῦ τοῦδε διελθεῖν οὐδὲ εἴ τῳ δοίη νοῆσαι αὐτὰ ὁ θεὸς οὗτος δυνατόν, ὅπου καὶ τὰ πάντα περιλαβεῖν τῷ νῷ ἔμοιγε φαίνεται ἀδύνατον. Ἐπεὶ δὲ πολλὰ διεληλύθαμεν, ἐπιθετέον ὥσπερ σφραγῖδα τῷ λόγῳ τῷδε μέλλοντας ἐφ᾿ ἕτερα μεταβαίνειν οὐκ ἐλάττονος τῆς θεωρίας δεόμενα. τίς οὖν ἡ σφραγὶς καὶ οἷον ἐν κεφαλαίῳ τὰ πάντα περιλαμβάνουσα ἡ περὶ τῆς οὐσίας τοῦ θεοῦ νόησις, αὐτὸς ἡμῖν ἐπὶ νοῦν θείη βουλομένοις ἐν βραχεῖ συνελεῖν τήν τε αἰτίαν, ἀφ᾿ ἧς προῆλθε, Καὶ αὐτὸς ὅστις ἐστί, τίνων τε ἀποπληροῖ τὸν ἐμφανῆ κόσμον. ῥητέον οὖν ὡς ἐξ ἑνὸς μὲν προῆλθε τοῦ θεοῦ εἷς ἀφ᾿ ἑνὸς τοῦ νοητοῦ κόσμου βασιλεὺς Ἥλιος, τῶν νοερῶν θεῶν μέσος ἐν μέσοις [142] τεταγμένος κατὰ παντοίαν μεσότητα, τὴν ὁμόφρονα καὶ φίλην καὶ τὰ διεστῶτα συνάγουσαν, εἰς ἕνωσιν ἄγων τὰ τελευταῖα τοῖς πρώτοις, τελειότητος καὶ συνοχῆς καὶ γονίμου ζωῆς καὶ τῆς ἑνοειδοῦς οὐσίας τὰ μέσα ἔχων ἐν ἑαυτῷ, τῷ τε αἰσθητῷ κόσμῳ παντοίων ἀγαθῶν προηγούμενος, οὐ μόνον δι᾿ ἧς αὐτὸς αὐγῆς περιλάμπει κοσμῶν καὶ φαιδρύνων, ἀλλὰ καὶ τὴν οὐσίαν τῶν ἡλιακῶν ἀγγέλων ἑαυτῷ συνυποστήσας καὶ τὴν ἀγέννητον αἰτίαν τῶν γινομένων περιέχων, ἔτι τε πρὸ ταύτης τῶν ἀιδίων σωμάτων τὴν ἀγήρω καὶ μόνιμον τῆς ζωῆς αἰτίαν. Ἃ μὲν οὖν περὶ τῆς οὐσίας ἐχρῆν εἰπεῖν τοῦ θεοῦ τοῦδε, καίτοι τῶν πλείστων παραλειφθέντων, εἴρηται ὅμως οὐκ ὀλίγα· ἐπεὶ δὲ τὸ τῶν δυνάμεων αὐτοῦ πλῆθος καὶ τὸ τῶν ἐνεργειῶν κάλλος τοσοῦτόν ἐστιν, ὥστε εἶναι τῶν περὶ τὴν οὐσίαν αὐτοῦ θεωρουμένων ὑπερβολήν, ἐπεὶ καὶ πέφυκε τὰ θεῖα προϊόντα εἰς τὸ ἐμφανὲς πληθύνεσθαι διὰ τὸ περιὸν καὶ γόνιμον τῆς ζωῆς, ὅρα τί δράσομεν, οἳ Πρὸς ἀχανὲς πέλαγος ἀποδυόμεθα, μόγις καὶ ἀγαπητῶς ἐκ πολλοῦ τοῦ πρόσθεν ἀναπαυόμενοι λόγου. τολμητέον δ᾿ ὅμως τῷ θεῷ θαρροῦντα καὶ πειρατέον ἅψασθαι τοῦ λόγου. Κοινῶς μὲν δὴ τὰ πρόσθεν ῥηθέντα περὶ τῆς οὐσίας αὐτοῦ ταῖς δυνάμεσι προσήκειν ὑποληπτέον. οὐ γὰρ ἄλλο μέν ἐστιν οὐσία θεοῦ, δύναμις δὲ ἄλλο, καὶ μὰ Δία τρίτον παρὰ ταῦτα ἐνέργεια. πάντα γὰρ ἅπερ βούλεται, ταῦτα ἔστι καὶ δύναται καὶ ἐνεργεῖ· οὔτε γὰρ ὃ μὴ ἔστι βούλεται, οὔτε ὃ βούλεται δρᾶν οὐ σθένει, οὔθ᾿ ὃ μὴ δύναται ἐνεργεῖν ἐθέλει. ταῦτα μὲν οὖν περὶ τὸν ἄνθρωπον οὐχ ὧδε ἔχει· διττὴ γάρ ἐστι μαχομένη φύσις εἰς ἓν κεκραμένη ψυχῆς καὶ σώματος, τῆς μὲν θείας, τοῦ δὲ σκοτεινοῦ τε καὶ ζοφώδους· ἔοικέ τε εἶναι μάχη τις καὶ στάσις. ἐπεὶ καὶ Ἀριστοτέλης φησὶ διὰ τὸ τοιοῦτο μήτε τὰς ἡδονὰς ὁμολογεῖν [143] μήτε τὰς λύπας ἀλλήλαις ἐν ἡμῖν· τὸ γὰρ θατέρᾳ, φησί, τῶν ἐν ἡμῖν φύσεων ἡδὺ τῇ πρὸς ταύτην ἀντικειμένῃ πέφυκεν ἀλγεινόν· ἐν δὲ τοῖς θεοῖς οὐδέν ἐστι τοιοῦτον· οὐσίᾳ γὰρ αὐτοῖς ὑπάρχει τἀγαθὰ καὶ διηνεκῶς, οὐ ποτὲ μὲν, ποτὲ δ᾿ οὔ. πρῶτον οὖν ὅσαπερ ἔφαμεν, τὴν οὐσίαν αὐτοῦ παραστῆσαι βουλόμενοι, ταῦθ᾿ ἡμῖν εἰρῆσθαι καὶ περὶ τῶν δυνάμεων καὶ ἐνεργειῶν νομιστέον. ἐπεὶ δὲ ἐν τοῖς τοιούτοις ὁ λόγος ἔοικεν ἀντιστρέφειν, ὅσα καὶ περὶ τῶν δυνάμεων αὐτοῦ καὶ ἐνεργειῶν ἐφεξῆς σκοποῦμεν, ταῦτα οὐκ ἔργα μόνον, ἀλλὰ καὶ οὐσίαν νομιστέον. εἰσὶ γάρ τοι Θεοὶ συγγενεῖς Ἡλίῳ καὶ συμφυεῖς, τὴν ἄχραντον οὐσίαν τοῦ θεοῦ κορυφούμενοι, πληθυνόμενοι μὲν ἐν τῷ κόσμῳ, περὶ αὐτὸν δὲ ἑνοειδῶς ὄντες. ἄκουε δὴ πρῶτον ὅσα φασὶν οἱ τὸν οὐρανὸν οὐχ ὥσπερ ἵπποι καὶ βόες ὁρῶντες ἤ τι τῶν ἀλόγων καὶ ἀμαθῶν ζῴων, ἀλλ᾿ ἐξ αὐτοῦ τὴν ἀφανῆ πολυπραγμονοῦντες φύσιν· ἔτι δὲ πρὸ τούτων, εἴ σοι φίλον, περὶ τῶν ὑπερκοσμίων δυνάμεων αὐτοῦ καὶ ἐνεργειῶν, καὶ ἐκ μυρίων τὸ πλῆθος ὀλίγα θέασαι. Πρώτη δὴ τῶν δυνάμεών ἐστιν αὐτοῦ, δι᾿ ἧς ὅλην δι᾿ ὅλης τὴν νοερὰν οὐσίαν, τὰς ἀκρότητας αὐτῆς εἰς ἓν καὶ ταὐτὸ συνάγων, ἀποφαίνει μίαν. ὅσπερ γὰρ περὶ τὸν αἰσθητόν ἐστι κόσμον ἐναργῶς κατανοῆσαι, πυρὸς καὶ γῆς εἰλημμένον ἀέρα καὶ ὕδωρ ἐν μέσῳ, τῶν ἄκρων σύνδεσμον, τοῦτο οὐκ ἄν τις εἰκότως ἐπὶ τῆς πρὸ τῶν σωμάτων αἰτίας κεχωρισμένης, ἣ τῆς γενέσεως ἔχουσα τὴν ἀρχὴν οὐκ ἔστι γένεσις, οὕτω διατετάχθαι νομίσειεν, ὥστε καὶ ἐν ἐκείνοις τὰς ἄκρας αἰτίας κεχωρισμένας πάντη τῶν σωμάτων ὑπό τινων μεσοτήτων εἰς ταὐτὸ παρὰ τοῦ βασιλέως Ἡλίου συναγομένας ἑνοῦσθαι περὶ αὐτόν; συντρέχει δὲ αὐτῷ καὶ ἡ τοῦ Διὸς δημιουργικὴ δύναμις, δι᾿ ἣν ἔφαμεν καὶ πρότερον ἱδρῦσθαί τε αὐτοῖς ἐν Κύπρῳ καὶ ἀποδεδεῖχθαι κοινῇ τὰ τεμένη· καὶ τὸν Ἀπόλλω [144] δὲ αὐτὸν ἐμαρτυρόμεθα τῶν λόγων, ὃν εἰκὸς δήπουθεν ὑπὲρ τῆς ἑαυτοῦ φύσεως ἄμεινον εἰδέναι· Σύνεστι γὰρ καὶ οὗτος Ἡλίῳ καὶ ἐπικοινωνεῖ διὰ τὴν ἁπλότητα τῶν νοήσεων καὶ τὸ μόνιμον τῆς οὐσίας καὶ κατὰ ταὐτὰ ὂν τῆς ἐνεργείας. Ἀλλὰ καὶ τὴν Διονύσου μεριστὴν δημιουργίαν οὐδαμοῦ φαίνεται χωρίζων ὁ θεὸς Ἡλίου· τούτῳ δὲ αὐτὴν ὑποτάττων ἀεὶ καὶ ἀποφαίνων σύνθρονον ἐξηγητὴς ἡμῖν ἐστι τῶν ἐπὶ τοῦ θεοῦ καλλίστων διανοημάτων. πάσας δὲ ἐν αὑτῷ περιέχων ὁ θεὸς ὅδε τὰς ἀρχὰς τῆς καλλίστης νοερᾶς συγκράσεως Ἥλιος Ἀπόλλων ἐστὶ Μουσηγέτης. ἐπεὶ δὲ καὶ ὅλην ἡμῖν τὴν τῆς εὐταξίας ζωὴν συμπληροῖ, γεννᾷ μὲν ἐν κόσμῳ τὸν Ἀσκληπιόν, ἔχει δὲ αὐτὸν καὶ πρὸ τοῦ κόσμου παρ᾿ ἑαυτῷ. Ἀλλὰ πολλὰς μὲν ἄν τις καὶ ἄλλας περὶ τὸν θεὸν τόνδε δυνάμεις θεωρῶν οὔποτ᾿ ἂν ἐφίκοιτο πασῶν· ἀπόχρη δὲ τῆς μὲν χωριστῆς καὶ πρὸ τῶν σωμάτων ἐπ᾿ αὐτῶν οἶμαι τῶν αἰτιῶν, αἳ κεχωρισμέναι τῆς φανερᾶς προϋπάρχουσι δημιουργίας, ἴσην Ἡλίῳ καὶ Διὶ τὴν δυναστείαν καὶ μίαν ὑπάρχουσαν τεθεωρηκέναι, τὴν δὲ ἁπλότητα τῶν νοήσεων μετὰ τοῦ διαιωνίου καὶ κατὰ ταὐτὰ μονίμου ξὺν Ἀπόλλωνι τεθεαμένοις, τὸ δὲ μεριστὸν τῆς Δημιουργίας μετὰ τοῦ τὴν μεριστὴν ἐπιτροπεύοντος οὐσίαν Διονύσου, τὸ δὲ τῆς καλλίστης συμμετρίας καὶ νοερᾶς κράσεως περὶ τὴν τοῦ Μουσηγέτου δύναμιν τεθεωρηκόσι, τὸ συμπληροῦν δὲ τὴν εὐταξίαν τῆς ὅλης ζωῆς ξὺν Ἀσκληπιῷ νοοῦσι. Τοσαῦτα μὲν ὑπὲρ τῶν προκοσμίων αὐτοῦ δυνάμεων, ἔργα δὲ ὁμοταγῆ ταύταις ὑπὲρ τὸν ἐμφανῆ κόσμον ἡ τῶν ἀγαθῶν ἀποπλήρωσις. ἐπειδὴ γάρ ἐστι γνήσιος ἔκγονος τἀγαθοῦ, παραδεξάμενος παρ᾿ αὐτοῦ τελείαν τὴν ἀγαθὴν μοῖραν, αὐτὸς ἅπασι τοῖς νοεροῖς διανέμει θεοῖς, ἀγαθοεργὸν καὶ τελείαν αὐτοῖς διδοὺς τὴν οὐσίαν. ἓν μὲν δὴ τουτί. δεύτερον δὲ ἔργον ἐστὶ τοῦ θεοῦ ἡ τοῦ νοητοῦ κάλλους ἐν τοῖς νοεροῖς καὶ ἀσωμάτοις [145] εἴδεσι τελειοτάτη διανομή. τῆς γὰρ ἐν τῇ φύσει φαινομένης οὐσίας γονίμου γεννᾶν ἐφιεμένης ἐν τῷ καλῷ καὶ ὑπεκτίθεσθαι τὸν τόκον, ἔτι ἀνάγκη προηγεῖσθαι τὴν ἐν τῷ νοητῷ κάλλει τοῦτο αὐτὸ διαιωνίως καὶ ἀεὶ ποιοῦσαν, ἀλλ᾿ οὐχὶ νῦν μὲν, εἰσαῦθις δὲ οὔ, καὶ ποτὲ μὲν γεννῶσαν, αὖθις δὲ ἄγονον. ὅσα γὰρ ἐνταῦθα ποτὲ καλά, ταῦτα ἐν τοῖς νοητοῖς ἀεί. ῥητέον τοίνυν αὐτοῦ τῆς ἐν τοῖς φαινομένοις αἰτίας γονίμου προκαθηγεῖσθαι τὸν ἐν τῷ νοερῷ καὶ διαιωνίῳ κάλλει τόκον ἀγέννητον, ὃν ὁ θεὸς οὗτος ἔχει περὶ ἑαυτὸν ὑποστήσας, ᾧ καὶ τὸν τέλειον νοῦν διανέμει, καθάπερ ὄμμασιν ἐνδιδοὺς Διὰ τοῦ φωτὸς τὴν ὄψιν, οὕτω δὲ καὶ ἐν τοῖς νοητοῖς διὰ τοῦ νοεροῦ παραδείγματος, ὃ προτείνει πολὺ φανότερον τῆς αἰθερίας αὐγῆς, πᾶσιν οἶμαι τοῖς νοεροῖς τὸ νοεῖν καὶ τὸ νοεῖσθαι παρέχει. ἑτέρα πρὸς ταύταις ἐνέργεια θαυμαστὴ φαίνεται περὶ τὸν βασιλέα τῶν ὅλων Ἥλιον ἡ τοῖς κρείττοσι γένεσιν ἐνδιδομένη μοῖρα βελτίων, ἀγγέλοις, δαίμοσιν, ἥρωσι ψυχαῖς τε μερισταῖς, ὁπόσαι μένουσιν ἐν παραδείγματος καὶ ἰδέας λόγῳ, μήποτε ἑαυτὰς διδοῦσαι σώματι. τὴν μὲν οὖν προκόσμιον οὐσίαν τοῦ θεοῦ δυνάμεις τε αὐτοῦ καὶ ἔργα τὸν βασιλέα τῶν ὅλων ὑμνοῦντες Ἥλιον, ἐφ᾿ ὅσον ἡμῖν οἷόν τε ἦν ἐφικέσθαι τῆς περὶ αὐτὸν εὐφημίας σπεύδοντες, διεληλύθαμεν. ἐπεὶ δὲ ὄμματα, φησίν, ἀκοῆς ἐστι πιστότερα, καίτοι τῆς νοήσεως ὄντα γε ἀπιστότερα καὶ ἀσθενέστερα, φέρε καὶ περὶ τῆς ἐμφανοῦς αὐτοῦ δημιουργίας αἰτησάμενοι παρ᾿ αὐτοῦ τὸ μετρίως εἰπεῖν πειραθῶμεν. Ὑπέστη μὲν οὖν περὶ αὐτὸν ὁ φαινόμενος ἐξ αἰῶνος κόσμος, ἕδραν δὲ ἔχει τὸ περικόσμιον φῶς ἐξ αἰῶνος, οὐχὶ νῦν μέν, τότε δὲ οὔ, οὐδὲ ἄλλοτε ἄλλως, ἀεὶ δὲ ὡσαύτως. ἀλλ᾿ εἴ τις ταύτην τὴν Διαιώνιον φύσιν ἄχρις ἐπινοίας ἐθελήσειε χρονικῶς κατανοῆσαι, τὸν βασιλέα τῶν ὅλων Ἥλιον [146] ἀθρόως καταλάμποντα ῥᾷστα ἂν γνοίη, πόσων αἴτιός ἐστι δι᾿ αἰῶνος ἀγαθῶν τῷ κόσμῳ. οἶδα μὲν οὖν καὶ Πλάτωνα τὸν μέγαν καὶ μετὰ τοῦτον ἄνδρα τοῖς χρόνοις, οὔτι μὴν τῇ φύσει καταδεέστερον· τὸν Χαλκιδέα φημί, τὸν Ἰάμβλιχον· ὃς ἡμᾶς τά τε ἄλλα περὶ τὴν φιλοσοφίαν καὶ δὴ καὶ ταῦτα διὰ τῶν λόγων ἐμύησεν, ἄχρις ὑποθέσεως τῷ γεννητῷ προσχρωμένους καὶ οἱονεὶ χρονικήν τινα τὴν ποίησιν ὑποτιθεμένους, ἵνα τὸ μέγεθος τῶν παρ᾿ αὐτοῦ γινομένων ἔργων ἐπινοηθείη. πλὴν ἀλλ᾿ ἔμοιγε τῆς ἐκείνων ἀπολειπομένῳ παντάπασι δυνάμεως οὐδαμῶς ἐστι παρακινδυνευτέον, ἐπείπερ ἀκίνδυνον οὐδὲ αὐτὸ τὸ μέχρι ψιλῆς ὑποθέσεως χρονικήν τινα περὶ τὸν κόσμον ὑποθέσθαι ποίησιν ὁ κλεινὸς ἥρως ἐνόμισεν Ἰάμβλιχος. πλὴν ἀλλ᾿ ἐπείπερ ὁ θεὸς ἐξ αἰωνίου προῆλθεν αἰτίας, μᾶλλον δὲ προήγαγε πάντα ἐξ αἰῶνος, ἀπὸ τῶν ἀφανῶν τὰ φανερὰ βουλήσει θείᾳ καὶ ἀρρήτῳ τάχει καὶ ἀνυπερβλήτῳ δυνάμει πάντα ἀθρόως ἐν τῷ νῦν ἀπογεννήσας χρόνῳ, ἀπεκληρώσατο μὲν οἷον οἰκειοτέραν ἕδραν τὸ μέσον οὐρανοῦ, ἵνα πανταχόθεν ἴσα διανέμῃ τἀγαθὰ τοῖς ὑπ᾿ αὐτοῦ καὶ σὺν αὐτῷ προελθοῦσι θεοῖς, ἐπιτροπεύῃ δὲ τὰς ἑπτὰ καὶ τὴν ὀγδόηνοὐρανοῦ κυκλοφορίαν, ἐνάτην τε οἶμαι δημιουργίαν τὴν ἐν γενέσει καὶ φθορᾷ συνεχεῖ διαιωνίως ἀνακυκλουμένην γένεσιν. οἵ τε γὰρ πλάνητες εὔδηλον ὅτι περὶ αὐτὸν χορεύοντες μέτρον ἔχουσι τῆς κινήσεως τὴν πρὸς τὸν θεὸν τόνδε τοιάνδε περὶ τὰ σχήματα συμφωνίαν, ὅ τε ὅλος οὐρανὸς αὐτῷ κατὰ πάντα συναρμοζόμενος ἑαυτοῦ τὰ μέρη θεῶν ἐστιν ἐξ Ἡλίου πλήρης. ἔστι γὰρ ὁ θεὸς ὅδε πέντε μὲν κύκλων ἄρχων κατ᾿ οὐρανόν, τρεῖς δὲ ἐκ τούτων ἐπιὼν ἐν τρισὶ τρεῖς γεννᾷ τὰς χάριτας· οἱ λειπόμενοι δὲ μεγάλης ἀνάγκης εἰσὶ πλάστιγγες. ἀξύνετον [147] ἴσως λέγω τοῖς Ἕλλησιν, ὥσπερ δέον μόνον τὰ συνήθη καὶ γνώριμα λέγειν· οὐ μὴν οὐδὲ τοῦτό ἐστιν, ὡς ἄν τις ὑπολάβοι, παντελῶς ξένον. οἱ Διόσκουροι τίνες ὑμῖν εἰσιν, ὦ σοφώτατοι καὶ ἀβασανίστως τὰ πολλὰ παραδεχόμενοι; οὐχ ἑτερήμεροι λέγονται, διότι μὴ θέμις ὁρᾶσθαι τῆς αὐτῆς ἡμέρας; ὑμεῖς ὅπως ἀκούετε εὔδηλον ὅτι τῆς χθὲς καὶ τήμερον. εἶτα τί νοεῖ τοῦτο, πρὸς αὐτῶν τῶν Διοσκούρων; ἐφαρμόσωμεν αὐτὸ φύσειτινὶ καὶ πράγματι, κενὸν ἵνα μηδὲν μηδὲ ἀνόητον λέγωμεν. ἀλλ᾿ οὐκ ἂν εὕροιμεν ἀκριβῶς ἐξετάζοντες· οὐδὲ γὰρ ὡς ὑπέλαβον εἰρῆσθαί τινες πρὸς τῶν θεολόγων ἡμισφαίρια τοῦ παντὸς τὰ δύο λόγον ἔχει τινά· πῶς γάρ ἐστιν ἑτερήμερον αὐτῶν ἕκαστον οὐδὲ ἐπινοῆσαι ῥᾴδιον, ἡμέρας ἑκάστης ἀνεπαισθήτου τῆς κατὰ τὸν φωτισμὸν αὐτῶν παραυξήσεως γινομένης. σκεψώμεθα δὲ νῦν ὑπὲρ ὧν αὐτοὶ καινοτομεῖν ἴσως τῳ δοκοῦμεν. τῆς αὐτῆς ἡμέρας ἐκεῖνοι μετέχειν ὀρθῶς ἂν ῥηθεῖεν, ὁπόσοις ἴσος ἐστὶν ὁ τῆς ὑπὲρ γῆν ἡλίου πορείας χρόνος ἐν ἑνὶ καὶ τῷ αὐτῷ μηνί. ὁράτω τις οὖν, εἰ μὴ τὸ ἑτερήμερον τοῖς κύκλοις ἐφαρμόζει τοῖς τε ἄλλοις καὶ τοῖς τροπικοῖς. ὑπολήψεταί τις· οὐκ ἴσον ἐστιν. οἱ μὲν γὰρ ἀεὶ φαίνονται, καὶ τοῖς τὴν ἀντίσκιον οἰκοῦσι γῆν ἀμφοτέροις ἀμφότεροι, τῶν δὲ οἱ θάτερον ὁρῶντες οὐδαμῶς ὁρῶσι θάτερον. Ἀλλ᾿ ἵνα μὴ πλείω περὶ τῶν αὐτῶν λέγων διατρίβω, τὰς τροπὰς ἐργαζόμενος, ὥσπερ ἴσμεν, πατὴρ ὡρῶν ἐστιν, οὐκ ἀπολείπων δὲ οὐδαμῶς τοὺς πόλους Ὠκεανὸς ἂν εἴη, διπλῆς ἡγεμὼν οὐσίας. μῶν ἀσαφές τι καὶ τοῦτο λέγομεν, ἐπείπερ πρὸ ἡμῶν αὐτὸ καὶ Ὅμηρος ἔφη· Ὠκεανοῦ, ὅσπερ γένεσις πάντεσσι τέτυκται, Θνητῶν τε θεῶν θ᾿, ὡς ἂν αὐτὸς φαίη, μακάρων; Ἀληθῶς. ἓν γὰρ τῶν πάντων οὐδέν ἐστιν, ὃ μὴ [148] τῆς Ὠκεανοῦ πέφυκεν οὐσίας ἔκγονον. ἀλλὰ τί τοῦτο πρὸς τοὺς πόλους; βούλει σοι φράσω; καίτοι σιωπᾶσθαι κρεῖσσον ἦν· εἰρήσεται δὲ ὅμως. Λέγεται γοῦν, εἰ καὶ μὴ πάντες ἑτοίμως ἀποδέχονται, ὁ δίσκος ἐπὶ τῆς ἀνάστρου φέρεσθαι πολὺ τῆς ἀπλανοῦς ὑψηλότερος· καὶ οὕτω δὴ τῶν μὲν πλανωμένων οὐχ ἕξει τὸ μέσον, τριῶν δὲ τῶν κόσμων κατὰ τὰς τελεστικὰς ὑποθέσεις, εἰ χρὴ τὰ τοιαῦτα καλεῖν ὑποθέσεις, ἀλλὰ μὴ ταῦτα μὲν δόγματα, τὰ δὲ τῶν σφαιρικῶν ὑποθέσεις. οἱ μὲν γὰρ θεῶν ἢ δαιμόνων μεγάλων δή τινων ἀκούσαντές φασιν, οἱ δὲ ὑποτίθενται τὸ πιθανὸν ἐκ τῆς πρὸς τὰ φαινόμενα συμφωνίας. αἰνεῖν μὲν οὖν ἄξιον καὶ τούσδε, πιστεύειν δὲ ἐκείνοις ὅτῳ βέλτιον εἶναι δοκεῖ, τοῦτον ἐγὼ παίζων καὶ σπουδάζων ἄγαμαί τε καὶ τεθαύμακα. καὶ ταῦτα μὲν δὴ ταύτῃ, φασί. Πολὺ δὲ πρὸς οἷς ἔφην πλῆθός ἐστι περὶ τὸν οὐρανὸν θεῶν, οὓς κατενόησαν οἱ τὸν οὐρανὸν μὴ παρέργως μηδὲ ὥσπερ τὰ βοσκήματα θεωροῦντες. τοὺς τρεῖς γὰρ τετραχῇ τέμνων διὰ τῆς τοῦ ζῳοφόρου Κύκλου πρὸς ἕκαστον αὐτῶν κοινωνίας τοῦτον αὖθις τὸν ζῳοφόρον εἰς δώδεκα θεῶν δυνάμεις διαιρεῖ, καὶ μέντοι τούτων ἕκαστον εἰς τρεῖς, ὥστε ποιεῖν ἓξ ἐπὶ τοῖς τριάκοντα. ἔνθεν οἶμαι καθήκει ἄνωθεν ἡμῖν ἐξ οὐρανῶν τριπλῆ χαρίτων δόσις, ἐκ τῶν κύκλων, οὓς ὁ θεὸς ὅδε τετραχῇ τέμνων τὴν τετραπλῆν ἐπιπέμπει τῶν ὡρῶν ἀγλαΐαν, αἳ δὴ τὰς τροπὰς ἔχουσι τῶν καιρῶν. κύκλον τοι καὶ αἱ Χάριτες ἐπὶ γῆς διὰ τῶν ἀγαλμάτων μιμοῦνται. χαριτοδότης δέ ἐστιν ὁ Διόνυσος ἐς ταὐτὸ λεγόμενος Ἡλίῳ συμβασιλεύειν. τί οὖν ἔτι σοι τὸν Ὧρον λέγω καὶ τἆλλα θεῶν ὀνόματα, τὰ πάντα Ἡλίῳ προσήκοντα; συνῆκαν γὰρ ἅνθρωποι τὸν θεὸν ἐξ ὧν ὁ θεὸς ὅδε ἐργάζεται, τὸν σύμπαντα οὐρανὸν [149] τοῖς νοεροῖς ἀγαθοῖς τελειωσάμενος καὶ μεταδοὺς αὐτῷ τοῦ νοητοῦ κάλλους, ἀρξάμενοί τε ἐκεῖθεν ὅλον τε αὐτὸν καὶ τὰ μέρη τῇ τῶν ἀγαθῶν ἁδρᾷ δόσει. πᾶσαν γὰρ ἐπιτροπεύει κίνησιν ἄχρι τῆς τελευταίας τοῦ κόσμου λήξεως· φύσιν τε καὶ ψυχὴν καὶ πᾶν ὅ,τι ποτέ ἐστι, πάντα πανταχοῦ τελειοῦται. τὴν δὲ τοσαύτην στρατιὰν τῶν θεῶν εἰς μίαν ἡγεμονικὴν ἕνωσιν συντάξας Ἀθηνᾷ Προνοίᾳ παρέδωκεν, ἣν ὁ μὲν μῦθός φησιν ἐκ τῆςτοῦ Διὸς γενέσθαι κορυφῆς, ἡμεῖς δὲ ὅλην ἐξ ὅλου τοῦ βασιλέως Ἡλίου προβληθῆναι συνεχομένην ἐν αὐτῷ, ταύτῃ διαφέροντες τοῦ μύθου, ὅτι μὴ ἐκ τοῦ ἀκροτάτου μέρους, ὅλην δὲ ἐξ ὅλου· ἐπεὶ τἆλλά γε οὐδὲν διαφέρειν Ἡλίου Δία νομίζοντες ὁμολογοῦμεν τῇ παλαιᾷ φήμῃ. καὶ τοῦτο δὲ αὐτὸ Πρόνοιαν Ἀθηνᾶν λέγοντες οὐ καινοτομοῦμεν, εἴπερ ὀρθῶς ἀκούομεν· Ἵκετο δ᾿ ἐς Πυθῶνα καὶ ἐς Γλαυκῶπα Προνοίην. οὕτως ἄρα καὶ τοῖς παλαιοῖς ἐφαίνετο Ἀθηνᾶ Πρόνοια σύνθρονος Ἀπόλλωνι τῷ νομιζομένῳ μηδὲν Ἡλίου διαφέρειν. μή ποτε οὖν καὶ θείᾳ μοίρᾳ τοῦτο Ὅμηρος· ἦν γάρ, ὡς εἰκός, θεόληπτος· ἀπεμαντεύσατο πολλαχοῦ τῆς ποιήσεως· Τιοίμην δ᾿ ὡς τίετ᾿ Ἀθηναίη καὶ Ἀπόλλων, Ὑπὸ Διὸς δήπουθεν, ὅσπερ ἐστὶν ὁ αὐτὸς Ἡλίῳ; καθάπερ δ᾿ ὁ βασιλεὺς Ἀπόλλων ἐπικοινωνεῖ διὰ τῆς ἁπλότητος τῶν νοήσεων Ἡλίῳ, οὕτω δὲ καὶ τὴν Ἀθηνᾶν νομιστέον ἀπ᾿ αὐτοῦ παραδεξαμένην τὴν οὐσίαν οὖσάν τε αὐτοῦ τελείαν νόησιν συνάπτειν μὲν τοὺς περὶ τὸν Ἥλιον θεοὺς αὖ τῷ βασιλεῖ τῶν ὅλων Ἡλίῳ δίχα συγχύσεως εἰς Ἕνωσιν, αὐτὴν δὲ τὴν ἄχραντον καὶ καθαρὰν ζωὴν ἀπ᾿ ἄκρας ἁψῖδος οὐρανοῦ διὰ τῶν ἑπτὰ κύκλων ἄχρι τῆς Σελήνης νέμουσαν ἐποχετεύειν, ἣν ἡ θεὸς [150] ἥδε τῶν κυκλικῶν οὖσαν σωμάτων ἐσχάτην ἐπλήρωσε τῆς φρονήσεως, ὑφ᾿ ἧς ἡ Σελήνη τά τε ὑπὲρ τὸν οὐρανὸν θεωρεῖ νοητὰ καὶ τὰ ὑφ᾿ ἑαυτὴν κοσμοῦσα τὴν ὕλην τοῖς εἴδεσιν ἀναιρεῖ τὸ θηριῶδες αὐτῆς καὶ ταραχῶδες καὶ ἄτακτον. ἀνθρώποις δὲ ἀγαθὰ δίδωσιν Ἀθηνᾶ σοφίαν τό τε νοεῖν καὶ τὰς δημιουργικὰς τέχνας. κατοικεῖ δὲ τὰς ἀκροπόλεις αὕτη δήπουθεν καταστησαμένη τὴν πολιτικὴν διὰ σοφίας κοινωνίαν. ὀλίγα ἔτι περὶ Ἀφροδίτης, ἣν συνεφάπτεσθαι τῆς δημιουργίας τῷ θεῷ Φοινίκων ὁμολογοῦσιν οἱ λόγιοι, καὶ ἐγὼ πείθομαι. ἔστι δὴ οὖν αὕτη σύγκρασις τῶν οὐρανίων θεῶν, καὶ τῆς ἁρμονίας αὐτῶν ἔτι φιλία καὶ ἕνωσις. Ἡλίου γὰρ ἐγγὺς οὖσα καὶ συμπεριθέουσα καὶ πλησιάζουσα πληροῖ μὲν τὸν οὐρανὸν εὐκρασίας, ἐνδίδωσι δὲ τὸ γόνιμον τῇ γῇ, προμηθουμένη καὶ αὐτὴ τῆς ἀειγενεσίας τῶν ζῴων, ἧς ὁ μὲν βασιλεὺς Ἥλιος ἔχει τὴν πρωτουργὸν αἰτίαν, Ἀφροδίτη δὲ αὐτῷ συναίτιος, ἡ θέλγουσα μὲν τὰς ψυχὰς ἡμῶν σὺν εὐφροσύνῃ, καταπέμπουσα δὲ εἰς γῆν ἐξ αἰθέρος αὐγὰς ἡδίστας καὶ ἀκηράτους Αὐτοῦ τοῦ χρυσίου στιλπνοτέρας. ἔτι ἐπιμετρῆσαι βούλομαι τῆς Φοινίκων θεολογίας· εἰ δὲ μὴ μάτην, ὁ λόγος προϊὼν δείξει. οἱ τὴν Ἔμεσαν οἰκοῦντες, ἱερὸν ἐξ αἰῶνος Ἡλίου χωρίον, Μόνιμον αὐτῷ καὶ Ἄζιζον συγκαθιδρύουσιν. αἰνίττεσθαί φησιν Ἰάμβλιχος, παρ᾿ οὗ καὶ τἆλλα πάντα ἐκ πολλῶν μικρὰ ἐλάβομεν, ὡς ὁ Μόνιμος μὲν Ἑρμῆς εἴη, Ἄζιζος δὲ Ἄρης, Ἡλίου πάρεδροι, πολλὰ καὶ ἀγαθὰ τῷ περὶ γῆν ἐποχετεύοντες τόπῳ. Τὰ μὲν οὖν περὶ τὸν οὐρανὸν ἔργα τοῦ θεοῦ τοιαῦτά ἐστι, καὶ διὰ τούτων ἐπιτελούμενα μέχρι τῶν τῆς γῆς προήκει τελευταίων ὅρων· ὅσα δὲ ὑπὸ τὴν Σελήνην ἐργάζεται, μακρὸν ἂν εἴη τὰ πάντα ἀπαριθμεῖσθαι. πλὴν ὡς ἐν κεφαλαίῳ καὶ ταῦτα ῥητέον. οἶδα μὲν οὖν ἔγωγε καὶ πρότερον [151] μνημονεύσας, ὁπηνίκα ἠξίουν ἐκ τῶν φαινομένων τὰ ἀφανῆ περὶ τῆς τοῦ θεοῦ σκοπεῖν οὐσίας, ὁ λόγος δὲ ἀπαιτεῖ με καὶ νῦν ἐν τάξει περὶ αὐτῶν δηλῶσαι. Καθάπερ οὖν ἐν τοῖς νοεροῖς ἔχειν ἔφαμεν τὴν ἡγεμονίαν Ἥλιον, πολὺ περὶ τὴν ἀμέριστον οὐσίαν ἑαυτοῦ πλῆθος ἑνοειδῶς ἔχοντα τῶν θεῶν, ἔτι δὲ ἐν τοῖς αἰσθητοῖς, ἃ δὴ τὴν κύκλῳ διαιωνίαν Πορεύεται μάλα εὐδαίμονα πορείαν, ἀπεδείκνυμεν ἀρχηγὸν καὶ κύριον, ἐνδιδόντα μὲν τὸ γόνιμον τῇ φύσει, πληροῦντα δὲ τὸν ὅλον οὐρανὸν ὥσπερ τῆς φαινομένης αὐγῆς οὕτω δὲ καὶ μυρίων ἀγαθῶν ἀφανῶν ἄλλων, τελειούμενα δὲ ἐξ αὐτοῦ καὶ τὰ παρὰ τῶν ἄλλων ἐμφανῶν θεῶν ἀγαθὰ χορηγούμενα, καὶ πρό γε τούτων αὐτοὺς ἐκείνους ὑπὸ τῆς ἀπορρήτου καὶ θείας αὐτοῦ τελειουμένους ἐνεργείας· οὕτω δὲ καὶ περὶ τὸν ἐν γενέσει τόπον θεούς τινας ἐπιβεβηκέναι νομιστέον ὑπὸ τοῦ βασιλέως Ἡλίου συνεχομένους, οἳ τὴν τετραπλῆν τῶν στοιχείων κυβερνῶντες φύσιν, περὶ ἃς ἐστήρικται ταῦτα ψυχὰς μετὰ τῶν τριῶν κρειττόνων ἐνοικοῦσι γενῶν. αὐταῖς δὲ ταῖς μερισταῖς ψυχαῖς ὅσων ἀγαθῶν ἐστιν αἴτιος, κρίσιν τε αὐταῖς προτείνων καὶ δίκῃ κατευθύνων καὶ ἀποκαθαίρων λαμπρότητι; τὴν ὅλην δὲ οὐχ οὗτος φύσιν, ἐνδιδοὺς ἄνωθεν αὐτῇ τὸ γόνιμον, κινεῖ καὶ ἀναζωπυρεῖ; ἀλλὰ καὶ ταῖς μερισταῖς φύσεσιν οὐ τῆς εἰς τέλος πορείας οὗτός ἐστιν ἀληθῶς αἴτιος; ἄνθρωπον γὰρ ὑπὸ ἀνθρώπου γεννᾶσθαί φησιν Ἀριστοτέλης καὶ ἡλίου. ταὐτὸν δὴ οὖν καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων, ὅσα τῶν μεριστῶν ἐστι φύσεων ἔργα, περὶ τοῦ βασιλέως Ἡλίου προσήκει διανοεῖσθαι. τί δέ; οὐχ ἡμῖν ὄμβρους καὶ ἀνέμους καὶ τὰ ἐν τοῖς μεταρσίοις γινόμενα τῷ διττῷ τῆς ἀναθυμιάσεως οἷον ὕλῃ χρώμενος ὁ θεὸς οὗτος ἐργάζεται; θερμαίνων γὰρ [152] τὴν γῆν ἀτμίδα καὶ καπνὸν ἕλκει, γίνεται δὲ ἐκτούτων οὐ τὰ μετάρσια μόνον, ἀλλὰ καὶ ὅσα ἐπὶ γῆς πάθη, σμικρὰ καὶ μεγάλα. Τί οὖν περὶ τῶν αὐτῶν ἐπέξειμι μακρότερα, ἐξὸν ἐπὶ τὸ πέρας ἤδη βαδίζειν ὑμνήσαντα πρότερον ὅσα ἔδωκεν ἀνθρώποις Ἥλιος ἀγαθά; γινόμενοι γὰρ ἐξ αὐτοῦ τρεφόμεθα παρ᾿ ἐκείνου. τὰ μὲν οὖν θειότερα καὶ ὅσα ταῖς ψυχαῖς δίδωσιν ἀπολύων αὐτὰς τοῦ σώματος, εἶτα ἐπανάγων ἐπὶ τὰς τοῦ θεοῦ συγγενεῖς οὐσίας, καὶ τὸ λεπτὸν καὶ εὔτονον τῆς θείας αὐγῆς οἷον ὄχημα τῆς εἰς τὴν γένεσιν ἀσφαλοῦς διδόμενον καθόδου ταῖς ψυχαῖς ὑμνείσθω τε ἄλλοις ἀξίως καὶ ὑφ᾿ ἡμῶν πιστευέσθω μᾶλλον ἢ δεικνύσθω· τὰ δὲ ὅσα γνώριμα πέφυκε τοῖς πᾶσιν οὐκ ὀκνητέον ἐπεξελθεῖν. οὐρανόν φησι Πλάτων ἡμῖν γενέσθαι σοφίας διδάσκαλον. ἐνθένδε γὰρ ἀριθμοῦ κατενοήσαμεν φύσιν, ἧς τὸ διαφέρον οὐκ ἄλλως ἢ διὰ τῆς ἡλίου περιόδου κατενοήσαμεν. φησί τοι καὶ αὐτὸς Πλάτων ἡμέραν καὶ νύκτα πρότερον. εἶτα ἐκ τοῦ φωτὸς τῆς σελήνης, ὃ δὴ δίδοται τῇ θεῷ ταύτῃ παρ᾿ ἡλίου, μετὰ τοῦτο προήλθομεν ἐπὶ πλέον τῆς τοιαύτης συνέσεως, ἁπανταχοῦ τῆς πρὸς τὸν θεὸν τοῦτον στοχαζόμενοι συμφωνίας. ὅπερ αὐτός πού φησιν, ὡς ἄρα τὸ γένος ἡμῶν ἐπίπονον ὂν φύσει θεοὶ ἐλεήσαντες ἔδωκαν ἡμῖν τὸν Διόνυσον καὶ τὰς Μούσας συγχορευτάς. ἐφάνη δὲ ἡμῖν Ἥλιος Τούτων κοινὸς ἡγεμών, Διονύσου μὲν πατὴρ ὑμνούμενος, ἡγεμὼν δὲ Μουσῶν. ὁ δὲ αὐτῷ συμβασιλεύων Ἀπόλλων οὐ πανταχοῦ μὲν ἀνῆκε τῆς γῆς χρηστήρια, σοφίαν δὲ ἔδωκεν ἀνθρώποις ἔνθεον, ἐκόσμησε δὲ ἱεροῖς καὶ πολιτικοῖς τὰς πόλεις θεσμοῖς; οὗτος ἡμέρωσε μὲν διὰ τῶν Ἑλληνικῶν ἀποικιῶν τὰ πλεῖστα τῆς οἰκουμένης, παρεσκεύασε δὲ ῥᾷον ὑπακοῦσαι Ῥωμαίοις ἔχουσι καὶ αὐτοῖς οὐ γένος μόνον Ἑλληνικόν, ἀλλὰ καὶ [153] θεσμοὺς ἱεροὺς καὶ τὴν περὶ τοὺς θεοὺς εὐπιστίαν ἐξ ἀρχῆς εἰς τέλος Ἑλληνικὴν καταστησαμένοις τε καὶ φυλάξασι, πρὸς δὲ τούτοις καὶ τὸν περὶ τὴν πόλιν κόσμον οὐδεμιᾶς τῶν ἄριστα πολιτευσαμένων πόλεων καταστησαμένοις φαυλότερον, εἰ μὴ καὶ τῶν ἄλλων ἁπασῶν, ὅσαι γε ἐν χρήσει γεγόνασι πολιτεῖαι, κρείσσονα· ἀνθ᾿ ὧν οἶμαι καὶ αὐτὸς ἔγνων τὴν πόλιν Ἑλληνίδα γένος τε καὶ πολιτείαν. Τί ἔτι σοι λέγω, πῶς τῆς ὑγιείας καὶ σωτηρίας πάντων προυνόησε τὸν σωτῆρα τῶν ὅλων ἀπογεννήσας Ἀσκληπιόν, ὅπως δὲ ἀρετὴν ἔδωκε παντοίαν Ἀφροδίτην Ἀθηνᾷ συγκαταπέμψας ἡμῖν, κηδεμόνα μόνον οὐχὶ νόμον θέμενος, πρὸς μηδὲν ἕτερον χρῆσθαι τῇ μίξει ἢ πρὸς τὴν γέννησιν τοῦ ὁμοίου; διά τοι τοῦτο καὶ κατὰ τὰς περιόδους αὐτοῦ πάντα τὰ φυόμενα καὶ τὰ παντοδαπῶν ζῴων φῦλα κινεῖται πρὸς ἀπογέννησιν τοῦ ὁμοίου. τί χρὴ τὰς ἀκτῖνας αὐτοῦ καὶ τὸ φῶς σεμνῦναι; Νὺξ γοῦν ἀσέληνός τε καὶ ἄναστρος ὅπως ἐστὶ φοβερά, ἆρα ἐννοεῖ τις, ἵν᾿ ἐντεῦθεν, ὁπόσον ἔχομεν ἀγαθὸν ἐξ ἡλίου τὸ φῶς, τεκμήρηται; τοῦτο δὲ αὐτὸ συνεχὲς παρέχων καὶ ἀμεσολάβητον νυκτὶ ἐν οἷς χρὴ τόποις ἀπὸ τῆς σελήνης τοῖς ἄνω, ἐκεχειρίαν ἡμῖν διὰ τῆς νυκτὸς τῶν πόνων δίδωσιν. οὐδὲν ἂν γένοιτο πέρας τοῦ λόγου, εἰ πάντα ἐπεξιέναι τις ἐθελήσειε τὰ τοιαῦτα. ἓν γὰρ οὐδέν ἐστιν ἀγαθὸν κατὰ τὸν βίον, ὃ μὴ παρὰ τοῦ θεοῦ τοῦδε λαβόντες ἔχομεν, ἤτοι παρὰ μόνου τέλειον, ἢ διὰ τῶν ἄλλων θεῶν παρ᾿ αὐτοῦ τελειούμενον. Ἡμῖν δέ ἐστιν ἀρχηγὸς καὶ τῆς πόλεως. οἰκεῖ γοῦν αὐτῆς οὐ τὴν ἀκρόπολιν μόνον μετὰ τῆς Ἀθηνᾶς καὶ Ἀφροδίτης Ζεὺς ὁ πάντων πατὴρ ὑμνούμενος, ἀλλὰ καὶ Ἀπόλλων ἐπὶ τῷ Παλλαντίῳ λόφῳ καὶ Ἥλιος αὐτὸς τοῦτο τὸ κοινὸν ὄνομα πᾶσι καὶ γνώριμον. ὅπως δὲ αὐτῷ πάντη [154] καὶ πάντα προσήκομεν οἱ Ῥωμυλίδαι τε καὶ Αἰνεάδαι, πολλὰ ἔχων εἰπεῖν ἐρῶ βραχέα τὰ γνωριμώτατα. γέγονε, φασίν, ἐξ Ἀφροδίτης Αἰνείας, ἥπερ ἐστὶν ὑπουργὸς Ἡλίῳ καὶ συγγενής. αὐτὸν δὲ τὸν κτίστην ἡμῶν τῆς πόλεως Ἄρεως ἡ φήμη παρέδωκε παῖδα, πιστουμένη τὸ παράδοξον τῶν λόγων διὰ τῶν ὕστερον ἐπακολουθησάντων σημείων. ὑπέσχε γὰρ αὐτῷ, φασί, μαζὸν θήλεια λύκος. ἐγὼ δὲ ὅτι μὲν Ἄρης Ἄζιζος λεγόμενος Ὑπὸ τῶν οἰκούντων τὴν Ἔμεσαν Σύρων Ἡλίου προπομπεύει, καίπερ εἰδὼς καὶ προειπὼν ἀφήσειν μοι δοκῶ. τοῦ χάριν δὲ ὁ λύκος Ἄρει μᾶλλον, οὐχὶ δὲ Ἡλίῳ προσήκει; καίτοι λυκάβαντά φασιν ἀπὸ τοῦ λύκου τὸν ἐνιαύσιον χρόνον· ὀνομάζει δὲ αὐτὸν οὐχ Ὅμηρος μόνον οὐδὲ οἱ γνώριμοι τῶν Ἑλλήνων τοῦτο τὸ ὄνομα, πρὸς δὲ καὶ ὁ θεός· διανύων γάρ φησιν Ὀρχηθμῷ λυκάβαντα δυωδεκάμηνα κέλευθα. Βούλει οὖν ἔτι σοι φράσω μεῖζον τεκμήριον, ὅτι ἄρα ὁ τῆς πόλεως ἡμῶν οἰκιστὴς οὐχ ὑπ᾿ Αρεως κατεπέμφθη μόνον, ἀλλ᾿ ἴσως αὐτῷ τῆς μὲν τοῦ σώματος κατασκευῆς συνεπελάβετο δαίμων ἀρήιος καὶ γενναῖος, ὁ λεγόμενος ἐπιφοιτῆσαι τῇ Σιλβίᾳ λουτρὰ τῇ θεῷ φερούσῃ, τὸ δὲ ὅλον ἐξ Ἡλίου κατῆλθεν ἡ ψυχὴ τοῦ θεοῦ Κυρίνου· πειστέον γὰρ οἶμαι τῇ φήμῃ. σύνοδος ἀκριβὴς τῶν τὴν ἐμφανῆ κατανειμαμένων βασιλείαν Ἡλίου τε καὶ Σελήνης ὥσπερ οὖν εἰς τὴν γῆν κατήγαγεν, οὕτω καὶ ἀνήγαγεν ὃν ἀπὸ τῆς γῆς ἐδέξατο, τὸ θνητὸν ἀφανίσασα πυρὶ κεραυνίῳ τοῦ σώματος. οὕτω προδήλως ἡ τῶν περιγείων Δημιουργὸς ὑπὸ αὐτὸν ἄκρως γενομένη τὸν ἥλιον ἐδέξατο εἰς γῆν πεμπόμενον διὰ τῆς Ἀθηνᾶς τῆς Προνοίας τὸν