Ἐπινίκια — Pindar ================= ΠΙΝΔΑΡΟΥ ΕΠΙΝΙΚΙΑ Translation/edition: Greek text (Sandys) Language: Ancient Greek Read in Plato Scroll: https://plato-scroll.com/s/pindar-odes/ This file: https://plato-scroll.com/text/pindar-odes-e.txt Other editions of this work: - Ernest Myers (1874): https://plato-scroll.com/text/pindar-odes.txt Sources and licences: https://plato-scroll.com/attribution.html Numbers in [brackets] are the edition's reference loci (Stephanus, Bekker, book.line, page...). Superscript numerals refer to the Notes at the end. ## Ἐπινίκια ## ΟΛΥΜΠΙΟΝΙΚΑΙ ### Αʹ — ΙΕΡΩΝΙ ΣΥΡΑΚΟΥΣΙῼ ΚΕΛΗΤΙ [O.1] ἄριστον μὲν ὕδωρ, ὁ δὲ χρυσὸς αἰθόμενον πῦρ ἅτε διαπρέπει νυκτὶ μεγάνορος ἔξοχα πλούτου· εἰ δ’ ἄεθλα γαρύεν ἔλδεαι, φίλον ἦτορ, μηκέθ’ ἁλίου σκόπει ἄλλο θαλπνότερον ἐν ἁμέρᾳ φαεννὸν ἄστρον ἐρήμας δι’ αἰθέρος, μηδ’ Ὀλυμπίας ἀγῶνα φέρτερον αὐδάσομεν· ὅθεν ὁ πολύφατος ὕμνος ἀμφιβάλλεται σοφῶν μητίεσσι, κελαδεῖν Κρόνου παῖδ’ ἐς ἀφνεὰν ἱκομένους μάκαιραν Ἱέρωνος ἑστίαν, [O.1] θεμιστεῖον ὃς ἀμφέπει σκᾶπτον ἐν πολυμάλῳ Σικελίᾳ, δρέπων μὲν κορυφὰς ἀρετᾶν ἄπο πασᾶν, ἀγλαΐζεται δὲ καὶ μουσικᾶς ἐν ἀώτῳ, οἷα παίζομεν φίλαν ἄνδρες ἀμφὶ θαμὰ τράπεζαν. ἀλλὰ Δωρίαν ἀπὸ φόρμιγγα πασσάλου λάμβαν’, εἴ τί τοι Πίσας τε καὶ Φερενίκου χάρις νόον ὑπὸ γλυκυτάταις ἔθηκε φροντίσιν, ὅτε παρ’ Ἀλφεῷ σύτο, δέμας ἀκέντητον ἐν δρόμοισι παρέχων, κράτει δὲ προσέμιξε δεσπόταν, [O.1] Συρακόσιον ἱπποχάρμαν βασιλῆα. λάμπει δέ οἱ κλέος ἐν εὐάνορι Λυδοῦ Πέλοπος ἀποικίᾳ· τοῦ μεγασθενὴς ἐράσσατο γαιάοχος Ποσειδᾶν, ἐπεί νιν καθαροῦ λέβητος ἔξελε Κλωθὼ ἐλέφαντι φαίδιμον ὦμον κεκαδμένον. ἦ θαυματὰ πολλά, καί πού τι καὶ βροτῶν φάτις ὑπὲρ τὸν ἀλαθῆ λόγον δεδαιδαλμένοι ψεύδεσι ποικίλοις ἐξαπατῶντι μῦθοι [O.1] Χάρις δ’, ἅπερ ἅπαντα τεύχει τὰ μείλιχα θνατοῖς, ἐπιφέροισα τιμὰν καὶ ἄπιστον ἐμήσατο πιστὸν ἔμμεναι τὸ πολλάκις· ἁμέραι δ’ ἐπίλοιποι μάρτυρες σοφώτατοι. ἔστι δ’ ἀνδρὶ φάμεν ἐοικὸς ἀμφὶ δαιμόνων καλά· μείων γὰρ αἰτία. υἱὲ Ταντάλου, σὲ δ’, ἀντία προτέρων, φθέγξομαι, ὁπότ’ ἐκάλεσε πατὴρ τὸν εὐνομώτατον ἐς ἔρανον φίλαν τε Σίπυλον, ἀμοιβαῖα θεοῖσι δεῖπνα παρέχων, τότ’ Ἀγλαοτρίαιναν ἁρπάσαι [O.1] δαμέντα φρένας ἱμέρῳ χρυσέαισί τ’ ἀν’ ἵπποις ὕπατον εὐρυτίμου ποτὶ δῶμα Διὸς μεταβᾶσαι, ἔνθα δευτέρῳ χρόνῳ ἦλθε καὶ Γανυμήδης Ζηνὶ τωὔτ’ ἐπὶ χρέος. ὡς δ’ ἄφαντος ἔπελες, οὐδὲ ματρὶ πολλὰ μαιόμενοι φῶτες ἄγαγον, ἔννεπε κρυφᾶ τις αὐτίκα φθονερῶν γειτόνων, ὕδατος ὅτι σε πυρὶ ζέοισαν εἰς ἀκμὰν μαχαίρᾳ τάμον κάτα μέλη, τραπέζαισί τ’, ἀμφὶ δεύτατα, κρεῶν σέθεν διεδάσαντο καὶ φάγον. [O.1] ἐμοὶ δ’ ἄπορα γαστρίμαργον μακάρων τιν’ εἰπεῖν. ἀφίσταμαι. ἀκέρδεια λέλογχεν θαμινὰ κακαγόρους. εἰ δὲ δή τιν’ ἄνδρα θνατὸν Ὀλύμπου σκοποὶ ἐτίμασαν, ἦν Τάνταλος οὗτος· ἀλλὰ γὰρ καταπέψαι μέγαν ὄλβον οὐκ ἐδυνάσθη, κόρῳ δ’ ἕλεν ἄταν ὑπέροπλον, ἅν οἱ πατὴρ ὑπερκρέμασε καρτερὸν αὐτῷ λίθον, τὸν αἰεὶ μενοινῶν κεφαλᾶς βαλεῖν εὐφροσύνας ἀλᾶται. [O.1] ἔχει δ’ ἀπάλαμον βίον τοῦτον ἐμπεδόμοχθον, μετὰ τριῶν τέταρτον πόνον, ἀθανάτων ὅτι κλέψαις ἁλίκεσσι συμπόταις νέκταρ ἀμβροσίαν τε δῶκεν, οἷσιν ἄφθιτον θῆκαν. εἰ δὲ θεὸν ἀνήρ τις ἔλπεταί τι λαθέμεν ἔρδων, ἁμαρτάνει. τοὔνεκα προῆκαν υἱὸν ἀθάνατοί οἱ πάλιν μετὰ τὸ ταχύποτμον αὖτις ἀνέρων ἔθνος. πρὸς εὐάνθεμον δ’ ὅτε φυὰν λάχναι νιν μέλαν γένειον ἔρεφον. ἑτοῖμον ἀνεφρόντισεν γάμον [O.1] Πισάτα παρὰ πατρὸς εὔδοξον Ἱπποδάμειαν σχεθέμεν. ἐγγὺς ἐλθὼν πολιᾶς ἁλὸς οἶος ἐν ὄρφνᾳ ἄπυεν βαρύκτυπον Εὐτρίαιναν· ὁ δ’ αὐτῷ πὰρ ποδὶ σχεδὸν φάνη. τῷ μὲν εἶπε· “φίλια δῶρα Κυπρίας ἄγ’ εἴ τι, Ποσείδαον, ἐς χάριν τέλλεται, πέδασον ἔγχος Οἰνομάου χάλκεον, ἐμὲ δ’ ἐπὶ ταχυτάτων πόρευσον ἁρμάτων ἐς Ἆλιν, κράτει δὲ πέλασον. ἐπεὶ τρεῖς τε καὶ δέκ’ ἄνδρας ὀλέσαις ἐρῶντας ἀναβάλλεται γάμον [O.1] “θυγατρός. ὁ μέγας δὲ κίνδυνος ἄναλκιν οὐ φῶτα λαμβάνει. θανεῖν δ’ οἷσιν ἀνάγκα, τί κέ τις ἀνώνυμον γῆρας ἐν σκότῳ καθήμενος ἕψοι μάταν, ἁπάντων καλῶν ἄμμορος; ἀλλ’ ἐμοὶ μὲν οὗτος ἄεθλος ὑποκείσεται· τὺ δὲ πρᾶξιν φίλαν δίδοι.” ὣς ἔννεπεν· οὐδ’ ἀκράντοις ἐφάψατ’ ὦν ἔπεσι. τὸν μὲν ἀγάλλων θεὸς ἔδωκεν δίφρον τε χρύσεον πτεροῖσίν τ’ ἀκάμαντας ἵππους. [O.1] ἕλεν δ’ Οἰνομάου βίαν παρθένον τε σύνευνον· τέκε τε λαγέτας ἓξ ἀρεταῖσι μεμαότας υἱούς. νῦν δ’ ἐν αἱμακουρίαις ἀγλααῖσι μέμικται, Ἀλφεοῦ πόρῳ κλιθείς, τύμβον ἀμφίπολον ἔχων πολυξενωτάτῳ παρὰ βωμῷ. τὸ δὲ κλέος τηλόθεν δέδορκε τᾶν Ὀλυμπιάδων ἐν δρόμοις Πέλοπος, ἵνα ταχυτὰς ποδῶν ἐρίζεται ἀκμαί τ’ ἰσχύος θρασύπονοι· ὁ νικῶν δὲ λοιπὸν ἀμφὶ βίοτον ἔχει μελιτόεσσαν εὐδίαν [O.1] ἀέθλων γ’ ἕνεκεν. τὸ δ’ αἰεὶ παράμερον ἐσλὸν ὕπατον ἔρχεται παντὶ βροτῶν. ἐμὲ δὲ στεφανῶσαι κεῖνον ἱππίῳ νόμῳ Αἰοληΐδι μολπᾷ χρή· πέποιθα δὲ ξένον μή τιν’, ἀμφότερα καλῶν τε ἴδριν ἁμᾷ καὶ δύναμιν κυριώτερον, τῶν γε νῦν κλυταῖσι δαιδαλωσέμεν ὕμνων πτυχαῖς. θεὸς ἐπίτροπος ἐὼν τεαῖσι μήδεται ἔχων τοῦτο κᾶδος, Ἱέρων, μερίμναισιν· εἰ δὲ μὴ ταχὺ λίποι, ἔτι γλυκυτέραν κεν ἔλπομαι [O.1] σὺν ἅρματι θοῷ κλεΐξειν, ἐπίκουρον εὑρὼν ὁδὸν λόγων παρ’ εὐδείελον ἐλθὼν Κρόνιον. ἐμοὶ μὲν ὦν Μοῖσα καρτερώτατον βέλος ἀλκᾷ τρέφει· ἐπ’ ἄλλοισι δ’ ἄλλοι μεγάλοι. τὸ δ’ ἔσχατον κορυφοῦται βασιλεῦσι. μηκέτι πάπταινε πόρσιον. εἴη σέ τε τοῦτον ὑψοῦ χρόνον πατεῖν, ἐμέ τε τοσσάδε νικαφόροις ὁμιλεῖν, πρόφαντον σοφίᾳ καθ’ Ἕλλανας ἐόντα παντᾷ. ### Βʹ — ΘΗΡΩΝΙ ΑΚΡΑΓΑΝΤΙΝῼ ΑΡΜΑΤΙ [O.2] ἀναξιφόρμιγγες ὕμνοι, τίνα θεόν, τίν’ ἥρωα, τίνα δ’ ἄνδρα κελαδήσομεν; ἤτοι Πίσα μὲν Διός· Ὀλυμπιάδα δ’ ἔστασεν Ἡρακλέης ἀκρόθινα πολέμου· Θήρωνα δὲ τετραορίας ἕνεκα νικαφόρου γεγωνητέον, ὄπι δίκαιον ξένων, ἔρεισμ’ Ἀκράγαντος, εὐωνύμων τε πατέρων ἄωτον ὀρθόπολιν· [O.2] καμόντες οἳ πολλὰ θυμῷ ἱερὸν ἔσχον οἴκημα ποταμοῦ, Σικελίας τ’ ἔσαν ὀφθαλμός, αἰὼν δ’ ἔφεπε μόρσιμος, πλοῦτόν τε καὶ χάριν ἄγων γνησίαις ἐπ’ ἀρεταῖς. ἀλλ’ ὦ Κρόνιε παῖ Ῥέας, ἕδος Ὀλύμπου νέμων ἀέθλων τε κορυφὰν πόρον τ’ Ἀλφεοῦ, ἰανθεὶς ἀοιδαῖς εὔφρων ἄρουραν ἔτι πατρίαν σφίσιν κόμισον [O.2] λοιπῷ γένει. τῶν δὲ πεπραγμένων ἐν δίκᾳ τε καὶ παρὰ δίκαν, ἀποίητον οὐδ’ ἂν χρόνος ὁ πάντων πατὴρ δύναιτο θέμεν ἔργων τέλος· λάθα δὲ πότμῳ σὺν εὐδαίμονι γένοιτ’ ἄν. ἐσλῶν γὰρ ὑπὸ χαρμάτων πῆμα θνάσκει παλίγκοτον δαμασθέν, [O.2] ὅταν θεοῦ Μοῖρα πέμπῃ ἀνεκὰς ὄλβον ὑψηλόν. ἕπεται δὲ λόγος εὐθρόνοις Κάδμοιο κούραις, ἔπαθον αἳ μεγάλα, πένθος δ’ ἐπίτνει βαρὺ κρεσσόνων πρὸς ἀγαθῶν. ζώει μὲν ἐν Ὀλυμπίοις ἀποθανοῖσα βρόμῳ κεραυνοῦ τανυέθειρα Σεμέλα, φιλεῖ δέ νιν Παλλὰς αἰεί, καὶ Ζεὺς πατὴρ μάλα, φιλεῖ δὲ παῖς ὁ κισσοφόρος· [O.2] λέγοντι δ’ ἐν καὶ θαλάσσᾳ μετὰ κόραισι Νηρῆος ἁλίαις βίοτον ἄφθιτον Ἰνοῖ τετάχθαι τὸν ὅλον ἀμφὶ χρόνον. ἤτοι βροτῶν γε κέκριται πεῖρας οὔ τι θανάτου, οὐδ’ ἡσύχιμον ἁμέραν ὁπότε, παῖδ’ ἁλίου, ἀτειρεῖ σὺν ἀγαθῷ τελευτάσομεν· ῥοαὶ δ’ ἄλλοτ’ ἄλλαι εὐθυμιᾶν τε μετὰ καὶ πόνων ἐς ἄνδρας ἔβαν. [O.2] οὕτω δὲ Μοῖρ’, ἅ τε πατρώιον τῶνδ’ ἔχει τὸν εὔφρονα πότμον, θεόρτῳ σὺν ὄλβῳ ἐπί τι καὶ πῆμ’ ἄγει παλιντράπελον ἄλλῳ χρόνῳ· ἐξ οὗπερ ἔκτεινε Λᾷον μόριμος υἱὸς συναντόμενος, ἐν δὲ Πυθῶνι χρησθὲν παλαίφατον τέλεσσεν. [O.2] ἰδοῖσα δ’ ὀξεῖ’ Ἐριννὺς ἔπεφνέ οἱ σὺν ἀλλαλοφονίᾳ γένος ἀρήιον· λείφθη δὲ Θέρσανδρος ἐριπέντι Πολυνείκει, νέοις ἐν ἀέθλοις ἐν μάχαις τε πολέμου τιμώμενος, Ἀδραστιδᾶν θάλος ἀρωγὸν δόμοις· ὅθεν σπέρματος ἔχοντα ῥίζαν, πρέπει τὸν Αἰνησιδάμου ἐγκωμίων τε μελέων λυρᾶν τε τυγχανέμεν. [O.2] Ὀλυμπίᾳ μὲν γὰρ αὐτὸς γέρας ἔδεκτο, Πυθῶνι δ’ ὁμόκλαρον ἐς ἀδελφεὸν Ἰσθμοῖ τε κοιναὶ Χάριτες ἄνθεα τεθρίππων δυωδεκαδρόμων ἄγαγον. τὸ δὲ τυχεῖν πειρώμενον ἀγωνίας παραλύει δυσφρονᾶν. ὁ μὰν πλοῦτος ἀρεταῖς δεδαιδαλμένος φέρει τῶν τε καὶ τῶν καιρόν, βαθεῖαν ὑπέχων μέριμναν ἀγροτέραν, [O.2] ἀστὴρ ἀρίζηλος, ἐτήτυμον ἀνδρὶ φέγγος· εἰ δέ νιν ἔχων τις οἶδεν τὸ μέλλον, ὅτι θανόντων μὲν ἐνθάδ’ αὐτίκ’ ἀπάλαμνοι φρένες ποινὰς ἔτισαν, τὰ δ’ ἐν τᾷδε Διὸς ἀρχᾷ ἀλιτρὰ κατὰ γᾶς δικάζει τις ἐχθρᾷ λόγον φράσαις ἀνάγκᾳ· [O.2] ἴσαις δὲ νύκτεσσιν αἰεί, ἴσαις δ’ ἐν ἁμέραις ἅλιον ἔχοντες, ἀπονέστερον ἐσλοὶ δέκονται βίοτον, οὐ χθόνα ταράσσοντες ἐν χερὸς ἀκμᾷ οὐδὲ πόντιον ὕδωρ κεινὰν παρὰ δίαιταν· ἀλλὰ παρὰ μὲν τιμίοις θεῶν, οἵτινες ἔχαιρον εὐορκίαις, ἄδακρυν νέμονται αἰῶνα· τοὶ δ’ ἀπροσόρατον ὀκχέοντι πόνον [O.2] ὅσοι δ’ ἐτόλμασαν ἐστρὶς ἑκατέρωθι μείναντες ἀπὸ πάμπαν ἀδίκων ἔχειν ψυχάν, ἔτειλαν Διὸς ὁδὸν παρὰ Κρόνου τύρσιν· ἔνθα μακάρων νᾶσος ὠκεανίδες αὖραι περιπνέοισιν, ἄνθεμα δὲ χρυσοῦ φλέγει, τὰ μὲν χερσόθεν ἀπ’ ἀγλαῶν δενδρέων, ὕδωρ δ’ ἄλλα φέρβει, ὅρμοισι τῶν χέρας ἀναπλέκοντι καὶ στεφάνοις [O.2] βουλαῖς ἐν ὀρθαῖσι Ῥαδαμάνθυος, ὃν πατὴρ ἔχει ⟨μέ⟩γας ἑτοῖμον αὐτῷ πάρεδρον, πόσις ὁ πάντων Ῥέας ὑπέρτατον ἐχοίσας θρόνον. Πηλεύς τε καὶ Κάδμος ἐν τοῖσιν ἀλέγονται· Ἀχιλλέα τ’ ἔνεικ’, ἐπεὶ Ζηνὸς ἦτορ λιταῖς ἔπεισε, μάτηρ· [O.2] ὃς Ἕκτορ’ ἔσφαλε, Τροίας ἄμαχον ἀστραβῆ κίονα, Κύκνον τε θανάτῳ πόρεν, Ἀοῦς τε παῖδ’ Αἰθίοπα. πολλά μοι ὑπ’ ἀγκῶνος ὠκέα βέλη ἔνδον ἐντι φαρέτρας φωνᾶντα συνετοῖσιν· ἐς δὲ τὸ πὰν ἑρμηνέων χατίζει. σοφὸς ὁ πολλὰ εἰδὼς φυᾷ· μαθόντες δὲ λάβροι παγγλωσσίᾳ, κόρακες ὥς, ἄκραντα γαρύετον [O.2] Διὸς πρὸς ὄρνιχα θεῖον. ἔπεχε νῦν σκοπῷ τόξον, ἄγε θυμέ, τίνα βάλλομεν ἐκ μαλθακᾶς αὖτε φρενὸς εὐκλέας ὀϊστοὺς ἱέντες; ἐπί τοι Ἀκράγαντι τανύσαις αὐδάσομαι ἐνόρκιον λόγον ἀλαθεῖ νόῳ τεκεῖν μή τιν’ ἑκατόν γε ἐτέων πόλιν φίλοις ἄνδρα μᾶλλον εὐεργέταν πραπίσιν ἀφθονέστερόν τε χέρα [O.2] Θήρωνος. ἀλλ’ αἶνον ἔβα κόρος οὐ δίκᾳ συναντόμενος, ἀλλὰ μάργων ὑπ’ ἀνδρῶν, τὸ λαλαγῆσαι ἐθέλων κρύφον τε θέμεν ἐσλῶν καλοῖς ἔργοις· ἐπεὶ ψάμμος ἀριθμὸν περιπέφευγεν, καὶ κεῖνος ὅσα χάρματ’ ἄλλοις ἔθηκεν τίς ἂν φράσαι δύναιτο; ### Γʹ — ΘΗΡΩΝΙ ΑΚΡΑΓΑΝΤΙΝῼ ΑΡΜΑΤΙ ΕΙΣ ΘΕΟΞΕΝΙΑ [O.3] Τυνδαρίδαις τε φιλοξείνοις ἁδεῖν καλλιπλοκάμῳ θ’ Ἑλένᾳ κλεινὰν Ἀκράγαντα γεραίρων εὔχομαι, Θήρωνος Ὀλυμπιονίκαν ὕμνον ὀρθώσαις, ἀκαμαντοπόδων ἵππων ἄωτον. Μοῖσα δ’ οὕτω ποι παρέστα μοι νεοσίγαλον εὑρόντι τρόπον Δωρίῳ φωνὰν ἐναρμόξαι πεδίλῳ [O.3] ἀγλαόκωμον. ἐπεὶ χαίταισι μὲν ζευχθέντες ἔπι στέφανοι πράσσοντί με τοῦτο θεόδματον χρέος, φόρμιγγά τε ποικιλόγαρυν καὶ βοὰν αὐλῶν ἐπέων τε θέσιν Αἰνησιδάμου παιδὶ συμμῖξαι πρεπόντως, ἅ τε Πίσα με γεγωνεῖν· τᾶς ἄπο θεόμοροι νίσοντ’ ἐπ’ ἀνθρώπους ἀοιδαί, [O.3] ᾧ τινι, κραίνων ἐφετμὰς Ἡρακλέος προτέρας, ἀτρεκὴς Ἑλλανοδίκας γλεφάρων Αἰτωλὸς ἀνὴρ ὑψόθεν ἀμφὶ κόμαισι βάλῃ γλαυκόχροα κόσμον ἐλαίας· τάν ποτε Ἴστρου ἀπὸ σκιαρᾶν παγᾶν ἔνεικεν Ἀμφιτρυωνιάδας, μνᾶμα τῶν Οὐλυμπίᾳ κάλλιστον ἄθλων [O.3] δᾶμον Ὑπερβορέων πείσαις Ἀπόλλωνος θεράποντα λόγῳ. πιστὰ φρονέων Διὸς αἴτει πανδόκῳ ἄλσει σκιαρόν τε φύτευμα ξυνὸν ἀνθρώποις στέφανόν τ’ ἀρετᾶν. ἤδη γὰρ αὐτῷ, πατρὶ μὲν βωμῶν ἁγισθέντων, διχόμηνις ὅλον χρυσάρματος ἑσπέρας ὀφθαλμὸν ἀντέφλεξε Μήνα, [O.3] καὶ μεγάλων ἀέθλων ἁγνὰν κρίσιν καὶ πενταετηρίδ’ ἁμᾶ θῆκε ζαθέοις ἐπὶ κρημνοῖς Ἀλφεοῦ· ἀλλ’ οὐ καλὰ δένδρε’ ἔθαλλεν χῶρος ἐν βάσσαις Κρονίου Πέλοπος. τούτων ἔδοξεν γυμνὸς αὐτῷ κᾶπος ὀξείαις ὑπακουέμεν αὐγαῖς ἁλίου. δὴ τότ’ ἐς γαῖαν πορεύεν θυμὸς ὥρμα [O.3] Ἰστρίαν νιν· ἔνθα Λατοῦς ἱπποσόα θυγάτηρ δέξατ’ ἐλθόντ’ Ἀρκαδίας ἀπὸ δειρᾶν καὶ πολυγνάμπτων μυχῶν, εὖτέ νιν ἀγγελίαις Εὐρυσθέος ἔντυ’ ἀνάγκα πατρόθεν χρυσόκερων ἔλαφον θήλειαν ἄξονθ’, ἅν ποτε Ταϋγέτα ἀντιθεῖσ’ Ὀρθωσίᾳ ἔγραψεν ἱράν. [O.3] τὰν μεθέπων ἴδε καὶ κείναν χθόνα πνοιᾶς ὄπιθεν Βορέα ψυχροῦ. τόθι δένδρεα θάμβαινε σταθείς. τῶν νιν γλυκὺς ἵμερος ἔσχεν δωδεκάγναμπτον περὶ τέρμα δρόμου ἵππων φυτεῦσαι. καί νυν ἐς ταύταν ἑορτὰν ἵλαος ἀντιθέοισιν νίσσεται σὺν βαθυζώνου διδύμοις παισὶ Λήδας. [O.3] τοῖς γὰρ ἐπέτραπεν Οὐλυμπόνδ’ ἰὼν θαητὸν ἀγῶνα νέμειν ἀνδρῶν τ’ ἀρετᾶς πέρι καὶ ῥιμφαρμάτου διφρηλασίας. ἐμὲ δ’ ὦν πᾳ θυμὸς ὀτρύνει φάμεν Ἐμμενίδαις Θήρωνί τ’ ἐλθεῖν κῦδος, εὐΐππων διδόντων Τυνδαριδᾶν, ὅτι πλείσταισι βροτῶν ξεινίαις αὐτοὺς ἐποίχονται τραπέζαις, [O.3] εὐσεβεῖ γνώμᾳ φυλάσσοντες μακάρων τελετάς. εἰ δ’ ἀριστεύει μὲν ὕδωρ, κτεάνων δὲ χρυσὸς αἰδοιέστατος, νῦν δὲ πρὸς ἐσχατιὰν Θήρων ἀρεταῖσιν ἱκάνων ἅπτεται οἴκοθεν Ἡρακλέος σταλᾶν. τὸ πόρσω δ’ ἔστι σοφοῖς ἄβατον κἀσόφοις. οὔ νιν διώξω· κεινὸς εἴην. ### Δʹ — ΨΑΥΜΙΔΙ ΚΑΜΑΡΙΝΑΙῼ ΑΡΜΑΤΙ [O.4] ἐλατὴρ ὑπέρτατε βροντᾶς ἀκαμαντόποδος Ζεῦ· τεαὶ γὰρ ὧραι ὑπὸ ποικιλοφόρμιγγος ἀοιδᾶς ἑλισσόμεναί μ’ ἔπεμψαν ὑψηλοτάτων μάρτυρ’ ἀέθλων. ξείνων δ’ εὖ πρασσόντων ἔσαναν αὐτίκ’ ἀγγελίαν ποτὶ γλυκεῖαν ἐσλοί. ἀλλ’, ὦ Κρόνου παῖ, ὃς Αἴτναν ἔχεις, ἶπον ἀνεμόεσσαν ἑκατογκεφάλα Τυφῶνος ὀβρίμου, Οὐλυμπιονίκαν δέκευ Χαρίτων ἕκατι τόνδε κῶμον, [O.4] χρονιώτατον φάος εὐρυσθενέων ἀρετᾶν. Ψαύμιος γὰρ ἵκει ὀχέων, ὅς, ἐλαίᾳ στεφανωθεὶς Πισάτιδι, κῦδος ὄρσαι σπεύδει Καμαρίνᾳ. θεὸς εὔφρων εἴη λοιπαῖς εὐχαῖς· ἐπεί νιν αἰνέω μάλα μὲν τροφαῖς ἑτοῖμον ἵππων, χαίροντά τε ξενίαις πανδόκοις καὶ πρὸς ἁσυχίαν φιλόπολιν καθαρᾷ γνώμᾳ τετραμμένον. οὐ ψεύδεϊ τέγξω λόγον· διάπειρά τοι βροτῶν ἔλεγχος· [O.4] ἅπερ Κλυμένοιο παῖδα Λαμνιάδων γυναικῶν ἔλυσεν ἐξ ἀτιμίας. χαλκέοισι δ’ ἐν ἔντεσι νικῶν δρόμον ἔειπεν Ὑψιπυλείᾳ μετὰ στέφανον ἰών· “οὗτος ἐγὼ ταχυτᾶτι· χεῖρες δὲ καὶ ἦτορ ἴσον. φύονται δὲ καὶ νέοις ἐν ἀνδράσιν πολιαὶ θαμὰ καὶ παρὰ τὸν ἁλικίας ἐοικότα χρόνον.” ### Εʹ — ΨΑΥΜΙΔΙ ΚΑΜΑΡΙΝΑΙῼ ΑΠΗΝῌ [O.5] ὑψηλᾶν ἀρετᾶν καὶ στεφάνων ἄωτον γλυκὺν τῶν Οὐλυμπίᾳ, Ὠκεανοῦ θύγατερ, καρδίᾳ γελανεῖ ἀκαμαντόποδός τ’ ἀπήνας δέκευ Ψαύμιός τε δῶρα· [O.5] ὃς τὰν σὰν πόλιν αὔξων, Καμάρινα, λαοτρόφον βωμοὺς ἓξ διδύμους ἐγέραιρεν ἑορταῖς θεῶν μεγίσταις ὑπὸ βουθυσίαις ἀέθλων τε πεμπαμέροις ἁμίλλαις, [O.5] ἵπποις ἡμιόνοις τε μοναμπυκίᾳ τε. τὶν δὲ κῦδος ἁβρόν νικάσαις ἀνέθηκε, καὶ ὃν πατέρ’ Ἄκρων’ ἐκάρυξε καὶ τὰν νέοικον ἕδραν. [O.5] ἵκων δ’ Οἰνομάου καὶ Πέλοπος παρ’ εὐηράτων σταθμῶν, ὦ πολιάοχε Παλλάς, ἀείδει μὲν ἄλσος ἁγνὸν τὸ τεόν, ποταμόν τε Ὤανιν, ἐγχωρίαν τε λίμναν, [O.5] καὶ σεμνοὺς ὀχετούς, Ἵππαρις οἷσιν ἄρδει στρατόν, κολλᾷ τε σταδίων θαλάμων ταχέως ὑψίγυιον ἄλσος, ἀπ’ ἀμαχανίας ἄγων ἐς φάος τόνδε δᾶμον ἀστῶν· [O.5] αἰεὶ δ’ ἀμφ’ ἀρεταῖσι πόνος δαπάνα τε μάρναται πρὸς ἔργον κινδύνῳ κεκαλυμμένον· ἠῢ δ’ ἔχοντες σοφοὶ καὶ πολίταις ἔδοξαν ἔμμεν. [O.5] Σωτὴρ ὑψινεφὲς Ζεῦ, Κρόνιόν τε ναίων λόφον τιμῶν τ’ Ἀλφεὸν εὐρὺ ῥέοντ’ Ἰδαῖόν τε σεμνὸν ἄντρον, ἱκέτας σέθεν ἔρχομαι Λυδίοις ἀπύων ἐν αὐλοῖς, [O.5] αἰτήσων πόλιν εὐανορίαισι τάνδε κλυταῖς δαιδάλλειν, σέ τ’, Ὀλυμπιόνικε, Ποσειδανίαισιν ἵπποις ἐπιτερπόμενον φέρειν γῆρας εὔθυμον ἐς τελευτάν, [O.5] υἱῶν, Ψαῦμι, παρισταμένων. ὑγίεντα δ’ εἴ τις ὄλβον ἄρδει, ἐξαρκέων κτεάτεσσι καὶ εὐλογίαν προστιθείς, μὴ ματεύσῃ θεὸς γενέσθαι. ### Ϛʹ — ΑΓΗΣΙᾼ ΣΥΡΑΚΟΣΙῼ ΑΠΗΝῌ [O.6] χρυσέας ὑποστάσαντες εὐτειχεῖ προθύρῳ θαλάμου κίονας, ὡς ὅτε θαητὸν μέγαρον πάξομεν· ἀρχομένου δ’ ἔργου πρόσωπον χρὴ θέμεν τηλαυγές. εἰ δ’ εἴη μὲν Ὀλυμπιονίκας, βωμῷ τε μαντείῳ ταμίας Διὸς ἐν Πίσᾳ, συνοικιστήρ τε τᾶν κλεινᾶν Συρακοσσᾶν· τίνα κεν φύγοι ὕμνον κεῖνος ἀνήρ, ἐπικύρσαις ἀφθόνων ἀστῶν ἐν ἱμερταῖς ἀοιδαῖς; [O.6] ἴστω γὰρ ἐν τούτῳ πεδίλῳ δαιμόνιον πόδ’ ἔχων Σωστράτου υἱός. ἀκίνδυνοι δ’ ἀρεταὶ οὔτε παρ’ ἀνδράσιν οὔτ’ ἐν ναυσὶ κοίλαις τίμιαι· πολλοὶ δὲ μέμνανται, καλὸν εἴ τι ποναθῇ. Ἁγησία, τὶν δ’ αἶνος ἑτοῖμος, ὃν ἐν δίκᾳ ἀπὸ γλώσσας Ἄδραστος μάντιν Οἰκλείδαν ποτ’ ἐς Ἀμφιάρηον φθέγξατ’, ἐπεὶ κατὰ γαῖ’ αὐτόν τέ νιν καὶ φαιδίμας ἵππους ἔμαρψεν. [O.6] ἑπτὰ δ’ ἔπειτα πυρᾶν νεκρῶν τελεσθεισᾶν Ταλαϊονίδας εἶπεν ἐν Θήβαισι τοιοῦτόν τι ἔπος· “ποθέω στρατιᾶς ὀφθαλμὸν ἐμᾶς, ἀμφότερον μάντιν τ’ ἀγαθὸν καὶ δουρὶ μάρνασθαι.” τὸ καὶ ἀνδρὶ κώμου δεσπότᾳ πάρεστι Συρακοσίῳ. οὔτε δύσηρις ἐὼν οὔτ’ ὦν φιλόνικος ἄγαν, καὶ μέγαν ὅρκον ὀμόσσαις τοῦτό γέ οἱ σαφέως μαρτυρήσω· μελίφθογγοι δ’ ἐπιτρέψοντι Μοῖσαι. [O.6] ὦ Φίντις, ἀλλὰ ζεῦξον ἤδη μοι σθένος ἡμιόνων, ᾇ τάχος, ὄφρα κελεύθῳ τ’ ἐν καθαρᾷ βάσομεν ὄκχον, ἵκωμαί τε πρὸς ἀνδρῶν καὶ γένος· κεῖναι γὰρ ἐξ ἀλλᾶν ὁδὸν ἁγεμονεῦσαι ταύταν ἐπίστανται, στεφάνους ἐν Ὀλυμπίᾳ ἐπεὶ δέξαντο· χρὴ τοίνυν πύλας ὕμνων ἀναπίτναμεν αὐταῖς· πρός Πιτάναν δὲ παρ’ Εὐρώτα πόρον δεῖ σάμερόν μ’ ἐλθεῖν ἐν ὥρᾳ· [O.6] ἅ τοι Ποσειδάωνι μιχθεῖσα Κρονίῳ λέγεται παῖδα ἰόπλοκον Εὐάδναν τεκέμεν. κρύψε δὲ παρθενίαν ὠδῖνα κόλποις· κυρίῳ δ’ ἐν μηνὶ πέμποισ’ ἀμφιπόλους ἐκέλευσεν ἥρωι πορσαίνειν δόμεν Εἰλατίδᾳ βρέφος, ὃς ἀνδρῶν Ἀρκάδων ἄνασσε Φαισάνᾳ λάχε τ’ Ἀλφεὸν οἰκεῖν· ἔνθα τραφεῖσ’ ὑπ’ Ἀπόλλωνι γλυκείας πρῶτον ἔψαυσ’ Ἀφροδίτας. [O.6] οὐδ’ ἔλαθ’ Αἴπυτον ἐν παντὶ χρόνῳ κλέπτοισα θεοῖο γόνον. ἀλλ’ ὁ μὲν Πυθώναδ’, ἐν θυμῷ πιέσαις χόλον οὐ φατὸν ὀξείᾳ μελέτᾳ, ᾤχετ’ ἰὼν μαντευσόμενος ταύτας περ’ ἀτλάτου πάθας. ἁ δὲ φοινικόκροκον ζώναν καταθηκαμένα κάλπιδά τ’ ἀργυρέαν, λόχμας ὑπὸ κυανέας τίκτε θεόφρονα κοῦρον. τᾷ μὲν ὁ Χρυσοκόμας πραΰμητίν τ’ Ἐλείθυιαν παρέστασέν τε Μοίρας· [O.6] ἦλθεν δ’ ὑπὸ σπλάγχνων ὑπ’ ὠδῖνός τ’ ἐρατᾶς Ἴαμος ἐς φάος αὐτίκα. τὸν μὲν κνιζομένα λεῖπε χαμαί· δύο δὲ γλαυκῶπες αὐτὸν δαιμόνων βουλαῖσιν ἐθρέψαντο δράκοντες ἀμεμφεῖ ἰῷ μελισσᾶν καδόμενοι. βασιλεὺς δ’ ἐπεὶ πετραέσσας ἐλαύνων ἵκετ’ ἐκ Πυθῶνος, ἅπαντας ἐν οἴκῳ εἴρετο παῖδα, τὸν Εὐάδνα τέκοι· Φοίβου γὰρ αὐτὸν φᾶ γεγάκειν [O.6] πατρός, περὶ θνατῶν δ’ ἔσεσθαι μάντιν ἐπιχθονίοις ἔξοχον, οὐδέ ποτ’ ἐκλείψειν γενεάν. ὣς ἄρα μάνυε. τοὶ δ’ οὔτ’ ὦν ἀκοῦσαι οὔτ’ ἰδεῖν εὔχοντο πεμπταῖον γεγενημένον. ἀλλ’ ἐν κέκρυπτο γὰρ σχοίνῳ βατιᾷ τ’ ἐν ἀπειράτῳ, ἴων ξανθαῖσι καὶ παμπορφύροις ἀκτῖσι βεβρεγμένος ἁβρὸν σῶμα· τὸ καὶ κατεφάμιξεν καλεῖσθαί νιν χρόνῳ σύμπαντι μάτηρ [O.6] τοῦτ’ ὄνυμ’ ἀθάνατον. τερπνᾶς δ’ ἐπεὶ χρυσοστεφάνοιο λάβεν καρπὸν Ἥβας, Ἀλφεῷ μέσσῳ καταβὰς ἐκάλεσσε Ποσειδᾶν’ εὐρυβίαν, ὃν πρόγονον, καὶ τοξοφόρον Δάλου θεοδμάτας σκοπόν, αἰτέων λαοτρόφον τιμάν τιν’ ἑᾷ κεφαλᾷ, νυκτὸς ὑπαίθριος. ἀντεφθέγξατο δ’ ἀρτιεπὴς πατρία ὄσσα, μετάλλασέν τέ νιν· “ὄρσο, τέκος, δεῦρο πάγκοινον ἐς χώραν ἴμεν φάμας ὄπισθεν.” [O.6] ἵκοντο δ’ ὑψηλοῖο πέτραν ἀλίβατον Κρονίου· ἔνθα οἱ ὤπασε θησαυρὸν δίδυμον μαντοσύνας, τόκα μὲν φωνὰν ἀκούειν ψευδέων ἄγνωστον, εὖτ’ ἂν δὲ θρασυμάχανος ἐλθὼν Ἡρακλέης, σεμνὸν θάλος Ἀλκαϊδᾶν, πατρὶ ἑορτάν τε κτίσῃ πλειστόμβροτον τεθμόν τε μέγιστον ἀέθλων, Ζηνὸς ἐπ’ ἀκροτάτῳ βωμῷ τότ’ αὖ χρηστήριον θέσθαι κέλευσεν. [O.6] ἐξ οὗ πολύκλειτον καθ’ Ἕλλανας γένος Ἰαμιδᾶν. ὄλβος ἅμ’ ἕσπετο· τιμῶντες δ’ ἀρετὰς ἐς φανερὰν ὁδὸν ἔρχονται. τεκμαίρει χρῆμ’ ἕκαστον· μῶμος ἐξ ἄλλων κρέμαται φθονεόντων τοῖς, οἷς ποτε πρώτοις περὶ δωδέκατον δρόμον ἐλαυνόντεσσιν αἰδοία ποτιστάξῃ Χάρις εὐκλέα μορφάν. εἰ δ’ ἐτύμως ὑπὸ Κυλλάνας ὅροις, Ἁγησία, μάτρωες ἄνδρες [O.6] ναιετάοντες ἐδώρησαν θεῶν κάρυκα λιταῖς θυσίαις πολλὰ δὴ πολλαῖσιν Ἑρμᾶν εὐσεβέως, ὃς ἀγῶνας ἔχει μοῖράν τ’ ἀέθλων Ἀρκαδίαν τ’ εὐάνορα τιμᾷ· κεῖνος, ὦ παῖ Σωστράτου, σὺν βαρυγδούπῳ πατρὶ κραίνει σέθεν εὐτυχίαν. δόξαν ἔχω τιν’ ἐπὶ γλώσσᾳ ἀκόνας λιγυρᾶς, ἅ μ’ ἐθέλοντα προσέρπει καλλιρόοισι πνοαῖς· ματρομάτωρ ἐμὰ Στυμφαλίς, εὐανθὴς Μετώπα, [O.6] πλάξιππον ἃ Θήβαν ἔτικτεν, τᾶς ἐρατεινὸν ὕδωρ πίομαι, ἀνδράσιν αἰχματαῖσι πλέκων ποικίλον ὕμνον. ὄτρυνον νῦν ἑταίρους, Αἰνέα, πρῶτον μὲν Ἥραν Παρθενίαν κελαδῆσαι, γνῶναί τ’ ἔπειτ’, ἀρχαῖον ὄνειδος ἀλαθέσιν λόγοις εἰ φεύγομεν, Βοιωτίαν ὗν. ἐσσὶ γὰρ ἄγγελος ὀρθός, ἠϋκόμων σκυτάλα Μοισᾶν, γλυκὺς κρατὴρ ἀγαφθέγκτων ἀοιδᾶν· [O.6] εἰπὸν δὲ μεμνᾶσθαι Συρακοσσᾶν τε καὶ Ὀρτυγίας· τὰν Ἱέρων καθαρῷ σκάπτῳ διέπων, ἄρτια μηδόμενος, φοινικόπεζαν ἀμφέπει Δάματρα, λευκίππου τε θυγατρὸς ἑορτάν, καὶ Ζηνὸς Αἰτναίου