Κυρῖνον, ἀνιπτάμενόν τε αὖθις ἀπὸ γῆς ἐπὶ τὸν βασιλέα τῶν ὅλων ἐπανήγαγεν αὐτίκα Ἥλιον. Ἔτι σοι βούλει περὶ τῶν αὐτῶν φράσω τεκμήριον [155] τοῦ Νόμα τοῦ βασιλέως ἔργον; ἄσβεστον ἐξ ἡλίου φυλάττουσι φλόγα παρθένοι παρ᾿ ἡμῖν ἱεραὶ κατὰ τὰς διαφόρους ὥρας, αἳ δὴ τὸ γενόμενον περὶ τὴν γῆν ὑπὸ τοῦ θεοῦ πῦρ φυλάττουσιν. ἔτι τούτων μεῖζον ἔχω σοι φράσαι τοῦ θεοῦ τοῦδε τεκμήριον, αὐτοῦ τοῦ θειοτάτου βασιλέως ἔργον. οἱ μῆνες ἅπασι μὲν τοῖς ἄλλοις ὡς ἔπος εἰπεῖν ἀπὸ τῆς σελήνης ἀριθμοῦνται, μόνοι δὲ ἡμεῖς καὶ Αἰγύπτιοι πρὸς τὰς ἡλίου κινήσεις ἑκάστου μετροῦμεν ἐνιαυτοῦ τὰς ἡμέρας. εἴ σοι μετὰ τοῦτο φαίην, ὡς καὶ τὸν Μίθραν τιμῶμεν καὶ ἄγομεν Ἡλίῳ τετραετηρικοὺς ἀγῶνας, ἐρῶ νεώτερα· βέλτιον δὲ ἴσως ἕν τι τῶν παλαιοτέρων προθεῖναι. τοῦ γὰρ ἐνιαυσιαίου κύκλου τὴν ἀρχὴν ἄλλος ἄλλοθεν ποιούμενος, οἱ μὲν τὴν ἐαρινὴν ἰσημερίαν, οἱ δὲ τὴν ἀκμὴν τοῦ θέρους, οἱ πολλοὶ δὲ φθίνουσαν ἤδη τὴν ὀπώραν, Ἡλίου τὰς ἐμφανεστάτας ὑμνοῦσι Δωρεάς, ὁ μέν τις τὴν τῆς ἐργασίας ἐνδιδομένην εὐκαιρίαν, ὅτε ἡ γῆ θάλλει καὶ γαυριᾷ, φυομένων ἄρτι τῶν καρπῶν ἁπάντων, γίνεται δὲ ἐπιτήδεια πλεῖσθαι τὰ πελάγη καὶ τὸ τοῦ χειμῶνος ἀηδὲς καὶ σκυθρωπὸν ἐπὶ τὸ φαιδρότερον μεθίσταται, οἱ δὲ τὴν τοῦ θέρους ἐτίμησαν ὥραν, ὡς ἀσφαλῶς τότε ὑπὲρ τῆς τῶν καρπῶν ἔχοντες θαρρῆσαι γενέσεως, τῶν μὲν σπερμάτων ἤδη συνειλεγμένων, ἀκμαίας δὲ οὔσης τῆς ὀπώρας ἤδη καὶ πεπαινομένων τῶν ἐπικειμένων καρπῶν τοῖς δένδροις. ἄλλοι δὲ τούτων ἔτι κομψότεροι τέλος ἐνιαυτοῦ ὑπέλαβον τὴν τελειοτάτην τῶν καρπῶν ἁπάντων ἀκμὴν καὶ φθίσιν· ταῦτά τοι καὶ φθινούσης ἤδη τῆς ὀπώρας ἄγουσι τὰς κατ᾿ ἐνιαυτὸν νουμηνίας. οἱ δὲ ἡμέτεροι προπάτορες ἀπ᾿ αὐτοῦ τοῦ θειοτάτου βασιλέως τοῦ Νόμα μειζόνως ἔτι τὸν θεὸν τοῦτον σεβόμενοι τὰ μὲν τῆς χρείας ἀπέλιπον, ἅτε οἶμαι φύσει θεῖοι καὶ περιττοὶ τὴν διάνοιαν, αὐτὸν δὲ εἶδον τούτων τὸν αἴτιον καὶ ἄγειν ἔταξαν συμφώνως [156] ἐν τῇ παρούσῃ τῶν ὡρῶν τὴν νουμηνίαν, ὁπότε ὁ βασιλεὺς Ἥλιος αὖθις ἐπανάγει πρὸς ἡμᾶς ἀφεὶς τῆς μεσημβρίας τὰ ἔσχατα καὶ ὥσπερ περὶ νύσσαν τὸν αἰγοκέρωτα κάμψας ἀπὸ τοῦ νότου πρὸς τὸν βορρᾶν ἔρχεται μεταδώσων ἡμῖν τῶν ἐπετείων ἀγαθῶν. ὅτι δὲ τοῦτο ἀκριβῶς ἐκεῖνοι διανοηθέντες οὕτως ἐνεστήσαντο τὴν ἐπέτειον νουμηνίαν, ἐνθένδ᾿ ἄν τις κατανοήσειεν. οὐ γὰρ οἶμαι καθ᾿ ἣν ἡμέραν ὁ θεὸς τρέπεται, καθ᾿ ἣν δὲ τοῖς πᾶσιν ἐμφανὴς γίνεται χωρῶν ἀπὸ τῆςμεσημβρίας ἐς τὰς ἄρκτους ἔταξαν οὗτοι τὴν ἑορτήν. οὔπω μὲν γὰρ ἦν αὐτοῖς ἡ τῶν κανόνων λεπτότης γνώριμος, οὓς ἐξηῦρον μὲν Χαλδαῖοι καὶ Αἰγύπτιοι, Ἵππαρχος δὲ καὶ Πτολεμαῖος ἐτελειώσαντο, κρίνοντες δὲ αἰσθήσει τοῖς φαινομένοις ἠκολούθουν. Οὕτω δὲ ταῦτα καὶ παρὰ τῶν μεταγενεστέρων, ὡς ἔφην, ἔχοντα κατενοήθη. πρὸ τῆς νουμηνίας, εὐθέως μετὰ τὸν τελευταῖον τοῦ Κρόνου μῆνα, ποιοῦμεν Ἡλίῳ τὸν περιφανέστατον ἀγῶνα, τὴν ἑορτὴν Ἡλίῳ καταφημίσαντες ἀνικήτῳ, μεθ᾿ ὃν οὐδὲν θέμις ὧν ὁ τελευταῖος μὴν ἔχει σκυθρωπῶν μέν, ἀναγκαίων δ᾿ ὅμως, ἐπιτελεσθῆναι θεαμάτων, ἀλλὰ τοῖς Κρονίοις οὖσι τελευταίοις εὐθὺς συνάπτει κατὰ τὸν κύκλον τὰ Ἡλίαια, ἃ δὴ πολλάκις μοι δοῖεν οἱ βασιλεῖς ὑμνῆσαι καὶ ἐπιτελέσαι θεοί, καὶ πρό γε τῶν ἄλλων αὐτὸς ὁ βασιλεὺς τῶν ὅλων Ἥλιος, ὁ περὶ τὴν τἀγαθοῦ γόνιμον οὐσίαν ἐξ ἀιδίου προελθὼν μέσος ἐν μέσοις τοῖς νοεροῖς θεοῖς, συνοχῆς τε αὐτοὺς πληρώσας καὶ κάλλους μυρίου καὶ περιουσίας γονίμου καὶ τελείου νοῦ καὶ πάντων ἀθρόως τῶν ἀγαθῶν ἀχρόνως, καὶ ἐν τῷ νῦν ἐλλάμπων εἰς τὴν ἐμφανῆ μέσην τοῦ παντὸς Οὐρανοῦ φερομένην ἕδραν οἰκείαν ἐξ ἀιδίου, καὶ μεταδιδοὺς τῷ φαινομένῳ παντὶ τοῦ νοητοῦ κάλλους, τὸν δὲ οὐρανὸν σύμπαντα πληρώσας τοσούτων θεῶν ὁπόσων αὐτὸς ἐν ἑαυτῷ νοερῶς [157] ἔχει, περὶ αὐτὸν ἀμερίστως πληθυνομένων καὶ ἑνοειδῶς αὐτῷ συνημμένων, οὐ μὴν ἀλλὰ καὶ τὸν ὑπὸ τὴν σελήνην τόπον διὰ τῆς ἀειγενεσίας συνέχων καὶ τῶν ἐνδιδομένων ἐκ τοῦ κυκλικοῦ σώματος ἀγαθῶν, ἐπιμελόμενος τοῦ τε κοινοῦ τῶν ἀνθρώπων γένους ἰδίᾳ τε τῆς ἡμετέρας πόλεως, ὥσπερ οὖν καὶ τὴν ἡμετέραν ἐξ ἀιδίου ψυχὴν ὑπέστησεν, ὀπαδὸν ἀποφήνας αὑτοῦ. ταῦτά τε οὖν, ὅσα μικρῷ πρόσθεν ηὐξάμην, δοίη, καὶ ἔτι κοινῇ μὲν τῇ πόλει τὴν ἐνδεχομένην ἀιδιότητα μετ᾿ εὐνοίας χορηγῶν φυλάττοι, ἡμῖν δὲ ἐπὶ τοσοῦτον εὖ πρᾶξαι τά τε ἀνθρώπινα καὶ τὰ θεῖα δοίη, ἐφ᾿ ὅσον βιῶναι συγχωρεῖ, ζῆν δὲ καὶ ἐμπολιτεύεσθαι τῷ βίῳ δοίη ἐφ᾿ ὅσον αὐτῷ τε ἐκείνῳ φίλον ἡμῖν τε λώιον καὶ τοῖς κοινοῖς συμφέρον Ῥωμαίων πράγμασιν. Ταῦτά σοι, ὦ φίλε Σαλούστιε, κατὰ τὴν τριπλῆν τοῦ θεοῦ δημιουργίαν ἐν τρισὶ μάλιστα νυξὶν ὡς οἷόν τε ἦν ἐπελθόντα μοι τῇ μνήμῃ καὶ γράψαι πρὸς σὲ ἐτόλμησα, ἐπεί σοι καὶ τὸ πρότερον εἰς τὰ Κρόνια γεγραμμένον ἡμῖν οὐ παντάπασιν Ἀπόβλητον ἐφάνη. τελειοτέροις δ᾿ εἰ βούλει περὶ τῶν αὐτῶν καὶ μυστικωτέροις λόγοις ἐπιστῆσαι, ἐντυχὼν τοῖς παρὰ τοῦ θείου γενομένοις Ἰαμβλίχου περὶ τῶν αὐτῶν τούτων συγγράμμασι τὸ τέλος ἐκεῖσε τῆς ἀνθρωπίνης εὑρήσεις σοφίας. δοίη δ᾿ ὁ μέγας Ἥλιος μηδὲν ἔλαττόν με τὰ περὶ αὐτοῦ γνῶναι, καὶ διδάξαι κοινῇ τε ἅπαντας, ἰδίᾳ δὲ τοὺς μανθάνειν ἀξίους. ἕως δέ μοι τοῦτο δίδωσιν ὁ θεός, κοινῇ θεραπεύωμεν τὸν τῷ θεῷ φίλον Ἰάμβλιχον, ὅθεν καὶ νῦν ὀλίγα ἐκ πολλῶν ἐπὶ νοῦν ἐλθόντα διεληλύθαμεν. ἐκείνου δὲ εὖ οἶδα ὡς οὐδεὶς ἐρεῖ τι τελειότερον, οὐδὲ εἰ πολλὰ πάνυ προσταλαιπωρήσας καινοτομήσειεν· ἐκβήσεται γάρ, ὡς εἰκός, τῆς ἀληθεστάτης τοῦ θεοῦ νοήσεως. [158] ἦν μὲν οὖν ἴσως μάταιον, εἰ διδασκαλίας χάριν ἐποιούμην τοὺς λόγους, αὐτὸν μετ᾿ ἐκεῖνόν τι συγγράφειν, ἐπεὶ δὲ ὕμνον ἐθέλων διελθεῖν τοῦ θεοῦ χαριστήριον ἐν τούτῳ τόπον ὑπελάμβανον τοῦ περὶ τῆς οὐσίας αὐτοῦ φράσαι κατὰ δύναμιν τὴν ἐμήν, οὐ μάτην οἶμαι πεποιῆσθαι τοὺς λόγους τούσδε, τὸ Κὰδ δύναμιν δ᾿ ἕρδειν ἱέρ᾿ ἀθανάτοισι θεοῖσιν Οὐκ ἐπὶ τῶν θυσιῶν μόνον, ἀλλὰ καὶ τῶν εὐφημιῶν τῶν εἰς τοὺς θεοὺς ἀποδεχόμενος. εὔχομαι οὖν τρίτον ἀντὶ τῆς προθυμίας μοι ταύτης εὐμενῆ γενέσθαι τὸν βασιλέα τῶν ὅλων Ἥλιον, καὶ Δοῦναι βίον ἀγαθὸν καὶ τελειοτέραν φρόνησιν καὶ θεῖον νοῦν ἀπαλλαγήν τε τὴν εἱμαρμένην ἐκ τοῦ βίου πρᾳοτάτην ἐν καιρῷ τῷ προσήκοντι, ἄνοδόν τε ἐπ᾿ αὐτὸν τὸ μετὰ τοῦτο καὶ μονὴν παρ᾿ αὐτῷ, μάλιστα μὲν ἀίδιον, εἰ δὲ τοῦτο μεῖζον εἴη τῶν ἐμοὶ βεβιωμένων, πολλὰς πάνυ καὶ πολυετεῖς περιόδους. [V] ΙΟΥΛΙΑΝΟΥ ΑΥΤΟΚΡΑΤΟΡΟΣ ΕΙΣ ΤΗΝ ΜΗΤΕΡΑ ΤΩΝ ΘΕΩΝ Ἆρά γε χρὴ φάναι καὶ ὑπὲρ τούτων; καὶ ὑπὲρ τῶν ἀρρήτων γράψομεν καὶ τὰ ἀνέξοιστα ἐξοίσομεν καὶ τὰ ἀνεκλάλητα ἐκλαλήσομεν; τίς μὲν 159 ὁ Ἄττις ἤτοι Γάλλος, τίς δὲ ἡ τῶν θεῶν Μήτηρ, καὶ ὁ τῆς ἁγνείας ταυτησὶ τρόπος ὁποῖος, καὶ προσέτι τοῦ χάριν οὑτοσὶ τοιοῦτος ἡμῖν ἐξ ἀρχῆς κατεδείχθη, παραδοθεὶς μὲν ὑπὸ τῶν ἀρχαιοτάτων Φρυγῶν, παραδεχθεὶς δὲ πρῶτον ὑφ᾿ Ἑλλήνων, καὶ τούτων οὐ τῶν τυχόντων, ἀλλ᾿ Ἀθηναίων, ἔργοις διδαχθέντων, ὅτι μὴ καλῶς ἐτώθασαν ἐπὶ τῷ τελοῦντι τὰ ὄργια τῆς Μητρός; λέγονται γὰρ οὗτοι περιυβρίσαι καὶ ἀπελάσαι τὸν Γάλλον ὡς τὰ θεῖα καινοτομοῦντα, οὐ ξυνέντες ὁποῖόν τι τῆς θεοῦ τὸ χρῆμα καὶ ὡς ἡ παρ᾿ αὐτοῖς τιμωμένη Δηὼ καὶ Ῥέα καὶ Δημήτηρ. εἶτα μῆνις τὸ ἐντεῦθεν τῆς θεοῦ καὶ θεραπεία τῆς μήνιδος. ἡ γὰρ ἐν πᾶσι τοῖς καλοῖς ἡγεμὼν γενομένη τοῖς Ἕλλησιν, ἡ τοῦ Πυθίου πρόμαντις θεοῦ, τὴν τῆς Μητρὸς τῶν θεῶν μῆνιν ἐκέλευσεν ἱλάσκεσθαι· καὶ ἀνέστη, φασίν, ἐπὶ τούτῳ τὸ μητρῷον, οὗ τοῖς Ἀθηναίοις δημοσίᾳ πάντα ἐφυλάττετο τὰ γραμματεῖα. μετὰ δὴ τοὺς Ἕλληνας αὐτὰ Ῥωμαῖοι παρεδέξαντο, συμβουλεύσαντος καὶ αὐτοῖς τοῦ Πυθίου ἐπὶ τὸν πρὸς Καρχηδονίους πόλεμον ἄγειν ἐκ Φρυγίας τὴν θεὸν σύμμαχον. καὶ οὐδὲν ἴσως κωλύει προσθεῖναι μικρὰν ἱστορίαν ἐνταῦθα. μαθόντες γὰρ τὸν χρησμὸν στέλλουσιν οἱ τῆς θεοφιλοῦς οἰκήτορες Ῥώμης πρεσβείαν αἰτήσουσαν παρὰ τῶν Περγάμου βασιλέων, οἳ τότε ἐκράτουν τῆς Φρυγίας, καὶ παρ᾿ αὐτῶν δὲ τῶν Φρυγῶν τῆς θεοῦ τὸ ἁγιώτατον ἄγαλμα. λαβόντες δὲ ἦγον τὸν ἱερὸν φόρτον ἐνθέντες εὐρείᾳ φορτίδι πλεῖν εὐπετῶς δυναμένῃ τὰ τοσαῦτα πελάγη. περαιωθεῖσα δὲ Αἴγαιόν τε καὶ Ἰόνιον, εἶτα περιπλεύσασα Σικελίαν τε καὶ τὸ Τυρρηνὸν πέλαγος ἐπὶ τὰς ἐκβολὰς τοῦ Τύβριδος κατήγετο· καὶ δῆμος ἐξεχεῖτο τῆς πόλεως σὺν τῇ γερουσίᾳ, ὑπήντων γε μὴν πρὸ τῶν ἄλλων ἱερεῖς τε καὶ ἱέρειαι πᾶσαι καὶ πάντες ἐν κόσμῳ τῷ πρέποντι κατὰ τὰ πάτρια, μετέωροι πρὸς τὴν ναῦν οὐριοδρομοῦσαν 160 ἀποβλέποντες, καὶ περὶ τὴν τρόπινἀπεσκόπουν τὸ ῥόθιον σχιζομένων τῶν κυμάτων· εἶτα εἰσπλέουσαν ἐδεξιοῦντο τὴν ναῦν προσκυνοῦντες ἕκαστος ὡς ἔτυχε προσεστὼς πόρρωθεν. ἡ δὲ ὥσπερ ἐνδείξασθαι τῷ Ῥωμαίων ἐθέλουσα δήμῳ, ὅτι μὴ ξόανον ἄγουσιν ἀπὸ τῆς Φρυγίας ἄψυχον, ἔχει δὲ ἄρα δύναμίν τινα μείζω καὶ θειοτέραν ὃ δὴ παρὰ τῶν Φρυγῶν λαβόντες ἔφερον, ἐπειδὴ τοῦ Τύβριδος ἥψατο, τὴν ναῦν ἵστησιν ὥσπερ ῥιζωθεῖσαν ἐξαίφνης κατὰ τοῦ Τύβριδος. εἷλκον δὴ οὖν πρὸς ἀντίον τὸν ῥοῦν, ἡ δὲ οὐχ εἵπετο. ὡς βραχέσι δὲ ἐντετυχηκότες ὠθεῖν ἐπειρῶντο τὴν ναῦν, ἡ δὲ οὐκ εἶκεν ὠθούντων. πᾶσα δὲ μηχανὴ προσήγετο τὸ ἐντεῦθεν, ἡ δὲ οὐχ ἧττον ἀμετακίνητος ἦν· ὥστε ἐμπίπτει κατὰ τῆς ἱερωμένης τὴν παναγεστάτην ἱερωσύνην παρθένου δεινὴ καὶ ἄδικος ὑποψία, καὶ τὴν Κλωδίαν ᾐτιῶντο· τοῦτο γὰρ ὄνομα ἦν τῇ σεμνῇ παρθένῳ· μὴ παντάπασιν ἄχραντον μηδὲ καθαρὰν φυλάττειν ἑαυτὴν τῇ θεῷ· ὀργίζεσθαι οὖν αὐτὴν καὶ μηνίειν ἐμφανῶς· ἐδόκει γὰρ ἤδη τοῖς πᾶσιν εἶναι τὸ χρῆμα δαιμονιώτερον. ἡ δὲ τὸ μὲν πρῶτον αἰδοῦς ὑπεπίμηπλατο πρός τε τὸ ὄνομα καὶ τὴν ὑποψίαν· οὕτω πάνυ πόρρω ἐτύγχανε τῆς αἰσχρᾶς καὶ παρανόμου πράξεως. ἐπεὶ δὲ ἑώρα τὴν αἰτίαν ἤδη καθ᾿ ἑαυτῆς ἐξισχύουσαν, περιελοῦσα τὴν ζώνην καὶ περιθεῖσα τῆς νεὼς τοῖς ἄκροις, ὥσπερ ἐξ ἐπιπνοίας τινὸς ἀποχωρεῖν ἐκέλευεν ἅπαντας, εἶτα ἐδεῖτο τῆς θεοῦ μὴ περιιδεῖν αὐτὴν ἀδίκοις ἐνεχομένην βλασφημίαις. βοῶσα δὲ ὥσπερ τι κέλευσμα, φασί, ναυτικόν, Δέσποινα Μῆτερ εἴπερ εἰμὶ σώφρων, ἕπου μοι, ἔφη. καὶ δὴ τὴν ναῦν οὐκ ἐκίνησε μόνον, ἀλλὰ καὶ εἵλκυσεν ἐπὶ πολὺ πρὸς τὸν ῥοῦν· καὶ δύο ταῦτα Ῥωμαίοις ἔδειξεν ἡ θεὸς οἶμαι κατ᾿ ἐκείνην τὴν ἡμέραν. ὡς οὔτε μικροῦ τινος τίμιον ἀπὸ τῆς 161 Φρυγίας ἐπήγοντο φόρτον, ἀλλὰ τοῦ παντὸς ἄξιον, οὔτε ὡς ἀνθρώπινον τοῦτον, ἀλλὰ ὄντως θεῖον, οὔτε ἄψυχον γῆν, ἀλλὰ ἔμπνουν τι χρῆμα καὶ δαιμόνιον. ἓν μὲν δὴ τοιοῦτον ἔδειξεν αὐτοῖς ἡ θεός· ἕτερον δέ, ὡς τῶν πολιτῶν οὐδὲ εἷς λάθοι ἂν αὐτὴν χρηστὸς ἢ φαῦλος ὤν. κατωρθώθη μέντοι καὶ ὁ πόλεμος αὐτίκα Ῥωμαίοις πρὸς Καρχηδονίους, ὥστε τὸν τρίτον ὑπὲρ τῶν τειχῶν αὐτῆς μόνον Καρχηδόνος γενέσθαι. Τὰ μὲν οὖν τῆς ἱστορίας, εἰ καί τισιν ἀπίθανα δόξει καὶ φιλοσόφῳ προσήκειν οὐδὲν οὐδὲ θεολόγῳ, λεγέσθω μὴ μεῖον, κοινῇ μὲν ὑπὸ πλείστων ἱστοριογράφων ἀναγραφόμενα, σωζόμενα δὲ καὶ ἐπὶ χαλκῶν εἰκόνων ἐν τῇ κρατίστῃ καὶ θεοφιλεῖ Ῥώμῃ. καίτοι με οὐ λέληθεν ὅτι φήσουσιν αὐτά τινες τῶν λίαν σοφῶν ὕθλους εἶναι γρᾳδίων οὐκ ἀνεκτούς. ἐμοὶ δὲ δοκεῖ ταῖς πόλεσι πιστεύειν μᾶλλον τὰ τοιαῦτα ἢ τουτοισὶ τοῖς κομψοῖς, ὧν τὸ ψυχάριον δριμὺ μέν, ὑγιὲς δὲ οὐδὲ ἓν βλέπει. Ὑπὲρ δὲ ὧν εἰπεῖν ἐπῆλθέ μοι παρ᾿ αὐτὸν ἄρτι Τὸν τῆς ἁγιστείας καιρόν, ἀκούω μὲν ἔγωγε καὶ Πορφυρίῳ τινὰ πεφιλοσοφῆσθαι περὶ αὐτῶν, οὐ μὴν οἶδά γε, οὐ γὰρ ἐνέτυχον, εἰ καὶ συνενεχθῆναί που συμβαίη τῷ λόγῳ. τὸν Γάλλον δὲ ἐγὼ τουτονὶ καὶ τὸν Ἄττιν αὐτὸς οἴκοθεν ἐπινοῶ τοῦ γονίμου καὶ δημιουργικοῦ νοῦ τὴν ἄχρι τῆς ἐσχάτης ὕλης ἅπαντα γεννῶσαν οὐσίαν εἶναι, ἔχουσάν τε ἐν ἑαυτῇ πάντας τοὺς λόγους καὶ τὰς αἰτίας τῶν ἐνύλων εἰδῶν· οὐ γὰρ δὴ πάντων ἐν πᾶσι τὰ εἴδη, οὐδὲ ἐν τοῖς ἀνωτάτω καὶ πρώτοις αἰτίοις τὰ τῶν ἐσχάτων καὶ τελευταίων, μεθ᾿ ἃ οὐδέν ἐστιν ἢ τὸ τῆς στερήσεως ὄνομα μετὰ ἀμυδρᾶς ἐπινοίας. οὐσῶν δὴ πολλῶν οὐσιῶν καὶ πολλῶν πάνυ δημιουργῶν τοῦ τρίτου δημιουργοῦ, ὃς τῶν ἐνύλων εἰδῶν τοὺς λόγους ἐξῃρημένους ἔχει καὶ συνεχεῖς τὰς αἰτίας, ἡ τελευταία καὶ μέχρι γῆς ὑπὸ περιουσίας τοῦ γονίμου διὰ τῆς ἄνωθεν παρὰ 162 τῶν ἄστρων καθήκουσα φύσις ὁ ζητούμενός ἐστιν Αττις. ἴσως δὲ ὑπὲρ οὗ λέγω χρὴ διαλαβεῖν σαφέστερον. εἶναί τι λέγομεν ὕλην, ἀλλὰ καὶ ἔνυλον εἶδος. ἀλλὰ τούτων εἰ μή τις αἰτία προτέτακται, λανθάνοιμεν ἂν ἑαυτοὺς εἰσάγοντες τὴν Ἐπικούρειον δόξαν. ἀρχαῖν γὰρ δυοῖν εἰ μηδέν ἐστι πρεσβύτερον, αὐτόματός τις αὐτὰς φορὰ καὶ τύχη συνεκλήρωσεν. ἀλλ᾿ ὁρῶμεν, φησὶ Περιπατητικός τις ἀγχίνους ὥσπερ ὁ Ξέναρχος, τούτων αἴτιον ὂν τὸ πέμπτον καὶ κυκλικὸν σῶμα. γελοῖος δὲ καὶ Ἀριστοτέλης ὑπὲρ τούτων ζητῶν τε καὶ πολυπραγμονῶν, ὁμοίως δὲ καὶ Θεόφραστος· ἠγνόησε γοῦν τὴν ἑαυτοῦ φωνήν. ὥσπερ γὰρ εἰς τὴν ἀσώματον οὐσίαν ἐλθὼν καὶ νοητὴν ἔστη μὴ πολυπραγμονῶν τὴν αἰτίαν, ἀλλὰ φὰς οὕτω ταῦτα πεφυκέναι· χρῆν δὲ δήπουθεν καὶ ἐπὶ τοῦ πέμπτου σώματος τὸ πεφυκέναι ταύτῃ λαμβάνοντα μηκέτι ζητεῖν τὰς αἰτίας, ἵστασθαι δὲ ἐπὶ αὐτῶν καὶ μὴ πρὸς τὸ νοητὸν ἐκπίπτειν ὂν μὲν οὐδὲν φύσει καθ᾿ ἑαυτό, ἔχον δὲ ἄλλως κενὴν ὑπόνοιαν. τοιαῦτα γὰρ ἐγὼ μέμνημαι τοῦ Ξενάρχου λέγοντος ἀκηκοώς. εἰ μὲν οὖν ὀρθῶς ἢ μὴ ταῦτα ἐκεῖνος ἔφη, τοῖς ἄγαν ἐφείσθω Περιπατητικοῖς ὀνυχίζειν, ὅτι δὲ οὐ προσηνῶς ἐμοὶ παντί που δῆλον, ὅπου γε καὶ τὰς Ἀριστοτελικὰς ὑποθέσεις ἐνδεεστέρως ἔχειν ὑπολαμβάνω, εἰ μή τις αὐτὰς ἐς ταὐτὸ τοῖς Πλάτωνος ἄγοι, μᾶλλον δὲ καὶ ταῦτα ταῖς ἐκ θεῶν δεδομέναις προφητείαις. Ἐκεῖνο δὲ ἴσως ἄξιον πυθέσθαι, πῶς τὸ κυκλικὸν σῶμα δύναται τὰς ἀσωμάτους ἔχειν αἰτίας τῶν ἐνύλων εἰδῶν. ὅτι μὲν γὰρ δίχα τούτων Ὑποστῆναι τὴν γένεσιν οὐκ ἐνδέχεται, πρόδηλόν ἐστί που καὶ σαφές. τοῦ χάριν γάρ ἐστι τοσαῦτα τὰ γιγνόμενα; πόθεν δὲ ἄρρεν καὶ θῆλυ; πόθεν δὲ ἡ κατὰ γένος τῶν ὄντων ἐν ὡρισμένοις εἴδεσι διαφορά, εἰ μή τινες εἶεν προϋπάρχοντες 163 καὶ προϋφεστῶτες λόγοι αἰτίαι τε ἐν παραδείγματος λόγῳ προϋφεστῶσαι; πρὸς ἃς εἴπερ ἀμβλυώττομεν, ἔτι καθαιρώμεθα τὰ ὄμματα τῆς ψυχῆς. κάθαρσις δὲ ὀρθὴ στραφῆναι πρὸς ἑαυτὸν καὶ κατανοῆσαι, πῶς μὲν ἡ ψυχὴ καὶ ὁ ἔνυλος νοῦς ὥσπερ ἐκμαγεῖόν τι τῶν ἐνύλων εἰδῶν καὶ εἰκών ἐστιν. ἓν γὰρ οὐδέν ἐστι τῶν σωμάτων ἢ τῶν περὶ τὰ σώματα γινομένων τε καὶ θεωρουμένων ἀσωμάτων, οὗ τὴν φαντασίαν ὁ νοῦς οὐ δύναται λαβεῖν ἀσωμάτως, ὅπερ οὔποτ᾿ ἂν ἐποίησεν, εἰ μή τι ξυγγενὲς εἶχεν αὐτοῖς φύσει. ταῦτά τοι καὶ Ἀριστοτέλης τὴν ψυχὴν τόπον εἰδῶν ἔφη, πλὴν οὐκ ἐνεργείᾳ, ἀλλὰ δυνάμει. τὴν μὲν οὖν τοιαύτην ψυχὴν καὶ τὴν ἐπεστραμμένην πρὸς τὸ σῶμα δυνάμει ταῦτα ἔχειν ἀναγκαῖον· εἰ δέ τις ἄσχετος εἴη καὶ ἀμιγὴς ταύτῃ, τοὺς λόγους οὐκέτι δυνάμει, πάντας δὲὑπάρχειν ἐνεργείᾳ νομιστέον. λάβωμεν δὲ αὐτὰ σαφέστερον διὰ τοῦ παραδείγματος, ᾧ καὶ Πλάτων ἐν τῷ Σοφιστῇ πρὸς ἕτερον μὲν λόγον, ἐχρήσατο δ᾿ οὖν ὅμως. τὸ παράδειγμα δὲ οὐκ εἰς ἀπόδειξιν φέρω τοῦ λόγου· καὶ γὰρ οὐδὲ ἀποδείξει χρὴ λαβεῖν αὐτόν, ἀλλ᾿ ἐπιβολῇ μόνῃ, περὶ γὰρ τῶν πρώτων αἰτιῶν ἐστιν ἢ τῶν γε ὁμοστοίχων τοῖς πρώτοις, εἴπερ ἡμῖν ἐστιν, ὥσπερ οὖν ἄξιον νομίζειν, καὶ ὁ Ἄττις θεός. τί δὲ καὶ ποῖόν ἐστι τὸ παράδειγμα; φησί που Πλάτων, τῶν περὶ τὴν μίμησιν διατριβόντων εἰ μὲν ἐθέλοι τις μιμεῖσθαι, ὥστε καθυφεστάναι τὰ μιμητά, ἐργώδη τε εἶναι καὶ χαλεπὴν καὶ νὴ Δία γε τοῦ ἀδυνάτου πλησίον μᾶλλον, εὔκολον δὲ καὶ ῥᾳδίαν καὶ σφόδρα δυνατὴν τὴν διὰ τοῦ δοκεῖν τὰ ὄντα μιμουμένην. ὅταν οὖν τὸ κάτοπτρον λαβόντες περιφέρωμεν ἐκ πάντων τῶν ὄντων ῥᾳδίως ἀπομαξάμενοι, δείκνυμεν ἑκάστου τοὺς 164 τύπους. ἐκ τούτου τοῦ παραδείγματος ἐπὶ τὸ εἰρημένον μεταβιβάσωμεν τὸ ὁμοίωμα, ἵν᾿ ᾖ τὸ μὲν κάτοπτρον ὁ λεγόμενος ὑπὸ Ἀριστοτέλους δυνάμει τόπος εἰδῶν. Αὐτὰ δὲ χρὴ τὰ εἴδη πρότερον ὑφεστάναι πάντως ἐνεργείᾳ τοῦ δυνάμει. τῆς τοίνυν ἐν ἡμῖν ψυχῆς, ὡς καὶ Ἀριστοτέλει δοκεῖ, δυνάμει τῶν ὄντων ἐχούσης τὰ εἴδη, ποῦ πρῶτον ἐνεργείᾳ θησόμεθα ταῦτα; πότερον ἐν τοῖς ἐνύλοις; ἀλλ᾿ ἔστι γε ταῦτα φανερῶς τὰ τελευταῖα. λείπεται Δὴ λοιπὸν ἀύλους αἰτίας ζητεῖν ἐνεργείᾳ προτεταγμένας τῶν ἐνύλων, αἷς παρυποστᾶσαν καὶ συμπροελθοῦσαν ἡμῶν τὴν ψυχὴν δέχεσθαι μὲν ἐκεῖθεν, ὥσπερ ἐξ ὄντων τινῶν τὰ ἔσοπτρα, τοὺς τῶν εἰδῶν ἀναγκαῖον λόγους, ἐνδιδόναι δὲ διὰ τῆς φύσεως τῇ τε ὕλῃ καὶ τοῖς ἐνύλοις τουτοισὶ σώμασιν. ὅτι μὲν γὰρ ἡ φύσις ἐστὶ δημιουργὸς τῶν σωμάτων ἴσμεν, ὡς ὅλη τις οὖσα τοῦ παντός, ἡ δὲ καθ᾿ ἕκαστον ἑνὸς ἑκάστου τῶν ἐν μέρει, πρόδηλόν ἐστί που καὶ σαφές, ἀλλ᾿ ἡ φύσις ἐνεργείᾳ δίχα φαντασίας ἐν ἡμῖν, ἡ δὲ ὑπὲρ ταύτης ψυχὴ καὶ τὴν φαντασίαν προσείληφεν. εἰ τοίνυν ἡ φύσις καὶ ὧν οὐκ ἔχει τὴν φαντασίαν ἔχειν ὅμως ὁμολογεῖται τὴν αἰτίαν, ἀνθ᾿ ὅτου πρὸς θεῶν οὐχὶ τοῦτο αὐτὸ μᾶλλον ἔτι καὶ πρεσβύτερον τῇ ψυχῇ δώσομεν, ὅπου καὶ φανταστικῶς αὐτὸ γιγνώσκομεν ἤδη καὶ λόγῳ καταλαμβάνομεν; εἶτα τίς οὕτως ἐστὶ φιλόνεικος, ὡς τῇ φύσει μὲν ὑπάρχειν ὁμολογεῖν τοὺς ἐνύλους λόγους, εἰ καὶ μὴ πάντας καὶ κατὰ τὸ αὐτὸ ἐνεργείᾳ, ἀλλὰ δυνάμει γε πάντας, τῇ ψυχῇ δὲ μὴ δοῦναι τοῦτο αὐτό; οὐκοῦν εἰ δυνάμει μὲν ἐν τῇ φύσει καὶ οὐκ ἐνεργείᾳ τὰ εἴδη, δυνάμει δὲ ἔτι καὶ ἐν τῇ ψυχῇ καθαρώτερον καὶ διακεκριμένωςμᾶλλον, ὥστε δὴ καὶ καταλαμβάνεσθαι καὶ γινώσκεσθαι, ἐνεργείᾳ δὲ οὐδαμοῦ· πόθεν ἀναρτήσομεν τῆς ἀειγενεσίας τὰ πείσματα; ποῦ δὲ ἑδράσομεν τοὺς ὑπὲρ τῆς ἀιδιότητος 165 κόσμου λόγους; τὸ γάρ τοι κυκλικὸν σῶμα ἐξ ὑποκειμένου καὶ εἴδους ἐστίν. ἀνάγκη δὴ οὖν, εἰ καὶ μήποτε ἐνεργείᾳ ταῦτα δίχα ἀλλήλων, ἀλλὰ ταῖς γε ἐπινοίαις ἐκεῖνα πρῶτα ὑπάρχοντα εἶναί τε καὶ νομίζεσθαι πρεσβύτερα. οὐκοῦν ἐπειδὴ δέδοταί τις καὶ τῶν ἐνύλων εἰδῶν αἰτία προηγουμένη παντελῶς ἄυλος ὑπὸ τὸν τρίτον δημιουργόν, ὃς ἡμῖν οὐ τούτων μόνον ἐστίν, ἀλλὰ καὶ τοῦ φαινομένου καὶ πέμπτου σώματος πατὴρ καὶ δεσπότης· ἀποδιελόντες ἐκείνου τὸν Ἄττιν, τὴν ἄχρι τῆς ὕλης καταβαίνουσαν αἰτίαν, καὶ θεὸν γόνιμον Ἄττιν εἶναι καὶ Γάλλον πεπιστεύκαμεν, ὃν δή φησιν ὁ μῦθος ἀνθῆσαι μὲν ἐκτεθέντα παρὰ Γάλλου ποταμοῦ ταῖς δίναις, εἶτα καλὸν φανέντα καὶ μέγαν ἀγαπηθῆναι παρὰ τῆς Μητρὸς τῶν θεῶν. τὴν δὲ τά τε ἄλλα πάντα ἐπιτρέψαι αὐτῷ καὶ τὸν ἀστερωτὸν περιθεῖναι πῖλον. ἀλλ᾿ εἰ τὴν κορυφὴν σκέπει τοῦ Ἄττιδος ὁ φαινόμενος οὐρανὸς οὑτοσί, τὸν Γάλλον ποταμὸν ἄρα μή ποτε χρὴ τὸν γαλαξίαν αἰνίττεσθαι κύκλον; ἐνταῦθα γάρ φασι μίγνυσθαι τὸ παθητὸν σῶμα πρὸς τὴν ἀπαθῆ τοῦπέμπτου κυκλοφορίαν. ἄχρι τοι τούτων ἐπέτρεψεν ἡ Μήτηρ τῶν θεῶν σκιρτᾶν τε καὶ χορεύειν τῷ καλῷ τούτῳ καὶ ταῖς ἡλιακαῖς ἀκτῖσιν ἐμφερεῖ τῷ νοερῷ θεῷ, τῷ Ἄττιδι· ὁ δὲ ἐπειδὴ προϊὼν ἦλθεν ἄχρι τῶν ἐσχάτων, ὁ μῦθος αὐτὸν εἰς τὸ ἄντρον κατελθεῖν ἔφη καὶ συγγενέσθαι τῇ νύμφῃ, τὸ δίυγρον αἰνιττόμενος τῆς ὕλης· καὶ οὐδὲ τὴν ὕλην αὐτὴν νῦν ἔφη, τὴν τελευταίαν δὲ αἰτίαν ἀσώματον, ἣ τῆς ὕλης προϋφέστηκε. λέγεταί τοι καὶ πρὸς Ἡρακλείτου Ψυχῇσιν θάνατος ὑγρῇσι γενέσθαι· Τοῦτον οὖν τὸν Γάλλον, τὸν νοερὸν θεόν, τὸν τῶν ἐνύλων καὶ ὑπὸ σελήνην εἰδῶν συνοχέα, τῇ προτεταγμένῃ τῆς ὕλης αἰτίᾳ συνιόντα, συνιόντα δὲ οὐχ ὡς ἄλλον ἄλλῃ, ἀλλ᾿ οἷον αὐτὸ εἰς ἑαυτὸ λέγομεν 166 ὑποφερόμενον. Τίς οὖν ἡ Μήτηρ τῶν θεῶν; ἡ τῶν κυβερνώντων τοὺς ἐμφανεῖς νοερῶν καὶ δημιουργικῶν θεῶν πηγή, ἡ καὶ τεκοῦσα καὶ συνοικοῦσα τῷ μεγάλῳ Διὶ θεὸς ὑποστᾶσα μεγάλη μετὰ τὸν μέγαν καὶ σὺν τῷ μεγάλῳ δημιουργῷ, ἡ πάσης μὲν κυρία ζωῆς, πάσης δὲ γενέσεως αἰτία, ἡ ῥᾷστα μὲν ἐπιτελοῦσα τὰ ποιούμενα, γεννῶσα δὲ δίχα πάθους καὶ δημιουργοῦσα τὰ ὄντα μετὰ τοῦ πατρός· αὕτη καὶ παρθένος ἀμήτωρ καὶ Διὸς σύνθωκος καὶ μήτηρ θεῶν ὄντως οὖσα πάντων. τῶν γὰρ νοητῶν Ὑπερκοσμίων τε θεῶν δεξαμένη πάντων τὰς αἰτίας ἐν ἑαυτῇ πηγὴ τοῖς νοεροῖς ἐγένετο. ταύτην δὴ τὴν θεὸν οὖσαν καὶ πρόνοιαν ἔρως μὲν ὑπῆλθεν ἀπαθὴς Ἄττιδος· ἐθελούσια γὰρ αὐτῇ καὶ κατὰ γνώμην ἐστὶν οὐ τὰ ἔνυλα μόνον εἴδη, πολὺ δὲ πλέον τὰ τούτων αἴτια. τὴν δὴ τὰ γινόμενα καὶ φθειρόμενα σώζουσαν προμήθειαν ἐρᾶν ὁ μῦθος ἔφη τῆς δημιουργικῆς τούτων αἰτίας καὶ γονίμου, καὶ κελεύειν μὲν αὐτὴν ἐν τῷ νοητῷ τίκτειν μᾶλλον καὶ βούλεσθαι μὲν πρὸς ἑαυτὴν ἐπεστράφθαι καὶ συνοικεῖν, ἐπίταγμα δὲ ποιεῖσθαι, μηδενὶ τῶν ἄλλων, ἅμα μὲν τὸ ἑνοειδὲς σωτήριον διώκουσαν, ἅμα δὲ φεύγουσαν τὸ πρὸς τὴν ὕλην νεῦσαν· πρὸς ἑαυτήν τε βλέπειν ἐκέλευσεν, οὖσαν πηγὴν μὲν τῶν δημιουργικῶν θεῶν, οὐ καθελκομένην δὲ εἰς τὴν γένεσιν οὐδὲ θελγομένην· οὕτω γὰρ ἔμελλεν ὁ μέγας Ἄττις καὶ κρείττων εἶναι δημιουργός, ἐπείπερ ἐν πᾶσιν ἡ πρὸς τὸ κρεῖττον ἐπιστροφὴ μᾶλλόν ἐστι δραστήριος τῆς πρὸς τὸ χεῖρον νεύσεως. ἐπεὶ καὶ τὸ πέμπτον σῶμα τούτῳ δημιουργικώτερόν ἐστι τῶν τῇδε καὶ θειότερον, τῷ μᾶλλον ἐστράφθαι πρὸς τοὺς θεούς, ἐπεί τοι τὸ σῶμα, κἂν αἰθέρος ᾖ τοῦ καθαρωτάτου, ψυχῆς ἀχράντου καὶ καθαρᾶς, ὁποίαν τὴν Ἡρακλέους ὁ δημιουργὸς ἐξέπεμψεν, οὐδεὶς ἂν εἰπεῖν κρεῖττοντολμήσειε. τότε μέντοι ἦν τε καὶ ἐδόκει μᾶλλον 167 δραστήριος, ἢ ὅτε αὑτὴν ἔδωκεν ἐκείνη σώματι. ἐπεὶ καὶ αὐτῷ νῦν Ἡρακλεῖ ὅλῳ πρὸς ὅλον κεχωρηκότι τὸν πατέρα ῥᾴων ἡ τούτων ἐπιμέλεια καθέστηκεν ἢ πρότερον ἦν, ὅτε ἐν τοῖς ἀνθρώποις σαρκία φορῶν ἐστρέφετο. οὕτως ἐν πᾶσι δραστήριος μᾶλλον ἡ πρὸς τὸ κρεῖττον ἀπόστασις τῆς ἐπὶ τὸ χεῖρον στροφῆς. ὃ δὴ βουλόμενος ὁ μῦθος διδάξαι παραινέσαι φησὶ τὴν Μητέρα τῶν θεῶν τῷ Ἄττιδι θεραπεύειν αὑτὴν καὶ μήτε ἀποχωρεῖν μήτε ἐρᾶν ἄλλης. ὁ δὲ προῆλθεν ἄχρι τῶν ἐσχάτων τῆς ὕλης κατελθών. ἐπεὶ δὲ ἐχρῆν παύσασθαί ποτε καὶ στῆναι τὴν ἀπειρίαν, Κορύβας μὲν ὁ μέγας Ἥλιος, ὁ σύνθρονος τῇ Μητρὶ καὶ συνδημιουργῶν αὐτῇ τὰ πάντα καὶ συμπρομηθούμενος καὶ οὐδὲν πράττων αὐτῆς δίχα, πείθει τὸν λέοντα μηνυτὴν γενέσθαι. τίς δὲ ὁ λέων; αἴθωνα δήπουθεν ἀκούομεν αὐτόν, αἰτίαν τοίνυν τὴν προϋφεστῶσαν τοῦ θερμοῦ καὶ πυρώδους, ἣ πολεμήσειν ἔμελλε τῇ νύμφῃ καὶ ζηλοτυπήσειν αὐτὴν τῆς πρὸς τὸν Ἄττιν κοινωνίας· εἴρηται δὲ ἡμῖν τίς ἡ νύμφη· τῇ δὲ δημιουργικῇ προμηθείᾳ τῶν ὄντων ὑπουργῆσαί φησιν ὁ μῦθος, δηλαδὴ τῇ Μητρὶ τῶν θεῶν·εἶτα φωράσαντα καὶ μηνυτὴν γενόμενον αἴτιον γενέσθαι τῷ νεανίσκῳ τῆς ἐκτομῆς. ἡ δὲ ἐκτομὴ τίς; ἐποχὴ τῆς ἀπειρίας· ἔστη γὰρ δὴ τὰ τῆς γενέσεως ἐν ὡρισμένοις τοῖς εἴδεσιν ὑπὸ τῆς δημιουργικῆς ἐπισχεθέντα προμηθείας, οὐκ ἄνευ τῆς τοῦ Ἄττιδος λεγομένης παραφροσύνης, ἣ τὸ μέτριον ἐξισταμένη καὶ ὑπερβαίνουσα καὶ διὰ τοῦτο ὥσπερ ἐξασθενοῦσα καὶ οὐκέθ᾿ αὑτῆς εἶναι δυναμένη· ὃ δὴ περὶ τὴν τελευταίαν ὑποστῆναι τῶν θεῶν αἰτίαν οὐκ ἄλογον. σκόπει οὖν ἀναλλοίωτον κατὰ πᾶσαν ἀλλοίωσιν τὸ πέμπτον θεώμενος σῶμα περὶ τοὺς φωτισμοὺς τῆς σελήνης, ἵνα λοιπὸν ὁ συνεχῶς γιγνόμενός τε καὶ ἀπολλύμενος κόσμος γειτνιᾷ τῷ πέμπτῳ σώματι. περὶ 168 τοὺς φωτισμοὺς αὐτῆς ἀλλοίωσίν τινα καὶ πάθη συμπίπτοντα θεωροῦμεν. οὐκ ἄτοπον οὖν καὶ τὸν Ἄττιν τοῦτον ἡμίθεόν τινα εἶναι· βούλεται γὰρ δὴ καὶ ὁ μῦθος τοῦτο· μᾶλλον δὲ θεὸν μὲν τῷ παντί· πρόεισί τε γὰρ ἐκ τοῦ τρίτου δημιουργοῦ καὶ ἐπανάγεται πάλιν ἐπὶ τὴν Μητέρα τῶν θεῶν μετὰ τὴν ἐκτομήν· ἐπεὶ δὲ ὅλως ῥέπειν καὶ νεύειν εἰς τὴν ὕλην δοκεῖ, θεῶν μὲν ἔσχατον, ἔξαρχον δὲ τῶν θείων γενῶν ἁπάντων οὐκ ἂν ἁμάρτοι τις αὐτὸν ὑπολαβών. ἡμίθεον δὲ διὰ τοῦτο ὁ μῦθός φησι, τὴν πρὸς τοὺς ἀτρέπτους αὐτοῦ θεοὺς ἐνδεικνύμενος διαφοράν. δορυφοροῦσι γὰρ αὐτὸν παρὰ τῆς Μητρὸς δοθέντες οἱ Κορύβαντες, αἱ τρεῖς ἀρχικαὶ τῶν μετὰ θεοὺς κρεισσόνων γενῶν ὑποστάσεις. ἄρχει δὲ καὶ τῶνλεόντων, οἳ τὴν ἔνθερμον οὐσίαν καὶ πυρώδη κατανειμάμενοι μετὰ τοῦ σφῶν ἐξάρχου λέοντος αἴτιοι τῷ πυρὶ μὲν πρώτως, διὰ δὲ τῆς ἐνθένδε θερμότητος ἐνεργείας τε κινητικῆς αἴτιοι καὶ τοῖς ἄλλοις εἰσὶ σωτηρίας· περίκειται δὲ τὸν