κράτος. ἁδύλογοι δέ νιν λύραι μολπαί τε γιγνώσκοντι. μὴ θράσσοι χρόνος ὄλβον ἐφέρπων. σὺν δὲ φιλοφροσύναις εὐηράτοις Ἁγησία δέξαιτο κῶμον [O.6] οἴκοθεν οἴκαδ’ ἀπὸ Στυμφαλίων τειχέων ποτινισσόμενον, ματέρ’ εὐμήλοιο λείποντ’ Ἀρκαδίας. ἀγαθαὶ δὲ πέλοντ’ ἐν χειμερίᾳ νυκτὶ θοᾶς ἐκ ναὸς ἀπεσκίμφθαι δύ’ ἄγκυραι. θεὸς τῶν τε κείνων τε κλυτὰν αἶσαν παρέχοι φιλέων. δέσποτα ποντομέδων, εὐθὺν δὲ πλόον καμάτων ἐκτὸς ἐόντα δίδοι, χρυσαλακάτοιο πόσις Ἀμφιτρίτας, ἐμῶν δ’ ὕμνων ἄεξ’ εὐτερπὲς ἄνθος. ### Ζʹ — ΔΙΑΓΟΡᾼ ΡΟΔΙῼ ΠΥΚΤῌ [O.7] φιάλαν ὡς εἴ τις ἀφνειᾶς ἀπὸ χειρὸς ἑλὼν ἔνδον ἀμπέλου καχλάζοισαν δρόσῳ δωρήσεται νεανίᾳ γαμβρῷ προπίνων οἴκοθεν οἴκαδε, πάγχρυσον κορυφὰν κτεάνων, συμποσίου τε χάριν κᾶδός τε τιμάσαις νέον, ἐν δὲ φίλων παρεόντων θῆκέ νιν ζαλωτὸν ὁμόφρονος εὐνᾶς· [O.7] καὶ ἐγὼ νέκταρ χυτόν, Μοισᾶν δόσιν, ἀεθλοφόροις ἀνδράσιν πέμπων, γλυκὺν καρπὸν φρενός, ἱλάσκομαι, Οὐλυμπίᾳ Πυθοῖ τε νικώντεσσιν· ὁ δ’ ὄλβιος, ὃν φᾶμαι κατέχοντ’ ἀγαθαί. ἄλλοτε δ’ ἄλλον ἐποπτεύει Χάρις ζωθάλμιος ἁδυμελεῖ θαμὰ μὲν φόρμιγγι παμφώνοισί τ’ ἐν ἔντεσιν αὐλῶν. [O.7] καί νυν ὑπ’ ἀμφοτέρων σὺν Διαγόρᾳ κατέβαν τὰν ποντίαν ὑμνέων παῖδ’ Ἀφροδίτας Ἀελίοιό τε νύμφαν, Ῥόδον, εὐθυμάχαν ὄφρα πελώριον ἄνδρα παρ’ Ἀλφεῷ στεφανωσάμενον αἰνέσω πυγμᾶς ἄποινα καὶ παρὰ Κασταλίᾳ, πατέρα τε Δαμάγητον ἁδόντα Δίκᾳ, Ἀσίας εὐρυχόρου τρίπολιν νᾶσον πέλας ἐμβόλῳ ναίοντας Ἀργείᾳ σὺν αἰχμᾷ. [O.7] ἐθελήσω τοῖσιν ἐξ ἀρχᾶς ἀπὸ Τλαπολέμου ξυνὸν ἀγγέλλων διορθῶσαι λόγον, Ἡρακλέος εὐρυσθενεῖ γέννᾳ. τὸ μὲν γὰρ πατρόθεν ἐκ Διὸς εὔχονται· τὸ δ’ Ἀμυντορίδαι ματρόθεν Ἀστυδαμείας. ἀμφὶ δ’ ἀνθρώπων φρασὶν ἀμπλακίαι ἀναρίθμητοι κρέμανται· τοῦτο δ’ ἀμάχανον εὑρεῖν, [O.7] ὅ τι νῦν ἐν καὶ τελευτᾷ φέρτατον ἀνδρὶ τυχεῖν. καὶ γὰρ Ἀλκμήνας κασίγνητον νόθον σκάπτῳ θένων σκληρᾶς ἐλαίας ἔκταν’ ἐν Τίρυνθι Λικύμνιον ἐλθόντ’ ἐκ θαλάμων Μιδέας τᾶσδέ ποτε χθονὸς οἰκιστὴρ χολωθείς. αἱ δὲ φρενῶν ταραχαὶ παρέπλαγξαν καὶ σοφόν. μαντεύσατο δ’ ἐς θεὸν ἐλθών. [O.7] τῷ μὲν ὁ Χρυσοκόμας εὐώδεος ἐξ ἀδύτου ναῶν πλόον εἶπε Λερναίας ἀπ’ ἀκτᾶς εὐθὺν ἐς ἀμφιθάλασσον νομόν, ἔνθα ποτὲ βρέχε θεῶν βασιλεὺς ὁ μέγας χρυσέαις νιφάδεσσι πόλιν, ἁνίχ’ Ἁφαίστου τέχναισιν χαλκελάτῳ πελέκει πατέρος Αθαναία κορυφὰν κατ’ ἄκραν ἀνορούσαισ’ ἀλάλαξεν ὑπερμάκει βοᾷ· Οὐρανὸς δ’ ἔφριξέ νιν καὶ Γαῖα μάτηρ. [O.7] τότε καὶ φαυσίμβροτος δαίμων Ὑπεριονίδας μέλλον ἔντειλεν φυλάξασθαι χρέος παισὶν φίλοις, ὡς ἂν θεᾷ πρῶτοι κτίσαιεν βωμὸν ἐναργέα, καὶ σεμνὰν θυσίαν θέμενοι πατρί τε θυμὸν ἰάναιεν κόρᾳ τ’ ἐγχειβρόμῳ. ἐν δ’ ἀρετὰν ἔβαλεν καὶ χάρματ’ ἀνθρώποισι Προμαθέος Αἰδώς· [O.7] ἐπὶ μὰν βαίνει τε καὶ λάθας ἀτέκμαρτα νέφος, καὶ παρέλκει πραγμάτων ὀρθὰν ὁδὸν ἔξω φρενῶν. καὶ τοὶ γὰρ αἰθοίσας ἔχοντες σπέρμ’ ἀνέβαν φλογὸς οὔ· τεῦξαν δ’ ἀπύροις ἱεροῖς ἄλσος ἐν ἀκροπόλει· κείνοις ὁ μὲν ξανθὰν ἀγαγὼν νεφέλαν πολὺν ὗσε χρυσόν· αὐτὰ δέ σφισιν ὤπασε τέχναν [O.7] πᾶσαν ἐπιχθονίων Γλαυκῶπις ἀριστοπόνοις χερσὶ κρατεῖν. ἔργα δὲ ζωοῖσιν ἑρπόντεσσί θ’ ὁμοῖα κέλευθοι φέρον· ἦν δὲ κλέος βαθύ. δαέντι δὲ καὶ σοφία μείζων ἄδολος τελέθει. φαντὶ δ’ ἀνθρώπων παλαιαὶ ῥήσιες, οὔπω, ὅτε χθόνα δατέοντο Ζεύς τε καὶ ἀθάνατοι, φανερὰν ἐν πελάγει Ῥόδον ἔμμεν ποντίῳ, ἁλμυροῖς δ’ ἐν βένθεσιν νᾶσον κεκρύφθαι. [O.7] ἀπεόντος δ’ οὔτις ἔνδειξεν λάχος Ἀελίου· καί ῥά μιν χώρας ἀκλάρωτον λίπον, ἁγνὸν θεόν. μνασθέντι δὲ Ζεὺς ἄμπαλον μέλλεν θέμεν. ἀλλά νιν οὐκ εἴασεν· ἐπεὶ πολιᾶς εἶπέ τιν’ αὐτὸς ὁρᾶν ἔνδον θαλάσσας αὐξομέναν πεδόθεν πολύβοσκον γαῖαν ἀνθρώποισι καὶ εὔφρονα μήλοις. [O.7] ἐκέλευσεν δ’ αὐτίκα χρυσάμπυκα μὲν Λάχεσιν χεῖρας ἀντεῖναι, θεῶν δ’ ὅρκον μέγαν μὴ παρφάμεν, ἀλλὰ Κρόνου σὺν παιδὶ νεῦσαι, φαεννὸν ἐς αἰθέρα νιν πεμφθεῖσαν ἑᾷ κεφαλᾷ ἐξοπίσω γέρας ἔσσεσθαι. τελεύταθεν δὲ λόγων κορυφαὶ ἐν ἀλαθείᾳ πετοῖσαι. βλάστε μὲν ἐξ ἁλὸς ὑγρᾶς [O.7] νᾶσος, ἔχει τέ νιν ὀξειᾶν ὁ γενέθλιος ἀκτίνων πατήρ, πῦρ πνεόντων ἀρχὸς ἵππων· ἔνθα Ῥόδῳ ποτὲ μιχθεὶς τέκεν ἑπτὰ σοφώτατα νοήματ’ ἐπὶ προτέρων ἀνδρῶν παραδεξαμένους παῖδας, ὧν εἷς μὲν Κάμειρον πρεσβύτατόν τε Ἰάλυσον ἔτεκεν Λίνδον τ’· ἀπάτερθε δ’ ἔχον, διὰ γαῖαν τρίχα δασσάμενοι πατρωίαν, ἀστέων μοῖραν, κέκληνται δέ σφιν ἕδραι. [O.7] τόθι λύτρον συμφορᾶς οἰκτρᾶς γλυκὺ Τλαπολέμῳ ἵσταται Τιρυνθίων ἀρχαγέτᾳ, ὥσπερ θεῷ, μήλων τε κνισσάεσσα πομπὰ καὶ κρίσις ἀμφ’ ἀέθλοις. τῶν ἄνθεσι Διαγόρας ἐστεφανώσατο δίς, κλεινᾷ τ’ ἐν Ἰσθμῷ τετράκις εὐτυχέων, Νεμέᾳ τ’ ἄλλαν ἐπ’ ἄλλα, καὶ κρανααῖς ἐν Ἀθάναις. [O.7] ὅ τ’ ἐν Ἄργει χαλκὸς ἔγνω νιν, τά τ’ ἐν Ἀρκαδίᾳ ἔργα καὶ Θήβαις, ἀγῶνές τ’ ἔννομοι Βοιωτίων, Πέλλανά τ’ Αἴγινά τε νικῶνθ’ ἑξάκις. ἐν Μεγάροισίν τ’ οὐχ ἕτερον λιθίνα ψᾶφος ἔχει λόγον. ἀλλ’, ὦ Ζεῦ πάτερ, νώτοισιν Ἀταβυρίου μεδέων, τίμα μὲν ὕμνου τεθμὸν Ὀλυμπιονίκαν, [O.7] ἄνδρα τε πὺξ ἀρετὰν εὑρόντα, δίδοι τέ οἱ αἰδοίαν χάριν καὶ ποτ’ ἀστῶν καὶ ποτὶ ξείνων. ἐπεὶ ὕβριος ἐχθρὰν ὁδὸν εὐθυπορεῖ, σάφα δαεὶς ἅ τέ οἱ πατέρων ὀρθαὶ φρένες ἐξ ἀγαθῶν ἔχρεον. μὴ κρύπτε κοινὸν σπέρμ’ ἀπὸ Καλλιάνακτος· Ἐρατιδᾶν τοι σὺν χαρίτεσσιν ἔχει θαλίας καὶ πόλις· ἐν δὲ μιᾷ μοίρᾳ χρόνου ἄλλοτ’ ἀλλοῖαι διαιθύσσοισιν αὖραι. ### Ηʹ — ΑΛΚΙΜΕΔΟΝΤΙ ΑΙΓΙΝΗΤῌ ΠΑΙΔΙ ΠΑΛΑΙΣΤῌ [O.8] μᾶτερ ὦ χρυσοστεφάνων ἀέθλων, Οὐλυμπία, δέσποιν’ ἀλαθείας· ἵνα μάντιες ἄνδρες ἐμπύροις τεκμαιρόμενοι παραπειρῶνται Διὸς ἀργικεραύνου, εἴ τιν’ ἔχει λόγον ἀνθρώπων πέρι μαιομένων μεγάλαν ἀρετὰν θυμῷ λαβεῖν, τῶν δὲ μόχθων ἀμπνοάν· [O.8] ἄνεται δὲ πρὸς χάριν εὐσεβίας ἀνδρῶν λιταῖς. ἀλλ’ ὦ Πίσας εὔδενδρον ἐπ’ Ἀλφεῷ ἄλσος, τόνδε κῶμον καὶ στεφαναφορίαν δέξαι. μέγα τοι κλέος αἰεί, ᾧτινι σὸν γέρας ἕσπητ’ ἀγλαόν· ἄλλα δ’ ἐπ’ ἄλλον ἔβαν ἀγαθῶν, πολλαὶ δ’ ὁδοὶ σὺν θεοῖς εὐπραγίας. [O.8] Τιμόσθενες, ὔμμε δ’ ἐκλάρωσεν πότμος Ζηνὶ γενεθλίῳ· ὃς σὲ μὲν Νεμέᾳ πρόφατον, Ἀλκιμέδοντα δὲ πὰρ Κρόνου λόφῳ θῆκεν Ὀλυμπιονίκαν. ἦν δ’ ἐσορᾶν καλός, ἔργῳ τ’ οὐ κατὰ εἶδος ἐλέγχων ἐξένεπε κρατέων πάλᾳ δολιχήρετμον Αἴγιναν πάτραν· ἔνθα σώτειρα Διὸς ξενίου πάρεδρος ἀσκεῖται Θέμις [O.8] ἔξοχ’ ἀνθρώπων. ὅ τι γὰρ πολὺ καὶ πολλᾷ ῥέπῃ, ὀρθᾷ διακρίνειν φρενὶ μὴ παρὰ καιρόν, δυσπαλές· τεθμὸς δέ τις ἀθανάτων καὶ τάνδ’ ἁλιερκέα χώραν παντοδαποῖσιν ὑπέστασε ξένοις κίονα δαιμονίαν ὁ δ’ ἐπαντέλλων χρόνος τοῦτο πράσσων μὴ κάμοι [O.8] Δωριεῖ λαῷ ταμιευομέναν ἐξ Αἰακοῦ· τὸν παῖς ὁ Λατοῦς εὐρυμέδων τε Ποσειδᾶν, Ἰλίῳ μέλλοντες ἐπὶ στέφανον τεῦξαι, καλέσαντο συνεργὸν τείχεος, ἦν ὅτι νιν πεπρωμένον ὀρνυμένων πολέμων πτολιπόρθοις ἐν μάχαις λάβρον ἀμπνεῦσαι καπνόν. [O.8] γλαυκοὶ δὲ δράκοντες, ἐπεὶ κτίσθη νέον, πύργον ἐσαλλόμενοι τρεῖς, οἱ δύο μὲν κάπετον, αὖθι δ’ ἀτυζομένω ψυχὰς βάλον· εἷς δ’ ἀνόρουσε βοάσαις. ἔννεπε δ’ ἀντίον ὁρμαίνων τέρας εὐθὺς, Ἀπόλλων· “Πέργαμος ἀμφὶ τεαῖς, ἥρως, χερὸς ἐργασίαι ἁλίσκεται· ὣς ἐμοὶ φάσμα λέγει Κρονίδα πεμφθὲν βαρυγδούπου Διός· [O.8] “οὐκ ἄτερ παίδων σέθεν, ἀλλ’ ἅμα πρώτοις ῥάζεται καὶ τερτάτοις.” ὣς ἆρα θεὸς σάφα εἴπαις Ξάνθον ἤπειγεν καὶ Ἀμαζόνας εὐίππους καὶ ἐς Ἴστρον ἐλαύνων. Ὀρσοτρίαινα δ’ ἐπ’ Ἰσθμῷ ποντίᾳ ἅρμα θοὸν τανύεν, ἀποπέμπων Αἰακὸν δεῦρ’ ἀν’ ἵπποις χρυσέαις, [O.8] καὶ Κορίνθου δειράδ’ ἐποψόμενος δαιτικλυτάν. τερπνὸν δ’ ἐν ἀνθρώποις ἴσον ἔσσεται οὐδέν. εἰ δ’ ἐγὼ Μελησίᾳ ἐξ ἀγενείων κῦδος ἀνέδραμον ὕμνῳ, μὴ βαλέτω με λίθῳ τραχεῖ φθόνος· καὶ Νεμέᾳ γὰρ ὁμῶς ἐρέω ταύταν χάριν, τὰν δ’ ἔπειτ’ ἀνδρῶν μάχαν [O.8] ἐκ παγκρατίου. τὸ διδάξασθαι δέ τοι εἰδότι ῥᾴτερον· ἄγνωμον δὲ τὸ μὴ προμαθεῖν· κουφότεραι γὰρ ἀπειράτων φρένες. κεῖνα δὲ κεῖνος ἂν εἴποι ἔργα περαίτερον ἄλλων, τίς τρόπος ἄνδρα προβάσει ἐξ ἱερῶν ἀέθλων μέλλοντα ποθεινοτάταν δόξαν φέρειν. νῦν μὲν αὐτῷ γέρας Ἀλκιμέδων νίκαν τριακοστὰν ἑλών· [O.8] ὃς τύχᾳ μὲν δαίμονος, ἀνορέας δ’ οὐκ ἀμπλακὼν ἐν τέτρασιν παίδων ἀπεθήκατο γυίοις νόστον ἔχθιστον καὶ ἀτιμοτέραν γλῶσσαν καὶ ἐπίκρυφον οἶμον, πατρὶ δὲ πατρὸς ἐνέπνευσεν μένος γήραος ἀντίπαλον. Ἀΐδα τοι λάθεται ἄρμενα πράξαις ἀνήρ. [O.8] ἀλλ’ ἐμὲ χρὴ μναμοσύναν ἀνεγείροντα φράσαι χειρῶν ἄωτον Βλεψιάδαις ἐπίνικον, ἕκτος οἷς ἤδη στέφανος περίκειται φυλλοφόρων ἀπ’ ἀγώνων. ἔστι δὲ καί τι θανόντεσσιν μέρος κὰν νόμον ἐρδομένων· κατακρύπτει δ’ οὐ κόνις συγγόνων κεδνὰν χάριν. [O.8] Ἑρμᾶ δὲ θυγατρὸς ἀκούσαις Ἰφίων Ἀγγελίας, ἐνέποι κεν Καλλιμάχῳ λιπαρὸν κόσμον Ὀλυμπίᾳ, ὅν σφι Ζεὺς γένει ὤπασεν. ἐσλὰ δ’ ἐπ’ ἐσλοῖς ἔργ’ ἐθέλοι δόμεν, ὀξείας δὲ νόσους ἀπαλάλκοι. εὔχομαι ἀμφὶ καλῶν μοίρᾳ Νέμεσιν διχόβουλον μὴ θέμεν· ἀλλ’ ἀπήμαντον ἄγων βίοτον αὐτούς τ’ ἀέξοι καὶ πόλιν. ### Θʹ — ΕΦΑΡΜΟΣΤῼ ΟΠΟΥΝΤΙῼ ΠΑΛΑΙΣΤῌ [O.9] τὸ μὲν Ἀρχιλόχου μέλος φωνᾶεν Ὀλυμπίᾳ, καλλίνικος ὁ τριπλόος κεχλαδώς, ἄρκεσε Κρόνιον παρ’ ὄχθον ἁγεμονεῦσαι κωμάζοντι φίλοις Ἐφαρμόστῳ σὺν ἑταίροις· ἀλλὰ νῦν ἑκαταβόλων Μοισᾶν ἀπὸ τόξων Δία τε φοινικοστερόπαν σεμνόν τ’ ἐπίνειμαι ἀκρωτήριον Ἄλιδος τοιοῖσδε βέλεσσιν, τὸ δή ποτε Λυδὸς ἥρως Πέλοψ ἐξάρατο κάλλιστον ἕδνον Ἱπποδαμείας· [O.9] πτερόεντα δ’ ἵει γλυκὺν Πυθώναδ’ ὀϊστόν· οὔτοι χαμαιπετέων λόγων ἐφάψεαι ἀνδρὸς ἀμφὶ παλαίσμασιν φόρμιγγ’ ἐλελίζων κλεινᾶς ἐξ Ὀπόεντος· αἰνήσαις ἓ καὶ υἱόν, ἃν Θέμις θυγάτηρ τέ οἱ σώτειρα λέλογχεν μεγαλόδοξος Εὐνομία, θάλλει δ’ ἀρεταῖσιν σόν τε, Κασταλία, πάρα Ἀλφεοῦ τε ῥέεθρον· ὅθεν στεφάνων ἄωτοι κλυτὰν Λοκρῶν ἐπαείροντι ματέρ’ ἀγλαόδενδρον. [O.9] ἐγὼ δέ τοι φίλαν πόλιν μαλεραῖς ἐπιφλέγων ἀοιδαῖς, καὶ ἀγάνορος ἵππου θᾶσσον καὶ ναὸς ὑποπτέρου παντᾷ ἀγγελίαν πέμψω ταύταν, εἰ σύν τινι μοιριδίῳ παλάμᾳ ἐξαίρετον Χαρίτων νέμομαι κᾶπον· κεῖναι γὰρ ὤπασαν τὰ τέρπν’· ἀγαθοὶ δὲ καὶ σοφοὶ κατὰ δαίμον’ ἄνδρες [O.9] ἐγένοντ’· ἐπεὶ ἀντία πῶς ἂν τριόδοντος Ἡρακλέης σκύταλον τίναξε χερσίν, ἁνίκ’ ἀμφὶ Πύλον σταθεὶς ἤρειδε Ποσειδᾶν ἤρειδεν δέ νιν ἀργυρέῳ τόξῳ πολεμίζων Φοῖβος, οὐδ’ Ἀΐδας ἀκινήταν ἔχε ῥάβδον, βρότεα σώμαθ’ ᾇ κατάγει κοίλαν πρὸς ἀγυιὰν θνᾳσκόντων; ἀπό μοι λόγον τοῦτον, στόμα, ῥῖψον· ἐπεὶ τό γε λοιδορῆσαι θεοὺς ἐχθρὰ σοφία, καὶ τὸ καυχᾶσθαι παρὰ καιρὸν [O.9] μανίαισιν ὑποκρέκει. μὴ νῦν λαλάγει τὰ τοιαῦτ’· ἔα πόλεμον μάχαν τε πᾶσαν χωρὶς ἀθανάτων· φέροις δὲ Πρωτογενείας ἄστει γλῶσσαν, ἵν’ αἰολοβρόντα Διὸς αἴσᾳ Πύρρα Δευκαλίων τε Παρνασοῦ καταβάντε δόμον ἔθεντο πρῶτον, ἄτερ δ’ εὐνᾶς ὁμόδαμον κτισσάσθαν λίθινον γόνον· λαοὶ δ’ ὀνύμασθεν. ἔγειρ’ ἐπέων σφιν οἶμον λιγύν, αἴνει δὲ παλαιὸν μὲν οἶνον, ἄνθεα δ’ ὕμνων [O.9] νεωτέρων. λέγοντι μὰν χθόνα μὲν κατακλύσαι μέλαιναν ὕδατος σθένος, ἀλλὰ Ζηνὸς τέχναις ἀνάπωτιν ἐξαίφνας ἄντλον ἑλεῖν. κείνων ἔσαν χαλκάσπιδες ὑμέτεροι πρόγονοι ἀρχᾶθεν Ἰαπετιονίδος φύτλας κοῦροι κορᾶν καὶ φερτάτων Κρονιδᾶν, ἐγχώριοι βασιλῆες αἰεί, [O.9] πρὶν Ὀλύμπιος ἁγεμὼν θύγατρ’ ἀπὸ γᾶς Ἐπειῶν Ὀπόεντος ἀναρπάσαις, ἕκαλος μίχθη Μαιναλίαισιν ἐν δειραῖς, καὶ ἔνεικεν Λοκρῷ, μὴ καθέλοι μιν αἰὼν πότμον ἐφάψαις ὀρφανὸν γενεᾶς. ἔχεν δὲ σπέρμα μέγιστον ἄλοχος, εὐφράνθη τε ἰδὼν ἥρως θετὸν υἱόν, μάτρωος δ’ ἐκάλεσσέ νιν ἰσώνυμον ἔμμεν, ὑπέρφατον ἄνδρα μορφᾷ τε καὶ ἔργοισι. πόλιν δ’ ὤπασεν λαόν τε διαιτᾶν. [O.9] ἀφίκοντο δέ οἱ ξένοι, ἔκ τ’ Ἄργεος ἔκ τε Θηβᾶν, οἱ δ’ Ἀρκάδες, οἱ δὲ καὶ Πισᾶται· υἱὸν δ’ Ἄκτορος ἐξόχως τίμασεν ἐποίκων Αἰγίνας τε Μενοίτιον· τοῦ παῖς ἅμ’ Ἀτρείδαις Τεύθραντος πεδίον μολὼν ἔστα σὺν Ἀχιλλεῖ μόνος, ὅτ’ ἀλκᾶντας Δαναοὺς τρέψαις ἁλίαισιν πρύμναις Τήλεφος ἔμβαλεν· ὥστ’ ἔμφρονι δεῖξαι μαθεῖν Πατρόκλου βιατὰν νόον. ἐξ οὗ Θέτιος γόνος οὐλίῳ νιν ἐν Ἄρει [O.9] παραγορεῖτο μή ποτε σφετέρας ἄτερθε ταξιοῦσθαι δαμασιμβρότου αἰχμᾶς. εἴην εὑρησιεπὴς ἀναγεῖσθαι πρόσφορος ἐν Μοισᾶν δίφρῳ· τόλμα δὲ καὶ ἀμφιλαφὴς δύναμις ἕσποιτο. προξενίᾳ δ’ ἀρετᾷ τ’ ἦλθον τιμάορος Ἰσθμίαισι Λαμπρομάχου μίτραις, ὅτ’ ἀμφότεροι κράτησαν [O.9] μίαν ἔργον ἀν’ ἁμέραν. ἄλλαι δὲ δύ’ ἐν Κορίνθου πύλαις ἐγένοντ’ ἔπειτα χάρμαι, ταὶ δὲ καὶ Νεμέας Ἐφαρμόστῳ κατὰ κόλπον· Ἄργει τ’ ἔσχεθε κῦδος ἀνδρῶν, παῖς δ’ ἐν Ἀθάναις, οἷον δ’ ἐν Μαραθῶνι συλαθεὶς ἀγενείων μένεν ἀγῶνα πρεσβυτέρων ἀμφ’ ἀργυρίδεσσιν· φῶτας δ’ ὀξυρεπεῖ δόλῳ ἀπτῶτι δαμάσσαις διήρχετο κύκλον ὅσσᾳ βοᾷ, ὡραῖος ἐὼν καὶ καλὸς κάλλιστά τε ῥέξαις. [O.9] τὰ δὲ Παρρασίῳ στρατῷ θαυμαστὸς ἐὼν φάνη Ζηνὸς ἀμφὶ πανάγυριν Λυκαίου, καὶ ψυχρᾶν ὁπότ’ εὐδιανὸν φάρμακον αὐρᾶν Πελλάνᾳ φέρε· σύνδικος δ’ αὐτῷ Ἰολάου τύμβος εἰναλία τ’ Ἐλευσὶς ἀγλαΐαισιν. τὸ δὲ φυᾷ κράτιστον ἅπαν· πολλοὶ δὲ διδακταῖς ἀνθρώπων ἀρεταῖς κλέος ὤρουσαν ἀρέσθαι. ἄνευ δὲ θεοῦ σεσιγαμένον οὐ σκαιότερον χρῆμ’ ἕκαστον. ἐντὶ γὰρ ἄλλαι [O.9] ὁδῶν ὁδοὶ περαίτεραι, μία δ’ οὐχ ἅπαντας ἄμμε θρέψει μελέτα· σοφίαι μὲν αἰπειναί· τοῦτο δὲ προσφέρων ἆθλον, ὄρθιον ὤρυσαι θαρσέων, τόνδ’ ἀνέρα δαιμονίᾳ γεγάμεν εὔχειρα, δεξιόγυιον, ὁρῶντ’ ἀλκάν, Αἰάντειόν τ’ ἐν δαιτὶ Ἰλιάδα νικῶν ἐπεστεφάνωσε βωμόν. ### Ιʹ — ΑΓΗΣΙΔΑΜῼ ΛΟΚΡῼ ΕΠΙΖΕΦΥΡΙῼ ΠΑΙΔΙ ΠΥΚΤῌ [O.10] τὸν Ὀλυμπιονίκαν ἀνάγνωτέ μοι Ἀρχεστράτου παῖδα, πόθι φρενὸς ἐμᾶς γέγραπται· γλυκὺ γὰρ αὐτῷ μέλος ὀφείλων ἐπιλέλαθ’· ὦ Μοῖσ’, ἀλλὰ σὺ καὶ θυγάτηρ Ἀλάθεια Διός, ὀρθᾷ χερὶ ἐρύκετον ψευδέων ἐνιπὰν ἀλιτόξενον. [O.10] ἕκαθεν γὰρ ἐπελθὼν ὁ μέλλων χρόνος ἐμὸν καταίσχυνε βαθὺ χρέος. ὅμως δὲ λῦσαι δυνατὸς ὀξεῖαν ἐπιμομφὰν τόκος· ὁρᾶτ’ ὦν νῦν ψᾶφον ἑλισσομέναν ὅπα κῦμα κατακλύσσει ῥέον, ὅπα τε κοινὸν λόγον φίλαν τίσομεν ἐς χάριν. [O.10] νέμει γὰρ Ἀτρέκεια πόλιν Λοκρῶν Ζεφυρίων, μέλει τέ σφισι Καλλιόπα καὶ χάλκεος Ἄρης. τράπε δὲ Κύκνεια μάχα καὶ ὑπέρβιον Ἡρακλέα. πύκτας δ’ ἐν Ὀλυμπιάδι νικῶν Ἴλᾳ φερέτω χάριν Ἁγησίδαμος ὡς Ἀχιλεῖ Πάτροκλος. θήξαις δέ κε φύντ’ ἀρετᾷ ποτὶ πελώριον ὁρμάσαι κλέος ἀνὴρ θεοῦ σὺν παλάμᾳ· [O.10] ἄπονον δ’ ἔλαβον χάρμα παῦροί τινες, ἔργων πρὸ πάντων βιότῳ φάος. ἀγῶνα δ’ ἐξαίρετον ἀεῖσαι θέμιτες ὦρσαν Διός, ὃν ἀρχαίῳ σάματι πὰρ Πέλοπος βωμῶν ἑξάριθμον ἐκτίσσατο, ἐπεὶ Ποσειδάνιον πέφνε Κτέατον ἀμύμονα, [O.10] πέφνε δ’ Εὔρυτον, ὡς Αὐγέαν λάτριον ἀέκονθ’ ἑκὼν μισθὸν ὑπέρβιον πράσσοιτο, λόχμαισι δὲ δοκεύσαις ὑπὸ Κλεωνᾶν δάμασε καὶ κείνους Ἡρακλέης ἐφ’ ὁδῷ, ὅτι πρόσθε ποτὲ Τιρύνθιον ἔπερσαν αὐτῷ στρατὸν μυχοῖς ἥμενον Ἄλιδος [O.10] Μολίονες ὑπερφίαλοι. καὶ μὰν ξεναπάτας Ἐπειῶν βασιλεὺς ὄπιθεν οὐ πολλὸν ἴδε πατρίδα πολυκτέανον ὑπὸ στερεῷ πυρὶ πλαγαῖς τε σιδάρου βαθὺν εἰς ὀχετὸν ἄτας ἵζοισαν ἑὰν πόλιν. νεῖκος δὲ κρεσσόνων ἀποθέσθ’ ἄπορον. καὶ κεῖνος ἀβουλίᾳ ὕστατος ἁλώσιος ἀντάσαις θάνατον αἰπὺν οὐκ ἐξέφυγεν. [O.10] ὁ δ’ ἄρ’ ἐν Πίσᾳ ἔλσαις ὅλον τε στρατὸν λαίαν τε πᾶσαν Διὸς ἄλκιμος υἱὸς σταθμᾶτο ζάθεον ἄλσος πατρὶ μεγίστῳ· περὶ δὲ πάξαις Ἄλτιν μὲν ὅγ’ ἐν καθαρῷ διέκρινε, τὸ δὲ κύκλῳ πέδον ἔθηκε δόρπου λύσιν, τιμάσαις πόρον Ἀλφεοῦ [O.10] μετὰ δώδεκ’ ἀνάκτων θεῶν. καὶ πάγον Κρόνου προσεφθέγξατο· πρόσθε γὰρ νώνυμνος, ἇς Οἰνόμαος ἆρχε, βρέχετο πολλᾷ νιφάδι. ταύτᾳ δ’ ἐν πρωτογόνῳ τελετᾷ παρέσταν μὲν ἄρα Μοῖραι σχεδὸν ὅ τ’ ἐξελέγχων μόνος ἀλάθειαν ἐτήτυμον [O.10] χρόνος. τὸ δὲ σαφανὲς ἰὼν πόρσω κατέφρασεν, ὅπα τὰν πολέμοιο δόσιν ἀκρόθινα διελὼν ἔθυε καὶ πενταετηρίδ’ ὅπως ἄρα ἔστασεν ἑορτὰν σὺν Ὀλυμπιάδι πρώτᾳ νικαφορίαισί τε. τίς δὴ ποταίνιον ἔλαχε στέφανον χείρεσσι ποσίν τε καὶ ἅρματι, ἀγώνιον ἐν δόξᾳ θέμενος εὖχος, ἔργῳ καθελών; [O.10] σταδίου μὲν ἀρίστευσεν εὐθὺν τόνον ποσσὶ τρέχων παῖς ὁ Λικυμνίου Οἰωνός· ἷκεν δὲ Μιδέαθεν στρατὸν ἐλαύνων· ὁ δὲ πάλᾳ κυδαίνων Ἔχεμος Τεγέαν· Δόρυκλος δ’ ἔφερε πυγμᾶς τέλος, Τίρυνθα ναίων πόλιν· ἀν’ ἵπποισι δὲ τέτρασιν [O.10] ἀπὸ Μαντινέας Σᾶμος Ὡλιροθίου· ἄκοντι Φράστωρ ἔλασε σκοπόν· μᾶκος δὲ Νικεὺς ἔδικε πέτρῳ χέρα κυκλώσαις ὑπὲρ ἁπάντων, καὶ συμμαχία θόρυβον παραίθυξε μέγαν· ἐν δ’ ἕσπερον ἔφλεξεν εὐώπιδος σελάνας ἐρατὸν φάος. [O.10] ἀείδετο δὲ πᾶν τέμενος τερπναῖσι θαλίαις τὸν ἐγκώμιον ἀμφὶ τρόπον. ἀρχαῖς δὲ προτέραις ἑπόμενοι καί νῦν ἐπωνυμίαν χάριν νίκας ἀγερώχου, κελαδησόμεθα βροντὰν καὶ πυρπάλαμον βέλος ὀρσικτύπου Διός, ἐν ἅπαντι κράτει αἴθωνα κεραυνὸν ἀραρότα. χλιδῶσα δὲ μολπὰ πρὸς κάλαμον ἀντιάξει μελέων, [O.10] τὰ παρ’ εὐκλέϊ Δίρκᾳ χρόνῳ μὲν φάνεν· ἀλλ’ ὥτε παῖς ἐξ ἀλόχου πατρὶ ποθεινὸς ἵκοντι νεότατος τὸ πάλιν ἤδη, μάλα δέ οἱ θερμαίνει φιλότατι νόον· ἐπεὶ πλοῦτος ὁ λαχὼν ποιμένα ἐπακτὸν ἀλλότριον, θνᾴσκοντι στυγερώτατος· [O.10] καὶ ὅταν καλὰ ἔρξαις ἀοιδᾶς ἄτερ, Ἁγησίδαμ’, εἰς Ἀΐδα σταθμὸν ἀνὴρ ἵκηται, κενεὰ πνεύσαις ἔπορε μόχθῳ βραχύ τι τερπνόν. τὶν δ’ ἁδυεπής τε λύρα γλυκύς τ’ αὐλὸς ἀναπάσσει χάριν· τρέφοντι δ’ εὐρὺ κλέος κόραι Πιερίδες Διός. [O.10] ἐγὼ δὲ συνεφαπτόμενος σπουδᾷ, κλυτὸν ἔθνος Λοκρῶν ἀμφέπεσον μέλιτι εὐάνορα πόλιν καταβρέχων· παῖδ’ ἐρατὸν ⟨δ’⟩ Ἀρχεστράτου αἴνησα, τὸν εἶδον κρατέοντα χερὸς ἀλκᾷ βωμὸν παρ’ Ὀλύμπιον, κεῖνον κατὰ χρόνον ἰδέᾳ τε καλὸν ὥρᾳ τε κεκραμένον, ἅ ποτε ἀναιδέα Γανυμήδει μόρον ἄλαλκε σὺν Κυπρογενεῖ. ### ΙΑʹ — ΑΓΗΣΙΔΑΜῼ ΛΟΚΡῼ ΕΠΙΖΕΦΥΡΙῼ ΠΑΙΔΙ ΠΥΚΤῌ [O.11] ἔστιν ἀνθρώποις ἀνέμων ὅτε πλείστα χρῆσις, ἔστιν δ’ οὐρανίων ὑδάτων, ὀμβρίων παίδων νεφέλας. εἰ δὲ σὺν πόνῳ τις εὖ πράσσοι, μελιγάρυες ὕμνοι ὑστέρων ἀρχὰ λόγων τέλλεται καὶ πιστὸν ὅρκιον μεγάλαις ἀρεταῖς. [O.11] ἀφθόνητος δ’ αἶνος Ὀλυμπιονίκαις οὗτος ἄγκειται. τὰ μὲν ἁμετέρα γλῶσσα ποιμαίνειν ἐθέλει· ἐκ θεοῦ δ’ ἀνὴρ σοφαῖς ἀνθεῖ πραπίδεσσιν ὁμοίως. ἴσθι νῦν, Ἀρχεστράτου παῖ, τεᾶς, Ἁγησίδαμε, πυγμαχίας ἕνεκεν [O.11] κόσμον ἐπὶ στεφάνῳ χρυσέας ἐλαίας ἁδυμελῆ κελαδήσω, Ζεφυρίων, Λοκρῶν γενεὰν ἀλέγων. ἔνθα συγκωμάξατ’· ἐγγυάσομαι ὔμμιν, ὦ Μοῖσαι, φυγόξενον στρατὸν μηδ’ ἀπείρατον καλῶν, ἀκρόσοφον δὲ καὶ αἰχματὰν ἀφίξεσθαι. τὸ γὰρ ἐμφυὲς οὔτ’ αἴθων ἀλώπηξ οὔτ’ ἐρίβρομοι λέοντες διαλλάξαντο ἦθος. ### ΙΒʹ — ΕΡΓΟΤΕΛΕΙ ΙΜΕΡΑΙῼ ΔΟΛΙΧΟΔΡΟΜῼ [O.12] λίσσομαι, παῖ Ζηνὸς Ἐλευθερίου, Ἱμέραν εὐρυσθενέ’ ἀμφιπόλει, σώτειρα Τύχα. τὶν γὰρ ἐν πόντῳ κυβερνῶνται θοαὶ νᾶες, ἐν χέρσῳ τε λαιψηροὶ πόλεμοι κἀγοραὶ βουλαφόροι. αἵ γε μὲν ἀνδρῶν πόλλ’ ἄνω, τὰ δ’ αὖ κάτω ψεύδη μεταμώνια τάμνοισαι κυλίνδοντ’ ἐλπίδες· [O.12] σύμβολον δ’ οὔ πώ τις ἐπιχθονίων πιστὸν ἀμφὶ πράξιος ἐσσομένας εὗρεν θεόθεν· τῶν δὲ μελλόντων τετύφλωνται φραδαί. πολλὰ δ’ ἀνθρώποις παρὰ γνώμαν ἔπεσεν, ἔμπαλιν μὲν τέρψιος, οἱ δ’ ἀνιαραῖς ἀντικύρσαντες ζάλαις ἐσλὸν βαθὺ πήματος ἐν μικρῷ πεδάμειψαν χρόνῳ. [O.12] υἱὲ Φιλάνορος, ἤτοι καὶ τεά κεν, ἐνδομάχας ἅτ’ ἀλέκτωρ, συγγόνῳ παρ’ ἑστίᾳ ἀκλεὴς τιμὰ κατεφυλλορόησε ποδῶν, εἰ μὴ στάσις ἀντιάνειρα Κνωσίας ἄμερσε πάτρας. νῦν δ’ Ὀλυμπία στεφανωσάμενος καὶ δὶς ἐκ Πυθῶνος Ἰσθμοῖ τ’, Ἐργότελες, θερμὰ Νυμφᾶν λουτρὰ βαστάζεις, ὁμιλέων παρ’ οἰκείαις ἀρούραις. ### ΙΓʹ — ΞΕΝΟΦΩΝΤΙ ΚΟΡΙΝΘΙῼ ΣΤΑΔΙΟΔΡΟΜῼ ΚΑΙ ΠΕΝΤΑΘΛῼ [O.13] τρισολυμπιονίκαν ἐπαινέων οἶκον ἅμερον ἀστοῖς, ξένοισι δὲ θεράποντα, γνώσομαι τὰν ὀλβίαν Κόρινθον, Ἰσθμίου πρόθυρον Ποτειδᾶνος, ἀγλαόκουρον. ἐν τᾷ γὰρ Εὐνομία ναίει, κασίγνηταί τε, βάθρον πολίων ἀσφαλές, Δίκα καὶ ὁμότροφος Εἰρήνα, ταμίαι ἀνδράσι πλούτου, χρύσεαι παῖδες εὐβούλου Θέμιτος· [O.13] ἐθέλοντι δ’ ἀλέξειν Ὕβριν, Κόρου ματέρα θρασύμυθον. ἔχω καλά τε φράσαι, τόλμα τέ μοι εὐθεῖα γλῶσσαν ὀρνύει λέγειν. ἄμαχον δὲ κρύψαι τὸ συγγενὲς ἦθος. ὔμμιν δέ, παῖδες Ἀλάτα, πολλὰ μὲν νικαφόρον ἀγλαΐαν ὤπασαν ἄκραις ἀρεταῖς ὑπερελθόντων ἱεροῖς ἐν ἀέθλοις, πολλὰ δ’ ἐν καρδίαις ἀνδρῶν ἔβαλον [O.13] ὧραι πολυάνθεμοι ἀρχαῖα σοφίσμαθ’. ἅπαν δ’ εὑρόντος ἔργον. ταὶ Διωνύσου πόθεν ἐξέφανεν σὺν βοηλάτᾳ χάριτες διθυράμβῳ· τίς γὰρ ἱππείοις ἐν ἔντεσσιν μέτρα, ἢ θεῶν ναοῖσιν οἰωνῶν βασιλέα δίδυμον ἐπέθηκ’; ἐν δὲ Μοῖσ’ ἁδύπνοος, ἐν δ’ Ἄρης ἀνθεῖ νέων οὐλίαις αἰχμαῖσιν ἀνδρῶν. [O.13] ὕπατ’ εὐρὺ ἀνάσσων Ὀλυμπίας, ἀφθόνητος ἔπεσσιν γένοιο χρόνον ἅπαντα, Ζεῦ πάτερ, καὶ τόνδε λαὸν ἀβλαβῆ νέμων Ξενοφῶντος εὔθυνε δαίμονος οὖρον· δέξαι τέ οἱ στεφάνων ἐγκώμιον τεθμόν, τὸν ἄγει πεδίων ἐκ Πίσας, πεντάθλῳ ἅμα σταδίου νικῶν δρόμον· ἀντεβόλησεν τῶν ἀνὴρ θνατὸς οὔπω τις πρότερον. [O.13] δύο δ’ αὐτὸν ἔρεψαν πλόκοι σελίνων ἐν Ἰσθμιάδεσσιν φανέντα· Νέμεά τ’ οὐκ ἀντιξοεῖ. πατρὸς δὲ Θεσσαλοῦ ἐπ’ Ἀλφεοῦ ῥεέθροισιν αἴγλα ποδῶν ἀνάκειται, Πυθοῖ τ’ ἔχει σταδίου τιμὰν διαύλου θ’ ἁλίῳ ἀμφ’ ἑνί, μηνός τέ οἱ τωὐτοῦ κρανααῖς ἐν’ Ἀθάναισι τρία ἔργα ποδαρκὴς ἅμερα θῆκε κάλλιστ’ ἀμφὶ κόμαις, [O.13] Ἑλλώτια δ’ ἑπτάκις· ἐν δ’ ἀμφιάλοισι Ποτειδᾶνος τεθμοῖσιν Πτοιοδώρῳ σὺν πατρὶ μακρότεραι Τερψίᾳ θ’ ἕψοντ’ Ἐριτίμῳ τ’ ἀοιδαί. ὅσσα τ’ ἐν Δελφοῖσιν ἀριστεύσατε ἠδὲ χόρτοις ἐν λέοντος, δηρίομαι πολέσιν περὶ πλήθει καλῶν, ὡς μὰν σαφὲς οὐκ ἂν εἰδείην λέγειν ποντιᾶν ψάφων ἀριθμόν. [O.13] ἕπεται δ’ ἐν ἑκάστῳ μέτρον· νοῆσαι δὲ καιρὸς ἄριστος. ἐγὼ δὲ ἴδιος ἐν κοινῷ σταλεὶς μῆτίν τε γαρύων παλαιγόνων πόλεμόν τ’ ἐν ἡρωΐαις ἀρεταῖσιν οὐ ψεύσομ’ ἀμφὶ Κορίνθῳ, Σίσυφον μὲν πυκνότατον παλάμαις ὡς θεόν, καὶ τὰν πατρὸς ἀντία Μήδειαν θεμέναν γάμον αὐτᾷ, ναῒ σώτειραν Ἀργοῖ καὶ προπόλοις. [O.13] τὰ δὲ καί ποτ’ ἐν ἀλκᾷ πρὸ Δαρδάνου τειχέων ἐδόκησαν ἐπ’ ἀμφότερα μαχᾶν τάμνειν τέλος, τοὶ μὲν γένει φίλῳ σὺν Ἀτρέος Ἑλέναν κομίζοντες, οἱ δ’ ἀπὸ πάμπαν εἴργοντες· ἐκ Λυκίας δὲ Γλαῦκον ἐλθόντα τρόμεον Δαναοί. τοῖσι μὲν ἐξεύχετ’ ἐν ἄστεϊ Πειράνας σφετέρου πατρὸς ἀρχὰν καὶ βαθὺν κλᾶρον ἔμμεν καὶ μέγαρον· [O.13] ὃς τᾶς ὀφιώδεος υἱόν ποτε Γοργόνος ἦ πόλλ’ ἀμφὶ κρουνοῖς Πάγασον ζεῦξαι ποθέων ἔπαθεν, πρίν γέ οἱ χρυσάμπυκα κούρα χαλινὸν Παλλὰς ἤνεγκ’· ἐξ ὀνείρου δ’ αὐτίκα ἦν ὕπαρ· φώνασε δ’· “εὕδεις, Αἰολίδα βασιλεῦ; ἄγε φίλτρον τόδ’ ἵππειον δέκευ, καὶ Δαμαίῳ νιν θύων ταῦρον ἀργᾶντα πατρὶ δεῖξον.” [O.13] κυαναιγὶς ἐν ὄρφνᾳ κνώσσοντί οἱ παρθένος τόσα εἰπεῖν ἔδοξεν· ἀνὰ δ’ ἐπᾶλτ’ ὀρθῷ ποδί. παρκείμενον δὲ συλλαβὼν τέρας, ἐπιχώριον μάντιν ἄσμενος εὗρεν, δεῖξέν τε Κοιρανίδᾳ πᾶσαν τελευτὰν πράγματος, ὥς τ’ ἀνὰ βωμῷ θεᾶς κοιτάξατο νύκτ’ ἀπὸ κείνου χρήσιος. ὥς τέ οἱ αὐτὰ Ζηνὸς ἐγχεικεραύνου παῖς ἔπορεν [O.13] δαμασίφρονα χρυσόν. ἐνυπνίῳ δ’ ᾇ τάχιστα πιθέσθαι κελήσατό μιν, ὅταν δ’ εὐρυσθενεῖ καρταίποδ’ ἀναρύῃ Γαιαόχῳ, θέμεν Ἱππίᾳ βωμὸν εὐθὺς Ἀθάνᾳ. τελεῖ δὲ θεῶν δύναμις καὶ τὰν παρ’ ὅρκον καὶ παρὰ ἐλπίδα κούφαν κτίσιν. ἤτοι καὶ ὁ καρτερὸς ὁρμαίνων ἕλε Βελλεροφόντας, φάρμακον πραῢ τείνων ἀμφὶ γένυι, [O.13] ἵππον πτερόεντ’· ἀναβὰς δ’ εὐθὺς ἐνόπλια χαλκωθεὶς ἔπαιζεν. σὺν δὲ κείνῳ καί ποτ’ Ἀμαζονίδων αἰθέρος ψυχρῶν ἀπὸ κόλπων ἐρήμου τοξόταν βάλλων γυναικεῖον στρατόν, καὶ Χίμαιραν πῦρ πνέοισαν καὶ Σολύμους ἔπεφνεν. διασωπάσομαί οἱ μόρον ἐγώ· τὸν δ’ ἐν Οὐλύμπῳ φάτναι Ζηνὸς ἀρχαῖαι δέκονται. [O.13] ἐμὲ δ’ εὐθὺν ἀκόντων ἱέντα ῥόμβον παρὰ σκοπὸν οὐ χρὴ τὰ πολλὰ βέλεα καρτύνειν χεροῖν. Μοίσαις γὰρ ἀγλαοθρόνοις ἑκὼν Ὀλιγαιθίδαισίν τ’ ἔβαν ἐπίκουρος. Ἰσθμοῖ τά τ’ ἐν Νεμέᾳ παύρῳ ἔπει θήσω φανέρ’ ἀθρό’, ἀλαθής τέ μοι ἔξορκος ἐπέσσεται ἑξηκοντάκι δὴ ἀμφοτέρωθεν ἁδύγλωσσος βοὰ κάρυκος ἐσλοῦ. [O.13] τὰ δ’ Ὀλυμπίᾳ αὐτῶν ἔοικεν ἤδη πάροιθε λελέχθαι· τά τ’ ἐσσόμενα τότ’ ἂν φαίην σαφές· νῦν δ’ ἔλπομαι μέν, ἐν θεῷ γε μὰν τέλος· εἰ δὲ δαίμων γενέθλιος ἕρποι, δι’ τοῦτ’ Ἐνυαλίῳ τ’ ἐκδώσομεν πράσσειν. τὰ δ’ ὑπ’ ὀφρύϊ Παρνασσίᾳ ἕξ· Ἄργεΐ θ’ ὅσσα καὶ ἐν Θήβαις, ὅσα τ’ Ἀρκάσιν ἀνάσσων μαρτυρήσει Λυκαίου βωμὸς ἄναξ, [O.13] Πέλλανά τε καὶ Σικυὼν καὶ Μέγαρ’ Αἰακιδᾶν τ’ εὐερκὲς ἄλσος, ἅ τ’ Ἐλευσὶς καὶ λιπαρὰ Μαραθών, ταί θ’ ὑπ’ Αἴτνας ὑψιλόφου καλλίπλουτοι πόλιες, ἅ τ’ Εὔβοια· καὶ πᾶσαν κατὰ Ἑλλάδ’ εὑρήσεις ἐρευνῶν μάσσον’ ἢ ὡς ἰδέμεν. ἄνα, κούφοισιν ἐκνεῦσαι ποσίν· Ζεῦ τέλει’, αἰδῶ δίδοι καὶ τύχαν τερπνῶν γλυκεῖαν. ### ΙΔʹ — ΑΣΩΠΙΧῼ ΟΡΧΟΜΕΝΙῼ ΣΤΑΔΙΕΙ (παιδὶ Κλεοδάμου) [O.14] Καφισίων ὑδάτων λαχοῖσαι, αἵτε ναίετε καλλίπωλον ἕδραν, ὦ λιπαρᾶς ἀοίδιμοι βασίλειαι Χάριτες Ὀρχομενοῦ, παλαιγόνων Μινυᾶν ἐπίσκοποι, κλῦτ’, ἐπεὶ εὔχομαι. σὺν γὰρ ὔμμιν τὰ τερπνὰ καὶ τὰ γλυκέ’ ἄνεται πάντα βροτοῖς, εἰ σοφός, εἰ καλός, εἴ τις ἀγλαὸς ἀνήρ. οὐδὲ γὰρ θεοὶ σεμνᾶν Χαρίτων ἄτερ κοιρανέοισιν χοροὺς οὔτε δαῖτας· ἀλλὰ πάντων ταμίαι ἔργων ἐν οὐρανῷ, χρυσότοξον θέμεναι παρὰ Πύθιον Ἀπόλλωνα θρόνους, ἀέναον σέβοντι πατρὸς Ὀλυμπίοιο τιμάν. [O.14] ⟨ὦ⟩ πότνι’ Ἀγλαΐα φιλησίμολπέ τ’ Εὐφροσύνα, θεῶν κρατίστου παῖδες, ἐπακοοῖτε νῦν, Θαλία τε ἐρασίμολπε, ἰδοῖσα τόνδε κῶμον ἐπ’ εὐμενεῖ τύχᾳ κοῦφα βιβῶντα· Λυδῷ γὰρ Ἀσώπιχον τρόπῳ ἔν τε μελέταις ἀείδων ἔμολον, οὕνεκ’ Ὀλυμπιόνικος ἁ Μινυεία σεῦ ἕκατι. μελανοτειχέα νῦν δόμον Φερσεφόνας ἔλθ’, Ἀχοῖ, πατρὶ κλυτὰν φέροισ’ ἀγγελίαν, Κλεόδαμον ὄφρ’ ἰδοῖσ’, υἱὸν εἴπῃς ὅτι οἱ νέαν κόλποις παρ’ εὐδόξοις Πίσας ἐστεφάνωσε κυδίμων ἀέθλων πτεροῖσι χαίταν. ## ΠΥΘΙΟΝΙΚΑΙ ### Αʹ — ΙΕΡΩΝΙ ΑΙΤΝΑΙῼ ΑΡΜΑΤΙ [P.1] χρυσέα φόρμιγξ, Ἀπόλλωνος καὶ ἰοπλοκάμων σύνδικον Μοισᾶν κτέανον· τᾶς ἀκούει μὲν βάσις, ἀγλαΐας ἀρχά, πείθονται δ’ ἀοιδοὶ σάμασιν, ἁγησιχόρων ὁπόταν προοιμίων ἀμβολὰς τεύχῃς ἐλελιζομένα. καὶ τὸν αἰχματὰν κεραυνὸν σβεννύεις ἀενάου πυρός. εὕδει δ’ ἀνὰ σκάπτῳ Διὸς αἰετός, ὠκεῖαν πτέρυγ’ ἀμφοτέρωθεν χαλάξαις, [P.1] ἀρχὸς οἰωνῶν, κελαινῶπιν δ’ ἐπί οἱ νεφέλαν ἀγκύλῳ κρατί, γλεφάρων ἁδὺ κλαΐστρον, κατέχευας· ὁ δὲ κνώσσων ὑγρὸν νῶτον αἰωρεῖ, τεαῖς ῥιπαῖσι κατασχόμενος. καὶ γὰρ βιατὰς Ἄρης, τραχεῖαν ἄνευθε λιπὼν ἐγχέων ἀκμάν, ἰαίνει καρδίαν κώματι, κῆλα δὲ καὶ δαιμόνων θέλγει φρένας, ἀμφί τε Λατοίδα σοφίᾳ βαθυκόλπων τε Μοισᾶν. [P.1] ὅσσα δὲ μὴ πεφίληκε Ζεύς, ἀτύζονται βοὰν Πιερίδων ἀΐοντα, γᾶν τε καὶ πόντον κατ’ ἀμαιμάκετον, ὅς τ’ ἐν αἰνᾷ Ταρτάρῳ κεῖται, θεῶν πολέμιος, Τυφὼς ἑκατοντακάρανος· τόν ποτε Κιλίκιον θρέψεν πολυώνυμον ἄντρον· νῦν γε μὰν ταί θ’ ὑπὲρ Κύμας ἁλιερκέες ὄχθαι Σικελία τ’ αὐτοῦ πιέζει στέρνα λαχνάεντα· κίων δ’ οὐρανία συνέχει, νιφόεσσ’ Αἴτνα, πάνετες χιόνος ὀξείας τιθήνα· [P.1] τᾶς ἐρεύγονται μὲν ἀπλάτου πυρὸς ἁγνόταται ἐκ μυχῶν παγαί· ποταμοὶ δ’ ἁμέραισιν μὲν προχέοντι ῥόον καπνοῦ αἴθων’· ἀλλ’ ἐν ὄρφναισιν πέτρας φοίνισσα κυλινδομένα φλὸξ ἐς βαθεῖαν φέρει πόντου πλάκα σὺν πατάγῳ. κεῖνο δ’ Ἁφαίστοιο κρουνοὺς ἑρπετὸν δεινοτάτους ἀναπέμπει· τέρας μὲν θαυμάσιον προσιδέσθαι, θαῦμα δὲ καὶ παρεόντων ἀκοῦσαι, [P.1] οἷον Αἴτνας ἐν μελαμφύλλοις δέδεται κορυφαῖς καὶ πέδῳ, στρωμνὰ δὲ χαράσσοισ’ ἅπαν νῶτον ποτικεκλιμένον κεντεῖ. εἴη, Ζεῦ, τὶν εἴη ἁνδάνειν, ὃς τοῦτ’ ἐφέπεις ὄρος, εὐκάρποιο γαίας μέτωπον, τοῦ μὲν ἐπωνυμίαν κλεινὸς οἰκιστὴρ ἐκύδανεν πόλιν γείτονα, Πυθιάδος δ’ ἐν δρόμῳ κάρυξ ἀνέειπέ νιν ἀγγέλλων Ἱέρωνος ὑπὲρ καλλινίκου [P.1] ἅρμασι. ναυσιφορήτοις δ’ ἀνδράσι πρώτα χάρις ἐς πλόον ἀρχομένοις πομπαῖον ἐλθεῖν οὖρον· ἐοικότα γὰρ καὶ τελευτᾷ φερτέρου νόστου τυχεῖν. ὁ δὲ λόγος ταύταις ἐπὶ συντυχίαις δόξαν φέρει λοιπὸν ἔσσεσθαι στεφάνοισί ⟨νιν⟩ ἵπποις τε κλυτὰν καὶ σὺν εὐφώνοις θαλίαις ὀνυμαστάν. Λύκιε καὶ Δάλου ἀνάσσων Φοῖβε, Παρνασσοῦ τε κράναν Κασταλίαν φιλέων, ἐθελήσαις ταῦτα νόῳ τιθέμεν εὔανδρόν τε χώραν. [P.1] ἐκ θεῶν γὰρ μαχαναὶ πᾶσαι βροτέαις ἀρεταῖς, καὶ σοφοὶ καὶ χερσὶ βιαταὶ περίγλωσσοί τ’ ἔφυν. ἄνδρα δ’ ἐγὼ κεῖνον αἰνῆσαι μενοινῶν ἔλπομαι μὴ χαλκοπάρᾳον ἄκονθ’ ὡσείτ’ ἀγῶνος βαλεῖν ἔξω παλάμᾳ δονέων, μακρὰ δὲ ῥίψαις ἀμεύσασθ’ ἀντίους· εἰ γὰρ ὁ πᾶς χρόνος ὄλβον μὲν οὕτω καὶ κτεάνων δόσιν εὐθύνοι, καμάτων δ’ ἐπίλασιν παράσχοι. [P.1] ἦ κεν ἀμνάσειεν, οἵαις ἐν πολέμοισι μάχαις τλάμονι ψυχᾷ παρέμειν’, ἁνίχ’ εὑρίσκοντο θεῶν παλάμαις τιμάν, οἵαν οὔτις Ἑλλάνων δρέπει, πλούτου στεφάνωμ’ ἀγέρωχον. νῦν γε μὰν τὰν Φιλοκτήταο δίκαν ἐφέπων ἐστρατεύθη· σὺν δ’ ἀνάγκᾳ νιν φίλον καί τις ἐὼν μεγαλάνωρ ἔσανεν. φαντὶ δὲ Λαμνόθεν ἕλκει τειρόμενον μεταβάσοντας ἐλθεῖν [P.1] ἥρωας ἀντιθέους Ποίαντος υἱὸν τοξόταν· ὃς Πριάμοιο πόλιν πέρσεν, τελεύτασέν τε πόνους Δαναοῖς, ἀσθενεῖ μὲν χρωτὶ βαίνων, ἀλλὰ μοιρίδιον ἦν. οὕτω δ’ Ἱέρωνι θεὸς ὀρθωτὴρ πέλοι τὸν προσέρποντα χρόνον, ὧν ἔραται καιρὸν διδούς. Μοῖσα, καὶ πὰρ Δεινομένει κελαδῆσαι πίθεό μοι ποινὰν τεθρίππων. χάρμα δ’ οὐκ ἀλλότριον νικαφορία πατέρος. ἄγ’ ἔπειτ’ Αἴτνας βασιλεῖ φίλιον ἐξεύρωμεν ὕμνον· [P.1] τῷ πόλιν κείναν θεοδμάτῳ σὺν ἐλευθερίᾳ Ὑλλίδος στάθμας Ἱέρων ἐν νόμοις ἔκτισσ’. ἐθέλοντι δὲ Παμφύλου καὶ μὰν Ἡρακλειδᾶν ἔκγονοι ὄχθαις ὕπο Ταϋγέτου ναίοντες αἰεὶ μένειν τεθμοῖσιν ἐν Αἰγιμιοῦ Δωριεῖς. ἔσχον δ’ Ἀμύκλας ὄλβιοι, Πινδόθεν ὀρνύμενοι, λευκοπώλων Τυνδαριδᾶν βαθύδοξοι γείτονες, ὧν κλέος ἄνθησεν αἰχμᾶς. [P.1] Ζεῦ τέλει’, αἰεὶ δὲ τοιαύταν Ἀμένα παρ’ ὕδωρ αἶσαν ἀστοῖς καὶ βασιλεῦσιν διακρίνειν ἔτυμον λόγον ἀνθρώπων, σύν τοι τίν κεν ἁγητὴρ ἀνήρ, υἱῷ τ’ ἐπιτελλόμενος, δᾶμον γεραίρων τράποι σύμφωνον ἐς ἁσυχίαν. λίσσομαι νεῦσον, Κρονίων, ἅμερον ὄφρα κατ’ οἶκον ὁ Φοίνιξ ὁ Τυρσανῶν τ’ ἀλαλατὸς ἔχῃ, ναυσίστονον ὕβριν ἰδὼν τὰν πρὸ Κύμας· [P.1] οἷα Συρακοσίων ἀρχῷ δαμασθέντες πάθον, ὠκυπόρων ἀπὸ ναῶν ὅ σφιν ἐν πόντῳ βάλεθ’ ἁλικίαν, Ἑλλάδ’ ἐξέλκων βαρείας δουλίας. ἀρέομαι πὰρ μὲν Σαλαμῖνος, Ἀθαναίων χάριν, μισθόν, ἐν Σπάρτᾳ δ’ ⟨ἀπὸ⟩ τᾶν πρὸ Κιθαιρῶνος μαχᾶν, ταῖσι Μήδειοι κάμον ἀγκυλότοξοι, παρὰ δὲ τὰν εὔυδρον ἀκτὰν Ἱμέρα παίδεσσιν ὕμνον Δεινομένευς τελέσαις, τὸν ἐδέξαντ’ ἀμφ’ ἀρετᾷ, πολεμίων ἀνδρῶν καμόντων. [P.1] καιρὸν εἰ φθέγξαιο, πολλῶν πείρατα συντανύσαις ἐν βραχεῖ, μείων ἕπεται μῶμος ἀνθρώπων. ἀπὸ γὰρ κόρος ἀμβλύνει αἰανὴς ταχείας ἐλπίδας· ἀστῶν δ’ ἀκοὰ κρύφιον θυμὸν βαρύνει μάλιστ’ ἐσλοῖσιν ἐπ’ ἀλλοτρίοις. ἀλλ’ ὅμως, κρέσσων γὰρ οἰκτιρμοῦ φθόνος, μὴ παρίει καλά. νώμα δικαίῳ πηδαλίῳ στρατόν· ἀψευδεῖ δὲ πρὸς ἄκμονι χάλκευε γλῶσσαν. [P.1] εἴ τι καὶ φλαῦρον παραιθύσσει, μέγα τοι φέρεται πὰρ σέθεν. πολλῶν ταμίας ἐσσί· πολλοὶ μάρτυρες ἀμφοτέροις πιστοί. εὐανθεῖ δ’ ἐν ὀργᾷ παρμένων, εἴπερ τι φιλεῖς ἀκοὰν ἁδεῖαν αἰεὶ κλύειν, μὴ κάμνε λίαν δαπάναις· ἐξίει δ’ ὥσπερ κυβερνάτας ἀνὴρ ἱστίον ἀνεμόεν. μὴ δολωθῇς, ὦ φίλος, κέρδεσιν εὐτράπλοις· ὀπιθόμβροτον αὔχημα δόξας [P.1] οἶον ἀποιχομένων ἀνδρῶν δίαιταν μανύει καὶ λογίοις καὶ ἀοιδοῖς· οὐ φθίνει Κροίσου φιλόφρων ἀρετά· τὸν δὲ ταύρῳ χαλκέῳ καυτῆρα νηλέα νόον ἐχθρὰ Φάλαριν κατέχει παντᾷ φάτις, οὐδέ νιν φόρμιγγες ὑπωρόφιαι κοινωνίαν μαλθακὰν παίδων ὀάροισι δέκονται. τὸ δὲ παθεῖν εὖ πρῶτον ἄθλων· εὖ δ’ ἀκούειν δευτέρα μοῖρ’· ἀμφοτέροισι δ’ ἀνὴρ ὃς ἂν ἐγκύρσῃ, καὶ ἕλῃ, στέφανον ὕψιστον δέδεκται. ### Βʹ — ΙΕΡΩΝΙ ΣΥΡΑΚΟΣΙῼ ΑΡΜΑΤΙ [P.2] μεγαλοπόλιες ὦ Συράκοσαι, βαθυπολέμου τέμενος Ἄρεος, ἀνδρῶν ἵππων τε σιδαροχαρμᾶν δαιμόνιαι τροφοί, ὔμμιν τόδε τᾶν λιπαρᾶν ἀπὸ Θηβᾶν φέρων μέλος ἔρχομαι ἀγγελίαν τετραορίας ἐλελίχθονος, εὐάρματος Ἱέρων ἐν ᾇ κρατέων τηλαυγέσιν ἀνέδησεν Ὀρτυγίαν στεφάνοις, ποταμίας ἕδος Ἀρτέμιδος, ἇς οὐκ ἄτερ κείνας ἀγαναῖσιν ἐν χερσὶ ποικιλανίους ἐδάμασσε πώλους. [P.2] ἐπὶ γὰρ ἰοχέαιρα παρθένος χερὶ διδύμᾳ ὅ τ’ ἐναγώνιος Ἑρμᾶς αἰγλᾶντα τίθησι κόσμον, ξεστὸν ὅταν δίφρον ἔν θ’ ἅρματα πεισιχάλινα καταζευγνύῃ σθένος ἵππιον, ὀρσοτρίαιναν εὐρυβίαν καλέων θεόν. ἄλλοις δέ τις ἐτέλεσσεν ἄλλος ἀνὴρ εὐαχέα βασιλεῦσιν ὕμνον, ἄποιν’ ἀρετᾶς. κελαδέοντι μὲν ἀμφὶ Κινύραν πολλάκις φᾶμαι Κυπρίων, τὸν ὁ χρυσοχαῖτα προφρόνως ἐφίλασ’ Ἀπόλλων, [P.2] ἱερέα κτίλον Ἀφροδίτας· ἄγει δὲ χάρις φίλων ποίνιμος ἀντὶ ἔργων ὀπιζομένα· σὲ δ’, ὦ Δεινομένειε παῖ, Ζεφυρία πρὸ δόμων Λοκρὶς παρθένος ἀπύει, πολεμίων καμάτων ἐξ ἀμαχάνων διὰ τεὰν δύναμιν δρακεῖσ’ ἀσφαλές. θεῶν δ’ ἐφετμαῖς Ἰξίονα φαντὶ ταῦτα βροτοῖς λέγειν ἐν πτερόεντι τροχῷ παντᾷ κυλινδόμενον· τὸν εὐεργέταν ἀγαναῖς ἀμοιβαῖς ἐποιχομένους τίνεσθαι. [P.2] ἔμαθε δὲ σαφές. εὐμενέσσι γὰρ παρὰ Κρονίδαις γλυκὺν ἑλὼν βίοτον, μακρὸν οὐχ ὑπέμεινεν ὄλβον, μαινομέναις φρασὶν Ἥρας ὅτ’ ἐράσσατο, τὰν Διὸς εὐναὶ λάχον πολυγαθέες· ἀλλά νιν ὕβρις εἰς ἀυάταν ὑπεράφανον ὦρσεν· τάχα δὲ παθὼν ἐοικότ’ ἀνὴρ ἐξαίρετον ἕλε μόχθον. αἱ δύο δ’ ἀμπλακίαι φερέπονοι τελέθοντι· τὸ μὲν ἥρως ὅτι ἐμφύλιον αἷμα πρώτιστος οὐκ ἄτερ τέχνας ἐπέμιξε θνατοῖς, [P.2] ὅτι τε μεγαλοκευθέεσσιν ἔν ποτε θαλάμοις Διὸς ἄκοιτιν ἐπειρᾶτο. χρὴ δὲ κατ’ αὐτὸν αἰεὶ παντὸς ὁρᾶν μέτρον. εὐναὶ δὲ παράτροποι ἐς κακότατ’ ἀθρόαν ἔβαλον· ποτὶ καὶ τὸν ἵκοντ’· ἐπεὶ νεφέλᾳ παρελέξατο, ψεῦδος γλυκὺ μεθέπων, ἄϊδρις ἀνήρ· εἶδος γὰρ ὑπεροχωτάτᾳ πρέπεν οὐρανιᾶν θυγατέρι Κρόνου· ἅντε δόλον αὐτῷ θέσαν Ζηνὸς παλάμαι, καλὸν πῆμα. τὸν δὲ τετράκναμον ἔπραξε δεσμόν, [P.2] ἑὸν ὄλεθρον ὅγ’· ἐν δ’ ἀφύκτοισι γυιοπέδαις πεσὼν τὰν πολύκοινον ἀνδέξατ’ ἀγγελίαν. ἄνευ οἱ Χαρίτων τέκεν γόνον ὑπερφίαλον, μόνα καὶ μόνον, οὔτ’ ἐν ἀνδράσι γερασφόρον οὔτ’ ἐν θεῶν νόμοις· τὸν ὀνύμαξε τράφοισα Κένταυρον, ὃς ἵπποισι Μαγνητίδεσσι ἐμίγνυτ’ ἐν Παλίου σφυροῖς, ἐκ δ’ ἐγένοντο στρατὸς θαυμαστός, ἀμφοτέροις ὁμοῖοι τοκεῦσι, τὰ ματρόθεν μὲν κάτω, τὰ δ’ ὕπερθε πατρός. [P.2] θεὸς ἅπαν ἐπὶ ἐλπίδεσσι τέκμαρ ἀνύεται, θεός, ὃ καὶ πτερόεντ’ αἰετὸν κίχε, καὶ θαλασσαῖον παραμείβεται δελφῖνα, καὶ ὑψιφρόνων τιν’ ἔκαμψε βροτῶν, ἑτέροισι δὲ κῦδος ἀγήραον παρέδωκ’. ἐμὲ δὲ χρεὼν φεύγειν δάκος ἀδινὸν κακαγοριᾶν. εἶδον γὰρ ἑκὰς ἐὼν τὰ πόλλ’ ἐν ἀμαχανίᾳ ψογερὸν Ἀρχίλοχον βαρυλόγοις ἔχθεσιν πιαινόμενον· τὸ πλουτεῖν δὲ σὺν τύχᾳ πότμου σοφίας ἄριστον. [P.2] τὺ δὲ σάφα νιν ἔχεις, ἐλευθέρᾳ φρενὶ πεπαρεῖν, πρύτανι κύριε πολλᾶν μὲν εὐστεφάνων ἀγυιᾶν καὶ στρατοῦ. εἰ δέ τις ἤδη κτεάτεσσί τε καὶ περὶ τιμᾷ λέγει ἕτερόν τιν’ ἀν’ Ἑλλάδα τῶν πάροιθε γενέσθαι ὑπέρτερον, χαύνα πραπίδι παλαιμονεῖ κενεά. εὐανθέα δ’ ἀναβάσομαι στόλον ἀμφ’ ἀρετᾷ κελαδέων. νεότατι μὲν ἀρήγει θράσος δεινῶν πολέμων· ὅθεν φαμὶ καὶ σὲ τὰν ἀπείρονα δόξαν εὑρεῖν, [P.2] τὰ μὲν ἐν ἱπποσόαισιν ἄνδρεσσι μαρνάμενον, τὰ δ’ ἐν πεζομάχαισι· βουλαὶ δὲ πρεσβύτεραι ἀκίνδυνον ἐμοὶ ἔπος ⟨σὲ⟩ ποτὶ πάντα λόγον ἐπαινεῖν παρέχοντι. χαῖρε. τόδε μὲν κατὰ Φοίνισσαν ἐμπολὰν μέλος ὑπὲρ πολιᾶς ἁλὸς πέμπεται· τὸ Καστόρειον δ’ ἐν Αἰολίδεσσι χορδαῖς ἑκὼν ἄθρησον χάριν ἑπτακτύπου φόρμιγγος ἀντόμενος. γένοι’ οἷος ἐσσὶ μαθών· καλός τοι πίθων παρὰ παισίν, αἰεὶ [P.2] καλός. ὁ δὲ Ῥαδάμανθυς εὖ πέπραγεν, ὅτι φρενῶν ἔλαχε καρπὸν ἀμώμητον, οὐδ’ ἀπάταισι θυμὸν τέρπεται ἔνδοθεν· οἷα ψιθύρων παλάμαις ἕπετ’ αἰεὶ βροτῷ. ἄμαχον κακὸν ἀμφοτέροις διαβολιᾶν ὑποφάτιες, ὀργαῖς ἀτενὲς ἀλωπέκων ἴκελοι. κερδοῖ δὲ τί μάλα τοῦτο κερδαλέον τελέθει; ἅτε γὰρ εἰνάλιον πόνον ἐχοίσας βαθὺν σκευᾶς ἑτέρας, ἀβάπτιστός εἰμι, φελλὸς ὣς ὑπὲρ ἕρκος, ἅλμας. [P.2] ἀδύνατα δ’ ἔπος ἐκβαλεῖν κραταιὸν ἐν ἀγαθοῖς δόλιον ἀστόν· ὅμως μὰν σαίνων ποτὶ πάντας, ἀγὰν πάγχυ διαπλέκει. οὔ οἱ μετέχω θράσεος· φίλον εἴη φιλεῖν· ποτὶ δ’ ἐχθρὸν ἅτ’ ἐχθρὸς ἐὼν λύκοιο δίκαν ὑποθεύσομαι, ἄλλ’ ἄλλοτε πατέων ὁδοῖς σκολιαῖς. ἐν πάντα δὲ νόμον εὐθύγλωσσος ἀνὴρ προφέρει, παρὰ τυραννίδι, χὠπόταν ὁ λάβρος στρατός, χὤταν πόλιν οἱ σοφοὶ τηρέωντι. χρὴ δὲ πρὸς θεὸν οὐκ ἐρίζειν, [P.2] ὃς ἀνέχει τοτὲ μὲν τὰ κείνων, τότ’ αὖθ’ ἑτέροις ἔδωκεν μέγα κῦδος. ἀλλ’ οὐδὲ ταῦτα νόον ἰαίνει φθονερῶν· στάθμας δέ τινος ἑλκόμενοι περισσᾶς ἐνέπαξαν ἕλκος ὀδυναρὸν ἑᾷ πρόσθε καρδίᾳ, πρὶν ὅσα φροντίδι μητίονται τυχεῖν. φέρειν δ’ ἐλαφρῶς ἐπαυχένιον λαβόντα ζυγὸν ἀρήγει· ποτὶ κέντρον δέ τοι λακτιζέμεν τελέθει ὀλισθηρὸς οἶμος· ἁδόντα δ’ εἴη με τοῖς ἀγαθοῖς ὁμιλεῖν. ### Γʹ — ΙΕΡΩΝΙ ΣΥΡΑΚΟΣΙῼ ΚΕΛΗΤΙ [P.3] ἤθελον Χείρωνά κε Φιλλυρίδαν, εἰ χρεὼν τοῦθ’ ἁμετέρας ἀπὸ γλώσσας κοινὸν εὔξασθαι ἔπος, ζώειν τὸν ἀποιχόμενον, Οὐρανίδα γόνον εὐρυμέδοντα Κρόνου, βάσσαισί τ’ ἄρχειν Παλίου Φῆρ’ ἀγρότερον, νοῦν ἔχοντ’ ἀνδρῶν φίλον· οἷος ἐὼν θρέψεν ποτὲ τέκτονα νωδυνίας ἅμερον γυιαρκέος Ἀσκλήπιον, ἥρωα παντοδαπᾶν ἀλκτῆρα νούσων. [P.3] τὸν μὲν εὐΐππου Φλεγύα θυγάτηρ πρὶν τελέσσαι ματροπόλῳ σὺν Ἐλειθυίᾳ, δαμεῖσα χρυσέοις τόξοισιν ὕπ’ Ἀρτέμιδος, εἰς Ἀΐδα δόμον ἐν θαλάμῳ κατέβα τέχναις Ἀπόλλωνος. χόλος δ’ οὐκ ἀλίθιος γίνεται παίδων Διός. ἁ δ’ ἀποφλαυρίξαισά νιν ἀμπλακίαισι φρενῶν, ἄλλον αἴνησεν γάμον κρύβδαν πατρός, πρόσθεν ἀκειρεκόμᾳ μιχθεῖσα Φοίβῳ, [P.3] καὶ φέροισα σπέρμα θεοῦ καθαρόν. οὐδ’ ἔμειν’ ἐλθεῖν τράπεζαν νυμφίαν οὐδὲ παμφώνων ἰαχὰν ὑμεναίων, ἅλικες οἷα παρθένοι φιλέοισιν ἑταίρᾳ ἑσπερίαις ὑποκουρίζεσθ’ ἀοιδαῖς· ἀλλά τοι ἤρατο τῶν ἀπεόντων· οἷα καὶ πολλοὶ πάθον. ἔστι δὲ φῦλον ἐν ἀνθρώποισι ματαιότατον, ὅστις αἰσχύνων ἐπιχώρια παπταίνει τὰ πόρσω, μεταμώνια θηρεύων ἀκράντοις ἐλπίσιν. [P.3] ἔσχε τοιαύταν μεγάλαν ἀυάταν καλλιπέπλου λῆμα Κορωνίδος. ἐλθόντος γὰρ εὐνάσθη ξένου λέκτροισιν ἀπ’ Ἀρκαδίας. οὐδ’ ἔλαθε σκοπόν· ἐν δ’ ἄρα μηλοδόκῳ Πυθῶνι τόσσαις ἄϊεν ναοῦ βασιλεὺς Λοξίας, κοινᾶνι παρ’ εὐθυτάτῳ γνώμαν πιθών, πάντα ἰσάντι νόῳ· ψευδέων δ’ οὐχ ἅπτεται· κλέπτει τέ νιν οὐ θεὸς οὐ βροτὸς ἔργοις οὔτε βουλαῖς. [P.3] καὶ τότε γνοὺς Ἴσχυος Εἰλατίδα ξεινίαν κοίταν ἄθεμίν τε δόλον, πέμψεν κασιγνήταν μένει θύοισαν ἀμαιμακέτῳ ἐς Λακέρειαν. ἐπεὶ παρὰ Βοιβιάδος κρημνοῖσιν ᾤκει παρθένος. δαίμων δ’ ἕτερος ἐς κακὸν τρέψαις ἐδαμάσσατό νιν· καὶ γειτόνων πολλοὶ ἐπαῦρον, ἁμᾷ δ’ ἔφθαρεν, πολλὰν δ’ ὄρει πῦρ ἐξ ἑνὸς σπέρματος ἐνθορὸν ἀΐστωσεν ὕλαν. [P.3] ἀλλ’ ἐπεὶ τείχει θέσαν ἐν ξυλίνῳ σύγγονοι κούραν, σέλας δ’ ἀμφέδραμεν λάβρον Ἁφαίστου, τότ’ ἔειπεν Ἀπόλλων· “οὐκέτι τλάσομαι ψυχᾷ γένος ἀμὸν ὀλέσσαι οἰκτροτάτῳ θανάτῳ ματρὸς βαρείᾳ σὺν πάθᾳ.” ὣς φάτο· βάματι δ’ ἐν πρώτῳ κιχὼν παῖδ’ ἐκ νεκροῦ ἅρπασε· καιομένα δ’ αὐτῷ διέφαινε πυρά· καί ῥά νιν Μάγνητι φέρων πόρε Κενταύρῳ διδάξαι πολυπήμονας ἀνθρώποισιν ἰᾶσθαι νόσους. [P.3] τοὺς μὲν ὦν, ὅσσοι μόλον αὐτοφύτων ἑλκέων ξυνάονες, ἢ πολιῷ χαλκῷ μέλη τετρωμένοι ἢ χερμάδι τηλεβόλῳ, ἢ θερινῷ πυρὶ περθόμενοι δέμας ἢ χειμῶνι, λύσαις ἄλλον ἀλλοίων ἀχέων ἔξαγεν, τοὺς μὲν μαλακαῖς ἐπαοιδαῖς ἀμφέπων, τοὺς δὲ προσανέα πίνοντας, ἢ γυίοις περάπτων πάντοθεν φάρμακα, τοὺς δὲ τομαῖς ἔστασεν ὀρθούς. [P.3] ἀλλὰ κέρδει καὶ σοφία δέδεται. ἔτραπεν καὶ κεῖνον ἀγάνορι μισθῷ χρυσὸς ἐν χερσὶν φανεὶς ἄνδρ’ ἐκ θανάτου κομίσαι ἤδη ἁλωκότα· χερσὶ δ’ ἄρα Κρονίων ῥίψαις δι’ ἀμφοῖν ἀμπνοὰν στέρνων κάθελεν ὠκέως, αἴθων δὲ κεραυνὸς ἐνέσκιμψεν μόρον. χρὴ τὰ ἐοικότα πὰρ δαιμόνων μαστευέμεν θναταῖς φρασίν, γνόντα τὸ πὰρ ποδός, οἵας εἰμὲν αἴσας. [P.3] μή, φίλα ψυχά, βίον ἀθάνατον σπεῦδε, τὰν δ’ ἔμπρακτον ἄντλει μαχανάν. εἰ δὲ σώφρων ἄντρον ἔναι’ ἔτι Χείρων, καί τί οἱ φίλτρον ἐν θυμῷ μελιγάρυες ὕμνοι ἁμέτεροι τίθεν· ἰατῆρά τοί κέν νιν πίθον καί νυν ἐσλοῖσι παρασχεῖν ἀνδράσιν θερμᾶν νόσων ἤ τινα Λατοΐδα κεκλημένον ἢ πατέρος. καί κεν ἐν ναυσὶν μόλον Ἰονίαν τάμνων θάλασσαν Ἀρέθοισαν ἐπὶ κράναν παρ’ Αἰτναῖον ξένον, [P.3] ὃς Συρακόσσαισι νέμει βασιλεὺς πραῢς ἀστοῖς, οὐ φθονέων ἀγαθοῖς, ξείνοις δὲ θαυμαστὸς πατήρ. τῷ μὲν διδύμας χάριτας, εἰ κατέβαν ὑγίειαν ἄγων χρυσέαν κῶμόν τ’ ἀέθλων Πυθίων αἴγλαν στεφάνοις. τοὺς ἀριστεύων Φερένικος ἕλ’ ἐν Κίρρᾳ ποτέ, ἀστέρος οὐρανίου φαμὶ τηλαυγέστερον κείνῳ φάος ἐξικόμαν κε βαθὺν πόντον περάσαις. [P.3] ἀλλ’ ἐπεύξασθαι μὲν ἐγὼν ἐθέλω Ματρί, τὰν κοῦραι παρ’ ἐμὸν πρόθυρον σὺν Πανὶ μέλπονται θαμὰ σεμνὰν θεὸν ἐννύχιαι. εἰ δὲ λόγων συνέμεν κορυφάν, Ἱέρων, ὀρθὰν ἐπίστᾳ, μανθάνων οἶσθα προτέρων· “ἓν παρ’ ἐσλὸν πήματα σύνδυο δαίονται βροτοῖς ἀθάνατοι.” τὰ μὲν ὦν οὐ δύνανται νήπιοι κόσμῳ φέρειν, ἀλλ’ ἀγαθοί, τὰ καλὰ τρέψαντες ἔξω. [P.3] τὶν δὲ μοῖρ’ εὐδαιμονίας ἕπεται. λαγέταν γάρ τοι τύραννον δέρκεται, εἴ τιν’ ἀνθρώπων, ὁ μέγας πότμος. αἰὼν δ’ ἀσφαλὴς οὐκ ἔγεντ’ οὔτ’ Αἰακίδᾳ παρὰ Πηλεῖ οὔτε παρ’ ἀντιθέῳ Κάδμῳ· λέγονται μὰν βροτῶν ὄλβον ὑπέρτατον οἳ σχεῖν, οἵτε καὶ χρυσαμπύκων μελπομενᾶν ἐν ὄρει Μοισᾶν καὶ ἐν ἑπταπύλοις ἄϊον Θήβαις, ὁπόθ’ Ἁρμονίαν γᾶμεν βοῶπιν, ὁ δὲ Νηρέος εὐβούλου Θέτιν παῖδα κλυτάν. [P.3] καὶ θεοὶ δαίσαντο παρ’ ἀμφοτέροις, καὶ Κρόνου παῖδας βασιλῆας ἴδον χρυσέαις ἐν ἕδραις, ἕδνα τε δέξαντο· Διὸς δὲ χάριν ἐκ προτέρων μεταμειψάμενοι καμάτων ἔστασαν ὀρθὰν καρδίαν. ἐν δ’ αὖτε χρόνῳ τὸν μὲν ὀξείαισι θύγατρες ἐρήμωσαν πάθαις εὐφροσύνας μέρος αἱ τρεῖς· ἀτὰρ λευκωλένῳ γε Ζεὺς πατὴρ ἤλυθεν ἐς λέχος ἱμερτὸν Θυώνᾳ. [P.3] τοῦ δὲ παῖς, ὅνπερ μόνον ἀθανάτα τίκτεν ἐν Φθίᾳ Θέτις, ἐν πολέμῳ τόξοις ἀπὸ ψυχὰν λιπὼν ὦρσεν πυρὶ καιόμενος ἐκ Δαναῶν γόον. εἰ δὲ νόῳ τις ἔχει θνατῶν ἀλαθείας ὁδόν, χρὴ πρὸς μακάρων τυγχάνοντ’ εὖ πασχέμεν. ἄλλοτε δ’ ἀλλοῖαι πνοαὶ ὑψιπετᾶν ἀνέμων. ὄλβος οὐκ ἐς μακρὸν ἀνδρῶν ἔρχεται ⟨σάος⟩, πολὺς εὖτ’ ἂν ἐπιβρίσαις ἕπηται. [P.3] σμικρὸς ἐν σμικροῖς, μέγας ἐν μεγάλοις ἔσσομαι· τὸν ἀμφέποντ’ αἰεὶ φρασὶν δαίμον’ ἀσκήσω κατ’ ἐμὰν θεραπεύων μαχανάν. εἰ δέ μοι πλοῦτον θεὸς ἁβρὸν ὀρέξαι, ἐλπίδ’ ἔχω κλέος εὑρέσθαι κεν ὑψηλὸν πρόσω. Νέστορα καὶ Λύκιον Σαρπηδόν’, ἀνθρώπων φάτις, ἐξ ἐπέων κελαδεννῶν, τέκτονες οἷα σοφοὶ ἅρμοσαν, γιγνώσκομεν. ἁ δ’ ἀρετὰ κλειναῖς ἀοιδαῖς χρονία τελέθει. παύροις δὲ πράξασθ’ εὐμαρές. ### Δʹ — ΑΡΚΕΣΙΛᾼ ΚΥΡΗΝΑΙῼ ΑΡΜΑΤΙ [P.4] σάμερον μὲν χρή σε παρ’ ἀνδρὶ φίλῳ στᾶμεν, εὐΐππου βασιλῆϊ Κυράνας, ὄφρα κωμάζοντι σὺν Ἀρκεσίλᾳ, Μοῖσα, Λατοίδαισιν ὀφειλόμενον Πυθῶνί τ’ αὔξῃς οὖρον ὕμνων, ἔνθα ποτὲ χρυσέων Διὸς αἰητῶν πάρεδρος, οὐκ ἀποδάμου Ἀπόλλωνος τυχόντος, ἱέρεα χρῆσεν οἰκιστῆρα Βάττον καρποφόρου Λιβύας, ἱερὰν νᾶσον ὡς ἤδη λιπὼν κτίσσειεν εὐάρματον πόλιν ἐν ἀργεννόεντι μαστῷ, [P.4] καὶ τὸ Μηδείας ἔπος ἀγκομίσαι ἑβδόμᾳ καὶ σὺν δεκάτᾳ γενεᾷ Θήραιον, Αἰήτα τό ποτε ζαμενὴς παῖς ἀπέπνευσ’ ἀθανάτου στόματος, δέσποινα Κόλχων. εἶπε δ’ οὕτως ἡμιθέοισιν Ἰάσονος αἰχματᾶο ναύταις· “κέκλυτε, παῖδες ὑπερθύμων τε φωτῶν καὶ θεῶν· φαμὶ γὰρ τᾶσδ’ ἐξ ἁλιπλάκτου ποτὲ γᾶς Ἐπάφοιο κόραν ἀστέων ῥίζαν φυτεύσεσθαι μελησιμβρότων Διὸς ἐν Ἄμμωνος θεμέθλοις. [P.4] “ἀντὶ δελφίνων δ’ ἐλαχυπτερύγων ἵππους ἀμείψαντες θοάς, ἁνία τ’ ἀντ’ ἐρετμῶν δίφρους τε νωμάσοισιν ἀελλόποδας. κεῖνος ὄρνις ἐκτελευτάσει μεγαλᾶν πολίων ματρόπολιν Θήραν γενέσθαι, τόν ποτε Τριτωνίδος ἐν προχοαῖς λίμνας θεῷ ἀνέρι εἰδομένῳ γαῖαν διδόντι ξείνια πρῴραθεν Εὔφαμος καταβὰς δέξατ’· αἴσιον δ’ ἐπί οἱ Κρονίων Ζεὺς πατὴρ ἔκλαγξε βροντάν· [P.4] “ἁνίκ’ ἄγκυραν ποτὶ χαλκόγενυν ναῒ κρημνάντων ἐπέτοσσε, θοᾶς Ἀργοῦς χαλινόν. δώδεκα δὲ πρότερον ἁμέρας ἐξ Ωκεανοῦ φέρομεν νώτων ὕπερ γαίας ἐρήμων εἰνάλιον δόρυ, μήδεσιν ἀνσπάσσαντες ἀμοῖς. τουτάκι δ’ οἰοπόλος δαίμων ἐπῆλθεν, φαιδίμαν ἀνδρὸς αἰδοίου πρόσοψιν θηκάμενος· φιλίων δ’ ἐπέων ἄρχετο, ξείνοις ἅτ’ ἐλθόντεσσιν εὐεργέται δεῖπν’ ἐπαγγέλλοντι πρῶτον. [P.4] “ἀλλὰ γὰρ νόστου πρόφασις γλυκεροῦ κώλυεν μεῖναι. φάτο δ’ Εὐρύπυλος Γαιαόχου παῖς ἀφθίτου Ἐννοσίδα ἔμμεναι· γίγνωσκε δ’ ἐπειγομένους· ἂν δ’ εὐθὺς ἁρπάξαις ἀρούρας δεξιτερᾷ προτυχὸν ξένιον μάστευσε δοῦναι. οὐδ’ ἀπίθησέ νιν, ἀλλ’ ἥρως ἐπ’ ἀκταῖσιν θορὼν χειρί οἱ χεῖρ’ ἀντερείσαις δέξατο βώλακα δαιμονίαν. πεύθομαι δ’ αὐτὰν κατακλυσθεῖσαν ἐκ δούρατος ἐναλίαν βᾶμεν σὺν ἅλμᾳ [P.4] “ἑσπέρας, ὑγρῷ πελάγει σπομέναν. ἦ μάν νιν ὤτρυνον θαμὰ λυσιπόνοις θεραπόντεσσιν φυλάξαι· τῶν δ’ ἐλάθοντο φρένες· καί νυν ἐν τᾷδ’ ἄφθιτον νάσῳ κέχυται Λιβύας εὐρυχόρου σπέρμα πρὶν ὥρας· εἰ γὰρ οἴκοι νιν βάλε πὰρ χθόνιον Ἄιδα στόμα, Ταίναρον εἰς ἱερὰν Εὔφαμος ἐλθών, υἱὸς ἱππάρχου Ποσειδάωνος ἄναξ, τόν ποτ’ Εὐρώπα Τιτυοῦ θυγάτηρ τίκτε Καφισοῦ παρ’ ὄχθαις· [P.4] “τετράτων παίδων κ’ ἐπιγινομένων αἷμά οἱ κείναν λάβε σὺν Δαναοῖς εὐρεῖαν ἄπειρον. τότε γὰρ μεγάλας ἐξανίστανται Λακεδαίμονος Ἀργείου τε κόλπου καὶ Μυκηνᾶν. νῦν γε μὲν ἀλλοδαπᾶν κριτὸν εὑρήσει γυναικῶν ἐν λέχεσιν γένος, οἵ κεν τάνδε σὺν τιμᾷ θεῶν νᾶσον ἐλθόντες τέκωνται φῶτα κελαινεφέων πεδίων δεσπόταν· τὸν μὲν πολυχρύσῳ ποτ’ ἐν δώματι Φοῖβος ἀμνάσει θέμισσιν [P.4] “Πύθιον ναὸν καταβάντα χρόνῳ ὑστέρῳ, νάεσσι πολεῖς ἀγαγὲν Νείλοιο πρὸς πῖον τέμενος Κρονίδα.” ἦ ῥα Μηδείας ἐπέων στίχες. ἔπταξαν δ’ ἀκίνητοι σιωπᾷ ἥρωες ἀντίθεοι πυκινὰν μῆτιν κλύοντες. ὦ μάκαρ υἱὲ Πολυμνάστου, σὲ δ’ ἐν τούτῳ λόγῳ χρησμὸς ὤρθωσεν μελίσσας Δελφίδος αὐτομάτῳ κελάδῳ· ἅ σε χαίρειν ἐς τρὶς αὐδάσαισα πεπρωμένον βασιλέ’ ἄμφανεν Κυράνᾳ, [P.4] δυσθρόου φωνᾶς ἀνακρινόμενον ποινὰ τίς ἔσται πρὸς θεῶν. ἦ μάλα δὴ μετὰ καὶ νῦν, ὥστε φοινικανθέμου ἦρος ἀκμᾷ, παισὶ τούτοις ὄγδοον θάλλει μέρος Ἀρκεσίλας· τῷ μὲν Ἀπόλλων ἅ τε Πυθὼ κῦδος ἐξ ἀμφικτιόνων ἔπορεν ἱπποδρομίας. ἀπὸ δ’ αὐτὸν ἐγὼ Μοίσαισι δώσω καὶ τὸ πάγχρυσον νάκος κριοῦ· μετὰ γὰρ κεῖνο πλευσάντων Μινυᾶν, θεόπομποί σφισιν τιμαὶ φύτευθεν. [P.4] τίς γὰρ ἀρχὰ δέξατο ναυτιλίας; τίς δὲ κίνδυνος κρατεροῖς ἀδάμαντος δῆσεν ἅλοις; θέσφατον ἦν Πελίαν ἐξ ἀγαυῶν Αἰολιδᾶν θανέμεν χείρεσσιν ἢ βουλαῖς ἀκάμπτοις. ἦλθε δέ οἱ κρυόεν πυκινῷ μάντευμα θυμῷ, πὰρ μέσον ὀμφαλὸν εὐδένδροιο ῥηθὲν ματέρος· τὸν μονοκρήπιδα πάντως ἐν φυλακᾷ σχεθέμεν μεγάλᾳ, εὖτ’ ἂν αἰπεινῶν ἀπὸ σταθμῶν ἐς εὐδείελον χθόνα μόλῃ κλειτᾶς Ἰωλκοῦ, [P.4] ξεῖνος αἴτ’ ὦν ἀστός. ὁ δ’ ἆρα χρόνῳ ἵκετ’ αἰχμαῖσιν διδύμαισιν ἀνὴρ ἔκπαγλος· ἐσθὰς δ’ ἀμφοτέρα νιν ἔχεν, ἅ τε Μαγνήτων ἐπιχώριος ἁρμόζοισα θαητοῖσι γυίοις, ἀμφὶ δὲ παρδαλέᾳ στέγετο φρίσσοντας ὄμβρους· οὐδὲ κομᾶν πλόκαμοι κερθέντες ᾤχοντ’ ἀγλαοί, ἀλλ’ ἅπαν νῶτον καταίθυσσον. τάχα δ’ εὐθὺς ἰὼν σφετέρας ἐστάθη γνώμας ἀταρμύκτοιο πειρώμενος ἐν ἀγορᾷ πλήθοντος ὄχλου. [P.4] “τὸν μὲν οὐ γίγνωσκον· ὀπιζομένων δ’ ἔμπας τις εἶπεν καὶ τόδε· οὔτι που οὗτος Ἀπόλλων, οὐδὲ μὰν χαλκάρματός ἐστι πόσις Ἀφροδίτας· ἐν δὲ Νάξῳ φαντὶ θανεῖν λιπαρᾷ Ἰφιμεδείας παῖδας, Ὦτον καὶ σέ, τολμάεις Ἐφιάλτα ἄναξ. καὶ μὰν Τιτυὸν βέλος Ἀρτέμιδος θήρευσε κραιπνόν ἐξ ἀνικάτου φαρέτρας ὀρνύμενον, ὄφρα τις τᾶν ἐν δυνατῷ φιλοτάτων ἐπιψαύειν ἔραται.” [P.4] τοὶ μὲν ἀλλάλοισιν ἀμειβόμενοι γάρυον τοιαῦτ’· ἀνὰ δ’ ἡμιόνοις ξεστᾷ τ’ ἀπήνᾳ προτροπάδαν Πελίας ἵκετο σπεύδων· τάφε δ’ αὐτίκα παπτάναις ἀρίγνωτον πέδιλον δεξιτερῷ μόνον ἀμφὶ ποδί. κλέπτων δὲ θυμῷ δεῖμα προσέννεπε· “ποίαν γαῖαν, ὦ ξεῖν’, εὔχεαι πατρίδ’ ἔμμεν; καὶ τίς ἀνθρώπων σε χαμαιγενέων πολιᾶς ἐξανῆκεν γαστρός; ἐχθίστοισι μὴ ψεύδεσιν καταμιάναις εἰπὲ γένναν.” [P.4] τὸν δὲ θαρσήσαις ἀγανοῖσι λόγοις ὧδ’ ἀμείφθη· “φαμὶ διδασκαλίαν Χείρωνος οἴσειν. ἀντρόθε γὰρ νέομαι πὰρ Χαρικλοῦς καὶ Φιλύρας, ἵνα Κενταύρου με κοῦραι θρέψαν ἁγναί. εἴκοσι δ’ ἐκτελέσαις ἐνιαυτοὺς οὔτε ἔργον οὔτ’ ἔπος ἐντράπελον κείνοισιν εἰπὼν ἱκόμαν οἴκαδ’, ἀρχαίαν κομίζων πατρὸς ἐμοῦ βασιλευομέναν οὐ κατ’ αἶσαν, τάν ποτε Ζεὺς ὤπασεν λαγέτᾳ Αἰόλῳ καὶ παισί, τιμάν. [P.4] “πεύθομαι γάρ νιν Πελίαν ἄθεμιν λευκαῖς πιθήσαντα φρασὶν ἁμετέρων ἀποσυλᾶσαι βιαίως ἀρχεδικᾶν τοκέων· τοί μ’, ἐπεὶ πάμπρωτον εἶδον φέγγος, ὑπερφιάλου ἁγεμόνος δείσαντες ὕβριν, κᾶδος ὡσείτε φθιμένου δνοφερὸν ἐν δώμασι θηκάμενοι, μίγα κωκυτῷ γυναικῶν κρύβδα πέμπον σπαργάνοις ἐν πορφυρέοις, νυκτὶ κοινάσαντες ὁδόν, Κρονίδᾳ δὲ τράφεν Χείρωνι δῶκαν. [P.4] “ἀλλὰ τούτων μὲν κεφάλαια λόγων ἴστε. λευκίππων δὲ δόμους πατέρων, κεδνοὶ πολῖται, φράσσατέ μοι σαφέως· Αἴσονος γὰρ παῖς ἐπιχώριος οὐ ξείναν ἱκάνω γαῖαν ἄλλων. Φὴρ δέ με θεῖος Ἰάσονα κικλήσκων προσηύδα.” ὣς φάτο. τὸν μὲν ἐσελθόντ’ ἔγνον ὀφθαλμοὶ πατρός. ἐκ δ’ ἄρ’ αὐτοῦ πομφόλυξαν δάκρυα γηραλέων γλεφάρων, ἃν περὶ ψυχὰν ἐπεὶ γάθησεν ἐξαίρετον γόνον ἰδὼν κάλλιστον ἀνδρῶν. [P.4] καὶ κασίγνητοί σφισιν ἀμφότεροι ἤλυθον κείνου γε κατὰ κλέος· ἐγγὺς μὲν Φέρης κράναν Υπερῇδα λιπών, ἐκ δὲ Μεσσάνας Ἀμυθάν· ταχέως δ’ Ἄδματος ἷκεν καὶ Μέλαμπος, εὐμενέοντες ἀνεψιόν. ἐν δαιτὸς δὲ μοίρᾳ μειλιχίοισι λόγοις αὐτοὺς Ἰάσων δέγμενος, ξείνι’ ἁρμόζοντα τεύχων, πᾶσαν ἐυφροσύναν τάνυεν, ἀθρόαις πέντε δραπὼν νύκτεσσιν ἔν θ’ ἁμέραις ἱερὸν εὐζοίας ἄωτον. [P.4] ἀλλ’ ἐν ἕκτᾳ πάντα, λόγον θέμενος σπουδαῖον, ἐξ ἀρχᾶς ἀνὴρ συγγενέσιν παρεκοινᾶθ’· οἱ δ’ ἐπέσποντ’· αἶψα δ’ ἀπὸ κλισιᾶν ὦρτο σὺν κείνοισι. καί ῥ’ ἦλθον Πελία μέγαρον· ἐσσύμενοι δ’ εἴσω κατέσταν. τῶν δ’ ἀκούσαις αὐτὸς ὑπαντίασεν Τυροῦς ἐρασιπλοκάμου γενεά· πραῢν δ’ Ἰάσων μαλθακᾷ φωνᾷ ποτιστάζων ὄαρον βάλλετο κρηπῖδα σοφῶν ἐπέων· “παῖ Ποσειδᾶνος Πετραίου, [P.4] “ἐντὶ μὲν θνατῶν φρένες ὠκύτεραι κέρδος αἰνῆσαι πρὸ δίκας δόλιον, τραχεῖαν ἑρπόντων πρὸς ἔπιβδαν ὅμως· ἀλλ’ ἐμὲ χρὴ καὶ σὲ θεμισσαμένους ὀργὰς ὑφαίνειν λοιπὸν ὄλβον. εἰδότι τοι ἐρέω· μία βοῦς Κρηθεῖ τε μάτηρ καὶ θρασυμήδεϊ Σαλμωνεῖ· τρίταισιν δ’ ἐν γοναῖς ἄμμες αὖ κείνων φυτευθέντες σθένος ἀελίου χρύσεον λεύσσομεν. Μοῖραι δ’ ἀφίσταντ’, εἴ τις ἔχθρα πέλει ὁμογόνοις, αἰδῶ καλύψαι. [P.4] “οὐ πρέπει νῷν χαλκοτόροις ξίφεσιν οὐδ’ ἀκόντεσσιν μεγάλαν προγόνων τιμὰν δάσασθαι. μῆλά τε γάρ τοι ἐγὼ καὶ βοῶν ξανθὰς ἀγέλας ἀφίημ’ ἀγρούς τε πάντας, τοὺς ἀπούραις ἁμετέρων τοκέων νέμεαι, πλοῦτον πιαίνων· κοὔ με πονεῖ τεὸν οἶκον ταῦτα πορσύνοντ’ ἄγαν· ἀλλὰ καὶ σκᾶπτον μόναρχον καὶ θρόνος, ᾧ ποτε Κρηθεΐδας ἐγκαθίζων ἱππόταις εὔθυνε λαοῖς δίκας, τὰ μὲν ἄνευ ξυνᾶς ἀνίας [P.4] “λῦσον ἄμμιν, μή τι νεώτερον ἐξ αὐτῶν ἀναστάῃ κακόν.” ὣς ἄρ’ ἔειπεν. ἀκᾷ δ’ ἀνταγόρευσεν καὶ Πελίας· “ἔσομαι τοῖος· ἀλλ’ ἤδη με γηραιὸν μέρος ἁλικίας ἀμφιπολεῖ· σὸν δ’ ἄνθος ἥβας ἄρτι κυμαίνει· δύνασαι δ’ ἀφελεῖν μᾶνιν χθονίων. κέλεται γὰρ ἑὰν ψυχὰν κομίξαι Φρίξος ἐλθόντας πρὸς Αἰήτα θαλάμους, δέρμα τε κριοῦ βαθύμαλλον ἄγειν, τῷ ποτ’ ἐκ πόντου σαώθη [P.4] “ἔκ τε ματρυιᾶς ἀθέων βελέων. ταῦτά μοι θαυμαστὸς ὄνειρος ἰὼν φωνεῖ. μεμάντευμαι δ’ ἐπὶ Κασταλίᾳ, εἰ μετάλλατόν τι. καὶ ὡς τάχος ὀτρύνει με τεύχειν ναὶ πομπάν. τοῦτον ἄεθλον ἑκὼν τέλεσον· καί τοι μοναρχεῖν καὶ βασιλευέμεν ὄμνυμι προήσειν. καρτερὸς ὅρκος ἄμμιν μάρτυς ἔστω Ζεὺς ὁ γενέθλιος ἀμφοτέροις.” σύνθεσιν ταύταν ἐπαινήσαντες οἱ μὲν κρίθεν· ἀτὰρ Ἰάσων αὐτὸς ἤδη [P.4] ὤρνυεν κάρυκας ἐόντα πλόον φαινέμεν παντᾷ. τάχα δὲ Κρονίδαο Ζηνὸς υἱοὶ τρεῖς ἀκαμαντομάχαι ἦλθον Ἀλκμήνας θ’ ἑλικοβλεφάρου Λήδας τε, δοιοὶ δ’ ὑψιχαῖται ἀνέρες, Ἐννοσίδα γένος, αἰδεσθέντες ἀλκάν, ἔκ τε Πύλου καὶ ἀπ’ ἄκρας Ταινάρου· τῶν μὲν κλέος ἐσλὸν Εὐφάμου τ’ ἐκράνθη σόν τε, Περικλύμεν’ εὐρυβία. ἐξ Ἀπόλλωνος δὲ φορμικτὰς ἀοιδᾶν πατὴρ ἔμολεν, εὐαίνητος, Ὀρφεύς. [P.4] πέμπε δ’ Ἑρμᾶς χρυσόραπις διδύμους υἱοὺς ἐπ’ ἄτρυτον πόνον, τὸν μὲν Ἐχίονα, κεχλάδοντας ἥβᾳ, τὸν δ’ Ἔρυτον. ταχέες ἀμφὶ Παγγαίου θεμέθλοις ναιετάοντες ἔβαν· καὶ γὰρ ἑκὼν θυμῷ γελανεῖ θᾶσσον ἔντυνεν βασιλεὺς ἀνέμων Ζήταν Κάλαΐν τε πατὴρ Βορέας, ἄνδρας πτεροῖσιν νῶτα πεφρίκοντας ἄμφω πορφυρέοις. τὸν δὲ παμπειθῆ γλυκὺν ἡμιθέοισιν πόθον ἔνδαιεν Ἥρα [P.4] ναὸς Ἀργοῦς, μή τινα λειπόμενον τὰν ἀκίνδυνον παρὰ ματρὶ μένειν αἰῶνα πέσσοντ’, ἀλλ’ ἐπὶ καὶ θανάτῳ φάρμακον κάλλιστον ἑᾶς ἀρετᾶς ἅλιξιν εὑρέσθαι σὺν ἄλλοις. ἐς δ’ Ἰαωλκὸν ἐπεὶ κατέβα ναυτᾶν ἄωτος, λέξατο πάντας ἐπαινήσαις Ἰάσων. καί ῥά οἱ μάντις ὀρνίχεσσι καὶ κλάροισι θεοπροπέων ἱεροῖς Μόψος ἄμβασε στρατὸν πρόφρων. ἐπεὶ δ’ ἐμβόλου κρέμασαν ἀγκύρας ὕπερθεν, [P.4] χρυσέαν χείρεσσι λαβὼν φιάλαν ἀρχὸς ἐν πρύμνᾳ πατέρ’ Οὐρανιδᾶν ἐγχεικέραυνον Ζῆνα, καὶ ὠκυπόρους κυμάτων ῥιπὰς ἀνέμων τ’ ἐκάλει, νύκτας τε καὶ πόντου κελεύθους ἄματά τ’ εὔφρονα καὶ φιλίαν νόστοιο μοῖραν· ἐκ νεφέων δέ οἱ ἀντάϋσε βροντᾶς αἴσιον φθέγμα· λαμπραὶ δ’ ἦλθον ἀκτῖνες στεροπᾶς ἀπορηγνύμεναι· ἀμπνοὰν δ’ ἥρωες ἔστασαν θεοῦ σάμασιν πιθόμενοι· κάρυξε δ’ αὐτοῖς [P.4] ἐμβαλεῖν κώπαισι τερασκόπος ἁδείας ἐνίπτων ἐλπίδας· εἰρεσία δ’ ὑπεχώρησεν ταχειᾶν ἐκ παλαμᾶν ἄκορος. σὺν Νότου δ’ αὔραις ἐπ’ Ἀξείνου στόμα πεμπόμενοι ἤλυθον· ἔνθ’ ἁγνὸν Ποσειδάωνος ἕσσαντ’ εἰναλίου τέμενος, φοίνισσα δὲ Θρηϊκίων ἀγέλα ταύρων ὑπᾶρχεν καὶ νεόκτιστον λίθων βωμοῖο θέναρ. ἐς δὲ κίνδυνον βαθὺν ἱέμενοι δεσπόταν λίσσοντο ναῶν, [P.4] συνδρόμων κινηθμὸν ἀμαιμάκετον ἐκφυγεῖν πετρᾶν. δίδυμαι γὰρ ἔσαν ζωαί, κυλινδέσκοντό τε κραιπνότεραι ἢ βαρυγδούπων ἀνέμων στίχες· ἀλλ’ ἤδη τελευτὰν κεῖνος αὐταῖς ἡμιθέων πλόος ἄγαγεν. ἐς Φᾶσιν δ’ ἔπειτεν ἤλυθον· ἔνθα κελαινώπεσσι Κόλχοισιν βίαν μῖξαν Αἰήτᾳ παρ’ αὐτῷ. πότνια δ’ ὀξυτάτων βελέων ποικίλαν ἴϋγγα τετράκναμον Οὐλυμπόθεν ἐν ἀλύτῳ ζεύξαισα κύκλῳ [P.4] μαινάδ’ ὄρνιν Κυπρογένεια φέρεν πρῶτον ἀνθρώποισι, λιτάς τ’ ἐπαοιδὰς ἐκδιδάσκησεν σοφὸν Αἰσονίδαν· ὄφρα Μηδείας τοκέων ἀφέλοιτ’ αἰδῶ, ποθεινὰ δ’ Ἑλλὰς αὐτὰν ἐν φρασὶ καιομέναν δονέοι μάστιγι Πειθοῦς. καὶ τάχα πείρατ’ ἀέθλων δείκνυεν πατρωΐων· σὺν δ’ ἐλαίῳ φαρμακώσαισ’ ἀντίτομα στερεᾶν ὀδυνᾶν δῶκε χρίεσθαι. καταίνησαν τε κοινὸν γάμον γλυκὺν ἐν ἀλλάλοισι μῖξαι. [P.4] ἀλλ’ ὅτ’ Αἰήτας ἀδαμάντινον ἐν μέσσοις ἄροτρον σκίμψατο καὶ βόας, οἳ φλόγ’ ἀπὸ ξανθᾶν γενύων πνέον καιομένοιο πυρός, χαλκέαις δ’ ὁπλαῖς ἀράσσεσκον χθόν’ ἀμειβόμενοι, τοὺς ἀγαγὼν ζεύγλᾳ πέλασσεν μοῦνος. ὀρθὰς δ’ αὔλακας ἐντανύσαις ἤλαυν’, ἀνὰ βωλακίας δ’ ὀρόγυιαν σχίζε νῶτον γᾶς. ἔειπεν δ’ ὧδε· “τοῦτ’ ἔργον βασιλεύς, ὅστις ἄρχει ναός, ἐμοὶ τελέσαις ἄφθιτον στρωμνὰν ἀγέσθω, [P.4] “κῶας αἰγλᾶεν χρυσέῳ θυσάνῳ.” ὣς ἄρ’ αὐδάσαντος ἀπὸ κροκόεν ῥίψαις Ἰάσων εἷμα θεῷ πίσυνος εἴχετ’ ἔργου· πῦρ δέ νιν οὐκ ἐόλει παμφαρμάκου ξείνας ἐφετμαῖς. σπασσάμενος δ’ ἄροτρον, βοέους δήσαις ἀνάγκας ἔντεσιν αὐχένας ἐμβάλλων τ’ ἐριπλεύρῳ φυᾷ κέντρον αἰανὲς βιατὰς ἐξεπόνησ’ ἐπιτακτὸν ἀνὴρ μέτρον. ἴϋξεν δ’ ἀφωνήτῳ περ ἔμπας ἄχει δύνασιν Αἰήτας ἀγασθείς. [P.4] πρὸς δ’ ἑταῖροι καρτερὸν ἄνδρα φίλας ὤρεγον χεῖρας, στεφάνοισί τέ νιν ποίας ἔρεπτον, μειλιχίοις τε λόγοις ἀγαπάζοντ’. αὐτίκα δ’ Ἀελίου θαυμαστὸς υἱὸς δέρμα λαμπρὸν ἔννεπεν, ἔνθα νιν ἐκτάνυσαν Φρίξου μάχαιραι· ἤλπετο δ’ οὐκέτι οἱ κεῖνόν γε πράξεσθαι πόνον. κεῖτο γὰρ λόχμᾳ, δράκοντος δ’ εἴχετο λαβροτατᾶν γενύων, ὃς πάχει μάκει τε πεντηκόντορον ναῦν κράτει, τέλεσαν ἃν πλαγαὶ σιδάρου. [P.4] μακρά μοι νεῖσθαι κατ’ ἀμαξιτόν· ὥρα γὰρ συνάπτει· καί τινα οἶμον ἴσαμι βραχύν· πολλοῖσι δ’ ἅγημαι σοφίας ἑτέροις. κτεῖνε μὲν γλαυκῶπα τέχναις ποικιλόνωτον ὄφιν, ὦ Ἀρκεσίλα, κλέψεν τε Μήδειαν σὺν αὐτᾷ, τὰν Πελίαο φόνον· ἔν τ’ Ὠκεανοῦ πελάγεσσι μίγεν πόντῳ τ’ ἐρυθρῷ Λαμνιᾶν τ’ ἔθνει γυναικῶν ἀνδροφόνων· ἔνθα καὶ γυίων ἀέθλοις ἐπέδειξαν κρίσιν ἐσθᾶτος ἀμφίς, [P.4] καὶ συνεύνασθεν. καὶ ἐν ἀλλοδαπαῖς σπέρμ’ ἀρούραις τουτάκις ὑμετέρας ἀκτῖνος ὄλβου δέξατο μοιρίδιον ἆμαρ ἢ νύκτες. τόθι γὰρ γένος Εὐφάμου φυτευθὲν λοιπὸν αἰεὶ τέλλετο· καὶ Λακεδαιμονίων μιχθέντες ἀνδρῶν ἤθεσι τάν ποτε Καλλίσταν ἀπῴκησαν χρόνῳ νᾶσον· ἔνθεν δ’ ὔμμι Λατοίδας ἔπορεν Λιβύας πεδίον σὺν θεῶν τιμαῖς ὀφέλλειν, ἄστυ χρυσοθρόνου διανέμειν θεῖον Κυράνας [P.4] ὀρθόβουλον μῆτιν ἐφευρομένοις. γνῶθι νῦν τὰν Οἰδιπόδα σοφίαν. εἰ γάρ τις ὄζους ὀξυτόμῳ πελέκει ἐξερείψειεν μεγάλας δρυός, αἰσχύνοι δέ οἱ θαητὸν εἶδος· καὶ φθινόκαρπος ἐοῖσα διδοῖ ψᾶφον περ’ αὐτᾶς, εἴ ποτε χειμέριον πῦρ ἐξίκηται λοίσθιον· ἢ σὺν ὀρθαῖς κιόνεσσιν δεσποσύναισιν ἐρειδομένα μόχθον ἄλλοις ἀμφέπει δύστανον ἐν τείχεσιν, ἑὸν ἐρημώσαισα χῶρον. [P.4] ἐσσὶ δ’ ἰατὴρ ἐπικαιρότατος, Παιάν τέ σοι τιμᾷ φάος· χρὴ μαλακὰν χέρα προσβάλλοντα τρώμαν ἕλκεος ἀμφιπολεῖν. ῥᾴδιον μὲν γὰρ πόλιν σεῖσαι καὶ ἀφαυροτέροις· ἀλλ’ ἐπὶ χώρας αὖτις ἕσσαι δυσπαλὲς δὴ γίγνεται, ἐξαπίνας εἰ μὴ θεὸς ἁγεμόνεσσι κυβερνατὴρ γένηται. τὶν δὲ τούτων ἐξυφαίνονται χάριτες. τλᾶθι τᾶς εὐδαίμονος ἀμφὶ Κυράνας θέμεν σπουδὰν ἅπασαν. [P.4] τῶν δ’ Ὁμήρου καὶ τόδε συνθέμενος ῥῆμα πόρσυν’· ἄγγελον ἐσλὸν ἔφα τιμὰν μεγίσταν πράγματι παντὶ φέρειν· αὔξεται καὶ Μοῖσα δι’ ἀγγελίας ὀρθᾶς. ἐπέγνω μὲν Κυράνα καὶ τὸ κλεεννότατον μέγαρον Βάττου δικαιᾶν Δαμοφίλου πραπίδων. κεῖνος γὰρ ἐν παισὶν νέος, ἐν δὲ βουλαῖς πρέσβυς ἐγκύρσαις ἑκατονταετεῖ βιοτᾷ, ὀρφανίζει μὲν κακὰν γλῶσσαν φαεννᾶς ὀπός, ἔμαθε δ’ ὑβρίζοντα μισεῖν, [P.4] οὐκ ἐρίζων ἀντία τοῖς ἀγαθοῖς, οὐδὲ μακύνων τέλος οὐδέν. ὁ γὰρ καιρὸς πρὸς ἀνθρώπων βραχὺ μέτρον ἔχει. εὖ νιν ἔγνωκεν· θεράπων δέ οἱ, οὐ δράστας ὀπαδεῖ. φαντὶ δ’ ἔμμεν τοῦτ’ ἀνιαρότατον, καλὰ γιγνώσκοντ’ ἀνάγκᾳ ἐκτὸς ἔχειν πόδα. καὶ μὰν κεῖνος Ἄτλας οὐρανῷ προσπαλαίει νῦν γε πατρῴας ἀπὸ γᾶς ἀπό τε κτεάνων· λῦσε δὲ Ζεὺς ἄφθιτος Τιτᾶνας. ἐν δὲ χρόνῳ μεταβολαὶ λήξαντος οὔρου [P.4] ἱστίων. ἀλλ’ εὔχεται οὐλομέναν νοῦσον διαντλήσαις ποτὲ οἶκον ἰδεῖν, ἐπ’ Ἀπόλλωνός τε κράνᾳ συμποσίας ἐφέπων θυμὸν ἐκδόσθαι πρὸς ἥβαν πολλάκις, ἔν τε σοφοῖς δαιδαλέαν φόρμιγγα βαστάζων πολίταις ἡσυχίᾳ θιγέμεν, μήτ’ ὦν τινι πῆμα πορών, ἀπαθὴς δ’ αὐτὸς πρὸς ἀστῶν. καί κε μυθήσαιθ’ ὁποίαν, Ἀρκεσίλα, εὗρε παγὰν ἀμβροσίων ἐπέων, πρόσφατον Θήβᾳ ξενωθείς. ### Εʹ — ΑΡΚΕΣΙΛᾼ ΚΥΡΗΝΑΙῼ ΑΡΜΑΤΙ [P.5] ὁ πλοῦτος εὐρυσθενής, ὅταν τις ἀρετᾷ κεκραμένον καθαρᾷ βροτήσιος ἀνὴρ πότμου παραδόντος, αὐτὸν ἀνάγῃ πολύφιλον ἑπέταν. ὦ θεόμορ’ Ἀρκεσίλα, σύ τοί νιν κλυτᾶς αἰῶνος ἀκρᾶν βαθμίδων ἄπο σὺν εὐδοξίᾳ μετανίσεαι ἕκατι χρυσαρμάτου Κάστορος· εὐδίαν ὃς μετὰ χειμέριον ὄμβρον τεὰν καταιθύσσει μάκαιραν ἑστίαν. [P.5] σοφοὶ δέ τοι κάλλιον φέροντι καὶ τὰν θεόσδοτον δύναμιν. σὲ δ’ ἐρχόμενον ἐν δίκᾳ πολὺς ὄλβος ἀμφινέμεται· τὸ μέν, ὅτι βασιλεὺς ἐσσὶ μεγαλᾶν πολίων, ἔχει συγγενὴς ὀφθαλμὸς αἰδοιότατον γέρας τεᾷ τοῦτο μιγνύμενον φρενί· μάκαρ δὲ καὶ νῦν, κλεεννᾶς ὅτι εὖχος ἤδη παρὰ Πυθιάδος ἵπποις ἑλὼν δέδεξαι τόνδε κῶμον ἀνέρων, [P.5] Ἀπολλώνιον ἄθυρμα. τῷ σε μὴ λαθέτω Κυράνας γλυκὺν ἀμφὶ κᾶπον Ἀφροδίτας ἀειδόμενον, παντὶ μὲν θεὸν αἴτιον ὑπερτιθέμεν· φιλεῖν δὲ Κάρρωτον ἔξοχ’ ἑταίρων· ὃς οὐ τὰν Ἐπιμαθέος ἄγων ὀψινόου θυγατέρα Πρόφασιν, Βαττιδᾶν ἀφίκετο δόμους θεμισκρεόντων· ἀλλ’ ἀρισθάρματον ὕδατι Κασταλίας ξενωθεὶς γέρας ἀμφέβαλε τεαῖσιν κόμαις, [P.5] ἀκηράτοις ἁνίαις ποδαρκέων δωδεκάδρομον τέμενος. κατέκλασε γὰρ ἐντέων σθένος οὐδέν· ἀλλὰ κρέμαται, ὁπόσα χεριαρᾶν τεκτόνων δαίδαλ’ ἄγων Κρισαῖον λόφον ἄμειψεν ἐν κοιλόπεδον νάπος θεοῦ· τό σφ’ ἔχει κυπαρίσσινον μέλαθρον ἀμφ’ ἀνδριάντι σχεδόν, Κρῆτες ὃν τοξοφόροι τέγεϊ Παρνασσίῳ καθέσσαντο μονόδροπον φυτόν. [P.5] ἑκόντι τοίνυν πρέπει νόῳ τὸν εὐεργέταν ὑπαντιάσαι. Ἀλεξιβιάδα, σὲ δ’ ἠΰκομοι φλέγοντι Χάριτες. μακάριος, ὃς ἔχεις καὶ πεδὰ μέγαν κάματον λόγων φερτάτων μναμήϊ’· ἐν τεσσαράκοντα γὰρ πετόντεσσιν ἁνιόχοις ὅλον δίφρον κομίξαις ἀταρβεῖ φρενί, ἦλθες ἤδη Λιβύας πεδίον ἐξ ἀγλαῶν ἀέθλων καὶ πατρωΐαν πόλιν. [P.5] πόνων δ’ οὔ τις ἀπόκλαρός ἐστιν οὔτ’ ἔσεται· ὁ Βάττου δ’ ἕπεται παλαιὸς ὄλβος ἔμπαν τὰ καὶ τὰ νέμων, πύργος ἄστεος ὄμμα τε φαεννότατον ξένοισι. κεῖνόν γε καὶ βαρύκομποι λέοντες περὶ δείματι φύγον, γλῶσσαν ἐπεί σφιν ἀπένεικεν ὑπερποντίαν· ὁ δ’ ἀρχαγέτας ἔδωκ’ Ἀπόλλων θῆρας αἰνῷ φόβῳ, ὄφρα μὴ ταμίᾳ Κυράνας ἀτελὴς γένοιτο μαντεύμασιν. [P.5] ὃ καὶ βαρειᾶν νόσων ἀκέσματ’ ἄνδρεσσι καὶ γυναιξὶ νέμει, πόρεν τε κίθαριν, δίδωσί τε Μοῖσαν οἷς ἂν ἐθέλῃ, ἀπόλεμον ἀγαγὼν ἐς πραπίδας εὐνομίαν, μυχόν τ’ ἀμφέπει μαντήϊον· τῷ [καὶ] Λακεδαίμονι ἐν Ἄργει τε καὶ ζαθέᾳ Πύλῳ ἔνασσεν ἀλκάεντας Ἡρακλέος ἐκγόνους Αἰγιμιοῦ τε. τὸ δ’ ἐμὸν γαρύειν ἀπὸ Σπάρτας ἐπήρατον κλέος· [P.5] ὅθεν γεγενναμένοι ἵκοντο Θήρανδε φῶτες Αἰγεΐδαι, ἐμοὶ πατέρες, οὐ θεῶν ἄτερ, ἀλλὰ μοῖρά τις ἄγεν· πολύθυτον ἔρανον ἔνθεν ἀναδεξάμενοι, Ἄπολλον, τεᾷ, Καρνήϊ’, ἐν δαιτὶ σεβίζομεν Κυράνας ἀγακτιμέναν πόλιν· ἔχοντι τὰν χαλκοχάρμαι ξένοι Τρῶες Ἀντανορίδαι. σὺν Ἑλένᾳ γὰρ μόλον, καπνωθεῖσαν πάτραν ἐπεὶ ἴδον [P.5] ἐν Ἄρει. τὸ δ’ ἐλάσιππον ἔθνος ἐνδυκέως δέκονται θυσίαισιν ἄνδρες οἰχνέοντές σφε δωροφόροι, τοὺς Ἀριστοτέλης ἄγαγε, ναυσὶ θοαῖς ἁλὸς βαθεῖαν κέλευθον ἀνοίγων. κτίσεν δ’ ἄλσεα μείζονα θεῶν, εὐθύτομόν τε κατέθηκεν Ἀπολλωνίαις ἀλεξιμβρότοις πεδιάδα πομπαῖς ἔμμεν ἱππόκροτον σκυρωτὰν ὁδόν, ἔνθα πρυμνοῖς ἀγορᾶς ἔπι δίχα κεῖται θανών. [P.5] μάκαρ μὲν ἀνδρῶν μέτα ἔναιεν, ἥρως δ’ ἔπειτα λαοσεβής. ἄτερθε δὲ πρὸ δωμάτων ἕτεροι λαχόντες Ἀΐδαν βασιλέες ἱεροὶ ἐντί, μεγάλαν δ’ ἀρετὰν δρόσῳ μαλθακᾷ ῥανθεῖσαν κώμων ὑπὸ χεύμασιν, ἀκούοντί που χθονίᾳ φρενί, σφὸν ὄλβον υἱῷ τε κοινὰν χάριν ἔνδικόν τ’ Ἀρκεσίλᾳ. τὸν ἐν ἀοιδᾷ νέων πρέπει χρυσάορα Φοῖβον ἀπύειν, [P.5] ἔχοντα Πυθωνόθεν τὸ καλλίνικον λυτήριον δαπανᾶν μέλος χαρίεν. ἄνδρα κεῖνον ἐπαινέοντι συνετοί. λεγόμενον ἐρέω· κρέσσονα μὲν ἁλικίας νόον φέρβεται γλῶσσάν τε· θάρσος δὲ τανύπτερος ἐν ὄρνιξιν αἰετὸς ἔπλετο· ἀγωνίας δ’, ἕρκος οἷον, σθένος· ἔν τε Μοίσαισι ποτανὸς ἀπὸ ματρὸς φίλας, πέφανταί θ’ ἁρματηλάτας σοφός· [P.5] ὅσαι τ’ εἰσὶν ἐπιχωρίων καλῶν ἔσοδοι, τετόλμακε. θεός τέ οἱ τὸ νῦν τε πρόφρων τελεῖ δύνασιν, καὶ τὸ λοιπὸν ⟨ὁμοῖα⟩, Κρονίδαι μάκαρες, διδοῖτ’ ἐπ’ ἔργοισιν ἀμφί τε βουλαῖς ἔχειν, μὴ φθινοπωρὶς ἀνέμων χειμερία κατὰ πνοὰ δαμαλίζοι χρόνον. Διός τοι νόος μέγας κυβερνᾷ δαίμον’ ἀνδρῶν φίλων. εὔχομαί νιν Ὀλυμπίᾳ τοῦτο δόμεν γέρας ἔπι Βάττου γένει. ### Ϛʹ — ΞΕΝΟΚΡΑΤΕΙ ΑΚΡΑΓΑΝΤΙΝῼ ΑΡΜΑΤΙ [P.6] ἀκούσατ’· ἦ γὰρ ἑλικώπιδος Ἀφροδίτας ἄρουραν ἢ Χαρίτων ἀναπολίζομεν, ὀμφαλὸν ἐριβρόμου χθονὸς ἐς νάϊον προσοιχόμενοι· Πυθιόνικος ἔνθ’ ὀλβίοισιν Ἐμμενίδαις ποταμίᾳ τ’ Ἀκράγαντι καὶ μὰν Ξενοκράτει ἑτοῖμος ὕμνων θησαυρὸς ἐν πολυχρύσῳ Ἀπολλωνίᾳ τετείχισται νάπᾳ· [P.6] τὸν οὔτε χειμέριος ὄμβρος ἐπακτὸς ἐλθών, ἐριβρόμου νεφέλας στρατὸς ἀμείλιχος, οὔτ’ ἄνεμος ἐς μυχοὺς ἁλὸς ἄξοισι παμφόρῳ χεράδει τυπτόμενον. φάει δὲ πρόσωπον ἐν καθαρῷ πατρὶ τεῷ, Θρασύβουλε, κοινάν τε γενεᾷ λόγοισι θνατῶν εὔδοξον ἅρματι νίκαν Κρισαίαισιν ἐν πτυχαῖς ἀπαγγελεῖ. [P.6] σύ τοι σχεθών νιν ἐπιδέξια χειρός, ὀρθὰν ἄγεις ἐφημοσύναν, τά ποτ’ ἐν οὔρεσι φαντὶ μεγαλοσθενεῖ Φιλύρας υἱὸν ὀρφανιζομένῲ Πηλεΐδᾳ παραινεῖν· μάλιστα μὲν Κρονίδαν, βαρυόπαν στεροπᾶν κεραυνῶν τε πρύτανιν, θεῶν σέβεσθαι· ταύτας δὲ μή ποτε τιμᾶς ἀμείρειν γονέων βίον πεπρωμένον. [P.6] ἔγεντο καὶ πρότερον Ἀντίλοχος βιατὰς νόημα τοῦτο φέρων, ὃς ὑπερέφθιτο πατρός, ἐναρίμβροτον ἀναμείναις στράταρχον Αἰθιόπων Μέμνονα. Νεστόρειον γὰρ ἵππος ἅρμ’ ἐπέδα Πάριος ἐκ βελέων δαϊχθείς· ὁ δ’ ἔφεπεν κραταιὸν ἔγχος· Μεσσανίου δὲ γέροντος δονηθεῖσα φρὴν βόασε παῖδα ὅν· [P.6] χαμαιπετὲς δ’ ἄρ’ ἔπος οὐκ ἀπέριψεν· αὐτοῦ μένων δ’ ὁ θεῖος ἀνὴρ πρίατο μὲν θανάτοιο κομιδὰν πατρός, ἐδόκησέν τε τῶν πάλαι γενεᾷ ὁπλοτέροισιν, ἔργον πελώριον τελέσαις, ὕπατος ἀμφὶ τοκεῦσιν ἔμμεν πρὸς ἀρετάν. τὰ μὲν παρίκει· τῶν νῦν δὲ καὶ Θρασύβουλος πατρῴαν μάλιστα πρὸς στάθμαν ἔβα, [P.6] πάτρῳ τ’ ἐπερχόμενος ἀγλαΐαν ἅπασαν. νόῳ δὲ πλοῦτον ἄγει, ἄδικον οὔθ’ ὑπέροπλον ἥβαν δρέπων, σοφίαν δ’ ἐν μυχοῖσι Πιερίδων· τίν τ’, Ἐλέλιχθον, ἃς εὗρες ἱππίας ἐσόδους, μάλα ἁδόντι νόῳ, Ποσειδᾶν, προσέχεται. γλυκεῖα δὲ φρὴν καὶ συμπόταισιν ὁμιλεῖν μελισσᾶν ἀμείβεται τρητὸν πόνον. ### Ζʹ — ΜΕΓΑΚΛΕΙ ΑΘΗΝΑΙῼ ΤΕΘΡΙΠΠῼ [P.7] κάλλιστον αἱ μεγαλοπόλιες Ἀθᾶναι προοίμιον Ἀλκμανιδᾶν εὐρυσθενεῖ γενεᾷ κρηπῖδ’ ἀοιδᾶν ἵπποισι βαλέσθαι. ἐπεὶ τίνα πάτραν, τίνα οἶκον ναίων ὀνυμάξεαι ἐπιφανέστερον Ἑλλάδι πυθέσθαι; [P.7] πάσαισι γὰρ πολίεσι λόγος ὁμιλεῖ Ἐρεχθέος ἀστῶν, Ἄπολλον, οἳ τεόν γε δόμον Πυθῶνι δίᾳ θαητὸν ἔτευξαν. ἄγοντι δέ με πέντε μὲν Ἰσθμοῖ νῖκαι, μία δ’ ἐκπρεπὴς Διὸς Ὀλυμπιάς, δύο δ’ ἀπὸ Κίρρας, [P.7] ὦ Μεγάκλεες, ὑμαί τε καὶ προγόνων. νέα δ’ εὐπραγίᾳ χαίρω τι· τὸ δ’ ἄχνυμαι, φθόνον ἀμειβόμενον τὰ καλὰ ἔργα. φαντί γε μὰν οὕτω κεν ἀνδρὶ παρμονίμαν θάλλοισαν εὐδαιμονίαν τὰ καὶ τὰ φέρεσθαι. ### Ηʹ — ΑΡΙΣΤΟΜΕΝΕΙ ΑΙΓΙΝΗΤῌ ΠΑΛΑΙΣΤῌ [P.8] φιλόφρον Ἡσυχία, Δίκας ὦ μεγιστόπολι θύγατερ, βουλᾶν τε καὶ πολέμων ἔχοισα κλαῗδας ὑπερτάτας, Πυθιόνικον τιμὰν Ἀριστομένει δέκευ. τὺ γὰρ τὸ μαλθακὸν ἔρξαι τε καὶ παθεῖν ὁμῶς ἐπίστασαι καιρῷ σὺν ἀτρεκεῖ· [P.8] τὺ δ’, ὁπόταν τις ἀμείλιχον καρδίᾳ κότον ἐνελάσῃ, τραχεῖα δυσμενέων ὑπαντιάξαισα κράτει τιθεῖς Ὕβριν ἐν ἄντλῳ. τὰν οὐδὲ Πορφυρίων μάθεν παρ’ αἶσαν ἐξερεθίζων· κέρδος δὲ φίλτατον, ἑκόντος εἴ τις ἐκ δόμων φέροι. [P.8] βία δὲ καὶ μεγάλαυχον ἔσφαλεν ἐν χρόνῳ. Τυφὼς Κίλιξ ἑκατόγκρανος οὔ νιν ἄλυξεν, οὐδὲ μὰν βασιλεὺς Γιγάντων· δμᾶθεν δὲ κεραυνῷ τόξοισί τ’ Ἀπόλλωνος· ὃς εὐμενεῖ νόῳ Ξενάρκειον ἔδεκτο Κίρραθεν ἐστεφανωμένον υἱὸν ποίᾳ Παρνασσίδι Δωριεῖ τε κώμῳ. [P.8] ἔπεσε δ’ οὐ Χαρίτων ἑκὰς ἁ δικαιόπολις ἀρεταῖς κλειναῖσιν Αἰακιδᾶν θιγοῖσα νᾶσος· τελέαν δ’ ἔχει δόξαν ἀπ’ ἀρχᾶς. πολλοῖσι μὲν γὰρ ἀείδεται νικαφόροις ἐν ἀέθλοις θρέψαισα καὶ θοαῖς ὑπερτάτους ἥρωας ἐν μάχαις· [P.8] τὰ δὲ καὶ ἀνδράσιν ἐμπρέπει. εἰμὶ δ’ ἄσχολος ἀναθέμεν πᾶσαν μακραγορίαν λύρᾳ τε καὶ φθέγματι μαλθακῷ, μὴ κόρος ἐλθὼν κνίσῃ. τὸ δ’ ἐν ποσί μοι τράχον ἴτω τεὸν χρέος, ὦ παῖ, νεώτατον καλῶν, ἐμᾷ ποτανὸν ἀμφὶ μαχανᾷ. [P.8] παλαισμάτεσσι γὰρ ἰχνεύων ματραδελφεοὺς Ὀλυμπίᾳ τε Θεόγνητον οὐ κατελέγχεις, οὐδὲ Κλειτομάχοιο νίκαν Ἰσθμοῖ θρασύγυιον· αὔξων δὲ πάτραν Μιδυλιδᾶν λόγον φέρεις, τὸν ὅνπερ ποτ’ Ὀϊκλέος παῖς ἐν ἑπταπύλοις ἰδὼν υἱοὺς Θήβαις αἰνίξατο παρμένοντας αἰχμᾷ, [P.8] ὁπότ’ ἀπ’ Ἄργεος ἤλυθον δευτέραν ὁδὸν Ἐπίγονοι. ὧδ’ εἶπε μαρναμένων· “φυᾷ τὸ γενναῖον ἐπιπρέπει ἐκ πατέρων παισὶ λῆμα. θαέομαι σαφὲς δράκοντα ποικίλον αἰθᾶς Ἀλκμᾶν’ ἐπ’ ἀσπίδος νωμῶντα πρῶτον ἐν Κάδμου πύλαις. [P.8] “ὁ δὲ καμὼν προτέρᾳ πάθᾳ νῦν ἀρείονος ἐνέχεται ὄρνιχος ἀγγελίᾳ Ἄδραστος ἥρως· τὸ δὲ οἴκοθεν ἀντία πράξει. μοῦνος γὰρ ἐκ Δαναῶν στρατοῦ θανόντος ὀστέα λέξαις υἱοῦ, τύχᾳ θεῶν ἀφίξεται λαῷ σὺν ἀβλαβεῖ [P.8] “Ἄβαντος εὐρυχόρους ἀγυιάς.” τοιαῦτα μὲν ἐφθέγξατ’ Ἀμφιάρηος. χαίρων δὲ καὶ αὐτὸς Ἀλκμᾶνα στεφάνοισι βάλλω, ῥαίνω δὲ καὶ ὕμνῳ, γείτων ὅτι μοι καὶ κτεάνων φύλαξ ἐμῶν ὑπάντασεν ἰόντι γᾶς ὀμφαλὸν παρ’ ἀοίδιμον, μαντευμάτων τ’ ἐφάψατο συγγόνοισι τέχναις. [P.8] τὺ δ’, Ἑκαταβόλε, πάνδοκον ναὸν εὐκλέα διανέμων Πυθῶνος ἐν γυάλοις, τὸ μὲν μέγιστον τόθι χαρμάτων ὤπασας· οἴκοι δὲ πρόσθεν ἁρπαλέαν δόσιν πενταθλίου σὺν ἑορταῖς ὑμαῖς ἐπάγαγες. ἄναξ, ἑκόντι δ’ εὔχομαι νόῳ [P.8] κατά τιν’ ἁρμονίαν βλέπειν, ἀμφ’ ἕκαστον ὅσα νέομαι. κώμῳ μὲν ἁδυμελεῖ Δίκα παρέστακε· θεῶν δ’ ὄπιν ἄφθονον αἰτέω, Ξείναρκες, ὑμετέραις τύχαις. εἰ γάρ τις ἐσλὰ πέπαται μὴ σὺν μακρῷ πόνῳ, πολλοῖς σοφὸς δοκεῖ πεδ’ ἀφρόνων [P.8] βίον κορυσσέμεν ὀρθοβούλοισι μαχαναῖς· τὰ δ’ οὐκ ἐπ’ ἀνδράσι κεῖται· δαίμων δὲ παρίσχει, ἄλλοτ’ ἄλλον ὕπερθε βάλλων, ἄλλον δ’ ὑπὸ χειρῶν μέτρῳ καταβαίνει. Μεγάροις δ’ ἔχεις γέρας, μυχῷ τ’ ἐν Μαραθῶνος, Ἥρας τ’ ἀγῶν’ ἐπιχώριον νίκαις τρισσαῖς, Ὦριστόμενες, δάμασσας ἔργῳ· [P.8] τέτρασι δ’ ἔμπετες ὑψόθεν σωμάτεσσι κακὰ φρονέων, τοῖς οὔτε νόστος ὁμῶς ἔπαλπνος ἐν Πυθιάδι κρίθη, οὐδὲ μολόντων πὰρ ματέρ’ ἀμφὶ γέλως γλυκὺς ὦρσεν χάριν· κατὰ λαύρας δ’ ἐχθρῶν ἀπάοροι πτώσσοντι, συμφορᾷ δεδαγμένοι. [P.8] ὁ δὲ καλόν τι νέον λαχὼν ἁβρότατος ἔπι μεγάλας ἐξ ἐλπίδος πέταται ὑποπτέροις ἀνορέαις, ἔχων κρέσσονα πλούτου μέριμναν. ἐν δ’ ὀλίγῳ βροτῶν τὸ τερπνὸν αὔξεται· οὕτω δὲ καὶ πίτνει χαμαί, ἀποτρόπῳ γνώμᾳ σεσεισμένον. [P.8] ἐπάμεροι· τί δέ τις; τί δ’ οὔ τις; σκιᾶς ὄναρ ἄνθρωπος. ἀλλ’ ὅταν αἴγλα διόσδοτος ἔλθῃ, λαμπρὸν φέγγος ἔπεστιν ἀνδρῶν καὶ μείλιχος αἰών· Αἴγινα φίλα μᾶτερ, ἐλευθέρῳ στόλῳ πόλιν τάνδε κόμιζε Δὶ καὶ κρέοντι σὺν Αἰακῷ Πηλεῖ τε κἀγαθῷ Τελαμῶνι σύν τ’ Ἀχιλλεῖ. ### Θʹ — ΤΕΛΕΣΙΚΡΑΤΕΙ ΚΥΡΗΝΑΙῼ ΟΠΛΙΤΟΔΡΟΜῼ [P.9] ἐθέλω χαλκάσπιδα Πυθιονίκαν σὺν βαθυζώνοισιν ἀγγέλλων Τελεσικράτη Χαρίτεσσι γεγωνεῖν, ὄλβιον ἄνδρα, διωξίππου στεφάνωμα Κυράνας· τὰν ὁ χαιτάεις ἀνεμοσφαράγων ἐκ Παλίου κόλπων ποτὲ Λατοΐδας ἅρπασ’, ἔνεικέ τε χρυσέῳ παρθένον ἀγροτέραν δίφρῳ, τόθι νιν πολυμήλου καὶ πολυκαρποτάτας θῆκε δέσποιναν χθονὸς ῥίζαν ἀπείρου τρίταν εὐήρατον θάλλοισαν οἰκεῖν. [P.9] ὑπέδεκτο δ’ ἀργυρόπεζ’ Ἀφροδίτα Δάλιον ξεῖνον θεοδμάτων ὀχέων, ἐφαπτομένα χερὶ κούφᾳ. καί σφιν ἐπὶ γλυκεραῖς εὐναῖς ἐρατὰν βάλεν αἰδῶ, ξυνὸν ἁρμόζοισα θεῷ τε γάμον μιχθέντα κούρᾳ θ’ Ὑψέος εὐρυβία· ὃς Λαπιθᾶν ὑπερόπλων τουτάκις ἦν βασιλεύς, ἐξ Ὠκεανοῦ γένος ἥρως δεύτερος· ὅν ποτε Πίνδου κλεενναῖς ἐν πτυχαῖς Ναῒς εὐφρανθεῖσα Πηνειοῦ λέχει Κρείοισ’ ἔτικτεν, [P.9] Γαίας θυγάτηρ. ὁ δὲ τὰν εὐώλενον θρέψατο παῖδα Κυράναν· ἁ μὲν οὔθ’ ἱστῶν παλιμβάμους ἐφίλησεν ὁδούς, οὔτε δείπνων οἰκοριᾶν μεθ’ ἑταιρᾶν τέρψιας, ἀλλ’ ἀκόντεσσίν τε χαλκέοις φασγάνῳ τε μαρναμένα κεράϊζεν ἀγρίους θῆρας, ἦ πολλάν τε καὶ ἡσύχιον βουσὶν εἰρήναν παρέχοισα πατρῴαις, τὸν δὲ σύγκοιτον γλυκὺν παῦρον ἐπὶ γλεφάροις ὕπνον ἀναλίσκοισα ῥέποντα πρὸς ἀῶ. [P.9] κίχε νιν λέοντί ποτ’ εὐρυφαρέτρας ὀμβρίμῳ μούναν παλαίοισαν ἄτερ ἐγχέων ἑκάεργος Ἀπόλλων. αὐτίκα δ’ ἐκ μεγάρων Χείρωνα προσέννεπε φωνᾷ. “σεμνὸν ἄντρον, Φιλλυρίδα, προλιπὼν θυμὸν γυναικὸς καὶ μεγάλαν δύνασιν θαύμασον, οἷον ἀταρβεῖ νεῖκος ἄγει κεφαλᾷ, μόχθου καθύπερθε νεᾶνις ἦτορ ἔχοισα· φόβῳ δ’ οὐ κεχείμανται φρένες. τίς νιν ἀνθρώπων τέκεν; ποίας δ’ ἀποσπασθεῖσα φύτλας [P.9] “ὀρέων κευθμῶνας ἔχει σκιοέντων, γεύεται δ’ ἀλκᾶς ἀπειράντου; ὁσία κλυτὰν χέρα οἱ προσενεγκεῖν, ἦ ῥα; καὶ ἐκ λεχέων κεῖραι μελιηδέα ποίαν;” τὸν δὲ Κένταυρος ζαμενής, ἀγανᾷ χλαρὸν γελάσσαις ὀφρύϊ, μῆτιν ἑὰν εὐθὺς ἀμείβετο· “κρυπταὶ κλαΐδες ἐντὶ σοφᾶς Πειθοῦς ἱερᾶν φιλοτάτων, Φοῖβε, καὶ ἔν τε θεοῖς τοῦτο κἀνθρώποις ὁμῶς αἰδέοντ’, ἀμφανδὸν ἁδείας τυχεῖν τὸ πρῶτον εὐνᾶς. [P.9] “καὶ γὰρ σέ, τὸν οὐ θεμιτὸν ψεύδει θιγεῖν, ἔτραπε μείλιχος ὀργὰ παρφάμεν τοῦτον λόγον. κούρας δ’ ὁπόθεν γενεὰν ἐξερωτᾷς, ὦ ἄνα; κύριον ὃς πάντων τέλος οἶσθα καὶ πάσας κελεύθους· ὅσσα τε χθὼν ἠρινὰ φύλλ’ ἀναπέμπει, χὠπόσαι ἐν θαλάσσᾳ καὶ ποταμοῖς ψάμαθοι κύμασιν ῥιπαῖς τ’ ἀνέμων κλονέονται, χὤ τι μέλλει, χὠπόθεν ἔσσεται, εὖ καθορᾷς. εἰ δὲ χρὴ καὶ πὰρ σοφὸν ἀντιφερίξαι, [P.9] “ἐρέω. ταύτᾳ πόσις ἵκεο βᾶσσαν τάνδε, καὶ μέλλεις ὑπὲρ πόντου Διὸς ἔξοχον ποτὶ κᾶπον ἐνεῖκαι· ἔνθα νιν ἀρχέπολιν θήσεις, ἐπὶ λαὸν ἀγείραις νασιώταν ὄχθον ἐς ἀμφίπεδον· νῦν δ’ εὐρυλείμων πότνιά σοι Λιβύα δέξεται εὐκλέα νύμφαν δώμασιν ἐν χρυσέοις πρόφρων· ἵνα οἱ χθονὸς αἶσαν αὐτίκα συντελέθειν ἔννομον δωρήσεται, οὔτε παγκάρπων φυτῶν νήποινον, οὔτ’ ἀγνῶτα θηρῶν. [P.9] “τόθι παῖδα τέξεται, ὃν κλυτὸς Ἑρμᾶς εὐθρόνοις Ὥραισι καὶ Γαίᾳ ἀνελὼν φίλας ὑπὸ ματέρος οἴσει. ταὶ δ’ ἐπιγουνίδιον θαησάμενοι βρέφος αὐταῖς, νέκταρ ἐν χείλεσσι καὶ ἀμβροσίαν στάξοισι, θήσονταί τέ νιν ἀθάνατον Ζῆνα καὶ ἁγνὸν Ἀπόλλων’, ἀνδράσι χάρμα φίλοις ἄγχιστον, ὀπάονα μήλων, Ἀγρέα καὶ Νόμιον, τοῖς δ’ Ἀρισταῖον καλεῖν.” ὣς ἄρ’ εἰπὼν ἔντυεν τερπνὰν γάμου κραίνειν τελευτάν. [P.9] ὠκεῖα δ’ ἐπειγομένων ἤδη θεῶν πρᾶξις ὁδοί τε βραχεῖαι. κεῖνο κεῖν’ ἆμαρ διαίτασεν· θαλάμῳ δὲ μίγεν ἐν πολυχρύσῳ Λιβύας· ἵνα καλλίσταν πόλιν ἀμφέπει κλεινάν τ’ ἀέθλοις. καί νυν ἐν Πυθῶνί νιν ἀγαθέᾳ Καρνειάδα υἱὸς εὐθαλεῖ συνέμιξε τύχᾳ· ἔνθα νικάσαις ἀνέφανε Κυράναν, ἅ νιν εὔφρων δέξεται, καλλιγύναικι πάτρᾳ δόξαν ἱμερτὰν ἀγαγόντ’ ἀπὸ Δελφῶν. [P.9] ἀρεταὶ δ’ αἰεὶ μεγάλαι πολύμυθοι· βαιὰ δ’ ἐν μακροῖσι ποικίλλειν, ἀκοὰ σοφοῖς· ὁ δὲ καιρὸς ὁμοίως παντὸς ἔχει κορυφάν. ἔγνον ποτὲ καὶ Ἰόλαον οὐκ ἀτιμάσαντά νιν ἑπτάπυλοι Θῆβαι· τόν, Εὐρυσθῆος ἐπεὶ κεφαλὰν ἔπραθε φασγάνου ἀκμᾷ, κρύψαν ἔνερθ’ ὑπὸ γᾶν διφρηλάτα Ἀμφιτρύωνος σάματι, πατροπάτωρ ἔνθα οἱ Σπαρτῶν ξένος κεῖτο, λευκίπποισι Καδμείων μετοικήσαις ἀγυιαῖς. [P.9] τέκε οἷ καὶ Ζηνὶ μιγεῖσα δαΐφρων ἐν μόναις ὠδῖσιν Ἀλκμήνα διδύμων κρατησίμαχον σθένος υἱῶν. κωφὸς ἀνήρ τις, ὃς Ἡρακλεῖ στόμα μὴ παραβάλλει, μηδὲ Διρκαίων ὑδάτων ἀὲ μέμναται, τά νιν θρέψαντο καὶ Ἰφικλέα· τοῖσι τέλειον ἐπ’ εὐχᾷ κωμάσομαί τι παθὼν ἐσλόν· Χαρίτων κελαδεννᾶν μή με λίποι καθαρὸν φέγγος. Αἰγίνᾳ τε γὰρ φαμὶ Νίσου τ’ ἐν λόφῳ τρὶς δὴ πόλιν τάνδ’ εὐκλεΐξαι, [P.9] σιγαλὸν ἀμαχανίαν ἔργῳ φυγών· οὕνεκεν, εἰ φίλος ἀστῶν, εἴ τις ἀντάεις, τό γ’ ἐν ξυνῷ πεποναμένον εὖ μὴ λόγον βλάπτων ἁλίοιο γέροντος κρυπτέτω. κεῖνος αἰνεῖν καὶ τὸν ἐχθρὸν παντὶ θυμῷ σύν γε δίκᾳ καλὰ ῥέζοντ’ ἔννεπεν. πλεῖστα νικάσαντά σε καὶ τελεταῖς ὡρίαις ἐν Παλλάδος εἶδον ἄφωνοί θ’ ὡς ἕκασται φίλτατον παρθενικαὶ πόσιν ἢ υἱὸν εὔχοντ’, ὦ Τελεσίκρατες, ἔμμεν, [P.9] ἐν Ὀλυμπίοισί τε καὶ βαθυκόλπου Γᾶς ἀέθλοις ἔν τε καὶ πᾶσιν ἐπιχωρίοις. ἐμὲ δ’ ὦν τις ἀοιδᾶν δίψαν ἀκειόμενον πράσσει χρέος αὖτις ἐγεῖραι καὶ παλαιὰν δόξαν ἑῶν προγόνων· οἷοι Λιβύσσας ἀμφὶ γυναικὸς ἔβαν Ἴρασα πρὸς πόλιν, Ἀνταίου μετὰ καλλίκομον μναστῆρες ἀγακλέα κούραν· τὰν μάλα πολλοὶ ἀριστῆες ἀνδρῶν αἴτεον σύγγονοι, πολλοὶ δὲ καὶ ξείνων. ἐπεὶ θαητὸν εἶδος [P.9] ἔπλετο· χρυσοστεφάνου δέ οἱ Ἥβας καρπὸν ἀνθήσαντ’ ἀποδρέψαι ἔθελον. πατὴρ δὲ θυγατρὶ φυτεύων κλεινότερον γάμον, ἄκουσεν Δαναόν ποτ’ ἐν Ἄργει οἷον εὗρεν τεσσαράκοντα καὶ ὀκτὼ παρθένοισι, πρὶν μέσον ἆμαρ ἑλεῖν, ὠκύτατον γάμον. ἔστασεν γὰρ ἅπαντα χορὸν ἐν τέρμασιν αὐτίκ’ ἀγῶνος· σὺν δ’ ἀέθλοις ἐκέλευσεν διακρῖναι ποδῶν, ἅντινα σχήσοι τις ἡρώων, ὅσοι γαμβροί σφιν ἦλθον. [P.9] οὕτω δ’ ἐδίδου Λίβυς ἁρμόζων κόρᾳ νυμφίον ἄνδρα· ποτὶ γραμμᾷ μὲν αὐτὰν στᾶσε κοσμήσαις τέλος ἔμμεν ἄκρον, εἶπε δ’ ἐν μέσσοις ἀπάγεσθαι, ὃς ἂν πρῶτος θορὼν ἀμφί οἱ ψαύσειε πέπλοις. ἔνθ’ Ἀλεξίδαμος, ἐπεὶ φύγε λαιψηρὸν δρόμον, παρθένον κεδνὰν χερὶ χειρὸς ἑλὼν ἆγεν ἱππευτᾶν Νομάδων δι’ ὅμιλον. πολλὰ μὲν κεῖνοι δίκον φύλλ’ ἔπι καὶ στεφάνους· πολλὰ δὲ πρόσθεν πτερὰ δέξατο νικᾶν. ### Ιʹ — ΙΠΠΟΚΛΕΙ ΘΕΣΣΑΛῼ ΠΑΙΔΙ ΔΙΑΥΛΟΔΡΟΜῼ [P.10] ὄλβια Λακεδαίμων, μάκαιρα Θεσσαλία· πατρὸς δ’ ἀμφοτέραις ἐξ ἑνὸς ἀριστομάχου γένος Ἡρακλεῦς βασιλεύει. τί κομπέω παρὰ καιρόν; ἀλλά με Πυθώ τε καὶ τὸ Πελινναῖον ἀπύει Ἀλεύα τε παῖδες, Ἱπποκλέᾳ ἐθέλοντες ἀγαγεῖν ἐπικωμίαν ἀνδρῶν κλυτὰν ὄπα. [P.10] γεύεται γὰρ ἀέθλων· στρατῷ τ’ ἀμφικτιόνων ὁ Παρνάσιος αὐτὸν μυχὸς διαυλοδρομᾶν ὕπατον παίδων ἀνέειπεν. Ἄπολλον, γλυκὺ δ’ ἀνθρώπων τέλος ἀρχά τε δαίμονος ὀρνύντος αὔξεται· ὁ μέν που τεοῖς γε μήδεσι τοῦτ’ ἔπραξεν· τὸ δὲ συγγενὲς ἐμβέβακεν ἴχνεσιν πατρὸς [P.10] Ὀλυμπιονίκα δὶς ἐν πολεμαδόκοις Ἄρεος ὅπλοις· ἔθηκε καὶ βαθυλείμων ὑπὸ Κίρρας ἀγὼν πέτραν κρατησίποδα Φρικίαν. ἕσποιτο μοῖρα καὶ ὑστέραισιν ἐν ἁμέραις ἀγάνορα πλοῦτον ἀνθεῖν σφίσιν· [P.10] τῶν δ’ ἐν Ἑλλάδι τερπνῶν λαχόντες οὐκ ὀλίγαν δόσιν, μὴ φθονεραῖς ἐκ θεῶν μετατροπίαις ἐπικύρσαιεν. θεὸς εἴη ἀπήμων κέαρ· εὐδαίμων δὲ καὶ ὑμνητὸς οὗτος ἀνὴρ γίγνεται σοφοῖς, ὃς ἂν χερσὶν ἢ ποδῶν ἀρετᾷ κρατήσαις τὰ μέγιστ’ ἀέθλων ἕλῃ τόλμᾳ τε καὶ σθένει, [P.10] καὶ ζώων ἔτι νεαρὸν κατ’ αἶσαν υἱὸν ἴδῃ τυχόντα στεφάνων Πυθίων. ὁ χάλκεος οὐρανὸς οὔ ποτ’ ἀμβατὸς αὐτῷ. ὅσαις δὲ βροτὸν ἔθνος ἀγλαΐαις ἁπτόμεσθα, περαίνει πρὸς ἔσχατον πλόον. ναυσὶ δ’ οὔτε πεζὸς ἰών ⟨κεν⟩ εὕροις ἐς Ὑπερβορέων ἀγῶνα θαυματὰν ὁδόν. [P.10] παρ’ οἷς ποτε Περσεὺς ἐδαίσατο λαγέτας, δώματ’ ἐσελθών, κλειτὰς ὄνων ἑκατόμβας ἐπιτόσσαις θεῷ ῥέζοντας· ὧν θαλίαις ἔμπεδον εὐφαμίαις τε μάλιστ’ Ἀπόλλων χαίρει, γελᾷ θ’ ὁρῶν ὕβριν ὀρθίαν κνωδάλων. [P.10] Μοῖσα δ’ οὐκ ἀποδαμεῖ τρόποις ἐπὶ σφετέροισι· παντᾷ, δὲ χοροὶ παρθένων λυρᾶν τε βοαὶ καναχαί τ’ αὐλῶν δονέονται· δάφνᾳ τε χρυσέᾳ κόμας ἀναδήσαντες εἰλαπινάζοισιν εὐφρόνως. νόσοι δ’ οὔτε γῆρας οὐλόμενον κέκραται ἱερᾷ γενεᾷ· πόνων δὲ καὶ μαχᾶν ἄτερ [P.10] οἰκέοισι φυγόντες ὑπέρδικον Νέμεσιν. θρασείᾳ δὲ πνέων καρδίᾳ μόλεν Δανάας ποτὲ παῖς, ἁγεῖτο δ’ Ἀθάνα, ἐς ἀνδρῶν μακάρων ὅμιλον· ἔπεφνέν τε Γοργόνα, καὶ ποικίλον κάρα δρακόντων φόβαισιν ἤλυθε νασιώταις λίθινον θάνατον φέρων. ἐμοὶ δὲ θαυμάσαι [P.10] θεῶν τελεσάντων οὐδέν ποτε φαίνεται ἔμμεν ἄπιστον. κώπαν σχάσον, ταχὺ δ’ ἄγκυραν ἔρεισον χθονὶ πρῴραθε, χοιράδος ἄλκαρ πέτρας. ἐγκωμίων γὰρ ἄωτος ὕμνων ἐπ’ ἄλλοτ’ ἄλλον ὥτε μέλισσα θύνει λόγον. [P.10] ἔλπομαι δ’ Ἐφυραίων ὄπ’ ἀμφὶ Πηνεϊὸν γλυκεῖαν προχεόντων ἐμὰν τὸν Ἱπποκλέαν ἔτι καὶ μᾶλλον σὺν ἀοιδαῖς ἕκατι στεφάνων θαητὸν ἐν ἅλιξι θησέμεν ἐν καὶ παλαιτέροις, νέαισίν τε παρθένοισι μέλημα. καὶ γὰρ ἑτέροις ἑτέρων ἔρως ὑπέκνισε φρένας· [P.10] τῶν δ’ ἕκαστος ὀρούει, τυχών κεν ἁρπαλέαν σχέθοι φροντίδα τὰν πὰρ ποδός· τὰ δ’ εἰς ἐνιαυτὸν ἀτέκμαρτον προνοῆσαι. πέποιθα ξενίᾳ προσανέϊ Θώρακος, ὅσπερ ἐμὰν ποιπνύων χάριν τόδ’ ἔζευξεν ἅρμα Πιερίδων τετράορον, φιλέων φιλέοντ’, ἄγων ἄγοντα προφρόνως. [P.10] πειρῶντι δὲ καὶ χρυσὸς ἐν βασάνῳ πρέπει καὶ νόος ὀρθός. ἀδελφεοὺς ἔτ’ ἐπαινήσομεν ἐσλούς, ὅτι ὑψοῦ φέροντι νόμον Θεσσαλῶν αὔξοντες· ἐν δ’ ἀγαθοῖσι κεῖνται πατρώϊαι κεδναὶ πολίων κυβερνάσιες. ### ΙΑʹ — ΘΡΑΣΥΔΑΙῼ ΘΗΒΑΙῼ ΠΑΙΔΙ ΣΤΑΔΙΕΙ [P.11] Κάδμου κόραι, Σεμέλα μὲν Ὀλυμπιάδων ἀγυιᾶτις, Ἰνώ τε Λευκοθέα ποντιᾶν ὁμοθάλαμε Νηρηΐδων, ἴτε σὺν Ἡρακλέος ἀριστογόνῳ ματρὶ πὰρ Μελίαν χρυσέων ἐς ἄδυτον τριπόδων θησαυρόν, ὃν περίαλλ’ ἐτίμασε Λοξίας, [P.11] Ἰσμήνιον δ’ ὀνύμαξεν, ἀλαθέα μαντίων θῶκον, ὦ παῖδες Ἁρμονίας, ἔνθα καί νυν ἐπίνομον ἡρωΐδων στρατὸν ὁμαγερέα καλεῖ συνίμεν, ὄφρα Θέμιν ἱερὰν Πυθῶνά τε καὶ ὀρθοδίκαν γᾶς ὀμφαλὸν κελαδήσετ’ ἄκρᾳ σὺν ἑσπέρᾳ, [P.11] ἑπταπύλοισι Θήβαις χάριν ἀγῶνί τε Κίρρας, ἐν τῷ Θρασυδαῖος ἔμνασεν ἑστίαν τρίτον ἐπὶ στέφανον πατρῴαν βαλών, ἐν ἀφνεαῖς ἀρούραισι Πυλάδα νικῶν ξένου Λάκωνος Ὀρέστα. [P.11] τὸν δὴ φονευομένου πατρὸς Ἀρσινόα Κλυταιμνήστρας χειρῶν ὕπο κρατερᾶν ἐκ δόλου τροφὸς ἄνελε δυσπενθέος, ὁπότε Δαρδανίδα κόραν Πριάμου Κασσάνδραν πολιῷ χαλκῷ σὺν Ἀγαμεμνονίᾳ ψυχᾷ πόρευσ’ Ἀχέροντος ἀκτὰν παρ’ εὔσκιον [P.11] νηλὴς γυνά. πότερόν νιν ἄρ’ Ἰφιγένει’ ἐπ’ Εὐρίπῳ σφαχθεῖσα τῆλε πάτρας ἔκνισεν βαρυπάλαμον ὄρσαι χόλον; ἢ ἑτέρῳ λέχεϊ δαμαζομέναν ἔννυχοι πάραγον κοῖται; τὸ δὲ νέαις ἀλόχοις ἔχθιστον ἀμπλάκιον καλύψαι τ’ ἀμάχανον [P.11] ἀλλοτρίαισι γλώσσαις· κακολόγοι δὲ πολῖται. ἴσχει τε γὰρ ὄλβος οὐ μείονα φθόνον· ὁ δὲ χαμηλὰ πνέων ἄφαντον βρέμει. θάνεν μὲν αὐτὸς ἥρως Ἀτρεΐδας ἵκων χρόνῳ κλυταῖς ἐν Ἀμύκλαις, [P.11] μάντιν τ’ ὄλεσσε κόραν, ἐπεὶ ἀμφ’ Ἑλένᾳ πυρωθέντων Τρώων ἔλυσε δόμους ἁβρότατος. ὁ δ’ ἄρα γέροντα ξένον Στρόφιον ἐξίκετο, νέα κεφαλά, Παρνασοῦ πόδα ναίοντ’· ἀλλὰ χρονίῳ σὺν Ἄρει πέφνεν τε ματέρα θῆκέ τ’ Αἴγισθον ἐν φοναῖς. [P.11] ἦ ῥ’, ὦ φίλοι, κατ’ ἀμευσιπόρους τριόδους ἐδινήθην, ὀρθὰν κέλευθον ἰὼν τὸ πρίν· ἤ μέ τις ἄνεμος ἔξω πλόου ἔβαλεν, ὡς ὅτ’ ἄκατον εἰναλίαν; Μοῖσα, τὸ δὲ τεόν, εἰ μισθοῖο συνέθευ παρέχειν φωνὰν ὑπάργυρον, ἄλλοτ’ ἄλλᾳ ταρασσέμεν [P.11] ἢ πατρὶ Πυθονίκῳ τό γέ νυν ἢ Θρασυδαίῳ· τῶν εὐφροσύνα τε καὶ δόξ’ ἐπιφλέγει. τὰ μὲν ⟨ἐν⟩ ἅρμασι καλλίνικοι πάλαι, Ὀλυμπίᾳ ἀγώνων πολυφάτων ἔσχον θοὰν ἀκτῖνα σὺν ἵπποις· [P.11] Πυθοῖ τε γυμνὸν ἐπὶ στάδιον καταβάντες ἤλεγξαν Ἑλλανίδα στρατιὰν ὠκύτατι. θεόθεν ἐραίμαν καλῶν, δυνατὰ μαιόμενος ἐν ἁλικίᾳ. τῶν γὰρ ἂμ πόλιν εὑρίσκων τὰ μέσα μακροτέρῳ ὄλβῳ τεθαλότα, μέμφομ’ αἶσαν τυραννίδων· [P.11] ξυναῖσι δ’ ἀμφ’ ἀρεταῖς τέταμαι. φθονεροὶ δ’ ἀμύνονται ἆται, εἴ τις ἄκρον ἑλὼν ἁσυχᾶ τε νεμόμενος αἰνὰν ὕβριν ἀπέφυγεν· μέλανος ἂν ἐσχατιὰν καλλίονα θανάτου ⟨στείχοι⟩, γλυκυτάτᾳ γενεᾷ εὐώνυμον κτεάνων κρατίσταν χάριν πορών. [P.11] ἅ τε τὸν Ἰφικλείδαν διαφέρει Ἰόλαον ὑμνητὸν ἐόντα, καὶ Κάστορος βίαν, σέ τε, ἄναξ Πολύδευκες, υἱοὶ θεῶν, τὸ μὲν παρ’ ἆμαρ ἕδραισι Θεράπνας, τὸ δ’ οἰκέοντας ἔνδον Ὀλύμπου. ### ΙΒʹ — ΜΙΔᾼ ΑΚΡΑΓΑΝΤΙΝῼ ΑΥΛΗΤῌ [P.12] αἰτέω σε, φιλάγλαε, καλλίστα βροτεᾶν πολίων, Φερσεφόνας ἕδος, ἅ τ’ ὄχθαις ἔπι μηλοβότου ναίεις Ἀκράγαντος ἐΰδματον κολώναν, ὦ ἄνα, ἵλαος ἀθανάτων ἀνδρῶν τε σὺν εὐμενίᾳ δέξαι στεφάνωμα τόδ’ ἐκ Πυθῶνος εὐδόξῳ Μίδᾳ, αὐτόν τέ νιν Ἑλλάδα νικάσαντα τέχνᾳ, τάν ποτε Παλλὰς ἐφεῦρε θρασειᾶν Γοργόνων οὔλιον θρῆνον διαπλέξαισ’ Ἀθάνα· [P.12] τὸν παρθενίοις ὑπό τ’ ἀπλάτοις ὀφίων κεφαλαῖς ἄϊε λειβόμενον δυσπενθέϊ σὺν καμάτῳ, Περσεὺς ὁπότε τρίτον ἄνυσσεν κασιγνητᾶν μέρος, εἰναλίᾳ τε Σερίφῳ λαοῖσί τε μοῖραν ἄγων. ἤτοι τό τε