οὐρανὸν ἀντὶ τιάρας, ἐκεῖθεν ὥσπερ ἐπὶ γῆν ὁρμώμενος. Οὗτος ὁ μέγας ἡμῖν θεὸς Ἄττις ἐστίν· αὗται τοῦ βασιλέως Ἄττιδος αἱ θρηνούμεναι τέως φυγαὶ καὶ κρύψεις καὶ ἀφανισμοὶ καὶ αἱ δύσεις αἱ κατὰ τὸ ἄντρον. τεκμήρια δὲ ἔστω μοι τούτου ὁ χρόνος, ἐν ᾧ γίνεται. τέμνεσθαι γάρ φασι τὸ ἱερὸν δένδρον καθ᾿ ἣν ἡμέραν ὁ ἥλιος ἐπὶ τὸ ἄκρον τῆς ἰσημερινῆς ἁψῖδος ἔρχεται· εἶθ᾿ ἑξῆς περισαλπισμὸς παραλαμβάνεται· τῇ τρίτῃ δὲ τέμνεται τὸ ἱερὸν καὶ ἀπόρρητον θέρος τοῦ θεοῦ Γάλλου· ἐπὶ τούτοις Ἱλάρια, φασί, καὶ ἑορταί. ὅτι μὲν οὖν στάσις ἐστὶ τῆς ἀπειρίας ἡ θρυλουμένη παρὰ τοῖς πολλοῖς ἐκτομή, πρόδηλον ἐξ ὧν ἡνίκα ὁ μέγας Ἥλιος τοῦ ἰσημερινοῦ ψαύσας κύκλου, ἵνα τὸ μάλιστα ὡρισμένον ἐστί· τὸ μὲν γὰρ ἴσον ὡρισμένον ἐστί, τὸ δὲ ἄνισον ἄπειρόν τε καὶ ἀδιεξίτητον· κατὰ τὸν λόγον αὐτίκα τὸ δένδρον τέμνεται· εἶθ᾿ ἑξῆς γίνεται τὰ λοιπά, τὰ Μὲν διὰ τοὺς μυστικοὺς καὶ κρυφίους θεσμούς, τὰ δὲ καὶ διὰ ῥηθῆναι πᾶσι δυναμένους. ἡ δὲ ἐκτομὴ τοῦ δένδρου, τοῦτο δὲ τῇ μὲν ἱστορίᾳ προσήκει τῇ περὶ τὸν Γάλλον, οὐδὲν δὲ τοῖς μυστηρίοις, οἷς παραλαμβάνεται, διδασκόντων ἡμᾶς οἶμαι τῶν θεῶν συμβολικῶς, ὅτι χρὴ τὸ κάλλιστον ἐκ γῆς δρεψαμένους, ἀρετὴν μετὰ εὐσεβείας, ἀπενεγκεῖν τῇ θεῷ, σύμβολον τῆς ἐνταῦθα χρηστῆς πολιτείας ἐσόμενον. τὸ γάρ τοι δένδρον ἐκ γῆς μὲν φύεται, σπεύδει δὲ ὥσπερ εἰς τὸν αἰθέρα καὶ ἰδεῖν τέ ἐστι καλὸν καὶ σκιὰν παρασχεῖν ἐν πνίγει, ἤδη δὲ καὶ καρπὸν ἐξ ἑαυτοῦ προβαλεῖν καὶ χαρίσασθαι· οὕτως αὐτῷ πολύ τί γε τοῦ γονίμου περίεστιν. ἡμῖν οὖν ὁ θεσμὸς παρακελεύεται, τοῖς φύσει μὲν οὐρανίοις, εἰς γῆν δὲ ἐνεχθεῖσιν, ἀρετὴν μετὰ εὐσεβείας ἀπὸ τῆς ἐν τῇ γῇ πολιτείας ἀμησαμένους παρὰ τὴν προγονικὴν καὶ ζωογόνον σπεύδειν θεόν. Εὐθὺς οὖν ἡ σάλπιγξ μετὰ τὴν ἐκτομὴν ἐνδίδωσι τὸ ἀνακλητικὸν τῷ Ἄττιδι καὶ τοῖς ὅσοι ποτὲ οὐρανόθεν ἔπτημεν εἰς τὴν γῆν καὶ ἐπέσομεν. μετὰ δὴ τὸ σύμβολον τοῦτο, ὅτε ὁ βασιλεὺς Ἄττις ἵστησι τὴν ἀπειρίαν διὰ τῆς ἐκτομῆς, ἡμῖν οἱ θεοὶ κελεύουσιν ἐκτέμνειν καὶ αὐτοῖς τὴν ἐν ἡμῖν αὐτοῖς ἀπειρίαν καὶ μιμεῖσθαι τοὺς ἡγεμόνας, ἐπὶ δὲ τὸ ὡρισμένον καὶ ἑνοειδὲς καί, εἴπερ οἷόν τέ ἐστιν, αὐτὸ τὸ ἓν ἀνατρέχειν· οὗπερ γενομένου πάντως ἕπεσθαι χρὴ τὰ Ἱλάρια. τί γὰρ εὐθυμότερον, τί δὲ ἱλαρώτερον γένοιτο ἂν ψυχῆς ἀπειρίαν μὲν καὶ γένεσιν καὶ τὸν ἐν αὐτῇ Κλύδωνα διαφυγούσης, ἐπὶ δὲ τοὺς θεοὺς αὐτοὺς ἀναχθείσης; ὧν ἕνα καὶ τὸν Ἄττιν ὄντα περιεῖδεν οὐδαμῶς ἡ τῶν θεῶν Μήτηρ βαδίζοντα πρόσω πλέον ἢ χρῆν, πρὸς ἑαυτὴν δὲ ἐπέστρεψε, στῆσαι τὴν ἀπειρίαν προστάξασα. Καὶ μή τις ὑπολάβῃ με λέγειν, ὡς ταῦτα ἐπράχθη ποτὲ καὶ γέγονεν, ὥσπερ οὐκ εἰδότων 170 τῶν θεῶν αὐτῶν, ὅ, τι ποιήσουσιν, ἢ τὰ σφῶν αὐτῶν ἁμαρτήματα διορθουμένων. ἀλλὰ οἱ παλαιοὶ τῶν ὄντων ἀεὶ τὰς αἰτίας, ἤτοι τῶν θεῶν ὑφηγουμένων ἢ κατὰ σφᾶς αὐτοὺς διερευνώμενοι, βέλτιον δὲ ἴσως εἰπεῖν ζητοῦντες ὑφ᾿ ἡγεμόσι τοῖς θεοῖς, ἔπειτα εὑρόντες ἐσκέπασαν αὐτὰς μύθοις παραδόξοις, ἵνα διὰ τοῦ παραδόξου καὶ ἀπεμφαίνοντος τὸ πλάσμα φωραθὲν ἐπὶ τὴν ζήτησιν ἡμᾶς τῆς ἀληθείας προτρέψῃ, τοῖς μὲν ἰδιώταις ἀρκούσης οἶμαι τῆς ἀλόγου καὶ διὰ τῶν συμβόλων μόνων ὠφελείας, τοῖς δὲ περιττοῖς κατὰ τὴν φρόνησιν οὕτως μόνως ἐσομένης ὠφελίμου τῆς περὶ θεῶν ἀληθείας, εἴ τις ἐξετάζων αὐτὴν ὑφ᾿ ἡγεμόσι τοῖς θεοῖς εὕροι καὶ λάβοι, διὰ μὲν τῶν αἰνιγμάτων ὑπομνησθείς, ὅτι χρή τι περὶ αὐτῶν ζητεῖν, ἐς τέλος δὲ καὶ ὥσπερ κορυφὴν τοῦ πράγματος διὰ τῆς σκέψεως εὑρὼν πορευθείη, οὐκ Αἰδοῖ καὶ πίστει μᾶλλον ἀλλοτρίας δόξης ἢ τῇ σφετέρᾳ κατὰ νοῦν ἐνεργείᾳ. Τί οὖν εἶναί φαμεν, ὡς ἐν κεφαλαίῳ; κατανοήσαντες ἄχρι τοῦ πέμπτου σώματος οὐ τὸ νοητὸν μόνον, ἀλλὰ καὶ τὰ φαινόμενα ταῦτα σώματα τῆς ἀπαθοῦς ὄντα καὶ θείας μερίδος, ἄχρι τούτου θεοὺς ἐνόμισαν ἀκραιφνεῖς εἶναι· τῇ γονίμῳ δὲ τῶν θεῶν οὐσίᾳ τῶν τῇδε παρυποστάντων, ἐξ ἀιδίου συμπροελθούσης τῆς ὕλης τοῖς θεοῖς, παρ᾿ αὐτῶν δὲ καὶ δι᾿ αὐτῶν διὰ τὸ ὑπέρπληρες αὐτῶν τῆς γονίμου καὶ δημιουργικῆς αἰτίας ἡ τῶν ὄντων προμήθεια συνουσιωμένη τοῖς θεοῖς ἐξ ἀιδίου, καὶ σύνθωκος μὲν οὖσα τῷ βασιλεῖ Διί, πηγὴ δὲ τῶν νοερῶν θεῶν, καὶ τὸ δοκοῦν ἄζωον καὶ ἄγονον καὶ σκύβαλον καὶ τῶν ὄντων, οἷον ἂν εἴποι τις, ἀποκάθαρμα καὶ τρύγα καὶ ὑποσταθμὴν διὰ τῆς τελευταίας αἰτίας τῶν θεῶν, εἰς ἣν αἱ πάντων οὐσίαι τῶν θεῶν ἀποτελευτῶσιν, ἐκόσμησέ τε καὶ διωρθώσατο καὶ πρὸς τὸ κρεῖττον μετέστησεν. Ὁ γὰρ Ἄττις οὗτος ἔχων τὴν κατάστικτον τοῖς 171 ἄστροις τιάραν εὔδηλον ὅτι τὰς πάντων τῶν θεῶν εἰς τὸν ἐμφανῆ κόσμον ὁρωμένας λήξεις ἀρχὰς ἐποιήσατο τῆς ἑαυτοῦ βασιλείας· ἐπ᾿ αὐτῷ τὸ μὲν ἀκραιφνὲς καὶ καθαρὸν ἦν ἄχρι γαλαξίου· περὶ τοῦτον δὲ ἤδη τὸν τόπον μιγνυμένου πρὸς τὸ Ἀπαθὲς τοῦ παθητοῦ καὶ τῆς ὕλης παρυφισταμένης ἐκεῖθεν, ἡ πρὸς ταύτην κοινωνία κατάβασίς ἐστιν εἰς τὸ ἄντρον, οὐκ ἀκουσίως μὲν γενομένη τοῖς θεοῖς καὶ τῇ τούτων Μητρί, λεγομένη δὲ ἀκουσίως γενέσθαι. φύσει γὰρ ἐν κρείττονι τοὺς θεοὺς ὄντας οὐκ ἐκεῖθεν ἐπὶ τάδε καθέλκειν ἐθέλει τὰ βελτίω, ἀλλὰ διὰ τῆς τῶν κρειττόνων συγκαταβάσεως καὶ ταῦτα ἀνάγειν ἐπὶ τὴν ἀμείνονα καὶ θεοφιλεστέραν λῆξιν. οὕτω τοι καὶ τὸν Ἄττιν οὐ κατεχθραίνουσα μετὰ τὴν ἐκτομὴν ἡ Μήτηρ λέγεται, ἀλλὰ ἀγανακτεῖ μὲν οὐκέτι, ἀγανακτοῦσα δὲ λέγεται διὰ τὴν συγκατάβασιν, ὅτι κρείττων ὢν καὶ θεὸς ἔδωκεν ἑαυτὸν τῷ καταδεεστέρῳ· στήσαντα δὲ αὐτὸν τῆς ἀπειρίας τὴν πρόοδον καὶ τὸ ἀκόσμητον τοῦτο κοσμήσαντα διὰ τῆς πρὸς τὸν ἰσημερινὸν κύκλον συμπαθείας, ἵνα ὁ μέγας Ἥλιος τῆς ὡρισμένης κινήσεως τὸ τελειότατον κυβερνᾷ μέτρον, ἐπανάγει πρὸς ἑαυτὴν ἡ θεὸς ἀσμένως, μᾶλλον δὲ ἔχει παρ᾿ ἑαυτῇ. καὶ οὐδέποτε γέγονεν, ὅτε μὴ ταῦτα τοῦτον εἶχε τὸν τρόπον, ὅνπερ νῦν ἔχει, ἀλλ᾿ ἀεὶ μὲν Ἄττις ἐστὶν ὑπουργὸς τῇ Μητρὶ καὶ ἡνίοχος, ἀεὶ δὲ ὀργᾷ εἰς τὴν γένεσιν, ἀεὶ δὲ ἀποτέμνεται τὴν ἀπειρίαν διὰ τῆς ὡρισμένης τῶν εἰδῶν αἰτίας. ἐπαναγόμενος δὲ ὥσπερ ἐκ γῆς τῶν ἀρχαίων αὖθις λέγεται δυναστεύειν σκήπτρων, ἐκπεσὼν μὲν αὐτῶν οὐδαμῶςοὐδὲ ἐκπίπτων, ἐκπεσεῖν δὲ αὐτῶν λεγόμενος διὰ τὴν πρὸς τὸ παθητὸν σύμμιξιν. Ἀλλ᾿ ἐκεῖνο ἴσως ἄξιον προσαπορῆσαι· διττῆς γὰρ οὔσης τῆς ἰσημερίας, οὐ τὴν ἐν ταῖς χηλαῖς, 172 τὴν δὲ ἐν τῷ κριῷ προτιμῶσι. τίς οὖν αἰτία τούτου, φανερὸν δήπουθεν. ἐπειδὴ γὰρ ἡμῖν ὁ ἥλιος ἄρχεται τότε πλησιάζειν ἀπὸ τῆς ἰσημερίας, αὐξομένης οἶμαι τῆς ἡμέρας, ἔδοξεν οὗτος ὁ καιρὸς ἁρμοδιώτερος. ἔξω γὰρ τῆς αἰτίας, ἥ φησι τοῖς θεοῖς εἶναι τὸ φῶς σύνδρομον, ἔχειν οἰκείως πιστευτέον τοῖς ἀφεθῆναι τῆς γενέσεως σπεύδουσι τὰς ἀναγωγοὺς ἀκτῖνας ἡλίου. σκόπει δὲ ἐναργῶς· ἕλκει μὲν ἀπὸ τῆς γῆς πάντα καὶ προκαλεῖται καὶ βλαστάνειν ποιεῖ τῇ ζωπυρίδι καὶ θαυμαστῇ θέρμῃ, διακρίνων οἶμαι πρὸς ἄκραν λεπτότητα τὰ σώματα, καὶ τὰ φύσει φερόμενα κάτω κουφίζει. τὰ δὴ τοιαῦτα τῶν ἀφανῶν αὐτοῦ δυνάμεων ποιητέον τεκμήρια. ὁ γὰρ ἐν τοῖς σώμασι διὰ τῆς σωματοειδοῦς θέρμης οὕτω τοῦτο ἀπεργαζόμενος πῶς οὐ διὰ τῆς ἀφανοῦς καὶ ἀσωμάτου πάντη καὶ θείας καὶ καθαρᾶς ἐν ταῖς ἀκτῖσιν ἱδρυμένης οὐσίας ἕλξει καὶ ἀνάξει τὰς εὐτυχεῖς ψυχάς; οὐκοῦν ἐπειδὴ πέφηνεν οἰκεῖον μὲν τοῖς θεοῖς τὸ φῶς τοῦτο καὶ τοῖς ἀναχθῆναι σπεύδουσιν, αὔξεται δὲ ἐν τῷ παρ᾿ ἡμῖν κόσμῳ τὸ τοιοῦτον, ὥστε εἶναι τὴν ἡμέραν μείζω τῆς νυκτός, Ἡλίου τοῦ βασιλέως ἐπιπορεύεσθαι τὸν κριὸν ἀρξαμένου· δέδεικται δὴ καὶ ἀναγωγὸν Φύσει τὸ τῶν ἀκτίνων τοῦ θεοῦ διά τε τῆς φανερᾶς ἐνεργείας καὶ τῆς ἀφανοῦς, ὑφ᾿ ἧς παμπληθεῖς ἀνήχθησαν ψυχαὶ τῶν αἰσθήσεων ἀκολουθήσασαι τῇ φανοτάτῃ καὶ μάλιστα ἡλιοειδεῖ. τὴν γὰρ τοιαύτην τῶν ὀμμάτων αἴσθησιν οὐκ ἀγαπητὴν μόνον οὐδὲ χρήσιμον εἰς τὸν βίον, ἀλλὰ καὶ πρὸς σοφίαν ὁδηγὸν ὁ δαιμόνιος ἀνύμνησε Πλάτων. εἰ δὲ καὶ τῆς ἀρρήτου μυσταγωγίας ἁψαίμην, ἣν ὁ Χαλδαῖος περὶ τὸν ἑπτάκτινα θεὸν ἐβάκχευσεν, ἀνάγων δι᾿ αὐτοῦ τὰς ψυχάς, ἄγνωστα ἐρῶ, καὶ μάλα γε ἄγνωστα τῷ συρφετῷ, θεουργοῖς δὲ 173 τοῖς μακαρίοις γνώριμα· διόπερ αὐτὰ σιωπήσω τανῦν. Ὅπερ δὲ ἔλεγον, ὅτι καὶ τὸν καιρὸν οὐκ ἀλόγως ὑποληπτέον, ἀλλ᾿ ὡς ἔνι μάλιστα μετὰ εἰκότος καὶ ἀληθοῦς λόγου παρὰ τῶν παλαιῶν τῷ θεσμῷ προστεθεῖσθαι, σημεῖον δὴ τούτου, ὅτι τὸν ἰσημερινὸν κύκλον ἡ θεὸς αὐτὴ κατενείματο. τελεῖται γὰρ περὶ τὸν ζυγὸν Δηοῖ καὶ Κόρῃ τὰ σεμνὰ καὶ Ἀπόρρητα μυστήρια. καὶ τοῦτο εἰκότως γίνεται. χρὴ γὰρ καὶ ἀπιόντι τῷ θεῷ τελεσθῆναι πάλιν, ἵνα μηδὲν ὑπὸ τῆς ἀθέου καὶ σκοτεινῆς δυσχερὲς πάθωμεν ἐπικρατούσης δυνάμεως. δὶς γοῦν Ἀθηναῖοι τῇ Δηοῖ τελοῦσι τὰ μυστήρια, ἐν αὐτῷ μὲν τῷ κριῷ τὰ μικρὰ, φασί, μυστήρια, τὰ μεγάλα δὲ περὶ τὰς χηλὰς ὄντος ἡλίου, δι᾿ ἃς ἔναγχος ἔφην αἰτίας. μεγάλα δὲ ὠνομάσθαι καὶ μικρὰ νομίζω καὶ ἄλλων ἕνεκα, μάλιστα δέ, ὡς εἰκός, τούτου ἀποχωροῦντος τοῦ θεοῦ μᾶλλον ἤπερ προσιόντος· διόπερ ἐν τούτοις ὅσον εἰς ὑπόμνησιν μόνον. ἅτε δὴ καὶ παρόντος τοῦ σωτῆρος καὶ ἀναγωγοῦ θεοῦ, τὰ προτέλεια κατεβάλλοντο τῆς τελετῆς· εἶτα μικρὸν ὕστερον ἁγνεῖαι συνεχεῖς καὶ τῶν ἱερέων ἁγιστεῖαι. ἀπιόντος δὲ λοιπὸν τοῦ θεοῦ πρὸς τὴν ἀντίχθονα ζώνην, καὶ φυλακῆς ἕνεκα καὶ σωτηρίας αὐτὸ τὸ κεφάλαιον ἐπιτελεῖται τῶν μυστηρίων. ὅρα δέ· ὥσπερ ἐνταῦθα τὸ τῆς γενέσεως αἴτιον ἀποτέμνεται, οὕτω δὲ καὶ παρὰ Ἀθηναίοις οἱ τῶν ἀρρήτων ἁπτόμενοι παναγεῖς εἰσι, καὶ ὁ τούτων ἐξάρχων ἱεροφάντης ἀπέστραπται πᾶσαν τὴν γένεσιν, ὡς οὐ μετὸν αὐτῷ τῆς ἐπ᾿ ἄπειρον προόδου, τῆς ὡρισμένης δὲ καὶ ἀεὶ μενούσης καὶ ἐν τῷ ἑνὶ συνεχομένης οὐσίας ἀκηράτου τε καὶ καθαρᾶς. ὑπὲρ μὲν δὴ τούτων ἀπόχρη τοσαῦτα. Λείπεται δὴ λοιπόν, ὡς εἰκός, ὑπέρ τε τῆς ἁγιστείας αὐτῆς καὶ τῆς ἁγνείας διεξελθεῖν, ἵνα καὶ ἐντεῦθεν λάβωμεν εἰς τὴν ὑπόθεσιν εἴ τι συμβάλλεται. 174 γελοῖον δὲ αὐτίκα τοῖς πᾶσιν ἐκεῖνο φαίνεται· κρεῶν μὲν ἅπτεσθαι δίδωσιν ὁ ἱερὸς νόμος, ἀπαγορεύει δὲ τῶν σπερμάτων. οὐκ ἄψυχα μὲν ἐκεῖνα, ταῦτα δὲ ἔμψυχα; οὐ καθαρὰ μὲν ἐκεῖνα, ταῦτα δὲ αἵματος καὶ πολλῶν ἄλλων οὐκ εὐχερῶν ὄψει τε καὶ ἀκοῇ πεπληρωμένα; οὐ, τὸ μέγιστον, ἐκείνοις μὲν πρόσεστι τὸ μηδένα ἐκ τῆς ἐδωδῆς ἀδικεῖσθαι, τούτοις δὲ τὸ καταθύεσθαι καὶ κατασφάττεσθαι τὰ ζῷα ἀλγοῦντά γε, ὡς εἰκός, καὶ τρυχόμενα; ταῦτα πολλοὶ καὶ τῶν περιττῶν εἴποιεν ἄν· ἐκεῖνα δὲ ἤδη κωμῳδοῦσι καὶ τῶν ἀνθρώπων οἱ δυσσεβέστατοι. τὰ μὲν ὄρμενά φασιν ἐσθίεσθαι τῶν λαχάνων, παραιτεῖσθαι δὲ τὰς ῥίζας, ὥσπερ γογγυλίδας. καὶ σῦκα μὲν ἐσθίεσθαί φασι, ῥοιὰς δὲ οὐκέτι καὶ μῆλα πρὸς τούτοις. ταῦτα ἀκηκοὼς μινυριζόντων πολλῶν πολλάκις, ἀλλὰ καὶ αὐτὸς εἰρηκὼς πρότερον ἔοικα ἐγὼ μόνος ἐκ πάντων πολλὴν εἴσεσθαι τοῖς δεσπόταις θεοῖς μάλιστα μὲν ἅπασι, πρὸ τῶν ἄλλων δὲ τῇ Μητρὶ τῶν θεῶν, ὥσπερ ἐν τοῖς ἄλλοις ἅπασιν, οὕτω δὲ καὶ ἐν τούτῳ χάριν, ὅτι με μὴ περιεῖδεν ὥσπερ ἐν σκότῳ πλανώμενον, ἀλλά μοι πρῶτον μὲν ἐκέλευσεν ἀποκόψασθαι οὔτι κατὰ τὸ σῶμα, κατὰ δὲ τὰς ψυχικὰς ἀλόγους ὁρμὰς καὶ κινήσεις τῇ νοερᾷ καὶ προϋφεστώσῃ τῶν ψυχῶν ἡμῶν αἰτίᾳ τὰ περιττὰ καὶ μάταια. ἐπὶ νοῦν δὲ ἔδωκεν αὕτη λόγους τινὰς ἴσως οὐκ ἀπᾴδοντας πάντη τῆς ὑπὲρ θεῶν ἀληθοῦς ἅμα καὶ Εὐαγοῦς ἐπιστήμης. ἀλλ᾿ ἔοικα γάρ, ὥσπερ οὐκ ἔχων ὅ τι φῶ, κύκλῳ περιτρέχειν. ἐμοὶ δὲ πάρεστι μὲν καὶ καθ᾿ ἕκαστον ἐπιόντι σαφεῖς καὶ τηλαυγεῖς αἰτίας ἀποδοῦναι, τοῦ χάριν ἡμῖν οὐ θέμις ἐστὶ προσφέρεσθαι ταῦτα, ὧν ὁ θεῖος εἴργει θεσμός· καὶ ποιήσω δὲ αὐτὸ μικρὸν ὕστερον· ἄμεινον δὲ νῦν ὥσπερ τύπους τινὰς προθεῖναι καὶ κανόνας, οἷς ἑπόμενοι, κἄν τι πολλάκις ὑπὸ τῆς σπουδῆς παρέλθῃ τὸν λόγον, ἕξομεν ὑπὲρ τούτων κρῖναι. Προσήκει δὲ πρῶτον ὑπομνῆσαι διὰ βραχέων, 175 τίνα τε ἔφαμεν εἶναι τὸν Ἄττιν καὶ τί τὴν ἐκτομήν, τίνος τε εἶναι σύμβολα τὰ μετὰ τὴν ἐκτομὴν ἄχρι τῶν Ἱλαρίων γινόμενα καὶ τί βούλεσθαι τὴν ἁγνείαν. ὁ μὲν οὖν Ἄττις ἐλέγετο αἰτία τις οὖσα καὶ θεός, ὁ προσεχῶς δημιουργῶν τὸν ἔνυλον κόσμον, ὃς μέχρι τῶν ἐσχάτων κατιὼν ἵσταται ὑπὸ τῆς ἡλίου δημιουργικῆς κινήσεως, ὅταν ἐπὶ τῆς ἄκρως ὡρισμένης τοῦ παντὸς ὁ θεὸς γένηται περιφερείας, ᾗ τῆς ἰσημερίας τοὔνομά ἐστι κατὰ τὸ ἔργον. ἐκτομὴν δὲ ἐλέγομεν εἶναι τῆς ἀπειρίας τὴν ἐποχήν, ἣν οὐκ ἄλλως ἢ διὰ τῆς ἐπὶ τὰς πρεσβυτέρας καὶ ἀρχηγικωτέρας αἰτίας ἀνακλήσεώς τε καὶ ἀναδύσεως συμβαίνειν. αὐτῆς δὲ τῆς ἁγνείας φαμὲν τὸν σκοπὸν ἄνοδον τῶν ψυχῶν. Οὐκοῦν οὐκ ἐᾷ πρῶτον σιτεῖσθαι τὰ κατὰ γῆς δυόμενα σπέρματα· ἔσχατον μὲν γὰρ τῶν ὄντων ἡ γῆ. ἐνταῦθα δέ φησιν ἀπελαθέντα καὶ Πλάτων τὰ κακὰ στρέφεσθαι, καὶ διὰ τῶν λογίων οἱ θεοὶ Σκύβαλον αὐτὸ πολλαχοῦ καλοῦσι, καὶ φεύγειν ἐντεῦθεν παρακελεύονται. πρῶτον οὖν ἡ ζωογόνος καὶ προμηθὴς θεὸς οὐδὲ ἄχρι τῆς τῶν σωμάτων τροφῆς ἐπιτρέπει τοῖς κατὰ γῆς δυομένοις χρῆσθαι, παραινοῦσά γε πρὸς τὸν οὐρανόν, μᾶλλον δὲ καὶ ὑπὲρ τὸν οὐρανὸν βλέπειν. ἑνί τινες κέχρηνται σπέρματι, τοῖς λοβοῖς, οὐ σπέρμα μᾶλλον ἢ λάχανον αὐτὸ νομίζοντες εἶναι τῷ πεφυκέναι πως ἀνωφερὲς καὶ ὀρθὸν καὶ οὐδὲ ἐρριζῶσθαι κατὰ τῆς γῆς· ἐρρίζωται δὲ ὥσπερ ἐκ δένδρου κιττοῦ τινος ἢ καὶ ἀμπέλου καρπὸς ἤρτηται καὶ καλάμης. ἀπηγόρευται μὲν οὖν ἡμῖν σπέρματι χρῆσθαι διὰ τοῦτο φυτῶν, ἐπιτέτραπται δὲ χρῆσθαι καρποῖς καὶ λαχάνοις, οὐ τοῖς χαμαιζήλοις, ἀλλὰ τοῖς ἐκ γῆς αἰρομένοις ἄνω μετεώροις. ταύτῃ τοι καὶ τῆς γογγυλίδος τὸ μὲν γεωχαρὲς ὡς χθόνιον ἐπιτάττει παραιτεῖσθαι, τὸ δὲ ἀναδυόμενον ἄνω καὶ εἰς ὕψος 176 αἰρόμενον ὡς αὐτῷ τούτῳ καθαρὸν τυγχάνον δίδωσι προσενέγκασθαι. τῶν γοῦν λαχάνων ὀρμένοις μὲν συγχωρεῖ χρῆσθαι, ῥίζαις δὲ ἀπαγορεύει καὶ μάλιστα ταῖς ἐντρεφομέναις καὶ συμπαθούσαις τῇ γῇ. καὶ μὴν καὶ τῶν δένδρων μῆλα μὲν ὡς ἱερὰ καὶ χρυσᾶ καὶ ἀρρήτων ἄθλων καὶ τελεστικῶν εἰκόνας καταφθείρειν οὐκ ἐπέτρεψε καὶ καταναλίσκειν, ἄξιά γε ὄντα τῶν ἀρχετύπων χάριν τοῦσέβεσθαί τε καὶ θεραπεύεσθαι· ῥοιὰς δὲ ὡς φυτὸν χθόνιον παρῃτήσατο, καὶ τοῦ φοίνικος δὲ τὸν καρπὸν ἴσως μὲν ἄν τις εἴποι διὰ τὸ μὴ γίνεσθαι περὶ τὴν Φρυγίαν, ἔνθα πρῶτον ὁ θεσμὸς κατέστη· ἐμοὶ δὲ δοκεῖ μᾶλλον ὡς ἱερὸν ἡλίου τὸ φυτὸν ἀγήρων τε ὂν οὐ συγχωρῆσαι καταναλίσκειν ἐν ταῖς ἁγιστείαις εἰς τροφὴν σώματος. ἐπὶ τούτοις ἀπηγόρευται ἰχθύσιν ἅπασι χρῆσθαι. κοινὸν δέ ἐστι τοῦτο καὶ πρὸς Αἰγυπτίους τὸ πρόβλημα. δοκεῖ δὲ ἔμοιγε δυοῖν ἕνεκεν ἄν τις ἰχθύων μάλιστα μὲν ἀεί, πάντως δὲ ἐν ταῖς ἁγιστείαις ἀποσχέσθαι, ἑνὸς μέν, ὅτι τούτων, ἃ μὴ θύομεν τοῖς θεοῖς, οὐδὲ σιτεῖσθαι προσήκει. δέος δὲ ἴσως οὐδέν, μή πού τις ἐνταῦθα λίχνος καὶ γάστρις ἐπιλάβηταί μου, ὥς που καὶ πρότερον ἤδη παθὼν αὐτὸ διαμνημονεύω, “Διὰ τί δέ; οὐχὶ καὶ θύομεν αὐτῶν πολλάκις τοῖς θεοῖς”; εἰπόντος ἀκούσας. ἀλλ᾿ εἴχομέν τι καὶ πρὸς τοῦτο εἰπεῖν. καὶ θύομέν γε, ἔφην, ὦ μακάριε, ἔν τισι τελεστικαῖς θυσίαις, ὡς ἵππον Ῥωμαῖοι, ὡς πολλὰ καὶ ἄλλα θηρία καὶ ζῷα, κύνας ἴσως Ἕλληνες Ἑκάτῃ καὶ Ῥωμαῖοι δέ· καὶ πολλὰ παρ᾿ ἄλλοις ἐστὶ τῶν τελεστικῶν, καὶ δημοσίᾳ ταῖς πόλεσιν ἅπαξ τοῦ ἔτους ἢ δὶς τοιαῦτα θύματα, ἀλλ᾿ οὐκ ἐν ταῖς τιμητηρίοις, ὧν μόνων κοινωνεῖν ἄξιον καὶ τραπεζοῦν θεοῖς. τοὺς δὲ ἰχθύας ἐν ταῖς τιμητηρίοις οὐ θύομεν, ὅτι μήτενέμομεν, μήτε τῆς γενέσεως αὐτῶν ἐπιμελούμεθα, 177 μήτε ἡμῖν εἰσιν ἀγέλαι καθάπερ προβάτων καὶ βοῶν οὕτω δὲ καὶ τῶν ἰχθύων. ταῦτα μὲν γὰρ ὑφ᾿ ἡμῶν βοηθούμενα τὰ ζῷα καὶ πληθύνοντα διὰ τοῦτο δικαίως ἂν ἡμῖν εἴς τε τὰς ἄλλας χρείας ἐπικουροίη καὶ πρό γε τῶν ἄλλων ἐς τιμητηρίους θυσίας. εἷς μὲν δὴ λόγος οὗτος, δι᾿ ὃν οὐκ οἶμαι δεῖν ἰχθὺν ἐν ἁγνείας καιρῷ προσφέρεσθαι τροφήν. ἕτερος δέ, ὃν καὶ μᾶλλον ἡγοῦμαι τοῖς προειρημένοις ἁρμόζειν, ὅτι τρόπον τινὰ καὶ αὐτοὶ κατὰ τοῦ βυθοῦ δεδυκότες εἶεν ἂν χθονιώτεροι τῶν σπερμάτων, ὁ δὲ ἐπιθυμῶν ἀναπτῆναι καὶ μετέωρος ὑπὲρ τὸν ἀέρα πρὸς αὐτὰς οὐρανοῦ πτῆναι κορυφὰς δικαίως ἂν ἀποστρέφοιτο πάντα τὰ τοιαῦτα, μεταθέοι δὲ καὶ μετατρέχοι τὰ τεινόμενα πρὸς τὸν ἀέρα καὶ σπεύδοντα πρὸς τὸ ἄναντες καί, ἵνα ποιητικώτερον εἴπω, πρὸς τὸν οὐρανὸν ὁρῶντα. ὄρνισιν οὖν ἐπιτρέπει χρῆσθαι πλὴν ὀλίγων, οὓς ἱεροὺς εἶναι πάντῃ συμβέβηκε, καὶ τῶν τετραπόδων τοῖς συνήθεσιν ἔξω τοῦ χοίρου. τοῦτον δὲ ὡς χθόνιον πάντη μορφῇ τε καὶ τῷ βίῳ καὶ αὐτῷ τῷ τῆς οὐσίας λόγῳ. περιττωματικός τε γὰρ καὶ παχὺς τὴν σάρκα· τῆς ἱερᾶς ἀποκηρύττει τροφῆς. φίλον γὰρ εἶναι πεπίστευται θῦμα τοῖς χθονίοις θεοῖς οὐκ ἀπεικότως. ἀθέατον γάρ ἐστιν οὐρανοῦ τουτὶ τὸ ζῷον, οὐ μόνον οὐ βουλόμενον, ἀλλ᾿ οὐδὲ πεφυκὸς ἀναβλέψαι ποτέ. τοιαύτας μὲν δὴαἰτίας ὑπὲρ τῆς ἀποχῆς ὧν ἀπέχεσθαι δεῖ εἴρηκεν ὁ θεῖος θεσμός· οἱ ξυνιέντες δὲ κοινούμεθα τοῖς ἐπισταμένοις θεούς. Ὑπὲρ δὲ ὧν ἐπιτρέπει χρῆσθαι λέγομεν τοσοῦτον, ὡς οὐ πᾶσιν ἅπαντα, τὸ δυνατὸν δὲ ὁ θεῖος νόμος τῇ ἀνθρωπίνῃ φύσει σκοπῶν ἐπέτρεψε χρῆσθαι τουτοισὶ τοῖς πολλοῖς, οὐχ ἵνα πᾶσι πάντες ἐξ ἀνάγκης χρησώμεθα· τοῦτο μὲν γὰρ ἴσως οὐκ εὔκολον· ἀλλ᾿ ὅπως ἐκείνῳ, ὅτῳ ἄρα πρῶτον μὲν ἡ τοῦ σώματος συγχωρεῖ δύναμις, 178 εἶτά τις περιουσία συντρέχει καὶ τρίτον ἡ προαίρεσις, ἣν ἐν τοῖς ἱεροῖς οὕτως ἄξιον ἐπιτείνειν, ὥστε καὶ ὑπὲρ τὴν τοῦ σώματος δύναμιν ὁρμᾶν καὶ προθυμεῖσθαι τοῖς θείοις ἀκολουθεῖν θεσμοῖς. ἔστι γὰρ δὴ τοῦτο μάλιστα μὲν ἀνυσιμώτερον αὐτῇ τῇ ψυχῇ πρὸς σωτηρίαν, εἰ μείζονα λόγον αὑτῆς, ἀλλὰ μὴ τοῦ σώματος τῆς ἀσφαλείας ποιήσαιτο, πρὸς δὲ καὶ αὐτὸ τὸ σῶμα μείζονος καὶ θαυμασιωτέρας φαίνεται λεληθότως τῆς ὠφελείας μεταλαγχάνον. ὅταν γὰρ ἡ ψυχὴ πᾶσαν ἑαυτὴν δῷ τοῖς θεοῖς, ὅλα τὰ καθ᾿ ἑαυτὴν ἐπιτρέψασα τοῖς κρείττοσιν, ἑπομένης οἶμαι τῆς ἁγιστείας καὶ πρό γε ταύτης τῶν θείων θεσμῶν ἡγουμένων, ὄντος οὐδενὸς λοιπὸν τοῦ ἀπείργοντος καὶ ἐμποδίζοντος· πάντα γάρ ἐστιν ἐν τοῖς θεοῖς καὶ πάντα περὶ αὐτοὺς ὑφέστηκε καὶ πάντα τῶν θεῶν ἐστι πλήρη· αὐτίκα μὲν αὐταῖς ἐλλάμπει τὸ θεῖον φῶς, θεωθεῖσαι δὲ αὗται τόνον τινὰ καὶ Ῥώμην ἐπιτιθέασι τῷ συμφύτῳ πνεύματι, τοῦτο δὲ ὑπ᾿ αὐτῶν στομούμενον ὥσπερ καὶ κρατυνόμενον σωτηρίας ἐστὶν αἴτιον ὅλῳ τῷ σώματι. τὸ δὲ ὅτι μάλιστα μὲν πάσας τὰς νόσους, εἰ δὲ μή, ὅτι τὰς πλείστας καὶ μεγίστας ἐκ τῆς τοῦ πνεύματος εἶναι τροπῆς καὶ παραφορᾶς συμβέβηκεν, οὐδεὶς ὅστις οἶμαι τῶν Ἀσκληπιαδῶν οὐ φήσει. οἱ μὲν γὰρ καὶ πάσας φασίν, οἱ δὲ τὰς πλείστας καὶ μεγίστας καὶ ἰαθῆναι χαλεπωτάτας· μαρτυρεῖ δὲ τούτοις καὶ τὰ τῶν θεῶν λόγια, φημὶ δέ, ὅτι διὰ τῆς ἁγιστείας οὐχ ἡ ψυχὴ μόνον, ἀλλὰ καὶ τὰ σώματα βοηθείας πολλῆς καὶ σωτηρίας ἀξιοῦται· σώζεσθαι γάρ σφισι καὶ τὸ “πικρᾶς ὕλης περίβλημα βρότειον” οἱ θεοὶ τοῖς ὑπεράγνοις παρακελευόμενοι τῶν θεουργῶν κατεπαγγέλλονται. Τίς οὖν ἡμῖν ὑπολείπεται λόγος, ἄλλως τε καὶ ἐν βραχεῖ νυκτὸς μέρει ταῦτα ἀπνευστὶ ξυνεῖραι συγχωρηθεῖσιν, οὐδὲν οὔτε προανεγνωκόσιν οὔτε σκεψαμένοις περὶ αὐτῶν, ἀλλ᾿ οὐδὲ προελομένοις 179 ὑπὲρ τούτων εἰπεῖν πρὶν ἢ τὰς δέλτους ταύτας αἰτῆσαι; μάρτυς δὲ ἡ θεός μοι τοῦ λόγου. ἀλλ᾿, ὅπερ ἔφην, τί τὸ λειπόμενον ἡμῖν ὑμνῆσαι τὴν θεὸν μετὰ τῆς Ἀθηνᾶς καὶ τοῦ Διονύσου, ὧν δὴ καὶ τὰς ἑορτὰς ἐν ταύταις ἔθετο ταῖς ἁγιστείαις ὁ νόμος; ὁρῶ μὲν τῆς Ἀθηνᾶς πρὸς τὴν Μητέρα τῶν θεῶν διὰ τῆς προνοητικῆς ἐν ἑκατέραις ταῖς οὐσίαις ὁμοιότητος τὴν συγγένειαν ἐπισκοπῶ δὲ καὶ τὴν Διονύσου μεριστὴν δημιουργίαν, ἣν ἐκ τῆς ἑνοειδοῦς καὶ μονίμου ζωῆς τοῦ μεγάλου Διὸς ὁ μέγας Διόνυσος παραδεξάμενος, ἅτε καὶ προελθὼν ἐξ ἐκείνου, τοῖς φαινομένοις ἅπασιν ἐγκατένειμεν, ἐπιτροπεύων καὶ βασιλεύων τῆς μεριστῆς συμπάσης δημιουργίας. προσήκει δὲ σὺν τούτοις ὑμνῆσαι καὶ τὸν Ἐπαφρόδιτον Ἑρμῆν· καλεῖται γὰρ οὕτως ὑπὸ τῶν μυστῶν ὁ θεὸς οὗτος, ὅσοι λαμπάδας φασὶν ἀνάπτειν Ἄττιδι τῷ σοφῷ. τίς οὖν οὕτω παχὺς τὴν ψυχήν, ὃς οὐ συνίησιν, ὅτι δι᾿ Ἑρμοῦ μὲν καὶ Ἀφροδίτης ἀνακαλεῖται πάντα πανταχοῦ τὰ τῆς γενέσεως ἔχοντα τὸ ἕνεκά του πάντη καὶ πάντως ὃ τοῦ λόγου μάλιστα ἴδιόν ἐστιν; Ἄττις δὲ οὐχ οὗτός ἐστιν ὁ μικρῷ πρόσθεν ἄφρων, νῦν δὲ ἀκούων διὰ τὴν ἐκτομὴν σοφός; ἄφρων μὲν ὅτι τὴν ὕλην εἵλετο καὶ τὴν γένεσιν ἐπιτροπεύει, σοφὸς δὲ ὅτι τὸ σκύβαλον τοῦτο εἰς κάλλος ἐκόσμησε τοσοῦτον καὶ μετέστησεν, ὅσον οὐδεμί᾿ ἂν μιμήσαιτο ἀνθρώπων τέχνη καὶ σύνεσις. ἀλλὰ τί πέρας ἔσται μοι τῶν λόγων; ἢ δῆλον ὡς ὁ τῆς μεγάλης ὕμνος θεοῦ; Ὦ θεῶν καὶ ἀνθρώπων μῆτερ, ὦ τοῦ μεγάλου σύνθωκε καὶ σύνθρονε Διός, ὦ πηγὴ τῶν νοερῶν θεῶν, ὦ τῶν νοητῶν ταῖς ἀχράντοις οὐσίαις συνδραμοῦσα καὶ τὴν κοινὴν ἐκ πάντων αἰτίαν παραδεξαμένη καὶ τοῖς νοεροῖς ἐνδιδοῦσα ζωογόνε θεὰ Καὶ μῆτις καὶ πρόνοια καὶ τῶν ἡμετέρων ψυχῶν δημιουργέ, ὦ τὸν μέγαν Διόνυσον ἀγαπῶσα καὶ τὸν Ἄττιν ἐκτεθέντα περισωσαμένη καὶ πάλιν αὐτὸν εἰς τὸ γῆς ἄντρον καταδυόμενον ἐπανάγουσα, ὦ πάντων μὲν ἀγαθῶν τοῖς νοεροῖς ἡγουμένη θεοῖς, πάντων δὲ ἀποπληροῦσα τὸν αἰσθητὸν κόσμον, πάντα δὲ ἡμῖν ἐν πᾶσιν ἀγαθὰ χαρισαμένη, δίδου πᾶσι μὲν ἀνθρώποις εὐδαιμονίαν, ἧς τὸ κεφάλαιον ἡ τῶν θεῶν γνῶσίς ἐστι, κοινῇ δὲ τῷ Ῥωμαίων δήμῳ, μάλιστα μὲν ἀποτρίψασθαι τῆς ἀθεότητος τὴν κηλῖδα, πρὸς δὲ καὶ τὴν τύχην εὐμενῆ συνδιακυβερνῶσαν αὐτῷ τὰ τῆς ἀρχῆς πολλὰς χιλιάδας ἐτῶν, ἐμοὶ δὲ καρπὸν γενέσθαι τῆς περὶ σὲ θεραπείας ἀλήθειαν ἐν τοῖς περὶ θεῶν δόγμασιν, ἐν θεουργίᾳ τελειότητα, πάντων ἔργων, οἷς προσερχόμεθα περὶ τὰς πολιτικὰς καὶ στρατιωτικὰς πράξεις, ἀρετὴν μετὰ τῆς ἀγαθῆς τύχης καὶ τὸ τοῦ βίου πέρας ἄλυπόν τε καὶ εὐδόκιμον μετὰ τῆς ἀγαθῆς ἐλπίδος τῆς ἐπὶ τῇ παρ᾿ ὑμᾶς πορείᾳ. [VI] ΙΟΥΛΙΑΝΟΥ ΑΥΤΟΚΡΑΤΟΡΟΣ ΕΙΣ ΤΟΥΣ ΑΠΑΙΔΕΥΤΟΥΣ ΚΥΝΑΣ Ἄνω ποταμῶν, τοῦτο δὴ τὸ τῆς παροιμίας. ἀνὴρ Κυνικὸς Διογένη φησὶ κενόδοξον, καὶ ψυχρολουτεῖν οὐ βούλεται, σφόδρα ἐρρωμένος τὸ σῶμα καὶ σφριγῶν καὶ τὴν ἡλικίαν ἀκμάζων, ὡς ἂν μή τι 181 κακὸν λάβῃ, καὶ ταῦτα τοῦ θεοῦ ταῖς θεριναῖς τροπαῖς ἤδη προσιόντος. ἀλλὰ καὶ τὴν ἐδωδὴν τοῦ πολύποδος κωμῳδεῖ καί φησι τὸν Διογένη τῆς ἀνοίας καὶ κενοδοξίας ἐκτετικέναι ἱκανὰς δίκας ὥσπερ ὑπὸ κωνείου τῆς τροφῆς διαφθαρέντα. οὕτω πόρρω που σοφίας ἐλαύνει, ὥστε ἐπίσταται σαφῶς ὅτι κακὸν ὁ θάνατος. τοῦτο δὲ ἀγνοεῖν ὑπελάμβανεν ὁ σοφὸς Σωκράτης, ἀλλὰ καὶ μετ᾿ ἐκεῖνον Διογένης. ἀρρωστοῦντι γοῦν, φασίν, Ἀντισθένει μακρὰν καὶ δυσανάληπτον ἀρρωστίαν ξιφίδιον ἐπέδωκεν ὁ Διογένης εἰπών· εἰ φίλου χρῄζεις ὑπουργίας. οὕτως οὐδὲν ᾤετο δεινὸν Ἐκεῖνος οὐδὲ ἀλγεινὸν τὸν θάνατον. ἀλλ᾿ ἡμεῖς οι τὸ σκῆπτρον ἐκεῖθεν παραλαβόντες ὑπὸ μείζονος σοφίας ἴσμεν ὅτι χαλεπὸν ὁ θάνατος, καὶ τὸ νοσεῖν δεινότερον αὐτοῦ φαμεν τοῦ θανάτου, τὸ ῥιγοῦν δὲ χαλεπώτερον τοῦ νοσεῖν. ὁ μὲν γὰρ νοσῶν μαλακῶς ἔσθ᾿ ὅτε θεραπεύεται, ὥστε γίνεσθαι τρυφὴν αὐτόχρημα τὴν ἀρρωστίαν, ἄλλως τε κἂν ᾖ πλούσιος. ἐθεασάμην τοι καὶ αὐτὸς νὴ Δία τρυφῶντάς τινας ἐν ταῖς νόσοις μᾶλλον ἢ τούτους αὐτοὺς ὑγιαίνοντας· καίτοι γε καὶ τότε λαμπρῶς ἐτρύφων. ὅθεν μοι καὶ παρέστη πρός τινας τῶν ἑταίρων εἰπεῖν, ὡς τούτοις ἄμεινον ἦν οἰκέταις γενέσθαι μᾶλλον ἢ δεσπόταις, καὶ πένεσθαι τοῦ κρίνου γυμνοτέροις οὖσιν ἢ πλουτεῖν ὥσπερ νῦν. ἦ γὰρ ἂν ἐπαύσαντο νοσοῦντες ἅμα καὶ τρυφῶντες. τὸ μὲν δὴ νοσοτυφεῖν καὶ νοσηλεύεσθαι τρυφηλῶς οὑτωσί τινες ἐν καλῷ ποιοῦνται· ἀνὴρ δὲ τοῦ κρύους ἀνεχόμενος καὶ θάλπος καρτερῶν οὐχὶ καὶ τῶν νοσούντων ἀθλιώτερον πράττει; ἀλγεῖ γοῦν ἀπαραμύθητα. Δεῦρο οὖν ἡμεῖς ὑπὲρ τῶν Κυνικῶν ὁπόσα διδασκάλων ἠκούσαμεν ἐν κοινῷ καταθῶμεν σκοπεῖν τοῖς ἐπὶ τὸν βίον ἰοῦσι τοῦτον· οἷς εἰ μὲν πεισθεῖεν, εὖ οἶδα, οὐδὲν οἵ γε νῦν ἐπιχειροῦντες 182 κυνίζειν ἔσονται χείρους· ἀπειθοῦντες δὲ εἰ μέν τι λαμπρὸν καὶ σεμνὸν ἐπιτηδεύσειαν, ὑπερφωνοῦντες τὸν λόγον τὸν ἡμέτερον, οὔτι