θεσπέσιον Φόρκοιο μαύρωσεν γένος, λυγρόν τ’ ἔρανον Πολυδέκτᾳ θῆκε ματρός τ’ ἔμπεδον δουλοσύναν τό τ’ ἀναγκαῖον λέχος, εὐπαράου κρᾶτα συλάσαις Μεδοίσας [P.12] υἱὸς Δανάας· τὸν ἀπὸ χρυσοῦ φαμεν αὐτορύτου ἔμμεναι. ἀλλ’ ἐπεὶ ἐκ τούτων φίλον ἄνδρα πόνων ἐρρύσατο, παρθένος αὐλῶν τεῦχε πάμφωνον μέλος, ὄφρα τὸν Εὐρυάλας ἐκ καρπαλιμᾶν γενύων χριμφθέντα σὺν ἔντεσι μιμήσαιτ’ ἐρικλάγκταν γόον. εὗρεν θεός· ἀλλά νιν εὑροῖσ’ ἀνδράσι θνατοῖς ἔχειν, ὠνόμασεν κεφαλᾶν πολλᾶν νόμον, εὐκλεᾶ λαοσσόων μναστῆρ’ ἀγώνων, [P.12] λεπτοῦ διανισσόμενον χαλκοῦ θαμὰ καὶ δονάκων, τοὶ παρὰ καλλιχόρῳ ναίοισι πόλει Χαρίτων. Καφισίδος ἐν τεμένει, πιστοὶ χορευτᾶν μάρτυρες. εἰ δέ τις ὄλβος ἐν ἀνθρώποισιν, ἄνευ καμάτου οὐ φαίνεται· ἐκ δὲ τελευτάσει νιν ἤτοι σάμερον δαίμων—τὸ δὲ μόρσιμον οὐ παρφυκτόν,—ἀλλ’ ἔσται χρόνος οὗτος, ὃ καί τιν’ ἀελπτίᾳ βαλὼν ἔμπαλιν γνώμας τὸ μὲν δώσει, τὸ δ’ οὔπω. ## ΝΕΜΕΟΝΙΚΑΙ ### Αʹ — ΧΡΟΜΙῼ ΑΙΤΝΑΙῼ ΙΠΠΟΙΣ [N.1] ἄμπνευμα σεμνὸν Ἀλφεοῦ, κλεινᾶν Συρακοσσᾶν θάλος Ὀρτυγία, δέμνιον Ἀρτέμιδος, Δάλου κασιγνήτα, σέθεν ἁδυεπὴς ὕμνος ὁρμᾶται θέμεν αἶνον ἀελλοπόδων μέγαν ἵππων, Ζηνὸς Αἰτναίου χάριν· ἅρμα δ’ ὀτρύνει Χρομίου Νεμέα θ’ ἔργμασιν νικαφόροις ἐγκώμιον ζεῦξαι μέλος. [N.1] ἀρχαὶ δὲ βέβληνται θεῶν κείνου σὺν ἀνδρὸς δαιμονίαις ἀρεταῖς. ἔστι δ’ ἐν εὐτυχίᾳ πανδοξίας ἄκρον· μεγάλων δ’ ἀέθλων Μοῖσα μεμνᾶσθαι φιλεῖ. σπεῖρέ νυν ἀγλαΐαν τινὰ νάσῳ, τὰν Ὀλύμπου δεσπότας Ζεὺς ἔδωκεν Φερσεφόνᾳ, κατένευσέν τέ οἱ χαίταις, ἀριστεύοισαν εὐκάρπου χθονὸς [N.1] Σικελίαν πίειραν ὀρθώσειν κορυφαῖς πολίων ἀφνεαῖς. ὤπασε δὲ Κρονίων πολέμου μναστῆρά οἱ χαλκεντέος λαὸν ἵππαιχμον θαμὰ δὴ καὶ Ὀλυμπιάδων φύλλοις ἐλαιᾶν χρυσέοις μιχθέντα. πολλῶν ἐπέβαν καιρὸν οὐ ψεύδει βαλών. [N.1] ἔσταν δ’ ἐπ’ αὐλείαις θύραις ἀνδρὸς φιλοξείνου καλὰ μελπόμενος, ἔνθα μοι ἁρμόδιον δεῖπνον κεκόσμηται, θαμὰ δ’ ἀλλοδαπῶν οὐκ ἀπείρατοι δόμοι ἐντί· λέλογχε δὲ μεμφομένοις ἐσλοὺς ὕδωρ καπνῷ φέρειν ἀντίον. τέχναι δ’ ἑτέρων ἕτεραι· χρὴ δ’ ἐν εὐθείαις ὁδοῖς στείχοντα μάρνασθαι φυᾷ. [N.1] πράσσει γὰρ ἔργῳ μὲν σθένος, βουλαῖσι δὲ φρήν, ἐσσόμενον προϊδεῖν συγγενὲς οἷς ἕπεται. Ἁγησιδάμου παῖ, σέο δ’ ἀμφὶ τρόπῳ τῶν τε καὶ τῶν χρήσιες. οὐκ ἔραμαι πολὺν ἐν μεγάρῳ πλοῦτον κατακρύψαις ἔχειν, ἀλλ’ ἐόντων εὖ τε παθεῖν καὶ ἀκοῦσαι φίλοις ἐξαρκέων. κοιναὶ γὰρ ἔρχοντ’ ἐλπίδες [N.1] πολυπόνων ἀνδρῶν. ἐγὼ δ’ Ἡρακλέος ἀντέχομαι προφρόνως, ἐν κορυφαῖς ἀρετᾶν μεγάλαις ἀρχαῖον ὀτρύνων λόγον, ὡς, ἐπεὶ σπλάγχνων ὕπο ματέρος αὐτίκα θαητὰν ἐς αἴγλαν παῖς Διὸς ὠδῖνα φεύγων διδύμῳ σὺν κασιγνήτῳ μόλεν, [N.1] ὡς οὐ λαθὼν χρυσόθρονον Ἥραν κροκωτὸν σπάργανον ἐγκατέβα· ἀλλὰ θεῶν βασιλέα σπερχθεῖσα θυμῷ πέμπε δράκοντας ἄφαρ. τοὶ μὲν οἰχθεισᾶν πυλᾶν ἐς θαλάμου μυχὸν εὐρὺν ἔβαν, τέκνοισιν ὠκείας γνάθους ἀμφελίξασθαι μεμαῶτες· ὁ δ’ ὀρθὸν μὲν ἄντεινεν κάρα, πειρᾶτο δὲ πρῶτον μάχας, [N.1] δισσαῖσι δοιοὺς αὐχένων μάρψαις ἀφύκτοις χερσὶν ἑαῖς ὄφιας· ἀγχομένοις δὲ χρόνος ψυχὰς ἀπέπνευσεν μελέων ἀφάτων. ἐκ δ’ ἄρ’ ἄτλατον δέος πλᾶξε γυναῖκας, ὅσαι τύχον Ἀλκμήνας ἀρήγοισαι λέχει· καὶ γὰρ αὐτά, ποσσὶν ἄπεπλος ὀρούσαισ’ ἀπὸ στρωμνᾶς, ὅμως ἄμυνεν ὕβριν κνωδάλων. [N.1] ταχὺ δὲ Καδμείων ἀγοὶ χαλκέοις ἀθρόοι σὺν ὅπλοις ἔδραμον· ἐν χερὶ δ’ Ἀμφιτρύων κολεοῦ γυμνὸν τινάσσων φάσγανον ἵκετ’, ὀξείαις ἀνίαισι τυπείς. τὸ γὰρ οἰκεῖον πιέζει πάνθ’ ὁμῶς· εὐθὺς δ’ ἀπήμων κραδία κᾶδος ἀμφ’ ἀλλότριον. [N.1] ἔστα δὲ θάμβει δυσφόρῳ τερπνῷ τε μιχθείς. εἶδε γὰρ ἐκνόμιον λῆμά τε καὶ δύναμιν υἱοῦ παλίγγλωσσον δέ οἱ ἀθάνατοι ἀγγέλων ῥῆσιν θέσαν. γείτονα δ’ ἐκκάλεσεν Διὸς ὑψίστου προφάταν ἔξοχον, ὀρθόμαντιν Τειρεσίαν· ὁ δέ οἱ φράζε καὶ παντὶ στρατῷ, ποίαις ὁμιλήσει τύχαις, [N.1] ὅσσους μὲν ἐν χέρσῳ κτανών, ὅσσους δὲ πόντῳ θῆρας ἀϊδροδίκας· καί τινα σὺν πλαγίῳ ἀνδρῶν κόρῳ στείχοντα τὸν ἐχθρότατον φᾶσέ νιν δώσειν μόρῳ. καὶ γὰρ ὅταν θεοὶ ἐν πεδίῳ Φλέγρας Γιγάντεσσιν μάχαν ἀντιάζωσιν, βελέων ὑπὸ ῥιπαῖσι κείνου φαιδίμαν γαίᾳ πεφύρσεσθαι κόμαν [N.1] ἔνεπεν· αὐτὸν μὰν ἐν εἰράνᾳ καμάτων μεγάλων ⟨ἐν⟩ σχερῷ ἁσυχίαν τὸν ἅπαντα χρόνον ποινὰν λαχόντ’ ἐξαίρετον ὀλβίοις ἐν δώμασι, δεξάμενον θαλερὰν Ἥβαν ἄκοιτιν καὶ γάμον δαίσαντα, πὰρ Δὶ Κρονίδᾳ σεμνὸν αἰνήσειν νόμον. ### Βʹ — ΤΙΜΟΔΗΜῼ ΑΧΑΡΝΕΙ ΠΑΓΚΡΑΤΙΑΣΤῌ [N.2] ὅθεν περ καὶ Ὁμηρίδαι ῥαπτῶν ἐπέων τὰ πόλλ’ ἀοιδοὶ ἄρχονται, Διὸς ἐκ προοιμίου· καὶ ὅδ’ ἀνὴρ καταβολὰν ἱερῶν ἀγώνων νικαφορίας δέδεκται πρῶτον Νεμεαίου ἐν πολυυμνήτῳ Διὸς ἄλσει. [N.2] ὀφείλει δ’ ἔτι, πατρίαν εἴπερ καθ’ ὁδόν νιν εὐθυπομπὸς αἰὼν ταῖς μεγάλαις δέδωκε κόσμον Ἀθάναις, θαμὰ μὲν Ἰσθμιάδων δρέπεσθαι κάλλιστον ἄωτον, ἐν Πυθίοισί τε νικᾶν Τιμονόου παῖδ’· ἔστι δ’ ἐοικὸς [N.2] ὀρειᾶν γε Πελειάδων μὴ τηλόθεν Ὠαρίωνα νεῖσθαι. καὶ μὰν ἁ Σαλαμίς γε θρέψαι φῶτα μαχατὰν δυνατός. ἐν Τρωΐᾳ μὲν Ἕκτωρ Αἴαντος ἄκουσεν· ὦ Τιμόδημε, σὲ δ’ ἀλκὰ παγκρατίου τλάθυμος ἀέξει. [N.2] Ἀχάρναι δὲ παλαίφατοι εὐάνορες· ὅσσα δ’ ἀμφ’ ἀέθλοις, Τιμοδημίδαι ἐξοχώτατοι προλέγονται. παρὰ μὲν ὑψιμέδοντι Παρνασῷ τέσσαρας ἐξ ἀέθλων νίκας ἐκόμιξαν· ἀλλὰ Κορινθίων ὑπὸ φωτῶν [N.2] ἐν ἐσλοῦ Πέλοπος πτυχαῖς ὀκτὼ στεφάνοις ἔμιχθεν ἤδη· ἑπτὰ δ’ ἐν Νεμέᾳ τὰ δ’ οἴκοι μάσσον’ ἀριθμοῦ Διὸς ἀγῶνι. τόν, ὦ πολῖται, κωμάξατε Τιμοδήμῳ σὺν εὐκλέϊ νόστῳ· ἁδυμελεῖ δ’ ἐξάρχετε φωνᾷ. ### Γʹ — ΑΡΙΣΤΟΚΛΕΙΔῌ ΑΙΓΙΝΗΤῌ ΠΑΓΚΡΑΤΙΑΣΤῌ [N.3] ὦ πότνια Μοῖσα, μᾶτερ ἁμετέρα, λίσσομαι, τὰν πολυξέναν ἐν ἱερομηνίᾳ Νεμεάδι ἵκεο Δωρίδα νᾶσον Αἴγιναν· ὕδατι γὰρ μένοντ’ ἐπ’ Ἀσωπίῳ μελιγαρύων τέκτονες κώμων νεανίαι, σέθεν ὄπα μαιόμενοι. διψῇ δὲ πρᾶγος ἄλλο μὲν ἄλλου· ἀεθλονικία δὲ μάλιστ’ ἀοιδὰν φιλεῖ, στεφάνων ἀρετᾶν τε δεξιωτάταν ὀπαδόν· [N.3] τᾶς ἀφθονίαν ὄπαζε μήτιος ἀμᾶς ἄπο· ἄρχε δ’ οὐρανοῦ πολυνεφέλα κρέοντι, θύγατερ, δόκιμον ὕμνον· ἐγὼ δὲ κείνων τέ νιν ὀάροις λύρᾳ τε κοινάσομαι. χαρίεντα δ’ ἕξει πόνον χώρας ἄγαλμα, Μυρμιδόνες ἵνα πρότεροι ᾤκησαν, ὧν παλαίφατον ἀγορὰν οὐκ ἐλεγχέεσσιν Ἀριστοκλείδας τεὰν ἐμίανε κατ’ αἶσαν ἐν περισθενεῖ μαλαχθεὶς [N.3] παγκρατίου στόλῳ· καματωδέων δὲ πλαγᾶν ἄκος ὑγιηρὸν ἐν βαθυπεδίῳ Νεμέᾳ τὸ καλλίνικον φέρει. εἰ δ’ ἐὼν καλὸς ἔρδων τ’ ἐοικότα μορφᾷ ἀνορέαις ὑπερτάταις ἐπέβα παῖς Ἀριστοφάνεος· οὐκέτι πρόσω ἀβάταν ἅλα κιόνων ὑπὲρ Ἡρακλέος περᾶν εὐμαρές, [N.3] ἥρως θεὸς ἃς ἔθηκε ναυτιλίας ἐσχάτας μάρτυρας κλυτάς· δάμασε δὲ θῆρας ἐν πελάγεσιν ὑπέροχος, διά τ’ ἐξερεύνασε τεναγέων ῥοάς, ὅπα πόμπιμον κατέβαινε νόστου τέλος, καὶ γᾶν φράδασσε. θυμέ, τίνα πρὸς ἀλλοδαπὰν ἄκραν ἐμὸν πλόον παραμείβεαι; Αἰακῷ σε φαμὶ γένει τε Μοῖσαν φέρειν, ἕπεται δὲ λόγῳ δίκας ἄωτος, “ἐσλὸς αἰνεῖν·” [N.3] οὐδ’ ἀλλοτρίων ἔρωτες ἀνδρὶ φέρειν κρέσσονες· οἴκοθεν μάτευε. ποτίφορον δὲ κόσμον ἔλαβες γλυκύ τι γαρυέμεν. παλαιαῖσι δ’ ἐν ἀρεταῖς γέγαθε Πηλεὺς ἄναξ ὑπέραλλον αἰχμὰν ταμών· ὃς καὶ Ἰωλκὸν εἷλε μόνος ἄνευ στρατιᾶς, καὶ ποντίαν Θέτιν κατέμαρψεν ἐγκονητί. Λαομέδοντα δ’ εὐρυσθενὴς Τελαμὼν Ἰόλᾳ παραστάτας ἐὼν ἔπερσεν· [N.3] καί ποτε χαλκότοξον Ἀμαζόνων μετ’ ἀλκὰν ἕπετό οἱ· οὐδέ νίν ποτε φόβος ἀνδροδάμας ἔπαυσεν ἀκμὰν φρενῶν. συγγενεῖ δέ τις εὐδοξίᾳ μέγα βρίθει· ὃς δὲ διδάκτ’ ἔχει, ψεφηνὸς ἀνὴρ ἄλλοτ’ ἄλλα πνέων οὔ ποτ’ ἀτρεκεῖ κατέβα ποδί, μυριᾶν δ’ ἀρετᾶν ἀτελεῖ νόῳ γεύεται. [N.3] ξανθὸς δ’ Ἀχιλεὺς τὰ μὲν μένων Φιλύρας ἐν δόμοις παῖς ἐὼν ἄθυρε μεγάλα ἔργα, χερσὶ θαμινὰ βραχυσίδαρον ἄκοντα πάλλων, ἴσα τ’ ἀνέμοις μάχᾳ λεόντεσσιν ἀγροτέροις ἔπρασσεν φόνον, κάπρους τ’ ἔναιρε, σώματα δὲ παρὰ Κρονίδαν Κένταυρον ἀσθμαίνοντα κόμιζεν, ἑξέτης τὸ πρῶτον, ὅλον δ’ ἔπειτ’ ἂν χρόνον· τὸν ἐθάμβεον Ἄρτεμίς τε καὶ θρασεῖ’ Ἀθάνα, [N.3] κτείνοντ’ ἐλάφους ἄνευ κυνῶν δολίων θ’ ἑρκέων· ποσσὶ γὰρ κράτεσκε. λεγόμενον δὲ τοῦτο προτέρων ἔπος ἔχω· βαθυμῆτα Χείρων τράφε λιθίνῳ Ἰάσον’ ἔνδον τέγει, καὶ ἔπειτεν Ἀσκλήπιον, τὸν φαρμάκων δίδαξε μαλακόχειρα νόμον· νύμφευσε δ’ αὖτις ἀγλαόκαρπον Νηρέος θύγατρα, γόνον τέ οἱ φέρτατον ἀτίταλλεν, ⟨ἐν⟩ ἀρμένοισι πᾶσι θυμὸν αὔξων· [N.3] ὄφρα θαλασσίαις ἀνέμων ῥιπαῖσι πεμφθεὶς ὑπὸ Τρωΐαν, δορίκτυπον ἀλαλὰν Λυκίων τε προσμένοι καὶ Φρυγῶν Δαρδάνων τε, καὶ ἐγχεσφόροις ἐπιμίξαις Αἰθιόπεσσι χεῖρας, ἐν φρασὶ πάξαιθ’, ὅπως σφίσι μὴ κοίρανος ὀπίσω πάλιν οἴκαδ’ ἀνεψιὸς ζαμενὴς Ἑλένοιο Μέμνων μόλοι. [N.3] τηλαυγὲς ἄραρε φέγγος Αἰακιδᾶν αὐτόθεν· Ζεῦ, τεὸν γὰρ αἷμα, σέο δ’ ἀγών, τὸν ὕμνος ἔβαλεν ὀπὶ νέων ἐπιχώριον χάρμα κελαδέων. βοὰ δὲ νικαφόρῳ σὺν Ἀριστοκλείδᾳ πρέπει, ὃς τάνδε νᾶσον εὐκλέϊ προσέθηκε λόγῳ καὶ σεμνὸν ἀγλααῖσι μερίμναις Πυθίου Θεάριον. ἐν δὲ πείρᾳ τέλος διαφαίνεται, ὧν τις ἐξοχώτερος γένηται, [N.3] ἐν παισὶ νέοισι παῖς, ἐν ἀνδράσιν ἀνήρ, τρίτον ἐν παλαιτέροισι, μέρος ἕκαστον οἷον ἔχομεν βρότεον ἔθνος. ἐλᾷ δὲ καὶ τέσσαρας ἀρετὰς ⟨ὁ⟩ θνατὸς αἰών, φρονεῖν δ’ ἐνέπει τὸ παρκείμενον. τῶν οὐκ ἄπεσσι. χαῖρε, φίλος. ἐγὼ τόδε τοι πέμπω μεμιγμένον μέλι λευκῷ σὺν γάλακτι, κιρναμένα δ’ ἔερσ’ ἀμφέπει, πόμ’ ἀοίδιμον Αἰολῇσιν ἐν πνοαῖσιν αὐλῶν, [N.3] ὀψέ περ. ἔστι δ’ αἰετὸς ὠκὺς ἐν ποτανοῖς, ὃς ἔλαβεν αἶψα, τηλόθε μεταμαιόμενος, δαφοινὸν ἄγραν ποσίν· κραγέται δὲ κολοιοὶ ταπεινὰ νέμονται. τίν γε μέν, εὐθρόνου Κλεοῦς ἐθελοίσας, ἀεθλοφόρου λήματος ἕνεκεν Νεμέας Ἐπιδαυρόθεν τ’ ἄπο καὶ Μεγάρων δέδορκεν φάος. ### Δʹ — ΤΙΜΑΣΑΡΧῼ ΑΙΓΙΝΗΤῌ ΠΑΙΔΙ ΠΑΛΑΙΣΤῌ [N.4] ἄριστος εὐφροσύνα πόνων κεκριμένων ἰατρός· αἱ δὲ σοφαὶ Μοισᾶν θύγατρες ἀοιδαὶ θέλξαν νιν ἁπτόμεναι. οὐδὲ θερμὸν ὕδωρ τόσον γε μαλθακὰ τέγγει γυῖα, τόσσον εὐλογία φόρμιγγι συνάορος. ῥῆμα δ’ ἑργμάτων χρονιώτερον βιοτεύει, ὅ τι κε σὺν Χαρίτων τύχᾳ γλῶσσα φρενὸς ἐξέλοι βαθείας. [N.4] τό μοι θέμεν Κρονίδᾳ τε Δὶ καὶ Νεμέᾳ Τιμασάρχου τε πάλᾳ ὕμνου προκώμιον εἴη· δέξαιτο δ’ Αἰακιδᾶν ἠΰπυργον ἕδος, δίκᾳ ξεναρκέϊ κοινὸν φέγγος. εἰ δ’ ἔτι ζαμενεῖ Τιμόκριτος ἁλίῳ σὸς πατὴρ ἐθάλπετο, ποικίλον κιθαρίζων θαμά κε, τῷδε μέλει κλιθείς, υἱὸν κελάδησε καλλίνικον [N.4] Κλεωναίου τ’ ἀπ’ ἀγῶνος ὅρμον στεφάνων πέμψαντα καὶ λιπαρᾶν εὐωνύμων ἀπ’ Ἀθανᾶν, Θήβαις τ’ ἐν ἑπταπύλοις, οὕνεκ’ Ἀμφιτρύωνος ἀγλαὸν παρὰ τύμβον Καδμεῖοί νιν οὐκ ἀέκοντες ἄνθεσι μίγνυον, Αἰγίνας ἕκατι. φίλοισι γὰρ φίλος ἐλθὼν ξένιον ἄστυ κατέδρακεν Ἡρακλέος ὀλβίαν πρὸς αὐλάν. [N.4] σὺν ᾧ ποτε Τρωΐαν κραταιὸς Τελαμὼν πόρθησε καὶ Μέροπας καὶ τὸν μέγαν πολεμιστὰν ἔκπαγλον Ἀλκυονῆ, οὐ τετραορίας γε πρὶν δυώδεκα πέτρῳ ἥρωάς τ’ ἐπεμβεβαῶτας ἱπποδάμους ἕλεν δὶς τόσους. ἀπειρομάχας ἐών κε φανείη λόγον ὁ μὴ συνιείς· ἐπεὶ “ῥέζοντά τι καὶ παθεῖν ἔοικεν.” [N.4] τὰ μακρὰ δ’ ἐξενέπειν ἐρύκει με τεθμὸς ὧραί τ’ ἐπειγόμεναι· ἴϋγγι δ’ ἕλκομαι ἦτορ νουμηνίᾳ θιγέμεν. ἔμπα, καίπερ ἔχει βαθεῖα ποντιὰς ἅλμα μέσσον, ἀντίτειν’ ἐπιβουλίᾳ· σφόδρα δόξομεν δαΐων ὑπέρτεροι ἐν φάει καταβαίνειν· φθονερὰ δ’ ἄλλος ἀνὴρ βλέπων γνώμαν κενεὰν σκότῳ κυλίνδει [N.4] χαμαὶ πετοῖσαν· ἐμοὶ δ’ ὁποίαν ἀρετὰν ἔδωκε πότμος ἄναξ, εὖ οἶδ’ ὅτι χρόνος ἕρπων πεπρωμέναν τελέσει. ἐξύφαινε, γλυκεῖα, καὶ τόδ’ αὐτίκα, φόρμιγξ, Λυδίᾳ σὺν ἁρμονίᾳ μέλος πεφιλημένον Οἰνώνᾳ τε καὶ Κύπρῳ, ἔνθα Τεῦκρος ἀπάρχει ὁ Τελαμωνιάδας· ἀτὰρ Αἴας Σαλαμῖν’ ἔχει πατρῴαν· [N.4] ἐν δ’ Εὐξείνῳ πελάγει φαεννὰν Ἀχιλεὺς νᾶσον· Θέτις δὲ κρατεῖ Φθίᾳ· Νεοπτόλεμος δ’ Ἀπείρῳ διαπρυσίᾳ, βουβόται τόθι πρῶνες ἔξοχοι κατάκεινται Δωδώναθεν ἀρχόμενοι πρὸς Ἰόνιον πόρον. Παλίου δὲ πὰρ ποδὶ λατρείαν Ἰαωλκὸν πολεμίᾳ χερὶ προστραπὼν Πηλεὺς παρέδωκεν Αἱμόνεσσιν [N.4] δάμαρτος Ἱππολύτας Ἄκαστος δολίαις τέχναισι χρησάμενος· τᾷ Δαιδάλου τε μαχαίρᾳ φύτευέ οἱ θάνατον ἐκ λόχου, Πελίαο παῖς· ἄλαλκε δὲ Χείρων, καὶ τὸ μόρσιμον Διόθεν πεπρωμένον ἔκφερεν· πῦρ δὲ παγκρατὲς θρασυμαχάνων τε λεόντων ὄνυχας ὀξυτάτους ἀκμὰν τε δεινοτάτων σχάσαις ὀδόντων [N.4] ἔγαμεν ὑψιθρόνων μίαν Νηρεΐδων, εἶδεν δ’ εὔκυκλον ἕδραν, τᾶς οὐρανοῦ βασιλῆες πόντου τ’ ἐφεζόμενοι δῶρα καὶ κράτος ἐξέφαναν ἐγγενὲς αὐτῷ. Γαδείρων τὸ πρὸς ζόφον οὐ περατόν· ἀπότρεπε αὖτις Εὐρώπαν ποτὶ χέρσον ἔντεα ναός· ἄπορα γὰρ λόγον Αἰακοῦ παίδων τὸν ἅπαντά μοι διελθεῖν. [N.4] Θεανδρίδαισι δ’ ἀεξιγυίων ἀέθλων κάρυξ ἑτοῖμος ἔβαν Οὐλυμπίᾳ τε καὶ Ἰσθμοῖ Νεμέᾳ τε συνθέμενος, ἔνθα πεῖραν ἔχοντες οἴκαδε κλυτοκάρπων οὐ νέοντ’ ἄνευ στεφάνων, πάτραν ἵν’ ἀκούομεν, Τιμάσαρχε, τεὰν ἐπινικίοισιν ἀοιδαῖς πρόπολον ἔμμεναι. εἰ δέ τοι μάτρῳ μ’ ἔτι Καλλικλεῖ κελεύεις [N.4] στάλαν θέμεν Παρίου λίθου λευκοτέραν· ὁ χρυσὸς ἑψόμενος αὐγὰς ἔδειξεν ἁπάσας, ὕμνος δὲ τῶν ἀγαθῶν ἑργμάτων βασιλεῦσιν ἰσοδαίμονα τεύχει φῶτα· κεῖνος ἀμφ’ Ἀχέροντι ναιετάων ἐμὰν γλῶσσαν εὑρέτω κελαδῆτιν, Ὀρσοτριαίνα ἵν’ ἐν ἀγῶνι βαρυκτύπου θάλησε Κορινθίοις σελίνοις· [N.4] τὸν Εὐφάνης ἐθέλων γεραιὸς προπάτωρ σὸς ἄεισέν ποτε, παῖ. ἄλλοισι δ’ ἅλικες ἄλλοι· τὰ δ’ αὐτὸς ἄν τις ἴδῃ, ἔλπεταί τις ἕκαστος ἐξοχώτατα φάσθαι. οἷον αἰνέων κε Μελησίαν ἔριδα στρέφοι, ῥήματα πλέκων, ἀπάλαιστος ἐν λόγῳ ἕλκειν, μαλακὰ μὲν φρονέων ἐσλοῖς, τραχὺς δὲ παλιγκότοις ἔφεδρος. ### Εʹ — ΠΥΘΕᾼ ΑΙΓΙΝΗΤῌ ΑΓΕΝΕΙῼ ΠΑΓΚΡΑΤΙΑΣΤῌ [N.5] οὐκ ἀνδριαντοποιός εἰμ’, ὥστ’ ἐλινύσοντα ἐργάζεσθαι ἀγάλματ’ ἐπ’ αὐτᾶς βαθμίδος ἑσταότ’· ἀλλ’ ἐπὶ πάσας ὁλκάδος ἔν τ’ ἀκάτῳ, γλυκεῖ’ ἀοιδά, στεῖχ’ ἀπ’ Αἰγίνας, διαγγέλλοισ’, ὅτι Λάμπωνος υἱὸς Πυθέας εὐρυσθενὴς νίκη Νεμείοις παγκρατίου στέφανον, οὔπω γένυσι φαίνων τέρειναν ματέρ’ οἰνάνθας ὀπώραν, [N.5] ἐκ δὲ Κρόνου καὶ Ζηνὸς ἥρωας αἰχματὰς φυτευθέντας καὶ ἀπὸ χρυσεᾶν Νηρηΐδων Αἰακίδας ἐγέραιρεν ματρόπολίν τε, φίλαν ξένων ἄρουραν· τάν ποτ’ εὔανδρόν τε καὶ ναυσικλυτὰν θέσσαντο πὰρ βωμὸν πατέρος Ἑλλανίου στάντες, πίτναν τ’ εἰς αἰθέρα χεῖρας ἁμᾷ Ἐνδαΐδος ἀριγνῶτες υἱοὶ καὶ βία Φώκου κρέοντος, [N.5] ὁ τᾶς θεοῦ, ὃν Ψαμάθεια τίκτ’ ἐπὶ ῥηγμῖνι πόντου. αἰδέομαι μέγα εἰπεῖν ἐν δίκᾳ τε μὴ κεκινδυνευμένον, πῶς δὴ λίπον εὐκλέα νᾶσον, καὶ τίς ἄνδρας ἀλκίμους δαίμων ἀπ’ Οἰνώνας ἔλασεν. στάσομαι· οὔ τοι ἅπασα κερδίων φαίνοισα πρόσωπον ἀλάθει’ ἀτρεκής· καὶ τὸ σιγᾶν πολλάκις ἐστὶ σοφώτατον ἀνθρώπῳ νοῆσαι. [N.5] εἰ δ’ ὄλβον ἢ χειρῶν βίαν ἢ σιδαρίταν ἐπαινῆσαι πόλεμον δεδόκηται, μακρά μοι αὐτόθεν ἅλμαθ’ ὑποσκάπτοι τις· ἔχω γονάτων ἐλαφρὸν ὁρμάν· καὶ πέραν πόντοιο πάλλοντ’ αἰετοί. πρόφρων δὲ καὶ κείνοις ἄειδ’ ἐν Παλίῳ Μοισᾶν ὁ κάλλιστος χορός, ἐν δὲ μέσαις φόρμιγγ’ Ἀπόλλων ἑπτάγλωσσον χρυσέῳ πλάκτρῳ διώκων [N.5] ἁγεῖτο παντοίων νόμων· αἱ δὲ πρώτιστον μὲν ὕμνησαν Διὸς ἀρχόμεναι σεμνὰν Θέτιν Πηλέα θ’, ὥς τέ νιν ἁβρὰ Κρηθεῒς Ἱππολύτα δόλῳ πεδᾶσαι ἤθελε ξυνᾶνα Μαγνήτων σκοπὸν πείσαισ’ ἀκοίταν ποικίλοις βουλεύμασιν, ψεύσταν δὲ ποιητὸν συνέπαξε λόγον, ὡς ἆρα νυμφείας ἐπείρα κεῖνος ἐν λέκτροις Ἀκάστου [N.5] εὐνᾶς. τὸ δ’ ἐναντίον ἔσκεν· πολλὰ γάρ νιν παντὶ θυμῷ παρφαμένα λιτάνευεν· τοῦ δὲ ὀργὰν κνίζον αἰπεινοὶ λόγοι· εὐθὺς δ’ ἀπανάνατο νύμφαν, ξεινίου πατρὸς χόλον δείσαις· ὁ δ’ ἐφράσθη κατένευσέν τέ οἱ ὀρσινεφὴς ἐξ οὐρανοῦ Ζεὺς ἀθανάτων βασιλεύς, ὥστ’ ἐν τάχει ποντίαν χρυσαλακάτων τινὰ Νηρεΐδων πράξειν ἄκοιτιν, [N.5] γαμβρὸν Ποσειδάωνα πείσαις, ὃς Αἰγᾶθεν ποτὶ κλειτὰν θαμὰ νίσσεται Ἰσθμὸν Δωρίαν· ἔνθα μιν εὔφρονες ἶλαι σὺν καλάμοιο βοᾷ θεὸν δέκονται, καὶ σθένει γυίων ἐρίζοντι θρασεῖ. πότμος δὲ κρίνει συγγενὴς ἔργων περὶ πάντων. τὺ δ’ Αἰγίναθε δίς, Εὐθύμενες, Νίκας ἐν ἀγκώνεσσι πίτνων ποικίλων ἔψαυσας ὕμνων. [N.5] ἤτοι μεταΐξαντα καὶ νῦν τεὸς μάτρως ἀγάλλει κείνου ὁμόσπορον ἔθνος, Πυθέα. ἁ Νεμέα μὲν ἄραρεν μείς τ’ ἐπιχώριος, ὃν φίλησ’ Ἀπόλλων· ἅλικας δ’ ἐλθόντας οἴκοι τ’ ἐκράτεις Νίσου τ’ ἐν εὐαγκεῖ λόφῳ. χαίρω δ’, ὅτι ἐσλοῖσι μάρναται πέρι πᾶσα πόλις. ἴσθι, γλυκεῖάν τοι Μενάνδρου σὺν τύχᾳ μόχθων ἀμοιβὰν [N.5] ἐπαύρεο· χρὴ δ’ ἀπ’ Ἀθανᾶν τέκτον’ ἀθληταῖσιν ἔμμεν. εἰ δὲ Θεμίστιον ἵκεις, ὥστ’ ἀείδειν, μηκέτι ῥίγει· δίδοι φωνάν, ἀνὰ δ’ ἱστία τεῖνον πρὸς ζυγὸν καρχασίου, πύκταν τέ νιν καὶ παγκρατίῳ φθέγξαι ἑλεῖν Ἐπιδαύρῳ διπλόαν νικῶντ’ ἀρετάν, προθύροισιν δ’ Αἰακοῦ ἀνθέων ποιάεντα φέρε στεφανώματα σὺν ξανθαῖς Χάρισσιν. ### Ϛʹ — ΑΛΚΙΜΙΔῌ ΑΙΓΙΝΗΤῌ ΠΑΙΔΙ ΠΑΛΑΙΣΤῌ [N.6] ἓν ἀνδρῶν, ἓν θεῶν γένος· ἐκ μιᾶς δὲ πνέομεν ματρὸς ἀμφότεροι· διείργει δὲ πᾶσα κεκριμένα δύναμις, ὡς τὸ μὲν οὐδέν, ὁ δὲ χάλκεος ἀσφαλὲς αἰὲν ἕδος μένει οὐρανός. ἀλλά τι προσφέρομεν ἔμπαν ἢ μέγαν νόον ἤτοι φύσιν ἀθανάτοις, καίπερ ἐφαμερίαν οὐκ εἰδότες οὐδὲ μετὰ νύκτας ἄμμε πότμος οἵαν τιν’ ἔγραψε δραμεῖν ποτὶ στάθμαν. [N.6] τεκμαίρει καί νυν Ἀλκιμίδας τὸ συγγενὲς ἰδεῖν ἄγχι καρποφόροις ἀρούραισιν, αἵτ’ ἀμειβόμεναι τόκα μὲν ὦν βίον ἀνδράσιν ἐπηετανὸν πεδίων ἔδοσαν, τόκα δ’ αὖτ’ ἀναπαυσάμεναι σθένος ἔμαρψαν. ἦλθέ τοι Νεμέας ἐξ ἐρατῶν ἀέθλων παῖς ἐναγώνιος, ὃς ταύταν μεθέπων Διόθεν αἶσαν νῦν πέφανται οὐκ ἄμμορος ἀμφὶ πάλᾳ κυναγέτας, [N.6] ἴχνεσιν ἐν Πραξιδάμαντος ἑὸν πόδα νέμων πατροπάτορος ὁμαιμίου. κεῖνος γὰρ Ὀλυμπιόνικος ἐὼν Αἰακίδαις ἔρνεα πρῶτος ⟨ἔνεικεν⟩ ἀπ’ Ἀλφεοῦ, καὶ πεντάκις Ἰσθμοῖ στεφανωσάμενος, νεμέᾳ δὲ τρίς, ἔπαυσε λάθαν Σωκλείδα, ὃς ὑπέρτατος Ἁγησιμάχῳ υἱέων γένετο. [N.6] ἐπεί οἱ τρεῖς ἀεθλοφόροι πρὸς ἄκρον ἀρετᾶς ἦλθον, οἵτε πόνων ἐγεύσαντο. σὺν θεοῦ δὲ τύχᾳ ἕτερον οὔ τινα οἶκον ἀπεφάνατο πυγμαχία ⟨πλεόνων⟩ ταμίαν στεφάνων μυχῷ Ἑλλάδος ἁπάσας. ἔλπομαι μέγα εἰπὼν σκοποῦ ἄντα τυχεῖν ὥτ’ ἀπὸ τόξου ἱείς· εὔθυν’ ἐπὶ τοῦτον, ἄγε, Μοῖσα, οὖρον ἐπέων εὐκλέα. παροιχομένων γὰρ ἀνέρων [N.6] ἀοιδαὶ καὶ λόγοι τὰ καλά σφιν ἔργ’ ἐκόμισαν, Βασσίδαισιν ἅ τ’ οὐ σπανίζει· παλαίφατος γενεά, ἴδια ναυστολέοντες ἐπικώμια, Πιερίδων ἀρόταις δυνατοὶ παρέχειν πολὺν ὕμνον ἀγερώχων ἑργμάτων ἕνεκεν. καὶ γὰρ ἐν ἀγαθέᾳ χεῖρας ἱμάντι δεθεὶς Πυθῶνι κράτησεν ἀπὸ ταύτας αἷμα πάτρας χρυσαλακάτου ποτὲ Καλλίας ἁδὼν [N.6] ἔρνεσι Λατοῦς, παρὰ Κασταλίᾳ τε Χαρίτων ἑσπέριος ὁμάδῳ φλέγεν· πόντου τε γέφυρ’ ἀκάμαντος ἐν ἀμφικτιόνων ταυροφόνῳ τριετηρίδι Κρεοντίδαν τίμασε Ποσειδάνιον ἂν τέμενος· βοτάνα τέ νιν πόθ’ ἁ λέοντος νικάσαντ’ ἤρεφε δασκίοις Φλιοῦντος ὑπ’ ὠγυγίοις ὄρεσιν. [N.6] πλατεῖαι πάντοθεν λογίοισιν ἐντὶ πρόσοδοι νᾶσον εὐκλέα τάνδε κοσμεῖν· ἐπεί σφιν Αἰακίδαι ἔπορον ἔξοχον αἶσαν ἀρετὰς ἀποδεικνύμενοι μεγάλας· πέταται δ’ ἐπί τε χθόνα καὶ διὰ θαλάσσας τηλόθεν ὄνυμ’ αὐτῶν· καὶ ἐς Αἰθίοπας Μέμνονος οὐκ ἀπονοστήσαντος ἐπᾶλτο· βαρὺ δέ σφιν νεῖκος Ἀχιλεὺς ἔμπεσε χαμαὶ καταβὰς ἀφ’ ἁρμάτων, [N.6] φαεννᾶς υἱὸν εὖτ’ ἐνάριξεν Ἀόος ἀκμᾷ ἔγχεος ζακότοιο. καὶ ταύταν μὲν παλαιότεροι ὁδὸν ἀμαξιτὸν εὗρον· ἕπομαι δὲ καὶ αὐτὸς ἔχων μελέταν· τὸ δὲ πὰρ ποδὶ ναὸς ἑλισσόμενον αἰεὶ κυμάτων λέγεται παντὶ μάλιστα δονεῖν θυμόν. ἑκόντι δ’ ἐγὼ νώτῳ μεθέπων δίδυμον ἄχθος ἄγγελος ἔβαν, πέμπτον ἐπὶ εἴκοσι τοῦτο γαρύων [N.6] εὖχος ἀγώνων ἄπο, τοὺς ἐνέποισιν ἱερούς, Ἀλκιμίδα, τέ γ’ ἐπαρκέσαι κλειτᾷ γενεᾷ· δύο μὲν Κρονίου πὰρ τεμένει, παῖ, σέ τ’ ἐνόσφισε καὶ Πουλυτιμίδαν κλᾶρος προπετὴς ἄνθε’ Ὀλυμπιάδος. δελφῖνί κεν τάχος δι’ ἅλμας ἴσον εἴποιμι Μελησίαν, χειρῶν τε καὶ ἰσχύος ἁνίοχον. ### Ζʹ — ΣΩΓΕΝΕΙ ΑΙΓΙΝΗΤῌ ΠΑΙΔΙ ΠΕΝΤΑΘΛῼ [N.7] Ἐλείθυια, πάρεδρε Μοιρᾶν βαθυφρόνων, παῖ μεγαλοσθενέος, ἄκουσον, Ἥρας, γενέτειρα τέκνων· ἄνευ σέθεν οὐ φάος, οὐ μέλαιναν δρακέντες εὐφρόναν τεὰν ἀδελφεὰν ἐλάχομεν ἀγλαόγυιον Ἥβαν. ἀναπνέομεν δ’ οὐχ ἅπαντες ἐπὶ ἴσα· εἴργει δὲ πότμῳ ζυγένθ’ ἕτερον ἕτερα. σὺν δὲ τὶν καὶ παῖς ὁ Θεαρίωνος ἀρετᾷ κριθεὶς εὔδοξος ἀείδεται Σωγένης μετὰ πενταέθλοις. [N.7] πόλιν γὰρ φιλόμολπον οἰκεῖ δορικτύπων Αἰακιδᾶν· μάλα δ’ ἐθέλοντι σύμπειρον ἀγωνίᾳ θυμὸν ἀμφέπειν. εἰ δὲ τύχῃ τις ἔρδων, μελίφρον’ αἰτίαν ῥοαῖσι Μοισᾶν ἐνέβαλε· ταὶ μεγάλαι γὰρ ἀλκαὶ σκότον πολὺν ὕμνων ἔχοντι δεόμεναι· ἔργοις δὲ καλοῖς ἔσοπτρον ἴσαμεν ἑνὶ σὺν τρόπῳ, εἰ Μναμοσύνας ἕκατι λιπαράμπυκος εὕρηται ἄποινα μόχθων κλυταῖς ἐπέων ἀοιδαῖς. [N.7] σοφοὶ δὲ μέλλοντα τριταῖον ἄνεμον ἔμαθον, οὐδ’ ὑπὸ κέρδει βλάβεν· ἀφνεὸς πενιχρός τε θανάτου πέρας ἅμα νέονται. ἐγὼ δὲ πλέον’ ἔλπομαι λόγον Ὀδυσσέος ἢ πάθαν διὰ τὸν ἁδυεπῆ γενέσθ’ Ὅμηρον· [N.7] ἐπεὶ ψεύδεσί οἱ ποτανᾷ ⟨τε⟩ μαχανᾷ σεμνὸν ἔπεστί τι· σοφία δὲ κλέπτει παράγοισα μύθοις· τυφλὸν δ’ ἔχει ἦτορ ὅμιλος ἀνδρῶν ὁ πλεῖστος. εἰ γὰρ ἦν ἓ τὰν ἀλάθειαν ἰδέμεν, οὔ κεν ὅπλων χολωθεὶς ὁ καρτερὸς Αἴας ἔπαξε διὰ φρενῶν λευρὸν ξίφος· ὃν κράτιστον Ἀχιλέος ἄτερ μάχᾳ ξανθῷ Μενέλᾳ δάμαρτα κομίσαι θοαῖς ἐν ναυσὶ πόρευσαν εὐθυπνόου Ζεφύροιο πομπαὶ [N.7] πρὸς Ἴλου πόλιν. ἀλλὰ κοινὸν γὰρ ἔρχεται κῦμ’ Ἀΐδα, πέσε δ’ ἀδόκητον ἐν καὶ δοκέοντα· τιμὰ δὲ γίνεται ὧν θεὸς ἁβρὸν αὔξει λόγον τεθνακότων βοαθόων, τοὶ παρὰ μέγαν ὀμφαλὸν εὐρυκόλπου μόλον χθονός· ἐν Πυθίοισι δὲ δαπέδοις κεῖται, Πριάμου πόλιν Νεοπτόλεμος ἐπεὶ πράθεν, τᾷ καὶ Δαναοὶ πόνησαν· ὁ δ’ ἀποπλέων Σκύρου μὲν ἅμαρτε, πλαγχθέντες δ’ εἰς Ἐφύραν ἵκοντο· [N.7] Μολοσσίᾳ δ’ ἐμβασίλευεν ὀλίγον χρόνον· ἀτὰρ γένος αἰεὶ φέρεν τοῦτό οἱ γέρας. ᾤχετο δὲ πρὸς θεόν, κτέαν’ ἄγων Τρωΐαθεν ἀκροθινίων· ἵνα κρεῶν νιν ὑπὲρ μάχας ἔλασεν ἀντιτυχόντ’ ἀνὴρ μαχαίρᾳ. [N.7] βάρυνθεν δὲ περισσὰ Δελφοὶ ξεναγέται. ἀλλὰ τὸ μόρσιμον ἀπέδωκεν· ἐχρῆν δέ τιν’ ἔνδον ἄλσει παλαιτάτῳ Αἰακιδᾶν κρεόντων τὸ λοιπὸν ἔμμεναι θεοῦ παρ’ εὐτειχέα δόμον, ἡρωΐαις δὲ πομπαῖς θεμισκόπον οἰκεῖν ἐόντα πολυθύτοις. εὐώνυμον ἐς δίκαν τρία ἔπεα διαρκέσει· οὐ ψεῦδις ὁ μάρτυς ἔργμασιν ἐπιστατεῖ, Αἴγινα, τεῶν Διός τ’ ἐκγόνων. θρασύ μοι τόδ’ εἰπεῖν [N.7] φαενναῖς ἀρεταῖς ὁδὸν κυρίαν λόγων οἴκοθεν· ἀλλὰ γὰρ ἀνάπαυσις ἐν παντὶ γλυκεῖα ἔργῳ· κόρον δ’ ἔχει καὶ μέλι καὶ τὰ τέρπν’ ἄνθε’ Ἀφροδίσια. φυᾷ δ’ ἕκαστος διαφέρομεν βιοτὰν λαχόντες, ὁ μὲν τά, τὰ δ’ ἄλλοι· τυχεῖν δ’ ἕν’ ἀδύνατον εὐδαιμονίαν ἅπασαν ἀνελόμενον· οὐκ ἔχω εἰπεῖν, τίνι τοῦτο Μοῖρα τέλος ἔμπεδον ὤρεξε. Θεαρίων, τὶν δ’ ἐοικότα καιρὸν ὄλβου [N.7] δίδωσι, τόλμαν τε καλῶν ἀρομένῳ σύνεσιν οὐκ ἀποβλάπτει φρενῶν. ξεῖνός εἰμι· σκοτεινὸν ἀπέχων ψόγον, ὕδατος ὥτε ῥοὰς φίλον ἐς ἄνδρ’ ἄγων κλέος ἐτήτυμον αἰνέσω· ποτίφορος δ’ ἀγαθοῖσι μισθὸς οὗτος. [N.7] ἐὼν δ’ ἐγγὺς Ἀχαιὸς οὐ μέμψεταί μ’ ἀνὴρ Ἰονίας ὑπὲρ ἁλὸς οἰκέων· προξενίᾳ πέποιθ’· ἔν τε δαμόταις ὄμματι δέρκομαι λαμπρόν, οὐχ ὑπερβαλών, βίαια πάντ’ ἐκ ποδὸς ἐρύσαις, ὁ δὲ λοιπὸς εὔφρων ποτὶ χρόνος ἕρποι. μαθὼν δέ τις ἀνερεῖ, εἰ πὰρ μέλος ἔρχομαι ψάγιον ὄαρον ἐννέπων. Εὐξενίδα πάτραθε Σώγενες, ἀπομνύω μὴ τέρμα προβὰς ἄκονθ’ ὥτε χαλκοπάρᾳον ὄρσαι [N.7] θοὰν γλῶσσαν, ὃς ἐξέπεμψεν παλαισμάτων αὐχένα καὶ σθένος ἀδίαντον, αἴθωνι πρὶν ἁλίῳ γυῖον ἐμπεσεῖν. εἰ πόνος ἦν, τὸ τερπνὸν πλέον πεδέρχεται. ἔα με· νικῶντί γε χάριν, εἴ τι πέραν ἀερθεὶς ἀνέκραγον, οὐ τραχύς εἰμι καταθέμεν. εἴρειν στεφάνους ἐλαφρόν· ἀναβάλεο· Μοῖσά τοι κολλᾷ χρυσὸν ἔν τε λευκὸν ἐλέφανθ’ ἁμᾷ καὶ λείριον ἄνθεμον ποντίας ὑφελοῖσ’ ἐέρσας. [N.7] Διὸς δὲ μεμναμένος ἀμφὶ Νεμέᾳ πολύφατον θρόον ὕμνων δόνει ἡσυχᾷ. βασιλῆα δὲ θεῶν πρέπει δάπεδον ἂν τόδε γαρυέμεν ἁμέρᾳ ὀπί· λέγοντι γὰρ Αἰακόν νιν ὑπὸ ματροδόκοις γοναῖς φυτεῦσαι, [N.7] ἐμᾷ μὲν πολίαρχον εὐωνύμῳ πάτρᾳ, Ἡράκλεες, σέο δὲ προπράον’ ἔμεν ξεῖνον ἀδελφεόν τ’. εἰ δὲ γεύεται ἀνδρὸς ἀνήρ τι, φαῖμέν κε γείτον’ ἔμμεναι νόῳ φιλήσαντ’ ἀτενέϊ γείτονι χάρμα πάντων ἐπάξιον· εἰ δ’ αὐτὸ καὶ θεὸς ἀνέχοι, ἐν τίν κ’ ἐθέλοι, Γίγαντας ὃς ἐδάμασας, εὐτυχῶς ναίειν πατρὶ Σωγένης ἀταλὸν ἀμφέπων θυμὸν προγόνων ἐϋκτήμονα ζαθέαν ἀγυιάν· [N.7] ἐπεὶ τετραόροισιν ὥθ’ ἁρμάτων ζυγοῖς ἐν τεμένεσσι δόμον ἔχει τεοῖς, ἀμφοτέρας ἰὼν χειρός. ὦ μάκαρ, τὶν δ’ ἐπέοικεν Ἥρας πόσιν τε πειθέμεν κόραν τε Γλαυκώπιδα· δύνασαι δὲ βροτοῖσιν ἀλκὰν ἀμαχανιᾶν δυσβάτων θαμὰ διδόμεν. εἰ γάρ σφισιν ἐμπεδοσθενέα βίοτον ἁρμόσαις ἥβᾳ λιπαρῷ τε γήραϊ διαπλέκοις εὐδαίμον’ ἐόντα, παίδων δὲ παῖδες ἔχοιεν αἰεὶ [N.7] γέρας τό περ νῦν καὶ ἄρειον ὄπιθεν. τὸ δ’ ἐμὸν οὔ ποτε φάσει κέαρ ἀτρόποισι Νεοπτόλεμον ἑλκύσαι ἔπεσι· ταὐτὰ δὲ τρὶς τετράκι τ’ ἀμπολεῖν ἀπορία τελέθει, τέκνοισιν ἅτε μαψυλάκας, “Διὸς Κόρινθος.” ### Ηʹ — ΔΕΙΝΙᾼ ΑΙΓΙΝΗΤῌ ΔΙΑΥΛΟΔΡΟΜῼ [N.8] ὥρα πότνια, κάρυξ Ἀφροδίτας ἀμβροσιᾶν φιλοτάτων, ἅτε παρθενηΐοις παίδων τ’ ἐφίζοισα γλεφάροις, τὸν μὲν ἁμέροις ἀνάγκας χερσὶ βαστάζεις, ἕτερον δ’ ἑτέραις. ἀγαπατὰ δὲ καιροῦ μὴ πλαναθέντα πρὸς ἔργον ἕκαστον τῶν ἀρειόνων ἐρώτων ἐπικρατεῖν δύνασθαι. [N.8] οἷοι καὶ Διὸς Αἰγίνας τε λέκτρον ποιμένες ἀμφεπόλησαν Κυπρίας δώρων· ἔβλαστεν δ’ υἱὸς Οἰνώνας βασιλεὺς χειρὶ καὶ βουλαῖς ἄριστος. πολλά νιν πολλοὶ λιτάνευον ἰδεῖν. ἀβοατὶ γὰρ ἡρώων ἄωτοι περιναιεταόντων ἤθελον κείνου γε πείθεσθ’ ἀναξίαις ἑκόντες, [N.8] οἵ τε κρανααῖς ἐν Ἀθάναισιν ἅρμοζον στρατόν, οἵ τ’ ἀνὰ Σπάρταν Πελοπηϊάδαι. ἱκέτας Αἰακοῦ σεμνῶν γονάτων πόλιός θ’ ὑπὲρ φίλας ἀστῶν θ’ ὑπὲρ τῶνδ’ ἅπτομαι φέρων Λυδίαν μίτραν καναχηδὰ πεποικιλμέναν, Δείνιος δισσῶν σταδίων καὶ πατρὸς Μέγα Νεμεαῖον ἄγαλμα. σὺν θεῷ γάρ τοι φυτευθεὶς ὄλβος ἀνθρώποισι παρμονώτερος· [N.8] ὅσπερ καὶ Κινύραν ἔβρισε πλούτῳ ποντίᾳ ἔν ποτε Κύπρῳ. ἵσταμαι δὴ ποσσὶ κούφοις, ἀμπνέων τε πρίν τι φάμεν. πολλὰ γὰρ πολλᾷ λέλεκται· νεαρὰ δ’ ἐξευρόντα δόμεν βασάνῳ ἐς ἔλεγχον, ἅπας κίνδυνος· ὄψον δὲ λόγοι φθονεροῖσιν· ἅπτεται δ’ ἐσλῶν ἀεί, χειρόνεσσι δ’ οὐκ ἐρίζει. [N.8] κεῖνος καὶ Τελαμῶνος δάψεν υἱὸν φασγάνῳ ἀμφικυλίσαις. ἦ τιν’ ἄγλωσσον μέν, ἦτορ δ’ ἄλκιμον, λάθα κατέχει ἐν λυγρῷ νείκει· μέγιστον δ’ αἰόλῳ ψεύδει γέρας ἀντέταται. κρυφίαισι γὰρ ἐν ψάφοις Ὀδυσσῆ Δαναοὶ θεράπευσαν· χρυσέων δ’ Αἴας στερηθεὶς ὅπλων φόνῳ πάλαισεν. [N.8] ἦ μὰν ἀνόμοιά γε δᾴοισιν ἐν θερμῷ χροῒ ἕλκεα ῥῆξαν πελεμιζόμενοι ὑπ’ ἀλεξιμβρότῳ λόγχᾳ, τὰ μὲν ἀμφ’ Ἀχιλεῖ νεοκτόνῳ, ἄλλων τε μόχθων ἐν πολυφθόροις ἁμέραις. ἐχθρὰ δ’ ἄρα πάρφασις ἦν καὶ πάλαι, αἱμύλων μύθων ὁμόφοιτος, δολοφραδής, κακοποιὸν ὄνειδος· ἃ τὸ μὲν λαμπρὸν βιᾶται, τῶν δ’ ἀφάντων κῦδος ἀντείνει σαθρόν. [N.8] εἴη μή ποτέ μοι τοιοῦτον ἦθος, Ζεῦ πάτερ, ἀλλὰ κελεύθοις ἁπλόαις ζωᾶς ἐφαπτοίμαν, θανὼν ὡς παισὶ κλέος μὴ τὸ δύσφαμον προσάψω. χρυσὸν εὔχονται, πεδίον δ’ ἕτεροι ἀπέραντον· ἐγὼ δ’ ἀστοῖς ἁδὼν καὶ χθονὶ γυῖα καλύψαιμ’, αἰνέων αἰνητά, μομφὰν δ’ ἐπισπείρων ἀλιτροῖς. [N.8] αὔξεται δ’ ἀρετά, χλωραῖς ἐέρσαις ὡς ὅτε δένδρεον ᾁσσει, ⟨ἐν⟩ σοφοῖς ἀνδρῶν ἀερθεῖσ’ ἐν δικαίοις τε πρὸς ὑγρὸν αἰθέρα. χρεῖαι δὲ παντοῖαι φίλων ἀνδρῶν· τὰ μὲν ἀμφὶ πόνοις ὑπερώτατα· μαστεύει δὲ καὶ τέρψις ἐν ὄμμασι θέσθαι πιστόν. ὦ Μέγα, τὸ δ’ αὖτις τεὰν ψυχὰν κομίξαι [N.8] οὔ μοι δυνατόν· κενεᾶν δ’ ἐλπίδων χαῦνον τέλος· σεῦ δὲ πάτρᾳ Χαριάδαις τ’ ἐλαφρὸν ὑπερεῖσαι λίθον Μοισαῖον ἕκατι ποδῶν εὐωνύμων δὶς δὴ δυοῖν. χαίρω δὲ πρόσφορον ἐν μὲν ἔργῳ κόμπον ἱείς, ἐπαοιδαῖς δ’ ἀνὴρ νώδυνον καί τις κάματον θῆκεν. ἦν γε μὰν ἐπικώμιος ὕμνος δὴ πάλαι καὶ πρὶν γενέσθαι τὰν Ἀδράστου τάν τε Καδμείων ἔριν. ### Θʹ — ΧΡΟΜΙῼ ΑΙΤΝΑΙῼ ΑΡΜΑΤΙ [N.9] κωμάσομεν παρ’ Ἀπόλλωνος Σικυώνοθε, Μοῖσαι, τὰν νεοκτίσταν ἐς Αἴτναν, ἔνθ’ ἀναπεπταμέναι ξείνων νενίκανται θύραι, ὄλβιον ἐς Χρομίου δῶμ’. ἀλλ’ ἐπέων γλυκὺν ὕμνον πράσσετε. τὸ κρατήσιππον γὰρ ἐς ἃρμ’ ἀναβαίνων ματέρι καὶ διδύμοις παίδεσσιν αὐδὰν μανύει Πυθῶνος αἰπεινᾶς ὁμοκλάροις ἐπόπταις. [N.9] ἔστι δέ τις λόγος ἀνθρώπων, τετελεσμένον ἐσλὸν μὴ χαμαὶ σιγᾷ καλύψαι· θεσπεσία δ’ ἐπέων καύχαις ἀοιδὰ πρόσφορος. ἀλλ’ ἀνὰ μὲν βρομίαν φόρμιγγ’, ἀνὰ δ’ αὐλὸν ἐπ’ αὐτὰν ὄρσομεν ἱππίων ἄθλων κορυφάν, ἅτε Φοίβῳ θῆκεν Ἄδραστος ἐπ’ Ἀσωποῦ ῥεέθροις· ὧν ἐγὼ μνασθεὶς ἐπασκήσω κλυταῖς ἥρωα τιμαῖς, [N.9] ὃς τότε μὲν βασιλεύων κεῖθι νέαισί θ’ ἑορταῖς ἰσχύος τ’ ἀνδρῶν ἁμίλλαις ἅρμασί τε γλαφυροῖς ἄμφαινε κυδαίνων πόλιν. φεῦγε γὰρ Ἀμφιαρῆ ποτε θρασυμήδεα καὶ δεινὰν στάσιν πατρῴων οἴκων ἀπό τ’ Ἄργεος· ἀρχοὶ δ’ οὐκ ἔτ’ ἔσαν Ταλαοῦ παῖδες, βιασθέντες λύᾳ. κρέσσων δὲ καππαύει δίκαν τὰν πρόσθεν ἀνήρ. [N.9] ἀνδροδάμαντ’ Ἐριφύλαν, ὅρκιον ὡς ὅτε πιστόν, δόντες Οἰκλείδᾳ γυναῖκα, ξανθοκομᾶν Δαναῶν ἔσσαν μέγιστοι καί ποτε ἐσ⟨λὸν ἐς⟩ ἑπταπύλους Θήβας ἄγαγον στρατὸν ἀνδρῶν αἰσιᾶν οὐ κατ’ ὀρνίχων ὁδόν· οὐδὲ Κρονίων ἀστεροπὰν ἐλελίξαις οἴκοθεν μαργουμένους στείχειν ἐπώτρυν’, ἀλλὰ φείσασθαι κελεύθου. [N.9] φαινομέναν δ’ ἄρ’ ἐς ἄταν σπεῦδεν ὅμιλος ἱκέσθαι χαλκέοις ὅπλοισιν ἱππείοις τε σὺν ἔντεσιν· Ἰσμηνοῦ δ’ ἐπ’ ὄχθαισι γλυκὺν νόστον ἐρεισάμενοι λευκανθέα σώματ’ ἐπίαναν καπνόν· ἑπτὰ γὰρ δαίσαντο πυραὶ νεογυίους φῶτας· ὁ δ’ Ἀμφιαρῇ σχίσσεν κεραυνῷ παμβίᾳ Ζεὺς τὰν βαθύστερνον χθόνα, κρύψεν δ’ ἅμ’ ἵπποις, [N.9] δουρὶ Περικλυμένου πρὶν νῶτα τυπέντα μαχατὰν θυμὸν αἰσχυνθῆμεν. ἐν γὰρ δαιμονίοισι φόβοις φεύγοντι καὶ παῖδες θεῶν. εἰ δυνατόν, Κρονίων, πεῖραν μὲν ἀγάνορα Φοινικοστόλων ἐγχέων ταύταν θανάτου πέρι καὶ ζωᾶς ἀναβάλλομαι ὡς πόρσιστα, μοῖραν δ’ εὔνομον αἰτέω σε παισὶν δαρὸν Αἰτναίων ὀπάζειν, [N.9] Ζεῦ πάτερ, ἀγλαΐαισιν δ’ ἀστυνόμοις ἐπιμῖξαι λαόν. ἐντί τοι φίλιπποί τ’ αὐτόθι καὶ κτεάνων ψυχὰς ἔχοντες κρέσσονας ἄνδρες. ἄπιστον ἔειπ’· αἰδὼς γὰρ ὑπὸ κρύφα κέρδει κλέπτεται, ἃ φέρει δόξαν. Χρομίῳ κεν ὑπασπίζων παρὰ πεζοβόαις ἵπποις τε ναῶν τ’ ἐν μάχαις ἔκρινας ἂν κίνδυνον ὀξείας ἀϋτᾶς, [N.9] οὕνεκεν ἐν πολέμῳ κείνα θεὸς ἔντυεν αὐτοῦ θυμὸν αἰχματὰν ἀμύνειν λοιγὸν Ἐνυαλίου. παῦροι δὲ βουλεῦσαι φόνου παρποδίου νεφέλαν τρέψαι ποτὶ δυσμενέων ἀνδρῶν στίχας χερσὶ καὶ ψυχᾷ δυνατοί· λέγεται μὰν Ἕκτορι μὲν κλέος ἀνθῆσαι Σκαμάνδρου χεύμασιν ἀγχοῦ, βαθυκρήμνοισι δ’ ἀμφ’ ἀκταῖς Ἑλώρου, [N.9] ἔνθα Ῥέας πόρον ἄνθρωποι καλέοισι, δέδορκεν παιδὶ τοῦθ’ Ἁγησιδάμου φέγγος ἐν ἁλικίᾳ πρώτᾳ· τὰ δ’ ἄλλαις ἁμέραις πολλὰ μὲν ἐν κονίᾳ χέρσῳ, τὰ δὲ γείτονι πόντῳ φάσομαι. ἐκ πόνων δ’, οἳ σὺν νεότατι γένωνται σύν τε δίκᾳ, τελέθει πρὸς γῆρας αἰὼν ἁμέρα. ἴστω λαχὼν πρὸς δαιμόνων θαυμαστὸν ὄλβον. [N.9] εἰ γὰρ ἅμα κτεάνοις πολλοῖς ἐπίδοξον ἄρηται κῦδος, οὐκ ἔστι πρόσωθεν θνατὸν ἔτι σκοπιᾶς ἄλλας ἐφάψασθαι ποδοῖν. ἡσυχία δὲ φιλεῖ μὲν συμπόσιον· νεοθαλὴς δ’ αὔξεται μαλθακᾷ νικαφορία σὺν ἀοιδᾷ· θαρσαλέα δὲ παρὰ κρητῆρα φωνὰ γίνεται. ἐγκιρνάτω τίς νιν, γλυκὺν κώμου προφάταν, [N.9] ἀργυρέαισι δὲ νωμάτω φιάλαισι βιατὰν ἀμπέλου παῖδ’, ἅς ποθ’ ἵπποι κτησάμεναι Χρομίῳ πέμψαν θεμιπλέκτοις ἁμᾷ Λατοΐδα στεφάνοις ἐκ τᾶς ἱερᾶς Σικυῶνος. Ζεῦ πάτερ, εὔχομαι ταύταν ἀρετὰν κελαδῆσαι σὺν Χαρίτεσσιν, ὑπὲρ πολλῶν τε τιμαλφεῖν λόγοις νίκαν, ἀκοντίζων σκοποῖ’ ἄγχιστα Μοισᾶν. ### Ιʹ — ΘΕΑΙῼ ΑΡΓΕΙῼ ΠΑΛΑΙΣΤῌ [N.10] Δαναοῦ πόλιν ἀγλαοθρόνων τε πεντήκοντα κορᾶν, Χάριτες, Ἄργος Ἥρας δῶμα θεοπρεπὲς ὑμνεῖτε· φλέγεται δ’ ἀρεταῖς μυρίαις ἔργων θρασέων ἕνεκεν. μακρὰ μὲν τὰ Περσέος ἀμφὶ Μεδοίσας Γοργόνος· πολλὰ δ’ Αἰγύπτῳ καταοίκισθεν ἄστη ταῖς Ἐπάφου παλάμαις· οὐδ’ Ὑπερμνήστρα παρεπλάγχθη, μονόψαφον ἐν κολεῷ κατασχοῖσα ξίφος. [N.10] Διομήδεα δ’ ἄμβροτον ξανθά ποτε Γλαυκῶπις ἔθηκε θεόν· γαῖα δ’ ἐν Θήβαις ὑπέδεκτο κεραυνωθεῖσα Διὸς βέλεσιν μάντιν Οἰκλείδαν, πολέμοιο νέφος· καὶ γυναιξὶν καλλικόμοισιν ἀριστεύει πάλαι· Ζεὺς ἐπ’ Ἀλκμήναν Δανάαν τε μολὼν τοῦτον κατέφανε λόγον· πατρὶ δ’ Ἀδράστοιο Λυγκεῖ τε φρενῶν καρπὸν εὐθείᾳ συνάρμοξεν δίκᾳ· [N.10] θρέψε δ’ αἰχμὰν Ἀμφιτρύωνος. ὁ δ’ ὄλβῳ φέρτατος ἵκετ’ ἐς κείνου γενεάν, ἐπεὶ ἐν χαλκέοις ὅπλοις Τηλεβόας ἔναρεν· τῷ ὄψιν ἐειδόμενος ἀθανάτων βασιλεὺς αὐλὰν ἐσῆλθεν σπέρμ’ ἀδείμαντον φέρων Ἡρακλέος· οὗ κατ’ Ὄλυμπον ἄλοχος Ἥβα τελείᾳ παρὰ ματέρι βαίνοισ’ ἔστι, καλλίστα θεῶν. [N.10] βραχύ μοι στόμα πάντ’ ἀναγήσασθ’, ὅσων Ἀργεῖον ἔχει τέμενος μοῖραν ἐσλῶν· ἔστι δὲ καὶ κόρος ἀνθρώπων βαρὺς ἀντιάσαι· ἀλλ’ ὅμως εὔχορδον ἔγειρε λύραν, καὶ παλαισμάτων λάβε φροντίδ’· ἀγών τοι χάλκεος δᾶμον ὀτρύνει ποτὶ βουθυσίαν Ἥρας ἀέθλων τε κρίσιν· Οὐλία παῖς ἔνθα νικάσαις δὶς ἔσχεν Θεαῖος εὐφόρων λάθαν πόνων. [N.10] ἐκράτησε δὲ καί ποθ’ Ἕλλανα στρατὸν Πυθῶνι, τύχᾳ τε μολὼν καὶ τὸν Ἰσθμοῖ καὶ Νεμέᾳ στέφανον, Μοίσαισί τ’ ἔδωκ’ ἀρόσαι, τρὶς μὲν ἐν πόντοιο πύλαισι λαχών, τρὶς δὲ καὶ σεμνοῖς δαπέδοις ἐν Ἀδραστείῳ νόμῳ. Ζεῦ πάτερ, τῶν μὰν ἔραται φρενί, σιγᾷ οἱ στόμα· πᾶν δὲ τέλος ἐν τὶν ἔργων· οὐδ’, ἀμόχθῳ καρδίᾳ προσφέρων τόλμαν, παραιτεῖται χάριν· [N.10] γνώτ’ ἀείδω οἷ τε καὶ ὅστις ἁμιλλᾶται περὶ ἐσχάτων ἄθλων κορυφαῖς· ὕπατον δ’ ἔσχεν Πίσα Ἡρακλέος τεθμόν· ἁδεῖαί γε μὲν ἀμβολάδαν ἐν τελεταῖς δὶς Ἀθαναίων νιν ὀμφαὶ κώμασαν· γαίᾳ δὲ καυθείσᾳ πυρὶ καρπὸς ἐλαίας ἔμολεν Ἥρας τὸν εὐάνορα λαὸν ἐν ἀγγέων ἕρκεσιν παμποικίλοις. [N.10] ἕπεται δέ, Θεαῖε, ματρώων πολύγνωτον γένος ὑμετέρων εὐάγων τιμὰ Χαρίτεσσί τε καὶ ⟨σὺν⟩ Τυνδαρίδαις θαμάκις. ἀξιωθείην κεν, ἐὼν Θρασύκλου Ἀντία τε ξύγγονος, Ἄργει μὴ κρύπτειν φάος ὀμμάτων. νικαφορίαις γὰρ ὅσαις Προίτοιο τόδ’ ἱπποτρόφον ἄστυ θάλησεν Κορίνθου τ’ ἐν μυχοῖς καὶ Κλεωναίων πρὸς ἀνδρῶν τετράκις· [N.10] Σικυωνόθε δ’ ἀργυρωθέντες σὺν οἰνηραῖς φιάλαις ἐπέβαν, ἐκ δὲ Πελλάνας ἐπιεσσάμενοι νῶτον μαλακαῖσι κρόκαις· ἀλλὰ χαλκὸν μυρίον οὐ δυνατὸν ἐξελέγχειν· μακροτέρας γὰρ ἀριθμῆσαι σχολᾶς· ὅντε Κλείτωρ καὶ Τεγέα καὶ Ἀχαιῶν ὑψίβατοι πόλιες καὶ Λύκαιον πὰρ Διὸς θῆκε δρόμῳ, σὺν ποδῶν χειρῶν τε νικᾶσαι σθένει. [N.10] Κάστορος δ’ ἐλθόντος ἐπὶ ξενίαν πὰρ Παμφάη καὶ κασιγνήτου Πολυδεύκεος, οὐ θαῦμα σφίσιν ἐγγενὲς ἔμμεν ἀεθληταῖς ἀγαθοῖσιν· ἐπεὶ εὐρυχόρου ταμίαι Σπάρτας ἀγώνων μοῖραν Ἑρμᾷ καὶ σὺν Ἡρακλεῖ διέποντι θάλειαν, μάλα μὲν ἀνδρῶν δικαίων περικαδόμενοι. καὶ μὰν θεῶν πιστὸν γένος. [N.10] μεταμειβόμενοι δ’ ἐναλλὰξ ἁμέραν τὰν μὲν παρὰ πατρὶ φίλῳ Δὶ νέμονται, τὰν δ’ ὑπὸ κεύθεσι γαίας ἐν γυάλοις Θεράπνας, πότμον ἀμπιπλάντες ὁμοῖον· ἐπεὶ τοῦτον, ἢ πάμπαν θεὸς ἔμμεναι οἰκεῖν τ’ οὐρανῷ, εἵλετ’ αἰῶνα φθιμένου Πολυδεύκης Κάστορος ἐν πολέμῳ. τὸν γὰρ Ἴδας ἀμφὶ βουσίν πως χολωθεὶς ἔτρωσεν χαλκέας λόγχας ἀκμᾷ. [N.10] ἀπὸ Ταϋγέτου πεδαυγάζων ἴδεν Λυγκεὺς δρυὸς ἐν στελέχει ἡμένους. κείνου γὰρ ἐπιχθονίων πάντων γένετ’ ὀξύτατον ὄμμα. λαιψηροῖς δὲ πόδεσσιν ἄφαρ ἐξικέσθαν, καὶ μέγα ἔργον ἐμήσαντ’ ὠκέως, καὶ πάθον δεινὸν παλάμαις Ἀφαρητίδαι Διός. αὐτίκα γὰρ ἦλθε Λήδας παῖς διώκων· τοὶ δ’ ἔναντα στάθεν τύμβῳ σχεδὸν πατρωΐῳ· [N.10] ἔνθεν ἁρπάξαντες ἄγαλμ’ Ἀΐδα, ξεστὸν πέτρον, ἔμβαλον στέρνῳ Πολυδεύκεος· ἀλλ’ οὔ νιν φλάσαν, οὐδ’ ἀνέχασσαν· ἐφορμαθεὶς δ’ ἄρ’ ἄκοντι θοῷ ἤλασε Λυγκέος ἐν πλευραῖσι χαλκόν. Ζεὺς δ’ ἐπ’ Ἴδᾳ πυρφόρον πλᾶξε ψολόεντα κεραυνόν· ἅμα δ’ ἐκαίοντ’ ἔρημοι. χαλεπὰ δ’ ἔρις ἀνθρώποις ὁμιλεῖν κρεσσόνων. [N.10] ταχέως δ’ ἐπ’ ἀδελφεοῦ βίαν πάλιν χώρησεν ὁ Τυνδαρίδας, καί νιν οὔπω τεθναότ’, ἄσθματι δὲ φρίσσοντα πνοὰς ἔκιχεν. θερμὰ δὴ τέγγων δάκρυα στοναχαῖς ὄρθιον φώνασε· “πάτερ Κρονίων, τίς δὴ λύσις ἔσσεται πενθέων; καὶ ἐμοὶ θάνατον σὺν τῷδ’ ἐπίτειλον, ἄναξ. οἴχεται τιμὰ φίλων τατωμένῳ φωτί· παῦροι δ’ ἐν πόνῳ πιστοὶ βροτῶν [N.10] “καμάτου μεταλαμβάνειν.” ὣς ἔννεπε· Ζεὺς δ’ ἀντίος ἤλυθέ οἱ καὶ τόδ’ ἐξαύδασ’ ἔπος· “ἐσσί μοι υἱός· τόνδε δ’ ἔπειτα πόσις σπέρμα θνατὸν ματρὶ τεᾷ πελάσαις στάξεν ἥρως. ἀλλ’ ἄγε τῶνδέ τοι ἔμπαν αἵρεσιν παρδίδωμ’· εἰ μὲν θάνατόν τε φυγὼν καὶ γῆρας ἀπεχθόμενον αὐτὸς Οὔλυμπον θέλεις ⟨ναίειν ἐμοὶ⟩ σύν τ’ Ἀθαναίᾳ κελαινεγχεῖ τ’ Ἄρει, [N.10] “ἔστι τοι τούτων λάχος· εἰ δὲ κασιγνήτου πέρι μάρνασαι, πάντων δὲ νοεῖς ἀποδάσσασθαι ἴσον, ἥμισυ μέν κε πνέοις γαίας ὑπένερθεν ἐών, ἥμισυ δ’ οὐρανοῦ ἐν χρυσέοις δόμοισιν.” ὣς ἄρ’ αὐδάσαντος οὐ γνώμᾳ διπλόαν θέτο βουλάν. ἀνὰ δ’ ἔλυσεν μὲν ὀφθαλμόν, ἔπειτα δὲ φωνὰν χαλκομίτρα Κάστορος. ### ΙΑʹ — ΑΡΙΣΤΑΓΟΡᾼ ΤΕΝΕΔΙῼ ΠΡΥΤΑΝΕΙ [N.11] παῖ Ῥέας, ἅ τε πρυτανεῖα λέλογχας, Ἑστία, Ζηνὸς ὑψίστου κασιγνήτα καὶ ὁμοθρόνου Ἥρας, εὖ μὲν Ἀρισταγόραν δέξαι τεὸν ἐς θάλαμον, εὖ δ’ ἑταίρους ἀγλαῷ σκάπτῳ πέλας, οἵ σε γεραίροντες ὀρθὰν φυλάσσοισιν Τένεδον, [N.11] πολλὰ μὲν λοιβαῖσιν ἀγαζόμενοι πρώταν θεῶν, πολλὰ δὲ κνίσσᾳ· λύρα δέ σφι βρέμεται καὶ ἀοιδά· καὶ ξενίου Διὸς ἀσκεῖται Θέμις ἀενάοις ἐν τραπέζαις. ἀλλὰ σὺν δόξᾳ τέλος δωδεκάμηνον περᾶσαι σὺν ἀτρώτῳ κραδίᾳ, [N.11] ἄνδρα δ’ ἐγὼ μακαρίζω μὲν πατέρ’ Ἁγησίλαν, καὶ τὸ θαητὸν δέμας ἀτρεμίαν τε ξύγγονον. εἰ δέ τις ὄλβον ἔχων μορφᾷ παραμεύσεται ἄλλους, ἔν τ’ ἀέθλοισιν ἀριστεύων ἐπέδειξεν βίαν, θνατὰ μεμνάσθω περιστέλλων μέλη, καὶ τελευτὰν ἁπάντων γᾶν ἐπιεσσόμενος· [N.11] ἐν λόγοις δ’ ἀστῶν ἀγαθοῖσί νιν αἰνεῖσθαι χρεών, καὶ μελιγδούποισι δαιδαλθέντα μελιζέμεν ἀοιδαῖς. ἐκ δὲ περικτιόνων ἑκκαίδεκ’ Ἀρισταγόραν ἀγλααὶ νῖκαι πάτραν τ’ εὐώνυμον ἐστεφάνωσαν πάλᾳ καὶ μεγαυχεῖ παγκρατίῳ. [N.11] ἐλπίδες δ’ ὀκνηρότεραι γονέων παιδὸς βίαν ἔσχον ἐν Πυθῶνι πειρᾶσθαι καὶ Ὀλυμπίᾳ ἄθλων. ναὶ μὰ γὰρ ὅρκον, ἐμὰν δόξαν παρὰ Κασταλίᾳ καὶ παρ’ εὐδένδρῳ μολὼν ὄχθῳ Κρόνου κάλλιον ἂν δηριώντων ἐνόστησ’ ἀντιπάλων, [N.11] πενταετηρίδ’ ἑορτὰν Ἡρακλέος τέθμιον κωμάσαις ἀνδησάμενός τε κόμαν ἐν πορφυρέοις ἔρνεσιν. ἀλλὰ βροτῶν τὸν μὲν κενεόφρονες αὖχαι ἐξ ἀγαθῶν ἔβαλον· τὸν δ’ αὖ καταμεμφθέντ’ ἄγαν ἰσχὺν οἰκείων παρέσφαλεν καλῶν χειρὸς ἕλκων ὀπίσσω θυμὸς ἄτολμος ἐών. [N.11] συμβαλεῖν μὰν εὐμαρὲς ἦν τό τε Πεισάνδρου πάλαι αἷμ’ ἀπὸ Σπάρτας· Ἀμύκλαθεν γὰρ ἔβα σὺν Ὀρέστᾳ, Αἰολέων στρατιὰν χαλκεντέα δεῦρ’ ἀνάγων· καὶ παρ’ Ἰσμηνοῦ ῥοὰν κεκραμένον ἐκ Μελανίπποιο μάτρωος. ἀρχαῖαι δ’ ἀρεταὶ [N.11] ἀμφέροντ’ ἀλλασσόμεναι γενεαῖς ἀνδρῶν σθένος· ἐν σχερῷ δ’ οὔτ’ ὦν μέλαιναι καρπὸν ἔδωκαν ἄρουραι, δένδρεά τ’ οὐκ ἐθέλει πάσαις ἐτέων περόδοις ἄνθος εὐῶδες φέρειν πλούτῳ ἴσον, ἀλλ’ ἐν ἀμείβοντι. καὶ θνατὸν οὕτως ἔθνος ἄγει [N.11] μοῖρα. τὸ δ’ ἐκ Διὸς ἀνθρώποις σαφὲς οὐχ ἕπεται τέκμαρ· ἀλλ’ ἔμπαν μεγαλανορίαις ἐμβαίνομεν, ἔργα τε πολλὰ μενοινῶντες· δέδεται γὰρ ἀναιδεῖ ἐλπίδι γυῖα· προμαθείας δ’ ἀπόκεινται ῥοαί. κερδέων δὲ χρὴ μέτρον θηρευέμεν· ἀπροσίκτων δ’ ἐρώτων ὀξύτεραι μανίαι. ## ΙΣΘΜΙΟΝΙΚΑΙ ### Αʹ — ΗΡΟΔΟΤῼ ΘΗΒΑΙῼ ΑΡΜΑΤΙ [I.1] μᾶτερ ἐμά, τὸ τεόν, χρύσασπι Θήβα, πρᾶγμα καὶ ἀσχολίας ὑπέρτερον θήσομαι. μή μοι κραναὰ νεμεσάσαι Δᾶλος, ἐν ᾇ κέχυμαι. τί φίλτερον κεδνῶν τοκέων ἀγαθοῖς; εἶξον, Ὠπολλωνιάς· ἀμφοτερᾶν τοι χαρίτων σὺν θεοῖς ζεύξω τέλος, [I.1] καὶ τὸν ἀκειρεκόμαν Φοῖβον χορεύων ἐν Κέῳ ἀμφιρύτᾳ σὺν ποντίοις ἀνδράσιν, καὶ τὰν ἁλιερκέα, Ἰσθμοῦ δειράδ’· ἐπεὶ στεφάνους ἓξ ὤπασεν Κάδμου στρατῷ ἐξ ἀέθλων, καλλίνικον πατρίδι κῦδος. ἐν ᾇ καὶ τὸν ἀδείμαντον Ἀλκμήνα τέκεν [I.1] παῖδα, θρασεῖαι τόν ποτε Γηρυόνα φρῖξαν κύνες. ἀλλ’ ἐγὼ Ἡροδότῳ τεύχων τὸ μὲν ἅρματι τεθρίππῳ γέρας, ἁνία τ’ ἀλλοτρίαις οὐ χερσὶ νωμάσαντ’ ἐθέλω ἢ Καστορείῳ ἢ Ἰολάου ἐναρμόξαι νιν ὕμνῳ. κεῖνοι γὰρ ἡρώων διφρηλάται Λακεδαίμονι καὶ Θήβαις ἐτέκνωθεν κράτιστοι· [I.1] ἔν τ’ ἀέθλοισι θίγον πλείστων ἀγώνων, καὶ τριπόδεσσιν ἐκόσμησαν δόμον καὶ λεβήτεσσιν φιάλαισί τε χρυσοῦ, γευόμενοι στεφάνων νικαφόρων· λάμπει δὲ σαφὴς ἀρετὰ ἔν τε γυμνοῖσι σταδίοις σφίσιν ἔν τ’ ἀσπιδοδούποισιν ὁπλίταις δρόμοις, [I.1] οἷά τε χερσὶν ἀκοντίζοντες αἰχμαῖς, καὶ λιθίνοις ὁπότ’ ἐν δίσκοις ἵεν. οὐ γὰρ ἦν πεντάθλιον, ἀλλ’ ἐφ’ ἑκάστῳ ἔργματι κεῖτο τέλος. τῶν ἀθρόοις ἀνδησάμενοι θαμάκις ἔρνεσιν χαίτας ῥεέθροισί τε Δίρκας ἔφανεν καὶ παρ’ Εὐρώτᾳ πέλας, [I.1] Ἰφικλέος μὲν παῖς ὁμόδαμος ἐὼν Σπαρτῶν γένει, Τυνδαρίδας δ’ ἐν Ἀχαιοῖς ὑψίπεδον Θεράπνας οἰκέων ἕδος. χαίρετ’. ἐγὼ δὲ Ποσειδάωνι Ἰσθμῷ τε ζαθέᾳ Ὀγχηστίαισίν τ’ ἀϊόνεσσιν περιστέλλων ἀοιδὰν γαρύσομαι τοῦδ’ ἀνδρὸς ἐν τιμαῖσιν ἀγακλέα τὰν Ἀσωποδώρου πατρὸς αἶσαν [I.1] Ὀρχομενοῖό τε πατρῴαν ἄρουραν, ἅ νιν ἐρειδόμενον ναυαγίαις ἐξ ἀμετρήτας ἁλὸς ἐν κρυοέσσᾳ δέξατο συντυχίᾳ· νῦν δ’ αὖτις ἀρχαίας ἐπέβασε πότμος συγγενὴς εὐαμερίας. ὁ πονήσαις δὲ νόῳ καὶ προμάθειαν φέρει· [I.1] εἰ δ’ ἀρετᾷ κατάκειται πᾶσαν ὀργάν, ἀμφότερον δαπάναις τε καὶ πόνοις, χρή νιν εὑρόντεσσιν ἀγάνορα κόμπον μὴ φθονεραῖσι φέρειν γνώμαις. ἐπεὶ κούφα δόσις ἀνδρὶ σοφῷ ἀντὶ μόχθων παντοδαπῶν ἔπος εἰπόντ’ ἀγαθὸν ξυνὸν ὀρθῶσαι καλόν. [I.1] μισθὸς γὰρ ἄλλοις ἄλλος ἐφ’ ἔργμασιν ἀνθρώποις γλυκύς, μηλοβότᾳ τ’ ἀρότᾳ τ’ ὀρνιχολόχῳ τε καὶ ὃν πόντος τρέφει· γαστρὶ δὲ πᾶς τις ἀμύνων λιμὸν αἰανῆ τέταται· ὃς δ’ ἀμφ’ ἀέθλοις ἢ πολεμίζων ἄρηται κῦδος ἁβρόν, εὐαγορηθεὶς κέρδος ὕψιστον δέκεται, πολιατᾶν καὶ ξένων γλώσσας ἄωτον. [I.1] ἄμμι δ’ ἔοικε Κρόνου σεισίχθον’ υἱὸν γείτον’ ἀμειβομένοις εὐεργέταν ἁρμάτων ἱπποδρόμιον κελαδῆσαι, καὶ σέθεν, Ἀμφιτρύων, παῖδας προσειπεῖν, τὸν Μινύα τε μυχὸν καὶ τὸ Δάματρος κλυτὸν ἄλσος Ἐλευσῖνα καὶ Εὔβοιαν ἐν γναμπτοῖς δρόμοις· [I.1] Πρωτεσίλα, τὸ τεὸν δ’ ἀνδρῶν Ἀχαιῶν ἐν Φυλάκᾳ τέμενος συμβάλλομαι. πάντα δ’ ἐξειπεῖν, ὅσ’ ἀγώνιος Ἑρμᾶς Ἡροδότῳ ἔπορεν ἵπποις, ἀφαιρεῖται βραχὺ μέτρον ἔχων ὕμνος. ἦ μὰν πολλάκι καὶ τὸ σεσωπαμένον εὐθυμίαν μείζω φέρει. [I.1] εἴη νιν εὐφώνων πτερύγεσσιν ἀερθέντ’ ἀγλααῖς Πιερίδων ἔτι καὶ Πυθῶθεν Ὀλυμπιάδων τ’ ἐξαιρέτοις Ἀλφεοῦ ἔρνεσι φράξαι χεῖρα τιμὰν ἑπταπύλοις Θήβαισι τεύχοντ’. εἰ δέ τις ἔνδον νέμει πλοῦτον κρυφαῖον, ἄλλοισι δ’ ἐμπίπτων γελᾷ, ψυχὰν Ἀΐδᾳ τελέων οὐ φράζεται δόξας ἄνευθεν. ### Βʹ — ΞΕΝΟΚΡΑΤΕΙ ΑΚΡΑΓΑΝΤΙΝῼ ΑΡΜΑΤΙ [I.2] οἱ μὲν πάλαι, ὦ Θρασύβουλε, φῶτες, οἳ χρυσαμπύκων ἐς δίφρον Μοισᾶν ἔβαινον κλυτᾷ φόρμιγγι συναντόμενοι, ῥίμφα παιδείους ἐτόξευον μελιγάρυας ὕμνους, ὅστις ἐὼν καλὸς εἶχεν Ἀφροδίτας εὐθρόνου μνάστειραν ἁδίσταν ὀπώραν. [I.2] ἁ Μοῖσα γὰρ οὐ φιλοκερδής πω τότ’ ἦν οὐδ’ ἐργάτις· οὐδ’ ἐπέρναντο γλυκεῖαι μελιφθόγγου ποτὶ Τερψιχόρας ἀργυρωθεῖσαι πρόσωπα μαλθακόφωνοι ἀοιδαί. νῦν δ’ ἐφίητι ⟨τὸ⟩ τὠργείου φυλάξαι ῥῆμ’ ἀλαθείας ⟨ἐτᾶς⟩ ἄγχιστα βαῖνον, [I.2] “χρήματα, χρήματ’ ἀνήρ,” ὃς φᾶ κτεάνων θ’ ἅμα λειφθεὶς καὶ φίλων. ἐσσὶ γὰρ ὦν σοφός, οὐκ ἄγνωτ’ ἀείδω Ἰσθμίαν ἵπποισι νίκαν, τὰν Ξενοκράτει Ποσειδάων ὀπάσαις, Δωρίων αὐτῷ στεφάνωμα κόμᾳ πέμπεν ἀναδεῖσθαι σελίνων, [I.2] εὐάρματον ἄνδρα γεραίρων, Ἀκραγαντίνων φάος. ἐν Κρίσᾳ δ’ εὐρυσθενὴς εἶδ’ Ἀπόλλων νιν πόρε τ’ ἀγλαΐαν καὶ τόθι· κλειναῖς ⟨δ’⟩ Ἐρεχθειδᾶν χαρίτεσσιν ἀραρὼς ταῖς λιπαραῖς ἐν Ἀθάναις, οὐκ ἐμέμφθη ῥυσίδιφρον χεῖρα πλαξίπποιο φωτός, [I.2] τὰν Νικόμαχος κατὰ καιρὸν νεῖμ’ ἁπάσαις ἁνίαις· ὅντε καὶ κάρυκες ὡρᾶν ἀνέγνον, σπονδοφόροι Κρονίδα Ζηνὸς Ἀλεῖοι, παθόντες πού τι φιλόξενον ἔργον· ἁδυπνόῳ τέ νιν ἀσπάζοντο φωνᾷ χρυσέας ἐν γούνασιν πίτνοντα Νίκας [I.2] γαῖαν ἀνὰ σφετέραν, τὰν δὴ καλέοισιν Ὀλυμπίου Διὸς ἄλσος· ἵν’ ἀθανάτοις Αἰνησιδάμου παῖδες ἐν τιμαῖς ἔμιχθεν. καὶ γὰρ οὐκ ἀγνῶτες ὑμῖν ἐντὶ δόμοι οὔτε κώμων, ὦ Θρασύβουλ’, ἐρατῶν, οὔτε μελικόμπων ἀοιδᾶν. [I.2] οὐ γὰρ πάγος, οὐδὲ προσάντης ἁ κέλευθος γίνεται, εἴ τις εὐδόξων ἐς ἀνδρῶν ἄγοι τιμὰς Ἑλικωνιάδων. μακρὰ δισκήσαις ἀκοντίσσαιμι τοσοῦθ’, ὅσον ὀργὰν Ξεινοκράτης ὑπὲρ ἀνθρώπων γλυκεῖαν ἔσχεν. αἰδοῖος μὲν ἦν ἀστοῖς ὁμιλεῖν, [I.2] ἱπποτροφίας τε νομίζων ἐν Πανελλάνων νόμῳ· καὶ θεῶν δαῖτας προσέπτυκτο πάσας· οὐδέ ποτε ξενίαν οὖρος ἐμπνεύσαις ὑπέστειλ’ ἱστίον ἀμφὶ τράπεζαν· ἀλλ’ ἐπέρα ποτὶ μὲν Φᾶσιν θερείαις, ἐν δὲ χειμῶνι πλέων Νείλου πρὸς ἀκτάς. [I.2] μή νυν, ὅτι φθονεραὶ θνατῶν φρένας ἀμφικρέμανται ἐλπίδες, μήτ’ ἀρετάν ποτε σιγάτω πατρῴαν, μηδὲ τούσδ’ ὕμνους· ἐπεί τοι οὐκ ἐλινύσοντας αὐτοὺς εἰργασάμαν. ταῦτα, Νικάσιππ’, ἀπόνειμον, ὅταν ξεῖνον ἐμὸν ἠθαῖον ἔλθῃς. ### Γʹ — ΜΕΛΙΣΣῼ ΘΗΒΑΙῼ ΙΠΠΟΙΣ [I.3] εἴ τις ἀνδρῶν εὐτυχήσαις ἢ σὺν εὐδόξοις ἀέθλοις ἢ σθένει πλούτου κατέχει φρασὶν αἰανῆ κόρον, ἄξιος εὐλογίαις ἀστῶν μεμίχθαι. Ζεῦ, μεγάλαι δ’ ἀρεταὶ θνατοῖς ἕπονται ἐκ σέθεν· ζώει δὲ μάσσων ὄλβος ὀπιζομένων, πλαγίαις δὲ φρένεσσιν οὐχ ὁμῶς πάντα χρόνον θάλλων ὁμιλεῖ. [I.3] εὐκλέων δ’ ἔργων ἄποινα χρὴ μὲν ὑμνῆσαι τὸν ἐσλόν, χρὴ δὲ κωμάζοντ’ ἀγαναῖς χαρίτεσσιν βαστάσαι. ἔστι δὲ καὶ διδύμων ἀέθλων Μελίσσῳ μοῖρα πρὸς εὐφροσύναν τρέψαι γλυκεῖαν ἦτορ, ἐν βάσσαισιν Ἰσθμοῦ δεξαμένῳ στεφάνους, τὰ δὲ κοίλᾳ λέοντος ἐν βαθυστέρνου νάπᾳ κάρυξε Θήβαν [I.3] ἱπποδρομίᾳ κρατέων. ἀνδρῶν δ’ ἀρετὰν σύμφυτον οὐ κατελέγχει. ἴστε μὰν Κλεωνύμου δόξαν παλαιὰν ἅρμασιν· καὶ ματρόθε Λαβδακίδαισιν σύννομοι πλούτου διέστειχον τετραοριᾶν πόνοις. αἰὼν δὲ κυλινδομέναις ἁμέραις ἄλλ’ ἄλλοτ’ ἐξάλλαξεν· ἄτρωτοί γε μὰν παῖδες θεῶν. ### Δʹ — ΜΕΛΙΣΣῼ ΘΗΒΑΙῼ ΠΑΓΚΡΑΤΙῼ [I.4] ἔστι μοι θεῶν ἕκατι μυρία παντᾷ κέλευθος· ὦ Μέλισσ’, εὐμαχανίαν γὰρ ἔφανας Ἰσθμίοις ὑμετέρας ἀρετὰς ὕμνῳ διώκειν· αἷσι Κλεωνυμίδαι θάλλοντες αἰεὶ σὺν θεῷ θνατὸν διέρχονται βιότου τέλος. ἄλλοτε δ’ ἀλλοῖος οὖρος πάντας ἀνθρώπους ἐπαΐσσων ἐλαύνει. [I.4] τοὶ μὲν ὦν Θήβαισι τιμάεντες ἀρχᾶθεν λέγονται πρόξενοί τ’ ἀμφικτιόνων κελαδεννᾶς τ’ ὀρφανοὶ ὕβριος· ὅσσα δ’ ἐπ’ ἀνθρώπους ἄηται μαρτύρια φθιμένων ζωῶν τε φωτῶν ἀπλέτου δόξας, ἐπέψαυσαν κατὰ πᾶν τέλος· ἀνορέαις δ’ ἐσχάταισιν οἴκοθεν στάλαισιν ἅπτονθ’ Ἡρακλείαις· [I.4] καὶ μηκέτι μακροτέραν σπεύδειν ἀρετάν. ἱπποτρόφοι τ’ ἐγένοντο, χαλκέῳ τ’ Ἄρει ἅδον. ἀλλ’ ἁμέρᾳ γὰρ ἐν μιᾷ τραχεῖα νιφὰς πολέμοιο τεσσάρων ἀνδρῶν ἐρήμωσεν μάκαιραν ἑστίαν· νῦν δ’ αὖ μετὰ χειμέριον ποικίλων μηνῶν ζόφον χθὼν ὥτε φοινικέοισιν ἄνθησεν ῥόδοις [I.4] δαιμόνων βουλαῖς. ὁ κινητὴρ δὲ γᾶς Ὀγχηστὸν οἰκέων καὶ γέφυραν ποντιάδα πρὸ Κορίνθου τειχέων, τόνδε πορὼν γενεᾷ θαυμαστὸν ὕμνον ἐκ λεχέων ἀνάγει φάμαν παλαιὰν εὐκλέων ἔργων· ἐν ὕπνῳ γὰρ πέσεν· ἀλλ’ ἀνεγειρομένα χρῶτα λάμπει, Ἀωσφόρος θαητὸς ὣς ἄστροις ἐν ἄλλοις· [I.4] ἅ τε κἀν γουνοῖς Ἀθανᾶν ἅρμα καρύξαισα νικᾶν ἔν τ’ Ἀδραστείοις ἀέθλοις Σικυῶνος ὤπασεν τοιάδε τῶν τότ’ ἐόντων φύλλ’ ἀοιδᾶν. οὐδὲ παναγυρίων ξυνᾶν ἀπεῖχον καμπύλον δίφρον, Πανελλάνεσσι δ’ ἐριζόμενοι δαπάνᾳ χαῖρον ἵππων. τῶν ἀπειράτων γὰρ ἄγνωστοι σιωπαί, [I.4] ἔστιν δ’ ἀφάνεια τύχας καὶ μαρναμένων, πρὶν τέλος ἄκρον ἱκέσθαι· τῶν τε γὰρ καὶ τῶν διδοῖ· καὶ κρέσσον’ ἀνδρῶν χειρόνων ἔσφαλε τέχνα καταμάρψαισ’. ἴστε μὰν Αἴαντος ἀλκὰν φοίνιον, τὰν ὀψίᾳ ἐν νυκτὶ ταμὼν περὶ ᾧ φασγάνῳ, μομφὰν ἔχει παίδεσσιν Ἑλλάνων ὅσοι Τρῴανδ’ ἔβαν. [I.4] ἀλλ’ Ὅμηρός τοι τετίμακεν δι’ ἀνθρώπων, ὃς αὐτοῦ πᾶσαν ὀρθώσαις ἀρετὰν κατὰ ῥάβδον ἔφρασεν θεσπεσίων ἐπέων λοιποῖς ἀθύρειν. τοῦτο γὰρ ἀθάνατον φωνᾶεν ἕρπει, εἴ τις εὖ εἴπῃ τι· καὶ πάγκαρπον ἐπὶ χθόνα καὶ διὰ πόντον βέβακεν ἑργμάτων ἀκτὶς καλῶν ἄσβεστος αἰεί. [I.4] προφρόνων Μοισᾶν τύχοιμεν, κεῖνον ἅψαι πυρσὸν ὕμνων καὶ Μελίσσῳ, παγκρατίου στεφάνωμ’ ἐπάξιον, ἔρνεϊ Τελεσιάδα. τόλμᾳ γὰρ εἰκὼς θυμὸν ἐριβρεμετᾶν θηρῶν λεόντων ἐν πόνῳ, μῆτιν δ’ ἀλώπηξ, αἰετοῦ ἅ τ’ ἀναπιτναμένα ῥόμβον ἴσχει. χρὴ δὲ πᾶν ἔρδοντα μαυρῶσαι τὸν ἐχθρόν. [I.4] οὐ γὰρ φύσιν Ὠαριωνείαν ἔλαχεν· ἀλλ’ ὀνοτὸς μὲν ἰδέσθαι, συμπεσεῖν δ’ ἀκμᾷ βαρύς. καίτοι πότ’ Ἀνταίου δόμους Θηβᾶν ἀπὸ Καδμεϊᾶν μορφὰν βραχύς, ψυχὰν δ’ ἄκαμπτος, προσπαλαίσων ἦλθ’ ἀνὴρ τὰν πυροφόρον Λιβύαν, κρανίοις ὄφρα ξένων ναὸν Ποσειδάωνος ἐρέφοντα σχέθοι, [I.4] υἱὸς Ἀλκμήνας· ὃς Οὐλυμπόνδ’ ἔβα, γαίας τε πάσας καὶ βαθύκρημνον πολιᾶς ἁλὸς ἐξευρὼν θέναρ, ναυτιλίαισί τε πορθμὸν ἁμερώσαις. νῦν δὲ παρ’ Αἰγιόχῳ κάλλιστον ὄλβον ἀμφέπων ναίει, τετίματαί τε πρὸς ἀθανάτων φίλος, Ἥβαν τ’ ὀπυίει, χρυσέων οἴκων ἄναξ καὶ γαμβρὸς Ἥρας. [I.4] τῷ μὲν Ἀλεκτρᾶν ὕπερθεν δαῖτα πορσύνοντες ἀστοὶ καὶ νεόδματα στεφανώματα βωμῶν αὔξομεν ἔμπυρα χαλκοαρᾶν ὀκτὼ θανόντων, τοὺς Μεγάρα τέκε οἱ Κρειοντὶς υἱούς· τοῖσιν ἐν δυθμαῖσιν αὐγᾶν φλὸξ ἀνατελλομένα συνεχὲς παννυχίζει αἰθέρα κνισάεντι λακτίζοισα καπνῷ, [I.4] καὶ δεύτερον ἆμαρ ἐτείων τέρμ’ ἀέθλων γίνεται, ἰσχύος ἔργον. ἔνθα λευκωθεὶς κάρα μύρτοις ὅδ’ ἀνὴρ διπλόαν νίκαν ἀνεφάνατο παίδων ⟨τε⟩ τρίταν πρόσθεν, κυβερνατῆρος οἰακοστρόφου γνώμᾳ πεπιθὼν πολυβούλῳ. σὺν Ὀρσέᾳ δέ νιν κωμάξομαι, τερπνὰν ἐπιστάζων χάριν. ### Εʹ — ΦΥΛΑΚΙΔᾼ ΑΙΓΙΝΗΤῌ ΠΑΓΚΡΑΤΙῼ [I.5] μᾶτερ Ἁλίου πολυώνυμε Θεία, σέο ἕκατι καὶ μεγασθενῆ νόμισαν χρυσὸν ἄνθρωποι περιώσιον ἄλλων· καὶ γὰρ ἐριζόμεναι νᾶες ἐν πόντῳ καὶ ⟨ὑφ’⟩ ἅρμασιν ἵπποι διὰ τεάν, ὤνασσα, τιμὰν ὠκυδινάτοις ἐν ἁμίλλαισι θαυμασταὶ πέλονται· [I.5] ἔν τ’ ἀγωνίοις ἀέθλοισι ποθεινὸν κλέος ἔπραξεν, ὅντιν’ ἀθρόοι στέφανοι χερσὶ νικάσαντ’ ἀνέδησαν ἔθειραν ἢ ταχυτᾶτι ποδῶν. κρίνεται δ’ ἀλκὰ διὰ δαίμονας ἀνδρῶν. δύο δέ τοι ζωᾶς ἄωτον μοῦνα ποιμαίνοντι τὸν ἄλπνιστον εὐανθεῖ σὺν ὄλβῳ, [I.5] εἴ τις εὖ πάσχων λόγον ἐσλὸν ἀκούῃ. μὴ μάτευε Ζεὺς γενέσθαι· πάντ’ ἔχεις, εἴ σε τούτων μοῖρ’ ἐφίκοιτο καλῶν. θνατὰ θνατοῖσι πρέπει. τὶν δ’ ἐν Ἰσθμῷ διπλόα θάλλοισ’ ἀρετά, Φυλακίδα, κεῖται, Νεμέα δὲ καὶ ἀμφοῖν, Πυθέᾳ τε παγκρατίου. τὸ δ’ ἐμὸν οὐκ ἄτερ Αἰακιδᾶν κέαρ ὕμνων γεύεται· σὺν Χάρισιν δ’ ἔμολον Λάμπωνος υἱοῖς [I.5] τάνδ’ ἐς εὔνομον πόλιν. εἰ δὲ τέτραπται θεοδότων ἔργων κέλευθον ἂν καθαράν, μὴ φθόνει κόμπον τὸν ἐοικότ’ ἀοιδᾷ κιρνάμεν ἀντὶ πόνων. καὶ γὰρ ἡρώων ἀγαθοὶ πολεμισταὶ λόγον ἐκέρδαναν, κλέονται δ’ ἔν τε φορμίγγεσσιν ἐν αὐλῶν τε παμφώνοις ὁμοκλαῖς [I.5] μυρίον χρόνον· μελέταν δὲ σοφισταῖς Διὸς ἕκατι πρόσβαλον σεβιζόμενοι· ἐν μὲν Αἰτωλῶν θυσίαισι φαενναῖς Οἰνεΐδαι κρατεροί, ἐν δὲ Θήβαις ἱπποσόας Ἰόλαος γέρας ἔχει, Περσεὺς δ’ ἐν Ἄργει, Κάστορος δ’ αἰχμὰ Πολυδεύκεος τ’ ἐπ’ Εὐρώτα ῥεέθροις. [I.5] ἀλλ’ ἐν Οἰνώνᾳ μεγαλήτορες ὀργαὶ Αἰακοῦ παίδων τε· τοὶ καὶ σὺν μάχαις δὶς πόλιν Τρώων πράθον ἑσπόμενοι Ἡρακλῆϊ πρότερον, καὶ σὺν Ἀτρείδαις. ἔλα νῦν μοι πεδόθεν· λέγε, τίνες Κύκνον, τίνες Ἕκτορα πέφνον, καὶ στράταρχον Αἰθιόπων ἄφοβον Μέμνονα χαλκοάραν· τίς ἄρ’ ἐσλὸν Τήλεφον τρῶσεν ἑῷ δορὶ Καΐκου παρ’ ὄχθαις; [I.5] τοῖσιν Αἴγιναν προφέρει στόμα πάτραν διαπρεπέα νᾶσον· τετείχισται δὲ πάλαι πύργος ὑψηλαῖς ἀρεταῖς ἀναβαίνειν. πολλὰ μὲν ἀρτιεπὴς γλῶσσά μοι τοξεύματ’ ἔχει περὶ κείνων κελαδέσαι· καὶ νῦν ἐν Ἄρει μαρτυρήσαι κεν πόλις Αἴαντος ὀρθωθεῖσα ναύταις [I.5] ἐν πολυφθόρῳ Σαλαμὶς Διὸς ὄμβρῳ ἀναρίθμων ἀνδρῶν χαλαζάεντι φόνῳ. ἀλλ’ ὅμως καύχημα κατάβρεχε σιγᾷ· Ζεὺς τά τε καὶ τὰ νέμει, Ζεὺς ὁ πάντων κύριος. ἐν δ’ ἐρατεινῷ μέλιτι καὶ τοιαίδε τιμαὶ καλλίνικον χάρμ’ ἀγαπάζοντι. μαρνάσθω τις ἔρδων [I.5] ἀμφ’ ἀέθλοισιν γενεὰν Κλεονίκου ἐκμαθών· οὔτοι τετύφλωται μακρὸς μόχθος ἀνδρῶν· οὐδ’ ὁπόσαι δαπάναι ἐλπίδων ἔκνισ’ ὄπιν. αἰνέω καὶ Πυθέαν ἐν γυιοδάμαις Φυλακίδᾳ πλαγᾶν δρόμον εὐθυπορῆσαι χερσὶ δεξιόν, νόῳ ἀντίπαλον. λάμβανέ οἱ στέφανον, φέρε δ’ εὔμαλλον μίτραν, καὶ πτερόεντα νέον σύμπεμψον ὕμνον. ### Ϛʹ — ΦΥΛΑΚΙΔᾼ ΑΙΓΙΝΗΤῌ ΠΑΓΚΡΑΤΙῼ [I.6] θάλλοντος ἀνδρῶν ὡς ὅτε συμποσίου δεύτερον κρητῆρα Μοισαίων μελέων κίρναμεν Λάμπωνος εὐάθλου γενεᾶς ὕπερ, ἐν Νεμέᾳ μὲν πρῶτον, ὦ Ζεῦ, τίν γ’ ἄωτον δεξάμενοι στεφάνων, νῦν αὖτε Ἰσθμοῦ δεσπότᾳ Νηρεΐδεσσί τε πεντήκοντα, παίδων ὁπλοτάτου Φυλακίδα νικῶντος. εἴη δὲ τρίτον σωτῆρι πορσαίνοντας Ὀλυμπίῳ Αἴγιναν κάτα σπένδειν μελιφθόγγοις ἀοιδαῖς. [I.6] εἰ γάρ τις ἀνθρώπων δαπάνᾳ τε χαρεὶς καὶ πόνῳ πράσσει θεοδμάτους ἀρετάς, σύν τέ οἱ δαίμων φυτεύει δόξαν ἐπήρατον, ἐσχατιαῖς ἤδη πρὸς ὄλβου βάλλετ’ ἄγκυραν θεότιμος ἐών. τοίαισιν ὀργαῖς εὔχεται ἀντιάσαις Ἀΐδαν γῆράς τε δέξασθαι πολιὸν ὁ Κλεονίκου παῖς· ἐγὼ δ’ ὑψίθρονον Κλωθὼ κασιγνήτας τε προσεννέπω ἑσπέσθαι κλυταῖς ἀνδρὸς φίλου Μοίρας ἐφετμαῖς. [I.6] ὔμμε τ’, ὦ χρυσάρματοι Αἰακίδαι, τέθμιόν μοι φαμὶ σαφέστατον ἔμμεν τάνδ’ ἐπιστείχοντα νᾶσον ῥαινέμεν εὐλογίαις. μυρίαι δ’ ἔργων καλῶν τέτμηνθ’ ἑκατόμπεδοι ἐν σχερῷ κέλευθοι, καὶ πέραν Νείλοιο παγᾶν καὶ δι’ Ὑπερβορέους· οὐδ’ ἔστιν οὕτω βάρβαρος οὔτε παλίγγλωσσος πόλις, ἅτις οὐ Πηλέος ἀΐει κλέος ἥρωος, εὐδαίμονος γαμβροῦ θεῶν, [I.6] οὐδ’ ἅτις Αἴαντος Τελαμωνιάδα καὶ πατρός· τὸν χαλκοχάρμαν ἐς πόλεμον ἆγε σὺν Τιρυνθίοισι πρόφρονα σύμμαχον ἐς Τρωΐαν, ἥρωσι μόχθον, Λαομεδοντίαν ὑπὲρ ἀμπλακίαν ἐν ναυσὶν Ἀλκμήνας τέκος. εἷλε δὲ Περγαμίαν, πέφνεν δὲ σὺν κείνῳ Μερόπων ἔθνεα καὶ τὸν βουβόταν οὔρεϊ ἴσον Φλέγραισιν εὑρὼν Ἀλκυονῆ, σφετέρας δ’ οὐ φείσατο χερσὶν βαρυφθόγγοιο νευρᾶς [I.6] Ἡρακλέης. ἀλλ’ Αἰακίδαν καλέων ἐς πλόον ⟨κεῖνον⟩ κύρησε δαινυμένων. τὸν μὲν ἐν ῥινῷ λέοντος στάντα κελήσατο νεκταρέαις σπονδαῖσιν ἄρξαι καρτεραίχμαν Ἀμφιτρυωνιάδαν, ἄνδωκε δ’ αὐτῷ φέρτατος οἰνοδόκον φιάλαν χρυσῷ πεφρικυῖαν Τελαμών, ὁ δ’ ἀνατείναις οὐρανῷ χεῖρας ἀμάχους αὔδασε τοιοῦτον ἔπος· “εἴ ποτ’ ἐμάν, ὦ Ζεῦ πάτερ, θυμῷ ἐθέλων ἀρὰν ἄκουσας, [I.6] “νῦν σε, νῦν εὐχαῖς ὑπὸ θεσπεσίαις λίσσομαι παῖδα θρασὺν ἐξ Ἐριβοίας ἀνδρὶ τῷδε, ξεῖνον ἀμὸν μοιρίδιον τελέσαι, τὸν μὲν ἄρρηκτον φυάν, ὥσπερ τόδε δέρμα με νῦν περιπλανᾶται θηρός, ὃν πάμπρωτον ἄθλων κτεῖνά ποτ’ ἐν Νεμέᾳ· θυμὸς δ’ ἑπέσθω.” ταῦτ’ ἄρα οἱ φαμένῳ πέμψεν θεὸς ἀρχὸν οἰωνῶν μέγαν αἰετόν· ἁδεῖα δ’ ἔνδον νιν ἔκνιξεν χάρις, [I.6] εἶπέν τε φωνήσαις ἅτε μάντις ἀνήρ· “ἔσσεταί τοι παῖς, ὃν αἰτεῖς, ὦ Τελαμών· καί νιν ὄρνιχος φανέντος κέκλε’ ἐπώνυμον εὐρυβίαν Αἴαντα, λαῶν ἐν πόνοις ἔκπαγλον Ἐνυαλίου.” ὣς ἆρα εἰπὼν αὐτίκα ἕζετ’. ἐμοὶ δὲ μακρὸν πάσας ⟨ἀν⟩αγήσασθ’ ἀρετάς· Φυλακίδᾳ γὰρ ἦλθον, ὦ Μοῖσα, ταμίας Πυθέᾳ τε κώμων Εὐθυμένει τε. τὸν Ἀργείων τρόπον εἰρήσεταί που κἀν βραχίστοις. [I.6] ἄραντο γὰρ νίκας ἀπὸ παγκρατίου τρεῖς ἀπ’ Ἰσθμοῦ, τὰς δ’ ἀπ’ εὐφύλλου Νεμέας, ἀγλαοὶ παῖδές τε καὶ μάτρως· ἀνὰ δ’ ἄγαγον ἐς φάος οἵαν μοῖραν ὕμνων· τὰν Ψαλυχιδᾶν δὲ πάτραν Χαρίτων ἄρδοντι καλλίστᾳ δρόσῳ, τόν τε Θεμιστίου ὀρθώσαντες οἶκον τάνδε πόλιν θεοφιλῆ ναίοισι. Λάμπων δὲ μελέταν ἔργοις ὀπάζων Ἡσιόδου μάλα τιμᾷ τοῦτ’ ἔπος, υἱοῖσί τε φράζων παραινεῖ, [I.6] ξυνὸν ἄστει κόσμον ἑῷ προσάγων, καὶ ξένων εὐεργεσίαις ἀγαπᾶται, μέτρα μὲν γνώμᾳ διώκων, μέτρα δὲ καὶ κατέχων· γλῶσσα δ’ οὐκ ἔξω φρενῶν· φαίης κέ νιν ἀνδράσιν ἀθληταῖσιν ἔμμεν Ναξίαν πέτραις ἐν ἄλλαις χαλκοδάμαντ’ ἀκόναν. πίσω σφε Δίρκας ἁγνὸν ὕδωρ, τὸ βαθύζωνοι κόραι χρυσοπέπλου Μναμοσύνας ἀνέτειλαν παρ’ εὐτειχέσιν Κάδμου πύλαις. ### Ζʹ — ΣΤΡΕΨΙΑΔῌ ΘΗΒΑΙῼ ΠΑΓΚΡΑΤΙῼ [I.7] τίνι τῶν πάρος, ὦ μάκαιρα Θήβα, καλῶν ἐπιχωρίων μάλιστα θυμὸν τεὸν εὔφρανας; ἦ ῥα χαλκοκρότου πάρεδρον Δαμάτερος ἁνίκ’ εὐρυχαίταν ἄντειλας Διόνυσον; ἢ χρυσῷ μεσονύκτιον νίφοντα δεξαμένα τὸν φέρτατον θεῶν, [I.7] ὁπότ’ Ἀμφιτρύωνος ἐν θυρέτροις σταθεὶς ἄλοχον μετῆλθεν Ἡρακλείοις γοναῖς; ἢ ὅτ’ ἀμφὶ πυκναῖς Τειρεσίαο βουλαῖς; ἢ ὅτ’ ἀμφ’ Ἰόλαον ἱππόμητιν; ἢ Σπαρτῶν ἀκαμαντολογχᾶν; ἢ ὅτε καρτερᾶς Ἄδραστον ἐξ ἀλαλᾶς ἄμπεμψας ὀρφανὸν [I.7] μυρίων ἑτάρων ἐς Ἄργος ἵππιον; ἢ Δωρίδ’ ἀποικίαν οὕνεκεν ὀρθῷ ἔστασας ἐπὶ σφυρῷ Λακεδαιμονίων, ἕλον δ’ Ἀμύκλας Αἰγεῖδαι σέθεν ἔκγονοι, μαντεύμασι Πυθίοις; ἀλλὰ παλαιὰ γὰρ εὕδει χάρις, ἀμνάμονες δὲ βροτοί, [I.7] ὅ τι μὴ σοφίας ἄωτον ἄκρον κλυταῖς ἐπέων ῥοαῖσιν ἐξίκηται ζυγέν. κώμαζ’ ἔπειτεν ἁδυμελεῖ σὺν ὕμνῳ καὶ Στρεψιάδᾳ· φέρει γὰρ Ἰσθμοῖ νίκαν παγκρατίου· σθένει τ’ ἔκπαγλος ἰδεῖν τε μορφάεις· ἄγει τ’ ἀρετὰν οὐκ αἴσχιον φυᾶς. [I.7] φλέγεται δὲ ἰοπλόκοισι Μοίσαις, μάτρωΐ θ’ ὁμωνύμῳ δέδωκε κοινὸν θάλος, χάλκασπις ᾧ πότμον μὲν Ἄρης ἔμιξεν, τιμὰ δ’ ἀγαθοῖσιν ἀντίκειται. ἴστω γὰρ σαφὲς ὅστις ἐν ταύτᾳ νεφέλᾳ χάλαζαν αἵματος πρὸ φίλας πάτρας ἀμύνεται, [I.7] λοιγὸν ἄντα φέρων ἐναντίῳ στρατῷ, ἀστῶν γενεᾷ μέγιστον κλέος αὔξων ζώων τ’ ἀπὸ καὶ θανών. τὺ δέ, Διοδότοιο παῖ, μαχατὰν αἰνέων Μελέαγρον, αἰνέων δὲ καὶ Ἕκτορα Ἀμφιάρηόν τε, εὐανθέ’ ἀπέπνευσας ἁλικίαν [I.7] προμάχων ἀν’ ὅμιλον, ἔνθ’ ἄριστοι ἔσχον πολέμοιο νεῖκος ἐσχάταις ἐλπίσιν. ἔτλαν δὲ πένθος οὐ φατόν· ἀλλὰ νῦν μοι Γαιάοχος εὐδίαν ὄπασσεν ἐκ χειμῶνος. ἀείσομαι χαίταν στεφάνοισιν ἁρμόσαις. ὁ δ’ ἀθανάτων μὴ θρασσέτω φθόνος, [I.7] ὅ τι τερπνὸν ἐφάμερον διώκων ἕκαλος ἔπειμι γῆρας ἔς τε τὸν μόρσιμον αἰῶνα. θνᾴσκομεν γὰρ ὁμῶς ἅπαντες· δαίμων δ’ ἄϊσος· τὰ μακρὰ δ’ εἴ τις παπταίνει, βραχὺς ἐξικέσθαι χαλκόπεδον θεῶν ἕδραν· ὅτι πτερόεις ἔρριψε Πάγασος [I.7] δεσπόταν ἐθέλοντ’ ἐς οὐρανοῦ σταθμοὺς ἐλθεῖν μεθ’ ὁμάγυριν Βελλεροφόνταν Ζηνός· τὸ δὲ πὰρ δίκαν γλυκὺ πικροτάτα μένει τελευτά. ἄμμι δ’, ὦ χρυσέᾳ κόμᾳ θάλλων, πόρε, Λοξία, τεαῖσιν ἁμίλλαισιν εὐανθέα καὶ Πυθόϊ στέφανον. ### Ηʹ — ΚΛΕΑΝΔΡῼ ΑΙΓΙΝΗΤῌ ΠΑΓΚΡΑΤΙῼ [I.8] Κλεάνδρῳ τις ἁλικίᾳ τε λύτρον εὔδοξον, ὦ νέοι, καμάτων πατρὸς ἀγλαὸν Τελεσάρχου παρὰ πρόθυρον ἰὼν ἀνεγειρέτω κῶμον, Ἰσθμιάδος τε νίκας ἄποινα, καὶ Νεμέᾳ ἀέθλων ὅτι κράτος ἐξεῦρε. τῷ καὶ ἐγώ, καίπερ ἀχνύμενος θυμόν, αἰτέομαι χρυσέαν καλέσαι Μοῖσαν. ἐκ μεγάλων δὲ πενθέων λυθέντες μήτ’ ἐν ὀρφανίᾳ πέσωμεν στεφάνων, μήτε κάδεα θεράπευε· παυσάμενοι δ’ ἀπρήκτων κακῶν γλυκύ τι δαμωσόμεθα καὶ μετὰ πόνον· ἐπειδὴ τὸν ὑπὲρ κεφαλᾶς τὸν Ταντάλου λίθον παρά τις ἔτρεψεν ἄμμι θεός, [I.8] ἀτόλματον Ἑλλάδι μόχθον. ἀλλά μοι δεῖμα μὲν παροιχόμενον καρτερὰν ἔπαυσε μέριμναν· τὸ δὲ πρὸ ποδὸς ἄρειον ἀεὶ ⟨σκοπεῖν⟩ χρῆμα πᾶν. δόλιος γὰρ αἰὼν ἐπ’ ἀνδράσι κρέμαται, ἑλίσσων βίου πόρον· ἰατὰ δ’ ἔστι βροτοῖς σύν γ’ ἐλευθερίᾳ καὶ τά. χρὴ δ’ ἀγαθὰν ἐλπίδ’ ἀνδρὶ μέλειν· χρὴ δ’ ἐν ἑπταπύλοισι Θήβαις τραφέντα Αἰγίνᾳ Χαρίτων ἄωτον προνέμειν, πατρὸς οὕνεκα δίδυμαι γένοντο θύγατρες Ἀσωπίδων ὁπλόταται, Ζηνί τε ἅδον βασιλέϊ. ὃ τὰν μὲν παρὰ καλλιρόῳ Δίρκᾳ φιλαρμάτου πόλιος ᾤκισσεν ἁγεμόνα· [I.8] σὲ δ’ ἐς νᾶσον Οἰνοπίαν ἐνεγκὼν κοιμᾶτο, δῖον ἔνθα τέκες Αἰακὸν βαρυσφαράγῳ πατρὶ κεδνότατον ἐπιχθονίων· ὃ καὶ δαιμόνεσσι δίκας ἐπείραινε· τοῦ μὲν ἀντίθεοι ἀρίστευον υἱέες υἱέων τ’ ἀρηΐφιλοι παῖδες ἀνορέᾳ χάλκεον στονόεντ’ ἀμφέπειν ὅμαδον· σώφρονές τ’ ἐγένοντο πινυτοί τε θυμόν. ταῦτα καὶ μακάρων ἐμέμναντ’ ἀγοραί, Ζεὺς ὅτ’ ἀμφὶ Θέτιος ἀγλαός τ’ ἔρισαν Ποσειδᾶν γάμῳ, ἄλοχον εὐειδέ’ ἐθέλων ἑκάτερος ἑὰν ἔμμεν· ἔρως γὰρ ἔχεν. ἀλλ’ οὔ σφιν ἄμβροτοι τέλεσαν εὐνὰν θεῶν πραπίδες, [I.8] ἐπεὶ θεσφάτων ἐπάκουσαν· εἶπε δ’ εὔβουλος ἐν μέσοισι Θέμις, οὕνεκεν πεπρωμένον ἦν φέρτερον γόνον ἄνακτα πατρὸς τεκεῖν ποντίαν θεόν, ὃς κεραυνοῦ τε κρέσσον ἄλλο βέλος διώξει χερὶ τριόδοντός τ’ ἀμαιμακέτου, Δί τε μισγομέναν ἢ Διὸς παρ’ ἀδελφεοῖσιν.— “ἀλλὰ τὰ μὲν παύσατε· βροτέων δὲ λεχέων τυχοῖσα υἱὸν εἰσιδέτω θανόντ’ ἐν πολέμῳ, χεῖρας Ἄρεΐ ⟨τ’⟩ ἐναλίγκιον στεροπαῖσί τ’ ἀκμὰν ποδῶν. τὸ μὲν ἐμὸν Πηλέϊ γάμου θεόμορον ὀπάσσαι γέρας Αἰακίδᾳ, ὅντ’ εὐσεβέστατον φάτις Ἰωλκοῦ τράφειν πεδίον· [I.8] “ἰόντων δ’ ἐς ἄφθιτον ἄντρον εὐθὺς Χείρωνος αὐτίκ’ ἀγγελίαι· μηδὲ Νηρέος θυγάτηρ νεικέων πέταλα δὶς ἐγγυαλιζέτω ἄμμιν· ἐν διχομηνίδεσσιν δὲ ἑσπέραις ἐρατὸν λύοι κεν χαλινὸν ὑφ’ ἥρωϊ παρθενίας.” ὣς φάτο Κρονίδαις ἐννέποισα θεά· τοὶ δ’ ἐπὶ γλεφάροις νεῦσαν ἀθανάτοισιν· ἐπέων δὲ καρπὸς οὐ κατέφθινε. φαντὶ γὰρ ξύν’ ἀλέγειν καὶ γάμον Θέτιος ἄνακτα. καὶ νεαρὰν ἔδειξαν σοφῶν στόματ’ ἀπείροισιν ἀρετὰν Ἀχιλέος· ὃ καὶ Μύσιον ἀμπελόεν αἵμαξε Τηλέφου μέλανι ῥαίνων φόνῳ πεδίον, [I.8] γεφύρωσέ τ’ Ἀτρεΐδαισι νόστον, Ἑλέναν τ’ ἐλύσατο, Τρωΐας ἶνας ἐκταμὼν δορί, ταί νιν ῥύοντό ποτε μάχας ἐναριμβρότου ἔργον ἐν πεδίῳ κορύσσοντα, Μέμνονός τε βίαν ὑπέρθυμον Ἕκτορά τ’ ἄλλους τ’ ἀριστέας· οἷς δῶμα Φερσεφόνας μανύων Ἀχιλεύς, οὖρος Αἰακιδᾶν, Αἴγιναν σφετέραν τε ῥίζαν πρόφαινεν. τὸν μὲν οὐδὲ θανόντ’ ἀοιδαὶ ἔλιπον, ἀλλά οἱ παρά τε πυρὰν τάφον θ’ Ἑλικώνιαι παρθένοι στάν, ἐπὶ θρῆνόν τε πολύφαμον ἔχεαν. ἔδοξ’ ἆρα τόδ’ ἀθανάτοις, ἐσλόν γε φῶτα καὶ φθίμενον ὕμνοις θεᾶν διδόμεν. [I.8] τὸ καὶ νῦν φέρει λόγον, ἔσσυταί τε Μοισαῖον ἅρμα Νικοκλέος μνᾶμα πυγμάχου κελαδῆσαι. γεραίρετέ νιν, ὃς Ἴσθμιον ἂν νάπος Δωρίων ἔλαχεν σελίνων· ἐπεὶ περικτίονας ἐνίκασε δή ποτε καὶ κεῖνος ἄνδρας ἀφύκτῳ χερὶ κλονέων. τὸν μὲν οὐ κατελέγχει κριτοῦ γενεὰ πατραδελφεοῦ· ἁλίκων τῷ τις ἁβρὸν ἀμφὶ παγκρατίου Κλεάνδρῳ πλεκέτω μυρσίνας στέφανον, ἐπεί νιν Ἀλκαθόου τ’ ἀγὼν σὺν τύχᾳ ἐν Ἐπιδαύρῳ τε νεότας δέκετο πρίν· τὸν αἰνεῖν ἀγαθῷ παρέχει· ἥβαν γὰρ οὐκ ἄπειρον ὑπὸ χειᾷ καλῶν δάμασεν.