τοῖς Ῥήμασιν ἀλλὰ τοῖς ἔργοις, οὐδὲν ἐμπόδιον ὅ γε ἡμέτερος οἴσει λόγος· εἰ δὲ ὑπὸ λιχνείας ἢ μαλακίας ἤ, τὸ κεφάλαιον ἵν᾿ εἴπω ξυνελὼν ἐν βραχεῖ, τῆς σωματικῆς ἡδονῆς δεδουλωμένοι τῶν λόγων ὀλιγωρήσειαν προσκαταγελάσαντες, ὥσπερ ἐνίοτε τῶν παιδευτηρίων καὶ τῶν δικαστηρίων οἱ κύνες τοῖς προπυλαίοις προσουροῦσιν, οὐ φροντὶς Ἱπποκλείδῃ· καὶ γὰρ οὐδὲ τῶν κυνιδίων ἡμῖν μέλει τὰ τοιαῦτα πλημμελούντων. δεῦρο οὖν ἄνωθεν ἐν κεφαλαίοις διεξέλθωμεν ἐφεξῆς τὸν λόγον, ἵνα ὑπὲρ ἑκάστου τὸ προσῆκον ἀποδιδόντες αὐτοί τε εὐκολώτερον ἀπεργασώμεθα τοῦθ᾿ ὅπερ διενοήθημεν καὶ σοὶ ποιήσωμεν εὐπαρακολούθητον. οὐκοῦν ἐπειδὴ τὸν κυνισμὸν εἶδός τι φιλοσοφίας εἶναι συμβέβηκεν, οὔτι φαυλότατον οὐδὲ ἀτιμότατον, ἀλλὰ τοῖς κρατίστοις ἐνάμιλλον, ὀλίγα πρότερον ὑπὲρ αὐτῆς ῥητέον ἡμῖν ἐστι τῆς φιλοσοφίας. Ἡ τῶν θεῶν εἰς ἀνθρώπους δόσις ἅμα φανοτάτῳ πυρὶ διὰ Προμηθέως καταπεμφθεῖσα ἐξ ἡλίου μετὰ τῆς Ἑρμοῦ μερίδος οὐχ ἕτερόν ἐστι παρὰ τὴν τοῦ λόγου καὶ νοῦ διανομήν· ὁ γάρ τοι Προμηθεύς, ἡ πάντα ἐπιτροπεύουσα τὰ θνητὰ πρόνοια, πνεῦμα ἔνθερμον ὥσπερ ὄργανον ὑποβάλλουσα τῇ φύσει, ἅπασι μετέδωκεν ἀσωμάτου λόγου· μετέσχε δὲ ἕκαστον οὗπερ ἠδύνατο, τὰ μὲν ἄψυχα σώματα τῆς ἕξεως μόνον, τὰ φυτὰ δὲ ἤδη καὶ τῆς ζωῆς τὰ ζῷα δὲ ψυχῆς, ὁ δὲ Ἄνθρωπος καὶ λογικῆς ψυχῆς. εἰσὶ μὲν οὖν οἳ μίαν οἴονται διὰ τούτων πάντων ἥκειν φύσιν, εἰσὶ δὲ οἳ καὶ κατ᾿ εἶδος ταῦτα διαφέρειν. ἀλλὰ μήπω τοῦτο, μᾶλλον δὲ μηδὲ ἐν τῷ νῦν λόγῳ τοῦτο ἐξεταζέσθω, πλὴν ἐκείνου χάριν, ὅτι, τὴν φιλοσοφίαν 183 εἴθ᾿, ὥσπερ τινὲς ὑπολαμβάνουσι, τέχνην τεχνῶν καὶ ἐπιστήμην ἐπιστημῶν, εἴτε ὁμοίωσιν θεῷ κατὰ τὸ δυνατόν, εἴθ᾿, ὅπερ ὁ Πύθιος ἔφη, τὸ Γνῶθι σαυτὸν ὑπολάβοι τις, οὐδὲν διοίσει πρὸς τὸν λόγον· ἅπαντα γὰρ ταῦτα φαίνεται πρὸς ἄλληλα καὶ μάλα οἰκείως ἔχοντα. Ἀρξώμεθα δὲ πρῶτον ἀπὸ τοῦ Γνῶθι σαυτόν, ἐπειδὴ καὶ θεῖόν ἐστι τοῦτο τὸ παρακέλευσμα. οὐκοῦν ὁ γιγνώσκων αὑτὸν εἴσεται μὲν περὶ ψυχῆς, εἴσεται δὲ καὶ περὶ σώματος. καὶ τοῦτο οὐκ ἀρκέσει μόνον, ὡς ἔστιν ἄνθρωπος ψυχὴ χρωμένη σώματι, μαθεῖν, ἀλλὰ καὶ αὐτῆς τῆς ψυχῆς ἐπελεύσεται τὴν οὐσίαν, ἔπειτα ἀνιχνεύσει τὰς δυνάμεις. καὶ οὐδὲ τοῦτο μόνον ἀρκέσει αὐτῷ, ἀλλὰ καί, εἴ τι τῆς ψυχῆς ἐν ἡμῖν ἐστι κρεῖττον καὶ θειότερον, ὅπερ δὴ πάντες ἀδιδάκτως πειθόμενοι θεῖόν τι εἶναι νομίζομεν, καὶ τοῦτο ἐνιδρῦσθαι πάντες οὐρανῷ κοινῶς ὑπολαμβάνομεν. ἐπιὼν δὲ αὖθις τὰς ἀρχὰς τοῦ σώματος σκέψεται, εἴτε σύνθετον εἴτε ἁπλοῦν ἐστιν· εἶτα ὁδῷ προβαίνων ὑπέρ τε ἁρμονίας αὐτοῦ καὶ πάθους καὶ δυνάμεως καὶ πάντων ἁπλῶς ὧν δεῖται πρὸς διαμονήν. ἐπιβλέψει δὲ τὸ μετὰ τοῦτο καὶ ἀρχαῖς τεχνῶν Ἐνίων, ὑφ᾿ ὧν βοηθεῖται πρὸς διαμονὴν τὸ σῶμα, οἷον ἰατρικῆς, γεωργίας, ἑτέρων τοιούτων. οὐ μὴν οὐδὲ τῶν ἀχρήστων καὶ περιττῶν τι παντάπασιν ἀγνοήσει, ἐπεὶ καὶ ταῦτα πρὸς κολακείαν τοῦ παθητικοῦ τῆς ψυχῆς ἡμῶν ἐπινενόηται. προσλιπαρῆσαι μὲν γὰρ τούτοις ἀποκνήσει αἰσχρὸν οἰόμενος τὸ τοιοῦτον, τὸ δοκοῦν ἐργῶδες ἐν αὐτοῖς φεύγων· τὸ δ᾿ ὅλον ὁποῖα ἄττα δοκεῖ καὶ οἷστισιν ἁρμόττει τῆς ψυχῆς μέρεσιν, οὐκ ἀγνοήσει. σκόπει δή, εἰ μὴ τὸ ἑαυτὸν γνῶναι πάσης μὲν ἐπιστήμης, πάσης δὲ τέχνης ἡγεῖταί τε ἅμα καὶ τοὺς καθόλου λόγους συνείληφε. τά τε γὰρ θεῖα διὰ τῆς ἐνούσης 184 ἡμῖν θείας μερίδος τά τε θνητὰ διὰ τῆς θνητοειδοῦς μοίρας πρὸς τούτοις †προσήκειν ἔφη τὸ μεταξὺ τούτων ζῷον εἰδέναι, τὸν ἄνθρωπον†, τῷ μὲν καθ᾿ ἕκαστον θνητόν, τῷ παντὶ δὲ ἀθάνατον, καὶ μέντοι καὶ τὸν ἕνα καὶ τὸν καθ᾿ ἕκαστον συγκεῖσθαι ἐκ θνητῆς καὶ ἀθανάτου μερίδος. Ὅτι μέντοι καὶ τὸ τῷ θεῷ κατὰ δύναμιν ὁμοιοῦσθαι οὐκ ἄλλο τί ἐστιν ἢ τὸ τὴν ἐφικτὴν ἀνθρώποις γνῶσιν τῶν ὄντων περιποιήσασθαι, πρόδηλον ἐντεῦθεν. οὐ γὰρ ἐπὶ πλούτῳ χρημάτων τὸ θεῖον μακαρίζομεν οὐδὲ ἐπ᾿ ἄλλῳ τινὶ τῶν νομιζομένων ἀγαθῶν, ἀλλ᾿ ὅπερ Ὅμηρός φησι Θεοὶ δέ τε πάντα ἴσασι, Καὶ μέντοι καὶ περὶ Διὸς Ἀλλὰ Ζεὺς πρότερος γεγόνει καὶ πλείονα ᾔδει· Ἐπιστήμῃ γὰρ ἡμῶν οἱ θεοὶ διαφέρουσιν. ἡγεῖται γὰρ ἴσως καὶ αὐτοῖς τῶν καλῶν τὸ αὑτοὺς γινώσκειν· ὅσῳ δὴ κρείττονες ἡμῶν εἰσι τὴν οὐσίαν, τοσούτῳ γνόντες ἑαυτοὺς ἴσχουσι βελτιόνων γνῶσιν. μηδεὶς οὖν ἡμῖν τὴν φιλοσοφίαν εἰς πολλὰ διαιρείτω μηδὲ εἰς πολλὰ τεμνέτω, μᾶλλον δὲ μὴ πολλὰς ἐκ μιᾶς ποιείτω. ὥσπερ γὰρ ἀλήθεια μία, οὕτω δὲ καὶ φιλοσοφία μία· θαυμαστὸν δὲ οὐδέν, εἰ κατ᾿ ἄλλας καὶ ἄλλας ὁδοὺς ἐπ᾿ αὐτὴν πορευόμεθα. ἐπεὶ κἄν, εἴ τις θέλοι τῶν ξένων ἢ ναὶ μὰ Δία τῶν πάλαι πολιτῶν ἐπανελθεῖν εἰς Ἀθήνας, δύναιτο μὲν καὶ πλεῖν καὶ βαδίζειν, ὁδεύων δὲ οἶμαι διὰ γῆς ἢ ταῖς πλατείαις χρῆσθαι λεωφόροις ἢ ταῖς ἀτραποῖς καὶ συντόμοις ὁδοῖς· καὶ πλεῖν μέντοι δυνατὸν παρὰ τοὺς αἰγιαλούς, καὶ δὴ καὶ κατὰ τὸν Πύλιον γέροντα τέμνοντα πέλαγος μέσον. μὴ δὲ τοῦτό τις ἡμῖν προφερέτω, εἴ τινες τῶν κατ᾿ αὐτὰς ἰόντων τὰς ὁδοὺς ἀπεπλανήθησαν καὶ ἀλλαχοῦ που γενόμενοι, καθάπερ ὑπὸ τῆς Κίρκης ἢ 185 τῶν Λωτοφάγων ἡδονῆς ἢ δόξης ἤ τινος ἄλλου δελεασθέντες, ἀπελείφθησαν τοῦ πρόσω βαδίζειν καὶ ἐφικνεῖσθαι τοῦ τέλους, τοὺς πρωτεύσαντας δὲ ἐν ἑκάστῃ τῶν αἱρέσεων σκοπείτω, καὶ πάντα εὑρήσει σύμφωνα. Οὐκοῦν ὁ μὲν ἐν Δελφοῖς θεὸς τὸ Γνῶθι σαυτὸν προαγορεύει, Ἡράκλειτος δὲ “ἐδιζησάμην ἐμεωυτόν,” ἀλλὰ καὶ Πυθαγόρας οἵ τε ἀπ᾿ ἐκείνου μέχρι Θεοφράστου τὸ κατὰ δύναμιν ὁμοιοῦσθαι θεῷ φασι, καὶ γὰρ καὶ Ἀριστοτέλης. ὃ γὰρ ἡμεῖς Ποτέ, τοῦτο ὁ θεὸς ἀεί. γελοῖον οὖν ἂν εἴη τὸν θεὸν ἑαυτὸν μὴ εἰδέναι· κομιδῇ γὰρ οὐδὲν εἴσεται τῶν ἄλλων, εἴπερ ἑαυτὸν ἀγνοοίη· πάντα γὰρ αὐτός ἐστιν, εἴπερ καὶ ἐν ἑαυτῷ καὶ παρ᾿ ἑαυτῷ ἔχει τῶν ὁπωσοῦν ὄντων τὰς αἰτίας, εἴτε ἀθανάτων ἀθανάτους, εἴτε ἐπικήρων οὐ θνητὰς οὐδὲ ἐπικήρους, ἀιδίους δὲ καὶ μενούσας ἀεὶ καὶ αἳ τούτοις εἰσὶν αἰτίαι τῆς ἀειγενεσίας. ἀλλ᾿ οὗτος μὲν ὁ λόγος ἐστὶ μείζων. Ὅτι δὲ μία τέ ἐστιν ἀλήθεια καὶ φιλοσοφία μία καὶ ταύτης εἰσὶν ἐρασταὶ ξύμπαντες ὧν τε ὑπεμνήσθην μικρῷ πρότερον ὧν τε ἐν δίκῃ νῦν εἴποιμι ἂν τοὔνομα, τοὺς τοῦ Κιτιέως ὁμιλητὰς λέγω, οἳ τὰς πόλεις ἰδόντες ἀποδιδρασκούσας τὸ λίαν ἀκραιφνὲς καὶ καθαρὸν τῆς ἐλευθερίας τοῦ κυνὸς ἐσκέπασαν αὐτὸν ὥσπερ οἶμαι παραπετάσμασιν οἰκονομίᾳ καὶ τῇ χρηματιστικῇ καὶ τῇ πρὸς τὴν γυναῖκα συνόδῳ καὶ παιδοτροφίᾳ, ἵν᾿ οἶμαι ταῖς πόλεσιν αὐτὸν ἐγγύθεν ἐπιστήσωσι φύλακα· ὅτι δὲ τὸ Γνῶθι σαυτὸν κεφάλαιον τίθενται φιλοσοφίας, οὐ μόνον ἐξ ὧν κατεβάλλοντο ξυγγραμμάτων ὑπὲρ αὐτοῦ τοῦτου πεισθείης ἄν, εἴπερ ἐθέλοις, Ἀλλὰ πολὺ πλέον ἀπὸ τοῦ τῆς φιλοσοφίας τέλους· τὸ γὰρ ὁμολογουμένως ζῆν τῇ φύσει τέλος ἐποιήσαντο, 186 οὗπερ οὐχ οἷόν τε τυχεῖν τὸν ἀγνοοῦντα, τίς καὶ ὁποῖος πέφυκεν· ὁ γὰρ ἀγνοῶν ὅστις ἐστίν, οὐκ εἴσεται δήπουθεν ὅ, τι πράττειν ἑαυτῷ προσήκει, ὥσπερ οὐδ᾿ ὁ τὸν σίδηρον ἀγνοῶν εἴσεται, εἴτε αὐτῷ τέμνειν εἴτε μὴ προσήκει, καὶ ὅτου δεῖ τῷ σιδήρῳ πρὸς τὸ δύνασθαι τὸ ἑαυτοῦ πράττειν· ἀλλ᾿ ὅτι μὲν ἡ φιλοσοφία μία τέ ἐστι καὶ πάντες ὡς ἔπος εἰπεῖν ἑνός τινος ἐφιέμενοι ὁδοῖς ἐπὶ τοῦτο διαφόροις ἦλθον, ἀπόχρη τοσαῦτα νῦν εἰπεῖν. ὑπὲρ δὲ τοῦ Κυνισμοῦ σκεπτέον ἔτι. Εἰ μὲν οὖν ἐπεποίητο τοῖς ἀνδράσι μετά τινος σπουδῆς, ἀλλὰ μὴ μετὰ παιδιᾶς τὰ συγγράμματα, τούτοις ἐχρῆν ἑπόμενον ἐπιχειρεῖν ἕκαστα ὧν διανοούμεθα περὶ τοῦ πράγματος ἐξετάζειν τὸν ἐναντίον καί, εἰ μὲν ἐφαίνετο τοῖς παλαιοῖς ὁμολογοῦντα, μήτοι ψευδομαρτυριῶν ἡμῖν ἐπισκήπτειν, εἰ δὲ μή, τότε ἐξορίζειν αὐτὰ τῆς ἀκοῆς ὥσπερ Ἀθηναῖοι τὰ ψευδῆ γράμματα τοῦ Μητρῴου. ἐπεὶ δὲ οὐδέν ἐστιν, ὡς ἔφην, τοιοῦτον· αἵ τε γὰρ θρυλούμεναι Διογένους τραγῳδίαι Φιλίσκου τινὸς Αἰγινήτου λέγονται εἶναι, καί, εἰ Διογένους δὴ εἶεν, οὐδὲν ἄτοπόν ἐστι τὸν σοφὸν παίζειν, ἐπεὶ καὶ τοῦτο πολλοὶ φαίνονται τῶν φιλοσόφων Ποιήσαντες· ἐγέλα τοι, φασί, καὶ Δημόκριτος ὁρῶν σπουδάζοντας τοὺς ἀνθρώπους· μὴ δὴ πρὸς τὰς παιδιὰς αὐτῶν ἀποβλέπωμεν, ὥσπερ οἱ μανθάνειν τι σπουδαῖον ἥκιστα ἐρῶντες, πόλει παραβάλλοντες εὐδαίμονι, πολλῶν μὲν ἱερῶν, πολλῶν δὲ ἀπορρήτων τελετῶν πλήρει, καὶ μυρίων ἔνδον ἱερέων ἁγνῶν ἐν ἁγνοῖς μενόντων χωρίοις· αὐτοῦ δὲ ἕνεκα πολλάκις τούτου, λέγω δὲ τοῦ καθαρεύειν τὰ εἴσω πάντα, τὰ περιττὰ καὶ βδελυρὰ καὶ φαῦλα τῆς πόλεως ἀπεληλακόσι, λουτρὰ δημόσια καὶ χαμαιτυπεῖα καὶ καπηλεῖα καὶ πάντα ἁπλῶς τὰ τοιαῦτα· εἶτα ἄχρι τούτου γενόμενοι εἴσω μὴ παρίασιν. ὁ μὲν γὰρ τοῖς τοιούτοις ἐντυχών, εἶτα τοῦτο οἰηθεὶς εἶναι τὴν 187 πόλιν ἄθλιος μὲν ἀποφυγών, ἀθλιώτερος δὲ κάτω μείνας, ἐξὸν ὑπερβάντα μικρὸν ἰδεῖν τὸν Σωκράτη· χρήσομαι γὰρ ἐκείνοις ἐγὼ τοῖς ῥήμασιν, οἷς Ἀλκιβιάδης ἐπαινῶν Σωκράτη. φημὶ γὰρ δὴ τὴν Κυνικὴν φιλοσοφίαν ὁμοιοτάτην εἶναι τοῖς Σειληνοῖς τούτοις τοῖς ἐν τοῖς ἑρμογλυφείοις καθημένοις, οὕστινας ἐργάζονται οἱ δημιουργοὶ σύριγγας ἢ αὐλοὺς ἔχοντας· οἳ διχάδε διοιχθέντες ἔνδον φαίνονται ἀγάλματα ἔχοντες θεῶν. ὡς ἂν οὖν μὴ τοιοῦτόν τι πάθωμεν, ὅσα ἔπαιξε ταῦτα αὐτὸν ἐσπουδακέναι νομίσαντες· ἔστι μὲν γάρ τι καὶ ἐν ἐκείνοις οὐκ ἄχρηστον, ὁ Κυνισμὸς δέ ἐστινἕτερον, ὡς αὐτίκα μάλα δεῖξαι πειράσομαι· δεῦρο ἴδωμεν ἐφεξῆς ἀπὸ τῶν ἔργων, ὥσπερ αἱ ἐξιχνεύουσαι κύνες μεταθέουσι τὰ θηρία. Ἡγεμόνα μὲν οὖν οὐ ῥᾴδιον εὑρεῖν, ἐφ᾿ ὃν ἀνενέγκαι χρὴ πρῶτον αὐτό, εἰ καί τινες ὑπολαμβάνουσιν Ἀντισθένει τοῦτο καὶ Διογένει προσήκειν. τοῦτο γοῦν ἔοικεν Οἰνόμαος οὐκ ἀτόπως λέγειν· ὁ Κυνισμὸς οὔτε Ἀντισθενισμός ἐστιν οὔτε Διογενισμός. λέγουσι μὲν γὰρ οἱ γενναιότεροι τῶν κυνῶν, ὅτι καὶ ὁ μέγας Ἡρακλῆς, ὥσπερ οὖν τῶν ἄλλων ἀγαθῶν ἡμῖν αἴτιος κατέστη, οὕτω δὲ καὶ τούτου τοῦ βίου παράδειγμα τὸ μέγιστον κατέλιπεν ἀνθρώποις. ἐγὼ δὲ ὑπὲρ τῶν θεῶν καὶ τῶν εἰς θείαν λῆξιν πορευθέντων εὐφημεῖν ἐθέλων πείθομαι μὲν καὶ πρὸ τούτου τινὰς οὐκ ἐν Ἕλλησι μόνον, ἀλλὰ καὶ βαρβάροις οὕτω φιλοσοφῆσαι· αὕτη γὰρ ἡ φιλοσοφία κοινή πως ἔοικεν εἶναι καὶ φυσικωτάτη καὶ δεῖσθαι οὐδ᾿ ἡστινοσοῦν πραγματείας· ἀλλὰ ἀπόχρη μόνον ἑλέσθαι τὰ σπουδαῖα ἀρετῆς ἐπιθυμίᾳ καὶ φυγῇ κακίας, καὶ οὔτε βίβλους ἀνελίξαι δεῖ μυρίας· πολυμαθία γάρ, φασί, νόον οὐ διδάσκει· οὔτε ἄλλο τι τῶν τοιούτων παθεῖν, ὅσα καὶ οἷα πάσχουσιν οἱ διὰ τῶν ἄλλων αἱρέσεων ἰόντες, ἀλλὰ ἀπόχρη μόνον δύο ταῦτα τοῦ Πυθίου Παραινοῦντος ἀκοῦσαι, τὸ Γνῶθι σαυτὸν καὶ Παραχάραξον τὸ νόμισμα· πέφηνεν οὖν ἡμῖν ἀρχηγὸς τῆς φιλοσοφίας ὅσπερ οἶμαι τοῖς Ἕλλησι κατέστη τῶν καλῶν ἁπάντων αἴτιος, ὁ τῆς Ἑλλάδος κοινὸς ἡγεμὼν καὶ νομοθέτης καὶ βασιλεύς, ὁ ἐν Δελφοῖς θεός, ὃν ἐπειδὴ μὴ θέμις ἦν τι διαλαθεῖν, οὐδὲ ἡ Διογένους ἐπιτηδειότης ἔλαθε. προύτρεψε δὲ αὐτὸν οὐχ ὥσπερ τοὺς ἄλλους ἔπεσιν ἐντείνων τὴν παραίνεσιν, ἀλλ᾿ ἔργῳ διδάσκων ὅ,τι βούλεται συμβολικῶς διὰ δυοῖν ὀνομάτοιν, Παραχάραξον εἰπὼν τὸ νόμισμα· τὸ γάρ Γνῶθι σαυτὸν οὐκ ἐκείνῳ μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις ἔφη καὶ λέγει, πρόκειται γὰρ οἶμαι τοῦ τεμένους. ηὑρήκαμεν δὴ τὸν ἀρχηγέτην τῆς φιλοσοφίας, ὥς που καὶ ὁ δαιμόνιός φησιν Ἰάμβλιχος, ἀλλὰ καὶ τοὺς κορυφαίους ἐν αὐτῇ, Ἀντισθένη καὶ Διογένη καὶ Κράτητα, οἷς τοῦ βίου σκοπὸς ἦν καὶ τέλος αὑτοὺς οἶμαι γνῶναι καὶ τῶν κενῶν ὑπεριδεῖν δοξῶν, ἀληθείας δέ, ἣ πάντων μὲν ἀγαθῶν θεοῖς, πάντων δὲ ἀνθρώποις ἡγεῖται, ὅλῃ, φασίν, ἐπιδράξασθαι τῇ διανοίᾳ, ἧς οἶμαι καὶ Πλάτων καὶ Πυθαγόρας καὶ Σωκράτης οἵ τε ἐκ τοῦ Περιπάτου καὶ Ζήνων ἕνεκα πάντα ὑπέμειναν πόνον, αὑτούς τε ἐθέλοντες γνῶναι καὶ μὴ κεναῖς ἕπεσθαι δόξαις, ἀλλὰ τὴν ἐν τοῖς οὖσιν ἀλήθειαν ἀνιχνεῦσαι. Φέρε οὖν, ἐπειδὴ πέφηνεν οὐκ ἄλλο μὲν ἐπιτηδεύσας Πλάτων, ἕτερον δὲ Διογένης, ἓν δέ τι καὶ ταὐτόν· εἰ γοῦν ἔροιτό τις τὸν σοφὸν Πλάτωνα “τὸ Γνῶθι σαυτὸν πόσου νενόμικας ἄξιον;” εὖ οἶδα ὅτι τοῦ παντὸς ἂν φήσειε, καὶ λέγει δὲ ἐν Ἀλκιβιάδῃ· δεῦρο δὴ τὸ μετὰ τοῦτο φράσον ἡμῖν, ὦ δαιμόνιε Πλάτων καὶ θεῶν ἔκγονε “Τίνα τρόπον χρὴ πρὸς τὰς τῶν πολλῶν διακεῖσθαι δόξας,” ταὐτά τε ἐρεῖ καὶ ἔτι πρὸς τούτοις ὅλον ἡμῖν ἐπιτάξει διαρρήδην ἀναγνῶναι τὸν Κρίτωνα διάλογον, οὗ φαίνεται παραινῶν Σωκράτης μηδὲν φροντίζειν ἡμᾶς τῶν τοιούτων· φησὶ γοῦν· “Ἀλλὰ τί ἡμῖν, ὦ μακάριε Κρίτων, οὕτω τῆς τῶν πολλῶν δόξης 189 μέλει;” εἶτα ἡμεῖς τούτων ὑπεριδόντες ἀποτειχίζειν ἁπλῶς οὑτωσὶ καὶ ἀποσπᾶν ἄνδρας ἀλλήλων ἐθέλομεν, οὓς ὁ τῆς ἀληθείας συνήγαγεν ἔρως ἥ τε τῆς δόξης ὑπεροψία καὶ ἡ πρὸς τὸν ζῆλον τῆς ἀρετῆς ξύμπνοια; εἰ δὲ Πλάτωνι μὲν ἔδοξε καὶ διὰ τῶν λόγων αὐτὰ ἐργάζεσθαι, Διογένει δὲ ἀπέχρη τὰ ἔργα, διὰ τοῦτο ἄξιός ἐστιν ὑφ᾿ ὑμῶν ἀκούειν κακῶς; ὅρα δὲ μὴ καὶ τοῦτο αὐτὸ τῷ παντὶ κρεῖττόν ἐστιν, ἐπεὶ καὶ Πλάτων ἐξομνύμενος φαίνεται τὰ ξυγγράμματα. “Οὐ γάρ ἐστι Πλάτωνος,” φησί, “ζύγγραμμα οὐδὲν οὐδ᾿ ἔσται, τὰ δὲ νῦν φερόμενά ἐστι Σωκράτους, ἀνδρὸςκαλοῦ καὶ νέου.” τί οὖν ἡμεῖς οὐκ ἐκ τῶν ἔργων τοῦ Διογένους σκοποῦμεν αὐτὸν τὸν Κυνισμόν, ὅστις ἐστιν; Οὐκοῦν ἐπειδὴ σώματος μέρη μέν ἐστιν, οἷον ὀφθαλμοί, πόδες, χεῖρες, ἄλλα δὲ ἐπισυμβαίνει, τρίχες, ὄνυχες, ῥύπος, τοιούτων περιττωμάτων γένος, ὧν ἄνευ σῶμα ἀνθρώπινον ἀμήχανον εἶναι, πότερον οὐ γελοῖός ἐστιν ὁ μέρη νομίσας ὄνυχας ἢ τρίχας ἢ ῥύπον καὶ τὰ δυσώδη τῶν περιττωμάτων, ἀλλ᾿ οὐ τὰ τιμιώτατα καὶ σπουδαῖα, πρῶτον μὲν τὰ αἰσθητήρια καὶ τούτων αὐτῶν ἅττα συνέσεως ἡμῖν ἐστι μᾶλλον αἴτια, οἷον ὀφθαλμούς, ἀκοάς; ὑπουργεῖ γὰρ ταῦτα πρὸς φρόνησιν εἴτε ἐγκατορωρυγμένῃ τῇ ψυχῇ, ὡς ἂν θᾶττον καθαρθεῖσα δύναιτο τῇ καθαρᾷ χρῆσθαι καὶ ἀκινήτῳ τοῦ φρονεῖν δυνάμει, εἴτε, ὥσπερ τινὲς οἴονται, καθάπερ δι᾿ ὀχετῶν τοιούτων εἰσφερούσης τῆς ψυχῆς. συλλέγουσα γάρ, φασί, τὰ κατὰ μέρος αἰσθήματα καὶ συνέχουσα τῇ μνήμῃ γεννᾷ τὰς ἐπιστήμας. ἐγὼ δέ, εἰ μή τι τοιοῦτον ἦν ἐνθέον ἢ τέλειον ἐμποδιζόμενον δὲ ὑπ᾿ ἄλλων πολλῶν καὶ ποικίλων, ὃ τῶν ἐκτὸς ποιεῖται τὴν ἀντίληψιν, οὐδ᾿ ἂν δυνατὸν οἶμαι γενέσθαι τῶν αἰσθητῶν τὴν ἀντίληψιν. ἀλλ᾿ οὗτος μὲν ὁ λόγος οὐ τοῖς νῦν προσήκει. Διόπερ ἐπανακτέον ἐπὶ τὰ μέρη τῆς φιλοσοφίας 190 τῆς κυνικῆς. φαίνονται μὲν δὴ καὶ οὗτοι διμερῆ Τὴν φιλοσοφίαν νομίσαντες ὥσπερ ὁ Ἀριστοτέλης καὶ Πλάτων, θεωρηματικήν τε καὶ πρακτικήν, αὐτὸ τοῦτο συνέντες δηλονότι καὶ νοήσαντες, ὡς οἰκεῖόν ἐστιν ἄνθρωπος φύσει πράξει καὶ ἐπιστήμῃ. εἰ δὲ τῆς φυσικῆς τὴν θεωρίαν ἐξέκλιναν, οὐδὲν τοῦτο πρὸς τὸν λόγον. ἐπεὶ καὶ Σωκράτης καὶ πλείονες ἄλλοι θεωρίᾳ μὲν φαίνονται χρησάμενοι πολλῇ, ταύτῃ δὲ οὐκ ἄλλου χάριν, ἀλλὰ τῆς πράξεως· ἐπεὶ καὶ τὸ ἑαυτὸν γνῶναι τοῦτο ἐνόμισαν, τὸ μαθεῖν ἀκριβῶς, τί μὲν ἀποδοτέον ψυχῇ, τί δὲ σώματι· ἀπέδοσαν δὲ εἰκότως ἡγεμονίαν μὲν τῇ ψυχῇ, ὑπηρεσίαν δὲ τῷ σώματι. φαίνονται δὴ οὖν ἀρετὴν ἐπιτηδεύσαντες, ἐγκράτειαν, ἀτυφίαν, ἐλευθερίαν, ἔξω γενόμενοι παντὸς φθόνου, δειλίας, δεισιδαιμονίας. ἀλλ᾿ οὐχ ἡμεῖς ταῦτα ὑπὲρ αὐτῶν διανοούμεθα, παίζειν δὲ αὐτοὺς καὶ κυβεύειν περὶ τοῖς φιλτάτοις ὑπολαμβάνομεν, οὕτως ὑπεριδόντας τοῦ σώματος, ὡς ὁ Σωκράτης ἔφη λέγων ὀρθῶς μελέτην εἶναι θανάτου τὴν φιλοσοφίαν. τοῦτο ἐκεῖνοι καθ᾿ ἑκάστην ἡμέραν ἐπιτηδεύοντες οὐ ζηλωτοὶ μᾶλλον ἡμῖν, ἄθλιοι δέ τινες καὶ παντελῶς ἀνόητοι δοκοῦσιν· ἀνθ᾿ ὅτου δὲ τοὺς πόνους ὑπέμειναν τούτους; οὐχ ὡς αὐτὸς εἶπας, κενοδοξίας ἕνεκα. καὶ γὰρ πῶς ὑπὸ τῶν ἄλλων ἐπῃνοῦντο ὠμὰπροσφερόμενοι σαρκία; καίτοι οὐδὲ αὐτὸς ἐπαινέτης εἶ. τοῦ γοῦν τοιούτου τρίβωνα καὶ τὴν κόμην, ὥσπερ αἱ γραφαὶ τῶν ἀνδρῶν, ἀπομιμούμενος εἶθ᾿ ὃ μηδὲ αὐτὸς ἀξιάγαστον ὑπολαμβάνεις, τοῦτο εὐδοκιμεῖν οἴει παρὰ τῷ πλήθει; καὶ εἷς μὲν ἢ δεύτερος ἐπῄνει τότε, πλεῖν δ᾿ οὖν ἢ δέκα μυριάδες ὑπὸ τῆς ναυτίας καὶ βδελυρίας διεστράφησαν τὸν στόμαχον καὶ ἀπόσιτοι γεγόνασιν, ἄχρις αὐτοὺς οἱ θεράποντες ἀνέλαβον ὀσμαῖς καὶ 191 μύροις καὶ πέμμασιν. οὕτως ὁ κλεινὸς ἥρως ἔργῳ κατεπλήξατο γελοίῳ μὲν ἀνθρώποις τοιούτοις, Οἷοι νῦν βροτοί εἰσιν, Οὐκ ἀγεννεῖ δέ, μὰ τοὺς θεούς, εἴ τις αὐτὸ κατὰ τὴν Διογένους ἐξηγήσαιτο σύνεσιν. ὅπερ γὰρ ὁ Σωκράτης ὑπὲρ αὑτοῦ φησιν, ὅτι τῷ θεῷ νομίζων λατρείαν ἐκτελεῖν ἐν τῷ τὸν δοθέντα χρησμὸν ὑπὲρ αὐτοῦ κατὰ πάντα σκοπῶν ἐξετάζειν τὸν ἐλεγκτικὸν ἠσπάσατο βίον, τοῦτο καὶ Διογένης οἶμαι συνειδὼς ἑαυτῷ, πυθόχρηστον οὖσαν τὴν φιλοσοφίαν, ἔργοις ᾤετο δεῖν ἐξελέγχειν πάντα καὶ μὴ δόξαις ἄλλων, τυχὸν μὲν ἀληθέσι, τυχὸν δὲ ψευδέσι προσπεπονθέναι. οὔκουν οὐδὲ εἴ τι Πυθαγόρας ἔφη, οὐδὲ εἴ τις ἄλλος τῷ Πυθαγόρᾳ παραπλήσιος, ἀξιόπιστος ἐδόκει τῷ Διογένει. τὸν γὰρ θεόν, ἀνθρώπων δὲ οὐδένα τῆς φιλοσοφίας ἀρχηγὸν ἐπεποίητο. τί δῆτα τοῦτο, ἐρεῖς, πρὸς τὴν τοῦ πολύποδος ἐδωδήν; ἐγώ σοι φράσω. Τὴν σαρκοφαγίαν οἱ μὲν ἀνθρώποις ὑπολαμβάνουσι κατὰ φύσιν, οἱ δὲ ἥκιστα τοῦτο ἐργάζεσθαι Προσήκειν ἀνθρώπῳ διανοοῦνται, καὶ πολὺς ὁ περὶ τούτου ἀνάλωται λόγος. ἐθέλοντι οὖν σοι μὴ ῥᾳθυμεῖν ἑσμοὶ περὶ τοῦ τοιούτου βίβλων φανήσονται. τούτους Διογένης ἐξελέγχειν ᾤετο δεῖν. διενοήθη γοῦν οὕτως· εἰ μὲν ἀπραγματεύτως ἐσθίων τις σάρκας, ὥσπερ οἶμαι τῶν ἄλλων ἕκαστον θηρίων, οἷς τοῦτο ἔνειμεν ἡ φύσις, ἀβλαβῶς αὐτὸ καὶ ἀνεπαχθῶς, μᾶλλον δὲ καὶ μετὰ τῆς τοῦ σώματος ὠφελείας ἐργάζοιτο, κατὰ φύσιν εἶναι πάντως τὴν σαρκοφαγίαν ὑπέλαβεν· εἰ δέ τις ἐντεῦθεν γένοιτο βλάβη, οὐχὶ τοῦτο ἀνθρώπου τὸ ἔργον ἴσως ἐνόμισεν, ἀλλ᾿ ἀφεκτέον εἶναι κατὰ κράτος αὐτοῦ. εἷς μὲν οὖν ἂν εἴη τοιοῦτος ὑπὲρ τοῦ πράγματος ἴσως βιαιότερος λόγος, ἕτερος δὲ οἰκειότερος τῷ Κυνισμῷ, εἰ περὶ τοῦ τέλους αὐτοῦ πρότερον ἔτι σαφέστερον διέλθοιμι. Ἀπάθειαν γὰρ ποιοῦνται τὸ τέλος· τοῦτο δὲ 192 ἴσον ἐστὶ τῷ θεὸν γενέσθαι. αἰσθανόμενος οὖν ἴσως αὑτοῦ Διογένης ἐν μὲν τοῖς ἄλλοις ἅπασιν ἀπαθοῦς, ὑπὸ δὲ τῆς τοιαύτης ἐδωδῆς μόνον θραττομένου καὶ ναυτιῶντος καὶ δόξῃ κενῇ μᾶλλον ἢ λόγῳ δεδουλωμένου· σάρκες γάρ εἰσιν οὐδὲν ἧττον, κἂν μυριάκις αὐτὰς ἑψήσῃ, κἂν ὑποτρίμμασι μυρίοις τις αὐτὰς καρυκεύσῃ· καὶ ταύτης αὑτὸν ἀφελέσθαι καὶ καταστῆσαι παντάπασιν ἐξάντη τῆς δειλίας ᾠήθη χρῆναι. δειλία γάρ ἐστιν, εὖ ἴσθι, τὸ γοῦν τοιοῦτον. ἐπεὶ πρὸς τῆς Θεσμοφόρου εἰ σαρκῶν ἡψημένων ἁπτόμεθα, τοῦ χάριν Οὐχὶ καὶ ἁπλῶς αὐτὰς προσφερόμεθα, φράσον ἡμῖν. οὐ γὰρ ἔχεις ἕτερον εἰπεῖν ἢ ὅτι οὕτω νενόμισται καὶ οὕτω συνειθίσμεθα. οὐ γὰρ δὴ πρὶν μὲν ἑψηθῆναι βδελυρὰ πέφυκεν, ἑψηθέντα δὲ γέγονεν αὑτῶν ἁγνότερα. τί δῆτα ἐχρῆν πράττειν τόν γε παρὰ θεοῦ ταχθέντα καθάπερ στρατηγοῦ πᾶν μὲν ἐξελεῖν τὸ νόμισμα, λόγῳ δὲ καὶ ἀληθείᾳ κρῖναι τὰ πράγματα; περιιδεῖν αὑτὸν ὑπὸ ταύτης τῆς δόξης ἐνοχλούμενον, ὡς νομίζειν ὅτι κρέας μέν ἐστιν ἑψηθὲν ἁγνὸν καὶ ἐδώδιμον, μὴ κατεργασθὲν δὲ ὑπὸ τοῦ πυρὸς μυσαρόν πως καὶ βδελυρόν; οὕτως εἶ μνήμων; οὕτως εἶ σπουδαῖος; ὃς τοσοῦτον ὀνειδίζων τῷ κενοδόξῳ, κατὰ σὲ φάναι, Διογένει, κατ᾿ ἐμὲ δὲ τῷ σπουδαιοτάτῳ θεράποντι καὶ ὑπηρέτῃ τοῦ Πυθίου, τὴν τοῦ πολύποδος ἐδωδὴν κατεδήδοκας μυρίους ταρίχους, Ἰχθῦς ὄρνιθάς τε φίλας θ᾿ ὅτι χεῖρας ἵκοιτο, Αἰγύπτιός γε ὤν, οὐ τῶν ἱερέων, ἀλλὰ τῶν παμφάγων, οἷς πάντα ἐσθίειν νόμος ὡς λάχανα χόρτου· γνωρίζεις οἶμαι τῶν Γαλιλαίων τὰ ῥήματα. 193 μικροῦ με παρῆλθεν εἰπεῖν, ὅτι καὶ πάντες ἄνθρωποι πλησίον οἰκοῦντες θαλάττης, ἤδη δέ τινες καὶ τῶν πόρρω, οὐδὲ θερμήναντες καταρροφοῦσιν ἐχίνους, ὄστρεα καὶ πάντα ἁπλῶς τὰ τοιαῦτα· εἶτα ἐκείνους μὲν ὑπολαμβάνεις ζηλωτούς, ἄθλιον δὲ καὶ βδελυρὸν ἡγῇ Διογένη, καὶ οὐκ ἐννοεῖς, ὡς οὐδὲν μᾶλλον ταῦτα ἐκείνων ἐστὶ σαρκία· πλὴν ἴσως ταῦτα ἐκείνων διαφέρει τῷ τὰ μὲν εἶναι μαλθακά, τὰ δὲ σκληρότερα. ἄναιμος γοῦν ἐστι καὶ πολύπους ὥσπερ ἐκεῖνα, ἔμψυχα δέ ἐστι καὶ τὰ ὀστρακόδερμα καθάπερ καὶ οὗτος· ἥδεται γοῦν καὶ λυπεῖται, ὃ τῶν ἐμψύχων μάλιστά ἐστιν ἴδιον. ἐνοχλείτω δὲ μηδὲν ἡμᾶς ἡ Πλατωνικὴ τανῦν δόξα ἔμψυχα ὑπολαμβάνουσα καὶ τὰ φυτά. ἀλλ᾿ ὅτι μὲν οὔτι ἄλογον οὐδὲ παράνομον οὐδὲ ἀσύνηθες ὑμῖν ὁ γενναῖος εἰργάσατο Διογένης, εἰ μὴ τῷ σκληροτέρῳ καὶ μαλακωτέρῳ, ἡδονῇ τε λαιμοῦ καὶ ἀηδίᾳ τὰ τοιαῦτά τις ἐξετάζοι, πρόδηλον οἶμαι τοῖς ὁπωσοῦν ἕπεσθαι λόγῳ δυναμένοις. οὐκ ἄρα τὴν ὠμοφαγίαν βδελύττεσθε οἱ τὰ παραπλήσια δρῶντες, οὐκ ἐπὶ τῶν ἀναίμων μόνον ζῴων, ἀλλὰ καὶ ἐπὶ τῶν αἷμα ἐχόντων. καὶ τούτῳ δὲ ἴσως διαφέρεσθε πρὸς ἐκεῖνον, ὅτι ὁ μὲν ἁπλῶς ταῦτα καὶ κατὰ φύσιν ᾠήθη χρῆναι προσφέρεσθαι, ἁλσὶ δὲ ὑμεῖς καὶ πολλοῖς ἄλλοις ἀρτύσαντες ἡδονῆς ἕνεκα, τὴν φύσιν ὅπως βιάσησθε. καὶ δὴ τοῦτο μὲν ἐπὶ τοσοῦτον ἀπόχρη. Τῆς Κυνικῆς δὲ φιλοσοφίας σκοπὸς μέν ἐστι καὶ τέλος, ὥσπερ δὴ καὶ πάσης φιλοσοφίας, τὸ εὐδαιμονεῖν, τὸ δὲ εὐδαιμονεῖν ἐν τῷ ζῆν κατὰ φύσιν, ἀλλὰ μὴ πρὸς τὰς τῶν πολλῶν δόξας. ἐπεὶ καὶ τοῖς φυτοῖς εὖ πράττειν συμβαίνει καὶ μέντοι καὶ ζῴοις πᾶσιν, ὅταν τοῦ κατὰ φύσιν ἕκαστον ἀνεμποδίστως τυγχάνῃ τέλους· ἀλλὰ καὶ ἐν τοῖς θεοῖς τοῦτό ἐστιν εὐδαιμονίας ὅρος, τὸ ἔχειν αὐτοὺς ὥσπερ πεφύκασι καὶ ἑαυτῶν εἶναι. οὐκοῦν καὶ τοῖς ἀνθρώποις οὐχ ἑτέρωθί που τὴν εὐδαιμονίαν ἀποκεκρυμμένην προσήκει πολυπραγμονεῖν· οὐδὲ ἀετὸς οὐδὲ πλάτανος οὐδὲ ἄλλο τι τῶν ὄντων ζῴων ἢ φυτῶν χρυσᾶ περιεργάζεται πτερὰ καὶ φύλλα, οὐδὲ ὅπως ἀργυροῦς ἕξει τοὺς βλαστοὺς ἢ τὰ πλῆκτρα καὶ κέντρα σιδηρᾶ, μᾶλλον δὲ ἀδαμάντινα, ἀλλ᾿ οἷς αὐτὰ ἐξ ἀρχῆς ἡ φύσις ἐκόσμησε, ταῦτα εἰ ῥωμαλέα καὶ πρὸς τάχος αὐτοῖς ἢ πρὸς ἀλκὴν ὑπουργοῦντα προσγένοιτο, μάλιστα ἂν εὖ πράττειν νομίζοι καὶ εὐθηνεῖσθαι. πῶς οὖν οὐ γελοῖον, εἴ τις ἄνθρωπος γεγονὼς ἔξω που τὴν εὐδαιμονίαν περιεργάσαιτο, πλοῦτον καὶ γένος καὶ φίλων δύναμιν καὶ πάντα ἁπλῶς τὰ τοιαῦτα τοῦ παντὸς ἄξια νομίζων; εἰ μὲν οὖν ἡμῖν ἡ φύσις ὥσπερ τοῖς ζῴοις αὐτὸ τοῦτο ἀπέδωκε μόνον, τὸ σώματα καὶ ψυχὰς ἔχειν ἐκείνοις παραπλησίας, ὥστε μηδὲν πλέον πολυπραγμονεῖν, ἤρκει λοιπόν, ὥσπερ τὰ λοιπὰ ζῷα, τοῖς σωματικοῖς ἀρκεῖσθαι πλεονεκτήμασιν, ἐνταῦθά που τὸ εὐδαιμονεῖν πολυπραγμονοῦσιν. ἐπεὶ δὲ ἡμῖν οὐδέν τι παραπλησία ψυχὴ τοῖς ἄλλοις ἐνέσπαρται ζῴοις, ἀλλ᾿ εἴτε κατ᾿ οὐσίαν διαφέρουσα εἴτε οὐσίᾳ μὲν ἀδιάφορος, ἐνεργείᾳ δὲ μόνῃ κρείττων, ὥσπερ οἶμαι τὸ καθαρὸν ἤδη χρυσίον τοῦ συμπεφυρμένου τῇ ψάμμῳ· λέγεται γὰρ καὶ οὗτος ὁ λόγος περὶ τῆς ψυχῆς ὡς ἀληθὴς ὑπό τινων· ἡμεῖς δὴ οὖν ἐπειδὴ σύνισμεν αὑτοῖς οὖσι τῶν ζῴων ξυνετωτέροις· κατὰ γὰρ τὸν Πρωταγόρου μῦθον ἐκείνοις μὲν ἡ φύσις ὥσπερ μήτηρἄγαν φιλοτίμως καὶ μεγαλοδώρως προσηνέχθη, ἡμῖν δὲ ἀντὶ πάντων ἐκ Διὸς ὁ νοῦς ἐδόθη· τὴν εὐδαιμονίαν ἐνταῦθα θετέον, ἐν τῷ κρατίστῳ καὶ σπουδαιοτάτῳ τῶν ἐν ἡμῖν. Σκόπει δή, ταύτης εἰ μὴ μάλιστα τῆς προαιρέσεως ἦν Διογένης, ὃς τὸ μὲν σῶμα τοῖς πόνοις ἀνέδην παρεῖχεν, ἵνα αὐτὸ τῆς φύσεως ῥωμαλεώτερον καταστήσῃ, πράττειν δὲ ἠξίου μόνον ὁπόσα 195 ἂν φανῇ τῷ λόγῳ πρακτέα, τοὺς δὲ ἐκ τοῦ σώματος ἐμπίπτοντας τῇ ψυχῇ θορύβους, οἷα πολλάκις ἡμᾶς ἀναγκάζει τουτὶ τὸ περικείμενον αὐτοῦ χάριν πολυπραγμονεῖν, οὐδὲ ἐν μέρει προσίετο. ὑπὸ δὲ ταύτης τῆς ἀσκήσεως ὁ ἀνὴρ οὕτω μὲν ἔσχεν ἀνδρεῖον τὸ σῶμα ὡς οὐδεὶς οἶμαι τῶν τοὺς στεφανίτας ἀγωνισαμένων, οὕτω δὲ διετέθη τὴν ψυχήν, ὥστε εὐδαιμονεῖν, ὥστε βασιλεύειν οὐδὲν ἔλαττον, εἰ μὴ καὶ πλέον, ὡς οἱ τότε εἰώθεσαν λέγειν Ἕλληνες, τοῦ μεγάλου βασιλέως, τὸν Πέρσην λέγοντες. ἆρά σοι μικρὰ φαίνεται ἀνὴρ Ἄπολις, ἄοικος, πατρίδος ἐστερημένος, οὐκ ὀβολόν, οὐ δραχμήν, ἔχων οὐδ᾿ οἰκέτην, Ἀλλ᾿ οὐδὲ μᾶζαν, ἧς Ἐπίκουρος εὐπορῶν οὐδὲ τῶν θεῶν φησιν εἰς εὐδαιμονίας λόγον ἐλαττοῦσθαι, πρὸς μὲν τοὺς θεοὺς οὐκ ἐρίζων, τοῦ δοκοῦντος δὲ τοῖς ἀνθρώποις εὐδαιμονεστάτου εὐδαιμονέστερον ζῶν καὶ ἔλεγε ζῆν εὐδαιμονέστερον. εἰ δὲ ἀπιστεῖς, Ἔργῳ πειραθεὶς ἐκείνου τοῦ βίου καὶ οὐ τῷ λόγῳ αἰσθήσῃ. Φέρε δὴ πρῶτον αὐτὸν διὰ τῶν λόγων ἐλέγξωμεν. ἆρά σοι δοκεῖ τῶν πάντων ἀγαθῶν ἀνθρώποις ἡγεῖσθαι, τούτων δὴ τῶν πολυθρυλήτων, ἐλευθερίαν; πῶς γὰρ οὐ φήσεις; ἐπεὶ καὶ τὰ χρήματα καὶ πλοῦτος καὶ γένος καὶ σώματος ἰσχὺς καὶ κάλλος καὶ πάντα ἁπλῶς τὰ τοιαῦτα δίχα τῆς ἐλευθερίας οὐ τοῦ δοκοῦντος ηὐτυχηκέναι, τοῦ κτησαμένου δὲ αὐτόν ἐστιν ἀγαθά; τίνα οὖν ὑπολαμβάνομεν τὸν δοῦλον; ἆρα μή ποτε ἐκεῖνον, ὃν ἂν πριώμεθα δραχμῶν ἀργυρίου τόσων ἢ μναῖν δυοῖν ἢ χρυσίου στατήρων δέκα; ἐρεῖς δήπουθεν τοῦτον εἶναι ἀληθῶς δοῦλον. ἆρα δι᾿ αὐτὸ τοῦτο, ὅτι τὸ ἀργύριον ὑπὲρ αὐτοῦ τῷ πωλοῦντι καταβεβλήκαμεν; οὕτω μεντἂν εἶεν οἰκέται καὶ ὁπόσους 196 τῶν αἰχμαλώτων λυτρούμεθα. καίτοι καὶ οἱ νόμοι τούτοις ἀποδεδώκασι τὴν ἐλευθερίαν σωθεῖσιν οἴκαδε, καὶ ἡμεῖς αὐτοὺς ἀπολυτρούμεθα, οὐχ ἵνα δουλεύσωσιν, ἀλλ᾿ ἵνα ὦσιν ἐλεύθεροι. ὁρᾷς ὡς οὐχ ἱκανόν ἐστιν ἀργύριον καταβαλεῖν ἐς τὸ ἀποφῆναι τὸν λυτρωθέντα δοῦλον, ἀλλ᾿ ἐκεῖνός ἐστιν ὡς ἀληθῶς δοῦλος, οὗ κύριός ἐστιν ἕτερος προσαναγκάσαι πράττειν ὅ,τι ἂν κελεύῃ, καὶ μὴ βουλόμενον κόλασαι καί, τὸ λεγόμενον ὑπὸ τοῦ ποιητοῦ, Κακαῖς ὀδύνῃσι πελάζειν; Ὅρα δὴ τὸ μετὰ τοῦτο, εἰ μὴ κύριοι πάντες ἡμῶν εἰσιν, οὓς ἀναγκαῖον ἡμῖν θεραπεύειν, ἵνα μηδὲν ἀλγῶμεν μηδὲ λυπώμεθα κολαζόμενοι παρ᾿ αὐτῶν. Ἢ τοῦτο οἴει κόλασιν μόνον, εἴ τις ἐπανατεινόμενος τὴν βακτηρίαν καθίκοιτο τοῦ οἰκέτου; καίτοι γε τοιοῦτον οὐδὲ οἱ τραχύτατοι τῶν δεσποτῶν ἐπὶ πάντων ποιοῦσι τῶν οἰκετῶν, ἀλλὰ καὶ λόγος ἀρκεῖ πολλάκις καὶ ἀπειλή. μήποτε οὖν, ὦ φίλε, νομίσῃς εἶναι ἐλεύθερος, ἄχρις οὗ γαστὴρ ἄρχει σου καὶ τὰ ἔνερθεν γαστρὸς οἵ τε τοῦ παρασχεῖν τὰ πρὸς ἡδονὴν καὶ ταὐτὰ ἀποκωλῦσαι κύριοι, καὶ εἰ τούτων δὲ γένοιο κρείττων, ἕως ἂν δουλεύῃς ταῖς τῶν πολλῶν δόξαις, οὔπω τῆς ἐλευθερίας ἔθιγες οὐδὲ ἐγεύσω τοῦ νέκταρος, Οὐ μὰ τὸν ἐν στέρνοισιν ἐμοῖς παραδόντα τετρακτύν. Καὶ οὐ τοῦτό φημι, ὡς ἀπερυθριᾶσαι χρὴ πρὸς πάντας καὶ πράττειν τὰ μὴ πρακτέα· ἀλλ᾿ ὧν ἀπεχόμεθα καὶ ὅσα πράττομεν, μὴ διὰ τὸ τοῖς πολλοῖς δοκεῖν σπουδαῖα πως ἢ φαῦλα, διὰ τοῦτο πράττωμεν καὶ ἀπεχώμεθα, ἀλλ᾿ ὅτι τῷ λόγῳ καὶ τῷ ἐν ἡμῖν θεῷ, τοῦτ᾿ ἐστὶ τῷ νῷ, ταῦτά ἐστιν ἀπόρρητα. τοὺς μὲν οὖν πολλοὺς οὐδὲν κωλύει ταῖς κοιναῖς ἕπεσθαι δόξαις· ἄμεινον γὰρ τοῦτο τοῦ παντάπασιν ἀπερυθριᾶν· ἔχουσι γὰρ ἅνθρωποι 197 φύσει πρὸς ἀλήθειαν οἰκείως· ἀνδρὶ δὲ ἤδη κατὰ νοῦν ζῶντι καὶ τοὺς ὀρθοὺς εὑρεῖν τε δυναμένῳ καὶ κρῖναι λόγους προσήκει τὸ παράπαν οὐδὲν ἕπεσθαι τοῖς νομιζομένοις ὑπὸ τῶν πολλῶν εὖ τε καὶ χεῖρον πράττεσθαι. Οὐκοῦν ἐπειδὴ τὸ μέν ἐστι τῆς ψυχῆς ἡμῶν θειότερον, ὃ δὴ νοῦν καὶ φρόνησίν φαμεν καὶ λόγον τὸν σιγώμενον, οὗ κήρυξ ἐστὶν ὁ διὰ τῆς φωνῆς οὑτοσὶ λόγος προϊὼν ἐξ ὀνομάτων καὶ ῥημάτων, ἕτερον δέ τι τούτῳ συνέζευκται ποικίλον καὶ παντοδαπόν, ὀργῇ καὶ ἐπιθυμίᾳ ξυμμιγές τι καὶ πολυκέφαλον θηρίον, οὐ πρότερον χρὴ πρὸς τὰς δόξας τῶν πολλῶν ἀτενῶς ὁρᾶν καὶ ἀδιατρέπτως, πρὶν ἂν τοῦτο δαμάσωμεν τὸ θηρίον καὶ πείσωμεν ὑπακοῦσαι τῷ παρ᾿ ἡμῖν θεῷ, μᾶλλον δὲ θείῳ. τοῦτο γὰρ πολλοὶ τοῦ Διογένους ζηλωταὶ ἐάσαντες ἐγένοντο παντορέκται καὶ μιαροὶ καὶ τῶν θηρίων οὐδὲ ἑνὸς κρείττους, ὅτι δὲ οὐκ ἐμὸς ὁ λόγος ἐστί, πρῶτον ἔργον ἐρῶ σοι Διογένους, ἐφ᾿ ᾧ γελάσονται μὲν οἱ πολλοί, ἐμοὶ δὲ εἶναι δοκεῖ σεμνότατον. ἐπειδὴ γάρ τις τῶν νέων ἐν ὄχλῳ, παρόντος καὶ τοῦ Διογένους, ἀπέπαρδεν, ἐπάταξεν ἐκεῖνος τῇ βακτηρίᾳ φάς· εἶτα, ὦ κάθαρμα, μηδὲν ἄξιον τοῦ δημοσίᾳ τὰ τοιαῦτα θαρσεῖν πράξας ἐντεῦθεν ἡμῖν ἄρχῃ δόξης καταφρονεῖν; οὕτως ᾤετο χρῆναι πρότερον ἡδονῆς καὶ θυμοῦ κρείττονα γενέσθαι, πρὶν ἐπὶ τὸ τελειότατον ἐλθεῖν τῶν παλαισμάτων, ἀποδυσάμενον πρὸς τὰς τῶν πολλῶν δόξας αἳ μυρίων κακῶν αἴτιαι γίνονται τοῖς πολλοῖς. Οὐκ οἶσθα ὅπως τοὺς μὲν νέους τῆς φιλοσοφίας ἀπάγουσιν, ἄλλα ἐπ᾿ ἄλλοις τῶν Φιλοσόφων θρυλοῦντες; οι Πυθαγόρου καὶ Πλάτωνος καὶ Ἀριστοτέλους χορευταὶ γνήσιοι γόητες εἶναι λέγονται καὶ σοφισταὶ καὶ τετυφωμένοι καὶ φαρμακεῖς. τῶν Κυνικῶν εἴ πού τις 198 γέγονε σπουδαῖος, ἐλεεινὸς δοκεῖ· μέμνημαι γοῦν ἐγώ ποτε τροφέως εἰπόντος πρός με, ἐπειδὴ τὸν ἑταῖρον εἶδεν Ἰφικλέα αὐχμηρὰν ἔχοντα τὴν κόμην καὶ κατερρωγότα τὰ στέρνα ἱμάτιόν τε παντάπασι φαῦλον ἐν δεινῷ χειμῶνι· τίς ἄρα δαίμων τοῦτον εἰς ταύτην περιέτρεψε τὴν συμφοράν, ὑφ᾿ ἧς αὐτὸς μὲν ἐλεεινός, ἐλεεινότεροι δὲ οἱ πατέρες αὐτοῦ, θρέψαντες σὺν ἐπιμελείᾳ καὶ παιδεύσαντες ὡς ἐνεδέχετο σπουδαίως, ὁ δὲ οὕτω νῦν περιέρχεται, πάντα ἀφείς, οὐδὲν τῶν προσαιτούντων κρείττων; ἐκείνου μὲν οὖν ἐγὼ οὐκ οἶδ᾿ ὅπως τότε κατειρωνευσάμην· εὖ μέντοι γε ἴσθι ταῦτα καὶ ὑπὲρ τῶν ἀληθῶς κυνῶν τοὺς πολλοὺς διανοουμένους. καὶ οὐ τοῦτο δεινόν ἐστιν, ἀλλ᾿ ὁρᾷς ὅτι καὶ πλοῦτον ἀγαπᾶν πείθουσι καὶ πενίαν μισεῖν καὶ τὴν γαστέρα θεραπεύειν καὶ τοῦ σώματος ἕνεκα πάντα ὑπομένειν πόνον καὶ πιαίνειν τὸν τῆς ψυχῆς δεσμὸν καὶ τράπεζαν παρατίθεσθαι πολυτελῆ καὶ μηδέποτε νύκτωρ καθεύδειν μόνον, ἀλλὰ τὰ τοιαῦτα πάντα δρᾶν ἐν τῷ σκότῳ λανθάνοντα; τοῦτο οὐκ ἔστι τοῦ Ταρτάρου χεῖρον; οὐ βέλτιόν ἐστιν ὑπὸ τὴν Χάρυβδιν καὶ τὸν Κωκυτὸν καὶ μυρίας ὀργυιὰς κατὰ γῆς δῦναι, ἢ πεσεῖν εἰς τοιοῦτον βίον αἰδοίοις καὶ γαστρὶ δουλεύοντα, καὶ οὐδὲ τούτοις ἁπλῶς ὥσπερ τὰ θηρία, πράγματα δὲ ἔχειν, ὡς ἂν καὶλάθοιμεν ὑπὸ τῷ σκότῳ ταῦτα ἐξεργαζόμενοι; καίτοι πόσῳ κρεῖττον ἀπέχεσθαι παντάπασιν αὐτῶν; εἰ δὲ μὴ ῥᾴδιον, οἱ Διογένους νόμοι καὶ Κράτητος ὑπὲρ τούτων οὐκ ἀτιμαστέοι· ἔρωτα λύει λιμός, ἂν δὲ τούτῳ χρῆσθαι μὴ δύνῃ, βρόχος. οὐκ οἶσθα, ὅτι ταῦτα ἔπραξαν ἐκεῖνοι τῷ βίῳ διδόντες ὁδὸν εὐτελείας; οὐ γὰρ ἐκ τῶν μαζοφάγων, φησὶν ὁ Διογένης, οἱ τύραννοι, ἀλλ᾿ ἐκ 199 τῶν δειπνούντων πολυτελῶς. καὶ ὁ Κράτης μέντοι πεποίηκεν ὕμνον εἰς τὴν Εὐτέλειαν· Χαῖρε, θεὰ δέσποινα, σοφῶν ἀνδρῶν ἀγάπημα, Εὐτελίη, κλεινῆς ἔγγονε Σωφροσύνης. Ἔστω δὴ μὴ κατὰ τὸν Οἰνόμαον ὁ κύων ἀναιδὴς μηδὲ ἀναίσχυντος μηδὲ ὑπερόπτης πάντων ὁμοῦ θείων τε καὶ ἀνθρωπίνων, ἀλλὰ εὐλαβὴς μὲν τὰ πρὸς τὸ θεῖον, ὥσπερ Διογένης· ἐπείσθη γοῦν ἐκεῖνος τῷ Πυθίῳ, καὶ οὐ μετεμέλησεν αὐτῷ πεισθέντι· εἰ δέ, ὅτι μὴ προσῄει μηδὲ ἐθεράπευε τοὺς νεὼς μηδὲ τὰ ἀγάλματα μηδὲ τοὺς βωμούς, οἴεταί τις ἀθεότητος εἶναι σημεῖον, οὐκ ὀρθῶς νομίζει· ἦν γὰρ οὐδὲν αὐτῷ τῶν τοιούτων, οὐ λιβανωτός, οὐ σπονδή, οὐκ ἀργύριον, ὅθεν αὐτὰ πρίαιτο. εἰ δὲ ἐνόει περὶ θεῶν ὀρθῶς, ἤρκει τοῦτο μόνον· αὐτῇ γὰρ αὐτοὺς ἐθεράπευε τῇ ψυχῇ, διδοὺς οἶμαι τὰ τιμιώτατα τῶν ἑαυτοῦ, τὸ καθοσιῶσαι τὴν ἑαυτοῦ ψυχὴν διὰ τῶν ἐννοιῶν. ἀπερυθριάτω δὲ μηδαμῶς, ἀλλ᾿ ἑπόμενος τῷ λόγῳ πρότερον μὲν αὑτῷ χειρόηθες καταστησάτω τὸ παθηματικὸν Τῆς ψυχῆς μόριον, ὥστε παντάπασιν ἐξελεῖν αὐτὸ καὶ μηδὲ ὅτι κρατεῖ τῶν ἡδονῶν εἰδέναι. εἰς τοῦτο γὰρ ἄμεινον ἐλθεῖν, εἰς τὸ καί, εἰ πάσχει τις τὰ τοιαῦτα, ὅλως ἀγνοῆσαι· τοῦτο δὲ ἡμῖν οὐκ ἄλλως ἢ διὰ τῶν γυμνασιῶν προσγίνεται. ἵνα δὲ μή τις ὑπολάβῃ με ταῦτα ἄλλως λέγειν, ἐκ τῶν παιγνίων Κράτητος ὀλίγα σοι παραγράψω· Μνημοσύνης καὶ Ζηνὸς Ὀλυμπίου ἀγλαὰ τέκνα, Μοῦσαι Πιερίδες, κλῦτέ μοι εὐχομένῳ· Χόρτον ἀεὶ συνεχῶς δότε γαστέρι, ἥτε μοι αἰεὶ Χωρὶς δουλοσύνης λιτὸν ἔθηκε βίον. ∗ ∗ ∗ ∗ Ὠφέλιμον δὲ φίλοις, μὴ γλυκερὸν τίθετε. Χρήματα δ᾿ οὐκ ἐθέλω συνάγειν κλυτά, κανθάρου ὄλβον Μύρμηκός τ᾿ ἄφενος χρήματα μαιόμενος, 200 Ἀλλὰ δικαιοσύνης μετέχειν καὶ πλοῦτον ἀγεί- ρειν Εὔφορον, εὔκτητον, τίμιον εἰς ἀρετήν. Τῶν δὲ τυχὼν Ἑρμῆν καὶ Μούσας ἱλάσομ ἁγνάς. Οὐ δαπάναις τρυφεραῖς, ἀλλ᾿ ἀρεταῖς ὁσίαις. Εἰ χρή σοι περὶ τούτων γράφειν, ἔχω πλείονα τοῦ ἀνδρός. ἐντυχὼν δὲ τῷ Χαιρωνεῖ Πλουτάρχῳ τὸν Κράτητος ἀναγράψαντι βίον οὐδὲν ἐκ παρέργου μανθάνειν δεήσει τὸν ἄνδρα. Ἀλλ᾿ ἐπανίωμεν ἐπ᾿ ἐκεῖνο πάλιν, ὅτι χρὴ τὸν ἀρχόμενον κυνίζειν αὑτῷ πρότερον ἐπιτιμᾶν Πικρῶς καὶ ἐξελέγχειν καὶ μὴ κολακεύειν, ἀλλὰ ἐξετάζειν ὅ, τι μάλιστα αὐτὸν ἀκριβῶς, εἰ τῇ πολυτελείᾳ τῶν σιτίων χαίρει, εἰ στρωμνῆς δεῖται μαλακῆς, εἰ τιμῆς ἢ δόξης ἐστὶν ἥττων, εἰ τοῦτο ζηλοῖ τὸ περιβλέπεσθαι καί, εἰ καὶ κενὸν εἴη, τίμιον ὅμως νομίζει. μηδὲ εἰς συμπεριφορὰν ὄχλων καθυφείσθω, γευέσθω δὲ τρυφῆς μηδὲ ἄκρῳ, φασί, τῷ δακτύλῳ, ἕως ἂν αὐτὴν παντελῶς πατήσῃ. τότε ἤδη καὶ τῶν τοιούτων, ἂν προσπίπτῃ, θιγεῖν οὐδὲν κωλύει. ἐπεὶ καὶ τῶν ταύρων ἀκούω τοὺς ἀσθενεστέρους ἐξίστασθαι τῆς ἀγέλης καὶ καθ᾿ ἑαυτοὺς νεμομένους ἀγείρειν τὴν ἰσχὺν ἐν μέρει καὶ κατ᾿ ὀλίγον, εἶθ᾿ οὕτως ἐπιέναι καὶ προκαλεῖσθαι καὶ τῆς ἀγέλης ἀμφισβητεῖν τοῖς προκατέχουσιν, ὡς μᾶλλον ἀξιωτέρους προΐστασθαι. ὅστις οὖν κυνίζειν ἐθέλει μήτε τὸν τρίβωνα μήτε τὴν πήραν μήτε τὴν βακτηρίαν 201 καὶ τὴν κόμην ἀγαπάτω μόνον, ἵν᾿ ὥσπερ ἐν κώμῃ βαδίζῃ κουρείων καὶ διδασκαλείων ἐνδεεῖ ἄκαρτος καὶ ἀγράμματος, ἀλλὰ τὸν λόγον ἀντὶ τοῦ σκήπτρου καὶ τὴν ἔνστασιν ἀντὶ τῆς πήρας τῆς κυνικῆς ὑπολαμβανέτω φιλοσοφίας γνωρίσματα. παρρησίᾳ δὲ χρηστέον αὐτῷ πρῶτον ὁπόσου πέφυκεν ἄξιος ἐπιδειξαμένῳ, ὥσπερ οἶμαι Κράτης καὶ Διογένης, οἳ πᾶσαν μὲν ἀπειλὴν τύχης καὶ εἴτε παιδιὰν εἴτε παροινίαν χρὴ φάναιτοσοῦτον ἀπέσχον τοῦ δυσκόλως ἐνεγκεῖν, ὥστε ἁλοὺς μὲν ὑπὸ τῶν καταποντιστῶν ὁ Διογένης ἔπαιζεν, ὁ Κράτης δὲ ἐδημοσίευε τὴν οὐσίαν, εἶτα τὸ σῶμα βλαβεὶς ἔσκωπτεν ἑαυτὸν εἰς τὴν χωλότητα τοῦ σκέλους καὶ τὸ κυρτὸν τῶν ὤμων, ἐπορεύετο δὲ ἐπὶ τὰς τῶν φίλων ἑστίας ἄκλητος καὶ κεκλημένος, διαλλάσσων τοὺς οἰκειοτάτους ἀλλήλοις, εἴποτε στασιάζοντας αἴσθοιτο, ἐπετίμα δὲ οὐ μετὰ πικρίας, ἀλλὰ μετὰ χάριτος, οὐχ ἵνα συκοφαντεῖν δοκῇ τοὺς σωφρονισθέντας, ὠφελεῖν δὲ ἐθέλων αὐτούς τε ἐκείνους καὶ τοὺς ἀκούοντας. Καὶ οὐ τοῦτο ἦν τὸ προηγούμενον αὐτοῖς τέλος· ἀλλ᾿, ὅπερ ἔφην, ἐσκόπουν ὅπως αὐτοὶ μὲν εὐδαιμονήσουσιν, ἔμελε δὲ αὐτοῖς τῶν ἄλλων τοσοῦτον ὅσον ξυνίεσαν οἶμαι φύσει κοινωνικὸν καὶ πολιτικὸν ζῷον τὸν ἄνθρωπον εἶναι, καὶ τοὺς συμπολιτευομένους ὠφέλησαν οὐ τοῖς παραδείγμασι μόνον, ἀλλὰ καὶ τοῖς λόγοις. ὅστις οὖν ἂν ἐθέλῃ Κυνικὸς εἶναι καὶ σπουδαῖος ἀνήρ, αὑτοῦ πρότερον ἐπιμεληθείς, ὥσπερ Διογένης καὶ Κράτης ἐξελαυνέτω μὲν τῆς ψυχῆς ἅπαντα ἐκ πάσης τὰ πάθη, ὀρθῷ δὲ ἐπιτρέψας τὰ καθ᾿ ἑαυτὸν λόγῳ καὶ νῷ κυβερνάσθω. κεφάλαιον γὰρ ἦν, ὡς ἐγὼ οἶμαι, τοῦτο τῆς Διογένους φιλοσοφίας. Εἰ δὲ ἑταίρᾳ ποτὲ προσῆλθεν ὁ ἀνήρ· καίτοι καὶ τοῦτο τυχὸν ἅπαξ ἢ οὐδὲ ἅπαξ ἐγένετο· ὅταν ἡμῖν τὰ ἄλλα κατὰ τὸν Διογένη γένηται Σπουδαῖος, ἂν αὐτῷ φανῇ καὶ τοιοῦτόν τι δρᾶν φανερῶς ἐν ὀφθαλμοῖς πάντων, οὐ μεμψόμεθα οὐδὲ αἰτιασόμεθα. πρότερον μέντοι τὴν Διογένους ἡμῖν ἐπιδειξάμενος εὐμάθειαν καὶ τὴν ἀγχίνοιαν καὶ τὴν ἐν τοῖς ἄλλοις ἅπασιν ἐλευθερίαν, αὐτάρκειαν, δικαιοσύνην, σωφροσύνην, εὐλάβειαν, χάριν, προσοχήν, ὡς μηδὲν εἰκῇ μηδὲ μάτην μηδὲ ἀλόγως ποιεῖν· ἐπεὶ καὶ ταῦτα τῆς Διογένους ἐστὶ φιλοσοφίας οἰκεῖα· πατείτω τῦφον, καταπαιζέτω τῶν τὰ μὲν ἀναγκαῖα τῆς φύσεως ἔργα κρυπτόντων ἐν σκότῳ· φημὶ δὲ τῶν περιττωμάτων τὰς ἐκκρίσεις· ἐν μέσαις δὲ ταῖς ἀγοραῖς καὶ ταῖς πόλεσιν ἐπιτηδευόντων τὰ βιαιότατα καὶ μηδὲν ἡμῶν οἰκεῖα τῇ φύσει, χρημάτων ἁρπαγάς, συκοφαντίας, γραφὰς ἀδίκους, διώξεις ἄλλων τοιούτων συρφετωδῶν πραγμάτων. ἐπεὶ καὶ Διογένης εἴτε ἀπέπαρδεν εἴτε ἀπεπάτησεν εἴτε ἄλλο τι τοιοῦτον ἔπραξεν, ὥσπερ οὖν λέγουσιν, ἐν ἀγορᾷ, τὸν ἐκείνων πατῶν τῦφον ἐποίει, διδάσκων αὐτούς, ὅτι πολλῷ φαυλότερα καὶ χαλεπώτερα τούτων ἐπιτηδεύουσι. τὰ μὲν γάρ ἐστιν ἡμῖν πᾶσι κατὰ φύσιν, τὰ δὲ ὡς ἔπος εἰπεῖν οὐδενί, πάντα δὲ ἐκ διαστροφῆς ἐπιτηδεύεται. Ἀλλ᾿ οἱ νῦν τοῦ Διογένους ζηλωταὶ τὸ ῥᾷστον καὶ κουφότατον ἑλόμενοι τὸ κρεῖττον οὐκ εἶδον· σύ τε ἐκείνων εἶναι σεμνότερος ἐθέλων ἀπεπλανήθης Τοσοῦτον τῆς Διογένους προαιρέσεως, ὥστε αὐτὸν ἐλεεινὸν ἐνόμισας. εἰ δὲ τούτοις μὲν ἠπίστεις ὑπὲρ ἀνδρὸς λεγομένοις, ὃν οἱ πάντες Ἕλληνες τότε ἐθαύμασαν μετὰ Σωκράτη καὶ Πυθαγόραν ἐπὶ Πλάτωνος καὶ Ἀριστοτέλους, οὗ γέγονεν ἀκροατὴς ὁ τοῦ σωφρονεστάτου καὶ συνετωτάτου Ζήνωνος καθηγεμών, οὓς οὐκ εἰκὸς ἦν ἅπαντας ἀπατηθῆναι περὶ ἀνδρὸς οὕτω φαύλου, ὁποῖον σὺ διακωμῳδεῖς, ὦ βέλτιστε, ἴσως ἄν τι πλέον 203 ἐσκόπησας περὶ αὐτοῦ καὶ πορρωτέρω προῆλθες τῆς ἐμπειρίας τἀνδρός. τίνα γὰρ οὐκ ἐξέπληξε τῶν Ἑλλήνων ἡ Διογένους καρτερία, βασιλικῆς οὐκ ἔξω μεγαλοψυχίας οὖσα, καὶ φιλοπονία; ἐκάθευδεν ἁνὴρ ἐπὶ στιβάδος ἐν τῷ πίθῳ βέλτιον ἢ μέγας βασιλεὺς ὑπὸ τοῖς ἐπιχρύσοις ὀρόφοις ἐν τῇ μαλθακῇ κλίνῃ, ἤσθιε τὴν μᾶζαν ἥδιον ἢ σὺ νῦν τὰς Σικελικὰς ἐσθίεις τραπέζας, ἐλούετο ψυχρῷ τὸ σῶμα πρὸς ἀέρα ξηραίνων ἀντὶ τῶν ὀθονίων, οἷς σὺ ἀπομάττῃ, φιλοσοφώτατε. πάνυ σοι προσήκει κωμῳδεῖν ἐκεῖνον, ὅτι κατειργάσω τὸν Ξέρξην, ὡς ὁ Θεμιστοκλῆς, ἢ τὸν Δαρεῖον, ὡς ὁ Μακεδὼν Ἀλέξανδρος. εἰ σμικρὰ τὰς βίβλους ἀνελίττων ἐμελέτας ὥσπερ ἡμεῖς οἱ πολιτικοὶ καὶ πολυπράγμονες, ἔγνως ἄν, ὅπως Ἀλέξανδρος ἀγασθῆναι λέγεται τὴν Διογένους μεγαλοψυχίαν. ἀλλ᾿ οὐκ ἔστι σοι τούτων οὐδέν, ὡς ἐμοὶ δοκεῖ, Σπουδαῖον· πόθεν; πολλοῦ γε καὶ δεῖ· γυναικῶν ἀθλίων τεθαύμακας φιλονεικῶν βίον. Εἰ μὲν οὖν ὁ λόγος τι πλέον ἐποίησεν, οὐκ ἐμὸν μᾶλλον ἢ σόν ἐστι κέρδος· εἰ δὲ οὐδὲν περαίνομεν ἐκ τοῦ παραχρῆμα περὶ τῶν τοιούτων ἀπνευστὶ τὸ δὴ λεγόμενον συνείραντες· ἔστι γὰρ πάρεργον ἡμέραιν δυοῖν, ὡς ἴσασιν αἱ Μοῦσαι, μᾶλλον δὲ καὶ σὺ αὐτός· παραμενέτω μέν σοι ὁπόσα πρόσθεν ἐγνώκεις, ἡμῖν δὲ οὐ μεταμελήσει τῆς εἰς τὸν ἄνδρα εὐφημίας. [VII] ΙΟΥΛΙΑΝΟΥ ΑΥΤΟΚΡΑΤΟΡΟΣ ΠΡΟΣ 204 ΗΡΑΚΛΕΙΟΝ ΚΥΝΙΚΟΝ ΠΕΡΙ ΤΟΥ ΠΩΣ ΚΥΝΙΣΤΕΟΝ ΚΑΙ ΕΙ ΠΡΕΠΕΙ ΤΩΙ ΚΥΝΙ ΜΥΘΟΥΣ ΠΛΑΤΤΕΙΝ Ἦ πολλὰ γίνεται ἐν μακρῷ χρόνῳ· τοῦτο ἐκ τῆς κωμῳδίας ἀκηκοότι μοι πρῴην ἐπῆλθεν ἐκβοῆσαι, ὁπηνίκα παρακληθέντες ἠκροώμεθα κυνὸς οὔτι τορὸν οὐδὲ γενναῖον ὑλακτοῦντος, ἀλλ᾿ ὥσπερ αἱ τίτθαι μύθους ᾄδοντος καὶ οὐδὲ τούτους ὑγιῶς διατιθεμένου. παραχρῆμα μὲν οὖν ἐπῆλθέ μοι διαναστάντι διαλῦσαι τὸν σύλλογον· ἐπεὶ δὲ ἐχρῆν ὥσπερ ἐν θεάτρῳ κωμῳδουμένων Ἡρακλέους καὶ Διονύσου παρὰ τῶν κωμῳδῶν ἀκούειν, οὐ τοῦ λέγοντος, ἀλλὰ τῶν συνειλεγμένων χάριν ὑπέμεινα, μάλλον δέ, εἰ χρή τι καὶ νεανικώτερον εἰπεῖν, ἡμῶν αὐτῶν ἕνεκα καὶ τοῦ μὴ δοκεῖν ὑπὸ δεισιδαιμονίας μᾶλλον ἢ διανοίας εὐσεβοῦς καὶ λελογισμένης, ὥσπερ αἱ πελειάδες, ὑπὸ τῶν ῥηματίων σοβηθεὶς ἀναπτῆναι. ἔμενον δὲ ἐκεῖνο πρὸς ἐμαυτὸν εἰπὼν Τέτλαθι δή, κραδίη, καὶ κύντερον ἄλλο ποτ᾿ ἔτλης, Ἀνάσχου καὶ κυνὸς ληροῦντος ὀλίγον ἡμέρας Μόριον, οὐ πρῶτον ἀκούεις τῶν θεῶν βλασφημουμένων, οὐχ οὕτω τὰ κοινὰ πράττομεν καλῶς, οὐχ οὕτω τῶν ἰδίων ἕνεκα σωφρονοῦμεν, οὐ μὴν οὐδὲ εὐτυχεῖς ἐσμεν, ὥστε τὰς ἀκοὰς 205 καθαρὰς ἔχειν ἢ τὸ τελευταῖον γοῦν τὰ ὄμματα μὴ κεχράνθαι τοῖς παντοδαποῖς τουτουὶ τοῦ σιδηροῦ γένους ἀσεβήμασιν. ἐπεὶ δὲ ὥσπερ ἐνδεεῖς ἡμᾶς τῶν τοιούτων κακῶν ἀνέπλησεν οὐκ εὐαγῶν ὁ κύων ῥημάτων τὸν ἄριστον τῶν θεῶν ὀνομάσας, ὡς μήποτε ὤφελε μήτ᾿ ἐκεῖνος εἰπεῖν μήτε ἡμεῖς ἀκοῦσαι, δεῦρο πειραθῶμεν αὐτὸν ἐφ᾿ ὑμῶν διδάξαι, πρῶτον μὲν ὅτι τῷ κυνὶ λόγους μᾶλλον ἢ μύθους προσήκει γράφειν, εἶτα ὁποίας καὶ τίνας χρὴ ποιεῖσθαι τὰς διασκευὰς τῶν μύθων, εἴ τι ἄρα καὶ φιλοσοφία προσδεῖται τῆς μυθογραφίας, ἐπὶ πᾶσι δὲ ὑπὲρ τῆς πρὸς τοὺς θεοὺς εὐλαβείας ὀλίγα διαλέξομαι· τοῦτο γάρ μοι καὶ τῆς εἰς ὑμᾶς παρόδου γέγονεν αἴτιον καίπερ οὐκ ὄντι συγγραφικῷ καὶ τὸ ἐν τῷ πλήθει λέγειν ὥσπερ ἄλλο τι τῶν ἐπαχθῶν καὶ σοφιστικῶν τὸν ἔμπροσθεν χρόνον παραιτησαμένῳ. μικρὰ δὲ ὑπὲρ τοῦ μύθου καθάπερ τινὰ γενεαλογίαν ἴσως οὐκ ἀνάρμοστον ἐμοί τε φάναι ὑμῖν τε ἀκοῦσαι. Τὴν μὲν οὖν ἀρχὴν ὁπόθεν ηὑρέθη καὶ ὅστις ὁ πρῶτος ἐπιχειρήσας τὸ ψεῦδος πιθανῶς συνθεῖναι πρὸς ὠφέλειαν ἢ ψυχαγωγίαν τῶν ἀκροωμένων, οὐ μᾶλλον εὕροι τις ἂν ἢ εἴ τις ἐπιχειρήσειε τὸν πρῶτον πταρόντα ἢ χρεμψάμενον ἀναζητεῖν. εἰ δέ, ὥσπερ ἱππεῖς ἐν Θράκῃ καὶ Θετταλίᾳ, Τοξόται δὲ καὶ τὰ κουφότερα τῶν ὅπλων ἐν Ἰνδίᾳ καὶ Κρήτῃ καὶ Καρίᾳ ἀνεφάνη, τῇ φύσει τῆς χώρας ἀκολουθούντων οἶμαι τῶν ἐπιτηδευμάτων, οὕτω τις ὑπολαμβάνει καὶ ἐπὶ τῶν ἄλλων πραγμάτων, ἐν οἷς ἕκαστα τιμᾶται, μάλιστα παρὰ τούτων αὐτὰ καὶ πρῶτον ηὑρῆσθαι· τῶν ἀγελαίων ἔοικεν ἀνθρώπων εἶναι τό γε ἐξ ἀρχῆς ὁ μῦθος 206 εὕρημα, καὶ διαμένει ἐξ ἐκείνου μέχρι καὶ νῦν παρ᾿ αὐτοῖς πολιτευόμενον τὸ πρᾶγμα ὥσπερ ἄλλο τι τῶν ἀκροαμάτων, αὐλὸς καὶ κιθάρα, τέρψεως ἕνεκα καὶ ψυχαγωγίας. ὥσπερ γὰρ οἱ ὄρνιθες ἵπτασθαι καὶ νεῖν οἱ ἰχθύες αἵ τε ἔλαφοι θεῖν ἐπειδὴ πεφύκασιν οὐδὲν τοῦ διδαχθῆναι προσδέονται, κἂν δήσῃ τις κἂν καθείρξῃ, πειρᾶται ὅμως χρῆσθαι τούτοις τοῖς μορίοις, πρὸς ἃ σύνοιδεν αὑτοῖς πεφυκόσι, ταυτὶ τὰ ζῷα, οὕτως οἶμαι καὶ τὸ τῶν ἀνθρώπων γένος οὐκ ἄλλο τι τὴν ψυχὴν ἔχον ἢ λόγον καὶ ἐπιστήμην ὥσπερ ἐγκαθειργμένην, ὃ δὴ καὶ λέγουσιν οἱ σοφοὶ δύναμιν, ἐπὶ τὸ μανθάνειν τε καὶ ζητεῖν καὶ πολυπραγμονεῖν, ὡς πρὸς οἰκειότατον ἑαυτῷ τῶν ἔργων, τρέπεται· καὶ ὅτῳ μὲν εὐμενὴς θεὸς ταχέως ἔλυσε τὰ δεσμὰ καὶ τὴν δύναμιν εἰς ἐνέργειαν ἤγαγε, τούτῳ πάρεστιν εὐθὺς ἐπιστήμη, τοῖς δεδεμένοις δὲ ἔτι, καθάπερ οἶμαι Ἰξίων νεφέλῃ τινὶ ἀντὶ τῆς θεοῦ λέγεται παραναπαύσασθαι, τούτοις ἀντ᾿ ἀληθοῦς ψευδὴς ἐντέτηκε δόξα· γίνεται γὰρἐντεῦθεν αὐτοῖς τὰ ὑπηνέμια καὶ τερατώδη ταυτὶ τῆς ἀληθοῦς ἐπιστήμης οἷον εἴδωλα ἄττα καὶ σκιαί· πράττουσι γοῦν πρὸ τῆς τῶν ἀληθῶν ἐπιστήμης τὰ ψεύδη καὶ διδάσκουσί γε μάλα προθύμως καὶ μανθάνουσιν ὥσπερ οἶμαι χρηστόν τι καὶ θαυμαστόν. εἰ δ᾿ ὅλως χρή τι καὶ ὑπὲρ τῶν τοὺς μύθους τὸ πρῶτον πλασάντων ἀπολογήσασθαι, δοκοῦσί μοι ταῖς τῶν παιδίων ψυχαῖς, ὥσπερ αἱ τίτθαι περὶ τὰς ὀδοντοφυΐας κνησιῶσιν αὐτοῖς σκύτινα ἄττα προσαρτῶσι ταῖν χεροῖν, ἵνα αὐτῶν παραμυθήσωνται τὸ πάθος, οὕτω δὲ καὶ οὗτοι τῷ ψυχαρίῳ πτεροφυοῦντι καὶ ποθοῦντι πλέον εἰδέναι τι, διδάσκεσθαι δὲ οὔπω τἀληθῆ δυναμένῳ ταῦτα ἐποχετεύειν, ὥσπερ ἄρδοντες ἄρουραν διψῶσαν, ἵνα δὴ οἶμαι αὐτῶν τὸν γαργαλισμὸν καὶ τὴν ὀδύνην παραμυθήσωνται. Τοῦ δὲ τοιούτου προβαίνοντος καὶ παρὰ τοῖς 207 Ἕλλησιν ἐυδοκιμοῦντος, εἵλκυσαν ἐντεῦθεν οἱ ποιηταὶ τὸν αἶνον, ὃς τοῦ μύθου διαφέρει τῷ μὴ πρὸς παῖδας, ἀλλὰ πρὸς ἄνδρας πεποιῆσθαι καὶ μὴ ψυχαγωγίαν μόνον, ἀλλὰ καὶ παραίνεσιν ἔχειν τινά. βούλεται γὰρ ἐπικρυπτόμενος παραινεῖν τε καὶ διδάσκειν, ὅταν ὁ λέγων τὸ φανερῶς εἰπεῖν εὐλαβῆται, τὴν παρὰ τῶν ἀκουόντων ὑφορώμενος ἀπέχθειαν. οὕτω τοι καὶ Ἡσίοδος αὐτὸ φαίνεται πεποιηκώς· ὁ δὲ μετὰ τοῦτον Ἀρχίλοχος ὥσπερ ἥδυσμά τι περιτιθεὶς τῇ ποιήσει, μύθοις οὐκ ὀλιγάκις ἐχρήσατο ὁρῶν, ὡς εἰκός, τὴν μὲν ὑπόθεσιν, Ἣν μετῄει, τῆς τοιαύτης ψυχαγωγίας ἐνδεῶς ἔχουσαν, σαφῶς δὲ ἐγνωκώς, ὅτι στερομένη μύθου ποίησις ἐποποιΐα μόνον ἐστίν, ἐστέρηται δέ, ὡς ἂν εἴποι τις, ἑαυτῆς, οὐ γὰρ ἔτι λείπεται ποίησις, ἡδύσματα ταῦτα παρὰ τῆς ποιητικῆς Μούσης ἐδρέψατο, καὶ παρέθηκέ γε αὐτοῦ τούτου χάριν, ὅπως μὴ σιλλογράφος τις, ἀλλὰ ποιητὴς νομισθείη. Ὁ δὲ δὴ τῶν μύθων Ὅμηρος ἢ Θουκυδίδης ἢ Πλάτων, ἢ ὅ, τι βούλει καλεῖν αὐτόν, Αἴσωπος ἦν ὁ Σάμιος, δοῦλος τὴν τύχην μᾶλλον ἢ τὴν προαίρεσιν, οὐκ ἄφρων μὴν οὐδὲ κατ᾿ αὐτὸ τοῦτο ἀνήρ. ᾧ γὰρ ὁ νόμος οὐ μετεδίδου παρρησίας, τούτῳ προσῆκον ἦν ἐσκιαγραφημένας τὰς συμβουλὰς καὶ πεποικιλμένας ἡδονῇ καὶ χάριτι παραφέρειν, ὥσπερ οἶμαι τῶν ἰατρῶν οἱ μὲν ἐλεύθεροι τὸ δέον ἐπιτάττουσιν, ἐὰν δὲ ἅμα τις οἰκέτης γένηται τὴν τύχην καὶ τὴν τέχνην ἰατρός, πράγματα ἔχει κολακεύειν ἅμα καὶ θεραπεύειν τὸν δεσπότην ἀναγκαζόμενος. εἰ μὲν οὖν καὶ τῷ κυνὶ προσήκει ταύτης τῆς δουλείας, λεγέτω, γραφέτω, παραχωρείτω τῆς μυθολογίας αὐτῷ πᾶς ὁστισοῦν, εἰ δὲ μόνος εἶναί φησιν ἐλεύθερος, ἐπὶ τί χρήσεται τοῖς μύθοις, οὐκ οἶδα. πότερον ἵνα τὸ πικρὸν καὶ δάκνον τῆς συμβουλῆς ἡδονῇ καὶ χάριτι κεράσας ἅμα τε ὀνήσῃ καὶ ἀποφύγῃ τὸ 208 προσλαβεῖν τι παρὰ τοῦ ὀνιναμένου κακόν; ἀλλὰ τοῦτό ἐστι λίαν δουλοπρεπές. ἀλλ᾿ ἄμεινον ἄν τις διδαχθείη μὴ τὰ πράγματα ἀκούων αὐτὰ μηδὲ Τὰ ἐπ᾿ αὐτοῖς ὀνόματα κατὰ τὸν κωμικὸν τὴν σκάφην σκάφην λέγοντα; ἀλλ᾿ ἀντὶ τοῦ μὲν δεῖνος τὸν Φαέθοντα τί δέον ὀνομάσαι; τί δὲ χραίνειν οὐκ εὐαγῶς τὴν ἐπωνυμίαν τοῦ βασιλέως Ἡλίου; τίς δὲ ὁ Πὰν καὶ τίς ὁ Ζεὺς τῶν χαμαὶ ἐρχομένων ἀνθρώπων ἄξιος καλεῖσθαι, ἵν᾿ ἐκεῖθεν ἐπ᾿ αὐτοὺς μεταθῶμεν ἡμῶν τὰς διανοίας; καίτοι, εἰ καὶ τοῦτο οἷόν τε ἦν, ἄμεινον ἦν αὐτοὺς ὀνομάσαι τοὺς ἀνθρώπους. ἦ γὰρ οὐχ οὕτω κρεῖττον ἦν εἰπεῖν ἀνθρωπικὰ θεμένους ὀνόματα; μᾶλλον δὲ οὐδὲ θεμένους, ἤρκει γὰρ ὅσαπερ ἡμῖν οἱ γονεῖς ἔθεντο. ἀλλ᾿ εἰ μήτε μαθεῖν ἐστι ῥᾷον διὰ τοῦ πλάσματος μήτε τῷ Κυνικῷ πρέπον πλάττειν τὰ τοιαῦτα, τοῦ χάριν οὐκ ἐφεισάμεθα τοῦ πολυτελοῦς ἀναλώματος, πρὸς δὲ δὴ καὶ ἐφθείραμεν τὸν χρόνον πλάττοντες καὶ συντιθέντες μυθάρια, εἶτα λογογραφοῦντες καὶ ἐκμανθάνοντες; Ἀλλ᾿ ἴσως ὁ μὲν λόγος οὔ φησι δεῖν ἀντὶ τῶν ἀληθῶν καὶ μὴ πεπλασμένων τὰ ψευδῆ καὶ πεπλασμένα παρὰ τοῦ κυνός, ᾧ μόνῳ τῆς ἐλευθερίας μέτεστιν, ἐν τοῖς κοινοῖς ᾄδεσθαι συλλόγοις, ἡ συνήθεια δὲ οὕτω γέγονεν ἀπὸ Διογένους ἀρξαμένη καὶ Κράτητος ἄχρι τῶν ἐφεξῆς. οὐδὲν οὐδαμοῦ παράδειγμα τοιοῦτον εὑρήσεις· ἐκεῖνο γὰρ ἀφίημι τέως, ὅτι τῷ Κυνικῷ τὸ νόμισμα παραχαράττοντι Τῇ συνηθείᾳ προσέχειν οὐδαμῶς προσήκει, τῷ λόγῳ δὲ αὐτῷ μόνῳ, καὶ τὸ ποιητέον εὑρίσκειν 209 οἴκοθεν, ἀλλ᾿ οὐ μανθάνειν ἔξωθεν. εἰ δ᾿ Ἀντισθένης ὁ Σωκρατικὸς ὥσπερ ὁ Ξενοφῶν ἔνια διὰ τῶν μύθων ἀπήγελλε, μήτι τοῦτό σε ἐξαπατάτω· καὶ γὰρ μικρὸν ὕστερον ὑπὲρ τούτου σοι διαλέξομαι· νῦν δὲ ἐκεῖνό μοι πρὸς τῶν Μουσῶν φράσον ὑπὲρ τοῦ Κυνισμοῦ, πότερον ἀπόνοιά τίς ἐστι καὶ βίος οὐκ ἀνθρώπινος, ἀλλὰ θηριώδης ψυχῆς διάθεσις οὐδὲν καλόν, οὐδὲν σπουδαῖον οὐδὲ ἀγαθὸν νομιζούσης; δοίη γὰρ ἂν ὑπολαβεῖν πολλοῖς περὶ αὐτοῦ ταῦτα Οἰνόμαος. εἴ τί σοι τοῦ ταῦτα γοῦν ἐπελθεῖν ἐμέλησεν, ἐπέγνως ἂν σαφῶς ἐν τῇ τοῦ κυνὸς αὐτοφωνίᾳ καὶ τῷ κατὰ τῶν χρηστηρίων καὶ πᾶσιν ἁπλῶς οἷς ἔγραψεν ὁ ἀνήρ. τοιούτου δὲ ὄντος τοῦ πράγματος, ὥστε ἀνῃρῆσθαι μὲν ἅπασαν τὴν πρὸς τοὺς θεοὺς εὐλάβειαν, ἠτιμάσθαι δὲ πᾶσαν ἀνθρωπίνην φρόνησιν, νόμον δὲ μὴ τὸν ὁμώνυμον τῷ καλῷ καὶ δικαίῳ πεπατῆσθαι μόνον, ἀλλὰ καὶ τοὺς ἐκ τῶν θεῶν ἡμῖν ὥσπερ ἐγγραφέντας ταῖς ψυχαῖς, ὑφ᾿ ὧν πάντες ἀδιδάκτως εἶναι θεῖόν τι πεπείσμεθα καὶ πρὸς τοῦτο ἀφορᾶν ἐπ᾿ αὐτό τε οἶμαι σπεύδειν οὕτω διατιθέμενοι τὰς ψυχὰς πρὸς αὐτὸ ὥσπερ οἶμαι πρὸς τὸ φῶς τὰ βλέποντα, πρὸς τούτῳ δὲ εἰ καὶ ὁ δεύτερος ἐξελαύνοιτο νόμος ἱερὸς ὢν φύσει καὶ θεῖος, ὁ τῶν ἀλλοτρίων πάντη καὶ πάντωςἀπέχεσθαι κελεύων καὶ μήτε ἐν λόγῳ μήτε ἐν ἔργῳ μήτε ἐν αὐταῖς ταῖς λανθανούσαις τῆς ψυχῆς ἐνεργείαις ταῦτα ἐπιτρέπων συγχεῖν, ὅσπερ ἡμῖν καὶ τῆς τελειοτάτης ἐστὶν ἡγεμὼν δικαιοσύνης· ἆρ᾿ οὐκ ἔστι βαράθρου τὸ πρᾶγμα ἄξιον; ἆρ᾿ οὐ τοὺς ταῦτα ἐπαινοῦντας ὥσπερ τοὺς φαρμακοὺς ἐχρῆν οὐ θύσθλοις παιομένους ἐλαύνεσθαι· κουφοτέρα γάρ ἐστι τῶν ἀδικημάτων ἡ ζημία· λίθοις δὲ βαλλομένους ἀπολωλέναι; διαφέρουσι γὰρ οὗτοι τί, πρὸς τῶν θεῶν εἰπέ μοι, τῶν ἐπ᾿ 210 ἐρημίας λῃστευόντων καὶ κατειληφότων τὰς ἀκτὰς ἐπὶ τῷ λυμαίνεσθαι τοῖς καταπλέουσι; καταφρονοῦντες θανάτου, φασίν· ὥσπερ οὐ κἀκείνοις συνομαρτούσης ταυτησὶ τῆς ἀπονοίας. φησὶ γοῦν ὁ καθ᾿ ὑμᾶς μὲν ποιητὴς καὶ μυθολόγος, ὡς δὲ ὁ Πύθιος λῃσταῖς χρωμένοις ἀνεῖλεν, ἥρως καὶ δαίμων, ὑπὲρ τῶν λῃζομένων τὴν θάλατταν Οἷά τε ληιστῆρες, ὑπεὶρ ἅλα τοί τ᾿ ἀλόωνται Ψυχὰς παρθέμενοι. Τί οὖν ἔτι ἕτερον ζητεῖς ὑπὲρ τῆς ἀπονοίας τῶν λῃστῶν μάρτυρα; πλὴν εἰ μὴ καὶ ἀνδρειοτέρους ἂν εἴποι τις τῶν τοιούτων κυνῶν ἐκείνους τοὺς λῃστάς, ἰταμωτέρους δὲ τῶν λῃστῶν ἐκείνων τοὺς κύνας τουτουσί. οἱ μὲν γὰρ συνειδότες αὑτοῖς οὕτω μοχθηρὸν τὸν βίον οὐ μᾶλλον διὰ τὸ τοῦ θανάτου δέος ἢ τὴν αἰσχύνην τὰς ἐρημίας προβάλλονται, οἱ δ᾿ ἄρα περιπατοῦσιν ἐν τῷ μέσῳ τὰ κοινὰ νόμιμα συγχέοντες, οὐχὶ τῷ κρείττονα Καὶ καθαρωτέραν, ἀλλὰ τῷ χείρονα καὶ βδελυρωτέραν ἐπεισάγειν πολιτείαν. Τὰς ἀναφερομένας δὲ εἰς τὸν Διογένη τραγῳδίας, οὔσας μὲν καὶ ὁμολογουμένως Κυνικοῦ τινος συγγράμματα, ἀμφισβητουμένας δὲ κατὰ τοῦτο μόνον, εἴτε τοῦ διδασκάλου, τοῦ Διογένους, εἰσίν, εἴτε τοῦ μαθητοῦ Φιλίσκου, τίς οὐκ ἂν ἐπελθὼν βδελύξαιτο καὶ νομίσειεν ὑπερβολὴν ἀρρητουργίας οὐδὲ ταῖς ἑταίραις ἀπολελεῖφθαι; ταῖς Οἰνομάου δὲ ἐντυχών· ἔγραψε γὰρ καὶ τραγῳδίας τοῖς λόγοις τοῖς ἑαυτοῦ παραπλησίας, ἀρρήτων ἀρρητότερα καὶ κακῶν πέρα, καὶ οὐκέθ᾿ ὅ, τι φῶ περὶ αὐτῶν ἀξίως ἔχω, κἂν τὰ Μαγνήτων κακὰ, κἂν τὸ Τερμέριον, κἂν πᾶσαν ἁπλῶς αὐτοῖς ἐπιφθέγξωμαι τὴν τραγῳδίαν μετὰ τοῦ σατύρου 211 καὶ τῆς κωμῳδίας καὶ τοῦ μίμου, οὕτω πᾶσα μὲν αἰσχρότης, πᾶσα δὲ ἀπόνοια πρὸς ὑπερβολὴν ἐν ἐκείναις τῷ ἀνδρὶ πεφιλοτέχνηται· καὶ εἰ μὲν ἐκ τούτων τις ἀξιοῖ τὸν Κυνισμὸν ὁποῖός τίς ἐστιν ἡμῖν ἐπιδεῖξαι, βλασφημῶν τοὺς θεούς, ὑλακτῶν πρὸς ἅπαντας, ὅπερ ἔφην ἀρχόμενος, ἴτω, χωρείτω, γῆν πρὸ γῆς, ὅποι βούλοιτο· εἰ δ᾿, ὅπερ ὁ θεὸς ἔφη Διογένει, τὸ νόμισμα παραχαράξας ἐπὶ τὴν πρὸ ταύτης εἰρημένην ὑπὸ τοῦ θεοῦ συμβουλὴν τρέποιτο, τὸ Γνῶθι σαυτόν, ὅπερ ζηλώσαντες ἐπὶ τῶν ἔργων Διογένης καὶ Κράτης φαίνονται, τοῦτο ἤδη τοῦ παντὸς ἄξιον ἔγωγε φαίην ἂν ἀνδρὶ καὶ Στρατηγεῖν καὶ φιλοσοφεῖν ἐθέλοντι. τί δὲ εἶπεν ὁ θεός, ἆρ᾿ ἴσμεν; ὅτι τῆς τῶν πολλῶν αὐτῷ δόξης ἐπέταξεν ὑπερορᾶν καὶ παραχαράττειν ού τὴν ἀλήθειαν, ἀλλὰ τὸ νόμισμα. τὸ δὲ Γνῶθι σαυτὸν ἐν ποτέρᾳ θησόμεθα μοίρᾳ; πότερον ἐν τῇ τοῦ νομίσματος; ἢ τοῦτό γε αὐτὸ τῆς ἀληθείας εἶναι κεφάλαιον θήσομεν καὶ τρόπον εἰρῆσθαι τοῦ Παραχάραξον τὸ νόμισμα διὰ τῆς Γνῶθι σαυτὸν ἀποφάσεως; ὥσπερ γὰρ ὁ τὰ νομιζόμενα παντάπασιν ἀτιμάσας, ἐπ᾿ αὐτὴν δὲ ἥκων τὴν ἀλήθειαν οὐδ᾿ ὑπὲρ ἑαυτοῦ τοῖς νομιζομένοις, ἀλλὰ τοῖς ὄντως οὖσι θήσεται, οὕτως οἶμαι καὶ ὁ γνοὺς ἑαυτὸν ὅπερ ἔστιν ἀκριβῶς εἴσεται καὶ οὐχ ὅπερ νομίζεται. πότερον οὖν οὐχ ὁ Πύθιος ἀληθής τέ ἐστι θεός, καὶ Διογένης τοῦτο ἐπέπειστο σαφῶς, ὅς γε αὐτῷ πεισθεὶς ἀντὶ φυγάδος ἀπεδείχθη οὐ τοῦ Περσῶν βασιλέως μείζων, ἀλλ᾿, ὡς ἡ φήμη παρέδωκεν, αὐτῷ τῷ καταλύσαντι τὸ Περσῶν κράτος καὶ ταῖς Ἡρακλέους ἁμιλλωμένῳ πράξεσιν, ὑπερβάλλεσθαι δὲ τὸν Ἀχιλλέα φιλοτιμουμένῳ ζηλωτός; οὗτος οὖν ὁ Διογένης ὁποῖός τις ἦν τά τε πρὸς τοὺς θεοὺς καὶ τὰ πρὸς ἀνθρώπους μὴ διὰ 212 τῶν Οἰνομάου λόγων μηδὲ τῶν Φιλίσκου τραγῳδιῶν, αἷς ἐπιγράψας τὸ Διογένους ὄνομα τῆς θείας πολλά ποτε κατεψεύσατο κεφαλῆς, ἀλλὰ δι᾿ ὧν ἔδρασεν ἔργων ὁποῖός τις ἦν γνωριζέσθω. Ἦλθεν εἰς Ὀλυμπίαν ἐπὶ τί πρὸς Διός; ἵνα τοὺς ἀγωνιστὰς θεάσηται; τί δέ; οὐχὶ καὶ Ἰσθμίοις Τοὺς αὐτοὺς καὶ Παναθηναίοις θεάσασθαι δίχα πραγμάτων οἷόν τε ἦν; ἀλλὰ ἐθέλων ἐκεῖ τοῖς κρατίστοις συγγενέσθαι τῶν Ἑλλήνων; οὐ γὰρ Ἰσθμόνδε ἐφοίτων; οὐκ ἂν οὖν εὕροις ἄλλην αἰτίαν ἢ τὴν εἰς τὸν θεὸν θεραπείαν. εἰ δ᾿ οὐκ ἐξεπλάγη τὸν κεραυνόν· οὐδὲ ἐγὼ μὰ τοὺς θεοὺς πολλῶν πολλάκις πειραθεὶς διοσημιῶν ἐξεπλάγην. ἀλλ᾿ ὅμως οὕτω δή τι τοὺς θεοὺς πέφρικα καὶ φιλῶ καὶ σέβω καὶ ἅζομαι καὶ πάνθ᾿ ἁπλῶς τὰ τοιαῦτα πρὸς αὐτοὺς πάσχω, ὅσαπερ ἄν τις καὶ οἷα πρὸς ἀγαθοὺς δεσπότας, πρὸς διδασκάλους, πρὸς πατέρας, πρὸς κηδεμόνας, πρὸς πάντα ἁπλῶς τὰ τοιαῦτα, ὥστε ὀλίγου δεῖν ὑπὸ τῶν σῶν ῥημάτων πρῴην ἐξανέστην. τοῦτο μὲν οὖν οὐκ οἶδ᾿ ὅντινα τρόπον ἐπελθὸν ἴσως σιωπᾶσθαι δέον ἐρρέθη. Διογένης δὲ καὶ πένης ὢν καὶ χρημάτων ἐνδεὴς εἰς Ὀλυμπίαν ἐβάδιζεν, Ἀλέξανδρον δὲ ἥκειν ἐκέλευε παρ᾿ ἑαυτόν, εἴ τῳ πιστὸς ὁ Δίων. οὕτω πρέπειν ἐνόμιζεν ἑαυτῷ μὲν φοιτᾶν ἐπὶ τὰ ἱερὰ τῶν θεῶν, τῷ βασιλικωτάτῳ δὲ τῶν καθ᾿ ἑαυτὸν ἐπὶ τὴν ἑαυτοῦ συνουσίαν. ἃ δὲ πρὸς Ἀρχίδαμον γέγραφεν, οὐ βασιλικαὶ παραινέσεις εἰσίν; οὐ μόνον δὲ ἐν τοῖς λόγοις ἦν ὁ Διογένης θεοσεβής, ἀλλὰ γὰρ καὶ ἐν τοῖς ἔργοις. ἑλόμενον γὰρ αὐτὸν οἰκεῖν τὰς Ἀθήνας ἐπειδὴ τὸ δαιμόνιον εἰς τὴν Κόρινθον ἀπήγαγεν, ἀφεθεὶς ὑπὸ τοῦ πριαμένου τὴν πόλιν οὐκέτ᾿ ᾠήθη δεῖν ἐκλιπεῖν· ἐπέπειστο 213 γὰρ αὑτοῦ τοῖς θεοῖς μέλειν εἴς τε τὴν Κόρινθον οὐ Μάτην οὐδὲ κατά τινα συντυχίαν, τρόπον δέ τινα ὑπὸ τῶν θεῶν εἰσπεπέμφθαι, ὁρῶν τὴν πόλιν τρυφῶσαν τῶν Ἀθηναίων μᾶλλον καὶ δεομένην μείζονος καὶ γενναιοτέρου σωφρονιστοῦ. Τί δέ; οὐχὶ καὶ τοῦ Κράτητος μουσικὰ καὶ χαρίεντα φέρεται πολλὰ δείγματα τῆς πρὸς τοὺς θεοὺς ὁσιότητός τε καὶ εὐλαβείας; ἄκουε γοῦν αὐτὰ παρ᾿ ἡμῶν, εἴ σοι μὴ σχολὴ γέγονε μαθεῖν ἐξ ἐκείνων αὐτά. Μνημοσύνης καὶ Ζηνὸς Ὀλυμπίου ἀγλαὰ τέκνα, Μοῦσαι Πιερίδες, κλῦτέ μοι εὐχομένῳ· Χόρτον ἐμῇ συνεχῆ δότε γαστέρι, καὶ δότε χωρίς Δουλοσύνης, ἣ δὴ λιτὸν ἔθηκε βίον. ∗ ∗ ∗ ∗ Ὠφέλιμον δὲ φίλοις, μὴ γλυκερὸν τίθετε. Χρήματα δ᾿ οὐκ ἐθέλω συνάγειν κλυτά, καν- θάρου ὄλβον Μύρμηκός τ᾿ ἄφενος χρήματα μαιόμενος, Ἀλλὰ δικαιοσύνης μετέχειν καὶ πλοῦτον ἀγεί- ρειν Εὔφορον, εὔκτητον, τίμιον εἰς ἀρετήν. Τῶν δὲ τυχὼν Ἑρμῆν καὶ Μούσας ἱλάσομ᾿ ἁγνάς. Οὐ δαπάναις τρυφεραῖς, ἀλλ᾿ ἀρεταῖς ὁσίαις. Ὁρᾷς ὅτι τοὺς θεοὺς εὐφημῶν, οὐχὶ δὲ ὡς σὺ βλασφημῶν κατ᾿ αὐτῶν ηὔχετο; πόσαι γὰρ ἑκατόμβαι τῆς ὁσίας εἰσὶν ἀντάξιαι, ἣν καὶ ὁ δαιμόνιος Εὐριπίδης ὀρθῶς ὕμνησεν εἰπὼν Ὁσία πότνα θεῶν, ὁσία; Ἢ τοῦτό σε λέληθεν, ὅτι πάντα, καὶ τὰ μεγάλα καὶ τὰ σμικρά, μετὰ τῆς ὁσίας τοῖς θεοῖς προσαγόμενα τὴν ἴσην ἔχει δύναμιν, ἐστερημένη δὲ τῆς ὁσίας οὐχ ἑκατόμβη μὰ θεούς, ἀλλὰ ἡ τῆς Ὀλυμπιάδος χιλιόμβη ἀνάλωμα μόνον ἐστίν, ἄλλο δὲ 214 οὐδέν; ὅπερ οἶμαι γιγνώσκων ὁ Κράτης αὐτός τε διὰ μόνης ἧς εἶχεν ὁσίας τοὺς θεοὺς ἐτίμα σὺν εὐφημίᾳ καὶ τοὺς ἄλλους ἐδίδασκε μὴ τὰ δαπανήματα τῆς ὁσίας, ἀλλὰ τὴν ὁσίαν ἐκείνων προτιμᾶν ἐν ταῖς ἁγιστείας. τοιούτω δὲ τὼ ἄνδρε τώδε γενομένω τὰ πρὸς τοὺς θεοὺς οὐκ ἀκροατήρια συνεκροτείτην οὐδ᾿ ὥσπερ οἱ σοφοὶ δι᾿ εἰκόνων καὶ μύθων τοῖς φίλοις συνεγιγνέσθην· λέγεται γὰρ ὑπ᾿ Εὐριπίδου καλῶς Ἁπλοῦς ὁ μῦθος τῆς ἀληθείας ἔφυ· Σκιαγραφίας γάρ φησι τὸν ψευδῆ καὶ ἄδικον δεῖσθαι. τίς οὖν ὁ τρόπος αὐτοῖς τῆς συνουσίας ἐγίνετο; τῶν λόγων ἡγεῖτο τὰ ἔργα, καὶ οἱ τὴν πενίαν τιμῶντες αὐτοὶ πρῶτοι φαίνονται καὶ τῶν πατρῴων χρημάτων ὑπεριδόντες, οἱ τὴν ἀτυφίαν ἀσπασάμενοι πρῶτοι τὴν εὐτέλειαν ἤσκουν διὰ πάντων, οἱ τὸ τραγικὸν καὶ σοβαρὸν ἐκ τῶν ἀλλοτρίων ἐξαιροῦντες βίων ᾤκουν αὐτοὶ πρῶτοι τὰς ἀγορὰς ἢ τὰ τῶν θεῶν τεμένη, τῇ τρυφῇ δὲ καὶ πρὸ τῶν ῥημάτων διὰ τῶν ἔργων ἐπολέμουν, ἔργοις ἐλέγχοντες, οὐ λόγῳ βοῶντες, ὅτι τῷ Διὶ συμβασιλεύειν ἔξεστιν οὐδενὸς ἢ σμικρῶν πάνυ Δεόμενον οὐδὲ παρενοχλούμενον ὑπὸ τοῦ σώματος, ἐπετίμων δὲ τοῖς ἁμαρτάνουσιν, ἡνίκα ἔζων οἱ πταίσαντες, οὐκ ἀποθανόντας ἐβλασφήμουν, ἡνίκα καὶ τῶν ἐχθρῶν οἱ μετριώτεροι σπένδονται τοῖς ἀπελθοῦσιν. ἔχει δὲ ὅ γε ἀληθινὸς κύων ἐχθρὸν οὐδένα, κἂν τὸ σωμάτιον αὐτοῦ τις πατάξῃ, κἂν τοὔνομα περιέλκῃ, κἂν λοιδορῆται καὶ βλασφημῇ, διότι τὸ μὲν τῆς ἔχθρας γίνεται πρὸς ἀντίπαλον, τὸ δὲ ὑπερβαῖνον τὴν πρὸς ἕτερον ἅμιλλαν εὐνοίᾳ τιμᾶσθαι φιλεῖ· κἄν τις 215 ἑτέρως ἔχῃ πρὸς αὐτόν, καθάπερ οἶμαι πολλοὶ πρὸς τοὺς θεούς, ἐκείνῳ μὲν οὐκ ἔστιν ἐχθρός, οὐδὲ γὰρ βλαβερός, αὐτὸς δὲ αὑτῷ βαρύτατον ἐπιτιθεὶς τίμημα τὴν τοῦ κρείττονος ἄγνοιαν ἔρημος λείπεται τῆς ἐκείνου προστασίας. Ἀλλ᾿ εἰ μὲν νῦν μοι προύκειτο περὶ Κυνισμοῦ γράφειν, εἶπον ἂν ὑπὲρ τούτων ἔτι τὰ παριστάμενά μοι τῶν εἰρημένων ἴσως οὐκ ἐλάττω· νῦν δὲ ἀποδιδόντες τὸ συνεχὲς τῇ προαιρέσει περὶ τοῦ ποταποὺς εἶναι χρὴ τοὺς πλαττομένους τῶν μύθων ἐφεξῆς σκοπῶμεν. ἴσως δὲ ἡγεῖται καὶ ταύτης τῆς ἐγχειρήσεως ἐκείνη, ὁποίᾳ τινὶ φιλοσοφίᾳ προσῆκον ἡ μυθογραφία. φαίνονται γὰρ πολλοὶ καὶ τῶν φιλοσόφων αὐτὸ καὶ τῶν θεολόγων ποιήσαντες, ὥσπερ Ὀρφεὺς μὲν ὁ παλαιότατος ἐνθέως φιλοσοφήσας, οὐκ ὀλίγοι δὲ καὶ τῶν μετ᾿ ἐκεῖνον· οὐ μὴν ἀλλὰ καὶ Ξενοφῶν φαίνεται καὶ Ἀντισθένης καὶ Πλάτων προσχρησάμενοι πολλαχοῦ τοῖς μύθοις, ὥσθ᾿ ἡμῖν πέφηνεν, εἰ καὶ μὴ τῷ Κυνικῷ, φιλοσόφῳ γοῦν τινι προσήκειν ἡ μυθογραφία. Μικρὰ οὖν ὑπὲρ τῶν τῆς φιλοσοφίας εἴτε μορίων εἴτε ὀργάνων προρρητέον. ἔστι γὰρ οὐ μέγα τὸ διαφέρον ὁποτέρως ἄν τις τῷ πρακτικῷ καὶ τῷ φυσικῷ τὸ λογικὸν προσαριθμῇ· ἀναγκαῖον γὰρ ὁμοίως φαίνεται κατ᾿ ἀμφότερα. τριῶν δὴ τούτων αὖθις ἕκαστον εἰς τρία τέμνεται, τὸ μὲν φυσικὸν εἰς τὸ θεολογικὸν καὶ τὸ περὶ τὰ μαθήματα καὶ τρίτον τὸ περὶ τὴν τῶν γινομένων καὶ ἀπολλυμένων καὶ τῶν ἀιδίων μέν, σωμάτων δὲ ὅμως θεωρίαν, τί τὸ εἶναι αὐτοῖς καὶ τίς ἡ οὐσία ἑκάστου· τοῦ πρακτικοῦ δὲ τὸ μὲν πρὸς ἕνα ἄνδρα, ἠθικόν, οἰκονομικὸν δὲ τὸ περὶ μίαν οἰκίαν, πολιτικὸν δὲ τὸ περὶ πόλιν· ἔτι μέντοι τοῦ λογικοῦ τὸ μὲν ἀποδεικτικὸν διὰ τῶν ἀληθῶν, τὸ δὲ διὰ τῶν ἐνδόξων βιαστικόν, τὸ δὲ διὰ τῶν 216 φαινομένων ἐνδόξων παραλογιστικόν. ὄντων δὴ τοσούτων τῶν τῆς φιλοσοφίας μερῶν, εἰ μή τί με λέληθε· καὶ οὐδὲν θαυμαστὸν ἄνδρα στρατιώτην μὴ λίαν ἐξακριβοῦν μηδ᾿ ἐξονυχίζειν τὰ τοιαῦτα, ἅτε οὐκ ἐκ βιβλίων ἀσκήσεως, ἀπὸ δὲ τῆς προστυχούσης αὐτὰ ἕξεως ἀποφθεγγόμενον· ἔσεσθε γοῦν μοι καὶ ὑμεῖς μάρτυρες, εἰ τὰς ἡμέρας λογίσαισθε, πόσαι τινές εἰσιν αἱ μεταξὺ ταύτης τε καὶ τῆς ἔναγχος ἡμῖν γενομένης ἀκροάσεως ὅσων τε ἡμῖν ἀσχολιῶν πλήρεις· ἀλλ᾿, ὅπερ ἔφην, εἰ καί τι παραλέλειπται παρ᾿ ἐμοῦ· καίτοι νομίζω γε μηδὲν ἐνδεῖν· πλὴν ὁ προστιθεὶς οὐκ ἐχθρός, ἀλλὰ φίλος ἔσται. Τούτων δὴ τῶν μερῶν οὔτε τῷ λογικῷ προσήκει τῆς μυθογραφίας οὔτε τοῦ φυσικοῦ τῷ. μαθηματικῷ, μόνον δέ, εἴπερ ἄρα, τοῦ πρακτικοῦ τῷ πρὸς ἕνα γινομένῳ καὶ τοῦ θεολογικοῦ τῷ τελεστικῷ καὶ μυστικῷ· φιλεῖ γὰρ ἡ φύσις κρύπτεσθαι, καὶ τὸ ἀποκεκρυμμένον τῆς τῶν θεῶν οὐσίας οὐκ ἀνέχεται γυμνοῖς εἰς ἀκαθάρτους ἀκοὰς ῥίπτεσθαι ῥήμασιν. ὅπερ δὲ δὴ τῶν χαρακτήρων ἡ ἀπόρρητος φύσις ὠφελεῖν πέφυκε καὶ ἀγνοουμένη· θεραπεύει γοῦν οὐ ψυχὰς μόνον, ἀλλὰ καὶ σώματα, καὶ θεῶν ποιεῖ παρουσίας· τοῦτ᾿ οἶμαι πολλάκις γίγνεσθαι καὶ διὰ τῶν μύθων, ὅταν εἰς τὰς τῶν πολλῶν ἀκοὰς οὐ δυναμένας τὰ θεῖα καθαρῶς δέξασθαι δι᾿ αἰνιγμάτων αὐτοῖς μετὰ τῆς μύθων σκηνοποιίας ἐγχέηται. Φανεροῦ δὲ ἤδη γενομένου τίνι καὶ ποίῳ φιλοσοφίας εἴδει καὶ μυθογραφεῖν ἔσθ᾿ ὅτε προσήκει· πρὸς γὰρ τῷ λόγῳ μαρτυρεῖ τούτοις ἡ τῶν προλαβόντων ἀνδρῶν προαίρεσις. ἐπεὶ καὶ Πλάτωνι πολλὰ μεμυθολόγηται περὶ τῶν ἐν ᾅδου πραγμάτων θεολογοῦντι καὶ πρό γε τούτου τῷ τῆς Καλλιόπης, Ἀντισθένει δὲ καὶ Ξενοφῶντι 217 καὶ αὐτῷ Πλάτωνι πραγματευομένοις ἠθικάς τινας ὑποθέσεις οὐ παρέργως, ἀλλὰ μετά τινος ἐμμελείας ἡ τῶν μύθων ἐγκαταμέμικται γραφή, οὓς σ᾿ ἐχρῆν, εἴπερ ἐβούλου, μιμούμενον ἀντὶ μὲν Ἡρακλέους μεταλαμβάνειν Περσέως ἢ Θησέως Τινὸς ὄνομα καὶ τὸν Ἀντισθένειον τύπον ἐγχαράττειν, ἀντὶ δὲ τῆς Προδίκου σκηνοποιίας ἀμφὶ τοῖν ἀμφοῖν τούτοιν θεοῖν ἑτέραν ὁμοίαν εἰσάγειν εἰς τὸ θέατρον. Ἐπεὶ δὲ καὶ τῶν τελεστικῶν μύθων ἐπεμνήσθην, φέρε νῦν ὁποίους εἶναι χρὴ τοὺς ἑκατέρῳ τῶν μερῶν ἁρμόττοντας αὐτοὶ καθ᾿ ἑαυτοὺς ἰδεῖν πειραθῶμεν, οὐκέτι μαρτύρων παλαιῶν ἐν πᾶσι προσδεόμενοι, ἑπόμενοι δὲ νέοις ἴχνεσιν ἀνδρός, ὃν ἐγὼ μετὰ τοὺς θεοὺς ἐξ ἴσης Ἀριστοτέλει καὶ Πλάτωνι ἄγαμαί τε τέθηπά τε. φησὶ δὲ οὐχ ὑπὲρ πάντων οὗτος, ἀλλ᾿ ὑπὲρ τῶν τελεστικῶν, οὓς παρέδωκεν ἡμῖν Ὀρφεὺς ὁ τὰς ἁγιωτάτας τελετὰς καταστησάμενος. τὸ γὰρ ἐν τοῖς μύθοις ἀπεμφαῖνον αὐτῷ τούτῳ προοδοποιεῖ πρὸς τὴν ἀλήθειαν. ὅσῳ γὰρ μᾶλλον παράδοξόν ἐστι καὶ τερατῶδες τὸ αἴνιγμα, τοσούτῳ μᾶλλον ἔοικε διαμαρτύρεσθαι, μὴ τοῖς αὐτόθεν λεγομένοις πιστεύειν, ἀλλὰ τὰ λεληθότα περιεργάζεσθαι καὶ μὴ πρότερον ἀφίστασθαι, πρὶν ἂν ὑπὸ θεοῖς ἡγεμόσιν ἐκφανῆ γενόμενα τὸν ἐν ἡμῖν τελέσῃ, μᾶλλον δὲ τελειώσῃ νοῦν καὶ εἰ δή τι κρεῖττον ἡμῖν ὑπάρχει τοῦ νοῦ, αὐτοῦ τοῦ ἑνὸς καὶ τἀγαθοῦ μοῖρά τις ὀλίγη τὸ πᾶν ἀμερίστως ἔχουσα, τῆς ψυχῆς πλήρωμα καὶ ἐν τῷ ἑνὶ καὶ ἀγαθῷ συνέχουσα Πᾶσαν αὐτὴν διὰ τῆς ὑπερεχούσης καὶ χωριστῆς αὐτοῦ καὶ ἐξῃρημένης παρουσίας. ἀλλὰ ταῦτα μὲν ἀμφὶ τὸν μέγαν Διόνυσον οὐκ οἶδ᾿ ὅπως ἐπῆλθέ μοι βακχεύοντι μανῆναι· τὸν βοῦν δὲ 218 ἐπιτίθημι τῇ γλώττῃ· περὶ τῶν ἀρρήτων γὰρ οὐδὲν χρὴ λέγειν. ἀλλά μοι θεοὶ μὲν ἐκείνων καὶ ὑμῶν δὲ τοῖς πολλοῖς, ὅσοι τέως ἐστὲ τούτων ἀμύητοι, τὴν ὄνησιν δοῖεν. Ὑπὲρ δὲ ὧν εἰπεῖν τε καὶ ἀκοῦσαι θέμις καὶ ἀνεμέσητον ἀμφοτέροις ἐστί, πᾶς λόγος ὁ προφερόμενος ἔκ τε λέξεως καὶ διανοίας σύγκειται. οὐκοῦν ἐπειδὴ καὶ ὁ μῦθος λόγος τίς ἐστιν, ἐκ δυοῖν τούτοιν συγκείσεται. σκοπῶμεν δὲ ἑκάτερον αὐτῶν. ἔστιν ἁπλῆ τις ἐν λόγῳ παντὶ διάνοια, καὶ μέντοι καὶ κατὰ σχῆμα προάγεται, τὰ παραδείγματα δὲ ἀμφοῖν ἐστι πολλά. τὸ μὲν οὖν ἓν ἁπλοῦν ἐστι καὶ οὐδὲν δεῖται ποικιλίας, τὸ δ᾿ ἐσχηματισμένον ἔχει διαφορὰς ἐν ἑαυτῷ πολλάς, ὧν, εἴ τί σοι τῆς ῥητορικῆς ἐμέλησεν, οὐκ ἀξύνετος εἶ. τούτων δὴ τῶν κατὰ διάνοιαν σχημάτων ἁρμόττει τῷ μύθῳ τὰ πλεῖστα· πλὴν ἔμοιγε οὔθ᾿ ὑπὲρ τῶν πολλῶν οὔθ᾿ ὑπὲρ τῶν ἁπάντων ἐστὶ τά γε νῦν ῥητέον, ἀλλ᾿ ὑπὲρ δυοῖν, τοῦ τε σεμνοῦ κατὰ τὴν διάνοιαν καὶ τοῦ ἀπεμφαίνοντος. τὰ δὲ αὐτὰ ταῦτα καὶ περὶ τὴν λέξιν γίνεται. μορφοῦται γάρ πως καὶ σχηματίζεται παρὰ τῶν μὴ προφερομένων εἰκῇ μηδ᾿ ὥσπερ χειμάρρους ἑλκόντων συρφετοὺς ῥημάτων ἐκ τῆς τριόδου· ἀλλὰ τοῖν δυοῖν τούτοιν, ὅταν μὲν ὑπὲρ τῶν θείων πλάττωμεν, σεμνὰ χρὴ πάνυ Τὰ ῥήματα εἶναι καὶ τὴν λέξιν ὡς ἔνι μάλιστα σώφρονα καὶ καλὴν καὶ τοῖς θεοῖς πρεπωδεστάτην, τῶν αἰσχρῶν δὲ μηδὲν καὶ βλασφήμων ἢ δυσσεβῶν, ὅπως μὴ τῷ πλήθει τῆς τοιαύτης ἀρχηγοὶ θρασύτητος γενώμεθα, μᾶλλον δὲ καὶ πρὸ τοῦ πλήθους αὐτοὶ τὸ περὶ τοὺς θεοὺς ἠσεβηκέναι προλάβωμεν. οὐδὲν οὖν ἀπεμφαῖνον εἶναι χρὴ περὶ τὰς τοιαύτας λέξεις, ἀλλὰ σεμνὰ πάντα καὶ καλὰ καὶ μεγαλοπρεπῆ καὶ θεῖα καὶ καθαρὰ καὶ τῆς τῶν θεῶν οὐσίας εἰς δύναμιν ἐστοχασμένα· τὸ δὲ κατὰ τὴν διάνοιαν ἀπεμφαῖνον 219 τοῦ χρησίμου γιγνόμενον χάριν ἐγκριτέον, ὡς ἂν μή τινος ὑπομνήσεως ἔξωθεν οἱ ἄνθρωποι δεόμενοι, ἀλλ᾿ ὑπὸ τῶν ἐν αὐτῷ λεγομένων τῷ μύθῳ διδασκόμενοι τὸ λανθάνον μῶσθαι καὶ πολυπραγμονεῖν ὑφ᾿ ἡγεμόσι τοῖς θεοῖς προθυμηθεῖεν. ἰδοῦ γὰρ ἔγωγε πολλῶν ἤκουσα λεγόντων ἄνθρωπον μὲν τὸν Διόνυσον, ἐπείπερ ἐκ Σεμέλης ἐγένετο, θεὸν δὲ διὰ θεουργίας καὶ τελεστικῆς, ὥσπερ τὸν δεσπότην Ἡρακλέα διὰ τῆς βασιλικῆς ἀρετῆς εἰς τὸν Ὄλυμπον ὑπὸ τοῦ πατρὸς ἀνῆχθαι τοῦ Διός. ἀλλ᾿, ὦ τάν, εἶπον, οὐ ξυνίετε τοῦ μύθου φανερῶς αἰνιττομένου. ποῦ γὰρ ἡ γένεσίς ἐστιν ὥσπερ Ἡρακλέους, οὕτω δὴ καὶ Διονύσου, ἔχουσα μὲν τὸ κρεῖττον καὶ ὑπερέχον καὶ ἐξῃρημένον, ἐν τῷ μετρίῳ δὲ ὅμως ἔτι τῆς ἀνθρωπίνης φύσεως μένουσα καί πως ἀφομοιουμένη πρὸς ἡμᾶς; Ἡρακλῆς δὲ λέγεται παιδίον γενέσθαι καὶ κατὰ μικρὸν αὐτῷ τὸ σῶμα τὸ θεῖον ἐπιδοῦναι, καὶφοιτῆσαι διδασκάλοις ἱστόρηται, καὶ στρατεύσασθαι λέγεται καὶ κρατῆσαι πάντων, καμεῖν δὲ ὅμως κατὰ τὸ σῶμα. καίτοι αὐτῷ ταῦτα μὲν ὑπῆρξε, μειζόνως δὲ ἢ κατ᾿ ἄνθρωπον. ὅτε γὰρ ἐν τοῖς σπαργάνοις ἀποπνίγων τοὺς δράκοντας καὶ πρὸς αὐτὰ παραταττόμενος τὰ τῆς φύσεως στοιχεῖα, θάλπη καὶ κρυμούς, εἶτα τοῖς ἀπορωτάτοις καὶ ἀμαχωτάτοις, ἐνδείᾳ λέγω τροφῆς καὶ ἐρημίᾳ, καὶ τὴν δι᾿ αὐτοῦ πορείαν οἶμαι τοῦ πελάγους ἐπὶ τῆς χρυσῆς κύλικος, ἣν ἐγὼ νομίζω μὰ τοὺς θεοὺς οὐ κύλικα εἶναι, βαδίσαι δὲ αὐτὸν ὡς ἐπὶ ξηρᾶς τῆς θαλάττης νενόμικα. τί γὰρ ἄπορον ἦν Ἡρακλεῖ; τί δ᾿ οὐχ ὑπήκουσεν αὐτοῦ τῷ θείῳ καὶ καθαρωτάτῳ σώματι, τῶν λεγομένων τούτων στοιχείων δουλευόντων αὐτοῦ τῇ δημιουργικῇ καὶ τελεσιουργῷ τοῦ ἀχράντου 220 καὶ καθαροῦ νοῦ δυνάμει; ὃν ὁ μέγας Ζεὺς διὰ τῆς Προνοίας Ἀθηνᾶς, ἐπιστήσας αὐτῷ φύλακα τὴν θεὸν ταύτην, ὅλην ἐξ ὅλου προέμενος αὑτοῦ, τῷ κόσμῳ σωτῆρα ἐφύτευσεν, εἶτ᾿ ἐπανήγαγε διὰ τοῦ κεραυνίου πυρὸς πρὸς ἑαυτόν, ὑπὸ τῷ θείῳ συνθήματι τῆς αἰθερίας αὐγῆς ἥκειν παρ᾿ ἑαυτὸν τῷ παιδὶ κελεύσας. ἀλλ᾿ ὑπὲρ μὲν τούτων ἐμοί τε καὶ ὑμῖν ἵλεως Ἡρακλῆς εἴη. Τὰ δὲ τῆς Διονύσου θρυλουμένης μὲν γενέσεως, οὔσης δὲ οὐ γενέσεως, ἀλλὰ δαιμονίας ἐκφάνσεως κατὰ τί τοῖς ἀνθρωπικοῖς προσέοικεν; ἡ μήτηρ Αὐτὸν κύουσα, φασίν, ὑπὸ τῆς Ἥρας ζηλοτυπούσης ἐξαπατηθεῖσα τὸν ἐραστὴν ἐξελιπάρησεν ἥκειν, ὡς παρὰ τὴν γαμετὴν εἴωθε φοιτᾶν, πρὸς ἑαυτήν· εἶτα οὐκ ἀνασχόμενον τὸ σωμάτιον τῶν κτυπημάτων τοῦ Διὸς ὑπὸ τοῦ κεραυνοῦ κατεφλέγετο. πάντων δ᾿ ὁμοῦ πυρουμένων, Ἑρμῇ κελεύσας ὁ Ζεὺς ἁρπάσαι τὸν Διόνυσον καὶ τεμὼν τὸν αὑτοῦ μηρὸν ἐρράπτει· εἶτα ἐκεῖθεν, ἡνίκα ἐτελεσφορήθη τὸ βρέφος, ὠδίνων ὁ Ζεὺς ἐπὶ τὰς νύμφας ἔρχεται· τὸ Λῦθι ῥάμμα δὲ αὗται τῷ μηρῷ προσεπᾴδουσαι τὸν διθύραμβον ἡμῖν εἰς φῶς προήγαγον· εἶτα ἐμάνη, φασίν, ὁ θεὸς ὑπὸ τῆς Ἥρας, ἔπαυσε δ᾿ αὐτῷ τὴν νόσον ἡ Μήτηρ τῶν θεῶν, ὁ δὲ ἦν αὐτίκα θεός. εἵποντο γοῦν οὐ Λίχας αὐτῷ καθάπερ Ἡρακλεῖ οὐδὲ Ἰόλεως οὐδὲ Τελαμὼν οὐδ᾿ Ὕλας οὐδ᾿ Ἄβδηρος, ἀλλὰ Σάτυροι καὶ Βακχαὶ καὶ Πᾶνες καὶ δαιμόνων στρατιά. ὁρᾷς ὅπως ἀνθρωπικὴ μὲν ἡ σπορὰ διὰ τῶν κεραυνίων, ἡ δ᾿ ἀποκύησις ἀνθρωπικωτέρα, ἀμφοῖν δὲ τοῖν εἰρημένοιν προσομοιότερα τοῖς ἀνθρωπίνοις τὰ ἔργα; τί οὖν οὐ καταβάλλοντες τὸν λῆρον ἐκεῖνο πρῶτον ὑπὲρ τούτων ἴσμεν, ὡς Σεμέλη σοφὴ τὰ θεῖα; παῖς γὰρ ἦν Κάδμου τοῦ Φοίνικος, τούτοις δὲ καὶ ὁ θεὸς σοφίαν μαρτυρεῖ Πολλὰς καὶ Φοίνικες ὁδοὺς μακάρων ἐδάησαν λέγων. αἰσθέσθαι οὖν μοι δοκεῖ τοῦ θεοῦ τούτου 221 πρώτη παρ᾿ Ἕλλησι καὶ τὴν ἐσομένην ἐπιφάνειαν Αὐτοῦ οὐκ εἰς μακρὰν προαγορεύσασα κινῆσαι μὲν θᾶττον ἢ προσῆκον ἦν τινὰ τῶν περὶ αὐτὸν ὀργίων, οὐκ ἀνασχομένη τὸν εἱμαρμένον περιμεῖναι χρόνον, εἶτα ἀναλωθῆναι πρὸς τοῦ πυρὸς τοῦ ῥυέντος ἐπ᾿ αὐτήν. ἐπεὶ δὲ ἐδέδοκτο τῷ Διὶ κοινῇ πᾶσιν ἀνθρώποις ἐνδοῦναι ἀρχὴν καταστάσεως ἑτέρας καὶ μεταβαλεῖν αὐτοὺς ἐκ τοῦ νομαδικοῦ βίου πρὸς τὸν ἡμερώτερον, ἐξ Ἰνδῶν ὁ Διόνυσος αὔτοπτος ἐφαίνετο δαίμων, ἐπιφοιτῶν τὰς πόλεις, ἄγων μεθ᾿ ἑαυτοῦ στρατιὰν πολλὴν δαιμονίων τινῶν καὶ διδοὺς ἀνθρώποις κοινῇ μὲν ἅπασι σύμβολον τῆς ἐπιφανείας αὐτοῦ τὸ τῆς ἡμερίδος φυτόν, ὑφ᾿ οὗ μοι δοκοῦσιν, ἐξημερωθέντων αὐτοῖς τῶν περὶ τὸν βίον, Ἕλληνες τῆς ἐπωνυμίας αὐτὸ ταύτης ἀξιῶσαι, μητέρα δ᾿ αὐτοῦ προσειπεῖν τὴν Σεμέλην διὰ τὴν πρόρρησιν, ἄλλως τε καὶ τοῦ θεοῦ τιμῶντος αὐτήν, ἅτε πρώτην ἱερόφαντιν τῆς ἔτι μελλούσης ἐπιφοιτήσεως. Οὔσης δέ, ὡς ἄν τις ἀκριβῶς σκοπῶν ἐξετάσειε, τῆς ἱστορίας τοιαύτης, οἱ τὸν Διόνυσον ὅστις ποτ᾿ ἐστὶ θεῶν ζητοῦντες τἀληθὲς ἔχον ὡς ἔφην εἰς μῦθον διεσκεύασαν, αἰνιττόμενοι τήν τε οὐσίαν τοῦ θεοῦ καὶ τὴν ἐν τοῖς νοητοῖς παρὰ τῷ πατρὶ κύησιν καὶ τὸν ἀγέννητον αὐτοῦ τόκον ἐν τῷ κόσμῳ . . . . . ἐν τῷ παντί, καὶ τἆλλα ἐφεξῆς ὅσα τοῦ ζητεῖν ἦν ἄξια, φράζειν δέ γ᾿ οὐ ῥᾴδια ἐμοί, Τυχὸν μὲν καὶ διὰ τὸ ἀγνοεῖν ἔτι περὶ αὐτῶν τὸ ἀκριβές, τυχὸν δὲ καὶ οὐκ ἐθέλοντι τὸν κρύφιον ἅμα καὶ φανερὸν θεὸν ὥσπερ ἐν θεάτρῳ προβάλλειν ἀκοαῖς ἀνεξετάστοις καὶ διανοίαις ἐπὶ πάντα μᾶλλον ἢ τὸ φιλοσοφεῖν τετραμμέναις. Ἀλλ᾿ ὑπὲρ μὲν τούτων ἴστω Διόνυσος αὐτός, ᾧ καὶ προσεύχομαι τάς τε ἐμὰς καὶ τὰς ὑμετέρας ἐκβακχεῦσαι φρένας ἐπὶ τὴν ἀληθῆ τῶν θεῶν γνῶσιν, ὡς ἂν μὴ πολὺν ἀβάκχευτοι χρόνον τῷ θεῷ μένοντες ὁπόσα ὁ Πενθεὺς πάθωμεν, ἴσως 222 μὲν καὶ ζῶντες, πάντως δὲ ἀπαλλαγέντες τοῦ σώματος. ὅτῳ γὰρ ἂν μὴ τὸ πεπληθυσμένον τῆς ζωῆς ὑπὸ τῆς ἑνοειδοῦς καὶ ἐν τῷ μεριστῷ παντελῶς ἀδιαιρέτου ὅλης τε ἐν πᾶσιν ἀμιγοῦς προϋπαρχούσης οὐσίας τοῦ Διονύσου τελεσιουργηθῇ διὰ τῆς περὶ τὸν θεὸν ἐνθέου βακχείας, τούτῳ κίνδυνος ἐπὶ πολλὰ ῥυῆναι τὴν ζωήν, ῥυεῖσαν δὲ διεσπάσθαι καὶ διασπασθεῖσαν οἴχεσθαι· τὸ δὲ ῥυεῖσαν καὶ διασπασθεῖσαν μὴ προσέχων τις τοῖς ῥήμασιν ὑδάτιον μηδὲ λίνου μήρινθον ἀκροάσθω, ξυνιέτω δὲ τὰ λεγόμενα τρόπον ἄλλον, ὃν Πλάτων, ὃν Πλωτῖνος, ὃν Πορφύριος, ὃν ὁ δαιμόνιος Ἰάμβλιχος. ὃς δ᾿ ἂν μὴ ταύτῃ ποιῇ, γελάσεται μέν, ἴστω μέντοι Σαρδώνιον γελῶν ἔρημος ὢν ἀεὶ τῆς τῶν θεῶν γνώσεως, ἧς ἀντάξιον οὐδὲ τὸ πᾶσαν ὁμοῦ μετὰ τῆς τῶν Ῥωμαίων ἐπιτροπεῦσαι τὴν βαρβάρων ἔγωγε θείμην ἄν, οὐ μὰ τὸν ἐμὸν δεσπότην Ἥλιον. ἀλλά με πάλιν οὐκ οἶδ᾿ ὅστις θεῶν ἐπὶ ταῦτ᾿ ἐβάκχευσεν οὐ προελόμενον. Οὗ δὲ ἕνεκεν ἔφην αὐτά· κατὰ μὲν τὴν διάνοιαν ἀπεμφαίνοντες ὅταν οἱ μῦθοι γίγνωνται περὶ τῶν θείων, αὐτόθεν ἡμῖν ὥσπερ βοῶσι καὶ διαμαρτύρονται μὴ πιστεύειν ἁπλῶς, ἀλλὰ τὸ λεληθὸς σκοπεῖν καὶ διερευνᾶσθαι. τοσούτῳ δ᾿ ἐστὶ κρεῖττον ἐν τούτοις τοῦ σεμνοῦ τὸ ἀπεμφαῖνον, ὅσῳ διὰ μὲν ἐκείνου καλοὺς λίαν καὶ μεγάλους καὶ ἀγαθούς, ἀνθρώπους δὲ ὅμως τοὺς θεοὺς κίνδυνος νομίσαι, διὰ δὲ τῶν ἀπεμφαινόντων ὑπεριδόντας τῶν ἐν τῷ φανερῷ λεγομένων ἐπὶ τὴν ἐξῃρημένην αὐτῶν οὐσίαν καὶ ὑπερέχουσαν πάντα τὰ ὄντα καθαρὰν νόησιν ἐλπὶς ἀναδραμεῖν. Αἴτιαι μὲν οὖν αὗται τοῦ τὴν τελεστικὴν καὶ 223 μυσταγωγὸν φιλοσοφίαν τὰ μὲν ῥήματα παντὸς μᾶλλον εὐαγῆ καὶ σεμνὰ προφέρεσθαι, κατὰ δὲ τὴν διάνοιαν ἀλλοιοτέραν ποιεῖσθαι τὴν ἐξήγησιν τῶν τοιούτων. ὁ δὲ τῆς τῶν ἠθῶν ἐπανορθώσεως ἕνεκα τοὺς λόγους πλάττων καὶ μύθους παράγων δράτω τοῦτο μὴ πρὸς ἄνδρας, ἀλλὰ πρὸς παῖδας Ἤτοι καθ᾿ ἡλικίαν ἢ τῷ φρονεῖν, πάντως δὲ τῶν λόγων τούτων δεομένους. εἰ μὲν οὖν ἡμεῖς σοι παῖδες ἐφάνημεν εἴτε ἐγὼ εἴτε Ἀνατόλιος οὑτοσί, συγκαταρίθμει δὲ τούτῳ καὶ τὸν Μεμμόριον καὶ τὸν Σαλούστιον, πρὸς τούτοις δέ, εἰ βούλει, καὶ τοὺς ἄλλους ἑξῆς, Ἀντικύρας σοι δεῖ· τί γὰρ ἂν ἀκκίζοιτό τις; ἐπεὶ πρὸς τῶν θεῶν καὶ πρὸς αὐτοῦ τοῦ μύθου, μᾶλλον δὲ τοῦ κοινῇ πάντων βασιλέως Ἡλίου, τί σοι μέγα ἢ μικρὸν πεποίηται ἔργον; τίνι παρέστης ἀγωνιζομένῳ μετὰ τοὺ δικαίου; τίνα ἐθεράπευσας πενθοῦντα, τῷ λόγῳ διδάξας, ὅτι μὴ κακὸν ὁ θάνατος μήτε τῷ παθόντι μήτε τοῖς οἰκείοις αὐτοῦ; τίς δ᾿ αἰτιάσεταί σε τῆς ἑαυτοῦ μειρακίσκος σωφροσύνης, ὅτι πεποίηκας αὐτὸν ἐξ ἀσώτου σώφρονα καὶ καλὸν οὐ τὸ σῶμα μόνον, ἀλλὰ πολὺ μᾶλλον τὴν ψυχὴν φαίνεσθαι; τίνα δὲ ἄσκησιν ἐποιήσω τοῦ βίου; τί δέ σοι ἄξιον τῆς Διογένους βακτηρίας ἢ ναὶ μὰ Δία τῆς παρρησίας πεποίηται; ἔργον οἴει μέγα βακτηρίαν λαβεῖν ἢ τρίχας ἀνεῖναι, καὶ περινοστεῖν τὰς πόλεις καὶ τὰ στρατόπεδα, καὶ τοῖς μὲν βελτίστοις λοιδορεῖσθαι, τοὺς δὲ χειρίστους θεραπεύειν; εἰπὲ πρὸς τοῦ Διὸς καὶ πρὸς τουτωνὶ τῶν ἀκροωμένων, οἳ δι᾿ ὑμᾶς τὴν φιλοσοφίαν ἐκτρέπονται, ἀνθ᾿ ὅτου πρὸς μὲν τὸν μακαρίτην Κωνστάντιον εἰς Ἰταλίαν ἦλθες, οὐκέτι μέντοι καὶ μέχρι τῶν Γαλλιῶν; καίτοι πορευθεὶς πρὸς ἡμᾶς, εἰ μηδὲν ἄλλο, ξυνεῖναι γοῦν σου τῆς φωνῆς μᾶλλονδυναμένῳ πλησιάζειν ἔμελλες ἀνθρώπῳ. τί δὲ 224 καὶ τὸ περιφοιτᾶν πανταχοῦ καὶ παρέχειν πράγματα ταῖς ἡμιόνοις; ἀκούω δὲ ἔγωγε καὶ τοῖς τὰς ἡμιόνους ἐλαύνουσιν, οἳ μᾶλλον ὑμᾶς ἢ τοὺς στρατιώτας πεφρίκασι· χρῆσθαι γὰρ αὐτοῖς τοῖς ξύλοις ἀκούω τινὰς ὑμῶν χαλεπώτερον ἢ τοῖς ξίφεσιν ἐκεῖνοι. γίγνεσθε οὖν αὐτοῖς εἰκότως φοβερώτεροι. πάλαι μὲν οὖν ὑμῖν ἐθέμην ἐγὼ τοῦτο τὸ ὄνομα, νυνὶ δὲ αὐτὸ ἔοικα καὶ γράψειν. ἀποτακτιστάς τινας ὀνομάζουσιν οἱ δυσσεβεῖς Γαλιλαῖοι· τούτων οἱ πλείους μικρὰ προέμενοι πολλὰ πάνυ, μᾶλλον δὲ τὰ πάντα πανταχόθεν ξυγκομίζουσι, καὶ προσκτῶνται τὸ τιμᾶσθαι καὶ δορυφορεῖσθαι καὶ θεραπεύεσθαι. τοιοῦτόν τι καὶ τὸ ὑμέτερον ἔργον ἐστί, πλὴν ἴσως τοῦ χρηματίζεσθαι. τοῦτο δὲ οὐ παρ᾿ ὑμᾶς γίγνεται, παρ᾿ ἡμᾶς δέ· συνετώτεροι γάρ ἐσμεν τῶν ἀνοήτων ἐκείνων· ἴσως δὲ καὶ διὰ τὸ μηδὲν ὑμῖν εἶναι πρόσχημα τοῦ φορολογεῖν εὐπροσώπως, ὁποῖον ἐκείνοις, ἣν λέγουσιν οὐκ οἶδ᾿ ὅπως ἐλεημοσύνην, τὰ δ᾿ ἄλλα γε πάντα ἐστὶν ὑμῖν τε κἀκείνοις παραπλήσια. καταλελοίπατε τὴν πατρίδα ὥσπερ ἐκεῖνοι, περιφοιτᾶτε πάντη καὶ τὸ στρατόπεδον διωχλήσατε μᾶλλον ἐκείνων καὶ ἰταμώτερον· οἱ μὲν γὰρ καλούμενοι, ὑμεῖς δὲ καὶ ἀπελαυνόμενοι. καὶ τί χρηστὸν ἐκ τούτων ὑμῖν ἐγένετο, μᾶλλον δὲ καὶ ἡμῖν τοῖς ἄλλοις; ἀνῆλθεν ὁ Ἀσκληπιάδης, εἶτα ὁ Σερηνιανός, εἶτα ὁ Χύτρων, εἶτα οὐκ οἶδα παιδάριον ὅ, τι ξανθὸν καὶ εὔμηκες, εἶτα σύ, καὶ μεθ᾿ ὑμῶν ἄλλοι δὶς τοσοῦτοι. τί οὖν ἐκ τῆς ὑμετέρας ἀνόδου γέγονεν ἀγαθόν, ὦ λῷστοι; τίς ᾔσθετο πόλις ἢ τίς ἰδιώτης τῆς ὑμετέρας παρρησίας; οὐκ ἀφρόνως μὲν τὸ ἐξ ἀρχῆς εἵλεσθε τὴν ἐπὶ τὸν οὐδὲ ἰδεῖν ὑμᾶς θέλοντα βασιλέα πορείαν, ἀνελθόντες δὲ ἀφρονέστερον αὐτῇ καὶ ἀμαθέστερον καὶ μανιωδέστερον ἐχρήσασθε, κολακεύσαντες ἅμα καὶ ὑλακτήσαντες καὶ βιβλία δόντες καὶ ταῦτα προσαχθῆναι προσλιπαρήσαντες; 225 οὐδένα ὑμῶν οἶμαι ἐγὼ τοσαυτάκις εἰς φιλοσόφου φοιτῆσαι, ὁσάκις εἰς ἀντιγραφέως, ὥστε ὑμῖν Ἀκαδήμεια καὶ Λύκειον ἀντὶ τῆς Ποικίλης τε ἦν τῶν βασιλείων τὰ πρόθυρα. Οὐκ ἀπάξετε ταῦτα; οὐ καταβαλεῖτε νῦν γοῦν, εἰ καὶ μὴ πρότερον, ὅτε ὑμῖν οὐδέν ἐστι πλέον ἀπὸ τῆς κόμης καὶ τῆς βακτηρίας; πῶς δὲ καὶ γέγονεν ὑφ᾿ ὑμῶν εὐκαταφρόνητος ἡ φιλοσοφία; τῶν ῥητορικῶν οἱ δυσμαθέστατοι καὶ οὐδ᾿ ὑπ᾿ αὐτοῦ τοῦ βασιλέως Ἑρμοῦ τὴν γλῶτταν ἐκκαθαρθῆναι δυνάμενοι, φρενωθῆναι δὲ οὐδὲ πρὸς αὐτῆς τῆς Ἀθηνᾶς σὺν τῷ Ἑρμῇ, τοῦτο ἐκ τῆς ἀγοραίου καὶ περιτρεχούσης ἁρπάσαντες ἐντρεχείας· οὐδὲ γὰρ ἐν παροιμίᾳ περιφερόμενον αὐτὸ γιγνώσκουσι τὸ ὅτι βότρυς πρὸς βότρυν πεπαίνεται· ὁρμῶσιν ἐπὶ τὸν Κυνισμόν· βακτηρία, τρίβων, κόμη, τὸ ἐντεῦθεν ἀμαθία, θράσος, ἰταμότης καὶ πάντα ἁπλῶς τὰ τοιαῦτα. τὴν σύντομον, φασίν, ὁδὸν καὶ σύντονον ἐπὶ τὴν Ἀρετὴν ἰέναι ὄφελον καὶ ὑμεῖς τὴν μακρὰν ἐπορεύεσθε· ῥᾷον ἂν δι᾿ ἐκείνης ἢ διὰ ταύτης ἤλθετε. οὐκ ἴστε, ὅτι μεγάλας ἔχουσιν αἱ σύντομοι τὰς χαλεπότητας; καὶ ὥσπερ ἐν ταῖς λεωφόροις ὁ μὲν τὴν σύντομον ἐλθεῖν δυνηθεὶς ῥᾷον ἐκπερίεισι τὴν κύκλῳ, οὐκέτι μέντοι τὸ ἀνάπαλιν ὁ κύκλῳ πορευθεὶς ἔλθοι ἂν πάντως καὶ τὴν ἐπίτομον, οὕτω δὴ καὶ ἐν τῇ φιλοσοφίᾳ τέλος τέ ἐστι καὶ ἀρχὴ μία γνῶναί τε ἑαυτὸν καὶ ἀφομοιωθῆναι τοῖς θεοῖς· ἀρχὴ μὲν οὖν ἑαυτὸν γνῶναι, τέλος δὲ ἡ πρὸς τοὺς κρείττονας ὁμοιότης. Ὅστις οὖν Κυνικὸς εἶναι ἐθέλει, πάντων ὑπεριδὼν τῶν νομισμάτων καὶ τῶν ἀνθρωπίνων δοξῶν, εἰς ἑαυτὸν καὶ τὸν θεὸν ἐπέστραπται πρότερον. ἐκείνῳ τὸ χρυσίον οὐκ ἔστι χρυσίον, οὐχ ἡ ψάμμος ψάμμος, εἰ πρὸς ἀμοιβήν τις αὐτὰ ἐξετάζοι καὶ τῆς ἀξίας αὐτῶν ἐπιτρέψειεν αὐτῷ τιμητῇ γενέσθαι· γῆν γὰρ αὐτὰ οἶδεν 226 ἀμφότερα. τὸ σπανιώτερον δὲ καὶ τὸ ῥᾷον ἀνθρώπων εἶναι κενοδοξίας ταῦτα καὶ ἀμαθίας νενόμικεν ἔργα· τὸ αἰσχρὸν ἢ καλὸν οὐκ ἐν τοῖς ἐπαινουμένοις ἢ ψεγομένοις τίθεται, ἀλλ᾿ ἐν τῇ φύσει· φεύγει τὰς περιττὰς τροφάς· ἀποστρέφεται δὲ τὰ ἀφροδίσια. βιαζομένου δὲ τοῦ σώματος, οὐ δόξῃ προστέτηκεν οὐδὲ περιμένει τὸν μάγειρον καὶ τὰ ὑποτρίμματα καὶ τὴν κνίσσαν, οὐδὲ τὴν Φρύνην οὐδὲ τὴν Λαΐδα οὐδὲ τὴν τοῦ δεῖνος περιβλέπεται γαμετὴν οὐδὲ τὸ θυγάτριον οὐδὲ τὴν θεράπαιναν· ἀλλ᾿ ὡς ἔνι μάλιστα ἐκ τῶν Προστυχόντων ἀποπλήσας τὴν θεραπείαν τοῦ σώματος καὶ τὸ ἐνοχλοῦν ἐξ αὐτοῦ παρωσάμενος, ἄνωθεν ἐκ τῆς Ὀλύμπου κορυφῆς ἐπιβλέπει τοὺς ἄλλους Ἄτης ἐν λειμῶνι κατὰ σκότον ἠλάσκοντας, Ὑπὲρ ὀλίγων παντάπασιν ἀπολαύσεων ὑπομένοντας ὅσα οὐδὲ παρὰ τὸν Κωκυτὸν καὶ τὸν Ἀχέροντα θρυλοῦσιν οἱ κομψότεροι τῶν ποιητῶν. ἡ σύντομος ὁδός ἐστιν αὕτη. δεῖ γὰρ αὐτὸν ἀθρόως ἐκστῆναι ἑαυτοῦ καὶ γνῶναι, ὅτι θεῖός ἐστι, καὶ τὸν νοῦν μὲν τὸν ἑαυτοῦ ἀτρύτως καὶ ἀμετακινήτως συνέχειν ἐν τοῖς θείοις καὶ ἀχράντοις καὶ καθαροῖς νοήμασιν, ὀλιγωρεῖν δὲ πάντη τοῦ σώματος καὶ νομίζειν αὐτὸ κατὰ τὸν Ἡράκλειτον κοπρίων ἐκβλητότερον, ἐκ τοῦ ῥᾴστου δὲ αὑτῷ τὰς θεραπείας ἀποπληροῦν, ἕως ἂν ὁ θεὸς ὥσπερ ὀργάνῳ τῷ σώματι χρῆσθαι ἐπιτάττῃ. Ταῦτα μὲν οὖν ὡς φασὶ ταύτῃ. ἐπανάξω δὲ ὅθεν ἐξέβην. ἐπειδὴ γὰρ τοὺς μύθους προσήκει πρὸς παῖδας ἤτοι τῷ φρονεῖν, κἂν ἄνδρες ὦσιν, ἢ καὶ τοῖς καθ᾿ ἡλικίαν παιδαρίοις ἀπαγγέλλειν, ἐξεταστέον ὅπως μήτε εἰς θεοὺς μήτε εἰς ἀνθρώπους πλημμελὲς ἤ, καθάπερ ἔναγχος, δυσσεβές τι ῥηθείη· καὶ προσέτι τοῦτο ἐν ἅπασιν ἀκριβῶς βασανιστέον, εἰ πιθανός, εἰ τοῖς πράγμασι προσφυής, εἰ μῦθός ἐστιν ἀληθῶς ὁ πλαττόμενος. ἐπεὶ τό γε νῦν ὑπὸ σοῦ πεποιημένον οὐ μῦθός ἐστι σός· καίτοι τοῦτό γε ἐνεανιεύσω· ἀλλ᾿ ὁ μὲν μῦθος Ἐστι παλαιός, ἐφήρμοσας δὲ αὐτὸν σὺ πράγμασιν 227 ἑτέροις, ὅπερ οἶμαι ποιεῖν εἰώθασιν οἱ τῇ τροπικῇ χρώμενοι τῶν νοημάτων κατασκευῇ· πολὺς δὲ ἐν τούτοις ὁ Πάριός ἐστι ποιητής. ἔοικας οὖν οὐδὲ πεποιηκὼς μῦθον, ὦ ξυνετώτατε, μάτην νεανιεύεσθαι· καίτοι τοῦτο τίτθης ἔργον ἐστὶν εὐτραπέλου. Πλουτάρχου δὲ εἰ τὰ μυθικὰ διηγήματα τῶν σῶν εἴσω χειρῶν ἀφῖκτο, οὔποτ᾿ ἂν ἐλελήθει σε, τίνι διαφέρει πλάσαι τε ἐξ ἀρχῆς μῦθον καὶ τὸν κείμενον ἐφαρμόσαι πράγμασιν οἰκείοις. ἀλλ᾿ ἵνα μή σε τὴν σύντομον ὁδεύοντα βίβλοις ἐμβαλὼν μακραῖς καὶ δυσελίκτοις ἐπίσχω μικρὰ καὶ πεδήσω· σὺ δὲ οὐδὲ τὸν Δημοσθένους ἀκήκοας μῦθον, ὃν ἐποίησεν ὁ Παιανιεὺς πρὸς τοὺς Ἀθηναίους, ἡνίκα ὁ Μακεδὼν ἐξῄτει τοὺς Ἀθηναίους ῥήτορας. ἐχρῆν οὖν τι τοιοῦτο πλάσαι· ἢ πρὸς τῶν θεῶν ἔργον ἦν εἰπεῖν μυθάριόν τι τοιοῦτον; ἀναγκάσεις δέ με καὶ μυθοποιὸν γενέσθαι. Πλουσίῳ ἀνδρὶ πρόβατα ἦν πολλὰ καὶ ἀγέλαι βοῶν καὶ αἰπόλια πλατέ᾿ αἰγῶν, ἵπποι δὲ αὐτῷ πολλάκις μυρίαι ἕλος κάτα βουκολέοντο, καὶ ποιμένες δοῦλοί τε καὶ ἐλεύθεροι μισθωτοί, καὶ βουκόλοι βοῶν καὶ αἰγῶν αἰπόλοι καὶ ἱπποφορβοὶ τῶν ἵππων, καὶ πλεῖστα κτήματα. τούτων δὲ αὐτῷ πολλὰ μὲν ὁ πατὴρ ἀπελελοίπει, πολλαπλάσια δὲ αὐτὸς ἐπεκτήσατο, πλουτεῖν θέλων Ἐν δίκῃ τε καὶ παρὰ δίκην· ἔμελε γὰρ αὐτῷ τῶν θεῶν ὀλίγον. ἐγένοντο δὲ αὐτῷ γυναῖκες πολλαὶ καὶ υἱεῖς ἐξ αὐτῶν καὶ θυγατέρες, οἷς ἐκεῖνος διανείμας τὴν οὐσίαν ἔπειτα ἐτελεύτησεν, οὐδὲν αὐτοὺς οἰκονομίας πέρι διδάξας, οὐδ᾿ ὅπως ἄν τις δύναιτο τὰ τοιαῦτα κτᾶσθαι μὴ παρόντα ἢ παρόντα διαφυλάττειν. ᾤετο γὰρ ὑπὸ ἀμαθίας ἀρκεῖν τὸ πλῆθος, ἐπεὶ καὶ αὐτὸς ἦν οὐ μάλα ἐπιστήμων τῆς τοιαύτης τέχνης, ἅτε μὴ λόγῳ προσειληφὼς αὐτήν, ἀλλὰ συνηθείᾳ τινὶ καὶ πείρᾳ μᾶλλον, ὥσπερ οἱ φαῦλοι τῶν ἰατρῶν ἐκ 228 τῆς ἐμπειρίας μόνον ἰώμενοι τοὺς ἀνθρώπους, ὅθεν καὶ διαφεύγει τὰ πολλὰ τῶν νοσημάτων αὐτούς. ἀρκεῖν οὖν νομίσας τὸ πλῆθος τῶν υἱέων πρὸς τὸ φυλάξαι τὴν οὐσίαν οὐδὲν ἐφρόντισεν ὅπως ἔσονται σπουδαῖοι. τὸ δὲ ἄρα αὐτοῖς ἦρξε πρῶτον μὲν τῶν εἰς ἀλλήλους ἀδικημάτων. ἐπιθυμῶν γὰρ ἕκαστος ὥσπερ ὁ πατὴρ πολλὰ ἔχειν καὶ μόνος πάντα ἐπὶ τὸν πέλας ἐτράπετο. τέως μὲν οὖν τοῦτο ἐπράττετο. προσαπέλαυον δὲ καὶ οἱ ξυγγενεῖς, οὐδ᾿ αὐτοὶ παιδευθέντες καλῶς, τῆς τῶν παίδων ἀνοίας τε καὶ ἀμαθίας. εἶτα ἐπίμπλατο φόνων πάντα, καὶ ἡ τραγικὴ κατάρα ὑπὸ τοῦ δαίμονος εἰς ἔργον ἤγετο· τὰ πατρῷα γὰρ θηκτῷ σιδήρῳ διελάγχανον, καὶ ἦν πάντα ἀκοσμίας πλήρη· πατρῷα μὲν ἱερὰ κατεσκάπτετο παρὰ τῶν παίδων ὀλιγωρηθέντα πρότερον ὑπὸ τοῦ πατρὸς καὶ ἀποσυληθέντα τῶν ἀναθημάτων, ἃ ἐτέθειτοπαρὰ πολλῶν μὲν καὶ ἄλλων, οὐχ ἥκιστα δὲ τῶν προπατόρων αὐτοῦ. καθαιρουμένων δὲ τῶν ἱερῶν ἀνῳκοδομεῖτο παλαιὰ καὶ νέα μνήματα, προαγορεύοντος αὐτοῖς τοῦ αὐτομάτου καὶ τῆς τύχης, ὅτι ἄρα πολλῶν αὐτοῖς δεήσει μνημάτων οὐκ εἰς μακράν, ἐπειδήπερ αὐτοῖς ὀλίγον ἔμελε τῶν θεῶν. Πάντων οὖν ὁμοῦ φυρομένων καὶ ξυντελουμένων γάμων τε οὐ γάμων καὶ βεβηλουμένων ὁμοῦ τοῖς θείοις τῶν ἀνθρωπίνων, τὸν Δία ἔλεος ὑπῆλθεν· εἶτα ἀπιδὼν πρὸς τὸν Ἥλιον· ὦ παῖ, εἶπεν, οὐρανοῦ καὶ γῆς ἀρχαιότερον ἐν θεοῖς βλάστημα, μνησικακεῖν ἔτι διανοῇ τῆς ὑπεροψίας ἀνδρὶ αὐθάδει καὶ τολμηρῷ, ὅς σε ἀπολιπὼν αὑτῷ τε καὶ γένει αἴτιος ἐγένετο τῶν τηλικούτων παθημάτων; ἢ νομίζεις, ὅτι μὴ χαλεπαίνεις αὐτῷ μηδ᾿ ἀγανακτεῖς 229 μηδ᾿ ἐπὶ τὸ γένος αὐτοῦ τοὺς οἰστοὺς θήγεις, ἔλαττον εἶναι ταύτης αἴτιος αὐτῷ τῆς ξυμφορᾶς, ἔρημον αὐτοῦ τὴν οἰκίαν ἀφείς; ἀλλ᾿, ἔφη, καλῶμεν τὰς Μοίρας, εἴ πῃ βοηθητέος ὁ ἀνήρ ἐστιν. αἱ δὲ ὑπήκουσαν αὐτίκα τῷ Διί. καὶ ὁ μὲν Ἥλιος, ὥσπερ ἐννοῶν τι καὶ λογιζόμενος αὐτὸς ἐν ἑαυτῷ, προσεῖχεν εἰς τὸν Δία πήξας τὰ ὄμματα. τῶν Μοιρῶν δὲ ἡ πρεσβυτάτη· Κωλύετον, ἔφη, ὦ πάτερ, ἡ Ὁσιότης ξὺν τῇ Δίκῃ. σὸν οὖν ἔργον ἐστίν, ἐπείπερ ἡμᾶς ἐκέλευσας ὑπεικαθεῖν αὐταῖς, πεῖσαι καὶ ἐκείνας. ἀλλ᾿ ἐμαὶ γάρ εἰσιν, ἔφη, θυγατέρες, καὶ ἄξιον δὴ ἐρέσθαι αὐτάς· τί τοίνυν, Ὦ ποτνία, φατόν; ἀλλὰ τούτου μέν, εἰπέτην, ὦ πάτερ, αὐτὸς εἶ κύριος. σκόπει δὲ ὅπως ἐν ἀνθρώποις ὁ πονηρὸς οὑτοσὶ τῆς ἀνοσιουργίας ζῆλος μὴ παντάπασιν ἐπικρατήσει. πρὸς ἀμφότερα, εἶπεν, ἐγὼ σκέψομαι. καὶ αἱ Μοῖραι πλησίον παροῦσαι πάντα ἐπέκλωθον, ὡς ὁ πατὴρ ἐβούλετο. Λέγειν δὲ ὁ Ζεὺς ἄρχεται πρὸς τὸν Ἥλιον· τουτὶ τὸ παιδίον, ἔφη· ξυγγενὲς δὲ ἦν αὐτῶν ἄρα παρερριμμένον που καὶ ἀμελούμενον, ἀδελφιδοῦς ἐκείνου τοῦ πλουσίου καὶ ἀνεψιὸς τῶν κληρονόμων· τοῦτο, ἔφη, σόν ἐστιν ἔκγονον. ὄμοσον οὖν τὸ ἐμόν τε καὶ τὸ σὸν σκῆπτρον, ἦ μὴν ἐπιμελήσεσθαι διαφερόντως αὐτοῦ καὶ ποιμανεῖν αὐτὸ καὶ θεραπεύσειν τῆς νόσου. ὁρᾷς γὰρ ὅπως οἷον ὑπὸ καπνοῦ ῥύπου τε ἀναπέπλησται καὶ λιγνύος, κίνδυνός τε τὸ ὑπὸ σοῦ σπαρὲν ἐν αὐτῷ πῦρ ἀποσβῆναι, ἢν μὴ σύ γε δύσεαι ἀλκήν. σοὶ δὲ ἐγώ τε ξυγχωρῶ καὶ αἱ Μοῖραι· κόμιζε οὖν αὐτὸ καὶ τρέφε. ταῦτα ἀκούσας ὁ βασιλεὺς Ἥλιος ηὐφράνθη τε ἡσθεὶς τῷ βρέφει, σωζόμενον ἔτι καθορῶν ἐν αὐτῷ σπινθῆρα μικρὸν ἐξ ἑαυτοῦ, καὶ τὸ ἐντεῦθεν ἔτρεφεν ἐκεῖνο τὸ παιδίον, ἐξαγαγὼν Ἔκ θ᾿ αἵματος ἔκ τε κυδοιμοῦ Ἔκ τ᾿ ἀνδροκτασίης. 230 Ὁ πατὴρ δὲ ὁ Ζεὺς ἐκέλευσε καὶ τὴν Ἀθηνᾶν τὴν ἀμήτορα, τὴν παρθένον ἅμα τῷ Ἡλίῳ τὸ παιδάριον ἐκτρέφειν. ἐπεὶ δὲ ἐτράφη καὶ νεανίας ἐγένετο Πρῶτον ὑπηνήτης, τοῦπερ χαριεστάτη ἥβη, Κατανοήσας τῶν κακῶν τὸ πλῆθος, ὁπόσον τι περὶ τοὺς ξυγγενεῖς αὐτοῦ καὶ τοὺς ἀνεψιοὺς ἐγεγόνει, ἐδέησε μὲν αὑτὸν εἰς τὸν τάρταρον προέσθαι πρὸς τὸ μέγεθος τῶν κακῶν ἐκπλαγείς. ἐπεὶ δὲ Ἥλιος εὐμενὴς ὢν μετὰ τῆς Προνοίας Ἀθηνᾶς ὕπνον τινὰ καὶ κάρον ἐμβαλὼν τῆς ἐπινοίας ταύτης ἀπήγαγεν, αὖθις ἀνεγερθεὶς ἄπεισιν εἰς ἐρημίαν. εἶτα ἐκεῖ λίθον τινὰ εὑρὼν μικρὸν ἀνεπαύσατο καὶ πρὸς αὑτὸν ἐσκόπει, τίνα τρόπον ἐκφεύξεται τῶν τοσούτων κακῶν τὸ μέγεθος· ἤδη γὰρ αὐτῷ πάντα ἐφαίνετο μοχθηρά, καλὸν δὲ οὐδὲν οὐδαμοῦ τέως. Ἑρμῆς οὖν αὐτῷ· καὶ γὰρ εἶχεν οἰκείως πρὸς αὐτόν· ὥσπερ ἡλικιώτης νεανίσκος φανεὶς ἠσπάσατό τε φιλοφρόνως καί, Δεῦρο, εἶπεν, ἡγεμών σοι ἐγὼ ἔσομαι λειοτέρας καὶ ὁμαλεστέρας ὁδοῦ τουτὶ τὸ μικρὸν ὑπερβάντι τὸ σκολιὸν καὶ ἀπότομον χωρίον, οὗ πάντας ὁρᾶς προσπταίοντας καὶ ἀπιόντας ἐντεῦθεν ὀπίσω. καὶ ὁ νεανίσκος ἀπιὼν ᾤχετο μετὰ πολλῆς εὐλαβείας ἔχων παρ᾿ ἑαυτῷ ξίφος τε καὶ ἀσπίδα καὶ δόρυ, γυμνὰ δὲ αὐτῷ τέως ἦν τὰ περὶ τὴν κεφαλήν. πεποιθὼς οὖν αὐτῷ προῆγεν εἰς τὸ πρόσω διὰ λείας ὁδοῦ καὶ ἀθρύπτου καθαρᾶς τε πάνυ καὶ καρποῖς βριθούσης ἄνθεσί τε πολλοῖς καὶ ἀγαθοῖς, ὅσα ἐστὶ θεοῖς φίλα, καὶ δένδρεσι κιττοῦ καὶ δάφνης καὶ μυρρίνης. ἀγαγὼν δὲ αὐτὸν ἐπί τι μέγα καὶ ὑψηλὸν ὄρος, Ἐπὶ τούτου, ἔφη, τῆς κορυφῆς ὁ πατὴρ πάντων κάθηται τῶν θεῶν. ὅρα οὖν· ἐνταῦθά ἐστιν ὁ μέγας κίνδυνος· ὅπως αὐτὸν ὡς εὐαγέστατα προσκυνήσεις, αἰτήσῃ δὲ παρ᾿ αὐτοῦ ὅ, τι ἂνἐθέλῃς· ἕλοιο δέ, ὦ παῖ, τὰ βέλτιστα. ταῦτα 231 εἰπὼν ἀπέκρυψεν ἑαυτὸν Ἑρμῆς πάλιν. ὁ δὲ ἐβούλετο μὲν παρὰ τοῦ Ἑρμοῦ πυθέσθαι, τί ποτε αἰτήσασθαι χρὴ παρὰ τοῦ πατρὸς τῶν θεῶν, ὡς δὲ πλησίον ὄντα οὐ κατεῖδεν, Ἐνδεὴς μέν, ἔφη, καλὴ δὲ ὅμως ἡ ξυμβουλή. αἰτώμεθα οὖν ἀγαθῇ τύχῃ τὰ κράτιστα καίπερ οὔπω σαφῶς τὸν πατέρα τῶν θεῶν ὁρῶντες. Ὦ Ζεῦ πάτερ ἢ ὅ, τι σοι φίλον ὄνομα καὶ ὅπως ὀνομάζεσθαι· δείκνυέ μοι τὴν ἐπὶ σὲ φέρουσαν ὁδὸν ἄνω. κρείττονα γάρ μοι τὰ ἐκεῖ φαίνεται χωρία παρὰ σὲ μαντευομένῳ τὸ παρὰ σοὶ κάλλος ἀπὸ τῆς ἐν τούτοις ὅθεν πεπορεύμεθα τέως ἀγλαΐας. Εὐξαμένῳ ταῦτα εἴτε ὕπνος τις εἴτε ἔκστασις ἐπῆλθεν. ὁ δὲ αὐτῷ δείκνυσιν αὐτὸν τὸν Ἥλιον. ἐκπλαγεὶς οὖν ὁ νεανίσκος ὑπὸ τῆς θέας, Ἀλλὰ σοὶ μέν, εἶπεν, ὦ θεῶν πάτερ, τῶν τε ἄλλων καὶ τούτων ἕνεκα πάντων ἐμαυτὸν φέρων ἀναθήσω. περιβαλὼν δὲ τοῖς γόνασι τοῦ Ἡλίου τὰς χεῖρας ἀπρὶξ εἴχετο σώζειν ἑαυτὸν δεόμενος. ὁ δὲ καλέσας τὴν Ἀθηνᾶν ἐκέλευε πρῶτον ἀνακρίνειν αὐτόν, ὁπόσα ἐκόμισεν ὅπλα. ἐπεὶ δὲ ἑώρα τήν τε ἀσπίδα καὶ τὸ ξίφος μετὰ τοῦ δόρατος, Ἀλλὰ ποῦ σοι, ἔφη, ὦ παῖ, τὸ Γοργόνειον καὶ τὸ κράνος; ὁ δέ, Καὶ ταῦτα, εἶπε, μόγις ἐκτησάμην· οὐδεὶς γὰρ ἦν ὁ ξυμπονῶν ἐν τῇ τῶν συγγενῶν οἰκίᾳ παρερριμμένῳ. Ἴσθι οὖν, εἶπεν ὁ μέγας Ἥλιος, ὅτι σε πάντως χρὴ ἐπανελθεῖν ἐκεῖσε. ἐνταῦθα ἐδεῖτο Μὴ πέμπειν αὐτὸν ἐκεῖσε πάλιν, ἀλλὰ κατέχειν, ὡς οὐκέθ᾿ ὕστερον ἐπανήξοντα, ἀπολούμενον δὲ ὑπὸ τῶν ἐκεῖ κακῶν. ὡς δὲ ἐλιπάρει δακρύων, Ἀλλὰ νέος εἶ, ἔφη, καὶ ἀμύητος. ἴθι οὖν παρ᾿ ὑμᾶς, ὡς ἂν μυηθείης ἀσφαλῶς τε ἐκεῖ διάγοις· χρὴ γάρ σ᾿ ἀπιέναι καὶ καθαίρειν ἐκεῖνα πάντα τὰ ἀσεβήματα, παρακαλεῖν δὲ ἐμέ τε καὶ τὴν Ἀθηνᾶν καὶ τοὺς ἄλλους θεούς. ἀκούσας ταῦτα ὁ νεανίσκος 232 εἱστήκει σιωπῇ. καὶ ὁ μέγας Ἥλιος ἐπί τινα σκοπιὰν ἀγαγὼν αὐτόν, ἧς τὸ μὲν ἄνω φωτὸς ἦν πλῆρες, τὸ δὲ ὑποκάτω μυρίας ἀχλύος, δι᾿ ἧς ὥσπερ δι᾿ ὕδατος ἀμυδρὸν τὸ φῶς διικνεῖτο τῆς ἐκ τοῦ βασιλέως αὐγῆς Ἡλίου, Ὁρᾷς, εἶπε, τὸν ἀνεψιὸν τὸν κληρονόμον; καὶ ὅς, Ὁρῶ, ἔφη. Τί δέ; τοὺς βουκόλους τουτουσὶ καὶ τοὺς ποιμένας; καὶ τούτους ὁρᾶν εἶπεν ὁ νεανίσκος. Ποταπὸς οὖν τίς σοι ὁ κληρονόμος φαίνεται; ποταποὶ δ᾿ αὖ οἱ ποιμένες τε καὶ βουκόλοι; καὶ ὁ νεανίσκος, Ὁ μέν μοι, ἔφη, δοκεῖ νυστάζειν τὰ πολλὰ καὶ καταδυόμενος λεληθότως ἡδυπαθεῖν, τῶν ποιμένων δὲ ὀλίγον μέν ἐστι τὸ ἀστεῖον, τὸ πλῆθος δὲ μοχθηρὸν καὶ θηριῶδες. ἐσθίει γὰρ καὶ πιπράσκει τὰ πρόβατα καὶ ἀδικεῖ διπλῇ τὸν δεσπότην. τά τε γὰρ ποίμνια αὐτοῦ φθείρει καὶ ἐκ πολλῶν μικρὰ ἀποφέρον ἄμισθον εἶναί φησι καὶ ὀδύρεται. καίτοι κρεῖττον ἦν τοὺς μισθοὺς ἀπαιτεῖν ἐντελεῖς ἢ φθείρειν τὴν ποίμνην. Ἂν οὖν, ἔφη, σὲ ἐγὼ μετὰ ταυτησὶ τῆς Ἀθηνᾶς, ἐπιτάττοντος τοῦΔιός, ἀντὶ τοῦ κληρονόμου τούτου πάντων ἐπίτροπον τούτων καταστήσω — ; πάλιν ἐνταῦθα ὁ νεανίσκος ἀντείχετο καὶ πολλὰ ἱκέτευεν αὐτοῦ μένειν. ὁ δέ, Μὴ λίαν ἀπειθὴς ἔσο, φησί, μή ποτέ Σ᾿ ἀπεχθήρω, ὡς νῦν ἔκπαγλ᾿ ἐφίλησα. Καὶ ὁ νεανίσκος, Ἀλλ᾿, ὦ μέγιστε, εἶπεν, Ἥλιε καὶ Ἀθηνᾶ, σέ τε καὶ αὐτὸν ἐπιμαρτύρομαι τὸν Δία, χρῆσθέ μοι πρὸς ὅ, τι βούλεσθε. πάλιν οὖν ὁ Ἑρμῆς ἄφνω φανεὶς ἐποίησε τὸν νεανίσκον θαρραλεώτερον. ἤδη γὰρ διενοεῖτο τῆς τε ὀπίσω πορείας καὶ τῆς ἐκεῖσε διατριβῆς ηὑρηκέναι τὸν ἡγεμόνα. καὶ ἡ Ἀθηνᾶ, Μάνθανε, εἶπεν, ὦ λῷστε, πατρὸς ἀγαθοῦ τουτουὶ τοῦ θεοῦ καὶ ἐμὸν βλάστημα. τοῦτον, ἔφη, τὸν κληρονόμον οἱ βέλτιστοι μὲν οὐκ εὐφραίνουσι τῶν ποιμένων, οἱ κόλακες δὲ καὶ οἱ μοχθηροὶ δοῦλον καὶ ὑποχείριον πεποίηνται. συμβαίνει οὖν αὐτῷ παρὰ μὲν τῶν ἐπιεικῶν μὴ 233 φιλεῖσθαι, παρὰ δὲ τῶν νομιζομένων φιλεῖν εἰς τὰ μέγιστα ἀδικεῖσθαι. σκόπει οὖν ὅπως ἐπανελθὼν μὴ πρὸ τοῦ φίλου θήσει τὸν κόλακα. δευτέραν ἄκουέ μου παραίνεσιν, ὦ παῖ. νυστάζων οὗτος ἐξαπατᾶται τὰ πολλά· σὺ δὲ νῆφε καὶ γρηγόρει, μή σε διὰ τῆς τοῦ φίλου παρρησίας ὁ κόλαξ ἐξαπατήσας λάθοι, χαλκεὺς οἷά τις γέμων καπνοῦ καὶ μαρίλης, ἔχων ἱμάτιον λευκὸν καὶ τὰ πρόσωπα τῷ ψιμυθίῳ κεχρισμένος, εἶτα αὐτῷ δοίης γῆμαί τινα τῶν σῶν θυγατέρων. τρίτης ἐπάκουέ μου παραινέσεως, καὶ μάλα ἰσχυρῶς φύλαττε σαυτόν, αἰδοῦ δὲ καὶ ἡμᾶς μόνον, ἀνδρῶν Δὲ ὅστις ἡμῖν προσόμοιός ἐστιν, ἄλλον δὲ μηδένα. ὁρᾷς ὅπως τοῦτον τὸν ἠλίθιον ἔβλαψεν αἰσχύνη καὶ τὸ λίαν ἄγαν εἶναι καταπλῆγα; Καὶ ὁ μέγας Ἥλιος αὖθις τὸν λόγον διαδεξάμενος εἶπεν. Ἑλόμενος φίλους ὡς φίλοις χρῶ, μηδὲ αὐτοὺς οἰκέτας μηδὲ θεράποντας νόμιζε, πρόσιθι δὲ αὐτοῖς ἐλευθέρως τε καὶ ἁπλούστατα καὶ γενναίως, μὴ λέγων μὲν ἄλλα, φρονῶν δὲ ἕτερα περὶ αὐτῶν. ὁρᾷς ὅτι καὶ τοῦτον τὸν κληρονόμον τοῦτο ἐπέτριψεν, ἡ πρὸς τοὺς φίλους ἀπιστία; φίλει τοὺς ἀρχομένους ὥσπερ ἡμεῖς σέ. τὰ πρὸς ἡμᾶς ἡγείσθω σοι τῶν καλῶν ἁπάντων· ἐσμὲν γάρ σου καὶ εὐεργεταὶ καὶ φίλοι καὶ σωτῆρες. ἀκούσας ταῦτα ὁ νεανίσκος διεχύθη καὶ δῆλος ἦν ἅπαντα ἤδη τοῖς θεοῖς πειθόμενος. Ἀλλ᾿ ἴθι, ἔφη, πορεύου μετὰ ἀγαθῆς ἐλπίδος. ἡμεῖς γάρ σοι πανταχοῦ συνεσόμεθα ἐγώ τε καὶ Ἀθηνᾶ καὶ Ἑρμῆς ὅδε καὶ σὺν ἡμῖν οἱ θεοὶ πάντες οἱ ἐν Ὀλύμπῳ καὶ οἱ περὶ τὸν ἀέρα καὶ τὴν γῆν καὶ πᾶν πανταχοῦ τὸ θεῖον γένος, ἕως ἂν τά τε πρὸς ἡμᾶς ὅσιος ᾖς καὶ τὰ πρὸς τοὺς φίλους πιστὸς καὶ τὰ πρὸς τοὺς ὑπηκόους φιλάνθρωπος, ἄρχων αὐτῶν καὶ ἡγούμενος 234 ἐπὶ τὰ βέλτιστα· ἀλλὰ μήτε ταῖς σεαυτοῦ μήτε ταῖς ἐκείνων ἐπιθυμίαις δουλεύων ὑπεικάθῃς. ἔχων οὖν τὴν πανοπλίαν, ἣν ἐκόμισας πρὸς ἡμᾶς, ἄπιθι προσλαβὼν ταύτην μὲν τὴν δᾷδα παρ᾿ ἐμοῦ, ἵνα σοι καὶ ἐν τῇ γῇ φῶς λάμπῃ μέγα καὶ μηδὲν ἐπιποθῇς τῶν τῇδε, ταυτησὶ δὲ Ἀθηνᾶς τῆς καλῆς τό τε Γοργόνειον Καὶ τὸ κράνος· πολλὰ γάρ, ὁρᾷς, ἐστὶν αὐτῇ, καὶ δίδωσιν οἷς ἂν ἐθέλῃ. δώσει δέ σοι καὶ Ἑρμῆς χρυσῆν ῥάβδον. ἔρχου οὖν τῇ πανοπλίᾳ κοσμηθεὶς ταύτῃ διὰ πάσης μὲν γῆς, διὰ πάσης δὲ θαλάττης, ἀμετακινήτως τοῖς ἡμετέροις πειθόμενος νόμοις, καὶ μηδείς σε μήτε ἀνδρῶν μήτε γυναικῶν, μήτε τῶν οἰκείων μήτε τῶν ξένων ἀναπείσῃ τῶν ἐντολῶν ἐκλαθέσθαι τῶν ἡμετέρων. ἐμμένων γὰρ αὐταῖς ἡμῖν μὲν ἔσῃ φίλος καὶ τίμιος, αἰδοῖος δὲ τοῖς ἀγαθοῖς ἡμῶν ὑπηρέταις, φοβερὸς δὲ ἀνθρώποις πονηροῖς καὶ κακοδαίμοσιν. ἴσθι δὲ σεαυτῷ τὰ σαρκία δεδόσθαι τῆς λειτουργίας ἕνεκα ταυτησί. βουλόμεθα γάρ σοι τὴν προγονικὴν οἰκίαν αἰδοῖ τῶν προγόνων ἀποκαθῆραι. μέμνησο οὖν, ὅτι τὴν ψυχὴν ἀθάνατον ἔχεις καὶ ἔκγονον ἡμετέραν, ἑπόμενός τε ἡμῖν ὅτι θεὸς ἔσῃ καὶ τὸν ἡμέτερον ὄψει σὺν ἡμῖν πατέρα. Τοῦτο εἴτε μῦθος εἴτε ἀληθής ἐστι λόγος οὐκ οἶδα. τὸ παρὰ σοῦ δὲ πεποιημένον, τίνα βούλει τὸν Πᾶνα, τίνα δὲ εἶναι τὸν Δία, εἰ μὴ τοῦτο, ὡς ἐσμὲν ἐγώ τε καὶ σύ, σὺ μὲν ὁ Ζεύς, ἐγὼ δὲ ὁ Πάν; ὢ τοῦ γελοίου Ψευδόπανος, γελοιοτέρου μέντοι νὴ τὸν Ἀσκληπιὸν τοῦ πάντα μᾶλλον ἢ Διὸς ἀνθρώπου. ταῦτα οὐκ ἔστιν ἀτεχνῶς ἐκ μαινομένου στόματος οὔτι τὴν ἔνθεον, ἀλλὰ τὴν ἔκπληκτον μανίαν; οὐκ οἶσθα, ὅτι καὶ ὁ Σαλμωνεὺς ἔδωκεν ὑπὲρ τούτων τοῖς θεοῖς δίκην, 235 ὅτι ἄνθρωπος ὢν ἐπεχείρει Ζεὺς εἶναι; τὸ δὲ ἐκ τῶν Ἡσιόδου λεγόμενον ὑπὲρ τῶν ὀνομασάντων Ἑαυτοὺς τοῖς τῶν θεῶν ὀνόμασιν, Ἥρας τε καὶ Διός, εἰ μήπω καὶ νῦν ἀκήκοας, ἔχω σοι συγγνῶναι· οὐδὲ γὰρ ἐπαιδοτριβήθης καλῶς οὐδὲ ἔτυχες καθηγεμόνος, ὁποίου περὶ τοὺς ποιητὰς ἐγὼ τουτουὶ τοῦ φιλοσόφου, μεθ᾿ ὃν ἐπὶ τὰ πρόθυρα τῆς φιλοσοφίας ἦλθον ὑπ᾿ ἀνδρὶ τελεσθησόμενος, ὃν νενόμικα τῶν κατ᾿ ἐμαυτὸν πάντων διαφέρειν. ὁ δέ με πρὸ πάντων ἀρετὴν ἀσκεῖν καὶ θεοὺς ἁπάντων τῶν καλῶν νομίζειν ἡγεμόνας ἐδίδασκεν. εἰ μὲν οὖν τι προὔργου πεποίηκεν, αὐτὸς ἂν εἰδείη καὶ πρὸ τούτου γε οἱ βασιλεῖς θεοί· τουτὶ δὲ ἐξῄρει τὸ μανιῶδες καὶ θρασύ, καὶ ἐπειρᾶτό με ποιεῖν ἐμαυτοῦ σωφρονέστερον. ἐγὼ δὲ καίπερ, ὡς οἶσθα, τοῖς ἔξωθεν πλεονεκτήμασιν ἐπτερωμένος ὑπέταξα ὅμως ἐμαυτὸν τῷ καθηγεμόνι καὶ τοῖς ἐκείνου φίλοις καὶ ἡλικιώταις καὶ συμφοιτηταῖς, καὶ ὧν ἤκουον ἐπαινουμένων παρ᾿ αὐτοῦ, τούτων ἔσπευδον ἀκροατὴς εἶναι, καὶ βιβλία ταῦτα ἀνεγίγνωσκον, ὁπόσα αὐτὸς δοκιμάσειεν. Οὕτως ἡμεῖς ὑφ᾿ ἡγεμόσι τελούμενοι, φιλοσόφῳ μὲν τῷ τὰ τῆς προπαιδείας με τελέσαντι, φιλοσοφωτάτῳ δὲ τῷ τὰ πρόθυρα τῆς φιλοσοφίας δείξαντι, σμικρὰ μὲν διὰ τὰς ἔξωθεν ἡμῖν προσπεσούσας ἀσχολίας, ὅμως δ᾿ οὖν ἀπελαύσαμεν τῆς ὀρθῆς ἀγωγῆς, οὐ τὴν σύντομον, ἣν σὺ φής, ἀλλὰ τὴν κύκλῳ πορευθέντες· καίτοι νὴ τοὺς θεοὺς ἐπὶ τὴν ἀρετὴν οἶμαι ὅτι σου συντομωτέραν ἐτραπόμην. ἐγὼ μὲν γὰρ αὐτῆς, Εἰ μὴ φορτικὸν εἰπεῖν, ἐπὶ τοῖς προθύροις ἕστηκα, σὺ δὲ καὶ τῶν προθύρων εἶ πόρρω. σοὶ δὲ ἀρετῆς ἢ τοῖς σοῖς ἀδελφοῖς — , ἀφελὼν δὲ τὸ δύσφημον τὸ λειπόμενον αὐτὸς ἀναπλήρωσον· εἰ βούλει δέ, καὶ παρ᾿ ἡμῶν αὐτὸ ἀνάσχου πρᾴως λεγόμενον, — τίς μετουσία; πᾶσιν ἐπιτιμᾷς αὐτὸς 236 οὐδὲν ἄξιον ἐπαίνου πράττων, ἐπαινεῖς φορτικῶς ὡς οὐδεὶς τῶν ἀμαθεστάτων ῥητόρων, οἷς διὰ τὴν τῶν λόγων ἀπορίαν καὶ τὸ μὴ ἔχειν εὑρεῖν ἐκ τῶν παρόντων ὅ, τι φῶσιν, ἡ Δῆλος ἐπέρχεται καὶ ἡ Λητὼ μετὰ τῶν παίδων, εἶτα κύκνοι λιγυρὸν ᾄδοντες καὶ ἐπηχοῦντα αὐτοῖς τὰ δένδρα, λειμῶνές τε ἔνδροσοι μαλακῆς πόας καὶ βαθείας πλήρεις, ἥ τε ἐκ τῶν ἀνθέων ὀδμὴ καὶ τὸ ἔαρ αὐτὸ καί τινες εἰκόνες τοιαῦται. ποῦ τοῦτο Ἰσοκράτης ἐν τοῖς ἐγκωμιαστικοῖς ἐποίησε λόγοις; ποῦ δὲ τῶν παλαιῶν τις ἀνδρῶν, οἳ ταῖς Μούσαις ἐτελοῦντο γνησίως, ἀλλ᾿ οὐχ ὥσπερ οἱ νῦν; ἀφίημι δὲ τὰ ἑξῆς, ἵνα μὴ καὶ πρὸς τούτους ἀπεχθανόμενος ἅμα τοῖς τε φαυλοτάτοις τῶν Κυνικῶν καὶ τῶν ῥητόρων προσκρούσαιμι· ὡς ἔμοιγε πρός τε τοὺς κρατίστους τῶν Κυνικῶν, εἴ τις ἄρα ἔστι νῦν τοιοῦτος, καὶ πρὸς τοὺς γενναίους ῥήτοράς ἐστι φίλα πάντα. τῶν μὲν δὴ τοιούτων λόγων, εἰ καὶ πολὺ πλῆθος ἐπιρρεῖ· καὶ οὐκ ἔστιν ὅσον οὐχὶ λέγειν ἐθέλων τις ἐκ πάνυ δαψιλοῦς ἀντλήσειεν ἂν πίθου· τῆς προκειμένης ἡμῖν ἀσχολίας ἕνεκεν ἀφέξομαι. μικρὰ δὲ ἔτι τῷ λόγῳ προσθεὶς ὥσπερ ὀφλήματι τὸ ἐνδέον ἐπ᾿ ἄλλο τι τρέψομαι, ταυτηνὶ τὴν ξυγγραφὴν αὐτοῦ που πληρώσας. Τίς οὖν ἡ τῶν Πυθαγορικῶν εὐλάβεια περὶ τὰ τῶν θεῶν ὀνόματα, τίς δὲ ἡ Πλάτωνος; ποταπὸς δὲ ἦν ἐν τούτοις Ἀριστοτέλης; ἆρ᾿ οὐκ ἄξιον αὐτὸ ἰδεῖν; ἢ τὸν μὲν Σάμιον οὐδεὶς ἀντερεῖ τοιοῦτον γενέσθαι; καὶ γὰρ οὔτε τὸ ὀνόματα θεῶν ἐν τῇ σφραγῖδι φορεῖν ἐπέτρεπεν οὔτε τὸ ὅρκῳ χρῆσθαι προπετῶς τοῖς τῶν θεῶν ὀνόμασιν. εἰ δὲ νῦν λέγοιμι, ὅτι καὶ εἰς Αἴγυπτον ἐπορεύθη καὶ 237 Πέρσας εἶδε καὶ πανταχοῦ πάντα ἐπειράθη τὰ μυστήρια τῶν θεῶν ἐποπτεῦσαι καὶ τελεσθῆναι παντοίας πανταχοῦ τελετάς, ἐρῶ μὲν ἴσως ἄγνωστά σοι, γνώριμα μέντοι καὶ σαφῆ τοῖς πολλοῖς. ἀλλὰ τοῦ Πλάτωνος ἄκουε· τὸ δ᾿ ἐμὸν δέος, ὦ Πρώταρχε, πρὸς τὰ τῶν θεῶν ὀνόματα οὐκ ἔστι κατ᾿ ἄνθρωπον, ἀλλὰ πέρα τοῦ μεγίστου φόβου. καὶ νῦν τὴν μὲν Ἀφροδίτην ὅπῃ ἐκείνῃ φίλον, ταύτῃ προσαγορεύω· τὴν δ᾿ ἡδονὴν οἶδα ὡς ἔστι ποικίλον· ταῦτα ἐν Φιλήβῳ λέγεται, καὶ τοιαῦτα ἕτερα πάλιν ἐν Τιμαίῳ· πιστεύειν γὰρ Ἁπλῶς ἀξιοῖ καὶ χωρὶς ἀποδείξεως λεγομένοις, ὅσα ὑπὲρ τῶν θεῶν φασιν οἱ ποιηταί. ταῦτα δὲ παρέθηκα, μή ποτέ σοι παράσχῃ πρόφασιν, ὥσπερ οἶμαι τῶν Πλατωνικῶν πολλοῖς, ὁ Σωκράτης εἴρων ὢν φύσει τὴν Πλατωνικὴν ἀτιμάσαι δόξαν. ἐκεῖ γὰρ οὐχ ὁ Σωκράτης, ἀλλ᾿ ὁ Τίμαιος ταῦτα λέγει ἥκιστα ὢν εἴρων. καίτοι τοῦτό γέ ἐστιν οὐχ ὑγιὲς μὴ τὰ λεγόμενα ἐξετάζειν, ἀλλὰ τοὺς λέγοντας, καὶ τὸ πρὸς τίνας οἱ λόγοι γίγνονται. βούλει δῆτα τὸ μετὰ τοῦτο τὴν πάνσοφον ὑπαγορεύσω σειρῆνα, τὸν τοῦ λογίου τύπον Ἑρμοῦ, τὸν τῷ Ἀπόλλωνι καὶ ταῖς Μούσαις φίλον; ἐκεῖνος ἀξιοῖ τοὺς ἐπερωτῶντας ἢ ζητεῖν ὅλως ἐπιχειροῦντας, εἰ θεοί εἰσιν, οὐχ ὡς ἀνθρώπους ἀποκρίσεως τυγχάνειν, ἀλλ᾿ ὡς τὰ θηρία κολάσεως. εἰ δὲ ἀνεγνώκεις τὸν συστατικὸν αὐτοῦ λόγον, ὃς ὥσπερ τῆς Πλάτωνος, οὕτω δὴ καὶ τῆς ἐκείνου διατριβῆς προυγέγραπτο, ἔγνως ἂν πρὸ πάντων, ὅτι τὰ πρὸς τοὺς θεοὺς εὐσεβεῖς εἶναι καὶ μεμυῆσθαι πάντα τὰ μυστήρια καὶ τετελέσθαι τὰς ἁγιωτάτας τελετὰς καὶ διὰ πάντων τῶν μαθημάτων ἦχθαι τοῖς εἴσω τοῦ περιπάτου βαδίζουσι προηγόρευτο. Σὺ δὲ ὅπως ἡμῖν μὴ τὸν Διογένη προβαλὼν 238 ὥσπερ τι μορμολυκεῖον ἐκφοβήσεις. οὐ γὰρ ἐμυήθη, φασίν, ἀλλὰ καὶ πρὸς τὸν προτρεπόμενον μυηθῆναι, Γελοῖον, εἶπεν, ὦ νεανίσκε, εἰ τοὺς μὲν τελώνας οἴει ταύτης ἕνεκα τῆς τελετῆς κοινωνήσειν τοῖς ὁσίοις τῶν ἐν ᾅδου καλῶν, Ἀγησίλαον Δὲ καὶ Ἐπαμεινώνδαν ἐν τῷ βορβόρῳ κείσεσθαι. τοῦτο, ὦ νεανίσκε, βαθὺ λίαν ἐστὶ καὶ δεόμενον ἐξηγήσεως, ὡς ἐμαυτὸν πείθω, μείζονος, ὁποίας ἡμῖν αὐταὶ δοῖεν αἱ θεαὶ τὴν ἐπίνοιαν· νομίζω δὲ αὐτὴν ἤδη καὶ δεδόσθαι. φαίνεται γὰρ ὁ Διογένης οὐχ, ὥσπερ ὑμεῖς ἀξιοῦτε, δυσσεβής, ἀλλ᾿ ἐκείνοις, ὧν μικρῷ πρόσθεν ἐπεμνήσθην, προσόμοιος. ἀπιδὼν γὰρ εἰς τὴν περίστασιν τὴν καταλαβοῦσαν αὐτόν, εἶτα εἰς τὰς ἐντολὰς βλέπων τοῦ Πυθίου καὶ συνιεὶς ὅτι τὸν μυούμενον ἐχρῆν πολιτογραφηθῆναι πρότερον καὶ Ἀθηναῖον, εἰ καὶ μὴ φύσει, τῷ νόμῳ γε γενέσθαι, τοῦτο ἔφυγεν, οὐ τὸ μυηθῆναι, νομίζων αὑτὸν εἶναι τοῦ κόσμου πολίτην, καὶ ταῖς ὅλαις τῶν θεῶν οὐσίαις, αἳ τὸν ὅλον κοινῇ κόσμον ἐπιτροπεύουσιν, ἀλλ᾿ οὐ ταῖς τὰ μέρη κατανειμαμέναις αὐτοῦ, διὰ μεγαλοφροσύνην ἀξιῶν συμπολιτεύεσθαι· τό τε νόμιμον οὐ παρέβη αἰδοῖ τῶν θεῶν, καίτοι τἆλλα πατῶν καὶ παραχαράττων· αὑτόν τε οὐκ ἐπανήγαγεν, ὅθεν ἄσμενος ἠλευθέρωτο. τί δ᾿ ἦν τοῦτο; τὸ πόλεως μιᾶς δουλεῦσαι νόμοις ἑαυτόν τε ὑποθεῖναι τούτῳ, ὅπερ ἦν ἀνάγκη παθεῖν Ἀθηναίῳ γενομένῳ. πῶς γὰρ οὐκ ἔμελλεν ὁ τῶν θεῶν ἕνεκεν εἰς Ὀλυμπίαν βαδίζων, ὁ τῷ Πυθίῳ πεισθεὶς καὶ φιλοσοφήσας ὥσπερ Σωκράτης· φησὶ γὰρ καὶ αὐτὸς εἶναι Πύθιον οἴκοι παρ᾿ ἑαυτῷ, ὅθεν αὐτῷ καὶ ἡ ὁρμὴπρὸς φιλοσοφίαν ἐγένετο· παριέναι τῶν ἀνακτόρων 239 εἴσω καὶ μάλα ἀσμένως, εἰ μὴ τοῦτο ἐξέκλινε τὸ ὑποθεῖναι νόμοις ἑαυτὸν καὶ δοῦλον ἀποφῆναι πολιτείας; ἀλλὰ διὰ τί μὴ ταύτην αὐτὴν εἶπε τὴν αἰτίαν, ἐκ τῶν ἐναντίων δὲ τὴν παραιρουμένην οὐ σμικρὰ τῆς τῶν μυστηρίων σεμνότητος; ἴσως μὲν ἄν τις τὰ τοιαῦτα καὶ Πυθαγόρᾳ μάλιστα ἐπισκήψειεν, οὐκ ὀρθῶς λογιζόμενος. οὔτε γὰρ ῥητέον πάντα ἐστίν, αὐτῶν τε οἶμαι τούτων, ὧν θέμις φάναι, ἔνια πρὸς τοὺς πολλοὺς σιωπητέον εἶναί μοι φαίνεται. φανερὰ δὲ ὅμως ἐστὶ καὶ τούτων ἡ αἰτία. κατανοήσας γὰρ ἀμελοῦντα μὲν τῆς περὶ τὸν βίον ὀρθότητος, ἐπὶ δὲ τῷ μεμυῆσθαι μέγα φρονοῦντα τὸν παραινοῦντα αὐτῷ τοιαῦτα, σωφρονίζων ἅμα καὶ διδάσκων αὐτόν, ὅτι τοῖς μέν, οἷς ἀξίως τοῦ μυηθῆναι βεβίωται, καὶ μὴ μυηθεῖσιν οἱ θεοὶ τὰς ἀμοιβὰς ἀκεραίους φυλάττουσι, τοῖς δὲ μοχθηροῖς οὐδέν ἐστι πλέον, κἂν εἴσω τῶν ἱερῶν εἰσφρήσωσι περιβόλων. ἢ γὰρ οὐ ταῦτα καὶ ὁ ἱεροφάντης προαγορεύει, ὅστις χεῖρα μὴ καθαρὸς καὶ ὅντινα μὴ χρή, τούτοις ἀπαγορεύων μὴ μυεῖσθαι; Τί πέρας ἡμῖν ἔσται τῶν λόγων, εἰ ταῦτα μήπω σε πείθει; [VIII] ΙΟΥΛΙΑΝΟΥ ΚΑΙΣΑΡΟΣ ΕΠΙ ΤΗΙ ΕΞΟΔΩΙ ΤΟΥ ΑΓΑΘΩΤΑΤΟΥ ΣΑΛΟΥΣΤΙΟΥ 240 ΠΑΡΑΜΥΘΗΤΙΚΟΣ ΕΙΣ ΕΑΥΤΟΝ Ἀλλ᾿ εἰ μὴ καὶ πρὸς σὲ διαλεχθείην ὅσα πρὸς ἐμαυτὸν διελέχθην, ἐπειδή σε βαδίζειν ἐπυθόμην χρῆναι παρ᾿ ἡμῶν, ἔλαττον ἔχειν οἰήσομαι πρὸς παραψυχήν, ὦ φίλε ἑταῖρε, μᾶλλον δὲ οὐδὲ τὴν ἀρχὴν πεπορίσθαι τινὰ ῥᾳστώνην ἐμαυτῷ νομιῶ, ἧς σοί γε οὐ μεταδέδωκα. κοινωνήσαντας γὰρ ἡμᾶς ἀλλήλοις πολλῶν μὲν ἀλγεινῶν, πολλῶν δὲ ἡδέων ἔργων τε καὶ λόγων, ἐν πράγμασιν ἰδίοις τε καὶ δημοσίοις, οἴκοι καὶ ἐπὶ στρατοπέδου, κοινὸν εὑρίσκεσθαι χρὴ τῶν παρόντων, ὁποῖά ποτ᾿ ἂν ᾖ, παιώνιον ἄκος. ἀλλὰ τίς ἂν ἡμῖν ἢ τὴν Ὀρφέως μιμήσαιτο λύραν ἢ τοῖς Σειρήνων ἀντηχήσειε μέλεσιν ἢ τὸ νηπενθὲς ἐξεύροι φάρμακον; εἴτε λόγος ἦν ἐκεῖνο πλήρης Αἰγυπτίων διηγημάτων, εἴθ᾿ ὅπερ αὐτὸς ἐποίησεν, ἐν τοῖς ἑπομένοις ἐνυφήνας τὰ Τρωικὰ πάθη, τοῦτο τῆς Ἑλένης παρ᾿ Αἰγυπτίων μαθούσης, οὐχ ὅσα Ἕλληνες καὶ Τρῶες ἀλλήλους ἔδρασαν, ἀλλὰ ποταποὺς εἶναι χρὴ τοὺς λόγους, οἳ τὰς μὲν Ἀλγηδόνας ἀφαιρήσουσι τῶν ψυχῶν, εὐφροσύνης δὲ καὶ γαλήνης αἴτιοι καταστήσονται. καὶ γάρ πως ἔοικεν ἡδονὴ καὶ λύπη τῆς αὐτῆς κορυφῆς ἐξῆφθαι καὶ παρὰ μέρος ἀλλήλαις ἀντιμεθίστασθαι. 241 τῶν προσπιπτόντων δὲ καὶ τὰ λίαν ἐργώδη φασὶν οἱ σοφοὶ τῷ νοῦν ἔχοντι φέρειν οὐκ ἐλάττονα τῆς δυσκολίας τὴν εὐπάθειαν, ἐπεὶ καὶ τὴν μέλιτταν ἐκ τῆς δριμυτάτης πόας τῆς περὶ τὸν Ὑμηττὸν φυομένης γλυκεῖαν ἀνιμᾶσθαι δρόσον καὶ τοῦ μέλιτος εἶναι δημιουργόν. ἀλλὰ καὶ τῶν σωμάτων ὅσα μὲν ὑγιεινὰ καὶ ῥωμαλέα καθέστηκεν, ὑπὸ τῶν τυχόντων τρέφεται σιτίων, καὶ τὰ δυσχερῆ δοκοῦντα πολλάκις ἐκείνοις οὐκ ἀβλαβῆ μόνον, ἀλλὰ καὶ τῆς ἰσχύος αἴτια γέγονεν· ὅσοις δὲ πονηρῶς ἔχει φύσει καὶ τροφῇ καὶ ἐπιτηδεύσει τὸ σῶμα, τὸν πάντα βίον νοσηλευομένοις, τούτοις καὶ τὰ κουφότατα βαρυτάτας εἴωθε προστιθέναι βλάβας. οὐκοῦν καὶ τῆς διανοίας ὅσοι μὲν οὕτως ἐπεμελήθησαν, ὡς μὴ παμπονήρως ἔχειν, ἀλλ᾿ ὑγιαίνειν μετρίως, εἰ καὶ μὴ κατὰ τὴν Ἀντισθένους καὶ Σωκράτους ῥώμην μηδὲ τὴν Καλλισθένους ἀνδρείαν μηδὲ τὴν Πολέμωνος ἀπάθειαν, ἀλλ᾿ ὥστε δύνασθαι τὸ μέτριον ἐν τοῖς τοιούτοις αἱρεῖσθαι, τυχὸν ἂν καὶ ἐν δυσκολωτέροις εὐφραίνοιντο. Ἐγώ τοι καὶ αὐτὸς πεῖραν ἐμαυτοῦ λαμβάνων, ὅπως πρὸς τὴν σὴν πορείαν ἔχω τε καὶ ἕξω, τοσοῦτον ὠδυνήθην, ὅσον ὅτε πρῶτον τὸν ἐμαυτοῦ καθηγεμόνα κατέλιπον οἴκοι· πάντων γὰρ ἀθρόως εἰσῄει με μνήμη, τῆς τῶν πόνων κοινωνίας, ὧν ἀλλήλοις συνδιηνέγκαμεν, τῆς ἀπλάστου καὶ Καθαρᾶς ἐντεύξεως, τῆς ἀδόλου καὶ δικαίας ὁμιλίας, τῆς ἐν ἅπασι τοῖς καλοῖς κοινοπραγίας, τῆς πρὸς τοὺς πονηροὺς ἰσορρόπου τε καὶ ἀμεταμελήτου προθυμίας τε καὶ ὁρμῆς, ὡς μετ᾿ ἀλλήλων ἔστημεν πολλάκις ἶσον θυμὸν ἔχοντες, ὁμότροποι καὶ ποθεινοὶ φίλοι. πρὸς δὲ αὖ τούτοις εἰσῄει με μνήμη τοῦ Οἰώθη δ᾿ Ὀδυσεύς· εἰμὶ γὰρ ἐγὼ νῦν ἐκείνῳ παραπλήσιος, ἐπεὶ σὲ μὲν κατὰ τὸν Ἕκτορα θεὸς ἐξήγαγεν ἔξω βελῶν, ὧν οἱ συκοφάνται πολλάκις ἀφῆκαν ἐπὶ σέ, 242 μᾶλλον δὲ εἰς ἐμέ, διὰ σοῦ τρῶσαι βουλόμενοι, ταύτῃ με μόνον ἁλώσιμον ὑπολαμβάνοντες, εἰ τοῦ πιστοῦ φίλου καὶ προθύμου συνασπιστοῦ καὶ πρὸς τοὺς κινδύνους ἀπροφασίστου κοινωνοῦ τῆς συνουσίας στερήσειαν. οὐ μὴν ἔλαττον οἶμαί σε διὰ τοῦτο ἀλγεῖν ἢ ἐγὼ νῦν, ὅτι σοι τῶν πόνων καὶ τῶν κινδύνων ἔλαττον μέτεστιν, ἀλλὰ καὶ πλέον ὑπὲρ ἐμοῦ δεδιέναι καὶ τῆς ἐμῆς κεφαλῆς, μή τι πάθῃ. καὶ γάρ τοι καὶ αὐτὸς οὐκ ἐν δευτέρῳ τῶν ἐμὼν ἐθέμην τὰ σά, καὶ σοῦ δὲ ὁμοίως ἔχοντος πρὸς ἡμᾶς ᾐσθόμην. ὅθεν εἰκότως καὶ μάλα δάκνομαι, ὅτι σοι, τῶν ἄλλων ἕνεκα λέγειν δυναμένῳ Οὐδὲν μέλει μοι· τἀμὰ γὰρ καλῶς ἔχει, Μόνος εἰμὶ λύπης αἴτιος καὶ φροντίδος. Ἀλλὰ τούτου μὲν ἐξ ἴσης, ὡς ἔοικε, κοινωνοῦμεν, σὺ μὲν ὑπὲρ ἡμῶν ἀλγῶν μόνον, ἐγὼ δὲ ἀεὶ ποθῶν τὴν σὴν συνουσίαν καὶ τῆς φιλίας μεμνημένος, ἣν ἐκ τῆς ἀρετῆς μὲν μάλιστα καὶ προηγουμένως, Ἔπειτα καὶ διὰ τὴν χρείαν, ἣν ἐγὼ μὲν σοί, σὺ δὲ ἐμοὶ συνεχῶς παρέσχες, ἀνακραθέντες ἀλλήλοις ὡμολογήσαμεν, οὐχ ὅρκοις οὐδὲ τοιαύταις ἀνάγκαις ταῦτα πιστούμενοι, ὥσπερ ὁ Θησεὺς καὶ ὁ Πειρίθους, ἀλλ᾿ ἐξ ὧν ἀεὶ ταὐτὰ νοοῦντες καὶ προαιρούμενοι κακὸν μὲν δοῦναι τῶν πολιτῶν τινι τοσοῦτον δέω λέγειν ἀπέσχομεν, ὥστε οὐδὲ ἐβουλευσάμεθά ποτε μετὰ ἀλλήλων· χρηστὸν δὲ εἴ τι γέγονεν ἢ βεβούλευται κοινῇ παρ᾿ ἡμῶν, τοῦτο ἄλλοις εἰπεῖν μελήσει. Ὡς μὲν οὖν εἰκότως ἀλγῶ τοῖς παροῦσιν, οὐ φίλου μόνον, ἀλλὰ καὶ συνεργοῦ πιστοῦ, δοίη δὲ ὁ 243 δαίμων, καὶ πρὸς ὀλίγον ἀπαλλαττόμενος, οἶμαι καὶ Σωκράτη τὸν μέγαν τῆς ἀρετῆς κήρυκα καὶ διδάσκαλον ἔμοιγε συνομολογήσειν ἐξ ὧν ἐκεῖνον γνωρίζομεν, λέγω δὲ τῶν Πλάτωνος λόγων, τεκμαιρόμενος ὑπὲρ αὐτοῦ. φησὶ γοῦν ὅτι Χαλεπώτερον ἐφαίνετό μοι ὀρθῶς τὰ πολιτικὰ διοικεῖν· οὔτε γὰρ ἄνευ φίλων ἀνδρῶν καὶ ἑταίρων πιστῶν οἷόν τε εἶναι πράττειν, οὔτ᾿ εὐπορεῖν τούτων ξὺν πολλῇ ῥᾳστώνῃ. καίτοι τοῦτό γε εἰ Πλάτωνι μεῖζον ἐφαίνετο τοῦ διορύττειν τὸν Ἄθω, τί χρὴ προσδοκᾶν ἡμᾶς ὑπὲρ αὐτοῦ τοὺς πλέον ἀπολειπομένους τῆς ἐκείνου συνέσεώς τε καὶ γνώμης ἢ ᾿κεῖνος τοῦ θεοῦ; ἐμοὶ δὲ οὐδὲ τῆς χρείας μόνον ἕνεκα, ἣν ἀντιδιδόντες ἀλλήλοις ἐν τῇ πολιτείᾳ ῥᾷον εἴχομεν πρὸς τὰ παρὰ γνώμην ὑπὸ τῆς τύχης καὶ τῶν ἀντιταττομένων ἡμῖν πραττόμενα, ἀλλὰ καὶ τῆς μόνης ἀεί μοι θαλπωρῆς τε Καὶ τέρψεως ἐνδεὴς οὐκ εἰς μακρὰν ἔσεσθαι μέλλων, εἰκότως δάκνομαί τε καὶ δέδηγμαι τὴν ἐμαυτοῦ καρδίαν. ἐς τίνα γὰρ οὕτως ἔσται μοι λοιπὸν εὔνουν ἀποβλέψαι φίλον; τίνος δὲ ἀνασχέσθαι τῆς ἀδόλου καὶ καθαρᾶς παρρησίας; τίς δὲ ἡμῖν συμβουλεύσει μὲν ἐμφρόνως, ἐπιτιμήσει δὲ μετ᾿ εὐνοίας, ἐπιρρώσει δὲ πρὸς τὰ καλὰ χωρὶς αὐθαδείας καὶ τύφου, παρρησιάσεται δὲ τὸ πικρὸν ἀφελὼν τῶν λόγων, ὥσπερ οἱ τῶν φαρμάκων ἀφαιροῦντες μὲν τὸ λίαν δυσχερές, ἀπολείποντες δὲ αὐτὸ τὸ χρήσιμον; ἀλλὰ τοῦτο μὲν ἐκ τῆς σῆς φιλίας ὄφελος ἐκαρπωσάμην. τοσούτων δὲ ὁμοῦ ἐστερημένος, τίνων ἂν εὐπορήσαιμι λόγων, οἵ με, διὰ τὸν σὸν πόθον σά τε μήδεα σήν τε ἀγανοφροσύνην αὐτὴν προέσθαι τὴν ψυχὴν κινδυνεύοντα, πείσουσιν ἀτρεμεῖν καὶ φέρειν ὅσα δέδωκεν ὁ θεὸς γενναίως; εἰς ταὐτὸ γὰρ ἔοικεν αὐτῷ νοῶν ὁ μέγας 244 αὐτοκράτωρ ταῦθ᾿ οὕτω νυνὶ βουλεύσασθαι. τί ποτε οὖν ἄρα χρὴ διανοηθέντα καὶ τίνας ἐπῳδὰς εὑρόντα πεῖσαι πρᾴως ἔχειν ὑπὸ τοῦ πάθους θορυβουμένην τὴν ψυχήν; ἆρα ἡμῖν οἱ Ζαμόλξιδός εἰσι μιμητέοι λόγοι, λέγω δὲ τὰς ἐκ Θρᾴκης ἐπῳδάς, ἃς Ἀθήναζε φέρων ὁ Σωκράτης πρὸ τοῦ τὴν ὀδύνην ἰᾶσθαι τῆς κεφαλῆς ἐπᾴδειν ἠξίου τῷ καλῷ Χαρμίδῃ; ἢ τούτους μὲν ἅτε δὴ μείζονας καὶ περὶ μειζόνων οὐ κινητέον, ὥσπερ ἐν θεάτρῳμικρῷ μηχανὰς μεγάλας, ἀλλ᾿ ἐκ τῶν ἔμπροσθεν ἔργων, ὧν ἐπυθόμεθα τὰ κλέα, φησὶν ὁ ποιητής, ὥσπερ ἐκ λειμῶνος δρεψάμενοι ποικίλου καὶ πολυειδοῦς ἄνθη τὰ κάλλιστα ψυχαγωγήσομεν αὑτοὺς τοῖς διηγήμασι, μικρὰ τῶν ἐκ φιλοσοφίας αὐτοῖς προστιθέντες; ὥσπερ γὰρ οἶμαι τοῖς λίαν γλυκέσιν οἱ παρεγχέοντες οὐκ οἶδ᾿ ὁποῖ᾿ ἄττα φάρμακα τὸ προσκορὲς αὐτῶν ἀφαιροῦσιν, οὕτω τοῖς διηγήμασιν ἐκ φιλοσοφίας ἔνια προστιθέμενα τὸ δοκεῖν ἐξ ἱστορίας ἀρχαίας ὄχλον ἐπεισάγειν, οὐδὲν δέον, καὶ περιττὴν ἀδολεσχίαν ἀφαιρεῖται. Τί πρῶτον; τί δ᾿ ἔπειτα; τί δ᾿ ὑστάτιον καταλέξω; πότερον ὡς ὁ Σκηπίων ἐκεῖνος, ὁ τὸν Λαίλιον ἀγαπήσας καὶ φιληθεὶς τὸ λεγόμενον ἴσῳ ζυγῷ παρ᾿ ἐκείνου πάλιν, ἡδέως μὲν αὐτῷ συνῆν, ἔπραττε δὲ οὐδέν, ὧν μὴ πρότερον ἐκεῖνος πύθοιτο καὶ φήσειεν εἶναι πρακτέον; ὅθεν οἶμαι καὶ λόγον παρέσχε τοῖς ὑπὸ φθόνου τὸν Σκηπίωνα λοιδοροῦσιν, ὡς ποιητὴς μὲν ὁ Λαίλιος εἴη τῶν ἔργων, Ἀφρικανὸς δὲ ὁ τούτων ὑποκριτής. αὕτη τοι καὶ ἡμῖν ἡ φήμη πρόσκειται, καὶ οὐ μόνον οὐ δυχεραίνω χαίρω δὲ ἐπ᾿ αὐτῇ πλέον. τὸ γὰρ τοῖς ὀρθῶς ὑπ᾿ ἄλλου γνωσθεῖσι πεισθῆναι μείζονος ἀρετῆς ὁ Ζήνων ποιεῖται γνώρισμα τοῦ γνῶναί 245 τινα αὐτὸν ἐξ αὑτοῦ τὰ δέοντα, τὴν Ἡσιόδου μεθαρμόττων ῥῆσιν, Οὗτος μὲν πανάριστος, ὃς εὖ εἰπόντι πίθηται Λέγων ἀντὶ τοῦ νοήσῃ πάνθ᾿ ἑαυτῷ. ἐμοὶ δὲ οὐ διὰ τοῦτο χαρίεν εἶναι δοκεῖ· πείθομαι γὰρ ἀληθέστερον μὲν Ἡσίοδον λέγειν, ἀμφοῖν δὲ ἄμεινον Πυθαγόραν, ὃς καὶ τῇ παροιμίᾳ παρέσχε τὴν ἀρχὴν καὶ τὸ λέγεσθαι κοινὰ τὰ φίλων ἔδωκε τῷ βίῳ, οὐ δήπου τὰ χρήματα λέγων μόνον, ἀλλὰ καὶ τὴν τοῦ νοῦ καὶ τῆς φρονήσεως κοινωνίαν, ὥσθ᾿ ὅσα μὲν εὗρες αὐτός, οὐδὲν ἔλαττον ταῦτα τοῦ πεισθέντος ἐστίν, ὅσα δὲ τῶν σῶν ὑπεκρινάμην, τούτων αὐτῶν εἰκότως τὸ ἴσον μετέχεις. ἀλλὰ ταῦτα μὲν ὁποτέρου μᾶλλον ἂν φαίνηται, καὶ θατέρῳ προσήκει, καὶ τοῖς βασκάνοις οὐδὲν ἔσται πλέον ἐκ τῶν λόγων. Ἡμῖν δὲ ἐπανιτέον ἐπὶ τὸν Ἀφρικανὸν καὶ τὸν Λαίλιον. ἐπειδὴ γὰρ ἀνῄρητο μὲν ἡ Καρχηδὼν καὶ τὰ περὶ τὴν Λιβύην ἅπαντα τῆς Ῥώμης ἐγεγόνει δοῦλα, πέμπει μὲν Ἀφρικανὸς τὸν Λαίλιον· ἀνήγετο δὲ ἐκεῖνος εὐαγγέλια τῇ πατρίδι φέρων· καὶ ὁ Σκηπίων ἤχθετο μὲν ἀπολειπόμενος τοῦ φίλου, οὐ μὴν ἀπαραμύθητον αὑτῷ τὸ πάθος ᾤετο. καὶ τὸν Λαίλιον δὲ δυσχεραίνειν εἰκός, ἐπειδὴ μόνος ἀνήγετο, οὐ μὴν ἀφόρητον ἐποιεῖτο τὴν συμφοράν. ἔπλει καὶ Κάτων ἀπολιπὼν οἴκοι τοὺς αὑτοῦ συνήθεις, καὶ Πυθαγόρας, καὶ Πλάτων καὶ Δημόκριτος οὐδένα παραλαβόντες κοινωνὸν τῆς ὁδοῦ, καίτοι πολλοὺς οἴκοι τῶν φιλτάτων ἀπολιμπάνοντες. ἐστρατεύσατο καὶ Περικλῆς ἐπὶ τὴν Σάμον οὐκ ἄγων τὸν Ἀναξαγόραν, καὶ τὴν Εὔβοιαν παρεστήσατο ταῖς μὲν ἐκείνου βουλαῖς, ἐπεπαίδευτο γὰρ ὑπ᾿ ἐκείνῳ, τὸ σῶμα δὲ οὐκ ἐφελκόμενος ὥσπερ ἄλλο τι τῶν ἀναγκαίων πρὸς τὰς Μάχας. καίτοι καὶ τοῦτον ἄκοντα, φασίν, Ἀθηναῖοι τῆς πρὸς τὸν διδάσκαλον ἀπέστησαν συνουσίας. ἀλλ᾿ ἔφερεν ὡς ἀνὴρ ἔμφρων ὢν τὴν ἄνοιαν τῶν αὑτοῦ πολιτῶν ἐγκρατῶς καὶ πρᾴως. καὶ γὰρ ἀνάγκῃ τῇ πατρίδι καθάπερ μητρὶ δικαίως μὲν οὔ, χαλεπῶς δὲ ὅμως ἐχούσῃ πρὸς τὴν συνουσίαν αὐτῶν, εἴκειν ᾤετο χρῆναι, ταῦτα, ὡς εἰκός, λογιζόμενος· ἀκούειν δὲ χρὴ τῶν ἑξῆς ὡς τοῦ Περικλέους αὐτοῦ· Ἐμοὶ πόλις μέν ἐστι καὶ πατρὶς ὁ κόσμος, καὶ φίλοι θεοὶ καὶ δαίμονες καὶ πάντες ὅσοι καὶ ὁπουοῦν σπουδαῖοι. χρὴ δὲ καὶ τὴν οὗ γεγόναμεν τιμᾶν, ἐπειδὴ τοῦτο θεῖός ἐστι νόμος, καὶ πείθεσθαί γε οἷς ἂν ἐπιτάττῃ καὶ μὴ βιάζεσθαι μηδέ, ὅ φησιν ἡ παροιμία, πρὸς κέντρα λακτίζειν· ἀπαραίτητον γάρ ἐστι τὸ λεγόμενον ζυγὸν τῆς ἀνάγκης. οὐ μὴν ὀδυρτέον οὐδὲ θρηνητέον ἐφ᾿ οἷς ἐπιτάττει τραχύτερον, ἀλλὰ τὸ πρᾶγμα λογιστέον αὐτό. νῦν ἀπαλλάττεσθαι τὸν Ἀναξαγόραν ἀφ᾿ ἡμῶν κελεύει, καὶ τὸν ἄριστον οὐκ ὀψόμεθα τῶν ἑταίρων, δι᾿ ὃν ἠχθόμην μὲν τῇ νυκτί, ὅτι μοι τὸν φίλον οὐκ ἐδείκνυεν, ἡμέρᾳ δὲ καὶ ἡλίῳ χάριν ἠπιστάμην, ὅτι μοι παρεῖχεν ὁρᾶν οὗ μάλιστα ἤρων. ἀλλ᾿ εἰ μὲν ὄμματά σοι δέδωκεν ἡ φύσις, ὦ Περίκλεις, μόνον ὥσπερ τοῖς θηρίοις, οὐδὲν ἀπεικός ἐστι σε διαφερόντως ἄχθεσθαι· εἰ δέ σοι ψυχὴν ἐνέπνευσεκαὶ νοῦν ἐνῆκεν, ὑφ᾿ οὗ τὰ μὲν πολλὰ τῶν γεγενημένων καίπερ οὐ παρόντα νῦν ὁρᾷς διὰ τῆς μνήμης, πολλὰ δὲ καὶ τῶν ἐσομένων ὁ λογισμὸς ἀνευρίσκων ὥσπερ ὄμμασιν ὁρᾶν προσβάλλει τῷ νῷ, καὶ τῶν ἐνεστώτων οὐ τὰ πρὸ τῶν ὀμμάτων ἡ φαντασία μόνον ἀποτυπουμένη δίδωσιν αὐτῷ κρίνειν καὶ καθορᾶν, ἀλλὰ καὶ τὰ πόρρω καὶ μυριάσι σταδίων ἀπῳκισμένα τῶν γενομένων παρὰ πόδα καὶ πρὸ τῶν ὀφθαλμῶν 247 δείκνυσιν ἐναργέστερον, τί χρὴ τοσοῦτον ἀνιᾶσθαι καὶ σχετλίως φέρειν; ὅτι δὲ οὐκ ἀμάρτυρος ὁ λόγος ἐστί μοι, Νοῦς ὁρῇ καὶ νοῦς ἀκούει Φησὶν ὁ Σικελιώτης, οὕτως ὀξὺ χρῆμα καὶ τάχει χρώμενον ἀμηχάνῳ, ὥσθ᾿ ὅταν τινὰ τῶν δαιμόνων Ὅμηρος ἐθέλῃ κεχρημένον ἀπίστῳ πορείας ἐπιδεῖξαι τάχει, Ὡς δ᾿ ὅτ᾿ ἂν ἀΐξῃ νόος ἀνέρος Φησί. τούτῳ τοι χρώμενος ῥᾷστα μὲν Ἀθήνηθεν ὄψει τὸν ἐν Ἰωνίᾳ, ῥᾷστα δὲ ἐκ Κελτῶν τὸν ἐν Ἰλλυριοῖς καὶ Θρᾴκῃ, καὶ τὸν ἐν Κελτοῖς ἐκ Θρᾴκης καὶ Ἰλλυριῶν. καὶ γὰρ οὐδ᾿, ὥσπερ τοῖς φυτοῖς οὐκ ἔνι σώζεσθαι τὴν συνήθη χώραν μεταβάλλουσιν, ὅταν ἡ τῶν ὡρῶν ᾖ κράσις ἐναντία, καὶ τοῖς ἀνθρώποις συμβαίνει τόπον ἐκ τόπου μεταβάλλουσιν ἢ διαφθείρεσθαι παντελῶς ἢ τὸν τρόπον ἀμείβειν καὶ μετατίθεσθαι περὶ ὧν ὀρθῶς πρόσθεν ἐγνώκεσαν. οὔκουν οὐδὲ τὴν εὔνοιαν ἀμβλυτέραν ἔχειν εἰκός, εἰ μὴ καὶ μᾶλλον ἀγαπᾶν Καὶ στέργειν· ἕπεται γὰρ ὕβρις μὲν κόρῳ, ἔρως δὲ ἐνδείᾳ. καὶ ταύτῃ τοίνυν ἕξομεν βέλτιον, ἐπιτεινομένης ἡμῖν τῆς πρὸς ἀλλήλους εὐνοίας, καθέξομέν τε ἀλλήλους ἐν ταῖς ἑαυτῶν διανοίαις ἱδρυμένους ὥσπερ ἀγάλματα. καὶ νῦν μὲν ἐγὼ τὸν Ἀναξαγόραν, αὖθις δὲ ἐκεῖνος ὄψεται ἐμέ· κωλύει δὲ οὐδὲν καὶ ἅμα βλέπειν ἀλλήλους, οὐχὶ σαρκία καὶ νεῦρα καὶ μορφῆς τύπωμα, στέρνα τε ἐξεικασμένα πρὸς ἀρχέτυπον σώματος· καίτοι καὶ τοῦτο κωλύει τυχὸν οὐδὲν ταῖς διανοίαις ἡμῶν ἐμφαίνεσθαι· ἀλλ᾿ εἰς τὴν ἀρετὴν καὶ τὰς πράξεις καὶ τοὺς λόγους καὶ τὰς ὁμιλίας καὶ τὰς ἐντεύξεις, ἃς πολλάκις ἐποιησάμεθα μετ᾿ ἀλλήλων, οὐκ ἀμούσως ὑμνοῦντες παιδείαν καὶ δικαιοσύνην καὶ τὸν ἐπιτροπεύοντα νοῦν τὰ θνητὰ καὶ τὰ ἀνθρώπινα, καὶ περὶ πολιτείας καὶ 248 νόμων καὶ τρόπων ἀρετῆς καὶ χρηστῶν ἐπιτηδευμάτων διεξιόντες, ὅσα γε ἡμῖν ἐπῄει ἐν καιρῷ τούτων μεμνημένοις. ταῦτα ἐννοοῦντες, τούτοις τρεφόμενοι τοῖς εἰδώλοις τυχὸν οὐκ ὀνείρων νυκτέρων ἰνδάλμασι προσέξομεν οὐδὲ κενὰ καὶ μάταια προσβαλεῖ τῷ νῷ φαντάσματα πονηρῶς ὑπὸ τῆς τοῦ σώματος κράσεως αἴσθησις διακειμένη. οὐδὲ γὰρ αὐτὴν παραληψόμεθα τὴν αἴσθησιν ὑπουργεῖν ἡμῖν καὶ ὑπηρετεῖσθαι· ἀλλ᾿ ἀποφυγὼν αὐτὴν ὁ νοῦς ἐμμελετήσει τούτοις πρὸς κατανόησιν καὶ συνεθισμὸν τῶν ἀσωμάτωνδιεγειρόμενος· νῷ γὰρ δὴ καὶ τῷ κρείττονι σύνεσμεν, καὶ τὰ τὴν αἴσθησιν ἀποφυγόντα καὶ διεστηκότα τῷ τόπῳ, μᾶλλον δὲ οὐδὲ δεόμενα τόπου ὁρᾶν τε καὶ αἱρεῖν πεφύκαμεν, ὅσοις ἀξίως βεβίωται τῆς τοιαύτης θέας, ἐννοοῦντες αὐτὴν καὶ συναπτόμενοι. Ἀλλ᾿ ὁ μὲν Περικλῆς, ἅτε δὴ μεγαλόφρων ἀνὴρ καὶ τραφεὶς ἐλευθέρως ἐν ἐλευθέρᾳ τῇ πόλει, ὑψηλοτέροις ἐψυχαγώγει λόγοις αὑτόν· ἐγὼ δὲ γεγονὼς ἐκ τῶν οἷοι νῦν βροτοί εἰσιν ἀνθρωπικωτέροις ἐμαυτὸν θέλγω καὶ παράγω λόγοις, καὶ τὸ λίαν πικρὸν ἀφαιρῶ τῆς λύπης, πρὸς ἕκαστον τῶν ἀεί μοι προσπιπτόντων ἀπὸ τοῦ πράγματος δυσχερῶν τε καὶ ἀτόπων φαντασμάτων ἐφαρμόζειν τινὰ παραμυθίαν πειρώμενος, ὥσπερ ἐπῳδὴν θηρίου δήγματι δάκνοντος αὐτὴν ἔσω τὴν καρδίαν ἡμῶν καὶ τὰς φρένας. ἐκεῖνό τοι πρῶτόν ἐστί μοι τῶν φαινομένων δυσχερῶν. νῦν ἐγὼ μόνος ἀπολελείψομαι καθαρᾶς ἐνδεὴς ὁμιλίας καὶ ἐλευθέρας ἐντεύξεως· οὐ γὰρ ἔστι μοι τέως ὅτῳ διαλέξομαι θαρρῶν ὁμοίως. πότερον οὖν οὐδ᾿ ἐμαυτῷ διαλέγεσθαι ῥᾴδιόν ἐστί μοι; ἀλλ᾿ ἀφαιρήσεταί μέ τις καὶ τὴν ἔννοιαν καὶ προσαναγκάσει νοεῖν ἕτερα καὶ θαυμάζειν παρ᾿ ἃ βούλομαι; ἢ τοῦτο μέν ἐστι τέρας ἤδη καὶ προσόμοιον τῷ γράφειν ἐφ᾿ ὕδατος καὶ τῷ λίθον ἕψειν καὶ τῷ ἱπταμένων ὀρνίθων ἐρευνᾶν ἴχνη τῆς πτήσεως; οὐκοῦν ἐπειδὴ τούτων ἡμᾶς οὐδεὶς ἀφαιρεῖται, 249 συνεσόμεθα δήπουθεν αὐτοί πως ἑαυτοῖς, ἴσως δὲ καὶ ὁ δαίμων ὑποθήσεταί τι χρηστόν· οὐ γὰρ εἰκὸς ἄνδρα ἑαυτὸν ἐπιτρέψαντα τῷ κρείττονι Παντάπασιν ἀμεληθῆναι καὶ καταλειφθῆναι παντελῶς ἔρημον· ἀλλ᾿ αὐτοῦ καὶ ὁ θεὸς χεῖρα ἑὴν ὑπερέσχε καὶ θάρσος ἐνδίδωσι καὶ μένος ἐμπνεῖ καὶ τὰ πρακτέα τίθησιν ἐπὶ νοῦν καὶ τῶν μὴ πρακτέων ἀφίστησιν. εἵπετό τοι καὶ Σωκράτει δαιμονία φωνὴ κωλύουσα πράττειν ὅσα μὴ χρεὼν ἦν· φησὶ δὲ καὶ Ὅμηρος ὑπὲρ Ἀχιλλέως· τῷ γὰρ ἐπὶ φρεσὶ θῆκεν, ὡς τοῦ θεοῦ καὶ τὰς ἐννοίας ἡμῶν ἐγείροντος, ὅταν ἐπιστρέψας ὁ νοῦς εἰς ἑαυτὸν αὑτῷ τε πρότερον ξυγγένηται καὶ τῷ θεῷ δι᾿ ἑαυτοῦ μόνου, κωλυόμενος ὑπ᾿ οὐδενός. οὐ γὰρ ἀκοῆς ὁ νοῦς δεῖται πρὸς τὸ μαθεῖν οὐδὲ μὴν ὁ θεὸς φωνῆς πρὸς τὸ διδάξαι τὰ δέοντα· ἀλλ᾿ αἰσθήσεως ἔξω πάσης ἀπὸ τοῦ κρείττονος ἡ μετουσία γίνεται τῷ νῷ· τίνα μὲν τρόπον καὶ ὅπως οὐ σχολὴ νῦν ἐπεξιέναι, τὸ δ᾿ ὅτι γίνεται δῆλον καὶ σαφεῖς οἱ μάρτυρες, οὐκ ἄδοξοί τινες οὐδ᾿ ἐν τῇ Μεγαρέων ἄξιοι τάττεσθαι μερίδι, ἀλλὰ τῶν ἀπενεγκαμένων ἐπὶ σοφίᾳ τὰ πρωτεῖα. Οὐκοῦν ἐπειδὴ χρὴ προσδοκᾶν καὶ θεὸν ἡμῖν παρέσεσθαι πάντως καὶ ἡμᾶς αὐτοὺς αὑτοῖς συνέσεσθαι, τὸ λίαν δυσχερὲς ἀφαιρετέον ἐστὶ τῆς λύπης. ἐπεὶ καὶ τὸν Ὀδυσσέα μόνον ἐν τῇ νήσῳ καθειργμένον ἑπτὰ τοὺς πάντας ἐνιαυτούς, εἶτ᾿ ὀδυρόμενον, τῆς μὲν ἄλλης ἐπαινῶ καρτερίας, τῶν θρήνων δὲ οὐκ ἄγαμαι. τί γὰρ ὄφελος πόντον ἐπ᾿ 250 ἰχθυόεντα δέρκεσθαι καὶ λείβειν δάκρυα; τὸ Δὲ μὴ προέσθαι μηδ᾿ ἀπαγορεῦσαι πρὸς τὴν τύχην, ἀλλ᾿ ἄνδρα μέχρις ἐσχάτων γενέσθαι πόνων καὶ κινδύνων, τοῦτο ἔμοιγε φαίνεται μεῖζον ἢ κατὰ ἄνθρωπον. οὐ δὴ δίκαιον ἐπαινεῖν μὲν αὐτούς, μὴ μιμεῖσθαι δέ, οὐδὲ νομίζειν, ὡς ἐκείνοις μὲν ὁ θεὸς προθύμως συνελάμβανε, τοὺς δὲ νῦν περιόψεται τῆς ἀρετῆς ὁρῶν ἀντιποιουμένους, δι᾿ ἥνπερ ἄρα κἀκείνοις ἔχαιρεν· οὐ γὰρ διὰ τὸ κάλλος τοῦ σώματος, ἐπεί τοι τὸν Νιρέα μᾶλλον ἐχρῆν ἀγαπᾶσθαι, οὐδὲ διὰ τὴν ἰσχύν, ἀπείρῳ γὰρ ὅσῳ Λαιστρυγόνες καὶ Κύκλωπες ἦσαν αὐτοῦ κρείττους, οὐδὲ διὰ τὸν πλοῦτον, οὕτω γὰρ ἂν ἔμεινεν ἀπόρθητος Τροία. τί δὲ δεῖ πράγματα ἔχειν αὐτὸν ἐπιζητοῦντα τὴν αἰτίαν, δι᾿ ἣν Ὀδυσσέα φησὶν ὁ ποιητὴς θεοφιλῆ, αὐτοῦ γε ἐξὸν ἀκούειν; Οὕνεκ᾿ ἐπητής ἐσσι καὶ ἀγχίνοος καὶ ἐχέφρων. δῆλον οὖν ὡς, εἴπερ ἡμῖν ταῦτα προσγένοιτο, τὸ κρεῖττον οὐκ ἐλλείψει τὰ παρ᾿ ἑαυτοῦ, ἀλλὰ καὶ κατὰ τὸν δοθέντα πάλαι ποτὲ Λακεδαιμονίοις χρησμὸν καλούμενός τε καὶ ἄκλητος ὁ θεὸς παρέσται. Τούτοις ἐμαυτὸν ψυχαγωγήσας ἐπ᾿ ἐκεῖνο τὸ μέρος ἄπειμι πάλιν, ὃ δοκεῖ τῇ μὲν ἀληθείᾳ μικρὸν εἶναι, πρὸς δόξαν δὲ ὅμως οὐκ ἀγεννές. Ὁμήρου τοί φασι δεῖσθαι καὶ τὸν Ἀλέξανδρον, οὐ δήπου συνόντος, ἀλλὰ κηρύττοντος ὥσπερ Ἀχιλλέα καὶ Πάτροκλον καὶ Αἴαντας ἄμφω καὶ τὸν Ἀντίλοχον. ἀλλ᾿ ὁ μὲν ὑπερορῶν ἀεὶ τῶν παρόντων, ἐφιέμενος δὲ τῶν ἀπόντων οὐκ ἠγάπα τοῖς καθ᾿ ἑαυτὸν οὐδὲ ἠρκεῖτο τοῖς δοθεῖσι· καὶ εἴπερ ἔτυχεν Ὁμήρου, τὴν Ἀπόλλωνος ἴσως ἂν 251 ἐπόθησε λύραν, ᾗ τοῖς Πηλέως ἐκεῖνος ἐφύμνησε γάμοις, οὐ τῆς Ὁμήρου συνέσεως τοῦτο πλάσμα νομίσας, ἀλλ᾿ ἀληθὲς ἔργον ἐνυφανθὲν τοῖς ἔπεσιν, ὥσπερ οἶμαι τὸ Ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ᾿ αἶαν Καὶ Ἠέλιος δ᾿ ἀνόρουσε Καὶ Κρήτη τις γαῖ᾿ ἐστί, Καὶ ὅσα τοιαῦτά φασιν οἱ ποιηταί, δῆλα καὶ ἐναργῆ τὰ μὲν ὄντα καὶ εἰς ἡμᾶς ἔτι, τὰ δὲ γιγνόμενα. Ἀλλὰ τῷ μὲν εἴτε μέγεθος ἀρετῆς ὑπερέχον καὶ τῶν προσόντων ἀγαθῶν οὐδαμῶς ἐλάττων σύνεσις εἰς τοσαύτην ἐπιθυμίαν τὴν ψυχὴν ἐξῆγεν, ὥστε μειζόνων ἢ κατὰ τοὺς ἄλλους ὀρέγεσθαι, εἴθ᾿ ὑπερβολή τις ἀνδρείας καὶ θάρσους εἰς ἀλαζονείαν ἄγουσα καὶ πρὸς αὐθάδειαν βλέπουσα, ἀφείσθω σκοπεῖν ἐν κοινῷ τοῖς βουλομένοις ἐπαινεῖν ἢ ψέγειν αὐτόν, εἴ τις ἄρα καὶ ταύτης ὑπολαμβάνει τῆς μερίδος προσήκειν ἐκείνῳ. ἡμεῖς δὲ τοῖς παροῦσιν ἀγαπῶντες ἀεὶ καὶ τῶν ἀπόντων ἥκιστα μεταποιούμενοι στέργομεν μέν, ὁπόταν ὁ κήρυξ Ἐπαινῇ, θεατής τε καὶ συναγωνιστὴς πάντων ἡμῖν γεγονώς, μὴ τοὺς λόγους παραδεξάμενος εἰς χάριν καὶ ἀπέχθειαν εἰκῇ πεπλασμένους· ἀρκεῖ δὲ ἡμῖν καὶ φιλεῖν ὁμολογῶν μόνον, ἐς δὲ τὰ ἄλλα σιωπηλότερος ὢν καὶ τῶν Πυθαγόρᾳ τελεσθέντων. Ἐνταῦθα ὑπέρχεταί μοι καὶ τὸ θρυλούμενον, ὡς οὐκ εἰς Ἰλλυριοὺς μόνον, ἀλλὰ καὶ εἰς Θρᾷκας ἀφίξῃ καὶ τοὺς περὶ τὴν θάλατταν ἐκείνην οἰκοῦντας Ἕλληνας, ἐν οἷς γενομένῳ μοι καὶ τραφέντι πολὺς ἐντέτηκεν ἔρως ἀνδρῶν τε καὶ χωρίων καὶ πόλεων. ἴσως δὲ οὐ φαῦλος οὐδὲ ἐκείνων ἐναπολέλειπται ταῖς ψυχαῖς ἔρως ἡμῶν, οἷς εὖ οἶδ᾿ ὅτι τὸ λεγόμενον ἀσπάσιος ἐλθὼν ἂν γένοιο, δικαίαν 252 ἀμοιβὴν ἀντιδιδοὺς αὐτοῖς ὑπὲρ ὧν ἡμᾶς ἀπολέλοιπας ἐνθάδε. καὶ τοῦτο μὲν οὐχ ὡς εὐχόμενος· ἐπεὶ τό γε ἰέναι πρὸς ἡμᾶς τὴν αὐτὴν ταχέως ἄμεινον· ἀλλ᾿ ὡς, εἰ γένοιτο, καὶ πρὸς τοῦθ᾿ ἕξων οὐκ ἀπαραμυθήτως οὐδὲ ἀψυχαγωγήτως ἐννοῶ, συγχαίρων ἐκείνοις, ὅτι σε παρ᾿ ἡμῶν ὄψονται. Κελτοῖς γὰρ ἐμαυτὸν ἤδη διὰ σὲ συντάττω, ἄνδρα εἰς τοὺς πρώτους τῶν Ἑλλήνων τελοῦντα καὶ κατ᾿ εὐνομίαν καὶ κατὰ ἀρετὴν τὴν ἄλλην, καὶ ῥητορείαν ἄκρον καὶ φιλοσοφίας οὐκ ἄπειρον, ἧς Ἕλληνες μόνοι τὰ κράτιστα μετεληλύθασι, λόγῳ τἀληθές, ὥσπερ οὖν πέφυκε, θηρεύσαντες, οὐκ ἀπίστοις μύθοις οὐδὲ παραδόξῳ τερατείᾳ προσέχειν ἡμᾶς, ὥσπερ οἱ πολλοὶ τῶν βαρβάρων, ἐάσαντες. Ἀλλὰ καὶ τοῦτο μὲν ὅπως ποτὲ ἔχει, τανῦν ἀφείσθω. σὲ δέ· προπέμπειν ἤδη γὰρ ἄξιον μετ᾿ εὐφημίας· ἄγοι μὲν θεὸς εὐμενής, ὅποι ποτ᾿ ἂν δέῃ πορεύεσθαι, Ξένιος δὲ ὑποδέχοιτο καὶ Φίλιος εὔνους, ἄγοι τε διὰ γῆς ἀσφαλῶς· κἂν πλεῖν δέῃ, στορεννύσθω τὰ κύματα· πᾶσι δὲ φανείης φίλος καὶ τίμιος, ἡδὺς μὲν προσιών, ἀλγεινὸς δὲ ἀπολείπων αὐτούς· στέργων δὲ ἡμᾶς ἥκιστα ποθήσειας ἀνδρὸς ἑταίρου καὶ φίλου πιστοῦ κοινωνίαν. εὐμενῆ δὲ καὶ τὸν αὐτοκράτορά σοι θεὸς ἀποφήνειε καὶ τὰ ἄλλα πάντα κατὰ νοῦν διδοίη, καὶ τὴν οἴκαδε παρ᾿ ἡμᾶς πορείαν ἀσφαλῆ παρασκευάζοι καὶ ταχεῖαν. Ταῦτά σοι μετὰ τῶν καλῶν κἀγαθῶν ἀνδρῶν συνεύχομαι, καὶ ἔτι πρὸς τούτοις Οὖλέ τε καὶ μέγα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν, Νοστῆσαι οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν.