Ἠθικά Γʹ — Plutarch =================== ΗΘΙΚΑ Γʹ Translation/edition: Greek text (Bernardakis) Language: Ancient Greek Read in Plato Scroll: https://plato-scroll.com/s/plut-moralia-3/ This file: https://plato-scroll.com/text/plut-moralia-3-e.txt Other editions of this work: - W. C. Helmbold, P. H. De Lacy and B. Einarson; the Goodwin edition: https://plato-scroll.com/text/plut-moralia-3.txt Sources and licences: https://plato-scroll.com/attribution.html Numbers in [brackets] are the edition's reference loci (Stephanus, Bekker, book.line, page...). Superscript numerals refer to the Notes at the end. ## Ἠθικά ## Εἰ διδακτὸν ἡ ἀρετή [An virt. doc. 1] περὶ τῆς ἀρετῆς βουλευόμεθα καὶ διαποροῦμεν, εἰ διδακτόν ἐστι τὸ φρονεῖν τὸ δικαιοπραγεῖν τὸ εὖ ζῆν· εἶτ’ οὐ θαυμάζομεν, εἰ ῥητόρων μὲν ἔργα καὶ κυβερνητῶν καὶ ἁρμονικῶν καὶ οἰκοδόμων καὶ γεωργῶν μυρία γ’ ἐστίν· ἀγαθοὶ δ’ ἄνδρες ὀνομάζονται καὶ λέγονται μόνον, ὡς ἱπποκένταυροι καὶ γίγαντες καὶ κύκλωπες, ἔργον δ’ ἀμεμφὲς εἰς ἀρετὴν καὶ ἀκέραιον οὐκ ἔστιν εὑρεῖν οὐδὲ πάθους ἀκέραιον ἦθος καὶ ἄθικτον αἰσχροῦ βίον ἀλλ’ εἰ καί τι καλὸν ἡ φύσις αὐτομάτως ἐκφέρει, τοῦτο πολλῷ τῷ ἀλλοτρίῳ, καθάπερ ὕλῃ καρπὸς ἀγρίᾳ καὶ ἀκαθάρτῳ μιγνύμενος, ἐξαμαυροῦται. ψάλλειν μανθάνουσιν οἱ ἄνθρωποι καὶ ὀρχεῖσθαι καὶ ἀναγιγνώσκειν γράμματα καὶ γεωργεῖν καὶ ἱππεύειν ὑποδεῖσθαι μανθάνουσι περιβάλλεσθαι καὶ ἀλείφεσθαι· οἰνοχοεῖν διδάσκουσιν ὀψοποιεῖν ταῦτ’ ἄνευ τοῦ μαθεῖν οὐκ ἔστι χρησίμως; ποιεῖν. δι’ ὃ δὲ ταῦτα πάντα, τὸ εὖ βιοῦν, ἀδίδακτον καὶ ἄλογον καὶ ἄτεχνον καὶ αὐτόματον. [An virt. doc. 2] ὦ· ἄνθρωποι, τί τὴν ἀρετὴν λέγοντες ἀδίδακτον εἶναι ποιοῦμεν ἀνύπαρκτον; εἰ γὰρ ἡ μάθησις γένεσίς ἐστιν, ἡ τοῦ μαθεῖν κώλυσις ἀναίρεσις. καίτοι γ’ ὥς φησιν ὁ Πλάτων διὰ τὴν τοῦ ποδὸς πρὸς τὴν λύραν καὶ ἀμετρίαν καὶ ἀναρμοστίαν οὔτ’ ἀδελφὸς ἀδελφῷ πολεμεῖ οὔτε φίλος φίλῳ διαφέρεται, οὔτε πόλεις πόλεσι δι’ ἀπεχθείας γιγνόμεναι τὰ ἔσχατα δρῶσί τε καὶ πάσχουσιν ὑπ’ ἀλλήλων· οὐδὲ περὶ προσῳδίας ἔχει τις εἰπεῖν στάσιν ἐν πόλει γενομένην, πότερον Τελχῖνας ἢ Τέλχινας ἀναγνωστέον οὐδ’ ἐν οἰκίᾳ διαφορὰν ἀνδρὸς καὶ γυναικὸς ὑπὲρ κρόκης ἢ στήμονος. ἀλλ’ ὅμως οὔτ’ ἂν ἱστὸν οὔτε βιβλίον ἢ λύραν ὁ μὴ μαθὼν μεταχειρίσαιτο, καίπερ εἰς οὐδὲν μέγα βλαβησόμενος, ἀλλ’ αἰδεῖται γενέσθαι καταγέλαστος· ἀμαθίην γὰρ Ἡράκλειτός φησι κρύπτειν ἄμεινον· οἶκον δὲ καὶ γάμον καὶ πολιτείαν καὶ ἀρχὴν οἷόν τε καλῶς μεταχειρίσασθαι μὴ γυναικὶ μὴ θεράποντι μὴ πολίτῃ μὴ ἀρχομένῳ καὶ ἄρχοντι; [An virt. doc. 2b] παιδὸς ὀψοφαγοῦντος, ὁ Διογένης τῷ παιδαγωγῷ κόνδυλον ἔδωκεν, ὀρθῶς οὐ τοῦ μὴ μαθόντος ἀλλὰ τοῦ μὴ διδάξαντος τὸ ἁμάρτημα ποιήσας. εἶτα παροψίδος μὲν ἢ κύλικος οὐκ ἔστι κοινωνεῖν ἐπιδεξίως, ἂν μὴ μάθῃ τις εὐθὺς ἐκ παίδων ἀρξάμενος, ὡς Ἀριστοφάνης [An virt. doc. 2c] μὴ κιχλίζειν μηδ’ ὀψοφαγεῖν μηδ’ ἴσχειν τὼ πόδ’ ἐπαλλάξ· [An virt. doc. 2d] οἴκου δὲ καὶ πόλεως καὶ γάμου καὶ βίου καὶ ἀρχῆς κοινωνίαν ἀνέγκλητον ἐνδέχεται γενέσθαι, μὴ μαθόντων ὅντινα χρὴ τρόπον ἀλλήλοις συμφέρεσθαι; ὁ Ἀρίστιππος ἐρωτηθεὶς ὑπό τινος πανταχοῦ σὺ ἄρ’ εἶ;’ γελάσας οὐκοῦν ἔφη παραπόλλυμι τὸ ναῦλον, εἴ γε πανταχοῦ εἰμι. τί οὖν οὐκ ἂν εἴποις καὶ αὐτός εἰ μὴ γίγνονται μαθήσει βελτίονες ἄνθρωποι, παραπόλλυται ὁ μισθὸς τῶν παιδαγωγῶν πρῶτον γὰρ οὗτοι λαμβάνοντες ἐκ γάλακτος, ὥσπερ αἱ τίτθαι ταῖς χερσὶ τὸ σῶμα πλάττουσιν, οὕτω τὸ ἦθος ῥυθμίζουσι τοῖς ἔθεσιν, εἰς ἴχνος τι πρῶτον ἀρετῆς καθιστάντες. καὶ ὁ Λάκων ἐρωτηθείς τί παρέχει παιδαγωγῶν, τὰ καλά ἔφη τοῖς παισὶν ἡδέα ποιῶ. καίτοι διδάσκουσιν οἱ παιδαγωγοὶ κεκυφότας ἐν ταῖς ὁδοῖς περιπατεῖν, ἑνὶ δακτύλῳ τὸ τάριχος ἅρασθαι, δυσὶ τὸν ἰχθῦν σῖτον κρέας· οὕτω καθῆσθαι, τὸ ἱμάτιον οὕτως ἀναλαβεῖν. [An virt. doc. 3] τί οὖν; ὁ λέγων λειχῆνος ἰατρικὴν εἶναι καὶ παρωνυχίας, πλευρίτιδος δὲ καὶ πυρετοῦ καὶ φρενίτιδος μὴ εἶναι, τί διαφέρει τοῦ λέγοντος ὅτι τῶν μικρῶν καὶ παιδικῶν καθηκόντων εἰσὶ διδασκαλεῖα καὶ λόγοι καὶ ὑποθῆκαι, τῶν δὲ μεγάλων καὶ τελείων ἄλογος τριβὴ καὶ περίπτωσίς ἔστιν; ὡς γὰρ ὁ λέγων ὅτι δεῖ κώπην ἐλαύνειν μαθόντα κυβερνᾶν δὲ καὶ μὴ μαθόντα γελοῖός ἐστιν, οὕτως ὁ μὲν τῶν ἄλλων ἀπολείπων τεχνῶν μάθησιν ἀρετῆς δ’ ἀναιρῶν τοὐναντίον ἔοικε τοῖς Σκύθαις ποιεῖν· ἐκεῖνοι μὲν γάρ, ὥς φησιν Ἡρόδοτος, τοὺς οἰκέτας ἐκτυφλοῦσιν ὅπως παραδῶσιν αὐτοῖς· οὗτος δὲ ταῖς δούλαις καὶ ὑπηρέτισι τέχναις ὥσπερ ὄμμα τὸν λόγον ἐντιθεὶς τῆς ἀρετῆς ἀφαιρεῖ. [An virt. doc. 3b] καίτοι γ’ ὁ στρατηγὸς Ἰφικράτης πρὸς τὸν Χαβρίου Καλλίαν ἐρωτῶντα καὶ λέγοντα τίς εἶ; τοξότης; πελταστής; ἱππεύς; ὁπλίτης;’, οὐδείς ἔφη τούτων ἀλλ’ ὁ τούτοις πᾶσιν ἐπιτάττων. γελοῖος οὖν ὁ λέγων, ὅτι τοξικὴ καὶ ὁπλιτικὴ καὶ τὸ σφενδονᾶν καὶ τὸ ἱππεύειν διδακτόν ἐστι, στρατηγία δὲ καὶ τὸ στρατηγεῖν ὡς ἔτυχε παραγίγνεται καὶ οἷς ἔτυχε μὴ μαθοῦσιν. οὐκοῦν ἔτι γελοιότερος ὁ μόνην τὴν φρόνησιν μὴ διδακτὴν ἀποφαίνων, ἧς ἄνευ τῶν ἄλλων τεχνῶν ὄφελος οὐδὲν οὐδ’ ὄνησίς ἐστιν. εἰ δ’ ἡγεμὼν αὕτη καὶ κόσμος οὖσα πασῶν καὶ τάξις εἰς τὸ χρήσιμον ἕκαστον καθίστησιν, αὐτίκα τίς δείπνου χάρις, ἠσκημένων καὶ μεμαθηκότων παίδων [An virt. doc. 3c] δαιτρεῦσαί τε καὶ ὀπτῆσαι καὶ οἰνοχοῆσαι, εἰ μὴ διάθεσις μηδὲ τάξις εἴη περὶ τοὺς διακονοῦντας; ## Περὶ ἠθικῆς ἀρετῆς [De virt. mor. 1] περὶ τῆς ἠθικῆς λεγομένης; ἀρετῆς καὶ δοκούσης, ᾧ δὴ μάλιστα τῆς θεωρητικῆς διαφέρει, τῷ τὸ μὲν πάθος ὕλην ἔχειν τὸν δὲ λόγον εἶδος, εἰπεῖν πρόκειται τίν’ οὐσίαν ἔχει καὶ πῶς ὑφίστασθαι πέφυκε· καὶ πότερον οἰκείῳ λόγῳ κεκόσμηται τὸ δεδεγμένον μόριον αὐτὴν τῆς ψυχῆς ἢ μετέσχηκεν ἀλλοτρίου· καὶ εἰ μετέσχηκε, πότερον ὡς τὰ μεμιγμένα πρὸς τὸ βέλτιον ἢ μᾶλλον ὡς ἐπιστασίᾳ τινὶ χρώμενον καὶ ἀρχῇ μετέχειν λέγεται τῆς τοῦ ἄρχοντος δυνάμεως. ὅτι μὲν γὰρ δυνατὸν καὶ ἀρετὴν γεγονέναι καὶ μένειν παντάπασιν· ἄυλον καὶ ἄκρατον, οἶμαι δῆλον εἶναι. βέλτιον δὲ βραχέως ἐπιδραμεῖν καὶ τὰ τῶν ἑτέρων, οὐχ ἱστορίας ἕνεκα μᾶλλον ἢ τοῦ σαφέστερα γενέσθαι τὰ οἰκεῖα καὶ βεβαιότερα, προεκτεθέντων ἐκείνων. [De virt. mor. 2] Μενέδημος μὲν ὁ ἐξ Ἐρετρίας ἀνῄρει τῶν ἀρετῶν καὶ τὸ πλῆθος καὶ τὰς διαφοράς, ὡς μιᾶς οὔσης καὶ χρωμένης πολλοῖς ὀνόμασι· τὸ γὰρ αὐτὸ σωφροσύνην καὶ ἀνδρείαν καὶ δικαιοσύνην λέγεσθαι, καθάπερ βροτὸν καὶ ἄνθρωπον. ἀρίστων δ’ ὁ Χῖος τῇ μὲν οὐσίᾳ μίαν καὶ αὐτὸς ἀρετὴν ἐποίει καὶ ὑγίειαν ὠνόμαζε· τῷ δὲ πρὸς τί πως διαφόρους καὶ πλείονας, ὡς εἴ τις ἐθέλοι τὴν ὅρασιν ἡμῶν λευκῶν μὲν ἀντιλαμβανομένην λευκοθέαν καλεῖν, μελάνων δὲ μελανθέαν ἤ τι τοιοῦτον ἕτερον. καὶ γὰρ ἡ ἀρετὴ ποιητέα μὲν ἐπισκοποῦσα καὶ μὴ ποιητέα κέκληται φρόνησις, ἐπιθυμίαν δὲ κοσμοῦσα καὶ τὸ μέτριον καὶ τὸ εὔκαιρον ἐν ἡδοναῖς ὁρίζουσα σωφροσύνη, κοινωνήμασι δὲ καὶ συμβολαίοις ὁμιλοῦσα τοῖς πρὸς ἑτέρους δικαιοσύνη· καθάπερ τὸ μαχαίριον ἓν μὲν ἐστιν ἄλλοτε δ’ ἄλλο διαιρεῖ, καὶ τὸ πῦρ ἐνεργεῖ περὶ ὕλας διαφόρους μιᾷ φύσει χρώμενον. ἔοικε δὲ καὶ Ζήνων εἰς τοῦτό πως ὑποφέρεσθαι ὁ Κιτιεύς, ὁριζόμενος τὴν φρόνησιν ἐν μὲν ἀπονεμητέοις δικαιοσύνην ἐν δ’ αἱρετέοις σωφροσύνην ἐν δ’ ὑπομενετέοις ἀνδρείαν· ἀπολογούμενοι δ’ ἀξιοῦσιν ἐν τούτοις τὴν ἐπιστήμην φρόνησιν ὑπὸ τοῦ Ζήνωνος ὠνομάσθαι. Χρύσιππος δὲ κατὰ τὸ ποιὸν ἀρετὴν ἰδίαν ποιότητι συνίστασθαι νομίζων, ἔλαθεν ἑαυτὸν κατὰ τὸν Πλάτωνα σμῆνος ἀρετῶν οὐ σύνηθες οὐδὲ γνώριμον ἐγείρας ὡς γὰρ παρὰ τὸν ἀνδρεῖον ἀνδρείαν καὶ παρὰ τὸν πρᾶον πραότητα καὶ δικαιοσύνην παρὰ τὸν δίκαιον, οὕτω παρὰ τὸν χαρίεντα χαριεντότητας καὶ παρὰ τὸν ἐσθλὸν ἐσθλότητας καὶ παρὰ τὸν μέγαν μεγαλότητας καὶ παρὰ τὸν καλὸν καλότητας, ἑτέρας τε τοιαύτας ἐπιδεξιότητας εὐαπαντησίας εὐτραπελίας ἀρετὰς τιθέμενος, πολλῶν καὶ ἀτόπων ὀνομάτων οὐδὲν δεομένην ἐμπέπληκε φιλοσοφίαν. [De virt. mor. 3] κοινῶς δ’ ἅπαντες οὗτοι τὴν ἀρετὴν τοῦ ἡγεμονικοῦ τῆς ψυχῆς διάθεσίν τινα καὶ δύναμιν γεγενημένην ὑπὸ λόγου, μᾶλλον δὲ λόγον οὖσαν αὐτὴν ὁμολογούμενον καὶ βέβαιον καὶ ἀμετάπτωτον ὑποτίθενται· καὶ νομίζουσιν οὐκ εἶναι τὸ παθητικὸν καὶ ἄλογον διαφορᾷ τινι καὶ φύσει ψυχῆς τοῦ λογικοῦ διακεκριμένον, ἀλλὰ ταὐτὸ τῆς ψυχῆς μέρος, ὃ δὴ καλοῦσι διάνοιαν καὶ ἡγεμονικόν, δι’ ὅλου τρεπόμενον καὶ μεταβάλλον ἔν τε τοῖς πάθεσι καὶ ταῖς καθ’ ἕξιν ἢ διάθεσιν μεταβολαῖς κακίαν τε γίνεσθαι καὶ ἀρετήν, καὶ μηδὲν ἔχειν ἄλογον ἐν ἑαυτῷ· λέγεσθαι δ’ ἄλογον, ὅταν τῷ πλεονάζοντι τῆς ὁρμῆς ἰσχυρῷ γενομένῳ καὶ κρατήσαντι πρός τι τῶν ἀτόπων παρὰ τὸν αἱροῦντα λόγον ἐκφέρηται· καὶ γὰρ τὸ πάθος εἶναι λόγον πονηρὸν καὶ ἀκόλαστον ἐκ φαύλης καὶ διημαρτημένης κρίσεως σφοδρότητα καὶ ῥώμην προσλαβούσης. [De virt. mor. 3b] ἔοικε δὲ λαθεῖν τούτους ἅπαντας, ᾗ διττὸς ἡμῶν ὡς ἀληθῶς ἕκαστός ἐστι καὶ σύνθετος· τὴν γὰρ ἑτέραν διπλόην οὐ κατεῖδον, ἀλλὰ τὴν ψυχῆς καὶ σώματος μῖξιν ἐμφανεστέραν οὖσαν· ὅτι δ’ αὐτῆς ἔστι τῆς ψυχῆς ἐν ἑαυτῇ σύνθετόν τι καὶ διφυὲς καὶ ἀνόμοιον, ὥσπερ ἑτέρου σώματος τοῦ ἀλόγου πρὸς τὸν λόγον ἀνάγκῃ τινὶ καὶ φύσει συμμιγέντος καὶ συναρμοσθέντος, εἰκὸς μέν ἐστι μηδὲ Πυθαγόραν ἀγνοῆσαι, τεκμαιρομένοις τῇ περὶ μουσικὴν σπουδῇ τοῦ ἀνδρός, ἣν ἐπηγάγετο τῇ ψυχῇ κηλήσεως ἕνεκα καὶ παραμυθίας, ὡς οὐ πᾶν ἐχούσῃ διδασκαλίας καὶ μαθήματος ὑπήκοον οὐδὲ λόγῳ μεταβλητὸν ἐκ κακίας, ἀλλά τινος ἑτέρας πειθοῦς συνεργοῦ καὶ πλάσεως καὶ τιθασεύσεως δεόμενον, εἰ μὴ παντάπασι μέλλοι φιλοσοφίᾳ δυσμεταχείριστον εἶναι καὶ ἀπειθές. [De virt. mor. 3c] ἐμφανῶς μέντοι καὶ βεβαίως καὶ ἀναμφιδόξως Πλάτων συνεῖδεν, ὅτι τούτου γε τοῦ κόσμου τὸ ἔμψυχον οὐχ ἁπλοῦν οὐδ’ ἀσύνθετον οὐδὲ μονοειδές ἐστιν, ἀλλ’ ἐκ τῆς ταὐτοῦ καὶ τῆς τοῦ ἑτέρου μεμιγμένον δυνάμεως πῆ μὲν ἀεὶ κατὰ ταὐτὰ κοσμεῖται καὶ περιπολεῖ μιᾷ τάξει κράτος ἐχούσῃ χρώμενον, πῆ δ’ εἴς τε κινήσεις καὶ κύκλους σχιζόμενον ὑπεναντίους καὶ πλανητοὺς ἀρχὴν διαφορᾶς καὶ μεταβολῆς καὶ ἀνομοιότητος ἐνδίδωσι ταῖς περὶ γῆν φθοραῖς καὶ γενέσεσιν ἥ τ’ ἀνθρώπου ψυχὴ μέρος ἤ τι μίμημα τῆς τοῦ παντὸς οὖσα καὶ συνηρμοσμένη κατὰ λόγους καὶ ἀριθμοὺς ἐοικότας ἐκείνοις οὐχ ἁπλῆ τίς ἐστιν οὐδ’ ὁμοιοπαθής, ἀλλ’ ἕτερον μὲν ἔχει τὸ νοερὸν καὶ λογιστικόν, ᾧ κρατεῖν τοῦ ἀνθρώπου κατὰ φύσιν καὶ ἄρχειν προσῆκόν ἐστιν· ἕτερον δὲ τὸ παθητικὸν καὶ ἄλογον καὶ πολυπλανὲς καὶ ἄτακτον ἐξ ἑαυτοῦ δεόμενον. οὗ πάλιν διχῆ μεριζομένου, τὸ μὲν ἀεὶ σώματι βουλόμενον συνεῖναι καὶ σῶμα θεραπεύειν πεφυκὸς ἐπιθυμητικὸν κέκληται, τὸ δ’ ἔστι μὲν τούτῳ προστιθέμενον, ἔστι δ’ ᾗ τῷ λογισμῷ παρέχον ἰσχὺν ἐπὶ τοῦτο καὶ δύναμιν, θυμοειδές. ἀποδείκνυσι δὲ τὴν διαφορὰν μάλιστα τῇ τοῦ λογιζομένου καὶ φρονοῦντος ἀντιβάσει πρὸς τὸ ἐπιθυμοῦν καὶ θυμούμενον, ὡς τὸ ἕτερον εἶναι πολλάκις ἀπειθοῦν τε καὶ δυσμαχοῦν πρὸς τὸ βέλτιστον. [De virt. mor. 3d] ταύταις ἐχρήσατο ταῖς ἀρχαῖς ἐπὶ πλέον Ἀριστοτέλης, ὡς δῆλόν ἐστιν ἐξ ὧν ἔγραψεν ὕστερον δὲ τὸ μὲν θυμοειδὲς τῷ ἐπιθυμητικῷ προσένειμεν, ὡς ἐπιθυμίαν τινὰ τὸν θυμὸν ὄντα καὶ ὄρεξιν ἀντιλυπήσεως. τῷ μέντοι παθητικῷ καὶ ἀλόγῳ μέχρι παντὸς ὡς διαφέροντι τοῦ λογιστικοῦ χρώμενος διετέλεσεν, οὐχ ὅτι παντελῶς ἄλογόν ἐστιν ὥσπερ τὸ αἰσθητικὸν ἢ τὸ θρεπτικὸν καὶ φυτικὸν τῆς ψυχῆς μέρος· ἀλλὰ ταῦτα μὲν ὅλως ἀνήκοα λόγου καὶ κωφὰ τρόπον τινὰ τῆς σαρκὸς ἐκβεβλάστηκε καὶ περὶ τὸ σῶμα παντελῶς καταπέφυκε· τὸ δὲ παθητικὸν οἰκείου λόγου στέρεται καὶ ἄμοιρόν ἐστιν, ἄλλως δὲ τοῦ λογιζομένου καὶ φρονοῦντος εἰσακούειν καὶ τρέπεσθαι πρὸς ἐκεῖνο καὶ ὑπείκειν καὶ κατασχηματίζεσθαι πέφυκεν, ἐὰν μὴ τέλεον ᾗ διεφθαρμένον ὑφ’ ἡδονῆς ἀμαθοῦς καὶ ἀκολάστου διαίτης. [De virt. mor. 4] οἱ δὲ θαυμάζοντες ὅπως ἄλογον μέν ἐστι λόγῳ δ’ ὑπήκοον, οὔ μοι δοκοῦσι τοῦ λόγου περινοεῖν τὴν δύναμιν [De virt. mor. 4b] ὅση πέφυκε κἀφ’ ὅσον διέρχεται [De virt. mor. 4c] τῷ κρατεῖν καὶ ἄγειν οὐ σκληραῖς οὐδ’ ἀντιτύποις ἀγωγαῖς ἀλλὰ τυπικαῖς καὶ τὸ ἐνδόσιμον καὶ πειθήνιον ἁπάσης ἀνάγκης καὶ βίας ἐχούσαις ἀνυσιμώτερον. ἐπεὶ καὶ πνεῦμα δήπου καὶ νεῦρα καὶ ὀστᾶ καὶ τὰ λοιπὰ μέρη τοῦ σώματος ἄλογ’ ἐστίν, ἀλλ’ ὅταν ὁρμὴ γένηται, σείσαντος ὥσπερ ἡνίας τοῦ λογισμοῦ, πάντα τέταται καὶ συνῆκται καὶ ὑπακούει· καὶ πόδες τε θεῖν διανοηθέντος εὔτονοι καὶ χεῖρες εἰς ἔργον καθίστανται βαλεῖν ἢ λαβεῖν ὁρμήσαντος ἄριστα δ’ ὁ ποιητὴς τὸ συμπαθοῦν καὶ συγκατασχηματιζόμενον τῷ λόγῳ τοῦ ἀλόγου παρίστησι διὰ τούτων [De virt. mor. 4d] ὣς τῆς τήκετο καλὰ παρήια δάκρυ χεούσης, κλαιούσης ἑὸν ἄνδρα παρήμενον· αὐτὰρ Ὀδυσσεὺς θυμῷ μὲν γοόωσαν ἑὴν ἐλέαιρε γυναῖκα, ὀφθαλμοὶ δ’ ὡς εἰ κέρα ἕστασαν ἠὲ σίδηρος ἀτρέμας ἐν βλεφάροισι, δόλῳ δ’ ὅ γε δάκρυα ἔκευθεν. [De virt. mor. 4e] οὕτως κατήκοον εἶχε τῆς κρίσεως καὶ τὸ πνεῦμα καὶ τὸ αἷμα καὶ τὸ δάκρυον. [De virt. mor. 4f] δηλοῦσι δὲ καὶ παρὰ καλαῖς καὶ καλοῖς, ὧν οὐκ ἐᾷ λόγος οὐδὲ νόμος θιγεῖν, αἰδοίων φυγαὶ καὶ ἀναχωρήσεις ἡσυχίαν ἀγόντων καὶ ἀτρεμούντων. ὃ μάλιστα συμβαίνει τοῖς ἐρῶσιν, εἶτ’ ἀκούσασιν ὡς ἀδελφῆς ἐρῶντες ἢ θυγατρὸς ἠγνοήκασιν ἅμα γὰρ ἔπτηξε τὸ ἐπιθυμοῦν ἁψαμένου τοῦ λόγου καὶ τὸ σῶμα τὰ μέρη συνευσχημονοῦντα τῇ κρίσει παρέσχε. σιτίοις γε μὴν πολλάκις καὶ ὄψοις μάλ’ ἡδέως προσενεχθέντες ἂν αἴσθωνται καὶ μάθωσιν αὑτοὺς τῶν μὴ καθαρῶν τι μηδὲ νομίμων ἐδηδοκότας, οὐ τῇ κρίσει μόνον ἐπιτίθεται τὸ λυποῦν καὶ δάκνον, ἀλλὰ καὶ τὸ σῶμα τῇ δόξῃ συνδιατρεπόμενον καὶ ἀναπιμπλάμενον ἔμετοι καὶ ἀνατροπαὶ ναυτιώδεις ἴσχουσι. [De virt. mor. 4g] δέδοικα δὲ μὴ δόξαιμι παντάπασιν ἐπαγωγὰ καὶ νεαρὰ τῷ λόγῳ περαίνειν, ψαλτήρια διεξιὼν καὶ λύρας καὶ πηκτίδας καὶ αὐλοὺς, καὶ ὅσα μουσικῆς προσῳδὰ καὶ προσήγορα μηχανησαμένης ἀνθρωπίνοις πάθεσιν ἄψυχα συνήδεται καὶ συνεπιθρηνεῖ καὶ συνᾴδει καὶ συνακολασταίνει, τὰς κρίσεις ἀναφέροντα καὶ τὰ πάθη καὶ τὰ ἔθη τῶν χρωμένων. [De virt. mor. 4h] καίτοι καὶ Ζήνωνά φασιν εἰς θέατρον ἀνιόντα κιθαρῳδοῦντος Ἀμοιβέως πρὸς τοὺς μαθητὰς ἴωμεν εἰπεῖν ὅπως καταμάθωμεν οἵαν ἔντερα καὶ νεῦρα καὶ ξύλα καὶ ὀστᾶ λόγου καὶ ἀριθμοῦ μετασχόντα καὶ τάξεως ἐμμέλειαν καὶ φωνὴν ἀφίησιν ἀλλὰ ταῦτ’ ἐάσας, ἡδέως ἂν αὐτῶν πυθοίμην, εἰ κύνας καὶ ἵππους καὶ ὄρνιθας οἰκουροὺς ὁρῶντες ἔθει καὶ τροφῇ καὶ διδασκαλίᾳ φωνὰς τε συνετὰς καὶ πρὸς λόγον ὑπηκόους κινήσεις καὶ σχέσεις ἀποδιδόντας καὶ πράξεις τὸ μέτριον καὶ τὸ χρήσιμον ἡμῖν ἐχούσας, Ὁμήρου τ’ ἀκούοντες τὸν Ἀχιλλέα λέγοντος ὀτρύνειν ἵππους τε καὶ ἀνέρας ἐπὶ τὴν μάχην, ἔτι θαυμάζουσι καὶ διαποροῦσιν εἰ τὸ θυμούμενον ἐν ἡμῖν καὶ ἐπιθυμοῦν καὶ λυπούμενον καὶ ἡδόμενον ὑπακούειν τε τῷ φρονοῦντι καὶ πάσχειν ὑπ’ αὐτοῦ καὶ συνδιατίθεσθαι πέφυκεν, οὐκ ἀποικοῦν οὐδ’, ἀπεσχοινισμένον οὐδὲ πλασσόμενον ἔξωθεν οὐδὲ τυπούμενον ἀνάγκαις τισὶν ἢ πληγαῖς, ἀλλὰ φύσει μὲν ἐξηρτημένον ἀεὶ δ’ ὁμιλοῦν καὶ συντρεφόμενον καὶ ἀναπιμπλάμενον ὑπὸ συνηθείας διὸ καὶ καλῶς ὠνόμασται τὸ ἦθος· [De virt. mor. 4i] ἔστι μὲν γάρ, ὡς τύπῳ εἰπεῖν; ποιότης τοῦ ἀλόγου τὸ ἦθος· ὠνόμασται δ’ ὅτι τὴν ποιότητα ταύτην καὶ τὴν διαφορὰν ἔθει λαμβάνει τὸ ἄλογον ὑπὸ τοῦ λόγου πλαττόμενον, οὐ βουλομένου τὸ πάθος ἐξαιρεῖν παντάπασιν (οὔτε γὰρ δυνατὸν οὔτ’ ἄμεινον), ἀλλ’ ὅρον τινὰ καὶ τάξιν ἐπιτιθέντος αὐτῷ καὶ τὰς ἠθικὰς, ἀρετάς, οὐκ ἀπαθείας οὔσας ἀλλὰ συμμετρίας παθῶν καὶ μεσότητας, ἐμποιοῦντος· ἐμποιεῖ δὲ τῇ φρονήσει τὴν τοῦ παθητικοῦ δύναμιν εἰς ἕξιν ἀστείαν καθιστάς. τρία γὰρ δὴ ταῦτά φασι περὶ τὴν ψυχὴν ὑπάρχειν, δύναμιν πάθος ἕξιν. ἡ μὲν οὖν δύναμις ἀρχὴ καὶ ὕλη τοῦ πάθους, οἷον ὀργιλότης αἰσχυντηλία θαρραλεότης· τὸ δὲ πάθος κίνησίς τις ἤδη τῆς δυνάμεως, οἷον ὀργὴ αἰδὼς θάρσος ἡ δ’ ἕξις ἰσχὺς καὶ κατασκευὴ τῆς περὶ τὸ ἄλογον δυνάμεως ἐξ ἔθους ἐγγιγνομένη, κακία μὲν ἂν φαύλως δ’ ἂν καλῶς ὑπὸ τοῦ λόγου παιδαγωγηθῇ τὸ πάθος. [De virt. mor. 5] ἐπεὶ δ’ οὐ πᾶσαν ἀρετὴν μεσότητα ποιοῦσιν οὐδ’ ἠθικὴν καλοῦσι, λεκτέον ἂν εἴη περὶ τῆς διαφορᾶς ἀρξαμένοις ἄνωθεν. ἔστι τοίνυν τῶν πραγμάτων τὰ μὲν ἁπλῶς ἔχοντα τὰ δὲ πῶς ἔχοντα πρὸς ἡμᾶς· ἁπλῶς μὲν οὖν ἔχοντα, γῆ οὐρανὸς ἄστρα θάλασσα· πῶς δ’ ἔχοντα πρὸς ἡμᾶς, ἀγαθὸν κακόν, αἱρετὸν φευκτόν, ἡδὺ ἀλγεινόν· ἀμφοῖν δὲ τοῦ λόγου θεωρητικοῦ ὄντος, τὸ μὲν περὶ τὰ ἁπλῶς ἔχοντα μόνον ἐπιστημονικὸν καὶ θεωρητικόν ἐστι· τὸ δ’ ἐν τοῖς πῶς ἔχουσι πρὸς ἡμᾶς βουλευτικὸν καὶ πρακτικόν· ἀρετὴ δὲ τούτου μὲν ἡ φρόνησις ἐκείνου δ’ ἡ σοφία. διαφέρει δὲ σοφίας φρόνησις, ᾗ τοῦ θεωρητικοῦ πρὸς τὸ πρακτικὸν καὶ παθητικὸν ὑποστροφῆς καὶ σχέσεώς τινος γενομένης ὑφίσταται κατὰ [De virt. mor. 5b] λόγον ἡ φρόνησις. διὸ φρόνησις μὲν τύχης δεῖται, σοφία δ’ οὐ δεῖται πρὸς τὸ οἰκεῖον τέλος οὐδὲ βουλῆς· ἔστι γὰρ περὶ τὰ ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχοντα. καὶ καθάπερ ὁ γεωμέτρης οὐ βουλεύεται περὶ τοῦ τριγώνου, εἰ δυεῖν ὀρθαῖς ἴσας ἔχει τὰς ἐντὸς γωνίας ἀλλ’ οἶδεν (αἱ γὰρ βουλαὶ περὶ τῶν ἄλλοτ’ ἄλλως ἐχόντων οὐ περὶ τῶν βεβαίων καὶ ἀμεταπτώτων) οὕτως ὁ θεωρητικὸς νοῦς περὶ τὰ πρῶτα καὶ μόνιμα καὶ μίαν ἀεὶ φύσιν ἔχοντα μὴ δεχομένην μεταβολὰς ἐνεργῶν ἀπήλλακται τοῦ βουλεύεσθαι· τὴν δὲ φρόνησιν εἰς πράγματα πλάνης μεστὰ καὶ ταραχῆς καθιεῖσαν ἐπιμίγνυσθαι τοῖς τυχηροῖς πολλάκις ἀναγκαῖόν ἐστι καὶ τῷ βουλευτικῷ χρῆσθαι περὶ τῶν ἀδηλοτέρων, τῷ δὲ πρακτικῷ τὸ βουλευτικὸν ἐκδεχομένην ἐνεργεῖν ἤδη καὶ τοῦ ἀλόγου συμπαρόντος καὶ συνεφελκομένου ταῖς κρίσεσιν. [De virt. mor. 5c] ὁρμῆς γὰρ δέονται· τὴν δ’ ὁρμὴν τῷ πάθει ποιεῖ τὸ ἦθος, λόγου δεομένην ὁρίζοντος, ὅπως μετρία παρῇ καὶ μήθ’ ὑπερβάλλῃ μήτ’ ἐγκαταλείπῃ τὸν καιρόν. τὸ γὰρ δὴ παθητικὸν καὶ ἄλογον κινήσεσι χρῆται ταῖς μὲν ἄγαν σφοδραῖς καὶ ὀξείαις ταῖς δὲ μαλακωτέραις ἢ προσήκει καὶ ἀργοτέραις. ὅθεν ἕκαστον ὧν πράττομεν ἀεὶ μοναχῶς μὲν κατορθοῦται πλεοναχῶς δ’ ἁμαρτάνεται· τὸ γὰρ βαλεῖν τὸν σκοπὸν ἕν ἐστι καὶ ἁπλοῦν, ἀστοχοῦσι δ’ ἄλλοτ’ ἄλλως, ὑπερβάλλοντες τὸ μέτριον ἢ προαπολείποντες. τοῦτ’ οὖν τοῦ πρακτικοῦ λόγου κατὰ φύσιν ἔργον ἐστί, τὸ ἐξαιρεῖν τὰς ἀμετρίας τῶν παθῶν καὶ πλημμελείας. ὅπου μὲν γὰρ ὑπ’ ἀρρωστίας καὶ μαλακίας ἢ δέους καὶ ὄκνου προενδίδωσιν ἡ ὁρμὴ καὶ προαπολείπει τὸ καλόν, ἐνταῦθα πάρεστιν ἐξεγείρων καὶ ἀναρριπίζων, ὅπου δὲ πάλιν ἐκφέρεται ῥυεῖσα πολλὴ καὶ ἄτακτος, ἐκεῖ τὸ σφοδρὸν ἀφαιρεῖ καὶ ἵστησιν. [De virt. mor. 5d] οὕτως δ’ ὁρίζων τὴν παθητικὴν κίνησιν ἐμποιεῖ τὰς ἠθικὰς ἀρετὰς περὶ τὸ ἄλογον, ἐλλείψεως καὶ ὑπερβολῆς μεσότητας οὔσας. οὐ γὰρ ἅπασαν ἀρετὴν μεσότητι γίνεσθαι ῥητέον· ἀλλ’ ἡ μὲν ἀπροσδεὴς τοῦ ἀλόγου καὶ περὶ τὸν εἰλικρινῆ καὶ ἀπαθῆ νοῦν συνισταμένη σοφία καὶ φρόνησις αὐτοτελής τίς ἐστιν ἀκρότης τοῦ λόγου καὶ δύναμις, ᾗ τὸ θειότατον ἐγγίνεται τῆς ἐπιστήμης καὶ μακαριώτατον, ἡ δ’ ἀναγκαία διὰ τὸ σῶμα καὶ δεομένη νὴ Δία τῆς παθητικῆς ὥσπερ ὀργανικῆς ὑπηρεσίας ἐπὶ τὸ πρακτικόν, οὐκ οὖσα φθορὰ τοῦ ἀλόγου τῆς ψυχῆς οὐδ’ ἀναίρεσις ἀλλὰ τάξις καὶ διακόσμησις, ἀκρότης μέν ἐστι τῇ δυνάμει καὶ τῇ ποιότητι, τῷ ποσῷ δὲ μεσότης γίνεται τὸ ὑπερβάλλον ἐξαιροῦσα καὶ τὸ ἐλλεῖπον. [De virt. mor. 6] ἐπεὶ δὲ πολλαχῶς τὸ μέσον (καὶ γὰρ τὸ κεκραμένον τῶν ἀκράτων μέσον, ὡς λευκοῦ καὶ μέλανος τὸ φαιόν· καὶ τὸ περιέχον καὶ περιεχόμενον τοῦ περιεχομένου καὶ περιέχοντος, ὡς τῶν δώδεκα καὶ τεττάρων τὰ ὀκτώ· καὶ τὸ μηδετέρου τῶν ἄκρων μετέχον, ὡς ἀγαθοῦ καὶ κακοῦ τὸ ἀδιάφορον), τούτων μὲν οὐδενὶ τῶν τρόπων ἡ ἀρετὴ προσρητέα μεσότης. οὔτε γὰρ μῖγμα τῶν κακιῶν ἐστιν οὔτ’ ἐμπεριέχουσα τοὔλαττον ἐμπεριέχεται τῷ πλεονάζοντι τοῦ προσήκοντος· οὔτ’ ἀπήλλακται παντάπασι τῶν παθητικῶν ὁρμῶν, ἐν αἷς τὸ μᾶλλον καὶ τὸ ἧττον ἐστι. γίγνεται δὲ μεσότης καὶ λέγεται μάλιστα τῇ περὶ φθόγγους καὶ ἁρμονίας ὁμοίως· ἐκείνη τε γὰρ ἐμμελὴς οὖσα φωνὴ καθάπερ ἡ νήτη καὶ ὑπάτη, τῆς μὲν τὴν ὀξύτητα τῆς δὲ τὴν βαρύτητα τὴν ἄγαν διαπέφευγεν· αὕτη τε κίνησις οὖσα καὶ δύναμις περὶ τὸ ἄλογον, τὰς ἐκλύσεις καὶ τὰς ἐπιτάσεις καὶ ὅλως τὸ μᾶλλον καὶ τὸ ἧττον ἐξαιρεῖ τῆς ὁρμῆς, εἰς τὸ μέτριον καὶ ἀναμάρτητον καθιστᾶσα τῶν παθῶν ἕκαστον. αὐτίκα τὴν μὲν ἀνδρείαν μεσότητά φασιν εἶναι δειλίας καὶ θρασύτητος, ὧν ἡ μὲν ἔλλειψις ἡ δ’ ὑπερβολὴ τοῦ θυμοειδοῦς ἐστι· τὴν δ’ ἐλευθεριότητα μικρολογίας καὶ ἀσωτίας, πραότητα δ’ ἀναλγησίας καὶ ὠμότητος· αὐτήν τε σωφροσύνην καὶ δικαιοσύνην, τὴν μὲν περὶ τὰ συμβόλαια μήτε πλέον νέμουσαν αὑτῇ τοῦ προσήκοντος μήτ’ ἔλαττον, τὴν δ’ εἰς τὸ μέσον ἀπαθείας καὶ ἀναισθησίας καὶ ἀκολασίας ἀεὶ τὰς ἐπιθυμίας καθιστᾶσαν. [De virt. mor. 6b] ἐν ᾧ δὴ καὶ μάλιστα δοκεῖ τὸ ἄλογον τῆς πρὸς τὸ λογικὸν διαφορᾶς αὑτοῦ παρέχειν κατανόησιν, καὶ δεικνύειν τὸ πάθος ὡς ἕτερόν τι κομιδῇ τοῦ λόγου ἐστίν. οὐ γὰρ ἂν διέφερε σωφροσύνης ἐγκράτεια, καὶ ἀκολασίας ἀκρασία περὶ τὰς ἡδονὰς καὶ τὰς ἐπιθυμίας, εἰ ταὐτὸν ἦν τῆς ψυχῆς ᾧ ἐπιθυμεῖν ᾧ τε κρίνειν πέφυκε. νῦν δὲ σωφροσύνη μέν ἐστιν, οὗ τὸ παθητικὸν ὥσπερ εὐήνιον θρέμμα καὶ πρᾶον ὁ λογισμὸς ἡνιοχεῖ καὶ μεταχειρίζεται, περὶ τὰς ἐπιθυμίας χρώμενος ὑπείκοντι καὶ δεχομένῳ τὸ μέτριον καὶ τὸ εὔσχημον ἑκουσίως· ὁ δ’ ἐγκρατὴς ἄγει μὲν ἐρρωμένῳ τῷ λογισμῷ καὶ κρατοῦντι τὴν ἐπιθυμίαν, ἄγει δ’ οὐκ ἀλύπως οὐδὲ πειθομένην ἀλλὰ πλαγίαν καὶ ἀντιτείνουσαν, οἷον ὑπὸ πληγῆς καὶ χαλινοῦ καταβιαζόμενος καὶ ἀνακρούων, ἀγῶνος ὢν ἐν ἑαυτῷ καὶ θορύβου μεστός· οἷον ὁ Πλάτων ἐξεικονίζει περὶ τὰ τῆς ψυχῆς; ὑποζύγια, τοῦ χείρονος πρὸς τὸ βέλτιον ζυγομαχοῦντος ἅμα καὶ τὸν ἡνίοχον διαταράττοντος, ἀντέχειν ὀπίσω καὶ κατατείνειν ὑπὸ σπουδῆς ἀναγκαζόμενον ἀεὶ [De virt. mor. 6c] μὴ βάλῃ φοίνικας ἐκ χειρῶν ἱμάντας [De virt. mor. 6d] κατὰ Σιμωνίδην. ὅθεν οὐδ’ ἀρετὴν αὐτοτελῆ ἀξιοῦσι τὴν ἐγκράτειαν ἀλλ’ ἔλαττον ἀρετῆς εἶναι· μεσότης γὰρ οὐ γέγονεν ἐκ συμφωνίας τοῦ χείρονος πρὸς τὸ βέλτιον οὐδ’ ἀνῄρηται τοῦ πάθους τὸ ὑπερβάλλον, οὐδὲ πειθόμενον οὐδ’ ὁμολογοῦν τῷ φρονοῦντι τῆς ψυχῆς τὸ ἐπιθυμοῦν ἀλλὰ λυποῦν καὶ λυπούμενον καὶ καθειργόμενον ὑπ’ ἀνάγκης ὥσπερ ἐν στάσει δυσμενὲς καὶ πολέμιον συνοικεῖ· [De virt. mor. 6e] πόλις δ’ ὁμοῦ μὲν θυμιαμάτων γέμει, ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων [De virt. mor. 6f] ἡ τοῦ ἐγκρατοῦς ψυχὴ διὰ τὴν ἀνωμαλίαν καὶ τὴν διαφοράν. κατὰ ταὐτὰ δ’ οἴονται καὶ τὴν ἀκρασίαν ἔλαττόν τι κακίας εἶναι παντελῆ δὲ κακίαν τὴν ἀκολασίαν. αὕτη μὲν γὰρ ἔχουσα καὶ πάθος φαῦλον καὶ λόγον, ὑφ’ οὗ μὲν ἐξάγεται τῷ ἐπιθυμεῖν πρὸς τὸ αἰσχρόν, ὑφ’ οὗ δὲ τῷ κακῶς κρίνειν προστιθεμένου ταῖς ἐπιθυμίαις καὶ τὴν αἴσθησιν ἀποβάλλει τῶν ἁμαρτανομένων. ἡ δ’ ἀκρασία τῷ μὲν λόγῳ σῴζει τὴν κρίσιν ὀρθὴν οὖσαν, τῷ δὲ πάθει φέρεται παρὰ τὴν κρίσιν ἰσχύοντι τοῦ λόγου μᾶλλον. ὅθεν διαφέρει τῆς ἀκολασίας· ὅπου μὲν γὰρ ἡττᾶται τοῦ πάθους ὁ λογισμὸς ὅπου δ’ οὐδὲ μάχεται, καὶ ὅπου μὲν ἀντιλέγων ἕπεται ταῖς ἐπιθυμίαις ὅπου δ’ ὑφηγεῖται συναγορεύων, καὶ ὅπου μὲν ἡδομένῳ κοινωνεῖν ὑπάρχει τῶν ἁμαρτανομένων ὅπου δ’ ἀχθομένῳ, καὶ ὅπου μὲν ἑκὼν φέρεται πρὸς τὸ αἰσχρὸν ὅπου δὲ προδίδωσιν ἄκων τὸ καλόν· [De virt. mor. 6g] ὡς τοῖς πραττομένοις ὑπ’ αὐτῶν, οὐχ ἧττον δὲ καὶ τοῖς λεγομένοις ἔνεστιν ἡ διαφορὰ κατάδηλος· ἀκολάστων μὲν γὰρ αἵδε φωναὶ [De virt. mor. 6h] ’τίς δὲ χάρις, τί δὲ τερπνὸν ἄτερ χρυσῆς Ἀφροδίτης; τεθναίην, ὅτε μοι μηκέτι ταῦτα μέλοι. [De virt. mor. 6i] καὶ ἕτερος ’τὸ φαγεῖν τὸ πιεῖν τὸ τῆς Ἀφροδίτης τυγχάνειν, τὰ δ’ ἄλλα προσθήκας ἅπαντ’ ἐγὼ καλῶ [De virt. mor. 6j] φησίν, ὥσπερ ἐξ ὅλης τῆς ψυχῆς συνεπινεύων ταῖς ἡδοναῖς καὶ ὑπερειπόμενος. οὐχ ἧττον δὲ τούτων ὁ εἰπών [De virt. mor. 6k] ἔα μ’ ἀπολέσθαι· τοῦτο γάρ μοι συμφέρει [De virt. mor. 6l] τὴν κρίσιν ἔχει τῷ πάθει συννοσοῦσαν. αἱ δὲ τῆς ἀκρασίας ἕτεραι καὶ διαφέρουσαι γνώμην ἔχοντα μ’ ἡ φύσις βιάζεται· καί αἰαῖ, τόδ’ ἤδη θεῖον ἀνθρώποις κακόν, ὅταν τις εἰδῇ τἀγαθὸν χρῆται δὲ μή· καὶ εἴκει γὰρ ἤδη θυμὸς οὐδ’ ἔτ’ ἀντέχει, θινῶδες ὡς ἄγκιστρον ἀγκύρας σάλῳ [De virt. mor. 6m] θινῶδες ἄγκιστρον οὐ φαύλως λέγων τὸ μὴ κάτοχον τοῦ λογισμοῦ μηδ’ ἀραρός, ἀλλὰ μανότητι τῆς ψυχῆς καὶ μαλακίᾳ προϊέμενον τὴν κρίσιν. οὐ πόρρω δὲ τῆς εἰκόνος ταύτης κἀκεῖνα εἴρηται [De virt. mor. 6n] ναῦς ὥς τις ἐκ μὲν γῆς ἀνήρτημαι βρόχοις, πνεῖ δ’ οὖρος, ἡμῖν δ’ οὐ κρατεῖ τὰ πείσματα [De virt. mor. 6o] πείσματα γὰρ λέγει τὰς ἀντεχούσας κρίσεις πρὸς τὸ αἰσχρόν, εἶθ’ ὥσπερ ὑπὸ πνεύματος πολλοῦ ῥηγνυμένας τοῦ πάθους. τῷ γὰρ ὄντι πλησίστιος μὲν ἐπὶ τὰς ἡδονὰς ὁ ἀκόλαστος ὑπὸ τῶν ἐπιθυμιῶν φέρεται καὶ δίδωσιν ἑαυτὸν καὶ συγκατευθύνει· πλάγιος δ’ ὁ ἀκρατής, οἷον ἐξαναφέρειν γλιχόμενος καὶ διωθεῖσθαι τὸ πάθος, ὑποσύρεται καὶ περιπίπτει περὶ τὸ αἰσχρὸν ὡς Ἀνάξαρχον ἐσίλλαινε Τίμων [De virt. mor. 6p] ἐν δὲ τὸ θαρσαλέον τε καὶ ἐμμανὲς ὅππη ὀρούσαι φαίνετ’ Ἀναξάρχου κύνεον μένος ὃς ῥα καὶ εἰδώς, ὡς φάσαν, ἄθλιος ἔσκε, φύσις δέ μιν ἔμπαλιν ἦγεν ἡδονοπλήξ, ἣν πλεῖστοι ὑποτρείουσι σοφιστῶν. [De virt. mor. 6q] οὔτε γὰρ ὁ σοφὸς ἐγκρατὴς ἀλλὰ σώφρων, οὔθ’ ὁ ἀμαθὴς ἀκρατὴς ἀλλ’ ἀκόλαστος ὁ μὲν γὰρ ἥδεται τοῖς καλοῖς ὁ δ’ οὐκ ἄχθεται τοῖς αἰσχροῖς. σοφιστικῆς οὖν ψυχῆς ἡ ἀκρασία, λόγον ἐχούσης οἷς ἔγνωκεν ὀρθῶς ἐμμένειν μὴ δυνάμενον. [De virt. mor. 7] ἡ μὲν οὖν ἀκρασία τοιαύτας ἔχει διαφορὰς πρὸς τὴν ἀκολασίαν, ἡ δ’ ἐγκράτεια πρὸς τὴν σωφροσύνην αὖθις αὖ τὰς ἀντιστρόφους; ἀναλόγως. τὸ γὰρ δάκνον καὶ τὸ λυποῦν καὶ τὸ ἀγανακτοῦν οὔπω τὴν ἐγκράτειαν ἀπολέλοιπε· τῆς δὲ σώφρονος ψυχῆς τὸ πανταχόθεν ὁμαλὲς καὶ ἄσφυκτον καὶ ὑγιαῖνον ᾧ συνήρμοσται καὶ συγκέκραται τὸ ἄλογον πρὸς τὸν λογισμὸν εὐπειθείᾳ καὶ πραότητι θαυμαστῇ κεκοσμημένον, εἴποις ἂν ἐπιβλέψας [De virt. mor. 7b] δὴ τότ’ ἔπειτ’ ἄνεμος μὲν ἐπαύσατο, ἡ δὲ γαλήνη ἔπλετο νηνεμίη, κοίμισσε δὲ κύματα δαίμων· [De virt. mor. 7c] τὰ σφοδρὰ καὶ περιμανῆ καὶ οἰστρώδη κινήματα τῶν ἐπιθυμιῶν τοῦ λόγου κατασβέσαντος, ὧν δ’ ἡ φύσις ἀναγκαίως δεῖται, ταῦθ’ ὁμοιοπαθῆ καὶ ὑπήκοα καὶ φίλα καὶ συνεργὰ πεποιημένου ταῖς πρακτικαῖς προαιρέσεσιν ὥστε μὴ προεκθεῖν τοῦ λογισμοῦ μηδ’ ὑπενδιδόναι μηδ’ ἀτακτεῖν μηδ’ ἀπειθεῖν, ἀλλὰ πᾶσαν ὁρμὴν εὐάγωγον οὖσαν [De virt. mor. 7d] ἄθηλον ἵππῳ πῶλον ὣς ἅμα τρέχειν [De virt. mor. 7e] ἐπιβεβαιοῦσαν τὸν Ξενοκράτους λόγον, ὃν ἐκεῖνος εἶπε περὶ τῶν ἀληθῶς φιλοσοφούντων, ὅτι μόνοι ποιοῦσιν ἑκουσίως ἃ ποιοῦσιν ἄκοντες οἱ λοιποὶ διὰ τὸν νόμον, ὥσπερ ὑπὸ πληγῆς κύνες ἢ γαλαῖ ψόφῳ τῶν ἡδονῶν ἀποτρεπόμενοι καὶ πρὸς τὸ δεινὸν ἀποβλέποντες. [De virt. mor. 7f] ὅτι μὲν οὖν γίγνεταί τις ἐν τῇ ψυχῇ τοιαύτης ἑτερότητος αἴσθησις καὶ διαφορᾶς περὶ τὰς ἐπιθυμίας, ὥς τινος μαχομένου καὶ τἀναντία λέγοντος αὐταῖς, οὐκ ἄδηλόν ἐστιν. ἔνιοι δέ φασιν οὐχ ἕτερον εἶναι τοῦ λόγου τὸ πάθος οὐδὲ δυεῖν διαφορὰν καὶ στάσιν, ἀλλ’ ἑνὸς λόγου τροπὴν ἐπ’ ἀμφότερα, λανθάνουσαν ἡμᾶς ὀξύτητι καὶ τάχει μεταβολῆς, οὐ συνορῶντας ὅτι ταὐτόν ἐστι τῆς ψυχῆς ᾧ πέφυκεν ἐπιθυμεῖν καὶ μετανοεῖν, ὀργίζεσθαι καὶ δεδιέναι, φέρεσθαι πρὸς τὸ αἰσχρὸν ὑφ’ ἡδονῆς καὶ φερομένης πάλιν αὑτῆς ἐπιλαμβάνεσθαι· καὶ γὰρ ἐπιθυμίαν καὶ ὀργὴν καὶ φόβον καὶ τὰ τοιαῦτα πάντα δόξας εἶναι καὶ κρίσεις πονηράς, οὐ περὶ ἓν τι γιγνομένας τῆς ψυχῆς μέρος, ἀλλ’ ὅλου τοῦ ἡγεμονικοῦ ῥοπὰς καὶ εἴξεις καὶ συγκαταθέσεις καὶ ὁρμάς, καὶ ὅλως ἐνεργείας τινὰς οὔσας ἐν ὀλίγῳ μεταπτωτάς, ὥσπερ αἱ τῶν παίδων ἐπιδρομαὶ τὸ ῥαγδαῖον καὶ τὸ σφοδρὸν ἐπισφαλὲς ὑπ’ ἀσθενείας καὶ ἀβέβαιον ἔχουσι. [De virt. mor. 7g] ταῦτα δὲ πρῶτον μὲν παρὰ τὴν ἐνάργειάν ἐστι καὶ τὴν αἴσθησιν· οὐδεὶς γὰρ ἐν ἑαυτῷ τοῦ ἐπιθυμοῦντος αἰσθάνεται μεταβολὴν εἰς τὸ κρῖνον οὐδὲ τοῦ κρίνοντος αὖ πάλιν εἰς τὸ ἐπιθυμοῦν, οὐδὲ παύεται μὲν ἐρῶν ὅτε λογίζεται καθεκτέον εἶναι τὸν ἔρωτα καὶ διαμαχετέον πρὸς αὐτόν, ἐξίσταται δὲ πάλιν τοῦ λογίζεσθαι καὶ κρίνειν, ὅταν ἐνδιδῷ μαλασσόμενος ὑπὸ τῆς ἐπιθυμίας. ἀλλὰ καὶ τῷ λόγῳ πρὸς τὸ πάθος ἀντιβαίνων ἐν τῷ πάθει ἐστὶν ἔτι, καὶ πάλιν κρατούμενος ὑπὸ τοῦ πάθους διορᾷ τῷ λογισμῷ τὸ ἁμαρτανόμενον· καὶ οὔτε τῷ πάθει τὸν λόγον ἀνῄρηκεν οὔτε τῷ λογίζεσθαι τοῦ πάθους ἀπήλλακται, φερόμενος δ’ ἑκατέρωσε μέσος ἀμφοῖν καὶ κοινός ἐστιν. οἱ δὲ νῦν μὲν ἐπιθυμίαν γίγνεσθαι τὸ ἡγεμονικόν, νῦν δὲ τὸν ἀντιταττόμενον τῇ ἐπιθυμίᾳ λογισμὸν ὑπολαμβάνοντες, οὐδὲν ἀπέχουσι τῶν μὴ δύο τὸν κυνηγὸν εἶναι καὶ τὸ θηρίον ὑπολαμβανόντων, ἀλλὰ ταὐτὸ σῶμα χρώμενον μεταβολῇ νῦν μὲν εἶναι θηρίον νῦν δὲ γίγνεσθαι κυνηγόν. ἐκεῖνοί τε γὰρ ἐμφανές τι παρορῶσιν οὗτοί τε πρὸς τὴν αἴσθησιν ἀντιμαρτυροῦσιν, οὐχ ἑνός τινος μεταβολῆς ἀλλὰ δυεῖν ἅμα μάχης καὶ διαφορᾶς ἐν ἑαυτοῖς αἰσθανόμενοι. τί οὖν; [De virt. mor. 7h] φασίν, οὐχὶ καὶ τὸ βουλευόμενον τοῦ ἀνθρώπου πολλάκις διχοφορεῖ καὶ πρὸς ἐναντίας ἀνθέλκεται δόξας περὶ τοῦ συμφέροντος ἀλλ’ ἕν ἐστι; πάνυ μὲν οὖν φήσομεν, ἀλλὰ τὸ συμβαῖνον οὐχ ὅμοιον· οὐ γὰρ μάχεται πρὸς ἑαυτὸ τῆς ψυχῆς τὸ φρονοῦν, ἀλλὰ μιᾷ χρώμενον δυνάμει διαφόρων ἐφάπτεται λογισμῶν· μᾶλλον δ’ εἷς λογισμὸς ἔστιν ἐν πράγμασι γιγνόμενος ἑτέροις ὥσπερ ὕλαις διαφερούσαις. ὅθεν οὔτε λύπη τοῖς ἄνευ πάθους λογισμοῖς ἔνεστιν, οὔθ’ ὥσπερ ἐκβιαζόμενοι παρὰ γνώμην αἱροῦνται θάτερον, ἂν μὴ νὴ Δία λανθάνῃ πάθος τι προσηρτημένον ὥσπερ ἐπὶ ζυγοῦ. καὶ γὰρ τοῦτο συμβαίνει πολλάκις, οὐ λογισμοῦ τινος πρὸς λογισμὸν ἀλλὰ φιλοτιμίας ἢ φιλονεικίας ἢ χάριτος ἢ ζηλοτυπίας ἢ δέους ἀντιβαίνοντος, οἴεσθαι λόγων εἶναι δυεῖν διαφορὰν ὥσπερ ἐν τούτοις [De virt. mor. 7i] αἴδεσθεν μὲν ἀνήνασθαι, δεῖσαν δ’ ὑποδέχθαι· καὶ τὸ μὲν σφαγῆναι δεινὸν εὔκλειαν δ’ ἔχει, τὸ μὴ θανεῖν δὲ δειλὸν ἡδονὴ δ’ ἔνι,’ [De virt. mor. 7j] καὶ περὶ τὰς κρίσεις δὲ τῶν συμβολαίων ὑποτρέχοντα τὰ πάθη τὴν πλείστην ἐμποιεῖ διατριβήν καὶ περὶ τὰ συμβούλια τῶν βασιλέων οἱ πρὸς χάριν λέγοντες οὐ δυεῖν κρίσεων τῇ ἑτέρᾳ συναγορεύουσιν, ἀλλὰ πάθει τινὶ προστίθενται παρὰ τὸν τοῦ συμφέροντος λογισμόν· διὸ τοὺς ῥήτορας ἐν ταῖς ἀριστοκρατίαις οἱ ἄρχοντες οὐκ ἐῶσι παθαίνεσθαι· ῥέπει γὰρ εὐθεῖαν ῥοπὴν ὁ ἀπαθὴς λογισμὸς ἐπὶ τὸ δίκαιον· ἂν δὲ πάθος ἐγγένηται, μάχην ποιεῖ καὶ διαφορὰν τὸ ἡδόμενον καὶ τὸ ἀλγοῦν πρὸς τὸ κρῖνον καὶ τὸ βουλευόμενον. ἐπεὶ διὰ τί τοῖς ἐν φιλοσοφίᾳ σκέμμασιν οὐ πρόσεστι τὸ μετὰ λύπης ὑπὸ τῶν ἑτέρων ἄγεσθαι καὶ μετατίθεσθαι πολλάκις, ἀλλ’ αὐτὸς τ’ Ἀριστοτέλης Δημόκριτός τε καὶ Χρύσιππος ἔνια τῶν πρόσθεν αὐτοῖς ἀρεσκόντων ἀθορύβως καὶ ἀδήκτως καὶ μεθ’ ἡδονῆς ἀφεῖσαν; [De virt. mor. 7k] ὅτι τῷ θεωρητικῷ καὶ μαθηματικῷ τῆς ψυχῆς πάθος οὐδὲν ἀνθέστηκεν ἀλλ’ ἀτρεμεῖ καὶ οὐ πολυπραγμονεῖ τὸ ἄλογον ἐν τούτοις. διὸ πρὸς τἀληθὲς ὁ λογισμός, ὅταν φανῇ, προέμενος τὸ ψεῦδος ἀσμένως ἀπέκλινεν ἐν αὐτῷ γὰρ ἔστιν οὐκ ἐν ἑτέρῳ τὸ πειθόμενον καὶ μεταπειθόμενον. αἱ δὲ πραγματικαὶ βουλαὶ καὶ κρίσεις καὶ δίαιται τῶν πολλῶν ἐμπαθεῖς οὖσαι δυσοδίαν τῷ λόγῳ παρέχουσι καὶ δυσκολίαν, ἐνισχομένῳ καὶ ταραττομένῳ περὶ τὸ ἄλογον, ἀνταῖρον αὐτῷ μεθ’ ἡδονῆς τινος ἢ δέους ἢ λύπης ἢ ἐπιθυμίας. καὶ τούτων κριτήριον ἡ αἴσθησίς ἐστιν ἀμφοτέρων ἐφαπτομένη· καὶ γὰρ ἂν περιγένηται θάτερον, οὐκ ἀνῄρηκε θάτερον, ἀλλ’ ἐφέλκεται καταβιαζόμενον καὶ ἀντιτεῖνον. [De virt. mor. 7l] ὁ γὰρ νουθετῶν αὑτὸν ἐρῶντα χρῆται τῷ λογισμῷ πρὸς τὸ πάθος, ὡς ἀμφοτέρων ἐνόντων ἅμα τῇ ψυχῇ, καθάπερ χειρὶ φλεγμαῖνον ἕτερον μέρος πιέζων καὶ δυεῖν ὄντων καὶ διαφερόντων ἐπαισθανόμενος. ἐν μέντοι ταῖς ἀπαθέσι βουλαῖς καὶ σκέψεσιν οἵας ἔχει μάλιστα τὸ θεωρητικόν, ἂν μὲν ἴσαι μένωσιν, οὐ γέγονε κρίσις ἀλλ’ ἀπορία, στάσις οὖσα καὶ μονὴ διανοίας ὑπ’ ἐναντίων λόγων· ἂν δὲ ῥοπὴ γένηται πρὸς θάτερον ἡ κρατήσασα τὴν ἑτέραν λέλυκεν, ὥστε μὴ λυπεῖν μηδ’ ὑπεναντιοῦσθαι πρὸς τὴν δόξαν. ὅλως δὲ λογισμοῦ μὲν ἀντικεῖσθαι λογισμῷ δοκοῦντος, οὐ γίγνεται δυεῖν καὶ ἑτέρων αἴσθησις ἀλλ’ ἑνός τινος ἐν διαφόροις γιγνομένου φαντασίαις· ὅταν δὲ τὸ ἄλογον μάχηται τῷ λογισμῷ, μήτε κρατεῖν ἀλύπως μήτε κρατεῖσθαι πεφυκὸς εὐθὺς εἰς δύο διίστησι τῇ μάχῃ τὴν ψυχὴν καὶ ποιεῖ τὴν διαφορὰν πρόδηλον. [De virt. mor. 8] οὐ μόνον τοίνυν ἀπὸ τῆς μάχης ἀλλ’ οὐδὲν ἧττον ἀπὸ τῆς ἀκολουθίας κατίδοι τις ἂν τὴν παθητικὴν ἀρχὴν τῆς λογικῆς οὖσαν ἑτέραν. ἐπεὶ γὰρ ἔστι μὲν ἐρᾶν εὐφυοῦς πρὸς ἀρετὴν καὶ γενναίου παιδὸς ἔστι δὲ φαύλου καὶ ἀκολάστου, συμβαίνει δὲ θυμῷ χρῆσθαι μὲν ἀλόγως πρὸς παῖδας αὑτοῦ καὶ γονεῖς χρῆσθαι δ’ ὑπὲρ γονέων καὶ παίδων δικαίως πρὸς πολεμίους καὶ τυράννους· ὥσπερ ἐκεῖ μάχης καὶ διαφορᾶς τοῦ πάθους πρὸς τὸν λογισμὸν αἴσθησις ἔστιν, οὕτως ἐνταῦθα πειθοῦς καὶ ἀκολουθίας, οἷον ἐπιρρέποντος καὶ συνεπιδιδόντος. ἔτι τοίνυν καὶ γυναῖκα γήμας κατὰ νόμους ἀνὴρ ἐπιεικὴς διανοεῖται περιέπειν καὶ συνεῖναι δικαίως καὶ σωφρόνως, χρόνῳ δὲ τῆς συνηθείας ἐντεκούσης πάθος αἰσθάνεται τῷ λογισμῷ τὸ φιλεῖν καὶ τὸ ἀγαπᾶν ἐπιτεινόμενον ὥσπερ αὖ καὶ νέοι διδασκάλοις ἐπιτυχόντες ἀστείοις ὑπὸ χρείας τὸ πρῶτον ἕπονται καὶ ζηλοῦσιν, ὕστερον δὲ καὶ φιλοῦσιν ἀντὶ γνωρίμων καὶ μαθητῶν ἐρασταὶ καλούμενοι καὶ ὄντες. τὸ δ’ αὐτὸ συμβαίνει καὶ πρὸς ἄρχοντας ἐν πόλεσι χρηστοὺς καὶ γείτονας καὶ κηδεστάς· ἀρξάμενοι γὰρ ὑπὸ χρείας τινὸς καθηκόντως ἀλλήλοις ὁμιλεῖν, ἔπειτα λανθάνουσιν εἰς τὸ φιλεῖν ὑποφερόμενοι, συνεπισπασαμένου τοῦ λογισμοῦ καὶ συναναπείσαντος τὸ παθητικόν. ὁ δ’ εἰπών [De virt. mor. 8b] αἰδώς τε· δισσαὶ δ’ εἰσίν, ἡ μὲν οὐ κακὴ ἡ δ’ ἄχθος οἴκων· ἆρ’ οὐ δῆλός ἐστι συνῃσθημένος; [De virt. mor. 8c] ἐν ἑαυτῷ τοῦτο τὸ πάθος πολλάκις μὲν ἀκολουθοῦν τῷ λόγῳ καὶ συγκατακοσμούμενον, πολλάκις δὲ παρὰ τὸν λόγον ὄκνοις καὶ μελλήσεσι καιροὺς καὶ πράγματα λυμαινόμενον; [De virt. mor. 9] οἷς καὶ αὐτοὶ τρόπον τινὰ διὰ τὴν ἐνάργειαν ὑπείκοντες, αἰδεῖσθαι τὸ αἰσχύνεσθαι καλοῦσι καὶ τὸ ἥδεσθαι χαίρειν καὶ τοὺς φόβους εὐλαβείας· ταύτην μὲν οὐδενὸς; ἂν αἰτιασαμένου τὴν εὐφημίαν, εἰ ταὐτὰ πάθη προστιθέμενα μὲν τῷ λογισμῷ τούτοις καλοῦσι τοῖς ὀνόμασι, μαχόμενα δὲ καὶ βιαζόμενα τὸν λογισμὸν ἐκείνοις. ὅταν δὲ δακρύοις ἐλεγχόμενοι καὶ τρόμοις καὶ χρόας μεταβολαῖς, ἀντὶ λύπης καὶ φόβου δηγμούς τινας καὶ συνθροήσεις λέγωσι καὶ προθυμίας τὰς ἐπιθυμίας ὑποκορίζωνται, σοφιστικὰς δοκοῦσιν οὐ φιλοσόφους δικαιώσεις καὶ ἀποδράσεις ἐκ τῶν πραγμάτων μηχανᾶσθαι διὰ τῶν ὀνομάτων. [De virt. mor. 9b] καίτοι πάλιν αὐτοὶ τάς τε χαρὰς ἐκείνας καὶ τὰς βουλήσεις καὶ τὰς εὐλαβείας εὐπαθείας καλοῦσιν οὐκ ἀπαθείας, ὀρθῶς ἐνταῦθα χρώμενοι τοῖς ὀνόμασι· γίγνεται γὰρ εὐπάθεια τοῦ λογισμοῦ τὸ πάθος οὐκ ἀναιροῦντος ἀλλὰ κοσμοῦντος καὶ τάττοντος ἐν τοῖς σωφρονοῦσιν. οἱ δὲ φαῦλοι καὶ ἀκρατεῖς τί πάσχουσιν, ὅταν τὸν πατέρα καὶ τὴν μητέρα κρίναντες φιλεῖν ἀντὶ τοῦ ἐρωμένου καὶ τῆς ἐρωμένης μὴ δύνωνται, τὴν δ’ ἑταίραν καὶ τὸν κόλακα κρίναντες, εὐθὺς καὶ φιλῶσιν; εἰ γὰρ τὸ πάθος ἦν κρίσις, ἔδει τῇ τοῦ φιλεῖν χρῆναι καὶ μισεῖν κρίσει τὸ φιλεῖν ἕπεσθαι καὶ τὸ μισεῖν νυνὶ δὲ συμβαίνει τἀναντία, ταῖς μὲν προστιθεμένου τοῦ πάθους κρίσεσι ταῖς δ’ ἀπειθοῦντος. καί φασιν αὐτοί, τῶν πραγμάτων ἐκβιαζομένων, οὐ πᾶσαν εἶναι κρίσιν πάθος ἀλλὰ τὴν κινητικὴν ὁρμῆς βιαίου καὶ πλεοναζούσης, ὁμολογοῦντες ἕτερον εἶναι τὸ κρῖνον καὶ τὸ πάσχον ἐν ἡμῖν ὥσπερ τὸ κινοῦν καὶ τὸ κινούμενον. αὐτός τε Χρύσιππος ἐν πολλοῖς ὁριζόμενος τὴν καρτερίαν καὶ τὴν ἐγκράτειαν ἕξεις ἀκολουθητικὰς τῷ αἱροῦντι λόγῳ, δῆλός ἐστιν ὑπὸ τῶν πραγμάτων ὁμολογεῖν ἀναγκαζόμενος, ὡς ἕτερόν ἐστι τὸ ἀκολουθοῦν ἐν ἡμῖν τοῦ ᾧ ἀκολουθεῖ πειθόμενον ἢ πάλιν μάχεται μὴ πειθόμενον. [De virt. mor. 10] ἴσα τοίνυν τὰ ἁμαρτήματα πάντα καὶ πάσας τιθέμενοι τὰς ἁμαρτίας, εἰ μὲν ἄλλῃ πη παρορῶσι τἀληθές, οὐκ ἔστι καιρὸς ἐν τῷ παρόντι διελέγχειν· ἐν δὲ τοῖς πάθεσι φαίνονται κομιδῇ παρὰ τὴν ἐνάργειαν ἐνιστάμενοι τῷ λόγῳ. πᾶν μὲν γὰρ πάθος ἁμαρτία κατ’ αὐτούς ἐστι, καὶ πᾶς ὁ λυπούμενος ἢ φοβούμενος ἢ ἐπιθυμῶν ἁμαρτάνει. μεγάλαι δὲ τῶν παθῶν διαφοραὶ κατὰ τὸ μᾶλλον καὶ τὸ ἧττον ὁρῶνται· τίς γὰρ ἂν φαίη τὸν Δόλωνος φόβον ἴσον εἶναι τῷ Αἴαντος ἐντροπαλιζομένου καὶ βάδην ἀπιόντος ἐκ τῶν πολεμίων ὀλίγον γόνυ γουνὸς ἀμείβοντος; ἢ τῇ Πλάτωνος ἐπὶ Σωκράτει τελευτήσαντι λύπῃ τὴν Ἀλεξάνδρου διὰ Κλεῖτον, αὑτὸν ἀνελεῖν ὁρμήσαντος; ἐπιτείνονται γὰρ οὐ μετρίως καὶ τῷ παρὰ λόγον αἱ λῦπαι, καὶ τὸ παρ’ ἐλπίδα σύμπτωμα τοῦ κατὰ λόγον ὀδυνηρότερον εἰ προσδοκῶν εὐημεροῦντα καὶ θαυμαζόμενον ὄψεσθαι πύθοιτο κατεστρεβλωμένον, ὡς Φιλώταν Παρμενίων. θυμῷ δὲ τίς ἂν εἴποι πρὸς Ἀνάξαρχον ἴσῳ κεχρῆσθαι Νικοκρέοντα καὶ πρὸς Φιλήμονα Μάγαν, ἀμφοτέρους λοιδορηθέντας ὑπ’ αὐτῶν; ὁ μὲν γὰρ ὑπέροις σιδηροῖς κατέπτισσε καὶ κατέκοπτεν ἐκεῖνον ὁ δὲ τῷ Φιλήμονι τὸν δήμιον ἐκέλευσεν ἐπὶ τὸν τράχηλον ἐπιθεῖναι γυμνὴν τὴν μάχαιραν εἶτ’ ἀφεῖναι. διὸ καὶ νεῦρα τῆς ψυχῆς τὸν θυμὸν ὁ Πλάτων προσεῖπεν ὡς ἐπιτεινόμενόν τε πικρίᾳ καὶ πραότητι χαλώμενον. [De virt. mor. 10b] ταῦτα τοίνυν καὶ τὰ τοιαῦτα διακρουόμενοι τὰς ἐπιτάσεις τῶν παθῶν καὶ τὰς σφοδρότητας οὔ φασι γίγνεσθαι κατὰ τὴν κρίσιν ἐν ᾗ τὸ ἁμαρτητικόν, ἀλλὰ τὰς δήξεις καὶ τὰς συστολὰς καὶ τὰς διαχύσεις εἶναι τὰς τὸ μᾶλλον καὶ τὸ ἧττον τῷ ἀλόγῳ δεχομένας. καίτοι καὶ περὶ τὰς κρίσεις φαίνονται γιγνόμεναι διαφοραί· τήν τε γὰρ πενίαν οἱ μὲν οὐ κακὸν οἱ δὲ καὶ μέγα κρίνουσι κακόν, οἱ δέ γε καὶ μέγιστον, ὥστε καὶ κατὰ τῶν πετρῶν καὶ κατὰ τῆς θαλάττης ὠθεῖν ἑαυτούς· τόν τε θάνατον οἱ μὲν ἀγαθῶν στερήσει μόνον οἱ δὲ καὶ τιμωρίαις αἰωνίοις ὑπὸ γῆν καὶ κολασμοῖς φρικώδεσι κακὸν εἶναι νομίζουσιν ἥ τε τοῦ σώματος ὑγίεια τοῖς μὲν ὡς κατὰ φύσιν καὶ χρήσιμον ἀγαπᾶται, τοῖς δὲ τῶν ὄντων δοκεῖ μέγιστον ἀγαθόν· οὔτε γάρ [De virt. mor. 10c] πλούτου χάριν ἢ τεκέων [De virt. mor. 10d] οὔτε τᾶς ἰσοδαίμονος ἀνθρώποις βασιληίδος ἀρχᾶς, [De virt. mor. 10e] τελευτῶντες δὲ καὶ τὴν ἀρετὴν ἀνωφελῆ καὶ ἀνόνητον ἡγοῦνται, τοῦ ὑγιαίνειν μὴ παρόντος ὥστε φαίνεσθαι καὶ περὶ τὰς κρίσεις αὐτὰς τοὺς μὲν μᾶλλον τοὺς δ’ ἧττον ἁμαρτάνοντας. [De virt. mor. 10f] ἀλλ’ οὐ τοῦτο νῦν διελεγκτέον, ἐκεῖνο δ’ ἐκ τούτου ληπτέον, ὅτι συγχωροῦσι καὶ αὐτοὶ τῆς κρίσεως ἕτερον εἶναι τὸ ἄλογον, καθ’ ὅ φασι γίγνεσθαι τὸ πάθος σφοδρότερον καὶ μεῖζον, ἐρίζοντες πρὸς τοὔνομα καὶ τὸ ῥῆμα, τὰ δὲ πράγματα διδόντες τοῖς διαφέρειν τὸ παθητικὸν καὶ ἄλογον τοῦ λογιζομένου καὶ κρίνοντος ἀποφαινομένοις. ἐν δὲ τοῖς περὶ Ἀνωμαλίας ὁ Χρύσιππος εἰπών, ὅτι τυφλόν ἐστιν ἡ ὀργὴ καὶ πολλάκις μὲν οὐκ ἐᾷ ὁρᾶν τὰ ἐκφανῆ πολλάκις δὲ τοῖς καταλαμβανομένοις ἐπιπροσθεῖ, μικρὸν προελθών τὰ γὰρ ἐπιγιγνόμενα φησὶ πάθη ἐκκρούει τοὺς λογισμούς, καὶ τὰ ὡς ἑτέρως φαινόμενα βιαίως προωθοῦντα ἐπὶ τὰς ἐναντίας πράξεις· εἶτα χρῆται μάρτυρι τῷ Μενάνδρῳ λέγοντι [De virt. mor. 10g] οἴμοι τάλας ἔγωγε, ποῦ ποτε φρένες ἡμῶν ἐκεῖνον ἦσαν ἐν τῷ σώματι τὸν χρόνον, ὅτ’ οὐ ταῦτ’ ἀλλ’ ἐκεῖν’ ᾑρούμεθα [De virt. mor. 10h] καὶ πάλιν ὁ Χρύσιππος προελθὼν τοῦ λογικοῦ φησι ζῴου φύσιν ἔχοντος προσχρῆσθαι εἰς ἕκαστα τῷ λόγῳ καὶ ὑπὸ τούτου κυβερνᾶσθαι, πολλάκις ἀποστρέφεσθαι αὐτὸν ἡμᾶς ἄλλῃ βιαιοτέρᾳ φορᾷ χρωμένους· ὁμολογῶν τὸ συμβαῖνον ἐκ τῆς πρὸς τὸν λόγον τοῦ πάθους διαφορᾶς. [De virt. mor. 11] ἐπεὶ καὶ γελοῖόν ἐστιν, ᾗ φησι Πλάτων, αὐτόν τινα λέγειν αὑτοῦ κρείττονα καὶ πάλιν χείρονα, καὶ τὸν μὲν κρατοῦνθ’ ἑαυτοῦ τὸν δὲ μὴ κρατοῦντα. πῶς γὰρ οἷόν τε τὸν αὐτὸν αὑτοῦ κρείττον’ εἶναι καὶ χείρονα ἢ κρατεῖν ἅμα καὶ κρατεῖσθαι, μὴ τρόπον τινὰ διττοῦ πεφυκότος ἑκάστου καὶ τὸ μὲν χεῖρον ἐν ἑαυτῷ τὸ βέλτιον ἔχοντος; οὕτω γὰρ ὁ μὲν τοῦ βελτίονος ὑπηκόῳ τῷ χείρονι χρώμενος ἐγκρατὴς ἑαυτοῦ καὶ κρείττων ἐστίν, ὁ δὲ τῷ ἀκολάστῳ καὶ ἀλόγῳ τῆς ψυχῆς ἑπόμενον περιορῶν καὶ ὑπηρετοῦν τὸ κρεῖττον ἥττων ἑαυτοῦ καὶ ἀκρατὴς λέγεται καὶ παρὰ φύσιν διακείμενος. [De virt. mor. 11b] φύσει γὰρ προσήκει θεῖον ὄντα τὸν λογισμὸν ἡγεῖσθαι καὶ ἄρχειν τοῦ ἀλόγου, τοῦ τὴν γένεσιν αὐτόθεν ἔχοντος ἐκ τοῦ σώματος· ᾧ καὶ συνεξομοιοῦσθαι καὶ κοινωνεῖν παθῶν καὶ ἀναπίμπλασθαι πέφυκεν, ἐνδεδυκὸς αὐτῷ καὶ καταμεμιγμένον, ὡς δηλοῦσιν αἱ ὁρμαὶ πρὸς τὰ σωματικὰ κινούμεναι καὶ ἱστάμεναι καὶ σφοδρότητας ἐν ταῖς τοῦ σώματος μεταβολαῖς καὶ ἀνέσεις λαμβάνουσαι. διὸ νέοι μὲν καὶ ὀξεῖς καὶ ἰταμοὶ περί τε τὰς ὀρέξεις διάπυροι καὶ οἰστρώδεις αἵματος πλήθει καὶ θερμότητι, τῶν δὲ πρεσβυτῶν ἡ περὶ τὸ ἧπαρ ἀρχὴ τοῦ ἐπιθυμητικοῦ κατασβέννυται καὶ γίγνεται μικρὰ καὶ ἀσθενής· ἰσχύει δὲ μᾶλλον ὁ λόγος τοῦ παθητικοῦ τῷ σώματι συναπομαραινομένου. τοῦτο δ’ ἀμέλει καὶ τὰς τῶν θηρίων ἠθοποιεῖ πρὸς τὰ πάθη φύσεις οὐ γὰρ ὀρθότητι δοξῶν οὐδὲ φαυλότητι δήπου τοῖς μὲν ἀλκαὶ καὶ ὁρμαὶ πρὸς τὰ φαινόμενα δεινὰ παρίστανται, τοῖς δ’ ἀμήχανοι πτοῖαι καὶ φόβοι τῆς ψυχῆς· ἀλλ’ αἱ περὶ τὸ αἷμα καὶ τὸ πνεῦμα καὶ τὸ σῶμα δυνάμεις τὰς τῶν παθῶν διαφορὰς ποιοῦσιν, ὥσπερ ἐκ ῥίζης τοῦ παθητικοῦ τῆς σαρκὸς ἀναβλαστάνοντος καὶ συναναφέροντος τὴν ποιότητα καὶ τὴν κρᾶσιν. τοῦ δ’ ἀνθρώπου ταῖς μὲν παθητικαῖς ὁρμαῖς τὸ σῶμα συμπαθοῦν καὶ συγκινούμενον ἐλέγχουσιν ὠχρότητες ἐρυθήματα τρόμοι πηδήσεις καρδίας, διαχύσεις αὖ πάλιν ἐν ἐλπίσιν ἡδονῶν καὶ προσδοκίαις ὅταν δὲ μὴ μετὰ πάθους ἀλλ’ αὐτὸ καθ’ αὑτὸ κινῆται τὸ διανοητικόν, ἡσυχίαν ἄγει τὸ σῶμα καὶ καθέστηκεν οὔτε κοινωνοῦν οὔτε μετέχον αὐτὸ τῆς ἐνεργείας τοῦ φρονοῦντος, εἰ τοῦ παθητικοῦ μὴ συνεφάπτοιτο μηδὲ συμπαραλαμβάνοι τὸ ἄλογον ὥστε καὶ τούτῳ δύ’ ὄντα καὶ διαφέροντα δηλοῦσθαι ταῖς δυνάμεσιν ἀλλήλων. [De virt. mor. 12] καθόλου δὲ τῶν ὄντων αὐτοὶ τέ φασι καὶ δῆλόν ἐστιν, ὅτι τὰ μὲν ἕξει διοικεῖται τὰ δὲ φύσει τὰ δ’ ἀλόγῳ ψυχῇ, τὰ δὲ καὶ λόγον ἐχούσῃ καὶ διάνοιαν· ὧν ὁμοῦ τι πάντων ὁ ἄνθρωπος μετέσχηκε καὶ γέγονεν ἐν πάσαις ταῖς εἰρημέναις διαφοραῖς· καὶ γὰρ ἕξει συνέχεται καὶ φύσει τρέφεται καὶ λόγῳ χρῆται καὶ διανοίᾳ. μέτεστιν οὖν αὐτῷ καὶ τοῦ ἀλόγου, καὶ σύμφυτον ἔχει τὴν τοῦ πάθους ἀρχήν, οὐκ ἐπεισόδιον ἀλλ’ ἀναγκαίαν οὖσαν, οὐδ’ ἀναιρετέαν παντάπασιν ἀλλὰ θεραπείας καὶ παιδαγωγίας δεομένην. ὅθεν οὐ Θρᾴκιον οὐδὲ Λυκούργειον τοῦ λόγου τὸ ἔργον ἐστί, συνεκκόπτειν καὶ συνδιαφθείρειν τὰ ὠφέλιμα τοῖς βλαβεροῖς τοῦ πάθους, ἀλλ’ ᾗπερ ὁ φυτάλμιος θεὸς καὶ ἡμερίδης, τὸ ἄγριον κολοῦσαι καὶ ἀφελεῖν τὴν ἀμετρίαν, εἶτα τιθασεύειν καὶ περιίστασθαι τὸ χρήσιμον. οὔτε γὰρ οἶνον οἱ φοβούμενοι τὸ μεθύειν ἐκχέουσιν οὔτε πάθος οἱ δεδιότες τὸ ταρακτικὸν ἀναιροῦσιν ἀλλὰ κεραννύουσι. καὶ γὰρ καὶ βοῶν καὶ ἵππων τὰ πηδήματα καὶ τοὺς ἀφηνιασμοὺς οὐ τὰς κινήσεις οὐδὲ τὰς ἐνεργείας ἀφαιροῦσι· καὶ τοῖς πάθεσι δεδαμασμένοις χρῆται καὶ χειροήθεσιν ὁ λογισμός, οὐκ ἐκνευρίσας οὐδ’ ἐκτεμὼν παντάπασι τῆς ψυχῆς τὸ ὑπηρετικὸν· [De virt. mor. 12b] ὑφ’ ἅρμασι γὰρ ἵππος ὥς φησι Πίνδαρος ἐν δ’ ἀρότρῳ βοῦς· κάπρῳ δὲ βουλεύοντα φόνον κύνα χρὴ τλάθυμον ἐξευρεῖν. [De virt. mor. 12c] ὧν πολὺ χρησιμώτερα τὰ τῶν παθῶν θρέμματα τῷ λογισμῷ συμπαρόντα καὶ συνεπιτείνοντα ταῖς ἀρεταῖς· ὁ θυμὸς τῇ ἀνδρείᾳ μέτριος ὤν, ἡ μισοπονηρία τῇ δικαιοσύνῃ, καὶ ἡ νέμεσις ἐπὶ τοὺς παρ’ ἀξίαν εὐτυχοῦντας, ὅταν ἅμ’ ἀνοίᾳ καὶ ὕβρει φλεγόμενοι τὴν ψυχὴν ἐπισχέσεως δέωνται. φιλίας δὲ φιλοστοργίαν ἢ φιλανθρωπίας ἔλεον ἢ τὸ συγχαίρειν καὶ συναλγεῖν εὐνοίας ἀληθινῆς οὐδὲ βουλόμενος ἄν τις ἀποσπάσειεν οὐδ’ ἀποτήξειεν. εἰ δ’ οἱ τὸν ἔρωτα τῇ ἐρωτομανίᾳ συνεκβάλλοντες ἁμαρτάνουσιν, οὐδ’ οἱ τὴν ἐπιθυμίαν διὰ τὴν φιλαργυρίαν ψέγοντες κατορθοῦσιν ἀλλ’ ὅμοιόν τι πράττουσι τοῖς τὸ τρέχειν διὰ τὸ προσπταίειν καὶ τὸ βάλλειν διὰ τὸ ὑπερβάλλειν ἀναιροῦσι, καὶ πρὸς τὸ ᾄδειν τὸ παράπαν διὰ τὸ ἀπᾴδειν ἀπεχθῶς ἔχουσιν. οἷον γὰρ ἐν φθόγγοις μουσικὴ τὸ ἐμμελὲς οὐκ ἀναιρέσει βαρύτητος καὶ ὀξύτητος, ἐν δὲ σώμασιν ἰατρικὴ τὸ ὑγιεινὸν οὐ φθορᾷ θερμότητος καὶ ψυχρότητος, ἀλλὰ συμμετρίαις καὶ ποσότησι κραθεισῶν ἀπεργάζεται, τοιοῦτον ἐν ψυχῇ τὸ νικῶν, ἐγγενομένης ὑπὸ λόγου ταῖς παθητικαῖς δυνάμεσι καὶ κινήσεσιν ἐπιεικείας καὶ μετριότητος. οἰδοῦντι γὰρ ἔοικε καὶ φλεγμαίνοντι σώματι τὸ περιαλγοῦν καὶ περιχαρὲς καὶ περίφοβον τῆς ψυχῆς, οὐ τὸ χαῖρον οὐδὲ τὸ λυπούμενον οὐδὲ τὸ φοβούμενον. καὶ καλῶς Ὅμηρος εἰπών [De virt. mor. 12d] τοῦ δ’ ἀγαθοῦ οὔτ’ ἂρ τρέπεται χρὼς οὔτε τι λίην ταρβεῖ [De virt. mor. 12e] τὸν φόβον οὐκ ἀφεῖλεν ἀλλὰ τὸν ἄγαν φόβον, ὅπως ἀνδρεία μὴ ἀπόνοια καὶ θαρραλεότης μὴ θρασύτης γένηται. διὸ καὶ περὶ τὰς ἡδονὰς τὴν ἄγαν ἀφαιρετέον ἐπιθυμίαν καὶ περὶ τὰς ἀμύνας τὴν ἄγαν μισοπονηρίαν οὕτω γὰρ ὁ μὲν οὐκ ἀνάλγητος ἀλλὰ σώφρων, ὁ δὲ δίκαιος οὐκ ὠμὸς οὐδὲ πικρὸς ἔσται. τῶν δὲ παθῶν παντάπασιν ἀναιρεθέντων, εἰ καὶ δυνατόν ἐστιν, ἐν πολλοῖς ἀργότερος; ὁ λόγος καὶ ἀμβλύτερος, ὥσπερ κυβερνήτης, πνεύματος ἐπιλιπόντος. ταῦτα δ’ ἀμέλει καὶ οἱ νομοθέται συνιδόντες ἐμβάλλουσιν εἰς τὰς πολιτείας καὶ φιλοτιμίαν καὶ ζῆλον πρὸς ἀλλήλους· πρὸς δὲ τοὺς πολεμίους καὶ σάλπιγξι καὶ αὐλοῖς ἐπεγείρουσι καὶ αὔξουσι τὸ θυμοειδὲς καὶ μάχιμον. οὐ γὰρ μόνον ἐν ποιήμασιν, φησιν ὁ Πλάτων, τὸν τεχνίτην καὶ διηκριβωμένον ὁ μουσόληπτος καὶ κατάσχετος ἀποδείκνυσι γελοῖον, ἀλλὰ καὶ περὶ τὰς μάχας τὸ παθητικὸν καὶ τὸ ἐνθουσιῶδες ἀνυπόστατόν ἐστι καὶ ἀήττητον· ὃ καὶ τοὺς θεοὺς Ὅμηρος ἐμποιεῖν φησι τοῖς ἀνθρώποις, [De virt. mor. 12f] ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν· καὶ οὐχ ὃ γ’ ἄνευθε θεοῦ τάδε μαίνεται· [De virt. mor. 12g] καθάπερ ὅρμημα τῷ λογισμῷ καὶ ὄχημα τὸ πάθος προστιθέντας. [De virt. mor. 12h] αὐτούς γε μὴν τούτους ὁρᾶν ἔστι πολλάκις μὲν ἐπαίνοις τοὺς νέους παρορμῶντας πολλάκις δὲ νουθεσίαις κολάζοντας· ὧν τῷ μὲν ἕπεται τὸ ἥδεσθαι τῷ δὲ τὸ λυπεῖσθαι· καὶ γὰρ ἡ νουθεσία καὶ ὁ ψόγος ἐμποιεῖ μετάνοιαν καὶ αἰσχύνην, ὧν τὸ μὲν λύπη τῷ γένει τὸ δὲ φόβος ἐστί· καὶ τούτοις μάλιστα χρῶνται πρὸς τὰς ἐπανορθώσεις. ᾗ καὶ Διογένης, ἐπαινουμένου Πλάτωνος, τί δ’ ἐκεῖνος εἶπεν ἔχει σεμνόν, ὃς τοσοῦτον χρόνον φιλοσοφῶν οὐδένα λελύπηκεν οὐ γὰρ οὕτω τὰ μαθήματα φαίη τις ἄν, ὡς ἔλεγε Ξενοκράτης, λαβὰς εἶναι φιλοσοφίας, ὡς τὰ πάθη τῶν νέων, αἰσχύνην ἐπιθυμίαν μετάνοιαν ἡδονὴν λύπην φιλοτιμίαν ὧν ἐμμελῆ καὶ σωτήριον ἁφὴν ἁπτόμενος ὁ λόγος καὶ ὁ νόμος εἰς τὴν προσήκουσαν ὁδὸν ἀνυσίμως καθίστησι τὸν νέον. ὥστε μὴ κακῶς εἰπεῖν τὸν Λάκωνα παιδαγωγόν, ὅτι ποιήσει τὸν παῖδα τοῖς καλοῖς ἥδεσθαι καὶ ἄχθεσθαι τοῖς αἰσχροῖς, οὗ μεῖζον οὐδέν ἐστιν οὐδὲ κάλλιον ἀποφῆναι τέλος ἐλευθέρῳ προσηκούσης; παιδείας. ## Περὶ ἀοργησίας [De coh. ira 1] ΣΥΛΛΑΣ. καλῶς μοι δοκοῦσιν, ὦ Φουνδάνε, ποιεῖν οἱ ζωγράφοι διὰ χρόνου τὰ ἔργα πρὶν ἢ συντελεῖν ἐπισκοποῦντες· ὅτι τὴν ὄψιν αὐτῶν ἀφιστάντες τῇ πολλάκις κρίσει ποιοῦσι καινὴν καὶ μᾶλλον ἁπτομένην τῆς παρὰ μικρὸν διαφορᾶς, ἣν ἀποκρύπτει τὸ συνεχὲς καὶ τὸ σύνηθες. ἐπεὶ τοίνυν οὐκ ἔστιν αὐτὸν αὑτῷ διὰ χρόνου προσελθεῖν χωρὶς γενόμενον καὶ διαστήσαντα τῆς συνεχείας τὴν αἴσθησιν, ἀλλὰ τοῦτ’ ἐστὶ τὸ μάλιστα ποιοῦν ἕκαστον αὑτοῦ φαυλότερον κριτὴν ἢ ἑτέρων· δεύτερον ἂν εἴη τὸ τοὺς φίλους ἐφορᾶν διὰ χρόνου καὶ παρέχειν ὁμοίως ἐκείνοις ἑαυτόν, οὐκ εἰ γέρων γέγονε ταχὺ καὶ τὸ σῶμα βέλτιον ἢ χεῖρον ἔσχηκεν, ἀλλὰ καὶ τὸν τρόπον καὶ τὸ ἦθος ἐπισκοπεῖν, εἴ τι χρηστὸν ὁ χρόνος προστέθεικεν ἢ τῶν φαύλων ἀφῄρηκεν. ἐγὼ γοῦν ἐνιαυτῷ μὲν ἀφιγμένος εἰς Ῥώμην δευτέρῳ, συνὼν δέ σοι μῆνα τουτονὶ πέμπτον, τὸ μὲν ἐξ ὑπαρχόντων δι’ εὐφυΐαν ἀγαθῶν ἐπίδοσιν γεγονέναι τοσαύτην καὶ αὔξησιν οὐ πάνυ θαυμαστὸν ἡγοῦμαι· τὸ δὲ σφοδρὸν ἐκεῖνο καὶ διάπυρον πρὸς ὀργὴν ὁρῶντί μοι πρᾶον οὕτω καὶ χειρόηθες τῷ λογισμῷ γεγενημένον ἐπέρχεται πρὸς τὸν θυμὸν εἰπεῖν [De coh. ira 1b] ὢ πόποι, ἦ μάλα δὴ μαλακώτερος [De coh. ira 1c] αὕτη δ’ ἡ μαλακότης οὐκ ἀργίαν οὐδ’ ἔκλυσιν, ἀλλ’ ὥσπερ ἡ κατειργασμένη γῆ λειότητα καὶ βάθος ἐνεργὸν ἐπὶ τὰς πράξεις ἔσχηκεν ἀντὶ τῆς φορᾶς ἐκείνης καὶ τῆς ὀξύτητος. διὸ καὶ δῆλόν ἐστιν οὐ παρακμῇ τινι δι’ ἡλικίαν τὸ θυμοειδὲς οὐδ’ αὐτομάτως ἀπομαραινόμενον, ἀλλ’ ὑπὸ λόγων τινῶν χρηστῶν θεραπευόμενον. καίτοι (τὸ γὰρ ἀληθὲς εἰρήσεται πρὸς σἔ ταῦθ’ ἡμῖν Ἔρως ὁ ἑταῖρος ἀπαγγέλλων ὕποπτος ἦν τὰ μὴ προσόντα πρέποντα δὲ προσεῖναι τοῖς καλοῖς κἀγαθοῖς δι) εὔνοιαν ἐπιμαρτυρεῖν· καίπερ, ὡς οἶσθα, οὐδαμῇ πιθανὸς ὢν τῷ πρὸς χάριν ὑφίεσθαι τοῦ δοκοῦντος. ἀλλὰ νῦν ἐκεῖνός τε τῶν ψευδομαρτυριῶν ἀφεῖται, καὶ σύ, τῆς ὁδοιπορίας σχολὴν διδούσης, δίελθ’ ἡμῖν ὥσπερ ἰατρείαν τινὰ σεαυτοῦ, χρησάμενος οὕτως εὐήνιον καὶ ἁπλοῦν καὶ τῷ λόγῳ πρᾶον καὶ ὑπήκοον ἐποιήσω τὸν θυμόν. ΦΟΥΝΔΑΝΟΣ. [De coh. ira 1d] εἶτ’ οὐ σκοπεῖς, ὦ προθυμότατε Σύλλα, μὴ καὶ αὐτὸς εὐνοίᾳ καὶ φιλίᾳ τῇ πρὸς ἡμᾶς παρορᾷς τι τῶν ἡμετέρων; ἔρωτι μὲν γὰρ οὐδ’ αὐτῷ πολλάκις ἔχοντι κατὰ χώραν ἐν τῇ Ὁμηρικῇ πείσῃ μένοντα τὸν θυμόν, ἀλλὰ τραχύτερον ὑπὸ μισοπονηρίας, εἰκός ἐστι πραοτέρους ἡμᾶς φανῆναι, καθάπερ ἐν διαγραμμάτων μεταβολαῖς νῆταί τινες πρὸς ἑτέρας νήτας τάξιν ὑπάτων λαμβάνουσιν. ΣΥΛΛ. [De coh. ira 1e] οὐδέτερα τούτων, ἔστιν, ὦ Φουνδάνε· ποίει δ’ ὡς λέγω, χαριζόμενος ἡμῖν. [De coh. ira 2] ΦΟΥΝΔ. καὶ μὴν ὧν γε μεμνήμεθα Μουσωνίου καλῶν ἕν ἐστιν, ὦ Σύλλα, τὸ δεῖν ἀεὶ θεραπευομένους βιοῦν τοὺς σῴζεσθαι μέλλοντας. οὐ γὰρ ὡς ἐλλέβορον, οἶμαι, δεῖ θεραπεύσαντα συνεκφέρειν τῷ νοσήματι τὸν λόγον, ἀλλ’ ἐμμένοντα τῇ ψυχῇ συνέχειν τὰς κρίσεις καὶ φυλάσσειν. φαρμάκοις γὰρ οὐκ ἔοικεν ἀλλὰ σιτίοις ὑγιεινοῖς ἡ δύναμις αὐτοῦ, μεθ’ ὑγιείας ἕξιν ἐμποιοῦσα χρηστὴν οἷς ἂν γένηται συνήθης· αἱ δὲ πρὸς ἀκμάζοντα τὰ πάθη καὶ οἰδοῦντα παραινέσεις καὶ νουθεσίαι σχολῇ μὲν ἀνύτουσι καὶ μόλις, οὐδὲν δὲ τῶν ὀσφραντῶν διαφέρουσιν, ἃ τοὺς ἐπιληπτικοὺς ἐγείροντα καταπίπτοντας οὐκ ἀπαλλάττει τοῦ νοσήματος. ὅμως δὲ τὰ μὲν ἄλλα καὶ παρ’ ὃν ἀκμάζει καιρὸν ἁμωσγέπως ὑπείκει καὶ παρίησι βοηθοῦντα λόγον ἔξωθεν εἰς τὴν ψυχήν, ὁ δὲ θυμὸς οὐχ ᾗ φησιν ὁ Μελάνθιος [De coh. ira 2b] τὰ δεινὰ πράσσει τὰς φρένας μετοικίσας, [De coh. ira 2c] ἀλλ’ ἐξοικίσας τελείως καὶ ἀποκλείσας, ὥσπερ οἱ συνεμπιπράντες ἑαυτοὺς ταῖς οἰκίαις, πάντα ταραχῆς καὶ καπνοῦ καὶ ψόφου μεστὰ ποιεῖ τὰ ἐντός, ὥστε μήτ’ ἰδεῖν μήτ’ ἀκοῦσαι τῶν ὠφελούντων. διὸ καὶ μᾶλλον ἐν χειμῶνι καὶ πελάγει ναῦς ἔρημος ἀναλήψεται κυβερνήτην ἔξωθεν ἢ προσδέξεται λόγον ἀλλότριον ἄνθρωπος ἐν θυμῷ καὶ ὀργῇ σαλεύων, ἂν μὴ παρεσκευασμένον ἔχῃ τὸν οἰκεῖον λογισμόν. ἀλλ’ ὥσπερ οἱ πολιορκίαν προσδεχόμενοι συνάγουσι, καὶ παρατίθενται τἀπιτήδεια τὰς ἔξωθεν ἐλπίδας ἀπεγνωκότες, οὕτω μάλιστα δεῖ τὰ πρὸς τὸν θυμὸν βοηθήματα πόρρωθεν λαμβάνοντας ἐκ φιλοσοφίας κατακομίζειν εἰς τὴν ψυχήν, ὡς, ὅταν ὁ τῆς χρείας ἀφίκηται καιρός, μὴ ῥᾳδίως παρεισάγειν δυνησομένους· οὐδὲ γὰρ ἀκούει τῶν ἐκτὸς ἡ ψυχὴ διὰ τὸν θόρυβον, ἐὰν μὴ καθάπερ κελευστὴν ἔνδοθεν ἔχῃ τὸν αὑτῆς λόγον ὀξέως δεχόμενον καὶ συνιέντα τῶν παραγγελλομένων ἕκαστον· ἀκούσασα δὲ τῶν μὲν ἠρέμα καὶ πράως λεγομένων καταφρονεῖ, πρὸς δὲ τοὺς ἐνισταμένους τραχύτερον ἐρεθίζεται. καὶ γὰρ ὑπερήφανος καὶ αὐθάδης καὶ ὅλως ὑφ’ ἑτέρου ὁ θυμὸς δυσκίνητος ὢν, ὥσπερ ὀχυρὰ τυραννὶς ἐξ ἑαυτῆς ἔχειν ὀφείλει σύνοικον καὶ συγγενὲς τὸ καταλῦον. [De coh. ira 3] ΦΟΥΝΔ.ἡ μὲν οὖν συνέχεια τῆς ὀργῆς καὶ τὸ προσκρούειν πολλάκις ἕξιν ἐμποιεῖ πονηρὰν τῇ ψυχῇ, ἣν ὀργιλότητα καλοῦσιν, εἰς ἀκραχολίαν καὶ πικρίαν καὶ δυσκολίαν τελευτῶσαν, ὅταν ἑλκώδης καὶ μικρόλυπος ὁ θυμὸς γένηται καὶ φιλαίτιος ὑπὸ τῶν τυχόντων ὡς σίδηρος ἀσθενὴς καὶ λεπτὸς ἀναχαρασσόμενος· ἡ δὲ παραχρῆμα ταῖς ὀργαῖς ἐνισταμένη καὶ πιέζουσα κρίσις οὐ τὸ παρὸν ἰᾶται μόνον, ἀλλὰ καὶ πρὸς τὸ λοιπὸν εὔτονον ποιεῖ καὶ δυσπαθῆ τὴν ψυχήν. ἐμοὶ γοῦν συνέβη δὶς ἢ τρὶς ἐνστάντι πρὸς ὀργὴν τὸ τῶν Θηβαίων παθεῖν, οἳ τὸ πρῶτον ὠσάμενοι Λακεδαιμονίους ἀηττήτους εἶναι δοκοῦντας, οὐδεμίαν ὕστερον ἡττήθησαν ὑπ’ αὐτῶν μάχην· φρόνημα γὰρ ἔσχον ὡς κρατεῖν ἔστι τῷ λογισμῷ. ἑώρων δ’ οὐ μόνον ψυχροῦ κατασκεδαννυμένου λήγουσαν ὀργὴν ὡς Ἀριστοτέλης ἱστόρησεν, ἀλλὰ καὶ φόβου προσαχθέντος ἀποσβεννυμένην καὶ νὴ Δία χαρᾶς ἐπιγενομένης ἄφνω καθ’ Ὅμηρον ἰάνθη καὶ διεχύθη πολλοῖς ὁ θυμός. ὥστε μοι παρίστατο μὴ παντελῶς ἀβοήθητον εἶναι τοῖς γε βουλομένοις τὸ πάθος. [De coh. ira 3b] οὐδὲ γὰρ ἀρχὰς ἔχει μεγάλας ἀεὶ καὶ ἰσχυράς, ἀλλὰ καὶ σκῶμμα καὶ παιδιὰ καὶ τὸ γελάσαι τινὰ καὶ τὸ διανεῦσαι καὶ πολλὰ τοιαῦτα πολλοὺς εἰς ὀργὴν καθίστησιν, ὥσπερ ἡ Ἑλένη τὴν ἀδελφιδῆν προσαγορεύσασα [De coh. ira 3c] παρθένε μακρὸν δὴ μῆκος Ἠλέκτρα χρόνου παρώξυνεν εἰπεῖν ὀψέ γε φρονεῖς εὖ, τότε λιποῦσ’ αἰσχρῶς δόμους· [De coh. ira 3d] καὶ τὸν Ἀλέξανδρον ὁ Καλλισθένης εἰπὼν, τῆς μεγάλης κύλικος περιφερομένης, οὐ βούλομαι πιὼν Ἀλεξάνδρου Ἀσκληπιοῦ δεῖσθαι. [De coh. ira 4] ΦΟΥΝΔ.καθάπερ οὖν τὴν φλόγα θριξὶ λαγῴαις ἀναπτομένην καὶ θρυαλλίσι καὶ συρφετῷ ῥᾴδιόν ἐστιν ἐπισχεῖν· [De coh. ira 4b] ἐὰν δ’ ἐπιλάβηται τῶν στερεῶν καὶ βάθος ἐχόντων, ταχὺ διέφθειρε καὶ συνεῖλεν ὑψηλὸν ἡβάσασα τεκτόνων πόνον ὥς φησιν Αἰσχύλος· [De coh. ira 4c] οὕτως ὁ τῷ θυμῷ προσέχων ἐν ἀρχῇ καὶ κατὰ μικρὸν ἔκ τινος λαλιᾶς καὶ βωμολοχίας συρφετώδους ὁρῶν καπνίζοντα καὶ διακαόμενον οὐ μεγάλης δεῖται πραγματείας, ἀλλὰ πολλάκις αὐτῷ τῷ σιωπῆσαι καὶ καταμελῆσαι κατέπαυσε. καὶ γὰρ τὸ πῦρ ὁ μὴ παρασχὼν ὕλην ἔσβεσε, καὶ ὀργὴν ὁ μὴ θρέψας ἐν ἀρχῇ καὶ μὴ φυσήσας ἑαυτὸν ἐφυλάξατο καὶ καθεῖλεν. οὐκ ἤρεσκεν οὖν μοι, καίπερ ἄλλα χρήσιμα λέγων καὶ παραινῶν ὁ Ἱερώνυμος, ἐν οἷς οὔ φησι γιγνομένης ἀλλὰ γεγενημένης καὶ οὔσης αἴσθησιν ὀργῆς εἶναι διὰ τὸ τάχος. οὐθὲν γὰρ οὕτω τῶν παθῶν συλλεγόμενον καὶ διακινούμενον ἔχει τὴν γένεσιν ἐμφανῆ καὶ τὴν αὔξησιν· ὡς δὴ καὶ Ὅμηρος ἐμπείρως διδάσκει, λυπηθέντα μὲν εὐθὺς ἐξαίφνης ποιῶν τὸν Ἀχιλλέα τοῦ λόγου προσπεσόντος, ἐν οἷς λέγει [De coh. ira 4d] ὣς φάτο· τὸν δ’ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα· [De coh. ira 4e] θυμούμενον δὲ βραδέως τῷ Ἀγαμέμνονι καὶ διὰ λόγων πολλῶν ἐκκαόμενον· οὓς εἴ τις ὑφεῖλεν αὐτῶν ἐν ἀρχῇ καὶ διεκώλυσεν, οὐκ ἂν ἔσχεν αὔξησιν ἡ διαφορὰ τηλικαύτην καὶ μέγεθος. ὅθεν ὁ Σωκράτης ὁσάκις αἴσθοιτο κινουμένου τραχύτερον αὑτοῦ πρός τινα τῶν φίλων, [De coh. ira 4f] πρὸ χείματος ὥστ’ ἀνὰ ποντίαν ἄκραν στελλόμενος [De coh. ira 4g] ἐνεδίδου τε τῇ φωνῇ καὶ διεμειδία τῷ προσώπῳ καὶ τὸ βλέμμα πραότερον παρεῖχε, τῷ ῥέπειν ἐπὶ θάτερα καὶ πρὸς τοὐναντίον ἀντικινεῖσθαι τῷ πάθει διαφυλάττων ἑαυτὸν ἀπτῶτα καὶ ἀήττητον. [De coh. ira 5] ΦΟΥΝΔ.ἔστι γάρ τις, ὦ ἑταῖρε, πρώτη καθάπερ τυράννου κατάλυσις τοῦ θυμοῦ, μὴ πείθεσθαι μηδ’ ὑπακούειν προστάττοντος αὐτοῦ μέγα βοᾶν καὶ δεινὸν βλέπειν καὶ κόπτειν ἑαυτόν, ἀλλ’ ἡσυχάζειν καὶ μὴ συνεπιτείνειν ὥσπερ νόσημα ῥιπτασμῷ καὶ διαβοήσει τὸ πάθος. αἱ μὲν γὰρ ἐρωτικαὶ πράξεις, οἷον ἐπικωμάσαι καὶ ᾆσαι καὶ στεφανῶσαι θύραν, ἔχουσιν ἁμωσγέπως κουφισμὸν οὐκ ἄχαριν οὐδ’ ἄμουσον [De coh. ira 5b] ἐλθὼν δ’ οὐκ ἐβόησα τίς ἢ τίνος, ἀλλ’ ἐφίλησα τὴν φλιήν. εἰ τοῦτ’ ἔστ’ ἀδίκημ’, ἀδικῶ. [De coh. ira 5c] αἵ τε τοῖς πενθοῦσιν ἐφέσεις τοῦ ἀποκλαῦσαι καὶ ἀποδύρασθαι πολύ τι τῆς λύπης ἅμα τῷ δακρύῳ συνεξάγουσιν· ὁ δὲ θυμὸς ἐκριπίζεται μᾶλλον οἷς πράττουσι καὶ λέγουσιν οἱ ἐν αὐτῷ καθεστῶτες. [De coh. ira 5d] ἀτρεμεῖν οὖν κράτιστον ἢ φεύγειν καὶ ἀποκρύπτειν. καὶ καθορμίζειν ἑαυτὸν εἰς ἡσυχίαν, ὥσπερ ἐπιληψίας ἀρχομένης συναισθανομένους, ἵνα μὴ πέσωμεν μᾶλλον δ’ ἐπιπέσωμεν· ἐπιπίπτομεν δέ γε τοῖς φίλοις μάλιστά τε καὶ πλειστάκις. οὐ γὰρ πάντων ἐρῶμεν οὐδὲ πᾶσι φθονοῦμεν οὐδὲ πάντας φοβούμεθα, θυμῷ δ’ ἄθικτον οὐδὲν οὐδ’ ἀνεπιχείρητον ἀλλ’ ὀργιζόμεθα καὶ πολεμίοις καὶ φίλοις καὶ τέκνοις καὶ γονεῦσι καὶ θεοῖς νὴ Δία καὶ θηρίοις καὶ ἀψύχοις σκεύεσιν, ὡς ὁ Θάμυρις [De coh. ira 5e] ῥηγνὺς χρυσόδετον κέρας, ῥηγνὺς ἁρμονίαν χορδοτόνου λύρας· [De coh. ira 5f] καὶ ὁ Πάνδαρος αὑτῷ καταρώμενος, εἰ μὴ τὰ τόξα καταπρήσειε χερσὶ διακλάσσας. ὁ δὲ Ξέρξης καὶ τῇ θαλάττῃ στίγματα καὶ πληγὰς ἐνέβαλλε καὶ πρὸς τὸ ὄρος ἐξέπεμπεν ἐπιστολὰς Ἄθω δαιμόνιε οὐρανόμηκες, μὴ ποιεῖν ἐν ἐμοῖς ἔργοις λίθους μεγάλους καὶ δυσκατεργάστους· εἰ δὲ μὴ, τεμὼν ῥίψω σ’ εἰς θάλασσαν πολλὰ γάρ ἐστι τοῦ θυμοῦ φοβερά, πολλὰ δὲ καὶ γελοῖα· διὸ καὶ μισεῖται καὶ καταφρονεῖται μάλιστα τῶν παθῶν. ἀμφότερα δ’ ἐσκέφθαι χρήσιμον. [De coh. ira 6] ΦΟΥΝΔ.ἐγὼ γοῦν, εἰ μὲν ὀρθῶς οὐκ οἶδα, ταύτην δὲ τῆς ἰατρείας ἀρχὴν ποιησάμενος, ὥσπερ οἱ Λάκωνες ἐν τοῖς εἵλωσι τὸ μεθύειν οἷόν ἐστι, κατεμάνθανον τὴν ὀργὴν ἐν ἑτέροις. καὶ πρῶτον μέν, ᾗ φησιν Ἱπποκράτης χαλεπωτάτην εἶναι νόσον ἐν ᾗ τοῦ νοσοῦντος ἀνομοιότατον αὑτῷ γίνεται τὸ πρόσωπον, οὕτως ὁρῶν ὑπ’ ὀργῆς ἐξισταμένους μάλιστα καὶ μεταβάλλοντας ὄψιν χρόαν βάδισμα φωνήν, οἷον εἰκόνα τοῦ πάθους ἀπεματτόμην ἐμαυτῷ πάνυ δυσχεραίνων, εἰ φοβερὸς; οὕτω καὶ παρακεκινηκὼς; ὁρῶμαί ποτε τοῖς φίλοις καὶ τῇ γυναικὶ καὶ τοῖς θυγατρίοις, οὐ μόνον ἰδεῖν ἄγριος καὶ ἀσυνήθης ἀλλὰ καὶ φωνὴν ἀπηνῆ καὶ τραχεῖαν ἀφιείς· ὥσπερ ἑτέροις τῶν συνήθων ἐνετύγχανον, οὐκ ἦθος οὐ μορφὴν οὐ λόγου χάριν οὐ τὸ πιθανὸν καὶ προσηνὲς ἐν ὁμιλίᾳ δυναμένοις ὑπ’ ὀργῆς διαφυλάττειν. Γαΐῳ μὲν οὖν Γράκχῳ τῷ ῥήτορι καὶ τὸν τρόπον ὄντι χαλεπῷ καὶ περιπαθέστερον λέγοντι διηρμοσμένον ἦν συρίγγιον, ᾧ τὴν φωνὴν οἱ ἁρμονικοὶ σχέδην ἐπ’ ἀμφότερα διὰ τῶν τόνων ἄγουσι· καὶ τοῦτ’ ἔχων οἰκέτης αὐτοῦ λέγοντος ὄπισθεν ἑστὼς ἐνεδίδου τόνον ἐπιεικῆ καὶ πρᾶον, ᾧ τὴν κραυγὴν ἀνεκαλεῖτο καὶ τὸ τραχὺ καὶ τὸ θυμικὸν ἀφῄρει τῆς φωνῆς, ὥσπερ ὁ τῶν βουκόλων [De coh. ira 6b] κηρόπλαστος ὀτοβεῖ δόναξ ἀχέτας ὑπνοδόταν νόμον [De coh. ira 6c] ἐπιθέλγων καὶ καθιστὰς τὴν ὀργὴν τοῦ ῥήτορος ἐμοὶ δ’ εἴ τις ἐμμελὴς καὶ κομψὸς ἀκόλουθος ἦν, οὐκ ἂν ἠχθόμην αὐτοῦ προσφέροντος ἐπὶ ταῖς ὀργαῖς ἔσοπτρον, ὥσπερ ἐνίοις προσφέρουσι λουσαμένοις ἐπ’ οὐδενὶ χρησίμῳ. τὸ δ’ αὑτὸν ἰδεῖν παρὰ φύσιν ἔχοντα καὶ συντεταραγμένον οὐ μικρόν ἐστιν εἰς διαβολὴν τοῦ πάθους. καὶ γὰρ καὶ τὴν, Ἀθηνᾶν λέγουσιν οἱ παίζοντες αὐλοῦσαν ὑπὸ τοῦ σατύρου νουθετεῖσθαι καὶ μὴ προσέχειν· [De coh. ira 6d] οὔ τοι πρέπει τὸ σχῆμα· τοὺς αὐλοὺς μέθες καὶ θὦπλα λάζευ καὶ γνάθους εὐθημόνει· [De coh. ira 6e] θεασαμένην δὲ τοῦ προσώπου τὴν ὄψιν ἐν ποταμῷ τινι δυσχερᾶναι καὶ προέσθαι τοὺς αὐλούς· καίτοι παραμυθίαν ἡ τέχνη τῆς ἀμορφίας ἔχει τὴν εὐμέλειαν. καὶ ὁ Μαρσύας, ὡς ἔοικε, φορβειᾷ τινι καὶ περιστομίοις τοῦ πνεύματος τὸ ῥαγδαῖον ἐγκαθεῖρξε καὶ τοῦ προσώπου κατεκόσμησε καὶ ἀπέκρυψε τὴν ἀνωμαλίαν, [De coh. ira 6f] χρυσῷ δ’ αἰγλήεντι συνήρμοσεν ἀμφιδασείας κόρσας, καὶ στόμα λάβρον ὀπισθοδέτοισιν ἱμᾶσιν. [De coh. ira 6g] ἡ δ’ ὀργὴ φυσῶσα καὶ διατείνουσα τὸ πρόσωπον ἀπρεπῶς, ἔτι μᾶλλον αἰσχρὰν ἀφίησι καὶ ἀτερπῆ φωνὴν [De coh. ira 6h] κινοῦσα χορδὰς τὰς ἀκινήτους φρενῶν. [De coh. ira 6i] τὴν μὲν γὰρ θάλασσαν, ὅταν ἐκταραχθεῖσα τοῖς πνεύμασι τὰ βρύα καὶ τὸ φῦκος ἀναβάλλῃ, καθαίρεσθαι λέγουσιν· ἃ δ’ ὁ θυμὸς ἐκβράσσει τῆς ψυχῆς περιτρεπομένης ἀκόλαστα καὶ πικρὰ καὶ σπερμολόγα ῥήματα, τοὺς λέγοντας πρώτους καταρρυπαίνει καὶ καταπίμπλησιν ἀδοξίας, ὡς ἀεὶ μὲν ἔχοντας ἐν αὐτοῖς ταῦτα καὶ πλήρεις ὄντας ὑπὸ δὲ τῆς ὀργῆς ἀνακαλυπτομένους. διὸ κουφοτάτου πράγματος, ὥς φησιν ὁ Πλάτων, λόγου βαρυτάτην ζημίαν τίνουσιν, ἐχθροὶ καὶ κακολόγοι καὶ κακοήθεις δοκοῦντες εἶναι. [De coh. ira 7] ΦΟΥΝΔ.ταῦτ’ οὖν ὁρῶντί μοι καὶ παραφυλάττοντι συμβαίνει τίθεσθαι καὶ διαμνημονεύειν ἐπιεικῶς πρὸς ἐμαυτόν, ὡς ἀγαθὸν μέν ἐστιν ἐν πυρετῷ κρεῖττον δ’ ἐν ὀργῇ τὴν γλῶτταν ἁπαλὴν ἔχειν καὶ λείαν. ἡ μὲν γὰρ τῶν πυρεττόντων ἐὰν μὴ κατὰ φύσιν ἔχῃ, σημεῖόν ἐστι πονηρὸν οὐκ αἴτιον· ἡ δὲ τῶν θυμουμένων τραχεῖα καὶ ῥυπαρὰ γενομένη καὶ ῥυεῖσα πρὸς λόγους ἀτόπους ἔχθρας ἀνηκέστου δημιουργὸν ὕβριν ἐκφέρει καὶ δυσμενείας ὑπούλου κατήγορον. οὐδὲν γὰρ ὁ ἄκρατος ἀκόλαστον οὕτω καὶ δυσχερὲς, ὡς ὁ θυμός, ἀναδείκνυσι· κἀκεῖνα μὲν γέλωτι καὶ παιδιᾷ μέλει, ταῦτα δὲ χολῇ κέκραται· καὶ παρὰ πότον μὲν ὁ σιωπῶν ἐπαχθὴς τοῖς συνοῦσι καὶ φορτικός, ἐν ὀργῇ δὲ σεμνότερον οὐδὲν ἡσυχίας, ὡς ἡ Σαπφὼ παραινεῖ [De coh. ira 7b] “σκιδναμένας ἐν στήθεσιν ὄργας πεφυλάχθαι γλῶσσαν μαψυλάκαν.” [De coh. ira 8] ΦΟΥΝΔ.οὐ ταῦτα δὲ μόνον ἐπιλογίζεσθαι δίδωσι τὸ προσέχειν αὑτοῖς ἁλισκομένοις ὑπ’ ὀργῆς, ἀλλὰ καὶ τὴν ἄλλην τοῦ θυμοῦ κατανοεῖν φύσιν, ὡς οὐκ εὐγενὴς οὐδ’ ἀνδρώδης οὐδ’ ἔχουσα φρόνημα καὶ μέγεθός ἐστιν, ἀλλὰ δοκεῖ τοῖς πολλοῖς τὸ ταρακτικὸν αὐτοῦ πρακτικὸν καὶ τὸ ἀπειλητικὸν εὐθαρσὲς εἶναι καὶ τὸ ἀπειθὲς ἰσχυρόν. ἔνιοι δὲ καὶ τὴν ὠμότητα μεγαλουργίαν καὶ τὸ δυσπαραίτητον εὐτονίαν καὶ μισοπονηρίαν τὸ δύσκολον οὐκ ὀρθῶς τίθενται· τὰ γὰρ ἔργα καὶ τὰ κινήματα καὶ τὰ σχήματα μικρότητα πολλὴν καὶ ἀσθένειαν κατηγορεῖ, οὐ μόνον ἐν οἷς παιδάρια σπαράττουσι καὶ πρὸς γύναια διαπικραίνονται καὶ κύνας καὶ ἵππους καὶ ἡμιόνους; οἴονται δεῖν κολάζειν, ὡς Κτησιφῶν ὁ παγκρατιαστὴς ἀντιλακτίσαι τὴν ἡμίονον ἀξιῶν, ἀλλὰ καὶ περὶ τὰς τυραννικὰς μιαιφονίας τῷ πικρῷ τὸ μικρόψυχον αὐτῶν καὶ τῷ δρῶντι τὸ πεπονθὸς ἐνορώμενον ἔοικε τοῖς δήγμασι τῶν ἑρπετῶν, ὅταν διακαῇ καὶ περιώδυνα γένηται, τὴν φλεγμονὴν ἀπερειδομένων σφοδρὰν τοῖς λελυπηκόσιν. ὡς γὰρ οἴδημα μεγάλης ἐστὶν ἐν σαρκὶ πληγῆς πάθος, οὕτως ἐν ταῖς μαλακωτάταις ψυχαῖς ἡ πρὸς τὸ λυπῆσαι ἔνδοσις ἐκφέρει μείζονα θυμὸν ἀπὸ μείζονος ἀσθενείας. διὸ καὶ γυναῖκες ἀνδρῶν ὀργιλώτεραι, καὶ νοσοῦντες ὑγιαινόντων καὶ γέροντες ἀκμαζόντων καὶ κακῶς πράττοντες εὐτυχούντων· ὀργιλώτατος γὰρ ὁ φιλάργυρος πρὸς τὸν οἰκονόμον, ὁ γαστρίμαργος πρὸς τὸν ὀψοποιὸν ὁ ζηλότυπος πρὸς τὸ γύναιον ὁ κενόδοξος κακῶς ἀκούσας· [De coh. ira 8b] χαλεπώτατοι δ’ ἄγαν φιλοτιμίαν μνώμενοι ἐν πόλεσιν ἄνδρες ἢ στάσιν, ἄλγος ἐμφανές κατὰ Πίνδαρον. [De coh. ira 8c] οὕτως ἐκ τοῦ λυπουμένου μάλιστα τῆς ψυχῆς καὶ πάσχοντος ἀνίσταται μάλιστα δι’ ἀσθένειαν ὁ θυμός, οὐχὶ νεύροις, ὥς τις εἶπε, τῆς ψυχῆς ἐοικώς, ἀλλ’ ἐπιτάμασι καὶ σπάσμασιν ἐν ταῖς ἀμυντικαῖς ὁρμαῖς σφοδρότερον ἐξανισταμένης. [De coh. ira 9] ΦΟΥΝΔ.τὰ μὲν οὖν φαῦλα παραδείγματα τὴν θέαν οὐκ εὔχαριν ἀλλ’ ἀναγκαίαν μόνον εἶχε· τοὺς δ’ ἠπίως καὶ λείως ὁμιλοῦντας ὀργαῖς κάλλιστα μὲν ἀκούσματα κάλλιστα δὲ θεάματα ποιούμενος, ἄρχομαι καταφρονεῖν τῶν λεγόντων· [De coh. ira 9b] ἄνδρ’ ἠδίκησας· ἄνδρ’ ἀνεκτέον τόδε; [De coh. ira 9c] καὶ βαῖνε λάξ, ἐπὶ τραχήλου βαῖνε, καὶ πέλα χθονί, [De coh. ira 9d] καὶ τἄλλα παροξυντικά, δι’ ὧν ἔνιοι τὸν θυμὸν ἐκ τῆς γυναικωνίτιδος εἰς τὴν ἀνδρωνῖτιν οὐκ εὖ μετοικίζουσιν. ἡ γὰρ ἀνδρεία κατὰ τἄλλα τῇ δικαιοσύνῃ συμφερομένη περὶ μόνης μοι δοκεῖ διαμάχεσθαι τῆς πραότητος, ὡς αὐτῇ μᾶλλον προσηκούσης. ἀνθρώπων μὲν γὰρ κρατῆσαι καὶ χείροσι βελτιόνων ὑπῆρξε, τὸ δ’ ἐν ψυχῇ στῆσαι κατὰ θυμοῦ τρόπαιον “ᾧ χαλεπὸν εἶναι διαμάχεσθαι” φησὶν Ἡράκλειτος ὅ τι γὰρ ἂν θέλῃ, ψυχῆς ὠνεῖται μεγάλης ἐστὶ καὶ νικητικῆς ἰσχύος, ὥσπερ νεῦρα καὶ τόνους ἀληθῶς ἐπὶ τὰ πάθη τὰς κρίσεις ἐχούσης. [De coh. ira 9e] διὸ καὶ συνάγειν ἀεὶ πειρῶμαι καὶ ἀναγιγνώσκειν οὐ ταῦτα δὴ μόνον τὰ τῶν φιλοσόφων, οὕς φασι χολὴν οὐκ ἔχειν οἱ νοῦν οὐκ ἔχοντες, ἀλλὰ μᾶλλον τὰ τῶν βασιλέων καὶ τυράννων οἷον Ἀντιγόνου τὸ πρὸς τοὺς στρατιώτας τοὺς παρὰ τὴν σκηνὴν λοιδοροῦντας αὐτὸν ὡς οὐκ ἀκούοντα· τὴν βακτηρίαν γὰρ ὑποβαλὼν ἔξω παπαί εἶπεν οὐ πορρωτέρω ποι τραπόμενοι κακῶς ἐρεῖθ’ ἡμᾶς; Ἀρκαδίωνος δὲ τοῦ Ἀχαιοῦ τὸν Φίλιππον ἀεὶ κακῶς λέγοντος καὶ φεύγειν παραινοῦντος [De coh. ira 9f] εἰσόκε τοὺς ἀφίκηται οἳ οὐκ ἴσασι Φίλιππον [De coh. ira 9g] εἶτά πως ἐν Μακεδονίᾳ φανέντος, ᾤοντο δεῖν οἱ φίλοι κολάσαι καὶ μὴ περιιδεῖν· ὁ δὲ Φίλιππος ἐντυχὼν αὐτῷ φιλανθρώπως καὶ ξένια καὶ δῶρα πέμψας ἐκέλευσεν ὕστερον πυνθάνεσθαι, τίνας λόγους ἀπαγγέλλοι πρὸς τοὺς Ἕλληνας· ὡς δὲ πάντες ἐμαρτύρουν ἐπαινέτην αὐτοῦ γεγονέναι τὸν ἄνδρα θαυμάσιον, ἐγὼ τοίνυν ἔφη βελτίων ἰατρὸς ὑμῶν. ἐν Ὀλυμπίοις δὲ βλασφημίας περὶ αὐτοῦ γενομένης καί τινων λεγόντων, ὡς οἰμῶξαι προσήκει τοὺς Ἕλληνας, ὅτι εὖ πάσχοντες ὑπὸ τοῦ Φιλίππου κακῶς αὐτὸν λέγουσι· τί οὖν ἔφη ποιήσουσιν, ἂν κακῶς πάθωσι; [De coh. ira 9h] καλὰ δὲ καὶ Πεισιστράτου τὰ πρὸς Θρασύβουλον καὶ Πορσήνα τὰ πρὸς Μούκιον καὶ Μάγα τὰ πρὸς Φιλήμονα· δημοσίᾳ γὰρ ὑπ’ αὐτοῦ κωμῳδηθεὶς ἐν θεάτρῳ [De coh. ira 9i] παρὰ τοῦ βασιλέως γράμμαθ’ ἥκει σοι, Μάγα. [De coh. ira 9j] Μάγα κακόδαιμον, γράμματ’ οὐκ ἐπίστασαι· [De coh. ira 9k] λαβὼν ὑπὸ χειμῶνος εἰς Παραιτόνιον ἐξενεχθέντα, στρατιώτην μὲν ἐκέλευσε γυμνῇ τῇ μαχαίρᾳ θιγεῖν τοῦ τραχήλου μόνον εἶτα κοσμίως ἀπελθεῖν· ἀστραγάλους δὲ καὶ σφαῖραν ὡς παιδαρίῳ νοῦν οὐκ ἔχοντι προσπέμψας ἀφῆκε. Πτολεμαῖος δὲ γραμματικὸν εἰς ἀμαθίαν ἐπισκώπτων ἠρώτησε τίς ὁ τοῦ Πηλέως πατὴρ ἦν· κἀκεῖνος ἂν σὺ πρότερον εἴπῃς ἔφη τίς ὁ τοῦ Λάγου· τὸ δὲ σκῶμμα τῆς δυσγενείας ἥπτετο τοῦ βασιλέως, καὶ πάντες ἠγανάκτησαν ὡς οὐκ ἐπιτήδειον ὄντα φέρειν· καὶ ὁ Πτολεμαῖος εἰ τὸ φέρειν ἔφη σκωπτόμενον, οὐδὲ τὸ σκώπτειν βασιλικόν ἐστιν. Ἀλέξανδρος δὲ πικρότερος αὑτοῦ γέγονεν ἐν τοῖς περὶ Καλλισθένη καὶ Κλεῖτον. καὶ, Πῶρος ἁλοὺς παρεκάλει χρήσασθαι· βασιλικῶς αὐτῷ καὶ πυθομένου μή τι πλέον; ἐν τῷ βασιλικῶς ἔφη πάντ’ ἔνεστι. διὸ καὶ τῶν θεῶν τὸν βασιλέα μειλίχιον Ἀθηναῖοι δέ· Μαιμάκτην οἶμαι καλοῦσι· τὸ δὲ κολαστικὸν ἐρινυῶδες καὶ δαιμονικόν, οὐ θεῖον οὐδ’ ὀλύμπιον. [De coh. ira 10] ΦΟΥΝΔ.ὥσπερ οὖν ἐπὶ τοῦ Φιλίππου τις εἶπε κατασκάψαντος Ὄλυνθον, ἀλλ’ οὐκ ἂν ἀνοικίσαι γε πόλιν ἐκεῖνος δύναιτο τηλικαύτην οὕτως ἔστιν εἰπεῖν πρὸς τὸν θυμὸν ἀνατρέψαι μὲν δύνασαι καὶ διαφθεῖραι καὶ καταβαλεῖν, ἀναστῆσαι δὲ καὶ σῶσαι καὶ φείσασθαι καὶ καρτερῆσαι πραότητός ἐστι καὶ συγγνώμης καὶ μετριοπαθείας, καὶ Καμίλλου καὶ Μετέλλου καὶ Ἀριστείδου καὶ Σωκράτους· τὸ δ’ ἐμφῦναι καὶ δακεῖν μυρμηκῶδες καὶ μυῶδες. οὐ μὴν ἀλλὰ καὶ πρὸς ἄμυναν ἅμα σκοπῶν τὸν δι’ ὀργῆς; τρόπον ἄπρακτον εὑρίσκω τὰ πολλά, δήγμασι χειλῶν καὶ πρίσεσιν ὀδόντων καὶ κεναῖς ἐπιδρομαῖς καὶ βλασφημίαις ἀπειλὰς ἀνοήτους ἐχούσαις καταναλισκόμενον, εἶθ’ ὥσπερ ἐν τοῖς δρόμοις τὰ παιδία τῷ μὴ κρατεῖν ἑαυτῶν προκαταπίπτοντα τοῦ τέλους ἐφ’ ὃ σπεύδει γελοίως. ὅθεν οὐ φαύλως ὁ Ῥόδιος πρὸς ὑπηρέτην τοῦ Ῥωμαίων στρατηγοῦ βοῶντα καὶ θρασυνόμενον οὐ μέλει μοι τί σὺ λέγεις ἀλλὰ τί τῆνος σιγῇ καὶ τὸν, Νεοπτόλεμον ὁ Σοφοκλῆς καὶ τὸν Εὐρύπυλον ὁπλίσας [De coh. ira 10b] ἐκόμπασ’ ἀλοιδόρητα φησίν ἐρρηξάτην ἐς κύκλα χαλκέων ὅπλων. [De coh. ira 10c] τὸν μὲν γὰρ σίδηρον ἔνιοι τῶν βαρβάρων φαρμάσσουσιν, δ’ ἀνδρεία χολῆς οὐ δεῖται βέβαπται γὰρ ὑπὸ τοῦ λόγου· τὸ δὲ θυμικὸν καὶ μανικὸν εὐπερίθραυστόν ἐστι καὶ σαθρόν. ἀφαιροῦσι γοῦν αὐλοῖς τὸν θυμὸν οἱ Λακεδαιμόνιοι τῶν μαχομένων, καὶ Μούσαις πρὸ πολέμου θύουσιν ὅπως ὁ λόγος ἐμμένῃ· καὶ τρεψάμενοι τοὺς πολεμίους οὐ διώκουσιν, ἀλλ’ ἀνακαλοῦνται τὸν θυμόν, ὥσπερ τὰ σύμμετρα τῶν ἐγχειριδίων εὐανακόμιστον ὄντα καὶ ῥᾴδιον. ὀργὴ δὲ, μυρίους προανεῖλε τῆς ἀμύνης, ὡς Κῦρον καὶ Πελοπίδαν τὸν Θηβαῖον. Ἀγαθοκλῆς δὲ πράως ἔφερε λοιδορούμενος ὑπὸ τῶν πολιορκουμένων· καί τινος εἰπόντος κεραμεῦ, πόθεν ἀποδώσεις τοῖς ξένοις τὸν μισθὸν; ἐπιγελάσας αἴκα ταύταν ἐξέλω καὶ τὸν Ἀντίγονον ἀπὸ τοῦ τείχους τινὲς εἰς ἀμορφίαν ἔσκωπτον· ὁ δὲ πρὸς αὐτοὺς καὶ μὴν ἐδόκουν εὐπρόσωπος εἶναι. λαβὼν δὲ τὴν πόλιν ἐπίπρασκε τοὺς σκώπτοντας, μαρτυράμενος ὅτι πρὸς τοὺς δεσπότας ἕξει τὸν λόγον, ἂν πάλιν αὐτὸν λοιδορῶσιν. [De coh. ira 10d] ὁρῶ δὲ καὶ κυνηγοὺς σφαλλομένους ὑπ’ ὀργῆς μεγάλα καὶ ῥήτορας. Ἀριστοτέλης δ’ ἱστορεῖ Σατύρου τοὺς φίλους ἐμφράξαι τὰ ὦτα κηρῷ δίκην ἔχοντος, ὅπως μὴ συγχέῃ τὸ πρᾶγμα διὰ θυμὸν ὑπὸ τῶν ἐχθρῶν λοιδορούμενος. αὐτοὺς δ’ ἡμᾶς οὐ πολλάκις ἐκφεύγει τὸ κολάσαι πλημμελήσαντα δοῦλον; ἀποδιδράσκουσι γὰρ τὰς ἀπειλὰς καὶ τοὺς λόγους δείσαντες. ὅπερ οὖν αἱ τίτθαι πρὸς τὰ παιδία λέγουσι μὴ κλαῖε καὶ λήψῃ, τοῦτο πρὸς τὸν θυμὸν οὐκ ἀχρήστως λεκτέον μὴ σπεῦδε μηδὲ βόα μηδ’ ἐπείγου, καὶ μᾶλλον ἃ θέλεις γενήσεται καὶ βέλτιον καὶ γὰρ παῖδ’ ἰδὼν πατὴρ ἐπιχειροῦντά τι σιδηρίῳ διελεῖν ἢ τεμεῖν, αὐτὸς λαβὼν τὸ σιδήριον ἐποίησε· καὶ τοῦ θυμοῦ τὴν τιμωρίαν παρελόμενος αὐτὸς ἀσφαλῶς καὶ ἀβλαβῶς καὶ ὠφελίμως ἐκόλασε τὸν ἄξιον οὐχ ἑαυτὸν ὥσπερ ὁ θυμούμενος ἀντ’ ἐκείνου πολλάκις. [De coh. ira 11] ΦΟΥΝΔ.πάντων δὲ τῶν παθῶν ἐθισμοῦ δεομένων, οἷον δαμάζοντος καὶ καταθλοῦντος ἀσκήσει τὸ ἄλογον καὶ δυσπειθές, οὐ πρὸς ἄλλο μᾶλλον ἔστιν ἐγγυμνάσασθαι τοῖς οἰκέταις ἢ πρὸς τὸν θυμόν. οὔτε γὰρ φθόνος οὔτε φόβος οὔτε φιλοτιμία τις ἐγγίγνεται πρὸς αὐτούς· ὀργαὶ δὲ συνεχεῖς πολλὰ ποιοῦσαι προσκρούματα καὶ σφάλματα διὰ τὴν ἐξουσίαν ὥσπερ ἐν ὀλισθηρῷ χωρίῳ, μηδενὸς ἐνισταμένου μηδὲ κωλύοντος, ὑποφέρουσιν. οὐ γὰρ ἔστιν ἀναμάρτητον ἐν πάθει τὸ ἀνυπεύθυνον κατασχεῖν, μὴ πολλῇ τὴν ἐξουσίαν ἐμπεριλαβόντα πραότητι μηδὲ πολλὰς ὑπομείναντα φωνὰς γυναικὸς καὶ φίλων ἐγκαλούντων ἀτονίαν καὶ ῥᾳθυμίαν. οἷς μάλιστα παρωξυνόμην καὶ αὐτὸς ἐπὶ τοὺς οἰκέτας ὡς τῷ μὴ κολάζεσθαι διαφθειρομένους. ὀψὲ μέντοι συνεῖδον, ὅτι πρῶτον μὲν ἐκείνους ἀνεξικακίᾳ χείρονας ποιεῖν βέλτιόν ἐστιν ἢ πικρίᾳ καὶ θυμῷ διαστρέφειν ἑαυτὸν εἰς ἑτέρων ἐπανόρθωσιν ἔπειτα πολλοὺς ὁρῶν αὐτῷ τῷ μὴ κολάζεσθαι πολλάκις αἰδουμένους κακοὺς εἶναι καὶ μεταβολῆς ἀρχὴν τὴν συγγνώμην μᾶλλον ἢ τὴν τιμωρίαν λαμβάνοντας, καὶ νὴ Δία δουλεύοντας ἑτέροις ἀπὸ νεύματος καὶ σιωπῇ καὶ προθυμότερον ἢ μετὰ πληγῶν καὶ στιγμάτων ἑτέροις, ἐπειθόμην ἡγεμονικώτερον εἶναι τοῦ θυμοῦ τὸν λογισμόν. οὐ γάρ, ὡς ὁ ποιητὴς εἶπεν [De coh. ira 11b] ἵνα γὰρ δέος, ἔνθα καὶ αἰδώς· [De coh. ira 11c] ἀλλὰ τοὐναντίον αἰδουμένοις ὁ σωφρονίζων ἐγγίγνεται φόβος. ἡ δὲ συνεχὴς πληγὴ καὶ ἀπαραίτητος οὐ μετάνοιαν ἐμποιεῖ τοῦ κακουργεῖν ἀλλὰ τοῦ λανθάνειν πρόνοιαν μᾶλλον. τρίτον ἀεὶ μνημονεύων καὶ διανοούμενος πρὸς ἐμαυτόν, ὡς οὔθ’ ὁ τοξεύειν ἡμᾶς διδάξας ἐκώλυσε βάλλειν ἀλλὰ μὴ διαμαρτάνειν, οὔτε τῷ κολάζειν ἐμποδὼν ἔσται τὸ διδάσκειν εὐκαίρως τοῦτο ποιεῖν καὶ μετρίως καὶ ὠφελίμως καὶ πρεπόντως πειρῶμαι τὴν ὀργὴν ἀφαιρεῖν μάλιστα τῷ μὴ παραιρεῖσθαι τῶν κολαζομένων τὴν δικαιολογίαν ἀλλ’ ἀκούειν. ὅ τε γὰρ χρόνος ἐμποιεῖ τῷ πάθει διατριβὴν καὶ μέλλησιν ἐκλύουσαν ἥ τε κρίσις εὑρίσκει καὶ τρόπον πρέποντα καὶ μέγεθος ἁρμόττον κολάσεως· ἔτι δ’ οὐχ ὑπολείπεται πρόφασις τῷ διδόντι δίκην ἀντιτείνειν πρὸς τὴν ἐπανόρθωσιν, ἂν μὴ κατ’ ὀργὴν ἀλλ’ ἐξελεγχθεὶς κολάζηται τὸ τ’ αἴσχιστον οὐ πρόσεστι, φαίνεσθαι δικαιότερα τοῦ δεσπότου λέγοντα τὸν οἰκέτην. [De coh. ira 11d] ὥσπερ οὖν ὁ Φωκίων μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν οὐκ ἐῶν προεξανίστασθαι τοὺς Ἀθηναίους οὐδὲ ταχὺ πιστεύειν, εἰ σήμερον εἶπεν ἄνδρες Ἀθηναῖοι τέθνηκε, καὶ αὔριον ἔσται καὶ εἰς τρίτην τεθνηκώς οὕτως οἶμαι δεῖν ὑποβάλλειν ἑαυτῷ τὸν σπεύδοντα δι’ ὀργὴν ἐπὶ τὴν τιμωρίαν, εἰ σήμερον οὗτος ἠδίκηκε, καὶ αὔριον ἔσται καὶ εἰς τρίτην ἠδικηκώς· καὶ δεινὸν οὐδέν, εἰ δώσει δίκην βράδιον, ἀλλ’ εἰ ταχὺ παθὼν ἀεὶ φανεῖται μὴ ἀδικῶν· ὅπερ ἤδη συμβέβηκε πολλάκις. τίς γὰρ ἡμῶν οὕτω δεινός ἐστιν, ὥστε μαστιγοῦν καὶ κολάζειν δοῦλον, ὅτι πέμπτην ἢ δεκάτην ἡμέραν προσέκαυσε τοὖψον ἢ κατέβαλε τὴν τράπεζαν ἢ βράδιον ὑπήκουσε; καὶ μὴν ταῦτ’ ἐστὶν ἐφ’ οἷς εὐθὺς γενομένοις καὶ προσφάτοις οὖσι ταραττόμεθα καὶ πικρῶς καὶ ἀπαραιτήτως ἔχομεν. ὡς γὰρ δι’ ὁμίχλης τὰ σώματα, καὶ δι’ ὀργῆς τὰ πράγματα μείζονα φαίνεται. [De coh. ira 11e] διὸ δεῖ ταχὺ συμμνημονεύειν τῶν ὁμοίων, καὶ τοῦ πάθους ἔξωθεν ὄντας ἀνυπόπτως, ἂν καθαρῷ τῷ λογισμῷ καὶ καθεστῶτι φαίνηται μοχθηρόν, ἐπιστραφῆναι, καὶ μὴ προέσθαι τότε μηδ’ ἀφεῖναι τὴν κόλασιν ὥσπερ σιτίον ἀνορέκτους γεγονότας. οὐδὲν γὰρ οὕτως αἴτιόν ἐστι τοῦ παρούσης ὀργῆς κολάζειν, ὡς τὸ παυσαμένης μὴ κολάζειν ἀλλ’ ἐκλελύσθαι, καὶ ταὐτὸ πεπονθέναι τοῖς ἀργοῖς κωπηλάταις, οἳ γαλήνης ὁρμοῦσιν εἶτα κινδυνεύουσιν ἀνέμῳ πλέοντες. καὶ γὰρ ἡμεῖς τοῦ λογισμοῦ κατεγνωκότες ἀτονίαν καὶ μαλακίαν ἐν τῷ κολάζειν, σπεύδομεν παρόντι τῷ θυμῷ καθάπερ πνεύματι παραβόλως. τροφῇ μὲν γὰρ ὁ πεινῶν κατὰ φύσιν χρῆται τιμωρίᾳ δ’ ὁ μὴ πεινῶν μηδὲ διψῶν αὐτῆς, μηδ’ ὥσπερ ὄψου πρὸς τὸ κολάσαι τοῦ θυμοῦ δεόμενος, ἀλλ’ ὅταν πορρωτάτω τοῦ ὀρέγεσθαι γένηται προσάγων τὸν λογισμὸν ἀναγκαίως. οὐ γάρ, ὡς Ἀριστοτέλης ἱστορεῖ κατ’ αὐτὸν ἐν Τυρρηνίᾳ μαστιγοῦσθαι τοὺς οἰκέτας πρὸς αὐλόν, οὕτω πρὸς ἡδονὴν δεῖ καθάπερ ἀπολαύσματος ὀρέξει τῆς τιμωρίας ἐμφορεῖσθαι καὶ χαίρειν κολάζοντας εἶτα μετανοεῖν· ὧν τὸ μὲν θηριῶδες τὸ δὲ γυναικῶδες· ἀλλὰ καὶ λύπης καὶ ἡδονῆς χωρὶς ἐν τῷ τοῦ λογισμοῦ χρόνῳ τὴν δίκην κομίζεσθαι μὴ ὑπολείποντας τῷ θυμῷ πρόφασιν. [De coh. ira 12] ΦΟΥΝΔ.αὕτη μὲν οὖν ἴσως οὐκ ὀργῆς ἰατρεία φανεῖται, διάκρουσις δὲ καὶ φυλακὴ τῶν ἐν ὀργῇ τινος ἁμαρτημάτων. καίτοι καὶ σπληνὸς οἴδημα σύμπτωμα μέν ἐστι πυρετοῦ πραϋνόμενον δὲ κουφίζει τὸν πυρετόν, ὥς φησιν Ἱερώνυμος. ἀλλ’ αὐτῆς γε τῆς ὀργῆς ἀναθεωρῶν τήν γένεσιν ἄλλους ὑπ’ ἄλλων αἰτιῶν ἐμπίπτοντας εἰς αὐτὴν ἑώρων, οἷς ἐπιεικῶς ἅπασι τοῦ καταφρονεῖσθαι καὶ ἀμελεῖσθαι παραγίγνεται. διὸ καὶ τοῖς παραιτουμένοις δεῖ βοηθεῖν πορρωτάτω τὴν πρᾶξιν ὀλιγωρίας ἀπάγοντας καὶ θρασύτητος, εἰς ἄγνοιαν ἢ ἀνάγκην ἢ πάθος ἢ δυστυχίαν τιθεμένους ὡς Σοφοκλῆς [De coh. ira 12b] ἀλλ’ οὐ γάρ, ὦ ’ναξ, οὐδ’ ὃς ἂν βλάστῃ μένει νοῦς τοῖς κακῶς πράξασιν, ἀλλ’ ἐξίσταται. [De coh. ira 12c] καὶ τῆς Βρισηΐδος τὴν ἀφαίρεσιν εἰς τὴν Ἄτην ἀναφέρων ὁ Ἀγαμέμνων, ὅμως [De coh. ira 12d] ἂψ ἐθέλει ἀρέσαι, δόμεναι τ’ ἀπερείσι’ ἄποινα. [De coh. ira 12e] καὶ γὰρ τὸ δεῖσθαι τοῦ μὴ καταφρονοῦντός ἐστι, καὶ ταπεινὸς; φανεὶς ὁ ἀδικήσας ἔλυσε τὴν τῆς ὀλιγωρίας δόξαν. οὐ δεῖ δὲ ταῦτα περιμένειν τὸν ὀργιζόμενον, ἀλλὰ τὸ τοῦ Διογένους οὗτοί σου καταγελῶσιν ὦ Διόγενες· ἐγὼ δ’ οὐ καταγελῶμαι λαμβάνειν ἐν ἑαυτῷ, καὶ καταφρονεῖσθαι μὴ νομίζειν ἀλλὰ μᾶλλον ἐκείνου καταφρονεῖν, ὡς δι’ ἀσθένειαν ἢ πλημμέλειαν ἢ προπέτειαν ἢ ῥᾳθυμίαν ἢ ἀνελευθερίαν ἢ γῆρας ἢ νεότητα πλημμελοῦντος. οἰκέταις δὲ καὶ φίλοις ἀφετέον τὸ τοιοῦτο παντάπασιν. οὐ γὰρ ὡς ἀδυνάτων οὐδ’ ὡς ἀπράκτων, ἀλλὰ δι’ ἐπιείκειαν ἢ δι’ εὔνοιαν οἱ μὲν ὡς χρηστῶν οἱ δ’ ὡς φιλούντων καταφρονοῦσι· νυνὶ δ’ οὐ μόνον πρὸς γυναῖκα καὶ δούλους καὶ φίλους ὡς καταφρονούμενοι τραχέως ἔχομεν, ἀλλὰ καὶ πανδοκεῦσι καὶ ναύταις καὶ ὀρεωκόμοις μεθύουσι πολλάκις ὑπ’ ὀργῆς συμπίπτομεν οἰόμενοι καταφρονεῖσθαι, καὶ κυσὶν ὑλακτοῦσι καὶ ὄνοις ἐμβάλλουσι χαλεπαίνομεν ὡς ἐκεῖνος ὁ βουλόμενος τύπτειν τὸν ὀνηλάτην, εἶτ’ ἀνακραγόντος ὅτι Ἀθηναῖός εἰμι, σὺ δὲ μὲν οὐκ εἶ Ἀθηναῖος τὸν ὄνον λέγων ἔτυπτε καὶ πολλὰς ἐνεφόρει πληγάς. [De coh. ira 13] ΦΟΥΝΔ.καὶ μὴν τάς γε συνεχεῖς καὶ πυκνὰς καὶ κατὰ μικρὸν ἐν τῇ ψυχῇ συλλεγομένας ὀργὰς μάλιστα φιλαυτία καὶ δυσκολία μετὰ τρυφῆς, καὶ μαλακίας οἷον σμῆνος ἢ σφηκιὰν ἡμῖν ἐντίκτουσι. διὸ μεῖζον οὐδὲν εὐκολίας καὶ ἀφελείας ἐφόδιον εἰς πραότητα πρὸς οἰκέτας καὶ γυναῖκα καὶ φίλους τῷ δυναμένῳ συμφέρεσθαι τοῖς παροῦσι καὶ μὴ δεομένῳ πολλῶν καὶ περιττῶν [De coh. ira 13b] ὁ δ’ οὔτ’ ἄγαν ὀπτοῖσιν οὔθ’ ἑφθοῖς ἄγαν, οὔθ’ ἧττον οὔτε μᾶλλον οὔτε διὰ μέσου ἠρτυμένοισι χαίρων ὥστ’ ἐπαινέσαι [De coh. ira 13c] χιόνος δὲ μὴ παρούσης οὐκ ἂν πιὼν, οὐδ’ ἄρτον ἐξ ἀγορᾶς φαγὼν οὐδ’ ὄψου γευσάμενος ἐν λιτοῖς ἢ κεραμεοῖς σκεύεσιν, οὐδὲ κοιμηθεὶς ἐπὶ στρωμνῆς μὴ οἰδούσης μηδ’ ὥσπερ θαλάττης διὰ βάθους κεκινημένης, ῥάβδοις δὲ καὶ πληγαῖς τοὺς περὶ τράπεζαν ὑπηρέτας ἐπιταχύνων μετὰ δρόμου καὶ βοῆς καὶ ἱδρῶτος, ὥσπερ φλεγμοναῖς καταπλάσματα κομίζοντας, ἀσθενεῖ καὶ φιλαιτίῳ καὶ μεμψιμοίρῳ δουλεύων διαίτῃ, καθάπερ ὑπὸ βηχὸς ἐνδελεχοῦς προσκρουμάτων πολλῶν ἔλαθεν ἑλκώδη καὶ καταρροϊκὴν διάθεσιν περὶ τὸ θυμοειδὲς ἀπεργασάμενος. ἐθιστέον οὖν τὸ σῶμα δι’ εὐτελείας πρὸς εὐκολίαν αὔταρκες ἑαυτῷ γιγνόμενον· οἱ γὰρ ὀλίγων δεόμενοι πολλῶν οὐκ ἀποτυγχάνουσι. [De coh. ira 13d] καὶ δεινὸν οὐδὲν ἀρξαμένους ἀπὸ τῆς τροφῆς σιωπῇ χρήσασθαι τοῖς παρατυγχάνουσι, καὶ μὴ πολλὰ χολουμένους καὶ δυσκολαίνοντας ἀτερπέστατον ὄψον ἐμβαλεῖν ἑαυτοῖς καὶ φίλοις τὴν ὀργήν· [De coh. ira 13e] δόρπου δ’ οὐκ ἄν πως ἀχαρίστερον ἄλλο γένοιτο· [De coh. ira 13f] διὰ πρόσκαυσιν ἢ καπνὸν ἢ ἁλῶν ἔνδειαν ἢ ψυχρότερον ἄρτον οἰκετῶν τυπτομένων καὶ λοιδορουμένης γυναικός. [De coh. ira 13g] Ἀρκεσιλάου δὲ μετὰ ξένων τινῶν ἑστιῶντος· τοὺς φίλους παρετέθη τὸ δεῖπνον, ἄρτοι δ’ οὐκ ἦσαν ἀμελησάντων πρίασθαι τῶν παίδων. ἐφ’ ᾧ τίς οὐκ ἂν ἡμῶν διέστησε τοὺς τοίχους κεκραγώς; ὁ δὲ μειδιάσας οἷόν ἐστιν ἔφη τὸ συμποτικὸν εἶναι τὸν σοφόν τοῦ δὲ Σωκράτους ἐκ παλαίστρας παραλαβόντος. [De coh. ira 13h] τὸν Εὐθύδημον, ἡ Ξανθίππη μετ’ ὀργῆς ἐπιστᾶσα καὶ λοιδορηθεῖσα τέλος ἀνέτρεψε τὴν τράπεζαν, ὁ δ’ Εὐθύδημος ἐξαναστὰς ἀπῄει περίλυπος γενόμενος· καὶ ὁ Σωκράτης παρὰ σοὶ δ’ εἶπεν οὐ πρῴην ὄρνις τις εἰσπτᾶσα ταὐτὸ τοῦτ’ ἐποίησεν, ἡμεῖς δ’ οὐκ ἠγανακτήσαμεν; [De coh. ira 13i] δεῖ γὰρ σὺν εὐκολίᾳ καὶ γέλωτι καὶ φιλοφροσύνῃ τοὺς φίλους δέχεσθαι, μὴ τὰς ὀφρῦς συνάγοντας μηδὲ φρίκην καὶ τρόμον ἐμβάλλοντας τοῖς ὑπηρετοῦσιν. ἐθιστέον δὲ καὶ σκεύεσιν εὐκόλως ὁμιλεῖν ἅπασι καὶ μὴ τῷδε μᾶλλον ἢ τῷδε χρῆσθαι· καθάπερ ἔνιοι πολλῶν παρόντων ἓν ἐξελόμενοι κανθάριον, ὡς Μάριον ἱστοροῦσιν, ἢ ῥυτὸν οὐκ ἂν ἑτέρῳ πίοιεν. οὕτω δὲ καὶ πρὸς ληκύθους ἔχουσιν καὶ πρὸς στλεγγίδας, ἀγαπῶντες ἐκ πασῶν μίαν· εἶθ’ ὅταν συντριβῇ τι τούτων ἢ ἀπόληται, βαρέως φέρουσι καὶ κολάζουσι. ἀφεκτέον οὖν τῷ πρὸς ὀργὴν φαύλως ἔχοντι τῶν σπανίων καὶ περιττῶν, οἷον ἐκπωμάτων καὶ σφραγίδων καὶ λίθων πολυτελῶν· ἐξίστησι γὰρ ἀπολλύμενα μᾶλλον τῶν εὐπορίστων καὶ συνήθων. διὸ καὶ τοῦ Νέρωνος ὀκτάγωνόν τινα σκηνὴν ὑπερφυὲς κάλλει καὶ πολυτελείᾳ θέαμα κατασκευάσαντος, ἤλεγξας ἔφη ὁ Σενέκας πένητα σεαυτόν· ἐὰν γὰρ ταύτην ἀπολέσῃς, ἑτέραν οὐ κτήσῃ τοιαύτην καὶ μέντοι καὶ συνέπεσε τοῦ πλοίου καταδύντος ἀπολέσθαι τὴν σκηνήν· ὁ δὲ Νέρων ἀναμνησθεὶς τοῦ Σενέκα μετριώτερον ἤνεγκεν. ἡ δὲ πρὸς [De coh. ira 13j] τὰ πράγματ’ εὐκολία καὶ πρὸς οἰκέτας εὔκολον ποιεῖ καὶ πρᾶον· εἰ δὲ πρὸς οἰκέτας, δῆλον ὅτι καὶ πρὸς φίλους καὶ πρὸς ἀρχομένους. ὁρῶμεν δὲ καὶ δούλους νεωνήτους περὶ τοῦ πριαμένου πυνθανομένους, οὐκ εἰ δεισιδαίμων οὐδ’ εἰ φθονερὸς ἀλλ’ εἰ θυμώδης καὶ ὅλως σὺν ὀργῇ μηδὲ σωφροσύνην ἄνδρας γυναικῶν μηδ’ ἔρωτα γυναῖκας ἀνδρῶν ὑπομένειν δυναμένας μηδὲ συνήθειαν ἀλλήλων φίλους. οὕτως οὔτε γάμος οὔτε φιλία μετ’ ὀργῆς ἀνεκτόν, ἀλλὰ χωρὶς ὀργῆς καὶ μέθη κοῦφόν ἐστιν· ὁ γὰρ τοῦ θεοῦ νάρθηξ ἱκανὸς κολαστὴς τοῦ μεθύοντος, ἂν μὴ προσγενόμενος ὁ θυμὸς ὠμηστὴν καὶ μαινόλην ἀντὶ λυαίου καὶ χορείου ποιήσῃ τὸν ἄκρατον. καὶ τὴν μανίαν αὐτὴν καθ’ αὑτὴν ἡ Ἀντίκυρα θεραπεύει, μιχθεῖσα δ’ ὀργῇ τραγῳδίας ποιεῖ καὶ μύθους. [De coh. ira 14] ΦΟΥΝΔ.δεῖ δὲ μήτε παίζοντας αὐτῇ διδόναι τόπον, ἔχθραν γὰρ ἐπάγει τῇ φιλοφροσύνῃ· μήτε κοινολογουμένους, φιλονεικίαν γὰρ ἐκ φιλολογίας ἀπεργάζεται· μήτε δικάζοντας, ὕβριν γὰρ τῇ ἐξουσίᾳ προστίθησι· μήτε παιδεύοντας, ἀθυμίαν γὰρ ἐμποιεῖ καὶ μισολογίαν μήτ’ εὐτυχοῦντας, αὔξει γὰρ τὸν φθόνον· μήτε δυστυχοῦντας, ἀφαιρεῖ γὰρ τὸν ἔλεον, ὅταν δυσκολαίνωσι καὶ μάχωνται τοῖς συναχθομένοις· ὡς ὁ Πρίαμος [De coh. ira 14b] ἔρρετε, λωβητῆρες, ἐλεγχέες· οὔ νυ καὶ ὑμῖν ἔστι γόος, ὅτι μ’ ἤλθετε κηδήσοντες; [De coh. ira 14c] ἡ δ’ εὐκολία τοῖς μὲν βοηθεῖ τὰ δ’ ἐπικοσμεῖ τὰ δὲ συνηδύνει, περιγίγνεται δὲ τῇ πραότητι καὶ θυμοῦ καὶ δυσκολίας ἁπάσης· ὥσπερ Εὐκλείδης, τοῦ ἀδελφοῦ πρὸς αὐτὸν ἐκ διαφορᾶς εἰπόντος ἀπολοίμην, εἰ μή σε τιμωρησαίμην· ἐγὼ δέ φήσας ἀπολοίμην, εἰ μή σε πείσαιμι διέτρεψε παραχρῆμα καὶ μετέθηκε. πολέμων δέ, λοιδοροῦντος αὐτὸν ἀνθρώπου φιλολίθου καὶ περὶ σφραγίδια πολυτελῆ νοσοῦντος, ἀπεκρίνατο μὲν οὐδὲν τῶν σφραγιδίων δ’ ἑνὶ προσεῖχε τὸν νοῦν καὶ κατεμάνθανεν· ἡσθεὶς οὖν ὁ ἄνθρωπος μὴ οὕτως εἶπεν ὦ Πολέμων, ἀλλ’ ὑπ’ αὐγὰς θεῶ, καὶ πολύ σοι βέλτιον φανεῖται ὁ δ’ Ἀρίστιππος, ὀργῆς αὐτῷ πρὸς Αἰσχίνην γενομένης καί τινος εἰπόντος ὦ Ἀρίστιππε, ποῦ ὑμῶν ἡ φιλία; καθεύδει φησὶν ἐγὼ δ’ αὐτὴν ἐγερῶ· καὶ τῷ Αἰσχίνῃ προσελθὼν εἶπεν οὕτω σοι δοκῶ παντάπασιν ἀτυχής τις εἶναι καὶ ἀνήκεστος, ὥστε μὴ νουθεσίας τυχεῖν; ὁ δ’ Αἰσχίνης οὐδέν ἔφη θαυμαστόν, εἰ πρὸς πάντα μου τῇ φύσει διαφέρων κἀνταῦθα τὸ δέον πρότερος συνεῖδες. [De coh. ira 14d] καὶ γὰρ κάπρον φριξαύχεν’ οὐ μόνον γυνή, παῖς δ’ ἂν νεογνὸς χειρὶ προσκνήθων νέᾳ κλίναι παλαιστοῦ παντὸς εὐμαρέστερον. [De coh. ira 14e] ἀλλ’ ἡμεῖς ἀγριαίνοντα τιθασεύομεν ζῷα καὶ πραΰνομεν, λυκιδεῖς καὶ σκύμνους λεόντων ἐν ταῖς ἀγκάλαις περιφέροντες, εἶτα τέκνα καὶ φίλους καὶ συνήθεις ἐκβάλλομεν ὑπ’ ὀργῆς· οἰκέταις δὲ καὶ πολίταις τὸν θυμὸν ὥσπερ θηρίον ἐφίεμεν οὐ καλῶς ὑποκοριζόμενοι μισοπονηρίαν, ἀλλ’ ὥσπερ, οἶμαι, τῶν ἄλλων παθῶν τῆς ψυχῆς καὶ νοσημάτων τὸ μὲν πρόνοιαν τὸ δ’ ἐλευθεριότητα τὸ δ’ εὐσέβειαν καλοῦντες οὐδενὸς ἀπαλλαγῆναι δυνάμεθα. [De coh. ira 15] ΦΟΥΝΔ.καίτοι, καθάπερ ὁ Ζήνων ἔλεγε τὸ σπέρμα σύμμιγμα καὶ κέρασμα τῶν τῆς ψυχῆς δυνάμεων ὑπάρχειν ἀπεσπασμένον, οὕτως ἔοικε τῶν παθῶν πανσπερμία τις ὁ θυμὸς εἶναι· καὶ γὰρ λύπης ἀπέσπασται καὶ ἡδονῆς καὶ ὕβρεως· καὶ φθόνου μὲν ἔχει τὴν ἐπιχαιρεκακίαν, φθόνου δὲ καὶ χείρων ἐστίν· ἀγωνίζεται γὰρ οὐχὶ μὴ παθεῖν αὐτὸς ἀλλὰ παθεῖν κακῶς ἐπιτρίψας ἕτερον· ἐπιθυμίας δ’ αὐτῷ τὸ ἀτερπέστατον ἐμπέφυκεν, εἴ γε δὴ τοῦ λυπεῖν ἕτερον ὄρεξίς ἐστι. διὸ τῶν μὲν ἀσώτων ταῖς οἰκίαις προσιόντες αὐλητρίδος ἀκούομεν ἑωθινῆς, καὶ πηλόν ὣς τις εἶπεν οἴνου καὶ σπαράγματα στεφάνων καὶ κραιπαλῶντας ὁρῶμεν ἐπὶ θύραις ἀκολούθους· τὰ δὲ τῶν πικρῶν ἐκκαλύμματα καὶ δυσκόλων ἐν τοῖς προσώποις τῶν οἰκετῶν ὄψει καὶ τοῖς στίγμασι καὶ ταῖς πέδαις· [De coh. ira 15b] ἀεὶ δ’ ἀοιδῶν μοῦνος ἐν στέγαις ὀργίλου ἀνδρός κωκυτὸς ἐμπέπτωκε, [De coh. ira 15c] μαστιγουμένων ἔνδον οἰκονόμων καὶ στρεβλουμένων θεραπαινίδων, ὥστε τοῦ θυμοῦ τὰς λύπας ἐν ταῖς ἐπιθυμίαις καὶ ταῖς ἡδοναῖς οἰκτίρειν ὁρῶντας. [De coh. ira 16] ΦΟΥΝΔ.οὐ μὴν ἀλλ’ ὅσοις γε συμβαίνει διὰ μισοπονηρίαν ἀληθῶς ἁλίσκεσθαι πολλάκις ὑπ’ ὀργῆς, τὸ ἄγαν ἀφαιρετέον αὐτῆς καὶ τὸ ἄκρατον ἅμα τῇ σφοδρᾷ πίστει περὶ τῶν συνόντων. αὕτη γὰρ αὔξει μάλιστα τῶν αἰτιῶν τὸν θυμόν, ὅταν ἢ χρηστὸς ὑποληφθεὶς ἀναφανῇ μοχθηρὸς ἢ φιλεῖν δόξας ἐν διαφορᾷ τινι καὶ μέμψει γένηται. τὸ δ’ ἐμὸν ἦθος οἶσθα δήπουθεν ἡλίκαις ῥοπαῖς φέρεται πρὸς εὔνοιαν ἀνθρώπων καὶ πίστιν· ὥσπερ οὖν οἱ κατὰ κενοῦ βαίνοντες, ὅσῳ μᾶλλον ἐπερείδω τῷ φιλεῖν ἐμαυτόν, ἁμαρτάνω μᾶλλον καὶ σφαλλόμενος ἀνιῶμαι· καὶ τοῦ μὲν φιλεῖν ἀπαρύσαι τὸ ἐμπαθὲς ἄγαν καὶ πρόθυμον οὐκ ἂν ἔτι δυνηθείην τοῦ δὲ πιστεύειν σφόδρα χρησαίμην ἂν ἴσως χαλινῷ τῇ Πλάτωνος; εὐλαβείᾳ. καὶ γὰρ Ἑλίκωνα τὸν μαθηματικὸν οὕτως ἐπαινεῖν φησιν, ὡς φύσει εὐμετάβολον ζῷον, καὶ τοὺς τεθραμμένους ἐν τῇ πόλει· καλῶς δεδιέναι, μὴ ἄνθρωποι καὶ σπέρματα ἀνθρώπων ὄντες ἐκφήνωσί που τῆς φύσεως τὴν ἀσθένειαν. ὁ δὲ Σοφοκλῆς λέγων ὅτι [De coh. ira 16b] τὰ πλεῖστα φωρῶν αἰσχρὰ φωράσεις βροτῶν [De coh. ira 16c] ἄγαν ἔοικεν ἡμῖν ἐπεμβαίνειν καὶ κολούειν. οὐ μὴν ἀλλὰ τὸ δύσκολον τοῦτο τῆς κρίσεως καὶ φιλαίτιον εὐκολωτέρους ποιεῖ ταῖς ὀργαῖς ἐκστατικὸν γάρ ἐστι τὸ ἄφνω καὶ ἀπροσδόκητον δεῖ δ’, ὥς που καὶ Παναίτιος ἔφη, χρῆσθαι τῷ Ἀναξαγόρᾳ, καὶ καθάπερ ἐκεῖνος ἐπὶ τῇ τελευτῇ τοῦ παιδὸς εἶπεν ᾔδειν ὅτι θνητὸν ἐγέννησα τοῦτο τοῖς παροξύνουσιν ἕκαστον ἐπιφωνεῖν ἁμαρτήμασιν ᾔδειν ὅτι σοφὸν οὐκ ἐπριάμην δοῦλον ᾔδειν ὅτι ἀπαθῆ τὸν φίλον οὐκ ἐκτησάμην ᾔδειν ὅτι τὴν γυναῖκα γυναῖκ’ εἶχον. ἂν δὲ κἀκεῖνό τις ἐπιφθεγγόμενος ἀεὶ τὸ τοῦ Πλάτωνος μήπου ἄρ’ ἐγὼ τοιοῦτος; ἔξωθεν εἴσω τὸν λογισμὸν ἀναστρέφῃ καὶ παρεμβάλλῃ ταῖς μέμψεσι τὴν εὐλάβειαν, οὐ πολλῇ χρήσεται μισοπονηρίᾳ πρὸς ἑτέρους πολλῆς ὁρῶν ἑαυτὸν συγγνώμης δεόμενον. νῦν δ’ ἕκαστος ἡμῶν ὀργιζόμενος καὶ κολάζων Ἀριστείδου φωνὰς ἐπιφέρει καὶ Κάτωνος μὴ κλέπτε μὴ ψεύδου διὰ τί ῥᾳθυμεῖς; καὶ ὃ δὴ πάντων αἴσχιστόν ἐστιν, ὀργιζομένοις ἐπιτιμῶμεν μετ’ ὀργῆς καὶ τὰ διὰ θυμὸν ἡμαρτημένα θυμῷ κολάζομεν, οὐχ ὥσπερ οἱ ἰατροί [De coh. ira 16d] πικρῷ πικρὰν κλύζουσι φαρμάκῳ χολήν, [De coh. ira 16e] ἀλλὰ μᾶλλον ἐπιτείνοντες καὶ προσεκταράττοντες ὅταν οὖν ἐν τούτοις γένωμαι τοῖς ἐπιλογισμοῖς, ἅμα τι πειρῶμαι καὶ τοῦ πολυπράγμονος ἀφαιρεῖν. τὸ γὰρ ἐξακριβοῦν ἅπαντα καὶ φωρᾶν καὶ πᾶσαν ἕλκειν εἰς μέσον ἀσχολίαν οἰκέτου καὶ πρᾶξιν φίλου καὶ διατριβὴν υἱοῦ καὶ ψιθυρισμὸν γυναικός, ὀργὰς φέρει πολλὰς καὶ συνεχεῖς καὶ καθημερινάς, ὧν δυσκολία τρόπου καὶ χαλεπότης τὸ κεφάλαιόν ἐστι. ὁ μὲν οὖν θεός, ὡς Εὐριπίδης φησί, [De coh. ira 16f] τῶν ἄγαν ἅπτεται, τὰ μικρὰ δ’ εἰς τύχην ἀφεὶς ἐᾷ [De coh. ira 16g] ἐγὼ δὲ τῇ τύχῃ μὲν οὐδὲν οἶμαι δεῖν ἐπιτρέπειν οὐδὲ παρορᾶν τὸν νοῦν ἔχοντα, πιστεύειν δὲ καὶ χρῆσθαι τὰ μὲν γυναικὶ· τὰ δ’ οἰκέταις τὰ δὲ φίλοις οἷον ἄρχοντ’, ἐπιτρόποις τισὶ καὶ λογισταῖς καὶ διοικηταῖς, αὐτὸν ἐπὶ τῶν κυριωτάτων ὄντα τῷ λογισμῷ· καὶ μεγίστων. ὡς γὰρ τὰ λεπτὰ γράμματα τὴν ὄψιν, οὕτω τὰ μικρὰ πράγματα μᾶλλον ἐντείνοντα νύττει καὶ ταράττει τὴν ὀργήν, ἔθος πονηρὸν ἐπὶ τὰ μείζονα λαμβάνουσαν. [De coh. ira 16h] ἐπὶ πᾶσι τοίνυν τὸ μὲν τοῦ Ἐμπεδοκλέους μέγα καὶ θεῖον ἡγούμην, τὸ νηστεῦσαι κακότητος· ἐπῄνουν δὲ κἀκείνας ὡς οὐκ ἀχαρίστους οὐδ’ ἀφιλοσόφους τὰς ἐν εὐχαῖς ὁμολογίας, ὁμιλίας ἀφροδισίων ἐνιαυτὸν ἁγνεῦσαι καὶ οἴνου, τιμῶντας ἐγκρατείᾳ τὸν θεόν· ἢ ψευδολογίας πάλιν ἀπέχεσθαι χρόνον ὡρισμένον, αὑτοῖς προσέχοντας πῶς ἀληθεύσομεν ἔν τε παιδιᾷ καὶ μετὰ σπουδῆς ἁπάσης. εἶτα ταύταις τὴν ἐμαυτοῦ παρέβαλλον εὐχὴν ὡς οὐχ ἧττον θεοφιλῆ καὶ ἱεράν· ἡμέρας πρῶτον ὀλίγας ἀοργήτους ἔγνων οἷον ἀμεθύστους καὶ ἀοίνους διαγαγεῖν ὥσπερ νηφάλια καὶ μελίσπονδα θύων· εἶτα μῆν’ ἕνα καὶ δύο πειρώμενος ἐμαυτοῦ κατὰ μικρόν, οὕτω τῷ χρόνῳ προύβαινον εἰς τὸ πρόσθεν τῆς ἀνεξικακίας, ἐγκρατῶς προσέχων καὶ διαφυλάττων μετ’ εὐφημίας ἵλεων καὶ ἀμήνιτον ἐμαυτόν, ἁγνεύοντα καὶ λόγων πονηρῶν καὶ πράξεων ἀτόπων καὶ πάθους ἐφ’ ἡδονῇ μικρᾷ καὶ ἀχαρίστῳ ταραχάς τε μεγάλας καὶ μεταμέλειαν αἰσχίστην φέροντος. ὅθεν, οἶμαι, καὶ θεοῦ τι συλλαμβάνοντος, ἐσαφήνιζεν ἡ πεῖρα τὴν κρίσιν ἐκείνην, ὅτι τὸ ἵλεων τοῦτο καὶ πρᾶον καὶ φιλάνθρωπον οὐδενὶ τῶν συνόντων εὐμενές ἐστιν οὕτω καὶ φίλον καὶ ἄλυπον ὡς αὐτοῖς τοῖς ἔχουσιν. ## Περὶ εὐθυμίας [De tranq. an. 1] Πλούταρχος Πακκίῳ εὖ πράττειν. [De tranq. an. 1b] ὀψέ σου τὴν ἐπιστολὴν ἐκομισάμην, ἐν παρεκάλεις περὶ εὐθυμίας σοί τι γραφῆναι καὶ περὶ τῶν ἐν Τιμαίῳ δεομένων ἐπιμελεστέρας ἐξηγήσεως. ἅμα δέ πως τὸν ἑταῖρον ἡμῶν Ἔρωτα κατελάμβανεν αἰτία τοῦ πλεῖν εὐθὺς εἰς Ῥώμην, παρὰ Φουνδάνου τοῦ κρατίστου γράμματα δεδεγμένον, οἷος ἐκεῖνος, ἐπιταχύνοντα. μήτε δὲ χρόνον ἔχων, ὡς προῃρούμην, γενέσθαι πρὸς οἷς ἐβούλου μήτε ὑπομένων κεναῖς παντάπασι τὸν ἄνδρα χερσὶν ὀφθῆναί σοι παρ’ ἡμῶν ἀφιγμένον, ἀνελεξάμην περὶ εὐθυμίας ἐκ τῶν ὑπομνημάτων ὧν ἐμαυτῷ πεποιημένος ἐτύγχανον ἡγούμενος καὶ σὲ τὸν λόγον τοῦτον οὐκ ἀκροάσεως ἕνεκα θηρωμένης καλλιγραφίαν ἀλλὰ χρείας βιωτικῆς ἐπιζητεῖν, καὶ συνηδόμενος, ὅτι καὶ φιλίας ἔχων ἡγεμονικὰς καὶ δόξαν οὐδενὸς ἐλάττονα τῶν ἐν ἀγορᾷ λεγόντων τὸ τοῦ τραγικοῦ Μέροπος οὐ πέπονθας, οὐδ’ ὡς ἐκεῖνον [De tranq. an. 1c] εὐδαιμονίζων ὄχλος ἐξέπληξε σε [De tranq. an. 1d] τῶν φυσικῶν παθῶν ἀλλὰ πολλάκις ἀκηκοὼς μνημονεύεις ὡς οὔτε ποδάγρας ἀπαλλάττει πατρίκιος οὔτε δακτύλιος πολυτελὴς παρωνυχίας οὔτε διάδημα κεφαλαλγίας. πόθεν γε δὴ πρὸς ἀλυπίαν ψυχῆς καὶ βίον ἀκύμονα χρημάτων ὄφελος ἢ δόξης ἢ δυνάμεως ἐν αὐλαῖς, ἂν μὴ τὸ χρώμενον εὐχάριστον ᾖ τοῖς ἔχουσι καὶ τὸ τῶν ἀπόντων μὴ δεόμενον ἀεὶ παρακολουθῇ; τί δὲ τοῦτ’ ἐστὶν ἄλλο ἢ λόγος εἰθισμένος καὶ μεμελετηκὼς τοῦ παθητικοῦ καὶ ἀλόγου τῆς ψυχῆς ἐξισταμένου πολλάκις ἐπιλαμβάνεσθαι ταχὺ καὶ μὴ περιορᾶν ἀπορρέον καὶ καταφερόμενον ὑπὸ τῶν παρόντων; ὥσπερ οὖν ὁ Ξενοφῶν παρῄνει τῶν θεῶν εὐτυχοῦντας μάλιστα μεμνῆσθαι καὶ τιμᾶν, ὅπως, ὅταν ἐν χρείᾳ γενώμεθα, θαρροῦντες αὐτοὺς παρακαλῶμεν ὡς εὐμενεῖς ὄντας ἤδη καὶ φίλους· οὕτω καὶ τῶν λόγων, ὅσοι πρὸς τὰ πάθη βοηθοῦσι, δεῖ πρὸ τῶν παθῶν ἐπιμέλεσθαι τοὺς νοῦν ἔχοντας, ἵν’ ἐκ πολλοῦ παρεσκευασμένοι μᾶλλον ὠφελῶσιν ὡς γὰρ οἱ χαλεποὶ κύνες πρὸς πᾶσαν ἐκταραττόμενοι βοὴν ὑπὸ μόνης καταπραΰνονται τῆς συνήθους, οὕτω καὶ τὰ πάθη τὰ τῆς ψυχῆς διαγριαινόμενα καταπαῦσαι ῥᾳδίως οὐκ ἔστιν ἂν μὴ λόγοι παρόντες οἰκεῖοι καὶ συνήθεις ἐπιλαμβάνωνται τῶν ταραττομένων. [De tranq. an. 2] ὁ μὲν οὖν εἰπὼν ὅτι δεῖ τὸν εὐθυμεῖσθαι μέλλοντα μὴ πολλὰ πρήσσειν μήτε ἰδίῃ μήτε ξυνῇ, πρῶτον μὲν ἡμῖν πολυτελῆ τὴν εὐθυμίαν καθίστησι, γιγνομένην ὤνιον ἀπραξίας· οἷον ἀρρώστῳ παραινῶν ἑκάστῳ [De tranq. an. 2b] μέν’, ὦ ταλαίπωρ’, ἀτρέμα σοῖς ἐν δεμνίοις [De tranq. an. 2c] καίτοι κακὸν μὲν ἀναισθησίας σώματι φάρμακον ἀπονίας· οὐδὲν δὲ βελτίων ψυχῆς ἰατρὸς ὁ ῥᾳθυμίᾳ καὶ μαλακίᾳ καὶ προδοσίᾳ φίλων καὶ οἰκείων καὶ πατρίδος ἐξαιρῶν τὸ ταραχῶδες αὐτῆς καὶ λυπηρόν. [De tranq. an. 2d] ἔπειτα καὶ ψεῦδός ἐστι τὸ εὐθυμεῖν τοὺς μὴ πολλὰ πράσσοντας· ἔδει γὰρ εὐθυμοτέρας εἶναι γυναῖκας ἀνδρῶν οἰκουρίᾳ τὰ πολλὰ συνούσας· νυνὶ δ’ ὁ μὲν βορέας [De tranq. an. 2e] διὰ παρθενικῆς ἁπαλόχροος οὐ διάησιν [De tranq. an. 2f] ὥς φησιν Ἡσίοδος, λῦπαι δὲ καὶ ταραχαὶ καὶ κακοθυμίαι διὰ ζηλοτυπίας καὶ δεισιδαιμονίας καὶ φιλοτιμίας καὶ κενῶν δοξῶν, ὅσας οὐκ ἂν εἴποι τις, εἰς τὴν γυναικωνῖτιν ὑπορρέουσιν ὁ δὲ Λαέρτης εἴκοσιν ἔτη καθ’ αὑτὸν ἐν ἀγρῷ διαιτώμενος [De tranq. an. 2g] γρηὶ σὺν ἀμφιπόλῳ, ἥ οἱ βρῶσίν τε πόσιν τε [De tranq. an. 2h] παρτίθει, τὴν μὲν πατρίδα καὶ τὸν οἶκον καὶ τὴν βασιλείαν ἔφυγε, τὴν δὲ λύπην μετ’ ἀπραξίας καὶ κατηφείας ἀεὶ συνοικοῦσαν εἶχεν. ἐνίους δὲ καὶ τὸ μὴ πράσσειν αὐτὸ πολλάκις εἰς ἀθυμίαν καθίστησιν, ὡς τοῦτον· [De tranq. an. 2i] αὐτὰρ ὁ μήνιε νηυσὶ παρήμενος ὠκυπόροισι διογενὴς Πηλέως υἱός, πόδας ὠκὺς Ἀχιλλεύς οὔτε ποτ’ εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν, οὔτε ποτ’ ἐς πόλεμον, ἀλλὰ φθινύθεσκε φίλον κῆρ αὖθι μένων, ποθέεσκε δ’ ἀυτήν τε πτόλεμόν τε. [De tranq. an. 2j] καὶ λέγει περιπαθῶν ἐπὶ τούτῳ καὶ ἀσχάλλων αὐτός ἀλλ’ ἧμαι παρὰ νηυσὶν ἐτώσιον ἄχθος ἀρούρης. [De tranq. an. 2k] ὅθεν οὐδ’ Ἐπίκουρος οἴεται δεῖν ἡσυχάζειν, ἀλλὰ τῇ φύσει χρῆσθαι πολιτευομένους καὶ πράσσοντας τὰ κοινὰ τοὺς φιλοτίμους καὶ φιλοδόξους, ὡς μᾶλλον ὑπ’ ἀπραγμοσύνης ταράττεσθαι καὶ κακοῦσθαι πεφυκότας, ἂν ὧν ὀρέγονται μὴ τυγχάνωσιν. ἀλλ’ ἐκεῖνος μὲν ἄτοπος οὐ τοὺς δυναμένους τὰ κοινὰ πράσσειν προτρεπόμενος ἀλλὰ τοὺς ἡσυχίαν ἄγειν μὴ δυναμένους. δεῖ δὲ μὴ πλήθει μηδ’ ὀλιγότητι πραγμάτων, ἀλλὰ τῷ καλῷ καὶ τῷ αἰσχρῷ τὸ εὔθυμον ὁρίζειν καὶ τὸ δύσθυμον· τῶν γὰρ καλῶν ἡ παράλειψις οὐχ ἧττον ἢ τῶν φαύλων ἡ πρᾶξις ἀνιαρόν ἐστι καὶ ταραχῶδες, ὡς εἴρηται. [De tranq. an. 3] τοὺς μὲν γὰρ ἀφωρισμένως ἕνα βίον ἄλυπον νομίζοντας, ὡς ἔνιοι τὸν τῶν γεωργῶν ἢ τὸν τῶν ἠιθέων ἢ τὸν τῶν βασιλέων, ἱκανῶς ὁ Μένανδρος ὑπομιμνήσκει λέγων [De tranq. an. 3b] ᾤμην ἐγὼ τοὺς πλουσίους, ὦ Φανία, οἷς μὴ τὸ δανείζεσθαι πρόσεστιν, οὐ στένειν τὰς νύκτας οὐδὲ στρεφομένους ἄνω κάτω οἴμοι λέγειν, ἡδὺν δὲ καὶ πρᾶόν τινα ὕπνον καθεύδειν [De tranq. an. 3c] εἶτα προσδιελθών, ὡς καὶ τοὺς πλουσίους ἑώρα ταὐτὰ πάσχοντας τοῖς πένησιν, [De tranq. an. 3d] ἆρ’ ἐστί φησὶ συγγενές τι λύπη καὶ βίος; [De tranq. an. 3e] τρυφερῷ βίῳ σύνεστιν, ἐνδόξῳ βίῳ πάρεστιν, ἀπόρῳ συγκαταγηράσκει βίῳ. [De tranq. an. 3f] ἀλλ’ ὥσπερ οἱ δειλοὶ καὶ ναυτιῶντες ἐν τῷ πλεῖν, εἶτα ῥᾷον οἰόμενοι διάξειν, ἐὰν εἰς γαῦλον ἐξ ἀκάτου καὶ πάλιν ἐὰν εἰς τριήρη μεταβῶσιν, οὐδὲν περαίνουσι, τὴν χολὴν καὶ τὴν δειλίαν συμμεταφέροντες ἑαυτοῖς· οὕτως αἱ τῶν βίων ἀντιμεταλήψεις οὐκ ἐξαιροῦσι τῆς ψυχῆς τὰ λυποῦντα καὶ ταράττοντα· ταῦτα δ’ ἐστὶν ἀπειρία πραγμάτων, ἀλογιστία, τὸ μὴ δύνασθαι μηδ’ ἐπίστασθαι χρῆσθαι τοῖς παροῦσιν ὀρθῶς· ταῦτα καὶ πλουσίους χειμάζει καὶ πένητας, ταῦτα καὶ γεγαμηκότας ἀνιᾷ καὶ ἀγάμους· διὰ ταῦτα φεύγουσι τὴν ἀγορὰν εἶτα τὴν ἡσυχίαν οὐ φέρουσι, διὰ ταῦτα προαγωγὰς ἐν αὐλαῖς διώκουσι, καὶ παρελθόντες εὐθὺς βαρύνονται. [De tranq. an. 3g] δυσάρεστον οἱ νοσοῦντες ἀπορίας ὕπο· [De tranq. an. 3h] καὶ γὰρ ἡ γυνὴ λυπεῖ καὶ τὸν ἰατρὸν αἰτιῶνται καὶ δυσχεραίνουσι τὸ κλινίδιον, [De tranq. an. 3i] φίλων δ’ ὃ τ’ ἐλθὼν λυπρὸς ὃ τ’ ἀπιὼν βαρύς [De tranq. an. 3j] ὡς ὁ Ἴων φησίν. εἶτα τῆς νόσου διαλυθείσης καὶ κράσεως ἑτέρας ἐγγενομένης, ἦλθεν ἡ ὑγίεια φίλα πάντα ποιοῦσα καὶ προσηνῆ. ὁ γὰρ ἐχθὲς ᾠὰ καὶ ἀμύλια καὶ σητάνειον ἄρτον διαπτύων, τήμερον αὐτόπυρον ἐπ’ ἐλαίαις ἢ καρδαμίδι σιτεῖται προσφιλῶς καὶ προθύμως [De tranq. an. 4] τοιαύτην ὁ λογισμὸς εὐκολίαν καὶ μεταβολὴν ἐγγενόμενος ποιεῖ πρὸς ἕκαστον βίον. Ἀλέξανδρος Ἀναξάρχου περὶ κόσμων ἀπειρίας ἀκούων ἐδάκρυε, καὶ τῶν φίλων ἐρωτώντων ὅ τι πέπονθεν, οὐκ ἄξιον ἔφη δακρύειν, εἰ κόσμων ὄντων ἀπείρων ἑνὸς οὐδέπω κύριοι γεγόναμεν; Κράτης δὲ πήραν ἔχων καὶ τρίβωνα παίζων καὶ γελῶν ὥσπερ ἐν ἑορτῇ τὸν βίον διετέλεσε. καὶ μὴν καὶ τὸν Ἀγαμέμνονα τὸ πολλῶν βασιλεύειν ἐλύπει, [De tranq. an. 4b] γνώσεαι Ἀτρείδην Ἀγαμέμνονα, τὸν περὶ πάντων Ζεὺς ἐνέηκε πόνοισι διαμπερές [De tranq. an. 4c] Διογένης δὲ πωλούμενος ἔσκωπτε τὸν κήρυκα κατακείμενος· ἀναστῆναι δ’ οὐκ ἐβούλετο κελεύοντος, ἀλλὰ παίζων καὶ καταγελῶν ἔλεγεν εἰ δ’ ἰχθῦν ἐπίπρασκες; καὶ Σωκράτης μὲν ἐν δεσμωτηρίῳ φιλοσοφῶν διελέγετο τοῖς ἑταίροις· ὁ δὲ Φαέθων ἀναβὰς εἰς τὸν οὐρανὸν ἔκλαιεν, εἰ μηδεὶς αὐτῷ τοὺς τοῦ πατρὸς ἵππους καὶ τὸ ἅρμα παραδίδωσιν. [De tranq. an. 4d] ὥσπερ οὖν τὸ ὑπόδημα τῷ ποδὶ συνδιαστρέφεται καὶ οὐ τοὐναντίον, οὕτω τοὺς βίους αἱ διαθέσεις συνεξομοιοῦσιν αὑταῖς. οὐ γὰρ ἡ συνήθεια ποιεῖ τοῖς ἑλομένοις τὸν ἄριστον βίον ἡδὺν ὥς τις εἶπεν, ἀλλὰ τὸ φρονεῖν ἅμα τὸν αὐτὸν βίον ποιεῖ καὶ ἄριστον καὶ ἥδιστον. διὸ τὴν πηγὴν τῆς εὐθυμίας ἐν αὐτοῖς οὖσαν ἡμῖν ἐκκαθαίρωμεν, ἵνα καὶ τὰ ἐκτὸς ὡς οἰκεῖα καὶ φίλα μὴ χαλεπῶς χρωμένοις συμφέρηται [De tranq. an. 4e] τοῖς πράγμασιν γὰρ οὐχὶ θυμοῦσθαι χρεών· μέλει γὰρ αὐτοῖς οὐδέν· ἀλλ’ οὑντυγχάνων τὰ πράγματ’ ὀρθῶς ἂν τιθῇ, πράσσει καλῶς [De tranq. an. 5] Κυβείᾳ γὰρ ὁ Πλάτων τὸν βίον ἀπείκασεν, ἐν ᾧ καὶ βάλλειν δεῖ τὰ πρόσφορα, καὶ βαλόντα χρῆσθαι καλῶς τοῖς πεσοῦσι. τούτων δὲ τὸ μὲν βάλλειν οὐκ ἐφ’ ἡμῖν, τὸ δὲ προσηκόντως δέχεσθαι τὰ γιγνόμενα παρὰ τῆς τύχης καὶ νέμειν ἑκάστῳ τόπον, ἐν ᾧ καὶ τὸ οἰκεῖον ὠφελήσει μάλιστα καὶ τὸ ἀβούλητον ἥκιστα λυπήσει τοὺς ἐπιτυγχάνοντας, ἡμέτερον ἔργον ἐστίν, ἂν εὖ φρονῶμεν. τοὺς μὲν γὰρ ἀτέχνους καὶ ἀνοήτους περὶ τὸν βίον, ὥσπερ τοὺς νοσώδεις τοῖς σώμασι μήτε καῦμα φέρειν μήτε κρύος δυναμένους ἐξίστησι μὲν εὐτυχία συστέλλει δὲ δυστυχία· ταράττονται δ’ ὑπ’ ἀμφοτέρων, μᾶλλον δ’ ὑφ’ αὑτῶν ἐν ἀμφοτέροις καὶ οὐχ ἧττον ἐν τοῖς λεγομένοις ἀγαθοῖς. Θεόδωρος μὲν γὰρ ὁ κληθεὶς ἄθεος ἔλεγε, τῇ δεξιᾷ τοὺς λόγους ὀρέγοντος αὐτοῦ, τῇ ἀριστερᾷ δέχεσθαι τοὺς ἀκροωμένους· οἱ δ’ ἀπαίδευτοι πολλάκις τὴν τύχην δεξιὰν παρισταμένην ἐπαριστέρως λαμβάνοντες ἀσχημονοῦσιν οἱ δὲ φρόνιμοι, καθάπερ ταῖς μελίτταις φέρει μέλι τὸ δριμύτατον καὶ ξηρότατον ὁ θύμος, οὕτως ἀπὸ τῶν δυσχερεστάτων πολλάκις πραγμάτων οἰκεῖόν τι καὶ χρήσιμον αὑτοῖς λαμβάνουσι. [De tranq. an. 6] τοῦτ’ οὖν δεῖ πρῶτον ἀσκεῖν καὶ μελετᾶν, ὥσπερ ὁ τῆς κυνὸς ἁμαρτὼν τῷ λίθῳ καὶ τὴν μητρυιὰν πατάξας οὐδ’ οὕτως ἔφη κακῶς· ἔξεστι γὰρ μεθιστάναι τὴν τύχην ἐκ τῶν ἀβουλήτων. ἐφυγαδεύθη Διογένης, οὐδ’ οὕτω κακῶς ἤρξατο γὰρ φιλοσοφεῖν μετὰ τὴν φυγήν. Ζήνωνι τῷ Κιτιεῖ μία ναῦς περιῆν φορτηγός· πυθόμενος δὲ ταύτην αὐτόφορτον ἀπολωλέναι συγκλυσθεῖσαν εὖγ’ εἶπεν ὦ τύχη ποιεῖς, εἰς τὸν τρίβωνα καὶ τὴν στοὰν συνελαύνουσ’ ἡμᾶς. [De tranq. an. 6b] τί οὖν κωλύει μιμεῖσθαι τούτους; ἀρχὴν παραγγέλλων διήμαρτες; ἐν ἀγρῷ διάξεις ἐπιμελόμενος τῶν ἰδίων. ἀλλὰ φιλίαν μνώμενος ἡγεμόνος ἀπώσθης; ἀκινδύνως καὶ ἀπραγμόνως βιώσῃ. πάλιν ἐν πράγμασιν ἀσχολίας ἔχουσι καὶ φροντίδας γέγονας; [De tranq. an. 6c] οὐδὲ θερμὸν ὕδωρ τοσόνδε τέγξει μαλθακὰ γυῖα [De tranq. an. 6d] κατὰ Πίνδαρον, ὡς δόξα ποιεῖ καὶ τὸ τιμᾶσθαι μετά τινος δυνάμεως [De tranq. an. 6e] πόνον ἡδὺν κάματον τ’ εὐκάματον. [De tranq. an. 6f] ἀλλά τις ἀπήντησεν ἐκ διαβολῆς ἢ φθόνου δυσημερία καὶ σκορακισμός; ἐπὶ τὰς Μούσας οὔριον τὸ πνεῦμα καὶ τὴν Ἀκαδήμειαν, ὥσπερ Πλάτωνι χειμασθέντι περὶ τὴν Διονυσίου φιλίαν. [De tranq. an. 6g] διὸ καὶ τοῦτο πρὸς εὐθυμίαν μέγα, τὸ τοὺς ἐνδόξους ἀποθεωρεῖν, εἰ μηδὲν ὑπὸ τῶν αὐτῶν πεπόνθασιν. οἷον ἀπαιδία τὸ λυποῦν ἐστι; τοὺς Ῥωμαίων ὅρα βασιλεῖς, ὧν οὐδεὶς υἱῷ τὴν ἀρχὴν ἀπέλιπε πενίᾳ δυσφορεῖς παρούσῃ; καὶ τίς ἂν ἐβούλου μᾶλλον εἶναι Βοιωτῶν ἢ Ἐπαμεινώνδας; τίς δὲ Ῥωμαίων ἢ Φαβρίκιος; ἀλλὰ διέφθαρταί σου τὸ γύναιον; οὐκ ἀνέγνωκας οὖν τοὐπίγραμμα τὸ ἐν Δελφοῖς [De tranq. an. 6h] ὑγρᾶς καὶ τραφερᾶς βασιλεὺς Ἆγίς μ’ ἀνέθηκεν· [De tranq. an. 6i] οὐδ’ ἀκήκοας, ὅτι τούτου τὴν γυναῖκα Τιμαίαν Ἀλκιβιάδης διέφθειρε, καὶ τὸ γεννηθὲν Ἀλκιβιάδην ἐκάλει ψιθυρίζουσα πρὸς τὰς θεραπαινίδας; ἀλλὰ τοῦτ’ Ἆγιν οὐκ ἐκώλυσεν ἐνδοξότατον Ἑλλήνων εἶναι καὶ μέγιστον ὥσπερ οὐδὲ Στίλπωνα τῶν κατ’ αὐτὸν φιλοσόφων ἱλαρώτατα ζῆν ἀκόλαστος οὖσ’ ἡ θυγάτηρ· ἀλλὰ καὶ Μητροκλέους ὀνειδίσαντος ἐμὸν οὖν ἔφη ἁμάρτημα τοῦτ’ ἐστὶν ἢ ἐκείνης; εἰπόντος δὲ τοῦ Μητροκλέους ἐκείνης μὲν ἁμάρτημα σὸν δ’ ἀτύχημα· πῶς λέγεις; εἶπεν οὐχὶ τὰ ἁμαρτήματα καὶ διαπτώματ’ ἐστί; πάνυ μὲν οὖν, ἔφη. τὰ δὲ διαπτώματ’ οὐχ ὧν διαπτώματα καὶ ἀποτεύγματα; συνωμολόγησε καὶ ὁ Μητροκλῆς. τὰ δ’ ἀποτεύγματ’ οὐχ ὧν ἀποτεύγματ’ καὶ ἀτυχήματα; πράῳ λόγῳ καὶ φιλοσόφῳ κενὸν ἀποδείξας ὕλαγμα, τὴν τοῦ κυνικοῦ βλασφημίαν. [De tranq. an. 7] τοὺς δὲ πολλοὺς οὐ μόνον τὰ τῶν φίλων καὶ οἰκείων ἀλλὰ καὶ τὰ τῶν ἐχθρῶν ἀνιᾷ καὶ παροξύνει κακά. βλασφημίαι γὰρ καὶ ὀργαὶ καὶ φθόνοι καὶ κακοήθειαι καὶ ζηλοτυπίαι μετὰ δυσμενείας αὐτῶν μέν εἰσι τῶν ἐχόντων κῆρες, ἐνοχλοῦσι δὲ καὶ παροξύνουσι τοὺς ἀνοήτους· ὥσπερ ἀμέλει καὶ γειτόνων ἀκραχολίαι καὶ συνήθων δυσκολίαι καὶ τῶν περὶ τὰς πράξεις ὑπουργῶν μοχθηρίαι τινές. ὑφ’ ὧν οὐχ ἥκιστά μοι δοκεῖς καὶ αὐτὸς ἐπιταραττόμενος, ὥσπερ οἱ Σοφοκλέους ἰατροὶ [De tranq. an. 7b] πικρὰν χολὴν κλύζουσι φαρμάκῳ πικρῷ [De tranq. an. 7c] οὕτως ἀντιχαλεπαίνειν καὶ συνεκπικραίνεσθαι τοῖς ἐκείνων πάθεσι καὶ νοσήμασιν, οὐκ εὐλόγως. ἃ γὰρ πράττεις πράγματα πεπιστευμένος, οὐχ ἁπλοῖς ἤθεσιν οὐδὲ χρηστοῖς ὥσπερ εὐφυέσιν ὀργάνοις ἀλλὰ καρχάροις τὰ πολλὰ καὶ σκολιοῖς διακονεῖται. τὸ μὲν οὖν ἀπευθύνειν ταῦτα μὴ νόμιζε σὸν ἔργον εἶναι μηδ’ ἄλλως ῥᾴδιον· ἂν δ’ ὡς τοιούτοις αὐτοῖς πεφυκόσι χρώμενος, ὥσπερ ἰατρὸς ὀδοντάγραις καὶ ἀγκτῆρσιν, ἤπιος φαίνῃ καὶ μέτριος ἐκ τῶν ἐνδεχομένων, εὐφρανῇ τῇ σῇ διαθέσει μᾶλλον ἢ λυπήσει ταῖς ἑτέρων ἀηδίαις καὶ μοχθηρίαις· καὶ ὥσπερ κύνας ἂν ὑλακτῶσι, τὸ προσῆκον αὐτοῖς ἐκείνους οἰόμενος περαίνειν, ἐπιλήσῃ πολλὰ λυπηρὰ συνάγων, ὥσπερ εἰς χωρίον κοῖλον καὶ ταπεινὸν ἐπιρρέοντα, τὴν μικροψυχίαν ταύτην καὶ τὴν ἀσθένειαν, ἀλλοτρίων ἀναπιμπλαμένην κακῶν. ὅπου γὰρ ἔνιοι τῶν φιλοσόφων καὶ τὸν ἔλεον ψέγουσι πρὸς ἀτυχοῦντας ἀνθρώπους γιγνόμενον, ὡς καλοῦ τοῦ βοηθεῖν οὐ τοῦ συναλγεῖν καὶ συνενδιδόναι τοῖς πλησίον ὄντος· ὃ δὲ μεῖζόν ἐστιν, οὐδ’ αὑτῶν ἁμαρτανόντων καὶ διακειμένων φαύλως τὸ ἦθος αἰσθανομένους ἀθυμεῖν καὶ δυσφορεῖν ἐῶσιν, ἀλλὰ θεραπεύειν ἄνευ λύπης τὴν κακίαν δεῖ· σκόπει πῶς οὐκ ἄλογόν ἐστι περιορᾶν αὑτούς, ὅτι μὴ πάντες εἰσὶν οἱ χρώμενοι καὶ προσιόντες ἡμῖν ἐπιεικεῖς καὶ χαρίεντες, ἀχθομένους καὶ δυσκολαίνοντας. ἀλλ’ ὅρα, φίλε Πάκκιε, μὴ λανθάνομεν ἑαυτοὺς οὐ τὸ καθόλου τῆς μοχθηρίας τῶν ἐντυγχανόντων ἀλλὰ τὸ πρὸς ἡμᾶς ὑπὸ φιλαυτίας τινὸς οὐ μισοπονηρίας προβαλλόμενοι καὶ δεδοικότες. αἱ γὰρ σφοδραὶ περὶ τὰ πράγματα πτοῖαι καὶ παρ’ ἀξίαν ἐφέσεις καὶ διώξεις ἢ πάλιν ἀποστροφαὶ καὶ διαβολαὶ τὰς πρὸς ἀνθρώπους ἐγγεννῶσιν ὑποψίας καὶ δυσκολίας, ὑφ’ ὧν τὰ μὲν ἀποστερεῖσθαι τοῖς δὲ περιπίπτειν δοκοῦμεν. ὁ δὲ τοῖς πράγμασιν ἐθισθεὶς ἐλαφρῶς συμπεριφέρεσθαι καὶ μετρίως εὐκολώτατος ἀνθρώποις ὁμιλεῖν γίγνεται καὶ πραότατος. [De tranq. an. 8] ὅθεν ἐκεῖνον αὖθις τὸν περὶ τῶν πραγμάτων λόγον ἀναλάβωμεν. ὡς γὰρ ἐν τῷ πυρέττειν πικρὰ πάντα καὶ ἀηδῆ φαίνεται γευομένοις, ἀλλ’ ὅταν ἴδωμεν ἑτέρους ταὐτὰ προσφερομένους καὶ μὴ δυσχεραίνοντας, οὐκέτι τὸ σιτίον οὐδὲ τὸ ποτὸν ἀλλ’ αὑτοὺς αἰτιώμεθα καὶ τὴν νόσον· οὕτω καὶ τοῖς πράγμασι παυσόμεθα μεμφόμενοι καὶ δυσχεραίνοντες, ἂν ἑτέρους ταὐτὰ προσδεχομένους ἀλύπως καὶ ἱλαρῶς ὁρῶμεν. ἀγαθὸν τοίνυν ἐν τοῖς ἀβουλήτοις συμπτώμασι πρὸς εὐθυμίαν καὶ τὸ μὴ παρορᾶν ὅσα προσφιλῆ καὶ ἀστεῖα πάρεστιν ἡμῖν, ἀλλὰ μιγνύντας ἐξαμαυροῦν τὰ χείρονα τοῖς βελτίοσι. νῦν δὲ τὰς μὲν ὄψεις ὑπὸ τῶν ἄγαν λαμπρῶν τιτρωσκομένας ἀποστρέφοντες, ταῖς ἀνθηραῖς καὶ ποώδεσι χρόαις παρηγοροῦμεν τὴν δὲ διάνοιαν ἐντείνομεν εἰς τὰ λυπηρὰ καὶ προσβιαζόμεθα τοῖς τῶν ἀνιαρῶν ἐνδιατρίβειν ἀναλογισμοῖς, μονονοὺ βίᾳ τῶν βελτιόνων ἀποσπάσαντες. καίτοι τό γε πρὸς τὸν πολυπράγμονα λελεγμένον οὐκ ἀηδῶς δεῦρ’ ἔστι μετενεγκεῖν [De tranq. an. 8b] τί τἀλλότριον, ἄνθρωπε βασκανώτατε, κακὸν ὀξυδορκεῖς, τὸ δ’ ἴδιον παραβλέπεις; [De tranq. an. 8c] τί τὸ σεαυτοῦ κακόν, ὦ μακάριε, λίαν καταβλέπεις καὶ ποιεῖς ἐναργὲς ἀεὶ καὶ πρόσφατον ἀγαθοῖς δὲ παροῦσιν οὐ προσάγεις τὴν διάνοιαν, ἀλλ’ ὥσπερ αἱ σικύαι τὸ χείριστον ἐκ τῆς σαρκὸς ἕλκουσιν, οὕτω τὰ κάκιστα τῶν ἰδίων συνάγεις ἐπὶ σαυτόν, οὐδὲν τι τοῦ Χίου βελτίων γενόμενος ὃς πολὺν καὶ χρηστὸν οἶνον ἑτέροις πιπράσκων ἑαυτῷ πρὸς τὸ ἄριστον ὀξίνην ἐζήτει διαγευόμενος, οἰκέτης δέ τις ἐρωτηθεὶς ὑφ’ ἑτέρου τί ποιοῦντα τὸν δεσπότην καταλέλοιπεν ἀγαθῶν ἔφη παρόντων, κακὸν ζητοῦντα; καὶ γὰρ οἱ πολλοὶ τὰ χρηστὰ καὶ πότιμα τῶν ἰδίων ὑπερβαίνοντες ἐπὶ τὰ μοχθηρὰ καὶ δυσχερῆ τρέχουσιν. ὁ δ’ Ἀρίστιππος οὐ τοιοῦτος, ἀλλ’ ἀγαθὸς ὥσπερ ἐπὶ ζυγοῦ πρὸς τὰ βελτίονα τῶν ὑποκειμένων ἐξαναφέρειν καὶ ἀνακουφίζειν αὑτόν· χωρίον γοῦν ἀπολέσας καλὸν ἠρώτησεν ἕνα τῶν πάνυ προσποιουμένων συνάχθεσθαι καὶ συναγανακτεῖν οὐχὶ σοὶ μὲν χωρίδιον ἓν ἔστιν, ἐμοὶ δὲ τρεῖς ἀγροὶ καταλείπονται; συνομολογήσαντος δ’ ἐκείνου, τί οὖν εἶπεν οὐ σοὶ μᾶλλον ἡμεῖς συναχθόμεθα μανικὸν γάρ ἐστι τοῖς ἀπολλυμένοις ἀνιᾶσθαι μὴ χαίρειν δὲ τοῖς σῳζομένοις, ἀλλ’ ὥσπερ τὰ μικρὰ παιδάρια, ἀπὸ πολλῶν παιγνίων ἂν ἕν τις ἀφέληταί τι, καὶ τὰ λοιπὰ πάντα προσρίψαντα κλαίει καὶ βοᾷ, τὸν αὐτὸν τρόπον ἡμᾶς περὶ ἓν ὀχληθέντας ὑπὸ τῆς τύχης, καὶ τἄλλα πάντα ποιεῖν ἀνόνητα ἑαυτοῖς ὀδυρομένους καὶ δυσφοροῦντας. [De tranq. an. 9] καὶ τί, φήσαι τις ἄν, ἔχομεν; τί δ’ οὐκ ἔχομεν; ὁ μὲν δόξαν ὁ δ’ οἶκον ὁ δὲ γάμον τῷ δὲ φίλος ἀγαθός ἐστιν. Ἀντίπατρος δ’ ὁ Ταρσεὺς πρὸς τῷ τελευτᾶν ἀναλογιζόμενος ὧν ἔτυχεν ἀγαθῶν, οὐδὲ τὴν εὔπλοιαν παρέλιπε τὴν ἐκ Κιλικίας αὐτῷ γενομένην εἰς Ἀθήνας. δεῖ δὲ καὶ τὰ κοινὰ μὴ παρορᾶν ἀλλ’ ἔν τινι λόγῳ τίθεσθαι καὶ χαίρειν, ὅτι ζῶμεν ὑγιαίνομεν τὸν ἥλιον ὁρῶμεν· οὔτε πόλεμος οὔτε στάσις ἐστίν· ἀλλὰ καὶ ἡ γῆ παρέχει γεωργεῖν καὶ θάλασσα πλεῖν ἀδεῶς τοῖς βουλομένοις· καὶ λέγειν ἔξεστι καὶ πράττειν καὶ σιωπᾶν καὶ σχολάζειν. εὐθυμήσομεν δὲ τούτοις μᾶλλον παροῦσιν, ἂν μὴ παρόντων αὐτῶν φαντασίαν λαμβάνωμεν ἀναμιμνήσκοντες αὑτοὺς πολλάκις, ὡς ποθεινόν ἐστιν ὑγεία νοσοῦσι καὶ πολεμουμένοις εἰρήνη, καὶ κτήσασθαι δόξαν ἐν πόλει τηλικαύτῃ καὶ φίλους ἀγνῶτι καὶ ξένῳ· καὶ τὸ στέρεσθαι γενομένων ὡς ἀνιαρόν. οὐ γὰρ τότε γίγνεται μέγα καὶ τίμιον ἕκαστον ἡμῖν, ὅταν ἀπόληται, σῳζόμενον δὲ τὸ μηδέν ἐστιν· οὐδενὶ γὰρ ἀξίαν τὸ μὴ εἶναι προστίθησιν. οὐδὲ δεῖ κτᾶσθαι μὲν ὡς μεγάλα καὶ τρέμειν ἀεὶ δεδιότας ὡς ὑπὲρ μεγάλων μὴ στερηθῶμεν, ἔχοντας δὲ παρορᾶν καὶ καταφρονεῖν ὡς μηδενὸς ἀξίων ἀλλὰ χρῆσθαι μάλιστα ἐπὶ τῷ χαίρειν καὶ, ἀπολαύειν αὐτῶν, ἵνα καὶ τὰς ἀποβολάς, ἂν συντυγχάνωσι, πραότερον φέρωμεν. οἱ δὲ πολλοὶ ποιήματα μέν, ὡς ἔλεγεν Ἀρκεσίλαος, ἀλλότρια καὶ γραφὰς καὶ ἀνδριάντας οἴονται δεῖν ἀκριβῶς καὶ κατά μέρος ἕκαστον ἐπιπορευόμενοι τῇ διανοίᾳ καὶ τῇ ὄψει θεωρεῖν, τὸν δ’ ἑαυτῶν βίον ἔχοντα πολλὰς οὐκ ἀτερπεῖς ἀναθεωρήσεις ἐῶσιν, ἔξω βλέποντες ἀεὶ καὶ θαυμάζοντες ἀλλοτρίας δόξας καὶ τύχας, ὥσπερ μοιχοὶ τὰς ἑτέρων γυναῖκας αὑτῶν δὲ καὶ τῶν ἰδίων καταφρονοῦντες. [De tranq. an. 10] καίτοι καὶ τοῦτο μέγα πρὸς εὐθυμίαν ἐστί, τὸ μάλιστα μὲν αὑτὸν ἐπισκοπεῖν καὶ τὰ καθ’ αὑτόν, εἰ δὲ μή, τοὺς ὑποδεεστέρους ἀποθεωρεῖν καὶ μή, καθάπερ οἱ πολλοί, πρὸς τοὺς ὑπερέχοντας ἀντιπαρεξάγουσιν. οἷον εὐθύς, οἱ δεδεμένοι εὐδαιμονίζουσι τοὺς λελυμένους, ἐκεῖνοι δὲ τοὺς ἐλευθέρους οἱ δ’ ἐλεύθεροι. τοὺς πολίτας, οὗτοι δὲ πάλιν αὖ τοὺς πλουσίους, οἱ δὲ πλούσιοι τοὺς σατράπας οἱ δὲ σατράπαι τοὺς βασιλεῖς, οἱ δὲ βασιλεῖς τοὺς θεούς, μονονοὺ βροντᾶν καὶ ἀστράπτειν θέλοντες. εἶθ’ οὕτως ἀεὶ τῶν ὑπὲρ ἑαυτοὺς ἐνδεεῖς ὄντες οὐδέποτε τοῖς καθ’ ἑαυτοὺς χάριν ἔχουσιν. [De tranq. an. 10b] οὔ μοι τὰ Γύγεω τοῦ πολυχρύσου μέλει· καί οὐδ’ εἷλε πώ με ζῆλος, οὐδ’ ἀγαίομαι θεῶν ἔργα, μεγάλης δ’ οὐκ ἐρέω τυραννίδος ἀπόπροθεν γάρ ἐστιν ὀφθαλμῶν ἐμῶν. [De tranq. an. 10c] Θάσιος γὰρ ἦν ἐκεῖνος· ἄλλος δέ τις Χῖος, ἄλλος δὲ Γαλάτης ἢ Βιθυνὸς οὐκ ἀγαπῶν, εἴ τινος μερίδος ἦν ἢ δόξαν ἢ δύναμιν ἐν τοῖς ἑαυτοῦ πολίταις εἴληχεν, ἀλλὰ κλαίων ὅτι μὴ φορεῖ πατρικίους ἐὰν δὲ καὶ φορῇ, ὅτι μηδέπω στρατηγεῖ Ῥωμαίων ἐὰν δὲ καὶ στρατηγῇ, ὅτι μὴ ὑπατεύει· καὶ ὑπατεύων, ὅτι μὴ πρῶτος ἀλλ’ ὕστερος ἀνηγορεύθη. τοῦτο δ’ ἐστὶ τί ἄλλο ἢ συλλέγοντα προφάσεις ἀχαριστίας ἐπὶ τὴν τύχην αὐτὸν ὑφ’ αὑτοῦ κολάζεσθαι καὶ διδόναι δίκην; ἀλλ’ ὅ γε νοῦν ἔχων σωτήρια φρονοῦντα τοῦ ἡλίου μυριάδας ἀνθρώπων ἐφορῶντος [De tranq. an. 10d] εὐρυεδοῦς ὅσοι καρπὸν αἰνύμεθα χθονός, [De tranq. an. 10e] οὐκ εἴ τινων ἧττον ἔνδοξός ἐστι καὶ πλούσιος, ὀδυρόμενος κάθηται καὶ ταπεινούμενος, ἀλλ’ ὅτι μυρίων μυριάκις ἐν τοσούτοις εὐσχημονέστερον ζῇ καὶ βέλτιον, ὑμνῶν τὸν ἑαυτοῦ δαίμονα καὶ τὸν βίον ὁδῷ πρόεισιν. [De tranq. an. 10f] ἐν Ὀλυμπίᾳ μὲν γὰρ οὐκ ἔστι νικᾶν ἐκ λεγόμενον ἀντιπάλους· ἐν δὲ τῷ βίῳ τὰ πράγματα δίδωσι περιόντα πολλῶν μέγα φρονεῖν, καὶ ζηλωτὸν εἶναι μᾶλλον ἢ ζηλοῦν ἑτέρους· ἄν γε δὴ μὴ τοῦ Βριάρεω μηδὲ τοῦ Ἡρακλέους ποιήσῃς σεαυτὸν ἀνταγωνιστήν. ὅταν οὖν πάνυ θαυμάσῃς ὡς κρείττονα τὸν ἐν τῷ φορείῳ κομιζόμενον, ὑποκύψας θέασαι καὶ τοὺς βαστάζοντας· καὶ ὅταν διαβαίνοντα τὴν σχεδίαν μακαρίσῃς τὸν Ξέρξην ἐκεῖνον, ὡς ὁ Ἑλλησπόντιος, ἴδε καὶ τοὺς ὑπὸ μάστιξι διορύττοντας τὸν Ἄθω καὶ τοὺς περικοπτομένους ὦτα καὶ ῥῖνας ἐπὶ τῷ διαλυθῆναι τὴν γέφυραν ὑπὸ τοῦ κλύδωνος, ἅμα καὶ τὴν ἐκείνων ἀποθεωρῶν διάνοιαν ὅτι τὸν σὸν βίον καὶ τὰ σὰ πράγματα μακαρίζουσιν. [De tranq. an. 10g] ὁ Σωκράτης ἀκούσας τινὸς τῶν φίλων λέγοντος ὡς πολυτελὴς ἡ πόλις μνᾶς ὁ Χῖος οἶνος, ἡ πορφύρα τριῶν μνῶν, τοῦ μέλιτος ἡ κοτύλη πέντε δραχμῶν· λαβὼν αὐτὸν προσήγαγε τοῖς ἀλφίτοις ὀβολοῦ τὸ ἡμίεκτον, εὐτελὴς ἡ πόλις· εἶτα ταῖς ἐλαίαις δυεῖν χαλκοῖν ἡ χοῖνιξ, εὐτελὴς ἡ πόλις· εἶτα ταῖς ἐξωμίσι δέκα δραχμῶν, εὐτελὴς ἡ πόλις. οὐκοῦν καὶ ἡμεῖς, ὅταν ἀκούσωμεν ἑτέρου λέγοντος, ὡς μικρὰ τὰ καθ’ ἡμᾶς πράγματα καὶ λυπρὰ δεινῶς, μὴ ὑπατευόντων μηδ’ ἐπιτροπευόντων, ἔξεστιν εἰπεῖν λαμπρὰ τὰ καθ’ ἡμᾶς πράγματα καὶ ζηλωτὸς ἡμῶν ὁ βίος, οὐ προσαιτοῦμεν οὐκ ἀχθοφοροῦμεν οὐ κολακεύομεν. [De tranq. an. 11] οὐ μὴν ἀλλ’ ἐπεὶ πρὸς ἑτέρους μᾶλλον ἢ πρὸς αὑτοὺς ὑπ’ ἀβελτερίας εἰθίσμεθα ζῆν, καὶ πολὺ τὸ δύσζηλον ἡ φύσις ἔχουσα καὶ τὸ βάσκανον, οὐ χαίρει τοσοῦτον τοῖς ἰδίοις, ὅσον ἀνιᾶται τοῖς ἀλλοτρίοις ἀγαθοῖς· μὴ μόνον ὅρα τὰ λαμπρὰ καὶ τὰ περιβόητα τῶν ζηλουμένων ὑπὸ σοῦ καὶ θαυμαζομένων, ἀλλ’ ἀνακαλύψας καὶ διαστείλας ὥσπερ ἀνθηρὸν παραπέτασμα τὴν δόξαν αὐτῶν καὶ τὴν ἐπιφάνειαν, ἐντὸς γενοῦ καὶ κατόψει πολλὰ δυσχερῆ καὶ πολλὰς ἀηδίας ἐνούσας αὐτοῖς. ὁ γοῦν Πιττακὸς ἐκεῖνος, οὗ μέγα μὲν ἀνδρείας μέγα δὲ σοφίας καὶ δικαιοσύνης κλέος, εἱστία ξένους· ἐπελθοῦσα δ’ ἡ γυνὴ μετ’ ὀργῆς ἀνέτρεψε τὴν τράπεζαν· τῶν δὲ ξένων διατραπέντων ἑκάστῳ τι ἔφη ἡμῶν κακὸν ἔστιν· ᾧ δὲ τοὐμόν, ἄριστα πράττει. [De tranq. an. 11b] οὗτος μακάριος ἐν ἀγορᾷ νομίζεται, ἐπὰν δ’ ἀνοίξῃ τὴν θύραν, τρισάθλιος· γυνὴ κρατεῖ πάντων, ἐπιτάσσει, μάχετ’ ἀεί. [De tranq. an. 11c] ἀπὸ πλειόνων ὀδυνᾶτ’, ἐγὼ δ’ ἀπ’ οὐδενός. [De tranq. an. 11d] τοιαῦτα πολλὰ καὶ πλούτῳ καὶ δόξῃ καὶ βασιλείᾳ πρόσεστιν ἄδηλα τοῖς πολλοῖς· ἐπιπροσθεῖ γὰρ ὁ τῦφος. [De tranq. an. 11e] ὦ μάκαρ Ἀτρείδη, μοιρηγενές, ὀλβιόδαιμον [De tranq. an. 11f] ἔξωθεν οὗτος. ὁ μακαρισμός, ὅπλων καὶ ἵππων καὶ στρατιᾶς περικεχυμένης· αἱ δὲ τῶν παθῶν φωναὶ πρὸς τὴν κενὴν δόξαν ἔνδοθεν ἀντιμαρτυροῦσι [De tranq. an. 11g] Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ. καὶ ζηλῶ σε, γέρον, ζηλῶ δ’ ἀνδρῶν ὃς ἀκίνδυνον βίον ἐξεπέρασ’ ἀγνὼς, ἀκλεής. [De tranq. an. 11h] ἔξεστιν οὖν καὶ τούτοις τοῖς ἐπιλογισμοῖς ἀπαρύτειν τοῦ πρὸς τὴν τύχην μεμψιμοίρου καὶ διὰ τὸ θαυμάζειν τὰ τῶν πλησίον ἐκταπεινοῦντος τὰ οἰκεῖα καὶ καταβάλλοντος. [De tranq. an. 12] οὐχ ἥκιστα τοίνυν εὐθυμίαν κολούει τὸ μὴ συμμέτροις χρῆσθαι πρὸς τὴν ὑποκειμένην δύναμιν ὁρμαῖς ὥσπερ ἱστίοις, ἀλλὰ μειζόνων ἐφιεμένους ταῖς ἐλπίσιν εἶτ’ ἀποτυγχάνοντας αἰτιᾶσθαι δαίμονα καὶ τύχην ἀλλὰ μὴ τὴν αὑτῶν ἀβελτερίαν. οὐδὲ γὰρ ὁ τοξεύειν τῷ ἀρότρῳ βουλόμενος καὶ τῷ βοῒ τὸν λαγωὸν κυνηγετεῖν δυστυχής ἐστιν οὐδ’ ὁ γρίφοις καὶ σαγήναις ἐλάφους μὴ λαμβάνων οὐδ’ οἷς δαίμων οὐκ ἐναντιοῦται μοχθηρός, ἀλλ’ ἀβελτερίᾳ καὶ μωρίᾳ τοῖς ἀδυνάτοις ἐπιχειροῦσα. αἴτιον δ’ ἡ φιλαυτία μάλιστα, φιλοπρώτους ποιοῦσα καὶ φιλονίκους; ἐν πᾶσι καὶ πάντων ἐπιδραττομένους ἀπλήστως οὐ γὰρ πλούσιοι μόνον ὁμοῦ καὶ λόγιοι καὶ ἰσχυροὶ καὶ συμποτικοὶ καὶ ἡδεῖς εἶναι καὶ φίλοι βασιλέων καὶ πόλεων ἄρχοντες ἀξιοῦσιν, ἀλλ’ εἰ μὴ καὶ κύνας ἕξουσι πρωτεύοντας ἀρετῇ καὶ ἵππους καὶ ὄρτυγας καὶ ἀλεκτρυόνας ἀθυμοῦσι. Διονύσιος; [De tranq. an. 12b] ὁ πρεσβύτερος οὐκ ἠγάπα μέγιστος ὢν τῶν τότε τυράννων, ἀλλ’ ὅτι· Φιλοξένου τοῦ ποιητοῦ μὴ βέλτιον ᾖδε μηδὲ περιῆν ἐν τῷ διαλέγεσθαι Πλάτωνος, ὀργισθεὶς καὶ παροξυνθεὶς τὸν μὲν εἰς τὰς λατομίας ἐνέβαλε τὸν δ’ ἀπέδοτο πέμψας εἰς Αἴγιναν. οὐ τοιοῦτος δ’ ὁ Ἀλέξανδρος, ἀλλ’ ἐπεὶ Κρίσων ὁ σταδιοδρόμος ἁμιλλώμενος αὐτῷ περὶ τάχους ἔδοξεν ἑκὼν παρεῖναι, σφόδρα διηγανάκτησεν, εὖ δὲ καὶ ὁ ποιητικὸς Ἀχιλλεὺς ὑπειπὼν [De tranq. an. 12c] τοῖος ἐὼν οἷος οὔ τις Ἀχαιῶν χαλκοχιτώνων ἐπήνεγκεν ἐν πολέμῳ· ἀγορῇ δὲ τ’ ἀμείνονές εἰσι καὶ ἄλλοι [De tranq. an. 12d] Μεγάβυζον δὲ τὸν Πέρσην εἰς τὸ ζωγραφεῖον ἀναβάντα τὸ Ἀπελλοῦ καὶ λαλεῖν ἐπιχειρήσαντα περὶ τῆς τέχνης ἐπεστόμισεν ὁ Ἀπελλῆς εἰπών ἕως μὲν ἡσυχίαν ἦγες, ἐδόκεις τις εἶναι διὰ τὰ χρυσία καὶ τὴν πορφύραν, νυνὶ δὲ καὶ ταυτὶ τὰ τρίβοντα τὴν ὤχραν παιδάρια καταγελᾷ σου φλυαροῦντος. [De tranq. an. 12e] ἀλλ’ ἔνιοι τοὺς μὲν Στωικοὺς οἴονται παίζειν, ὅταν ἀκούσωσι τὸν σοφὸν παρ’ αὐτοῖς μὴ μόνον φρόνιμον καὶ δίκαιον καὶ ἀνδρεῖον, ἀλλὰ καὶ ῥήτορα καὶ ποιητὴν καὶ στρατηγὸν καὶ πλούσιον καὶ βασιλέα προσαγορευόμενον αὑτοὺς δὲ πάντων ἀξιοῦσι τούτων, κἂν μὴ τυγχάνωσιν, ἀνιῶνται. καίτοι καὶ τῶν θεῶν ἄλλος ἄλλην ἔχων δύναμιν, ὁ μὲν ἐνυάλιος ὁ δὲ μαντεῖος ὁ δὲ κερδῷος; ἐπονομάζεται καὶ τὴν Ἀφροδίτην ὁ Ζεύς, ὡς οὐ μετὸν αὐτῇ πολεμικῶν ἔργων, ἐπὶ γάμους ἀποστέλλει καὶ θαλάμους. [De tranq. an. 13] τινὰ γὰρ οὐδὲ συνυπάρχειν ἀλλὰ μᾶλλον ὑπεναντιοῦσθαι πέφυκεν ἀλλήλοις τῶν σπουδαζομένων, οἷον ἄσκησις λόγων καὶ μαθημάτων ἀνάληψις ἀπραγμοσύνης δεῖται καὶ σχολῆς· δυνάμεις δὲ πολιτικαὶ καὶ φιλίαι βασιλέων οὐκ ἄνευ πραγμάτων οὐδ’ ἀσχολιῶν περιγίγνονται. καὶ μὴν οἶνοί τε καὶ σαρκῶν ἐμφορήσεις σῶμα μὲν ἰσχυρὸν ποιοῦσι καὶ ῥωμαλέον, ψυχὴν δ’ ἀσθενῆ καὶ χρημάτων ἐπιμέλεια μὲν συνεχὴς καὶ τήρησις αὔξει πλοῦτον, ὑπεροψία δὲ καὶ περιφρόνησις μέγα πρὸς φιλοσοφίαν ἐφόδιον. ὅθεν οὐ πάντα πάντων ἐστίν, ἀλλὰ δεῖ τῷ Πυθικῷ γράμματι πειθόμενον αὑτὸν καταμαθεῖν· εἶτα χρῆσθαι πρὸς ἓν ὃ πέφυκε, καὶ μὴ πρὸς ἄλλον ἄλλοτε βίου ζῆλον ἕλκειν καὶ παραβιάζεσθαι τὴν φύσιν· [De tranq. an. 13b] ἐν ἅρμασιν ἵππος, ἐν δ’ ἀρότρῳ βοῦς, παρὰ ναῦν δ’ ἰθύει τάχιστα δελφίς, κάπρῳ δὲ βουλεύοντα φόνον κύνα χρὴ τλάθυμον ἐξευρεῖν. [De tranq. an. 13c] ὁ δ’ ἀσχάλλων καὶ λυπούμενος ὅτι μὴ καὶ λέων ἐστὶν [De tranq. an. 13d] ὀρεσίτροφος ἀλκὶ πεποιθώς [De tranq. an. 13e] ἅμα καὶ κυνίδιον Μελιταῖον ἐν κόλπῳ χήρας γυναικὸς τιθηνούμενον, ἀπόπληκτός ἐστι. τούτου δ’ οὐδέν βελτίων ὁ βουλόμενος ἅμα μὲν Ἐμπεδοκλῆς ἢ Πλάτων ἢ Δημόκριτος εἶναι περὶ κόσμου γράφων καὶ τῆς τῶν ὄντων ἀληθείας, ἅμα δὲ πλουσίᾳ γραῒ συγκαθεύδειν ὡς Εὐφορίων, ἢ ἰὼν ἐπὶ κῶμον Ἀλεξάνδρῳ συμπίνειν ὡς Μήδιος· ἀγανακτῶν δὲ καὶ λυπούμενος, εἰ μὴ θαυμάζεται διὰ πλοῦτον ὡς Ἰσμηνίας καὶ δι’ ἀρετὴν ὡς Ἐπαμεινώνδας. [De tranq. an. 13f] οὐδὲ γὰρ οἱ δρομεῖς, ὅτι μὴ τοὺς τῶν παλαιστῶν φέρονται στεφάνους, ἀθυμοῦσιν ἀλλὰ τοῖς αὑτῶν ἀγάλλονται καὶ χαίρουσι Σπάρταν ἔλαχες, ταύταν κόσμει καὶ γὰρ ὁ Σόλων [De tranq. an. 13g] ἀλλ’ ἡμεῖς αὐτοῖς οὐ διαμειψόμεθα τῆς ἀρετῆς τὸν πλοῦτον· ἐπεὶ τὸ μὲν ἔμπεδόν αἰεί, χρήματα δ’ ἀνθρώπων ἄλλοτε ἄλλος ἔχει. [De tranq. an. 13h] καὶ Στράτων ὁ φυσικός, ἀκούσας ὅτι πολλαπλασίους ἔχει Μενέδημος μαθητάς, τί οὖν ἔφη θαυμαστόν, εἰ πλείονές εἰσιν οἱ λούεσθαι θέλοντες τῶν ἀλείφεσθαι βουλομένων Ἀριστοτέλης δὲ πρὸς Ἀντίπατρον γράφων οὐκ Ἀλεξάνδρῳ μόνον ἔφη προσήκει μέγα φρονεῖν, ὅτι κρατεῖ πολλῶν ἀνθρώπων; ἀλλ’ οὐχ ἧττον οἷς ὑπάρχει περὶ θεῶν ἃ δεῖ δοξάζειν. τοὺς γὰρ οὕτω, τὰ οἰκεῖα σεμνύνοντας οὐκ ἐνοχλήσει τὰ τῶν πλησίον νῦν δὲ τὴν ἄμπελον σῦκα φέρειν οὐκ ἀξιοῦμεν οὐδὲ τὴν ἐλαίαν βότρυς· αὐτοὶ δ’ ἑαυτούς, ἐὰν μὴ καὶ τὰ τῶν πλουσίων ἅμα καὶ τὰ τῶν λογίων καὶ τὰ τῶν στρατευομένων καὶ τὰ τῶν φιλοσοφούντων καὶ τὰ τῶν κολακευόντων καὶ τὰ τῶν παρρησιαζομένων καὶ τὰ τῶν φειδομένων καὶ τὰ τῶν δαπανώντων ἔχωμεν προτερήματα, συκοφαντοῦμεν καὶ ἀχαριστοῦμεν αὑτοῖς καὶ καταφρονοῦμεν ὡς, ἐνδεῶς καὶ εὐτελῶς βιούντων. πρὸς δὲ τούτῳ καὶ τὴν φύσιν ὁρῶμεν ὑπομιμνήσκουσαν ἡμᾶς. [De tranq. an. 13i] ὡς γὰρ τῶν θηρίων ἑτέροις ἀφ’ ἑτέρων παρεσκεύασε τὴν τροφὴν εἶναι καὶ οὐ πάντα σαρκοφαγεῖν ἢ σπερμολογεῖν ἢ ῥιζωρυχεῖν ἐποίησεν, οὕτω τοῖς ἀνθρώποις ποικίλας πρὸς τὸν βίον ἀφορμὰς ἔδωκε· [De tranq. an. 13j] μηλοβότᾳ τ’ ἀρότᾳ τ’ ὀρνιχολόχῳ τε [De tranq. an. 13k] καὶ ὃν πόντος τρέφει δεῖ δὲ τὸ πρόσφορον ἑαυτοῖς ἑλομένους καὶ διαπονοῦντας ἐᾶν τὰ τῶν ἄλλων, καὶ μὴ τὸν Ἡσίοδον ἐλέγχειν ἐνδεέστερον εἰπόντα [De tranq. an. 13l] καὶ κεραμεὺς κεραμεῖ κοτέει καὶ τέκτονι τέκτων. [De tranq. an. 13m] οὐ γὰρ μόνον τοὺς ὁμοτέχνους καὶ τοὺς ὁμοτρόπους ζηλοῦντες, ἀλλὰ καὶ λογίους πλούσιοι καὶ πλουσίους ἔνδοξοι καὶ δικολόγοι σοφιστάς, καὶ ναὶ μὰ Δία κωμῳδοὺς εὐημεροῦντας ἐν θεάτροις καὶ ὀρχηστὰς καὶ θεράποντας ἐν αὐλαῖς βασιλέων ἐλεύθεροι καὶ εὐπατρίδαι κατατεθαμβημένοι καὶ μακαρίζοντες, οὐ μετρίως λυποῦσιν αὑτοὺς καὶ ταράττουσιν. [De tranq. an. 14] ὅτι δ’ ἕκαστος ἐν ἑαυτῷ τὰ τῆς εὐθυμίας καὶ τῆς δυσθυμίας ἔχει ταμιεῖα, καὶ τοὺς τῶν ἀγαθῶν καὶ κακῶν πίθους οὐκ ἐν Διὸς οὔδει κατακειμένους ἀλλ’ ἐν τῇ ψυχῇ κειμένους, αἱ διαφοραὶ τῶν παθῶν δηλοῦσιν. οἱ μὲν γὰρ ἀνόητοι καὶ παρόντα τὰ χρηστὰ παρορῶσι καὶ ἀμελοῦσιν ὑπὸ τοῦ συντετάσθαι πρὸς τὸ μέλλον ἀεὶ ταῖς φροντίσιν, οἱ δὲ φρόνιμοι καὶ τὰ μηκέτ’ ὄντα τῷ μνημονεύειν ἐναργῶς ὄντα ποιοῦσιν ἑαυτοῖς· τὸ γὰρ παρὸν τῷ ἐλαχίστῳ τοῦ χρόνου μορίῳ θιγεῖν παρασχὸν εἶτα τὴν αἴσθησιν ἐκφυγόν, οὐκέτι δοκεῖ πρὸς ἡμᾶς οὐδ’ ἡμέτερον εἶναι τοῖς ἀνοήτοις· ἀλλ’ ὥσπερ ὁ ἐν Ἅιδου ζωγραφούμενος σχοινοστρόφος ὄνῳ τινὶ· παρίησιν ἐπιβοσκομένῳ καταναλίσκειν τὸ πλεκόμενον, ὅτῳ τῶν πολλῶν ἀναίσθητος καὶ ἀχάριστος ὑπολαμβάνουσα λήθη καὶ κατανεμομένη πρᾶξίν τε πᾶσαν ἀφανίζουσα καὶ κατόρθωμα καὶ σχολὴν ἐπίχαριν καὶ συμπεριφορὰν καὶ ἀπόλαυσιν, οὐκ ἐᾷ τὸν βίον ἕνα γενέσθαι, συμπλεκομένων τοῖς παροῦσι τῶν παρῳχημένων ἀλλ’ ὥσπερ ἕτερον τὸν ἐχθὲς ὄντα τοῦ σήμερον καὶ τὸν αὔριον ὁμοίως οὐ τὸν αὐτὸν τῷ σήμερον διαιροῦσα, πᾶν τὸ γιγνόμενον εὐθὺς εἰς τὸ ἀγένητον τῷ ἀμνημονεύτῳ καθίστησιν. οἱ μὲν γὰρ ἐν ταῖς σχολαῖς τὰς αὐξήσεις ἀναιροῦντες ὡς τῆς οὐσίας; ἐνδελεχῶς ῥεούσης, λόγῳ ποιοῦσιν ἡμῶν ἕκαστον ἄλλον ἑαυτοῦ καὶ ἄλλον οἱ δὲ τῇ μνήμῃ τὰ πρότερον μὴ στέγοντες μηδ’ ἀναλαμβάνοντες ἀλλ’ ὑπεκρεῖν ἐῶντες, ἔργῳ ποιοῦσιν ἑαυτοὺς καθ’ ἡμέραν ἀποδεεῖς καὶ κενοὺς καὶ τῆς αὔριον ἐκκρεμαμένους, ὡς τῶν πέρυσι καὶ πρῴην καὶ χθὲς οὐ πρὸς αὐτοὺς ὄντων οὐδ’ ὅλως αὐτοῖς γενομένων. [De tranq. an. 15] καὶ τοῦτ’ οὖν τὴν εὐθυμίαν ἐπιταράσσει κἀκεῖνο μᾶλλον, ὅταν, ὥσπερ αἱ μυῖαι τῶν λείων τόπων ἐν τοῖς κατόπτροις ἀπολισθάνουσι ταῖς δὲ τραχύτησι προσέχονται· καὶ ταῖς ἀμυχαῖς, οὕτως ἄνθρωποι τῶν ἱλαρῶν καὶ προσηνῶν ἀπορρέοντες ἐμπλέκωνται ταῖς τῶν ἀηδῶν ἀναμνήσεσι μᾶλλον δ’ ὥσπερ ἐν Ὀλύνθῳ τοὺς κανθάρους λέγουσιν, εἴς τι χωρίον ἐμβάλλοντας ὃ καλεῖται κανθαρώλεθρον, ἐκβῆναι μὴ δυναμένους ἀλλ’ ἐκεῖ στρεφομένους καὶ κυκλοῦντας ἐναποθνῄσκειν, οὕτως εἰς τὴν τῶν κακῶν μνήμην ὑπορρυέντες ἀνενεγκεῖν μὴ θέλωσι μηδ’ ἀναπνεῦσαι. δεῖ δ’ ὥσπερ ἐν πινακίῳ χρωμάτων ἐν τῇ ψυχῇ τῶν πραγμάτων τὰ φαιδρὰ καὶ λαμπρὰ προβάλλοντας, ἀποκρύπτειν τὰ σκυθρωπὰ καὶ πιέζειν· ἐξαλεῖψαι γὰρ οὐκ ἔστι παντάπασιν οὐδ’ ἀπαλλαγῆναι. παλίντονος γὰρ ἁρμονίη κόσμου, ὅκωσπερ λύρης καὶ τόξου· καὶ τῶν ἀνθρωπίνων καθαρὸν οὐδὲν οὐδ’ ἀμιγές. ἀλλ’ ὥσπερ ἐν μουσικῇ βαρεῖς φθόγγοι καὶ ὀξεῖς ἐν δὲ γραμματικῇ φωνήεντα καὶ ἄφωνα γράμματα, μουσικὸς δὲ καὶ γραμματικὸς οὐχ ὁ θάτερα δυσχεραίνων καὶ ὑποφεύγων ἀλλ’ ὁ πᾶσι χρῆσθαι καὶ μιγνύναι πρὸς τὸ οἰκεῖον ἐπιστάμενος· οὕτω καὶ τῶν πραγμάτων ἀντιστοιχίας ἐχόντων (ἐπεὶ κατὰ τὸν Εὐριπίδην· [De tranq. an. 15b] οὐκ ἂν γένοιτο χωρὶς ἐσθλὰ καὶ κακά, ἀλλ’ ἔστι τις σύγκρασις, ὥστ’ ἔχειν καλῶς [De tranq. an. 15c] ), οὐ δεῖ τοῖς ἑτέροις ἐξαθυμεῖν οὐδ’ ἀπαγορεύειν ἀλλ’ ὥσπερ ἁρμονικοὺς ἀμβλύνοντας ἀεὶ τοῖς κρείττοσι τὰ φαῦλα καὶ τὰ χείρονα τοῖς χρηστοῖς ἐμπεριλαμβάνοντας, ἐμμελὲς τὸ τοῦ βίου μῖγμα ποιεῖν καὶ οἰκεῖον αὑτοῖς. [De tranq. an. 15d] οὐ γάρ, ὡς ὁ Μένανδρός φησιν, ἅπαντι δαίμων ἀνδρὶ συμπαραστατεῖ εὐθὺς γενομένῳ, μυσταγωγὸς τοῦ βίου ἀγαθός, [De tranq. an. 15e] ἀλλὰ μᾶλλον, ὡς Ἐμπεδοκλῆς, διτταί τινες ἕκαστον ἡμῶν γιγνόμενον παραλαμβάνουσι καὶ κατάρχονται μοῖραι καὶ δαίμονες· [De tranq. an. 15f] ἔνθ’ ἦσαν Χθονίη τε καὶ Ἡλιόπη ταναῶπις, δῆρίς θ’ αἱματόεσσα καὶ Ἁρμονίη θεμερῶπις, Καλλιστὼ τ’ Αἴσχρη τε Θόωσά τε Δηναίη τε, νημερτής τ’ ἐρόεσσα μελάγκαρπός τ’ Ἀσάφεια. [De tranq. an. 16] ὥστε τούτων ἑκάστου σπέρματα τῶν παθῶν ἀνακεκραμένα δεδεγμένης ἡμῶν τῆς γενέσεως καὶ διὰ τοῦτο πολλὴν ἀνωμαλίαν ἐχούσης, εὔχεται μὲν ὁ νοῦν ἔχων τὰ βελτίονα προσδοκᾷ δὲ καὶ θάτερα, χρῆται δ’ ἀμφοτέροις τὸ ἄγαν ἀφαιρῶν οὐ γὰρ μόνον ὁ τῆς αὔριον ἥκιστα δεόμενος ὥς φησιν Ἐπίκουρος· ἥδιστα πρόσεισι πρὸς τὴν αὔριον· ἀλλὰ καὶ πλοῦτος εὐφραίνει καὶ δόξα καὶ δύναμις καὶ ἀρχή, καὶ μάλιστα τοὺς ἥκιστα τἀναντία ταρβοῦντας. ἡ γὰρ σφοδρὰ, περὶ ἕκαστον ἐπιθυμία σφοδρότατον φόβον ἐμποιοῦσα τοῦ μὴ παραμένειν; ἀσθενῆ τὴν χάριν ποιεῖ καὶ ἀβέβαιον ὥσπερ φλόγα καταπνεομένην. ᾧ δὲ δίδωσι πρὸς τὴν τύχην ἀδεῶς καὶ ἀτρόμως εἰπεῖν ὁ λογισμὸς [De tranq. an. 16b] ἡδὺ μὲν ἄν τι φέρῃς, ὀλίγον δ’ ἄχος ἂν ἀπολείπῃς, [De tranq. an. 16c] τοῦτον ἥδιστα ποιεῖ χρῆσθαι τοῖς παροῦσι τὸ θαρραλέον καὶ μὴ δεδιὸς αὐτῶν τὴν ἀποβολὴν ὡς ἀφόρητον. ἔξεστι γὰρ τὴν Ἀναξαγόρου διάθεσιν, ἀφ’ ἧς ἐπὶ τῇ τελευτῇ τοῦ παιδὸς ἀνεφώνησεν ᾔδειν θνητὸν γεννήσας, μὴ θαυμάζοντας μόνον ἀλλὰ καὶ μιμουμένους ἐπιλέγειν ἑκάστῳ τῶν τυχηρῶν οἶδα τὸν πλοῦτον ἐφήμερον ἔχων καὶ οὐ βέβαιον· οἶδα τὴν ἀρχὴν ἀφελέσθαι δυναμένους τοὺς δεδωκότας· οἶδα τὴν γυναῖκα χρηστὴν γυναῖκα δ’ οὖσαν καὶ τὸν φίλον ἄνθρωπον ὄντα, φύσει εὐμετάβολον ζῷον ὡς ὁ Πλάτων εἶπεν. αἱ γὰρ τοιαῦται παρασκευαὶ καὶ διαθέσεις, ἐάν τι συμβῇ τῶν ἀβουλήτων μὲν οὐκ ἀπροσδοκήτων δέ, μὴ δεχόμεναι τὸ οὐκ ἂν ᾤμην καὶ τὸ ἄλλ’ ἤλπιζον καὶ τὸ ταῦτ’ οὐ προσεδόκων, οἷον πηδήματα καρδίας καὶ σφυγμοὺς ἀφαιροῦσι καὶ ταχὺ πάλιν τὸ μανιῶδες καὶ ταραττόμενον ἱδρύουσιν. ὁ μὲν οὖν Καρνεάδης ἐπὶ πραγμάτων μεγάλων ὑπεμίμνησκεν, ὅτι πᾶν καὶ ὅλον ἐστὶν εἰς λύπην καὶ ἀθυμίαν τὸ ἀπροσδόκητον. ἡ γὰρ Μακεδόνων βασιλεία τῆς Ῥωμαίων ἡγεμονίας πολλοστημόριον ἦν· ἀλλὰ Περσεὺς μὲν ἀποβαλὼν Μακεδονίαν αὐτός τε κατεθρήνει τὸν ἑαυτοῦ δαίμονα καὶ πᾶσιν ἐδόκει δυστυχέστατος ἀνθρώπων γεγονέναι καὶ βαρυποτμότατος· ὁ δὲ τούτου κρατήσας Αἰμίλιος ἑτέρῳ παραδιδοὺς τὴν ὁμοῦ τι γῆς καὶ θαλάττης ἄρχουσαν δύναμιν ἐστεφανοῦτο καὶ ἔθυεν, εὐδαιμονιζόμενος εἰκότως. οὗτος μὲν γὰρ ᾔδει λαμβάνων ἀρχὴν ἀποδοθησομένην, ἐκεῖνος δ’ ἀπέβαλε μὴ προσδοκήσας. εὖ δὲ καὶ ὁ ποιητὴς οἷόν ἐστι τὸ, παρὰ προσδοκίαν ἐδίδαξεν· ὁ γὰρ Ὀδυσσεὺς τοῦ μὲν κυνὸς θανόντος ἐξεδάκρυσε, τῇ δὲ γυναικὶ κλαιούσῃ παρακαθήμενος οὐδὲν ἔπαθε τοιοῦτον· ἐνταῦθα μὲν γὰρ ἀφῖκτο τῷ λογισμῷ τὸ πάθος ὑποχείριον ἔχων καὶ προκατειλημμένον, εἰς δ’ ἐκεῖνο μὴ προσδοκήσας ἀλλ’ ἐξαίφνης διὰ τὸ παράδοξον ἐνέπεσε. [De tranq. an. 17] καθόλου δ’ ἐπεὶ τῶν ἀβουλήτων τὰ μὲν φύσει τὸ λυποῦν καὶ βαρῦνον ἐπιφέρει, τὰ δὲ πλεῖστα δόξῃ δυσχεραίνειν ἐθιζόμεθα καὶ μανθάνομεν, οὐκ ἄχρηστόν ἐστι πρὸς ταῦτα μὲν ἔχειν ἀεὶ τὸ τοῦ Μενάνδρου πρόχειρον [De tranq. an. 17b] οὐδὲν πέπονθας δεινὸν ἂν μὴ προσποιῇ· [De tranq. an. 17c] τί γὰρ πρὸς σέ ἐστι, φησίν, ἂν μήτε σαρκὸς ἅπτηται μήτε ψυχῆς, οἷόν ἐστι δυσγένεια πατρὸς ἢ μοιχεία γυναικὸς ἢ στεφάνου τινὸς ἢ προεδρίας ἀφαίρεσις, ὧν οὐ κωλύεται καὶ μὴ παρόντων ἄνθρωπος καὶ τὸ σῶμα βέλτιστα διακείμενον ἔχειν καὶ τὴν ψυχήν; πρὸς δὲ τὰ φύσει δοκοῦντα λυπεῖν, οἷα νόσοι καὶ πόνοι καὶ θάνατοι φίλων καὶ τέκνων, ἐκεῖνο τὸ Εὐριπίδειον [De tranq. an. 17d] οἴμοι· τί δ’ οἴμοι; θνητά τοι πεπόνθαμεν. [De tranq. an. 17e] οὐδεὶς γὰρ οὕτω τοῦ παθητικοῦ καταφερομένου καὶ ὀλισθάνοντος ἀντιλαμβάνεται λόγος, ὡς ὁ τῆς κοινῆς καὶ φυσικῆς ἀνάμνησιν ποιῶν ἀνάγκης, ᾗ διὰ τὸ σῶμα μεμειγμένος ὁ ἄνθρωπος μόνην ταύτην τῇ τύχῃ λαβὴν δίδωσιν, ἐν δὲ τοῖς κυριωτάτοις καὶ μεγίστοις ἀσφαλὴς ἕστηκεν. [De tranq. an. 17f] ὁ Δημήτριος τὴν Μεγαρέων πόλιν καταλαβὼν ἠρώτησε τὸν Στίλπωνα, μή τι τῶν ἐκείνου διήρπασται καὶ ὁ Στίλπων ἔφη μηδέν’ ἰδεῖν τἀμά φέροντα. καὶ τοίνυν τῆς τύχης πάντα τἄλλα λεηλατούσης καὶ περιαιρουμένης, ἔχομέν τι τοιοῦτον. ἐν ἑαυτοῖς [De tranq. an. 17g] οἷόν κ’ οὔτε φέροιεν Ἀχαιοὶ οὔτε ἂν ἄγοιεν. [De tranq. an. 17h] ὅθεν οὐ δεῖ παντάπασιν ἐκταπεινοῦν οὐδὲ καταβάλλειν τὴν φύσιν, ὡς μηδὲν ἰσχυρὸν μηδὲ μόνιμον μηδ’ ὑπὲρ τὴν τύχην ἔχουσαν· ἀλλὰ τοὐναντίον εἰδότας, ὅτι μικρόν ἐστι μέρος τοῦ ἀνθρώπου τὸ σαθρὸν καὶ τὸ ἐπίκηρον, ὃ δέχεται τὴν τύχην, τῆς δὲ βελτίονος μερίδος αὐτοὶ κρατοῦμεν, ἐν ᾗ τὰ μέγιστα τῶν ἀγαθῶν ἱδρυθέντα, δόξαι τε χρησταὶ καὶ μαθήματα καὶ λόγοι τελευτῶντες εἰς ἀρετήν, ἀναφαίρετον ἔχουσι τὴν οὐσίαν καὶ ἀδιάφθορον, ἀηττήτους πρὸς τὸ μέλλον εἶναι καὶ θαρραλέους, πρὸς τὴν τύχην λέγοντας, ἃ Σωκράτης δοκῶν πρὸς τοὺς κατηγόρους λέγειν πρὸς τοὺς δικαστὰς ἔλεγεν, ὡς ἀποκτεῖναι μὲν Ἄνυτος καὶ Μέλητος δύνανται, βλάψαι δ’ οὐ δύνανται. καὶ γὰρ ἡ τύχη δύναται νόσῳ περιβαλεῖν, ἀφελέσθαι χρήματα, διαβαλεῖν πρὸς δῆμον ἢ τύραννον κακὸν δὲ καὶ δειλὸν καὶ ταπεινόφρονα καὶ ἀγεννῆ καὶ φθονερὸν οὐ δύναται ποιῆσαι τὸν ἀγαθὸν καὶ ἀνδρώδη καὶ μεγαλόψυχον καὶ γενναῖον καὶ ἐλευθέριον οὐδὲ παρελέσθαι τὴν διάθεσιν, ἧς ἀεὶ παρούσης, πλέον ἢ κυβερνήτου πρὸς θάλατταν ὄφελός ἐστι πρὸς τὸν βίον. κυβερνήτῃ γὰρ οὔτε κῦμα πραῧναι τραχὺ καὶ πνεῦμα δυνατόν ἐστιν, οὔτε ὅποι βούλεται δεομένῳ λιμένος· [De tranq. an. 17i] τυχεῖν οὔτε θαρραλέως καὶ ἀτρόμως ὑπομεῖναι τὸ συμβαῖνον ἀλλ’ ἕως οὐκ ἀπέγνωκε τῇ τέχνῃ χρώμενος φεύγει μέγα λαῖφος ὑποστολίσας, ἕως ἐνέρτερον ἱστὸν, ἐρεβώδεος ἐκ θαλάσσης ὑπέρσχῃ, τρέμων κάθηται καὶ παλλόμενος, ἡ δὲ τοῦ φρονίμου διάθεσις τοῖς τε σωματικοῖς παρέχει γαλήνην, ἐπὶ πλεῖστον ἐκλύουσα τὰς τῶν νόσων κατασκευὰς ἐγκρατείᾳ καὶ διαίτῃ σώφρονι καὶ μετρίοις πόνοις· [De tranq. an. 17j] κἄν τις ἔξωθεν ἀρχὴ πάθους ὥσπερ διαδρομὴ γένηται σπιλάδος, εὐσταλεῖ καὶ κούφῃ κεραίᾳ παρήνεγκεν ὥς φησιν Ἀσκληπιάδης παραλόγου δέ τινος καὶ μεγάλου καταλαβόντος καὶ κρατήσαντος, ἐγγὺς ὁ λιμὴν καὶ πάρεστιν ἀπονήξασθαι τοῦ σώματος ὥσπερ ἐφολκίου μὴ στέγοντος [De tranq. an. 18] τὸν μὲν γὰρ ἀνόητον ὁ τοῦ θανάτου φόβος οὐχ ὁ τοῦ ζῆν πόθος ἐκκρέμασθαι τοῦ σώματος ποιεῖ, περιπεπλεγμένον ὥσπερ τὸν Ὀδυσσέα τῷ ἐρινεῷ δεδοικότα τὴν Χάρυβδιν ὑποκειμένην [De tranq. an. 18b] ἔνθ’ οὔτε μίμνειν ἄνεμος οὔτε πλεῖν ἐᾷ, [De tranq. an. 18c] καὶ πρὸς ταῦτα δυσαρέστως καὶ πρὸς ἐκεῖνα περιδεῶς ἔχοντα. ὁ δὲ τὴν τῆς, ψυχῆς φύσιν ἁμωσγέπως ὑπονοῶν καὶ τὴν εἰς τὸ βέλτιον αὐτῆς ἢ μηθὲν κάκιον ἐν τῇ τελευτῇ μεταβολὴν ἐπιλογιζόμενος, οὐ μικρὸν ἔχει τῆς πρὸς τὸν βίον εὐθυμίας ἐφόδιον τὴν πρὸς τὸν θάνατον ἀφοβίαν. ᾧ γὰρ ἔξεστι τῆς μὲν ἀρεστῆς καὶ οἰκείας μερίδος ἐπικρατούσης ἡδέως ζῆν, τῶν δ’ ἀλλοτρίων καὶ παρὰ φύσιν ὑπερβαλλόντων ἀδεῶς ἀπελθεῖν εἰπόντα [De tranq. an. 18d] λύσει μ’ ὁ δαίμων αὐτός, ὅταν ἐγὼ θέλω· [De tranq. an. 18e] τί ἂν τούτῳ χαλεπὸν ἢ δύσκολον ἢ ταραχῶδες ἐμπίπτον ἐπινοήσαιμεν; ὁ γὰρ εἰπών προκατείλημμαί σ’, ὦ τύχη, καὶ πᾶσαν τὴν σὴν ἀφῄρημαι παρείσδυσιν οὐ μοχλοῖς οὐδὲ κλεισὶν οὐδὲ τείχεσιν ἐθάρρυνεν ἑαυτόν, ἀλλὰ δόγμασι καὶ λόγοις ὧν πᾶσι μέτεστι τοῖς βουλομένοις. καὶ δεῖ μηδὲν ἀπογιγνώσκειν μηδ’ ἀπιστεῖν τῶν οὕτω λεγομένων, ἀλλὰ θαυμάζοντα καὶ ζηλοῦντα καὶ συνενθουσιῶντα πεῖραν ἅμα. λαμβάνειν ἑαυτοῦ καὶ κατανόησιν ἐν τοῖς ἐλάττοσι πρὸς τὰ μείζονα, μὴ φεύγοντα μηδ’ ἀπωθοῦντα τῆς ψυχῆς τὴν ἐπιμέλειαν αὐτῶν μηδὲ διαδιδράσκοντ’ εἰς τὸ τάχα δ’ οὐδὲν ἔσται δυσχερέστερον. ἀτονίαν γὰρ ἐμποιεῖ καὶ μαλακίαν ἀγύμναστον ἡ περὶ τὸ ῥᾷστον ἀεὶ διατρίβουσα καὶ πρὸς τὸ ἥδιστον ἐκ τῶν ἀβουλήτων ἀναχωροῦσα γλυκυθυμία τῆς ψυχῆς. ἡ δὲ καὶ νόσου καὶ πόνου καὶ φυγῆς μελετῶσα φαντασίαν ὑφίστασθαι καὶ προσβιαζομένη τῷ λογισμῷ πρὸς ἕκαστον εὑρήσει πολὺ τὸ κατεψευσμένον καὶ διάκενον καὶ σαθρὸν ἐν τοῖς δοκοῦσι χαλεποῖς καὶ φοβεροῖς, ὡς ὁ καθ’ ἕκαστον ἀποδείκνυσι λόγος. [De tranq. an. 19] καίτοι πολλοὶ καὶ τὸ τοῦ Μενάνδρου πεφρίκασιν οὐκ ἔστιν εἰπεῖν ζῶντα τοῦτ’ οὐ πείσομαι, [De tranq. an. 19b] ἀγνοοῦντες ὅσον ἐστὶ πρὸς ἀλυπίαν ἀγαθὸν τὸ μελετᾶν καὶ δύνασθαι πρὸς τὴν τύχην ἀνεῳγόσι τοῖς ὄμμασιν ἀντιβλέπειν, καὶ μὴ ποιεῖν ἐν αὑτῷ τὰς φαντασίας ἀτρίπτους καὶ ἁπαλὰς ὥσπερ ἐνσκιατραφούμενον πολλαῖς ἐλπίσιν ὑπεικούσαις ἀεὶ καὶ πρὸς μηδὲν ἀντιτεινούσαις. ἐκεῖνο μέντοι καὶ πρὸς τὸν Μένανδρον ἔχομεν εἰπεῖν [De tranq. an. 19c] οὐκ ἔστιν εἰπεῖν ζῶντα τοῦτ’ οὐ πείσομαι, [De tranq. an. 19d] ἀλλ’ ἔστιν εἰπεῖν ζῶντα τοῦτ’ οὐ ποιήσω, οὐ ψεύσομαι, οὐ ῥᾳδιουργήσω, οὐκ ἀποστερήσω, οὐκ ἐπιβουλεύσω τοῦτο γὰρ ἐφ’ ἡμῖν κείμενον οὐ μικρὸν ἀλλὰ μέγα πρὸς εὐθυμίαν πάρεστιν. ὥσπερ αὖ τοὐναντίον [De tranq. an. 19e] ἡ σύνεσις, ὅτι σύνοιδα δείν’ εἰργασμένος, [De tranq. an. 19f] οἷον ἕλκος ἐν σαρκὶ τῇ ψυχῇ τὴν μεταμέλειαν αἱμάσσουσαν ἀεὶ καὶ νύσσουσαν ἐναπολείπει. τὰς μὲν γὰρ ἄλλας ἀναιρεῖ λύπας ὁ λόγος, τὴν δὲ μετάνοιαν αὐτὸς ἐνεργάζεται δακνομένης σὺν αἰσχύνῃ τῆς ψυχῆς καὶ κολαζομένης ὑφ’ αὑτῆς, ὡς γὰρ οἱ ῥιγοῦντες ἠπιάλοις καὶ πυρετοῖς διακαόμενοι τῶν ταῦτα πασχόντων ἔξωθεν ὑπὸ καύματος ἢ κρύους; μᾶλλον ἐνοχλοῦνται καὶ κάκιον ἔχουσιν, οὕτως ἐλαφροτέρας ἔχει τὰ τυχηρὰ τὰς λύπας ὥσπερ ἔξωθεν ἐπιφερομένας· τὸ δὲ [De tranq. an. 19g] οὔ τις ἐμοὶ τῶν ἄλλος ἐπαίτιος, ἀλλ’ ἐγὼ αὐτός [De tranq. an. 19h] ἐπιθρηνούμενον τοῖς ἁμαρτανομένοις ἔνδοθεν ἐξ αὐτοῦ, βαρύτερον ποιεῖ τῷ αἰσχρῷ τὸ ἀλγεινόν. ὅθεν οὔτε οἰκία πολυτελὴς οὔτε χρυσίου πλῆθος οὔτ’ ἀξίωμα γένους οὔτε μέγεθος ἀρχῆς οὐ λόγου χάρις οὐ δεινότης εὐδίαν παρέχει βίῳ καὶ γαλήνην τοσαύτην, ὅσην ψυχὴ καθαρεύουσα πραγμάτων καὶ βουλευμάτων πονηρῶν καὶ τὴν τοῦ βίου πηγὴν τὸ ἦθος ἀτάραχον ἔχουσα καὶ ἀμίαντον· ἀφ’ ἧς αἱ καλαὶ πράξεις ῥέουσαι καὶ τὴν ἐνέργειαν ἐνθουσιώδη καὶ ἱλαρὰν μετὰ τοῦ μέγα φρονεῖν ἔχουσι καὶ τὴν μνήμην ἡδίονα καὶ βεβαιοτέραν τῆς Πινδαρικῆς γηροτρόφου ἐλπίδος. οὐ γάρ αἱ μὲν λιβανωτρίδες ὡς ἔλεγε Καρνεάδης κἂν ἀποκενωθῶσι, τὴν εὐωδίαν ἐπὶ πολὺν χρόνον ἀναφέρουσιν ἐν δὲ τῇ ψυχῇ τοῦ νοῦν ἔχοντος; αἱ καλαὶ πράξεις οὐκ ἀεὶ κεχαρισμένην καὶ πρόσφατον ἐναπολείπουσι τὴν ἐπίνοιαν, ὑφ’ ἧς τὸ χαῖρον ἄρδεται καὶ τέθηλε καὶ καταφρονεῖ τῶν ὀδυρομένων καὶ λοιδορούντων τὸν βίον, ὥς τινα κακῶν χώραν ἢ φυγαδικὸν τόπον ἐνταῦθα ταῖς ψυχαῖς ἀποδεδειγμένον. [De tranq. an. 20] ἄγαμαι δὲ καὶ τοῦ Διογένους, ὃς τὸν ἐν Λακεδαίμονι, ξένον ὁρῶν παρασκευαζόμενον εἰς ἑορτήν τινα καὶ φιλοτιμούμενον ἀνὴρ δ’ εἶπεν ἀγαθὸς οὐ πᾶσαν ἡμέραν ἑορτὴν ἡγεῖται καὶ πάνυ γε λαμπράν, εἰ σωφρονοῦμεν, ἱερὸν γὰρ ἁγιώτατον ὁ κόσμος ἐστὶ καὶ θεοπρεπέστατον· εἰς δὲ τοῦτον ὁ ἄνθρωπος εἰσάγεται διὰ τῆς γενέσεως οὐ χειροκμήτων. οὐδ’ ἀκινήτων ἀγαλμάτων θεατής, ἀλλ’ οἷα νοῦς θεῖος αἰσθητὰ νοητῶν μιμήματα, φησὶν ὁ Πλάτων, ἔμφυτον ἀρχὴν ζωῆς ἔχοντα καὶ κινήσεως ἔφηνεν, ἥλιον καὶ σελήνην καὶ ἄστρα καὶ ποταμοὺς νέον ὕδωρ ἐξιέντας ἀεὶ καὶ γῆν φυτοῖς τε καὶ ζῴοις τροφὰς ἀναπέμπουσαν. ὧν τὸν βίον μύησιν ὄντα καὶ τελετὴν τελειοτάτην εὐθυμίας δεῖ μεστὸν εἶναι καὶ γήθους. οὐχ ὥσπερ οἱ πολλοὶ Κρόνια καὶ Διάσια καὶ Παναθήναια καὶ τοιαύτας ἄλλας ἡμέρας περιμένουσιν; ἵν’ ἡσθῶσι καὶ ἀναπέμψωσιν ὠνητὸν γέλωτα, μίμοις καὶ ὀρχησταῖς μισθοὺς τελέσαντες. εἶτ’ ἐκεῖ μὲν εὔφημοι καθήμεθα κοσμίως· οὐδεὶς γὰρ ὀδύρεται μυούμενος οὐδὲ θρηνεῖ Πύθια θεώμενος ἢ πίνων ἐν Κρονίοις· ἃς δ’ ὁ θεὸς ἡμῖν ἑορτὰς χορηγεῖ καὶ μυσταγωγεῖ καταισχύνουσιν, ἐν ὀδυρμοῖς τὰ πολλὰ καὶ βαρυθυμίαις καὶ μερίμναις ἐπιπόνοις διατρίβοντες. καὶ τῶν μὲν ὀργάνων χαίρουσι, τοῖς ἐπιτερπὲς ἠχοῦσι καὶ τῶν ὀρνέων τοῖς ᾄδουσι, καὶ τὰ παίζοντα καὶ σκιρτῶντα τῶν ζῴων ἡδέως ὁρῶσι, καὶ τοὐναντίον ὠρυομένοις καὶ βρυχωμένοις καὶ σκυθρωπάζουσιν· ἀνιῶνται τὸν δ’ ἑαυτῶν βίον ἀμειδῆ καὶ κατηφῆ καὶ τοῖς ἀτερπεστάτοις καὶ πάθεσι καὶ πράγμασι καὶ φροντίσι μηδὲν πέρας ἐχούσαις πιεζόμενον ἀεὶ καὶ συνθλιβόμενον ὁρῶντες, οὐχ ὅπως αὐτοὶ μὲν ἑαυτοῖς ἀναπνοήν τινα καὶ ῥᾳστώνην πορίζουσί ποθὲν, ἀλλ’ οὐδ’ ἑτέρων παρακαλούντων προσδέχονται λόγον, χρώμενοι καὶ τοῖς παροῦσιν ἀμέμπτως συνοίσονται καὶ τῶν γεγονότων εὐχαρίστως μνημονεύσουσι, καὶ πρὸς τὸ λοιπὸν ἵλεων τὴν ἐλπίδα καὶ φαιδρὰν ἔχοντες ἀδεῶς καὶ ἀνυπόπτως προσάξουσιν. ## Περὶ φιλαδελφίας [De frat. am. 1] τὰ παλαιὰ τῶν Διοσκόρων ἀφιδρύματα Σπαρτιᾶται δόκανα καλοῦσι· ἔστι δὲ δύο ξύλα παράλληλα δυσὶ πλαγίοις ἐπεζευγμένα, καὶ δοκεῖ τῷ φιλαδέλφῳ τῶν θεῶν οἰκεῖον εἶναι τοῦ ἀναθήματος τὸ κοινὸν καὶ ἀδιαίρετον. οὕτω δὴ καὶ αὐτὸς ὑμῖν, ὦ; Νιγρῖνε καὶ Κύντε, τὸ σύγγραμμα τοῦτο περὶ φιλαδελφίας ἀνατίθημι, κοινὸν ἀξίοις οὖσι δῶρον. ἐφ’ ἃ γὰρ προτρέπεται, ταῦτα πράττοντες ἤδη μαρτυρεῖσθαι μᾶλλον ἢ παρακαλεῖσθαι δόξετε. καὶ τὸ χαῖρον ὑμῶν ἐφ’ οἷς κατορθοῦτε ποιήσει τῇ κρίσει τὴν ἐπιμονὴν βεβαιοτέραν, ὥσπερ ἐν χρηστοῖς καὶ φιλοκάλοις θεαταῖς εὐημερούντων. [De frat. am. 1b] Ἀρίσταρχος μὲν οὖν ὁ Θεοδέκτου πατήρ, ἐπισκώπτων τὸ πλῆθος τῶν σοφιστῶν, ἔλεγε πάλαι μὲν ἑπτὰ σοφοὺς μόλις γενέσθαι, τότε δὲ μὴ ῥᾳδίως ἂν ἰδιώτας τοσούτους εὑρεθῆναι. ἐγὼ δ’ ὁρῶ καθ’ ἡμᾶς τὴν φιλαδελφίαν οὕτω σπάνιον οὖσαν, ὡς τὴν μισαδελφίαν ἐπὶ τῶν παλαιῶν, ἧς γε τὰ φανέντα παραδείγματα τραγῳδίαις καὶ θεάτροις ὁ βίος ἐξέδωκε διὰ τὸ παράδοξον· οἱ δὲ νῦν ἄνθρωποι πάντες, ὅταν ἐντυγχάνωσι χρηστοῖς ἀδελφοῖς, θαυμάζουσιν οὐδὲν ἧττον ἢ τοὺς Μολιονίδας ἐκείνους, συμφυεῖς τοῖς σώμασι γεγονέναι δοκοῦντας· καὶ τὸ χρῆσθαι κοινῶς τοῖς πατρῴοις χρήμασι καὶ φίλοις καὶ δούλοις οὕτως ἄπιστον ἡγοῦνται καὶ τερατῶδες, ὡς τὸ χρῆσθαι μίαν ψυχὴν δυεῖν σωμάτων χερσὶ καὶ ποσὶ καὶ ὀφθαλμοῖς. [De frat. am. 2] καίτοι τὸ παράδειγμα τῆς χρήσεως τῶν ἀδελφῶν ἡ φύσις οὐ μακρὰν ἔθηκεν, ἀλλ’ ἐν αὐτῷ τῷ σώματι τὰ πλεῖστα τῶν ἀναγκαίων διττὰ καὶ ἀδελφὰ καὶ δίδυμα μηχανησαμένη, χεῖρας πόδας ὄμματ’ ὦτα ῥῖνας, ἐδίδαξεν ὅτι ταῦτα πάντα σωτηρίας ἕνεκα καὶ συμπράξεως κοινῆς οὐ διαφορᾶς καὶ μάχης οὕτω διέστησεν· αὐτάς τε τὰς χεῖρας εἰς πολλοὺς καὶ ἀνίσους δακτύλους σχίσασα πάντων ὀργάνων ἐμμελέστατα καὶ τεχνικώτατα παρέσχεν, ὥστ’ Ἀναξαγόραν τὸν παλαιὸν ἐν ταῖς χερσὶ τὴν αἰτίαν τίθεσθαι τῆς ἀνθρωπίνης σοφίας καὶ συνέσεως. ἀλλὰ τούτου μὲν ἔοικεν ἀληθὲς εἶναι τοὐναντίον· οὐ γὰρ ὅτι χεῖρας ἔσχεν ἄνθρωπος, σοφώτατον· ἀλλ’ ὅτι φύσει λογικὸν ἦν καὶ τεχνικόν, ὀργάνων φύσει τοιούτων ἔτυχεν. ἐκεῖνο δὲ παντὶ δῆλον, ὡς ἀπὸ σπέρματος; ἑνὸς καὶ μιᾶς ἀρχῆς ἡ φύσις ἀδελφοὺς δύο καὶ τρεῖς καὶ πλείονας, ἐποίησεν οὐ πρὸς διαφορὰν καὶ ἀντίταξιν, ἀλλ’ ὅπως χωρὶς ὄντες ἀλλήλοις μᾶλλον συνεργῶσιν. οἱ γὰρ δὴ τρισώματοι καὶ ἑκατόγχειρες, εἴπερ ἐγένοντο, συμφυεῖς ὄντες πᾶσι τοῖς μέρεσιν, οὐδὲν ἐκτὸς αὐτῶν οὐδὲ χωρὶς ἐδύναντο ποιεῖν· ὃ τοῖς ἀδελφοῖς ὑπάρχει, καὶ μένειν καὶ ἀποδημεῖν ἅμα καὶ πολιτεύεσθαι καὶ γεωργεῖν δυναμένοις δι’ ἀλλήλων, ἄνπερ ἣν ἡ φύσις ἔδωκεν εὐνοίας καὶ συμφωνίας ἀρχὴν φυλάττωσιν εἰ δὲ μή, ποδῶν οὐθέν, οἶμαι, διοίσουσιν ἀλλήλους ὑποσκελιζόντων καὶ δακτύλων ἐμπλεκομένων καὶ διαστρεφομένων παρὰ φύσιν ὑπ’ ἀλλήλων. μᾶλλον δ’ ὥσπερ ἐν ταὐτῷ σώματι μιᾶς κοινωνοῦντα φύσεως καὶ τροφῆς τὰ ὑγρὰ καὶ ξηρὰ καὶ ψυχρὰ καὶ θερμά, τῇ ὁμονοίᾳ καὶ συμφωνίᾳ τὴν ἀρίστην καὶ ἡδίστην κρᾶσιν ἐμποιεῖ καὶ ἁρμονίαν, ἧς χωρὶς οὔτε πλούτου φασὶν οὔτε [De frat. am. 2b] τᾶς ἰσοδαίμονος ἀνθρώποις βασιληίδος ἀρχᾶς [De frat. am. 2c] εἶναί τινα χάριν καὶ ὄνησιν ἂν δὲ πλεονεξία καὶ στάσις αὐτοῖς ἐγγένηται, διέφθειρεν αἴσχιστα καὶ συνέχεε τὸ ζῷον· οὕτως ἀδελφῶν ὁμοφροσύνῃ καὶ γένος καὶ οἶκος ὑγιαίνει καὶ τέθηλε, καὶ φίλοι καὶ συνήθεις ὥσπερ ἐμμελὴς χορὸς οὐθὲν οὔτε πράσσουσιν ἐναντίον οὔτε λέγουσιν οὔτε φρονοῦσιν [De frat. am. 2d] ἐν δὲ διχοστασίῃ καὶ ὁ πάγκακος ἔμμορε τιμῆς, [De frat. am. 2e] οἰκέτης διάβολος ἢ κόλαξ παρενδὺς θυραῖος ἢ πολίτης βάσκανος. ὡς γὰρ αἱ νόσοι τοῖς σώμασι μὴ προσιεμένοις τὸ οἰκεῖον πολλῶν ἐμποιοῦσιν ἀτόπων καὶ βλαβερῶν ὀρέξεις, οὕτως ἡ πρὸς τὸ συγγενὲς διαβολὴ καὶ ὑφόρασις ὁμιλίας ἐπάγεται φαύλας καὶ πονηρὰς εἰς τὸ ἐλλιπὲς; ἔξωθεν ἐπιρρεούσας. [De frat. am. 3] ὁ μὲν οὖν Ἀρκαδικὸς μάντις ἀναγκαίως πόδα ξύλινον προσεποιήσατο καθ’ Ἡρόδοτον, τοῦ οἰκείου στερηθείς· ἀδελφὸς δὲ πολεμῶν ἀδελφῷ καὶ ὀθνεῖον ἐξ ἀγορᾶς ἢ παλαίστρας ἑταῖρον οὐθὲν ἔοικεν ἄλλο ποιεῖν ἢ σάρκινον καὶ συμφυὲς; ἑκουσίως ἀποκόψας μέλος ἀλλότριον προστρίβεσθαι καὶ προσαρμόττειν. αὐτὴ γὰρ ἡ προσδεχομένη καὶ ζητοῦσα φιλίαν καὶ ὁμιλίαν χρεία διδάσκει τὸ συγγενὲς τιμᾶν καὶ περιέπειν καὶ διαφυλάττειν, ὡς ἀφίλους καὶ ἀμίκτους καὶ μονοτρόπους ζῆν μὴ δυναμένους μηδὲ πεφυκότας. ὅθεν ὁ Μένανδρος ὀρθῶς [De frat. am. 3b] οὐκ ἐκ πότων καὶ τῆς καθ’ ἡμέραν τρυφῆς ζητοῦμεν ᾧ πιστεύσομεν τὰ τοῦ βίου (φησί), πάτερ; οὐ περιττὸν οἴετ’ ἐξευρηκέναι ἀγαθὸν ἕκαστος, ἂν ἔχῃ φίλου σκιάν; [De frat. am. 3c] σκιαὶ γάρ εἰσιν ὄντως αἱ πολλαὶ φιλίαι καὶ μιμήματα καὶ εἴδωλα τῆς πρώτης ἐκείνης, ἣν παισί τε πρὸς γονεῖς ἡ φύσις ἀδελφοῖς τε πρὸς ἀδελφοὺς ἐμπεποίηκε, κἀκείνην ὁ μὴ σεβόμενος μηδὲ τιμῶν ἆρά τίνα πίστιν εὐνοίας τοῖς ἀλλοτρίοις δίδωσιν; ἢ ποῖος τίς ἐστιν ὁ τὸν ἑταῖρον ἐν φιλοφροσύναις καὶ γράμμασιν ἀδελφὸν προσαγορεύων, τῷ δ’ ἀδελφῷ μηδὲ τὴν αὐτὴν ὁδὸν οἰόμενος; δεῖν βαδίζειν; ὡς γὰρ εἰκόνα κοσμεῖν ἀδελφοῦ τὸ δὲ σῶμα τύπτειν καὶ ἀκρωτηριάζειν μανικόν, οὕτω τοὔνομα σέβεσθαι καὶ τιμᾶν ἐν ἑτέροις αὐτὸν δὲ μισεῖν καὶ φεύγειν οὐχ ὑγιαίνοντός ἐστιν, οὐδ’ ἐν νῷ πώποτε τὴν φύσιν ὡς ἁγιώτατον καὶ μέγιστον ἱερὸν λαβόντος. [De frat. am. 4] οἶδα γοῦν ἐμαυτὸν ἐν Ῥώμῃ δυεῖν ἀδελφῶν ἀναδεξάμενον δίαιταν, ὧν ἅτερος ἐδόκει φιλοσοφεῖν· ἦν δ’ ὡς ἔοικεν οὐ μόνον ἀδελφὸς ἀλλὰ καὶ φιλόσοφος ψευδεπίγραφος καὶ ψευδώνυμος· ἐμοῦ γὰρ ἀξιοῦντος αὐτὸν ὡς ἀδελφῷ καὶ ἰδιώτῃ φιλόσοφον προσφέρεσθαι, ταῦτ’ εἶπεν ὡς πρὸς ἰδιώτην ἀληθῶς, ἐγὼ δ’ οὐ σεμνὸν οὐδὲ μέγα ποιοῦμαι τὸ ἐκ τῶν αὐτῶν μορίων γεγονέναι σὺ μέν ἔφην ἐγὼ δῆλος εἶ μηδὲ τὸ ἐκ μορίων γεγονέναι μέγα καὶ σεμνὸν ἡγούμενος. ἀλλ’ οἵ γε ἄλλοι πάντες, εἰ καὶ μὴ φρονοῦσιν οὕτω, λέγουσι γοῦν καὶ ᾄδουσιν, ὡς γονεῦσι τιμὴν μετὰ θεοὺς πρώτην καὶ μεγίστην ἥ τε φύσις ὅ τε τὴν φύσιν σῴζων νόμος ἀπέδωκε· καὶ οὐκ ἔστιν ὅ τι μᾶλλον ἄνθρωποι κεχαρισμένον θεοῖς δρῶσιν, ἢ τοκεῦσιν αὑτῶν καὶ τροφεῦσι παλαιὰς ἐπὶ νέαις δανεισθείσας χάριτας εὐμενῶς καὶ προθύμως ἐκτίνοντες. οὐδ’ αὖ πάλιν μείζων ἐπίδειξις ἀθέου γέγονε τῆς περὶ γονεῖς ὀλιγωρίας καὶ πλημμελείας· διὸ τοὺς μὲν ἄλλους κακῶς ποιεῖν ἀπείρηται, μητρὶ δ’ αὑτοῦ καὶ πατρὶ τὸ μὴ παρέχειν ἑαυτοὺς δρῶντας ἀεὶ καὶ λέγοντας ἀφ’ ὧν εὐφρανοῦνται, κἂν μὴ προσῇ τὸ λυποῦν, ἀνόσιον ἡγοῦνται καὶ ἄθεσμον. τίς οὖν ἐστι παρὰ παίδων γονεῦσιν ἢ πρᾶξις ἢ χάρις ἢ διάθεσις μᾶλλον εὐφραίνειν δυναμένη τῆς πρὸς ἀδελφὸν εὐνοίας βεβαίου; καὶ φιλίας;’ [De frat. am. 5] ἦ τοῦτό γε ῥᾴδιόν ἐστιν ἀπὸ τῶν ἐναντίων καταμαθεῖν. ὅπου γὰρ οἰκότριβα τιμώμενον ὑπὸ πατρὸς ἢ μητρὸς υἱοὶ προπηλακίζοντες καὶ φυτῶν καὶ χωρίων οἷς ἔχαιρον ἀμελοῦντες ἀνιῶσιν αὐτούς, καὶ κύων τις οἰκογενὴς παρορώμενος καὶ ἵππος ἅπτεται φιλοστόργων καὶ φιλοτίμων γερόντων, ἄχθονται δὲ καὶ παισὶν ἀκροάματα καὶ θεάματα καὶ ἀθλητάς, οὓς ἐθαύμαζον αὐτοί, διασύρουσι καὶ καταφρονοῦσιν· ἦπου μετρίως ἔχουσιν υἱοῖς διαφερομένοις καὶ μισοῦσιν ἀλλήλους καὶ κακῶς λέγουσι καὶ πρὸς ἔργα καὶ πράξεις ἀντιταττομένοις ἀεὶ καὶ καταλυομένοις ὑπ’ ἀλλήλων; οὐκ ἂν εἴποι τις· οὐκοῦν τοὐναντίον ἐρῶντες ἀλλήλων καὶ φιλοῦντες ἀδελφοί, καὶ ὅσον ἡ φύσις τοῖς σώμασι διέστησεν, ἐπὶ ταὐτὸ τοῖς πάθεσι καὶ τοῖς πράγμασιν ἀποδιδόντες, καὶ λόγους κοινοὺς καὶ διατριβὰς ἅμα καὶ παιδιὰς μετ’ ἀλλήλων ἔχοντες, ἡδεῖαν καὶ μακαρίαν παρεσκευάκασι γηροτρόφον τοῖς γονεῦσι τὴν φιλαδελφίαν. οὔτε γὰρ φιλόλογος πατὴρ οὕτως οὔτε φιλότιμος οὔτε φιλοχρήματος γέγονεν ὡς φιλότεκνος· διὸ τοὺς υἱοὺς οὔτε πλουτοῦντας οὔτε πλουτοῦντας οὔτ’ ἄρχοντας ἡδέως οὕτως ὡς φιλοῦντας ἀλλήλους ὁρῶσιν. Ἀπολλωνίδα γοῦν τὴν Κυζικηνήν, Εὐμένους δὲ τοῦ βασιλέως μητέρα καὶ τριῶν ἄλλων, Ἀττάλου καὶ Φιλεταίρου καὶ Ἀθηναίου, λέγουσι μακαρίζειν ἑαυτὴν ἀεὶ καὶ τοῖς θεοῖς χάριν ἔχειν οὐ διὰ τὸν πλοῦτον οὐδὲ διὰ τὴν ἡγεμονίαν, ἀλλ’ ὅτι τοὺς τρεῖς υἱοὺς ἑώρα τὸν πρεσβύτατον δορυφοροῦντας κἀκεῖνον ἐν μέσοις αὐτοῖς δόρατα καὶ ξίφη φοροῦσιν ἀδεῶς διαιτώμενον. ὥσπερ αὖ τοὐναντίον, Ἀρτοξέρξης αἰσθόμενος Ὦχον τὸν υἱὸν ἐπιβεβουλευκότα τοῖς ἀδελφοῖς ἀθυμήσας ἀπέθανε· [De frat. am. 5b] χαλεποὶ πόλεμοι γὰρ ἀδελφῶν [De frat. am. 5c] ὡς Εὐριπίδης εἴρηκεν ὄντες, χαλεπώτατοι τοῖς γονεῦσιν αὐτοῖς εἰσιν· ὁ γὰρ μισῶν τὸν ἀδελφὸν αὑτοῦ καὶ βαρυνόμενος; οὐ δύναται μὴ τὸν γεννήσαντα μέμφεσθαι καὶ τὴν τεκοῦσαν. [De frat. am. 6] ὁ μὲν οὖν Πεισίστρατος ἐπιγαμῶν ἐνηλίκοις οὖσι τοῖς υἱοῖς, ἔφη, καλοὺς ἐκείνους κἀγαθοὺς ἡγούμενος, ἔτι πλειόνων ἐθέλειν τοιούτων πατὴρ γενέσθαι. χρηστοὶ δὲ καὶ δίκαιοι παῖδες οὐ μόνον διὰ τοὺς γονεῖς ἀγαπήσουσι μᾶλλον ἀλλήλους, ἀλλὰ καὶ τοὺς γονεῖς δι’ ἀλλήλους· οὕτως ἀεὶ καὶ φρονοῦντες καὶ λέγοντες, ὅτι τοῖς γονεῦσιν ἀντὶ πολλῶν χάριν ὀφείλοντες μάλιστα διὰ τοὺς ἀδελφοὺς ὀφείλουσιν, ὡς τοῦτο δὴ κτημάτων ἁπάντων τιμιώτατον καὶ ἥδιστον ἔχοντες παρ’ αὐτῶν. εὖ γέ τοι καὶ Ὅμηρος πεποίηκε Τηλέμαχον ἐν συμφορᾷ τὸ ἀνάδελφον τιθέμενον [De frat. am. 6b] ὧδε γὰρ ἡμετέρην γενεὴν μούνωσε Κρονίων. [De frat. am. 6c] ὁ δ’ Ἡσίοδος οὐκ εὖ παραινεῖ μουνογενῆ παῖδα τῶν πατρῴων ἐπίκληρον εἶναι, καὶ ταῦτα τῶν Μουσῶν γεγονὼς μαθητής, ἃς ὁμοῦ δι’ εὔνοιαν ἀεὶ καὶ φιλαδελφίαν οὔσας οὕτως ὠνόμαζον. πρὸς [De frat. am. 6d] μὲν οὖν γονεῖς ἡ φιλαδελφία τοιοῦτόν ἐστιν, ὥστε τὸ φιλεῖν ἀδελφὸν εὐθὺς ἀπόδειξιν εἶναι τοῦ καὶ τὴν μητέρα φιλεῖν καὶ τὸν πατέρα· πρὸς δὲ παῖδας αὑτοῦ δίδαγμα καὶ παράδειγμα φιλαδελφίας, οἷον οὐθὲν ἄλλο· καὶ τοὐναντίον αὖ πονηρὸν ὥσπερ ἐξ ἀντιγράφου πατρῴου τὴν μισαδελφίαν ἀναλαμβάνουσιν. ὁ γὰρ ἐν δίκαις καὶ στάσεσι καὶ ἀγῶσι πρὸς ἀδελφοὺς ἐγγεγηρακὼς εἶτα τοὺς υἱοὺς ὁμονοεῖν παρακαλῶν [De frat. am. 6e] ἄλλων ἰατρός, αὐτὸς ἕλκεσιν βρύων [De frat. am. 6f] ἀσθενῆ ποιεῖ τοῖς ἔργοις τὸν λόγον. εἰ γοῦν ὁ Θηβαῖος Ἐτεοκλῆς πρὸς τὸν ἀδελφὸν εἰρηκώς [De frat. am. 6g] ἄστρων ἂν ἔλθοιμ’ ἡλίου πρὸς ἀντολὰς καὶ γῆς ἔνερθε δυνατὸς; ὢν δρᾶσαι τάδε, τὴν θεῶν μεγίστην ὥστ’ ἔχειν τυραννίδα τοῖς αὑτοῦ πάλιν παρεκελεύετο τέκνοις ἰσότητα τιμᾶν, ἣ φίλους ἀεὶ φίλοις πόλεις τε πόλεσι συμμάχους τε συμμάχοις συνδεῖ τὸ γὰρ ἴσον νόμιμον ἀνθρώποις ἔφυ, [De frat. am. 6h] τίς οὐκ ἂν αὐτοῦ κατεφρόνησε; ποῖος δ’ ἂν ἦν ὁ Ἀτρεύς, εἰ τοιαῦτα δειπνίσας τὸν ἀδελφὸν ἐγνωμολόγει πρὸς τοὺς παῖδας [De frat. am. 6i] φίλων γε μέντοι χρῆσις ἡ πρὸς αἵματος μόνη κακοῦ ῥέοντος ὠφελεῖν φιλεῖ; [De frat. am. 7] διὸ καὶ γονέων κακὴν γηροτρόφον οὖσαν καὶ κακίονα παιδοτρόφον τέκνων ἐκκαθαίρειν προσήκει τὴν μισαδελφίαν. ἔστι δὲ καὶ πρὸς πολίτας διάβολος καὶ κατήγορος· οἴονται γὰρ οὐκ ἂν· ἐκ τοσῆσδε συντροφίας καὶ συνηθείας καὶ οἰκειότητος ἐχθροὺς καὶ πολεμίους γενέσθαι, μὴ πολλὰ καὶ πονηρὰ συνειδότας ἀλλήλοις. μεγάλαι γὰρ αἰτίαι μεγάλην διαλύουσιν εὔνοιαν καὶ φιλίαν· ὅθεν οὐδὲ ῥᾳδίως αὖθις ἐνδέχονται διαλύσεις. ὥσπερ γὰρ τὰ συμπαγέντα, κἂν χαλάσῃ τὸ ἐχέκολλον, ἐνδέχεται πάλιν δεθῆναι καὶ συνελθεῖν, συμφυοῦς δὲ σώματος ῥαγέντος ἢ σχισθέντος; ἔργον ἐστὶ κόλλησιν εὑρεῖν καὶ σύμφυσιν· οὕτως αἱ μὲν ὑπὸ χρείας συνημμέναι φιλίαι κἂν διαστῶσιν οὐ χαλεπῶς αὖθις ἀναλαμβάνουσιν· ἀδελφοὶ δὲ τοῦ κατὰ φύσιν ἐκπεσόντες; οὔτε· ῥᾳδίως; συνέρχονται, κἂν συνέλθωσι, ῥυπαρὰν καὶ ὕποπτον οὐλὴν αἱ διαλύσεις ἐφέλκονται. πᾶσα μὲν οὖν ἔχθρα πρὸς ἄνθρωπον ἀνθρώπῳ μετὰ τῶν μάλιστα λυπούντων ἐνδυομένη παθῶν, φιλονεικίας ὀργῆς φθόνου μνησικακίας, ὀδυνηρόν ἐστι καὶ ταραχῶδες· ἡ δὲ πρὸς ἀδελφόν, ᾧ θυσιῶν τε κοινωνεῖν ἀνάγκη καὶ ἱερῶν πατρῴων ὁμόταφόν τε γενέσθαι καί που σύνοικον ἢ γείτονα χωρίων, ἐν ὄμμασιν ἔχει τὸ λυπηρόν, ὑπομιμνήσκουσα καθ’ ἡμέραν τῆς ἀνοίας καὶ παραφροσύνης, δι’ ἣν τὸ ἥδιστον καὶ συγγενέστατον πρόσωπον βλέπεται σκυθρωπότατον, ἥ τε προσφιλὴς ἐκ νέων φωνὴ καὶ συνήθης ἀκοῦσαι φοβερωτάτη γέγονε. πολλοὺς δὲ τῶν ἄλλων ἀδελφῶν ὁρῶντες οἰκίᾳ τε μιᾷ χρωμένους καὶ τραπέζῃ καὶ χωρίοις ἀνεμήτοις καὶ ἀνδραπόδοις, αὐτοὶ καὶ φίλους διῄρηνται καὶ ξένους, ἐχθρὰ πάντα τὰ προσφιλῆ τοῖς ἀδελφοῖς νέμοντες· καὶ ταῦτα, πᾶσιν ἐν μέσῳ λογίζεσθαι παρόντος, ὅτι, ληιστοί μέν τε φίλοι καὶ συμπόται κτητοί δὲ κηδεσταὶ καὶ συνήθεις, τῶν πρώτων ὥσπερ ὅπλων ἢ ὀργάνων διαφθαρέντων· ἀδελφοῦ δ’ ἀντίκτησις οὐκ ἔστιν, ὥσπερ οὐδὲ χειρὸς ἀφαιρεθείσης οὐδ’ ὄψεως ἐκκοπείσης· ἀλλ’ ὀρθῶς ἡ Περσὶς εἶπεν, ἀντὶ τῶν τέκνων ἑλομένη σῶσαι τὸν ἀδελφόν, ὅτι παῖδας μὲν ἑτέρους κτήσασθαι δύναιτ’ ἄν, ἀδελφὸς δ’ ἄλλος αὐτῇ, γονέων μὴ ὄντων, οὐκ ἂν γένοιτο. [De frat. am. 8] τί δῆτα χρὴ ποιεῖν, φαίη τις ἄν, ὅτῳ φαῦλος ἀδελφὸς γένοιτο; πρῶτον ἐκεῖνο μνημονεύειν, ὅτι παντὸς ἅπτεται γένους φιλίας ἡ φαυλότης, καὶ κατὰ τὸν Σοφοκλέα [De frat. am. 8b] τὰ πλεῖστα φωρῶν αἰσχρὰ φωράσεις βροτῶν. [De frat. am. 8c] οὔτε γὰρ τὸ συγγενικὸν οὔτε τὸ ἑταιρικὸν οὔτε τὸ ἐρωτικὸν εἱλικρινὲς καὶ ἀπαθὲς καὶ καθαρὸν ἔστιν εὑρεῖν κακίας. ὁ μὲν οὖν Λάκων μικρὰν γυναῖκα γήμας ἔφη τὰ ἐλάχιστα δεῖν αἱρεῖσθαι τῶν κακῶν, ἀδελφῷ δὲ σωφρόνως παραινέσειεν ἄν τις τὰ οἰκειότατα τῶν κακῶν ὑπομένειν μᾶλλον ἢ πειρᾶσθαι τῶν ἀλλοτρίων· τοῦτο γὰρ ἀνέγκλητον ὡς ἀναγκαῖον, ἐκεῖνο δὲ ψεκτὸν ὡς αὐθαίρετον. οὐ γὰρ ὁ συμπότης οὐδ’ ὁ συνέφηβος οὐδ’ ὁ ξένος; [De frat. am. 8d] αἰδοῦς ἀχαλκεύτοισιν ἔζευκται πέδαις,’ [De frat. am. 8e] ἀλλ’ ὁ σύναιμος καὶ σύντροφος καὶ ὁμοπάτωρ καὶ ὁμομήτωρ, ᾧ καὶ τῶν ἁμαρτημάτων εἰκός ἐστιν ἐπιχωρεῖν ἔνια, καὶ παρείκειν λέγοντα πρὸς ἀδελφὸν ἐξαμαρτάνοντα [De frat. am. 8f] τοὔνεκά σ’ οὐ δύναμαι προλιπεῖν δύστηνον ἐόντα [De frat. am. 8g] καὶ φαῦλον καὶ ἀνόητον, μὴ καὶ λάθω τι πατρῷον ἢ μητρῷον ἐνεσταγμένον ἀπὸ σπέρματος νόσημα χαλεπῶς καὶ πικρῶς τῷ μισεῖν ἐν σοὶ κολάζων. τοὺς μὲν γὰρ ἀλλοτρίους, ὡς ἔλεγε Θεόφραστος, οὐ φιλοῦντα δεῖ κρίνειν ἀλλὰ κρίναντα φιλεῖν· ὅπου δ’ ἡ φύσις ἡγεμονίαν τῇ κρίσει πρὸς εὔνοιαν οὐ δίδωσιν οὐδ’ ἀναμένει τὸν θρυλούμενον τῶν ἁλῶν μέδιμνον ἀλλὰ συγγεγέννηκε τὴν ἀρχὴν τῆς φιλίας, ἐνταῦθα δεῖ μὴ πικροὺς εἶναι μηδ’ ἀκριβεῖς τῶν ἁμαρτημάτων ἐξεταστάς. νυνὶ δὲ τί ἂν λέγοις, εἰ ξένων ἀνθρώπων καὶ ἀλλοτρίων ἐκ πότου τινὸς ἢ παιδιᾶς ἢ παλαίστρας προσφθαρέντων ἁμαρτήματα ῥᾳδίως ἔνιοι φέροντες καὶ ἡδόμενοι, δύσκολοι καὶ ἀπαραίτητοι πρὸς τοὺς ἀδελφοὺς εἰσιν; ὅπου καὶ κύνας χαλεποὺς καὶ ἵππους, πολλοὶ δὲ καὶ λύγκας αἰλούρους πιθήκους λέοντας τρέφοντες καὶ ἀγαπῶντες, ἀδελφῶν οὐχ ὑπομένουσιν ὀργὰς ἢ ἀγνοίας ἢ φιλοτιμίας; ἕτεροι δὲ παλλακίσι καὶ πόρναις οἰκίας καὶ ἀγροὺς καταγράφοντες ὑπὲρ οἰκοπέδου καὶ γωνίας πρὸς ἀδελφοὺς διαμονομαχοῦσιν; εἶτα τῷ μισαδέλφῳ μισοπονηρίαν ὄνομα θέμενοι, περινοστοῦσιν ἐν τοῖς ἀδελφοῖς τὴν κακίαν προβαλλόμενοι καὶ λοιδοροῦντες, ἐν δὲ τοῖς ἄλλοις μὴ δυσχεραίνοντες ἀλλὰ χρώμενοι πολλῇ καὶ συνόντες. [De frat. am. 9] ταυτὶ μὲν οὖν ἔστω προοίμια τοῦ λόγου παντός. ἀρχὴν δὲ τῆς διδασκαλίας; μὴ τὴν νέμησιν τῶν πατρῴων, ὥσπερ ἕτεροι, λάβωμεν, ἀλλὰ τὴν ἔτι ζώντων ἁμαρτανομένην τῶν γονέων ἅμιλλαν καὶ ζηλοτυπίαν. οἱ μὲν γὰρ ἔφοροι, τοῦ Ἀγησιλάου τῶν ἀποδεικνυμένων ἀεὶ γερόντων ἑκάστῳ βοῦν ἀριστεῖον πέμποντος, ἐζημίωσαν αὐτὸν αἰτίαν ὑπειπόντες, ὅτι τοὺς κοινοὺς ἰδίους κτᾶται δημαγωγῶν καὶ χαριζόμενος· υἱῷ δ’ ἄν τις παραινέσειε θεραπεύειν γονεῖς μὴ κτώμενον ἑαυτῷ μόνῳ μηδ’ εἰς ἑαυτὸν ἀποστρέφοντα τὴν εὔνοιαν· ᾧ τρόπῳ πολλοὶ καταδημαγωγοῦσι τοὺς ἀδελφούς, εὐπρεπῆ πρόφασιν οὐ δικαίαν δὲ τῆς πλεονεξίας ταύτης ἔχοντες. τὸ γὰρ μέγιστον τῶν πατρῴων καὶ κάλλιστον ἀποστεροῦσιν αὐτούς, τὴν εὔνοιαν, ἀνελευθέρως καὶ πανούργως ὑποτρέχοντες, ἐν καιρῷ ταῖς ἐκείνων ἀσχολίαις καὶ ἀγνοίαις ἐπιτιθέμενοι καὶ μάλιστα παρέχοντες εὐτάκτους καὶ κατηκόους αὑτοὺς καὶ σώφρονας, ἐν οἷς ἐκείνους ἁμαρτάνοντας ἢ δοκοῦντας ὁρῶσι. δεῖ δὲ τοὐναντίον, ὅπου μὲν ὀργή, συνεκδέχεσθαι καὶ συνυποδύεσθαι καθάπερ τῷ συνεργεῖν ποιοῦντα κουφοτέραν, ὑπουργίαις δὲ καὶ χάρισι συνεισποιεῖν ἁμωσγέπως τὸν ἀδελφόν· ἐλλείποντος δέ που, καιρὸν ἢ πρᾶξιν ἑτέραν ἢ τὴν φύσιν αἰτιᾶσθαι, ὡς μᾶλλον πρὸς ἄλλα χρησιμωτέραν καὶ σεμνοτέραν οὖσαν. εὖ δ’ ἔχει καὶ τὸ τοῦ Ἀγαμέμνονος, ὡς [De frat. am. 9b] οὔτ’ ὄκνῳ εἴκων οὔτ’ ἀφραδίῃσι νόοιο, [De frat. am. 9c] ἀλλ’ ἐμέ τ’ εἰσορόων καὶ ἐμὴν ποτιδέγμενος ὁρμήν κἀμοὶ τοῦτο παραδοὺς τὸ καθῆκον. ἡδέως δὲ καὶ τῶν ὀνομάτων τὰς μεταθέσεις οἱ πατέρες προσδέχονται καὶ πιστεύουσι τοῖς υἱοῖς, ἁπλότητα μὲν τὴν ῥᾳθυμίαν τῶν ἀδελφῶν ὀνομάζουσιν ὀρθότητα δὲ τὴν σκαιότητα, τὸ δὲ φιλόνεικον ἀκαταφρόνητον ὥστε τῷ διαλλάσσοντι περίεστι τὴν πρὸς τὸν ἀδελφὸν ὀργὴν ἐλαττοῦν ἅμα καὶ τὴν πρὸς ἑαυτὸν εὔνοιαν αὔξειν τοῦ πατρός. [De frat. am. 10] οὕτω δ’ ἀπολογησάμενον ἤδη πρὸς ἐκεῖνον δεῖ τρέπεσθαι καὶ καθάπτεσθαι σφοδρότερον, τὸ ἁμάρτημα καὶ τὸ ἔλλειμμα μετὰ παρρησίας ἐνδεικνύμενον. οὔτε γὰρ ἐφιέναι δεῖ τοῖς ἀδελφοῖς οὔτ’ αὖ πάλιν ἐπεμβαίνειν ἁμαρτάνουσιν αὐτοῖς (τὸ μὲν γὰρ ἐπιχαίροντός ἐστιν ἐκεῖνο δὲ συνεξαμαρτάνοντος), ἀλλὰ κηδομένῳ καὶ συναχθομένῳ χρῆσθαι τῷ νουθετοῦντι. γίγνεται δὲ κατήγορος ἀδελφοῦ σφοδρότατος πρὸς αὐτὸν ὁ προθυμότατος ὑπὲρ αὐτοῦ συνήγορος πρὸς τοὺς γονεῖς γενόμενος. [De frat. am. 10b] ἂν δὲ μηδὲν ἁμαρτάνων ἀδελφὸς ἐν αἰτίᾳ γένηται, τἄλλα μὲν ὑπουργεῖν γονεῦσι καὶ φέρειν ὀργήν τε πᾶσαν αὐτῶν καὶ δυσχέρειαν ἐπιεικές· αἱ δ’ ὑπὲρ ἀδελφοῦ παρ’ ἀξίαν κακῶς ἀκούοντος ἢ πάσχοντος ἀντιδικίαι καὶ δικαιολογίαι πρὸς αὐτοὺς ἄμεμπτοι καὶ καλαί· καὶ οὐ φοβητέον ἀκοῦσαι τὸ Σοφόκλειον [De frat. am. 10c] ὦ παῖ κάκιστε, διὰ δίκης ἰὼν πατρὶ, [De frat. am. 10d] παρρησιαζόμενον ὑπὲρ ἀδελφοῦ δοκοῦντος ἀγνωμονεῖσθαι· καὶ γὰρ αὐτοῖς ἡ τοιαύτη δίκη τοῖς ἐλεγχομένοις ποιεῖ τὴν ἧτταν ἡδίω τῆς νίκης. [De frat. am. 11] ἀποθανόντος γε μὴν πατρὸς ἐμφύεσθαι μᾶλλον ἢ πρότερον ὀρθῶς; ἔχει τῇ εὐνοίᾳ τοὺς ἀδελφούς, εὐθὺς μὲν ἐν τῷ συνδακρύειν καὶ συνάχθεσθαι κοινουμένους; τὸ φιλόστοργον, ὑπονοίας δὲ θεραπόντων καὶ διαβολὰς ἑταίρων ἑτέροις αὑτοὺς προσνεμόντων ἀπωθουμένους, καὶ πιστεύοντας τοῖς τ’ ἄλλοις ἃ μυθολογοῦσι περὶ τῶν Διοσκόρων τῆς φιλαδελφίας, καὶ ὅτι ὁ Πολυδεύκης τὸν καταψιθυρίζοντα τἀδελφοῦ πρὸς αὐτὸν κονδύλῳ παίσας ἀπέκτεινεν. [De frat. am. 11b] ἐπὶ δὲ τὴν νέμησιν τῶν πατρῴων, μὴ καταγγείλαντας ἀλλήλοις πόλεμον ὥσπερ οἱ πολλοὶ [De frat. am. 11c] κλῦθ’, Ἀλαλά Πολέμου θύγατερ, [De frat. am. 11d] ἐκ παρασκευῆς ἀπαντᾶν ἀλλὰ μάλιστα δεῖ τὴν ἡμέραν ἐκείνην φυλαττομένους, ὡς τοῖς μὲν ἔχθρας ἀνηκέστου καὶ διαφορᾶς τοῖς δὲ φιλίας καὶ ὁμονοίας οὖσαν ἀρχήν, μάλιστα μὲν αὐτοὺς καθ’ ἑαυτούς, εἰ δὲ μή, φίλου κοινοῦ παρόντος ἀμφοτέροις μάρτυρος εὐγνώμονος δίκης κλήροις, ᾗ φησιν ὁ Πλάτων, τὰ φίλα καὶ προσήκοντα λαμβάνοντας καὶ διδόντας οἴεσθαι τὴν ἐπιμέλειαν νέμεσθαι καὶ τὴν οἰκονομίαν, χρῆσιν δὲ καὶ κτῆσιν ἐν μέσῳ κεῖσθαι κοινὴν καὶ ἀνέμητον ἁπάντων, οἱ δὲ καὶ τίτθας ἀποσπῶντες ἀλλήλων καὶ συντρόφους καὶ συνήθεις παῖδας ὑπερβαλλόμενοι τοῖς διωγμοῖς, ἀπίασιν ἀνδραπόδου τιμὴν πλέον ἔχοντες, τὸ δὲ μέγιστον καὶ τιμιώτατον τῶν πατρῴων, φιλίαν ἀδελφοῦ καὶ πίστιν, ἀπολωλεκότες ἐνίους δὲ καὶ ἀκερδῶς φιλονεικίας ἕνεκα χρησαμένους τοῖς πατρῴοις οὐθὲν ἐπιεικέστερον ἢ λαφύροις ἴσμεν. [De frat. am. 11e] ὧν καὶ Χαρικλῆς καὶ Ἀντίοχος ἦσαν οἱ Ὀπούντιοι· καὶ γὰρ ἔκπωμα διακόψαντες ἀργυροῦν καὶ ἱμάτιον διατεμόντες ἀπῄεσαν, ὥσπερ ἐκ τραγικῆς τινος κατάρας [De frat. am. 11f] θηκτῷ σιδήρῳ δῶμα διαλαχόντες [De frat. am. 11g] οἱ δὲ καὶ διηγοῦνται πρὸς ἑτέρους γαυριῶντες, ὅτι τῶν ἀδελφῶν πανουργίᾳ καὶ δριμύτητι καὶ παραλογισμῷ πλέον ἔσχον ἐν τῷ νέμεσθαι, δέον ἀγάλλεσθαι καὶ μέγα φρονεῖν ἐπιεικείᾳ καὶ χάριτι καὶ ὑπείξει περιγενομένους. ὅθεν ἄξιόν Ἀθηνοδώρου μεμνῆσθαι, καὶ μέμνηνταί γε πάντες παρ’ ἡμῖν. ἦν γὰρ ἀδελφὸς πρεσβύτερος αὐτῷ ὄνομα Ξένων, καὶ πολλὰ τῆς οὐσίας ἐπιτροπεύων διεφόρησε· τέλος δ’ ἁρπάσας γυναῖκα καὶ καταδικασθεὶς ἀπώλεσε τὴν οὐσίαν, εἰς τὸ Καίσαρος ταμιεῖον ἀναληφθεῖσαν. ὁ δ’ Ἀθηνόδωρος ἦν μὲν ἔτι μειράκιον οὐδέπω γενειῶν· ἀποδοθέντος δὲ τοῦ μέρους αὐτῷ τῶν χρημάτων, οὐ περιεῖδε τὸν ἀδελφὸν ἀλλ’ εἰς μέσον ἅπαντα καταθεὶς ἐνείματο, καὶ πολλὰ περὶ τὴν νέμησιν ἀγνωμονούμενος οὐκ ἠγανάκτησεν οὐδὲ μετενόησεν, ἀλλὰ πράως καὶ ἱλαρῶς ἤνεγκε τἀδελφοῦ τὴν ἄνοιαν, περιβόητον ἐν τῇ Ἑλλάδι γενομένην. [De frat. am. 12] ὁ μὲν οὖν Σόλων ἀποφηνάμενος περὶ πολιτείας, ὡς ἰσότης στάσιν οὐ ποιεῖ, λίαν ἔδοξεν ὀχλικός, ἀριθμητικὴν καὶ δημοκρατικὴν ἐπεισάγων ἀναλογίαν ἀντὶ τῆς καλῆς γεωμετρικῆς· ὁ δ’ ἐν οἰκίᾳ παραινῶν ἀδελφοῖς μάλιστα μὲν ὡς ὁ Πλάτων παρῄνει τοῖς πολίταις, τὸ ἐμόν ἐξαιρεῖν καὶ τὸ οὐκ ἐμόν, εἰ δὲ μή, τὴν ἴσην ἀγαπᾶν καὶ τῆς ἴσης περιέχεσθαι, καλὴν κρηπῖδα καὶ μόνιμον ὁμονοίας καὶ εἰρήνης καταβαλλόμενος ἐστι. χρήσθω δὲ καὶ παραδείγμασιν ἐνδόξοις οἷόν ἐστι, καὶ τὸ τοῦ Πιττακοῦ πρὸς τὸν βασιλέα Λυδῶν πυνθανόμενον εἰ χρήματ’ ἔστιν αὐτῷ, διπλάσι’ εἶπεν ἢ ἐβουλόμην, τἀδελφοῦ τεθνηκότος. ἐπεὶ δ’ οὐ μόνον ἐν χρημάτων κτήσει καὶ μειώσει τῷ πλείονι πολέμιον καθίσταται τοὔλασσον ἀλλ’ ἁπλῶς, ᾗ φησιν ὁ Πλάτων ἐν μὲν ἀνωμαλίᾳ κίνησιν ἐν δ’ ὁμαλότητι στάσιν ἐγγίγνεσθαι καὶ μονήν, οὕτω πᾶσα μὲν ἀνισότης ἐπισφαλής ἐστι πρὸς διαφορὰν ἀδελφῶν, ἐν πᾶσι δ’ ἴσους γενέσθαι καὶ ὁμαλοὺς ἀδύνατον· τὰ μὲν γὰρ αἱ φύσεις εὐθὺς ἀνίσως νέμουσι, τὰ δ’ ὕστερον αἱ τύχαι φθόνους ἐμποιοῦσαι καὶ ζηλοτυπίας, αἴσχιστα νοσήματα καὶ κῆρας οὐκ οἰκίαις μόνον ἀλλὰ καὶ πόλεσιν ὀλεθρίους δεῖ καὶ ταῦτα φυλάττεσθαι καὶ θεραπεύειν, ἂν ἐγγένηται. τῷ μὲν οὖν ὑπερέχοντι παραινέσειεν ἄν τις, πρῶτον μὲν οἷς δοκεῖ διαφέρειν, ταῦτα κοινὰ ποιεῖν τοῖς ἀδελφοῖς, συνεπικοσμοῦντα τῇ δόξῃ καὶ συνεισποιοῦντα ταῖς φιλίαις· κἂν λέγειν δεινότερος ᾖ, χρῆσθαι παρέχοντα τὴν δύναμιν, ὡς ἐκείνου μηθὲν ἧττον οὖσαν· ἔπειτα μήτ’ ὄγκον ἐμφαίνειν τινὰ μήθ’ ὑπεροψίαν, ἀλλὰ μᾶλλον ἐνδιδόντα καὶ συγκαθιέντα τῷ ἤθει τὴν ὑπεροχὴν ἀνεπίφθονον ποιεῖν, καὶ τὴν τῆς τύχης ἀνωμαλίαν ἐπανισοῦν, ὡς ἀνυστόν ἐστι, τῇ μετριότητι τοῦ φρονήματος. ὁ γοῦν Λεύκολλος οὐκ ἠξίωσε πρότερος; τἀδελφοῦ τὴν ἀρχὴν λαβεῖν πρεσβύτερος ὤν, ἀλλὰ τὸν αὑτοῦ παρεὶς καιρὸν τὸν ἐκείνου περιέμεινεν. ὁ δὲ Πολυδεύκης οὐδὲ θεὸς ἠθέλησε μόνος ἀλλὰ μᾶλλον ἡμίθεος σὺν τἀδελφῷ γενέσθαι καὶ τῆς θνητῶν μερίδος μετασχεῖν ἐπὶ τῷ μεταδοῦναι τῆς ἀθανασίας ἐκείνῳ. [De frat. am. 13] σοὶ δέ, φαίη τις ἄν, ὦ μακάριε, μηθὲν ἐλαττοῦντι τῶν προσόντων ἀγαθῶν ὑπάρχει συνεξομοιοῦν καὶ συνεπικοσμεῖν τὸν ἀδελφόν, ὥσπερ αὐγῆς ἀπολαύοντα τῆς περὶ σὲ δόξης ἢ ἀρετῆς ἢ εὐτυχίας· ὥσπερ Πλάτων τοὺς ἀδελφοὺς εἰς τὰ κάλλιστα τῶν αὑτοῦ συγγραμμάτων θέμενος ὀνομαστοὺς ἐποίησε, Γλαύκωνα μὲν καὶ Ἀδείμαντον εἰς τὴν Πολιτείαν, Ἀντιφῶντα δὲ τὸν νεώτατον εἰς τὸν Παρμενίδην. ἔτι τοίνυν ὥσπερ ἐγγίγνονται ταῖς φύσεσι καὶ ταῖς τύχαις τῶν ἀδελφῶν ἀνισότητες, οὕτως ἐν πᾶσι καὶ πάντως ὑπερέχειν τὸν ἕτερον ἀδύνατόν ἐστι. τὰ μὲν γὰρ στοιχεῖά φασιν ἐκ μιᾶς ὕλης γεγονέναι, τὰς ἐναντιωτάτας ἔχοντα δυνάμεις· δυεῖν δ’ ἀδελφῶν· ἐκ μιᾶς μητρὸς καὶ πατρὸς ταὐτοῦ γεγονότων, οὐθεὶς ἑώρακε τὸν μὲν ὡς τὸν ἐκ τῆς Στοᾶς σοφόν, ὁμοῦ καλὸν εὔχαριν ἐλευθέριον ἔντιμον πλούσιον δεινὸν εἰπεῖν πολυμαθῆ φιλάνθρωπον τὸν δ’ ἕτερον αἰσχρὸν ἄχαριν ἀνελεύθερον ἄτιμον ἄπορον ἀσθενῆ περὶ λόγον ἀμαθῆ μισάνθρωπον ἀλλ’ ἔνεστιν ἁμωσγέπως καὶ τοῖς ἀδοξοτέροις καὶ ταπεινοτέροις μοῖρά τις χάριτος ἢ δυνάμεως ἢ πρός τι καλὸν εὐφυΐας, [De frat. am. 13b] ὡς ἀν’ ἐχινόποδας καὶ ἀνὰ τρηχεῖαν ὄνωνιν φύονται μαλακῶν ἄνθεα λευκοΐων. [De frat. am. 13c] ταῦτα τοίνυν ὁ δοκῶν πλέον ἔχειν ἐν ἄλλοις, ἂν μὴ κολούῃ μηδ’ ἐπικρύπτῃ μηδὲ πάντων ὥσπερ ἐν ἀγῶνι τὸν ἀδελφὸν ἐξωθῇ τῶν πρωτείων, ἀλλ’ ἀνθυπείκῃ καὶ ἀποφαίνῃ πρὸς πολλὰ βελτίω καὶ χρησιμώτερον ἐκεῖνον, ὑφαιρῶν ἀεὶ τοῦ φθόνου τὴν πρόφασιν ὥσπερ ὕλην τοῦ πυρὸς ἀποσβέσει, μᾶλλον δ’ ὅλως οὐκ ἐάσει λαβεῖν γένεσιν οὐδὲ σύστασιν. ὁ δὲ καὶ συνεργόν, ἐν οἷς δοκεῖ κρείττων αὐτὸς εἶναι, ποιούμενος τὸν ἀδελφὸν ἀεὶ καὶ σύμβουλον, οἷον ἐν δίκαις ῥητορικὸς ὤν, ἐν ἀρχαῖς πολιτευόμενος, ἐν πράξεσι φιλικαῖς· συνελόντι δ’ εἰπεῖν, μηδενὸς ἀξιολόγου καὶ τιμὴν φέροντος ἔργου περιορῶν ἀπολειπόμενον, ἀλλὰ τῶν καλῶν πάντων κοινωνὸν ἀποφαίνων καὶ χρώμενος παρόντι καὶ περιμένων ἀπόντα, καὶ ὅλως συνεμφαίνων ὅτι πρακτικὸς μὲν οὐχ ἧττον αὐτοῦ παραχωρητικὸς δὲ μᾶλλόν ἐστι δόξης; καὶ δυνάμεως, οὐθὲν ἑαυτοῦ παραιρούμενος ἐκείνῳ μεγάλα προστίθησι. [De frat. am. 14] τῷ μὲν οὖν ὑπερέχοντι τοιαῦτά τις ἂν παραινέσειε· τῷ δὲ λειπομένῳ πάλιν ἐνθυμητέον, ὡς οὐχ εἷς οὐδὲ μόνος αὐτοῦ πλουσιώτερος ἢ λογιώτερος ἢ λαμπρότερος εἰς δόξαν ὁ ἀδελφός ἐστιν, ἀλλὰ πολλάκις πολλῶν ἀπολείπεται καὶ μυριάκις μυρίων [De frat. am. 14b] εὐρυεδοῦς ὅσοι καρπὸν αἰνύμεθα χθονός. [De frat. am. 14c] εἴτε δὲ πᾶσι περινοστεῖ φθονῶν εἴτε μόνος αὐτὸν ἐν τοσούτοις εὐτυχοῦσιν ὁ φίλτατος ἀνιᾷ καὶ ὁ συγγενέστατος, ὑπερβολὴν ἑτέρῳ κακοδαιμονίας οὐ λέλοιπεν, ὡς οὖν ὁ Μέτελλος ᾤετο δεῖν Ῥωμαίους τοῖς θεοῖς χάριν ἔχειν, ὅτι Σκιπίων ἐν ἑτέρᾳ πόλει τοιοῦτος ὢν οὐκ ἐγεννήθη οὕτως ἕκαστος εὐχέσθω μάλιστα μὲν αὐτὸς εὐπραξίᾳ διαφέρειν, εἰ δὲ μή, τὸν ἀδελφὸν αὐτοῦ τὴν ζηλουμένην ἔχειν ὑπεροχὴν καὶ δύναμιν. οἱ δ’ οὕτω πεφύκασιν ἀτυχεῖς πρὸς τὸ καλόν, ὥστε φίλοις μὲν ἐνδόξοις ἀγάλλεσθαι καὶ μέγα φρονεῖν ἂν ξένους ἡγεμονικοὺς καὶ πλουσίους ἔχωσι, τὰς δὲ τῶν ἀδελφῶν λαμπρότητας αὑτῶν ἀμαυρώσεις νομίζειν· καὶ πατέρων μὲν εὐτυχίαις ἐπαίρεσθαι καὶ στρατηγίαις προπάππων λεγομέναις, ὧν οὐδὲν ἀπέλαυσαν οὐδὲ μετέσχον, ἀδελφῶν δὲ κληρονομίαις καὶ ἀρχαῖς καὶ γάμοις ἐνδόξοις ἀθυμεῖν καὶ ταπεινοῦσθαι. καίτοι μάλιστα μὲν ἔδει μηδ’ ἄλλῳ φθονεῖν, εἰ δὲ μή, τρέπειν ἔξω καὶ πρὸς ἑτέρους ἀποχετεύειν τὸ βάσκανον, ὥσπερ οἱ τὰς στάσεις θύραζε τοῖς πολεμίοις περιιστάντες. [De frat. am. 14d] πολλοὶ μὲν γὰρ ἐμοὶ Τρῶες κλειτοὶ τ’ ἐπίκουροι· πολλοὶ δ’ αὖ σοὶ Ἀχαιοί φθονεῖν πεφύκασι καὶ ζηλοτυπεῖν. [De frat. am. 15] ἀδελφῷ δὲ χρὴ μὴ καθάπερ πλάστιγγα ῥέπειν ἐπὶ τοὐναντίον, ὑψουμένου ταπεινούμενον αὐτόν, ἀλλ’ ὥσπερ τῶν ἀριθμῶν οἱ ἐλάττονες τοὺς μείζονας πολλαπλασιάζοντες; καὶ πολλαπλασιαζόμενοι συναύξειν ἅμα καὶ συναύξεσθαι τοῖς ἀγαθοῖς. οὐδὲ γὰρ τῶν δακτύλων ἔλαττον ἔχει τοῦ γράφοντος ἢ ψάλλοντος ὁ μὴ δυνάμενος τοῦτο ποιεῖν μηδὲ πεφυκώς, ἀλλὰ συγκινοῦνται καὶ συνεργοῦσιν ἅπαντες ἁμωσγέπως ἀλλήλοις, ὥσπερ ἐπίτηδες ἄνισοι γεγονότες καὶ τὸ συλληπτικὸν ἐξ ἀντιθέσεως πρὸς τὸν μέγιστον καὶ ῥωμαλεώτατον ἔχοντες. [De frat. am. 15b] οὕτω καὶ Κρατερὸς Ἀντιγόνου βασιλεύοντος ἀδελφὸς ὢν καὶ Κασάνδρου Περίλαος ἐπὶ τὸ στρατηγεῖν καὶ οἰκουρεῖν ἔταττον αὑτούς· Ἀντίοχοι δὲ καὶ Σέλευκοι καὶ πάλιν Γρυποὶ καὶ Κυζικηνοὶ τὰ δεύτερα φέρειν οὐ μαθόντες ἀδελφοῖς ἀλλὰ πορφύρας καὶ διαδήματος ὀρεγόμενοι, πολλῶν μὲν αὑτοὺς κακῶν καὶ ἀλλήλους πολλῶν δὲ τὴν Ἀσίαν ἐνέπλησαν. [De frat. am. 15c] ἐπεὶ δὲ τοῖς φιλοτίμοις μάλιστα τῶν ἠθῶν ἐμφύονται φθόνοι καὶ ζηλοτυπίαι πρὸς τοὺς πλέον ἔχοντας ἐν δόξῃ καὶ τιμῇ, χρησιμώτατόν ἐστι πρὸς τοῦτο τοῖς ἀδελφοῖς τὸ μὴ κτᾶσθαι μήτε τὰς τιμὰς μήτε τὰς δυνάμεις ἀπὸ τῶν αὐτῶν, ἀλλ’ ἕτερον ἀφ’ ἑτέρου. καὶ γὰρ τῶν θηρίων πόλεμός ἐστι πρὸς ἄλληλα τοῖς ἀπὸ τῶν αὐτῶν τρεφομένοις, καὶ τῶν ἀθλητῶν οἱ πρὸς ἓν ἄθλημα κάμνοντες ἀνταγωνισταί· πύκται δὲ παγκρατιασταῖς φίλιοι καὶ δολιχοδρόμοι παλαισταῖς εὐμενεῖς εἰσι καὶ συναγωνιῶσι καὶ σπουδάζουσιν ὑπὲρ ἀλλήλων· διὸ καὶ τῶν Τυνδαριδῶν πὺξ μὲν ὁ Πολυδεύκης ἐνίκα δρόμῳ δ’ ὁ Κάστωρ. εὖ δὲ καὶ τὸν Τεῦκρον Ὅμηρος πεποίηκεν ἀπὸ τῆς τοξικῆς εὐδοκιμοῦντα, τἀδελφοῦ πρωτεύοντος ἐν τοῖς ὁπλίταις· [De frat. am. 15d] ὁ δέ μιν σάκεϊ κρύπτασκε φαεινῷ. [De frat. am. 15e] καὶ τῶν πολιτευομένων οἱ στρατηγοῦντες τοῖς δημαγωγοῦσιν οὐ πάνυ φθονοῦσιν, οὐδέ γε τῶν ῥητόρων οἱ δικολόγοι τοῖς σοφιστεύουσιν οὐδὲ τῶν ἰατρῶν οἱ περὶ δίαιταν τοῖς χειρουργοῖς ἀλλὰ καὶ συμπαραλαμβάνουσι καὶ συνεπιμαρτυροῦσι. τὸ δ’ ἀπὸ τῆς αὐτῆς τέχνης ἢ δυνάμεως ζητεῖν ἔνδοξον εἶναι καὶ περίβλεπτον οὐδὲν ἐν φαύλοις διαφέρει τοῦ μιᾶς ἐρῶντας ἀμφοτέρους βούλεσθαι πλέον ἔχειν καὶ μᾶλλον εὐδοκιμεῖν τοῦ ἑτέρου τὸν ἕτερον. οἱ μὲν οὖν καθ’ ἑτέρας ὁδοὺς βαδίζοντες οὐθὲν ἀλλήλους ὠφελοῦσιν, οἱ δὲ βίοις χρώμενοι διαφόροις τόν τε φθόνον ἐκτρέπονται καὶ συνεργοῦσιν ἀλλήλοις μᾶλλον, ὡς Δημοσθένης καὶ Χάρης καὶ πάλιν Αἰσχίνης καὶ Εὔβουλος καὶ Ὑπερείδης καὶ Λεωσθένης, οἱ μὲν λέγοντες ἐν τῷ καὶ γράφοντες οἱ στρατηγοῦντες καὶ πράττοντες· ὅθεν ἀπωτάτω δεῖ ταῖς ἐπιθυμίαις τρέπεσθαι καὶ ταῖς φιλοτιμίαις τῶν ἀδελφῶν τοὺς ἀφθόνως δόξης καὶ δυνάμεως κοινωνεῖν μὴ πεφυκότας, ὅπως εὐφραίνωσιν εὐημεροῦντες ἀλλήλους ἀλλὰ μὴ λυπῶσι. [De frat. am. 16] παρὰ πάντα δὲ ταῦτα φυλακτέον ἐστὶ κηδεστῶν καὶ οἰκείων καὶ γυναικὸς; ἔστιν ὅτε τῇ φιλοδοξίᾳ συνεπιτιθεμένης λόγους πονηρούς, ὁ ἀδελφὸς ἄγει καὶ φέρει πάντα καὶ θαυμάζεται καὶ θεραπεύεται, σοὶ δ’ οὐδεὶς πρόσεισιν οὐδ’ ἔχεις σεμνὸν οὐδέν. ἔχω μὲν οὖν ἂν φαίη τις εὖ φρονῶν ἀδελφὸν εὐδοκιμοῦντα καὶ μέτεστί μοι τῆς ἐκείνου δυνάμεως τὸ πλεῖστον ὁ μὲν γὰρ Σωκράτης ἔλεγε βούλεσθαι Δαρεῖον ἔχειν μᾶλλον φίλον ἢ τὸ δαρεικόν, ἀδελφῷ δὲ νοῦν ἔχοντι καὶ πλούτου καὶ ἀρχῆς καὶ λογιότητος οὐκ ἔλαττον ἀγαθόν ἐστιν ἄρχων ἀδελφὸς ἢ πλουτῶν ἢ λόγου δυνάμει προήκων εἰς δόξαν. [De frat. am. 16b] ἀλλὰ ταύτας μὲν οὕτω μάλιστα τὰς ἀνωμαλίας παρηγορητέον ἕτεραι δ’ εὐθὺς ἐγγίγνονται διαφοραὶ περὶ τὰς ἡλικίας ἀπαιδεύτοις ἀδελφοῖς. ἐπιεικῶς γὰρ οἳ τε πρεσβύτεροι τῶν νεωτέρων ἄρχειν ἀξιοῦντες ἀεὶ καὶ προΐστασθαι καὶ πλέον ἔχειν ἐν παντὶ δόξης καὶ δυνάμεως βαρεῖς εἰσι καὶ ἀηδεῖς· οἵ τε νεώτεροι πάλιν ἀφηνιάζοντες καὶ θρασυνόμενοι καταφρονεῖν καὶ ὀλιγωρεῖν ἀσκοῦσιν. ἐκ δὲ τούτων οἱ μὲν ὡς φθονούμενοι καὶ κολουόμενοι φεύγουσι καὶ δυσχεραίνουσι τὰς νουθεσίας· οἱ δ’ ἀεὶ τῆς ὑπεροχῆς γλιχόμενοι φοβοῦνται τὴν ἐκείνων αὔξησιν ὡς αὑτῶν κατάλυσιν. [De frat. am. 16c] ὥσπερ οὖν ἐπὶ τῆς χάριτος ἀξιοῦσι μείζονα τοὺς λαμβάνοντας ἡγεῖσθαι μικροτέραν δὲ τοὺς διδόντας· οὕτως ἄν τις, τὸν χρόνον παραινῶν τῷ μὲν πρεσβυτέρῳ μὴ μέγα νομίζειν τῷ δὲ νεωτέρῳ μὴ μικρόν, ὑπεροψίας καὶ ἀμελείας καὶ τοῦ καταφρονεῖσθαι καὶ καταφρονεῖν ἀμφοτέρους ἀπαλλάξειεν. ἐπεὶ δὲ τῷ μὲν πρεσβυτέρῳ τὸ κήδεσθαι καὶ καθηγεῖσθαι καὶ νουθετεῖν προσῆκόν ἐστι τῷ δὲ νεωτέρῳ τὸ τιμᾶν καὶ ζηλοῦν καὶ ἀκολουθεῖν, ἡ μὲν ἐκείνου κηδεμονία τὸ ἑταιρικὸν μᾶλλον ἢ τὸ πατρικὸν ἐχέτω καὶ τὸ πεῖθον ἢ τὸ ἐπιτάττον καὶ τὸ χαῖρον ἐπὶ τοῖς κατορθώμασι καὶ κατευφημοῦν τοῦ ψέγοντος ἂν ἁμάρτῃ καὶ κολούοντος μὴ μόνον προθυμότερον ἀλλὰ καὶ φιλανθρωπότερον τῷ δὲ τοῦ νεωτέρου ζήλῳ τὸ μιμούμενον ἐνέστω μὴ τὸ ἁμιλλώμενον. [De frat. am. 16d] θαυμάζοντος γὰρ ἡ μίμησις ἡ δ’ ἅμιλλα φθονοῦντός ἐστι. διὸ τοὺς μὲν ἐξομοιοῦσθαι βουλομένους ἀγαπῶσι τοὺς δ’ ἐξισοῦσθαι πιέζουσι καὶ χαλέπτουσιν. ἐν πολλαῖς δὲ τιμαῖς ἃς πρέπει παρὰ τῶν νέων ἀποδίδοσθαι τοῖς πρεσβυτέροις, τὸ πειθαρχεῖν εὐδοκιμεῖ μάλιστα καὶ κατεργάζεται μετ’ αἰδοῦς εὔνοιαν ἰσχυρὰν καὶ χάριν ἀνθυπείκουσαν. ᾗ καὶ Κάτων τὸν Καιπίωνα πρεσβύτερον ὄντα θεραπεύων εὐθὺς ἐκ παίδων εὐπειθείᾳ καὶ πραότητι καὶ σιωπῇ, τέλος οὕτως ἐπ’ ἀνδράσιν ἐχειρώσατο καὶ τοσαύτης ἐνέπλησεν αἰδοῦς πρὸς ἑαυτόν, ὡς μήτε πρᾶξαί τι μήτ’ εἰπεῖν ἀγνοοῦντος ἐκείνου. μνημονεύεται γοῦν, ὅτι μαρτυρίας ποτὲ γραμματεῖον ἐπισφραγισαμένου τοῦ Καιπίωνος ὁ Κάτων ὕστερος ἐπελθὼν οὐκ ἠθέλησεν ἐπισφραγίσασθαι· καὶ ὁ Καιπίων ἀπαιτήσας τὸ γραμματεῖον ἀφεῖλε τὴν αὑτοῦ σφραγῖδα πρὶν ἢ πυθέσθαι τί παθὼν. ὁ ἀδελφὸς οὐκ ἐπίστευσεν ἀλλ’ ὑπείδετο τὴν μαρτυρίαν. [De frat. am. 16e] φαίνεται δὲ πολλὴ καὶ πρὸς Ἐπίκουρον ἡ αἰδὼς τῶν ἀδελφῶν δι’ εὔνοιαν αὐτοῦ καὶ κηδεμονίαν, εἴς τε τἄλλα καὶ φιλοσοφίαν τὴν ἐκείνου συνενθουσιώντων· καὶ γὰρ εἰ διημάρτανον δόξης εὐθὺς ἐκ παίδων πεπεισμένοι καὶ λέγοντες ὡς οὐδεὶς γέγονεν Ἐπικούρου σοφώτερος, ἄξιόν ἐστι θαυμάζειν καὶ τοῦ διαθέντος οὕτως καὶ τῶν διατεθέντων. οὐ μὴν ἀλλὰ καὶ τῶν νεωτέρων φιλοσόφων Ἀπολλώνιος ὁ περιπατητικὸς ἤλεγξε τὸν εἰπόντα δόξαν ἀκοινώνητον εἶναι, Σωτίωνα νεώτερον ἀδελφὸν αὑτοῦ ποιήσας ἐνδοξότερον. ἐμοὶ μὲν γὰρ ὅτι πολλῶν ἀξίων χάριτος παρὰ τῆς τύχης γεγονότων, ἡ Τίμωνος εὔνοια τἀδελφοῦ πρὸς ἅπαντα τἄλλα καὶ γέγονε καὶ ἔστιν, οὐδεὶς ἀγνοεῖ τῶν ὁπωσοῦν ἐντετυχηκότων ἡμῖν, ἥκιστα δ’ οἱ συνήθεις ὑμεῖς. [De frat. am. 17] ἕτερα τοίνυν ταῖς παραλλήλοις καὶ σύνεγγυς ἡλικίαις τῶν ἀδελφῶν φυλακτέον ἐστὶ πάθη, μικρὰ μὲν συνεχῆ δὲ καὶ πολλὰ καὶ πονηρὰν ποιοῦντα τοῦ λυπεῖν καὶ παροξύνειν ἑαυτοὺς ἐπὶ πᾶσι μελέτην, τελευτῶσαν εἰς ἀνήκεστα μίση καὶ κακοθυμίας. ἀρξάμενοι γὰρ ἐπὶ παιδιαῖς διαφέρεσθαι, περὶ τροφὰς ζῴων καὶ ἀγῶνας οἷον ὀρτύγων ἢ ἀλεκτρυόνων, εἶτα παίδων ἐν παλαίστραις καὶ κυνῶν ἐν θήραις καὶ ἵππων ἐν ἁμίλλαις, οὐκέτι κρατεῖν ἐν τοῖς μείζοσιν οὐδὲ καταπαύειν τὸ φιλόνικον δύνανται καὶ φιλότιμον. ὥσπερ Ἑλλήνων οἱ καθ’ ἡμᾶς δυνατώτατοι περὶ σπουδὰς ὀρχηστῶν εἶτα κιθαρῳδῶν διαναστάντες, ἐκ τούτου τὰς ἐν Αἰδηψῷ κολυμβήθρας καὶ παστάδας καὶ ἀνδρῶνας ἀντιπαραβάλλοντες ἀεὶ καὶ τοπομαχοῦντες καὶ ἀποκόπτοντες; ὀχετοὺς καὶ ἀποστρέφοντες, οὕτως ἐξηγριώθησαν καὶ διεφθάρησαν, ὥστε πάντων ἀφαιρεθέντες; ὑπὸ τοῦ τυράννου, καὶ φυγάδες καὶ πένητες καὶ (ὀλίγου δέω λέγειν) ἕτεροι τῶν πρότερον γενόμενοι, μόνῳ διέμειναν οἱ αὐτοὶ τῷ μισεῖν ἀλλήλους. ὅθεν οὐχ ἥκιστα δεῖ περὶ τὰ μικρὰ καὶ πρῶτα παραδυομένῃ τῇ πρὸς τοὺς ἀδελφοὺς; φιλονικίᾳ καὶ ζηλοτυπίᾳ διαμάχεσθαι, μελετῶντας ἀνθυπείκειν καὶ ἡττᾶσθαι καὶ χαίρειν τῷ χαρίζεσθαι μᾶλλον αὐτοῖς ἢ τῷ νικᾶν. οὐ γὰρ ἑτέραν οἱ παλαιοὶ Καδμείαν νίκην ἀλλὰ τὴν περὶ Θήβας τῶν ἀδελφῶν ὡς αἰσχίστην καὶ κακίστην προσηγόρευσαν. τί οὖν; [De frat. am. 17b] οὐχὶ πολλὰς τὰ πράγματα καὶ τοῖς ἐπιεικῶς ἔχειν δοκοῦσι καὶ πράως φέρει προφάσεις ἀντιλογιῶν καὶ διαφορῶν; καὶ μάλα· ἀλλὰ κἀκεῖ φυλακτέον, ὅπως τὰ πράγματα μάχηται καθ’ αὑτὰ, μηδὲν ἐκ φιλονικίας μηδ’ ὀργῆς πάθος οἷον ἄγκιστρον προστιθέντας, ἀλλ’ ὥσπερ ἐπὶ ζυγοῦ τοῦ δικαίου τὴν ῥοπὴν κοινῶς ἀποθεωροῦντας, καὶ τάχιστα ταῖς κρίσεσι καὶ ταῖς διαίταις τὴν ἀμφιλογίαν παραδιδόντας ἀποκαθαίρειν, πρὶν ἐνδῦσαν ὥσπερ βαφὴν ἢ κηλῖδα δευσοποιὸν γενέσθαι καὶ δυσέκπλυτον· εἶτα μιμεῖσθαι τοὺς Πυθαγορικούς, οἳ γένει μηθὲν προσήκοντες ἀλλὰ κοινοῦ λόγου μετέχοντες, εἴ ποτε προαχθεῖεν εἰς λοιδορίαν ὑπ’ ὀργῆς, πρὶν ἢ τὸν ἥλιον δῦναι, τὰς δεξιὰς ἐμβαλόντες ἀλλήλοις καὶ ἀσπασάμενοι διελύοντο. καθάπερ γὰρ ἐπὶ βουβῶνι πυρετοῦ γενομένου, δεινὸν οὐθέν ἐστιν, ἂν δὲ παυσαμένου παραμένῃ, νόσος εἶναι δοκεῖ καὶ βαθυτέραν ἔχειν ἀρχήν οὕτως ἀδελφῶν ἡ μετὰ τὸ πρᾶγμα παυομένη διαφορὰ τοῦ πράγματός ἐστι, τῆς δ’ ἐπιμενούσης πρόφασις ἦν τὸ πρᾶγμα μοχθηράν τε καὶ ὕπουλον αἰτίαν ἔχον. [De frat. am. 18] ἄξιον δὲ πυθέσθαι βαρβάρων ἀδελφῶν διαδικασίαν οὐ περὶ γῃδίου μερίδος; οὐδ’ ἐπ’ ἀνδραπόδοις ἢ προβατίοις γενομένην ἀλλὰ περὶ τῆς Περσῶν ἡγεμονίας. Δαρείου γὰρ ἀποθανόντος, οἱ μὲν ἠξίουν Ἀριαμένη βασιλεύειν, πρεσβύτατον ὄντα τῆς γενεᾶς, οἱ δὲ Ξέρξην, Ἀτόσσης τε μητρὸς ὄντα τῆς Κύρου θυγατρὸς; ἔκ τε Δαρείου βασιλεύοντος ἤδη γεγενημένον. Ἀριαμένης μὲν οὖν κατέβαινεν ἐκ Μήδων οὐ πολεμικῶς ἀλλ’ ὡς ἐπὶ δίκην ἡσύχως Ξέρξης δὲ παρὼν ἔπραττεν ἅπερ ἦν βασιλεῖ προσήκοντα· ἐλθόντος δὲ τἀδελφοῦ, θεὶς τὸ διάδημα καὶ καταβαλὼν τὴν τιάραν, ἣν φοροῦσιν ὀρθὴν οἱ βασιλεύοντες, ἀπήντησεν αὐτῷ καὶ ἠσπάσατο, καὶ δῶρα πέμπων ἐκέλευσεν εἰπεῖν τοὺς κομίζοντας τούτοις σε νῦν τιμᾷ Ξέρξης, ὁ ἀδελφός· ἂν δὲ βασιλεὺς κρίσει καὶ ψήφῳ Περσῶν ἀναγορευθῇ, δίδωσί σοι δευτέρῳ μεθ’ ἑαυτὸν εἶναι. καὶ ὁ Ἀριαμένης ἐγὼ δ’ ἔφη τὰ μὲν δῶρα δέχομαι, βασιλείαν δὲ τὴν Περσῶν ἐμαυτῷ νομίζω προσήκειν· τιμὴν δὲ τὴν μετ’ ἐμὲ τοῖς ἀδελφοῖς φυλάξω, Ξέρξῃ δὲ πρώτῳ τῶν ἀδελφῶν ἐπεὶ δ’ ἡ κρίσις ἐνέστη, Πέρσαι μὲν Ἀρτάβανον, ἀδελφὸν ὄντα Δαρείου, δικαστὴν ἀπέφηναν δόξαν αὐτοῖς, Ξέρξης δ’ ἔφευγεν ἐπ’ ἐκείνου κριθῆναι τῷ πλήθει πεποιθώς. Ἄτοσσα δ’ ἡ μήτηρ ἐπέπληξεν αὐτῷ, τί φεύγεις Ἀρτάβανον, ὦ παῖ, θεῖον ὄντα καὶ Περσῶν ἄριστον; τί δ’ οὕτω τὸν ἀγῶνα δέδοικας, ἐν καλὰ καὶ τὰ δευτερεῖα, Περσῶν βασιλέως ἀδελφὸν κριθῆναι; πεισθέντος οὖν Ξέρξου καὶ γενομένων λόγων, Ἀρτάβανος μὲν ἀπεφήνατο Ξέρξῃ τὴν βασιλείαν προσήκειν, Ἀριαμένης δ’ εὐθὺς ἀναπηδήσας προσεκύνησε τὸν ἀδελφὸν καὶ λαβόμενος τῆς δεξιᾶς εἰς τὸν θρόνον ἐκάθισε τὸν βασίλειον. ἐκ τούτου μέγιστος ἦν παρ’ αὐτῷ καὶ παρεῖχεν εὔνουν ἑαυτόν, ὥστ’ ἀριστεύων ἐν τῇ περὶ Σαλαμῖνα ναυμαχίᾳ πεσεῖν ὑπὲρ τῆς ἐκείνου δόξης τοῦτο μὲν οὖν ὥσπερ ἀρχέτυπον ἐκκείσθω καθαρὸν καὶ ἀμώμητον εὐμενείας καὶ μεγαλοφροσύνης. [De frat. am. 18b] Ἀντιόχου δὲ τὴν μὲν φιλαρχίαν ψέξειεν ἄν τις, ὅτι δ’ οὐ παντάπασιν αὐτῇ τὸ φιλάδελφον ἐνηφανίσθη, θαυμάσειεν. ἐπολέμει μὲν γὰρ ὑπὲρ τῆς βασιλείας Σελεύκῳ νεώτερος ὢν ἀδελφὸς καὶ τὴν μητέρα συλλαμβάνουσαν εἶχεν· ἀκμάζοντος δὲ τοῦ πολέμου, Γαλάταις μάχην ὁ Σέλευκος συνάψας καὶ ἡττηθείς, οὐδαμοῦ φανερὸς ἦν ἀλλ’ ἔδοξε τεθνάναι, πάσης ὁμοῦ τι τῆς στρατιᾶς ὑπὸ τῶν βαρβάρων κατακοπείσης. πυθόμενος οὖν ὁ Ἀντίοχος τὴν πορφύραν ἔθηκε καὶ φαιὸν ἱμάτιον ἔλαβε, καὶ τὰ βασίλεια κλείσας ἐπένθει τὸν ἀδελφόν· ὀλίγῳ δ’ ὕστερον ἀκούσας, ὅτι σῴζεται καὶ δύναμιν αὖθις ἑτέραν ἀθροίζει, τοῖς τε θεοῖς ἔθυσε προελθὼν καὶ ταῖς πόλεσιν ὧν ἦρχε θύειν καὶ στεφανηφορεῖν ἐπήγγειλεν. [De frat. am. 18c] Ἀθηναῖοι δὲ τὸν περὶ τῆς ἔριδος τῶν θεῶν μῦθον ἀτόπως πλάσαντες ἐπανόρθωμα τῆς ἀτοπίας οὐ φαῦλον ἐνέμιξαν αὐτῷ· τὴν γὰρ δευτέραν ἐξαιροῦσιν ἀεὶ τοῦ Βοηδρομιῶνος, ὡς ἐν ἐκείνῃ τῷ Ποσειδῶνι πρὸς τὴν Ἀθηνᾶν γενομένης τῆς διαφορᾶς. τί οὖν κωλύει καὶ ἡμᾶς διαφορᾶς ποτε πρὸς οἰκείους καὶ συγγενεῖς γενομένης ἐν ἀμνηστίᾳ τὴν ἡμέραν ἐκείνην τίθεσθαι καὶ μίαν τῶν ἀποφράδων νομίζειν, ἀλλὰ μὴ πολλῶν καὶ ἀγαθῶν ἐν αἷς συνετράφημεν καὶ συνεβιώσαμεν ἡμερῶν διὰ μίαν ἐπιλανθάνεσθαι; ἢ γὰρ μάτην καὶ πρὸς οὐθὲν ἡ φύσις ἡμῖν ἔδωκε πραότητα καὶ μετριοπαθείας ἔκγονον ἀνεξικακίαν, ἢ μάλιστα χρηστέον τούτοις πρὸς συγγενεῖς καὶ οἰκείους. οὐχ ἧττον δὲ τοῦ διδόναι συγγνώμην ἁμαρτοῦσι τὸ αἰτεῖσθαι καὶ λαμβάνειν αὐτοὺς ἁμαρτόντας εὔνοιαν ἐμφαίνει καὶ φιλοστοργίαν. ὅθεν ὀργιζομένων τε δεῖ μὴ ἀμελεῖν καὶ παραιτουμένοις μὴ ἀντιτείνειν, ἀλλὰ καὶ φθάνειν πολλάκις ἁμαρτόντας αὐτοὺς τῇ παραιτήσει τὴν ὀργὴν ἀδικηθέντας τε πάλιν αὖ τῇ συγγνώμῃ τὴν παραίτησιν. [De frat. am. 18d] ὁ μὲν οὖν Σωκρατικὸς Εὐκλείδης ἐν ταῖς σχολαῖς περιβόητός ἐστιν, ὅτι φωνὴν ἀκούσας ἀγνώμονα καὶ θηριώδη τἀδελφοῦ πρὸς αὐτὸν εἰπόντος ἀπολοίμην, εἰ μή σε τιμωρησαίμην· ἐγὼ δ’ εἶπεν εἰ μή σε πείσαιμι παύσασθαι τῆς ὀργῆς καὶ φιλεῖν ἡμᾶς ὡς πρότερον ἐφίλεις. [De frat. am. 18e] τὸ δ’ Εὐμένους τοῦ βασιλέως ἔργον οὐ λόγος ὑπερβολὴν οὐδεμίαν πραότητος ἀπολέλοιπε. Περσεὺς γὰρ ὁ τῶν Μακεδόνων βασιλεὺς ἐχθρὸς ὢν αὐτῷ παρεσκεύασε τοὺς ἀποκτενοῦντας· οἱ δὲ περὶ Δελφοὺς ἐνήδρευον αἰσθόμενοι βαδίζοντα πρὸς τὸν θεὸν ἀπὸ θαλάσσης. γενόμενοι δ’ ὄπισθεν αὐτοῦ λίθους μεγάλους ἐμβάλλουσιν εἴς τε τὴν κεφαλὴν καὶ τὸν τράχηλον, ὑφ’ ὧν σκοτωθεὶς καὶ πεσὼν ἔδοξε τεθνάναι· καὶ περιῆλθεν ἡ φήμη πανταχόσε, καὶ φίλοι τινὲς ἀφίκοντο καὶ θεράποντες εἰς Πέργαμον αὐτάγγελοι τοῦ πάθους ἥκειν δοκοῦντες. Ἄτταλος οὖν ὁ πρεσβύτατος αὐτοῦ τῶν ἀδελφῶν, ἀνὴρ ἐπιεικὴς καὶ περὶ τὸν Εὐμένη πάντων ἄριστος, οὐ μόνον βασιλεὺς ἀνηγορεύθη διαδησάμενος, ἀλλὰ καὶ τὴν γυναῖκα τἀδελφοῦ Στρατονίκην ἔγημε καὶ συνῆρχεν· ἐπεὶ δ’ ἀπηγγέλη ζῶν ὁ Εὐμένης καὶ προσῄει, θεὶς τὸ διάδημα καὶ λαβὼν ὥσπερ εἰώθει τὰ δοράτια μετὰ τῶν ἄλλων ἀπήντησεν αὐτῷ δορυφόρων. ὁ δὲ κἀκεῖνον εὐμενῶς ἐδεξιώσατο καὶ τὴν βασίλισσαν ἠσπάσατο μετὰ τιμῆς καὶ φιλοφροσύνης· καὶ χρόνον οὐκ ὀλίγον ἐπιβιώσας ἀμέμπτως καὶ ἀνυπόπτως ἀπέθανε, τῷ Ἀττάλῳ τήν τε βασιλείαν καὶ τὴν γυναῖκα παρεγγυήσας. τί οὖν ἐκεῖνος; ἀποθανόντος αὐτοῦ, παιδίον οὐδὲ ἓν ἠθέλησεν ἐκ τῆς γυναικὸς ἀνελέσθαι τεκούσης πολλάκις, ἀλλὰ τὸν ἐκείνου παῖδα θρέψας καὶ ἀνδρώσας ἔτι ζῶν ἐπέθηκε τὸ διάδημα καὶ βασιλέα προσηγόρευσεν. [De frat. am. 18f] ἀλλὰ Καμβύσης ἐξ ἐνυπνίου φοβηθεὶς ὡς βασιλεύσοντα τῆς Ἀσίας τὸν ἀδελφόν, οὐδεμίαν ἀπόδειξιν οὐδ’ ἔλεγχον ἀναμείνας ἀπέκτεινεν. ὅθεν ἐξέπεσε τῆς Κύρου διαδοχῆς ἡ ἀρχὴ, τελευτήσαντος αὐτοῦ, καὶ τὸ Δαρείου γένος ἐβασίλευσεν, ἀνδρὸς οὐ μόνον ἀδελφοῖς ἀλλὰ καὶ φίλοις ἐπισταμένου κοινωνεῖν πραγμάτων καὶ δυνάμεως. [De frat. am. 19] ἔτι τοίνυν ἐκεῖνο δεῖ μνημονεύειν ἐν ταῖς πρὸς τοὺς ἀδελφοὺς διαφοραῖς καὶ φυλάττειν, τὸ τοῖς φίλοις αὐτῶν ὁμιλεῖν, καὶ πλησιάζειν τότε μάλιστα· φεύγειν δὲ τοὺς ἐχθροὺς καὶ μὴ προσδέχεσθαι, μιμούμενον αὐτὸ γοῦν τοῦτο τὸ Κρητῶν, οἳ πολλάκις στασιάζοντες ἀλλήλοις καὶ πολεμοῦντες, ἔξωθεν ἐπιόντων πολεμίων διελύοντο καὶ συνίσταντο· καὶ τοῦτ’ ἦν ὁ καλούμενος ὑπ’ αὐτῶν συγκρητισμός. ἔνιοι γὰρ ὥσπερ ὕδωρ τοῖς χαλῶσι καὶ διισταμένοις ὑπορρέοντες ἀνατρέπουσιν οἰκειότητας καὶ φιλίας, μισοῦντες μὲν ἀμφοτέρους ἐπιτιθέμενοι δὲ τῷ μᾶλλον ὑπ’ ἀσθενείας ἐνδιδόντι. τῷ μὲν γὰρ ἐρῶντι συνερῶσιν οἱ νεαροὶ καὶ ἄκακοι τῶν φίλων, τῷ δ’ ὀργιζομένῳ καὶ διαφερομένῳ πρὸς ἀδελφὸν οἱ κακοηθέστατοι τῶν ἐχθρῶν συναγανακτεῖν καὶ συνοργίζεσθαι δοκοῦσι. καθάπερ οὖν ἡ Αἰσώπειος ἀλεκτορὶς πρὸς τὴν αἴλουρον, ὡς δὴ κατ’ εὔνοιαν αὐτῆς νοσούσης ὅπως ἔχει πυθανομένην, καλῶς εἶπεν ἂν σὺ ἀποστῇς· οὕτω καὶ πρὸς τοιοῦτον ἄνθρωπον, ἐμβάλλοντα λόγον ὑπὲρ τῆς διαφορᾶς καὶ πυνθανόμενον καὶ ὑπορύττοντα τῶν ἀπορρήτων ἔνια, χρὴ λέγειν ἀλλ’ ἔμοιγε πρᾶγμα πρὸς τὸν ἀδελφὸν οὐθέν ἐστιν, ἂν μήτ’ ἐγὼ τοῖς διαβάλλουσι προσέχω μήτ’ ἐκεῖνος. νυνὶ δ’ οὐκ οἶδ’ ὅπως ὀφθαλμιῶντες μὲν οἰόμεθα δεῖν ἀποστρέφειν ἐπὶ τὰ μὴ ποιοῦντα, πληγὴν μηδ’ ἀντιτυπίαν χρώματα καὶ σώματα τὴν ὄψιν, ἐν δὲ μέμψεσι καὶ ὀργαῖς καὶ ὑπονοίαις πρὸς ἀδελφοὺς γενόμενοι χαίρομεν καὶ προσαναχρωννύμεθα τοῖς ἐκταράττουσιν, ὅτε καλῶς εἶχε τοὺς μὲν ἐχθροὺς καὶ δυσμενεῖς ἀποδιδράσκειν καὶ λανθάνειν, συνεῖναι δὲ καὶ συνδιημερεύειν μάλιστα κηδεσταῖς ἐκείνων καὶ οἰκείοις καὶ φίλοις, καὶ πρὸς γυναῖκας αὐτῶν εἰσιόντας αἰτιᾶσθαι καὶ παρρησιάζεσθαι. καίτοι λίθον οὔ φασι χρῆναι μέσον ἀδελφοὺς λαμβάνειν ὁδὸν βαδίζοντας, ἄχθονται δὲ καὶ κυνὸς διεκδραμόντος, καὶ πολλὰ τοιαῦτα δεδίασιν ὧν οὐδὲν ὁμόνοιαν ἀδελφῶν διέστησεν, ἀνθρώπους δὲ κυνικοὺς καὶ διαβόλους ἐν μέσῳ λαμβάνοντες αὑτῶν καὶ περιπταίοντες οὐ συνορῶσι. [De frat. am. 20] διὸ τοῦ λόγου τὸ συνεχὲς ὑπαγορεύοντος, εὖ μὲν εἶπε Θεόφραστος ὡς εἰ κοινὰ τὰ φίλων ἐστί, μάλιστα δεῖ κοινοὺς τῶν φίλων εἶναι τοὺς φίλους· οὐχ ἥκιστα δ’ ἄν τις ἀδελφοῖς τοῦτο παραινέσειεν. αἱ γὰρ ἰδίᾳ καὶ χωρὶς ὁμιλίαι καὶ συνήθειαι πρὸς ἄλλους ἀποστρέφουσι καὶ ἀπάγουσιν ἀπ’ ἀλλήλων· τῷ γὰρ φιλεῖν ἑτέρους εὐθὺς ἕπεται τὸ χαίρειν ἑτέροις καὶ ζηλοῦν ἑτέρους καὶ ἄγεσθαι ὑφ’ ἑτέρων. ἠθοποιοῦσι γὰρ αἱ φιλίαι, καὶ μεῖζον οὐθέν ἐστι διαφορᾶς ἠθῶν σημεῖον ἢ φίλων αἱρέσεις διαφερόντων. ὅθεν οὔτε τὸ συνεσθίειν ἀδελφοὺς καὶ συμπίνειν οὔτε τὸ συμπαίζειν καὶ συνδιημερεύειν οὕτω συνεκτικόν ἐστιν ὁμονοίας, ὡς τὸ συμφιλεῖν καὶ συνεχθραίνειν ἥδεσθαι τε τοῖς αὐτοῖς συνόντα καὶ τοὺς αὐτοὺς βδελύσσεσθαι καὶ φεύγειν. οὐδὲ γὰρ διαβολὰς; αἱ κοιναὶ φιλίαι φέρουσιν οὐδὲ συγκρούσεις· ἀλλὰ κἂν γένηταί τις ὀργὴ καὶ μέμψις, ἐκλύεται διὰ μέσων τῶν φίλων, ἐκδεχομένων καὶ διασκεδαννύντων, ἄνπερ ἀμφοτέροις οἰκείως ἔχωσι καὶ πρὸς ἀμφοτέρους ὁμοῦ τῇ εὐνοίᾳ συννεύωσιν. ὡς γὰρ ὁ κασσίτερος ῥαγέντα τὸν χαλκὸν συναρμόττει καὶ συγκεράννυσι τῷ ψαύειν ἑκατέρου πέρατος οἰκείως ὁμοπαθὴς γιγνόμενος, οὕτω δεῖ τὸν φίλον εὐάρμοστον ὄντα καὶ κοινὸν ἀμφοτέροις τοῖς ἀδελφοῖς προσκαταπυκνοῦν τὴν εὔνοιαν. οἱ δ’ ἄνισοι καὶ ἄμικτοι καθάπερ ἐν διαγράμματι μουσικῷ φθόγγοι, διάζευξιν οὐ συναφὴν ποιοῦσιν. ἔστιν οὖν διαπορῆσαι πότερον ὀρθῶς ἢ τοὐναντίον ὁ Ἡσίοδος εἶπε [De frat. am. 20b] μηδὲ κασιγνήτῳ ἶσον ποιεῖσθαι ἑταῖρον [De frat. am. 20c] ὁ μὲν γὰρ εὐγνώμων καὶ κοινός, ὥσπερ εἴρηται, μᾶλλον ἐγκραθεὶς δι’ ἀμφοτέρων σύνδεσμος; ἔσται τῆς φιλαδελφίας· ὁ δ’ Ἡσίοδος ὡς ἔοικεν ἐφοβήθη τοὺς πολλοὺς καὶ φαύλους διὰ τὸ δύσζηλον καὶ φίλαυτον. [De frat. am. 20d] ὃ δὴ καλῶς ἔχει φυλαττομένους, κἂν εὔνοιαν ἴσην φίλῳ νέμῃ τις, ἀεὶ τὰ πρωτεῖα τἀδελφῷ φυλάττειν ἐν ἀρχαῖς καὶ πολιτείαις ἐν κλήσεσι καὶ γνωρίσεσιν ἡγεμόνων καὶ ὅσα τοῖς πολλοῖς ἐπιφανῆ καὶ πρὸς δόξαν ἐστί, τὸ προσῆκον ἀξίωμα τῇ φύσει καὶ γέρας ἀποδιδόντας. οὐ γὰρ οὕτω τῷ φίλῳ τὸ πλέον ἐν τούτοις σεμνόν, ὡς ἀδελφῷ τοὔλαττον αἰσχρὸν γίγνεται καὶ ἄδοξον. [De frat. am. 20e] ἀλλὰ περὶ ταύτης μὲν ἑτέρωθι τῆς γνώμης γέγραπται τὰ δοκοῦντα διὰ πλειόνων. τὸ δὲ Μενάνδρειον ὀρθῶς ἔχον, ὡς [De frat. am. 20f] οὐδεὶς ἀγαπῶν αὐτὸς ἀμελεῖθ’ ἡδέως, [De frat. am. 20g] ὑπομιμνήσκει καὶ διδάσκει τῶν ἀδελφῶν ἐπιμελεῖσθαι καὶ μὴ τῇ φύσει πιστεύοντας ὀλιγωρεῖν. καὶ γὰρ ἵππος τῇ φύσει φιλάνθρωπον καὶ κύων φιλοδέσποτον, ἀλλὰ μὴ τυγχάνοντα θεραπείας μηδ’ ἐπιμελείας ἀπόστοργα γίγνεται καὶ ἀλλότρια· καὶ τὸ σῶμα τῆς ψυχῆς συγγενέστατόν ἐστιν, ἀμελούμενον δὲ καὶ παρορώμενον ὑπ’ αὐτῆς οὐκ ἐθέλει συνεργεῖν ἀλλὰ λυμαίνεται καὶ προλείπει τὰς πράξεις. [De frat. am. 21] ἐπιμέλεια δὲ καλὴ μὲν αὐτῶν τῶν ἀδελφῶν, ἔτι δὲ καλλίων πενθεροῖς καὶ γαμβροῖς τοῖς ἐκείνων εὔνουν ἀεὶ παρέχειν εἰς ἅπαντα καὶ πρόθυμον ἑαυτόν, οἰκέτας τε φιλοδεσπότους ἀσπάζεσθαι καὶ φιλοφρονεῖσθαι, καὶ χάριν ἔχειν ἰατροῖς θεραπεύσασιν αὐτοὺς καὶ φίλοις πιστοῖς προθύμως καὶ χρησίμως συνδιενεγκοῦσιν ἀποδημίαν ἢ στρατείαν γυναῖκα δ’ ἀδελφοῦ γαμετὴν ὡς ἁπάντων ἱερῶν ἁγιώτατον προσορῶντα καὶ σεβόμενον, τιμᾶν διὰ τὸν ἄνδρα καὶ εὐφημεῖν, ἀμελουμένῃ δὲ συναγανακτεῖν χαλεπαίνουσαν δὲ πραΰνειν ἂν δ’ ἁμάρτῃ τι τῶν μετρίων, συνδιαλλάττειν καὶ συμπαρακαλεῖν τὸν ἄνδρα· κἂν αὐτῷ τις ἰδίᾳ γένηται διαφορὰ πρὸς τὸν ἀδελφόν, αἰτιᾶσθαι παρ’ ἐκείνῃ καὶ διαλύεσθαι τὴν μέμψιν. ἀγαμίαν δ’ ἀδελφοῦ καὶ ἀπαιδίαν μάλιστα δυσχεραίνειν, καὶ παρακαλοῦντα καὶ λοιδοροῦντα συνελαύνειν πανταχόθεν εἰς γάμον καὶ συνειργνύναι νομίμοις κηδεύμασι· κτησαμένου δὲ παῖδας, ἐμφανέστερον χρῆσθαι τῇ τε πρὸς αὐτὸν εὐνοίᾳ καὶ τῇ πρὸς τὴν γυναῖκα τιμῇ. τοῖς δὲ παισὶν εὔνουν μὲν ὥσπερ ἰδίοις ἤπιον δὲ μᾶλλον εἶναι καὶ μειλίχιον, ὅπως ἁμαρτάνοντες οἷα νέοι μὴ δραπετεύωσι μηδὲ καταδύωνται διὰ φόβον πατρὸς ἢ μητρὸς εἰς ὁμιλίας φαύλας καὶ ὀλιγώρους, ἀλλ’ ἀποστροφὴν καὶ καταφυγὴν ἅμα νουθετοῦσαν εὐνοίᾳ καὶ παραιτουμένην ἔχωσιν. οὕτω καὶ Πλάτων ἀδελφιδοῦν ὄντα Σπεύσιππον ἐκ πολλῆς ἀνέσεως καὶ ἀκολασίας ἐπέστρεψεν, οὐδὲν οὔτ’ εἰπὼν ἀνιαρὸν οὔτε ποιήσας πρὸς αὐτόν, ἀλλὰ φεύγοντι, τοὺς γονεῖς ἐλέγχοντας αὐτὸν ἀεὶ καὶ λοιδοροῦντας ἐνδιδοὺς ἑαυτὸν εὐμενῆ καὶ ἀμήνιτον, αἰδῶ τε πολλὴν ἐνειργάσατο καὶ ζῆλον ἑαυτοῦ καὶ φιλοσοφίας. καίτοι πολλοὶ τῶν φίλων ἐνεκάλουν ὡς μὴ νουθετοῦντι τὸ μειράκιον· ὁ δὲ καὶ πάνυ νουθετεῖν ἔλεγε, τῷ βίῳ καὶ τῇ διαίτῃ τῆς πρὸς τὰ αἰσχρὰ τῶν καλῶν διαφορᾶς παρέχων κατανόησιν. [De frat. am. 21b] Ἀλεύαν δὲ τὸν Θεσσαλὸν ὁ μὲν πατὴρ ἀγέρωχον ὄντα καὶ ὑβριστὴν ἐκόλουε καὶ χαλεπὸς ἦν, ὁ δὲ θεῖος ἀνελάμβανε καὶ προσήγετο· πεμπόντων δὲ τῶν Θεσσαλῶν φρυκτοὺς περὶ βασιλέως πρὸς τὸν θεὸν εἰς Δελφούς, ἐνέβαλε κρύφα τοῦ πατρὸς ὁ θεῖος ὑπὲρ τοῦ Ἀλεύα· καὶ τῆς Πυθίας τοῦτον ἀνελούσης, ὅ τε πατὴρ ἀπέφησεν ἐμβεβληκέναι τὸν φρυκτὸν ὑπὲρ αὐτοῦ, καὶ πᾶσιν ἐδόκει πλάνη τις ἐν ταῖς καταγραφαῖς τῶν ὀνομάτων γεγονέναι. διὸ καὶ πέμψαντες αὖθις ἐπανήροντο τὸν θεόν· ἡ δὲ Πυθία καθάπερ ἐκβεβαιουμένη τὴν προτέραν ἀναγόρευσιν εἶπε [De frat. am. 21c] τὸν πυρρόν τοί φημι, τὸν Ἀρχεδίκη τέκε παῖδα. [De frat. am. 21d] καὶ τοῦτον τὸν τρόπον ὁ Ἀλεύας ὑπὸ τοῦ θεοῦ βασιλεὺς διὰ τὸν τοῦ πατρὸς ἀδελφὸν ἀποδειχθεὶς, αὐτός τε πολὺ πάντων ἐπρώτευσε τῶν πρὸ αὐτοῦ καὶ τὸ ἔθνος εἰς δόξαν προήγαγε μεγάλην καὶ δύναμιν. [De frat. am. 21e] ἀλλὰ μὴν εὐπραξίαις τε καὶ τιμαῖς καὶ ἀρχαῖς παίδων ἀδελφοῦ χαίροντα καὶ σεμνυνόμενον αὔξειν προσήκει καὶ συνεξορμᾶν πρὸς τὰ καλὰ καὶ κατορθοῦντας ἀφειδῶς ἐπαινεῖν· αὑτοῦ γὰρ υἱὸν ἐπαχθὲς ἴσως ἐγκωμιάζειν, ἀδελφοῦ δὲ σεμνὸν καὶ οὐ φίλαυτον ἀλλὰ φιλόκαλον καὶ θεῖον ὡς ἀληθῶς. δοκεῖ γάρ μοι καὶ τοὔνομα καλῶς ὑφηγεῖσθαι πρὸς εὔνοιαν ἀδελφιδῶν καὶ ἀγάπησιν. δεῖ δὲ καὶ τὰ τῶν κρειττόνων ζηλοῦν· Ἡρακλῆς τε γὰρ δυεῖν δέοντας ἑβδομήκοντα γεννήσας παῖδας, οὐδενὸς ἧττον αὐτῶν τὸν ἀδελφιδοῦν ἠγάπησεν ἀλλὰ καὶ νῦν πολλαχοῦ σύμβωμός ἐστιν Ἰόλαος αὐτῷ, καὶ συγκατεύχονται παραστάτην Ἡρακλέους ὀνομάζοντες. Ἰφικλέους δὲ τοῦ ἀδελφοῦ πεσόντος ἐν τῇ περὶ Λακεδαίμονα μάχῃ, περίλυπος γενόμενος πᾶσαν ἐξέλιπε Πελοπόννησον. ἡ δὲ Λευκοθέα τῆς ἀδελφῆς ἀποθανούσης ἔθρεψε τὸ βρέφος καὶ συνεξεθείασεν· ὅθεν αἱ Ῥωμαίων γυναῖκες ἐν ταῖς τῆς Λευκοθέας ἑορταῖς, ἣν Ματοῦταν ὀνομάζουσιν, οὐ τοὺς ἑαυτῶν παῖδας ἀλλὰ τοὺς τῶν ἀδελφῶν ἐναγκαλίζονται καὶ τιμῶσιν. ## Περὶ τῆς εἰς τὰ ἔγγονα φιλοστοργίας [De am. prol. 1] ἔκκλητοι κρίσεις καὶ ξενικῶν δικαστηρίων ἀγωγαὶ τοῖς Ἕλλησι τὸ πρῶτον ἀπιστίᾳ τῇ πρὸς ἀλλήλους ἐπενοήθησαν, ἀλλοτρίας δικαιοσύνης ὥσπερ ἑτέρου τινὸς τῶν ἀναγκαίων μὴ φυομένου παρ’ αὐτοῖς δεηθεῖσιν. ἆρ’ οὖν καὶ οἱ φιλόσοφοι τῶν προβλημάτων ἔνια διὰ τὰς πρὸς ἀλλήλους διαφορὰς ἐπὶ τὴν τῶν ἀλόγων φύσιν ζῴων ὥσπερ ἀλλοδαπὴν πόλιν ἐκκαλοῦνται, καὶ τοῖς ἐκείνων πάθεσι καὶ ἤθεσιν ὡς ἀνεντεύκτοις καὶ ἀδεκάστοις ἐφιᾶσι τὴν κρίσιν; ἢ καὶ τοῦτο τῆς ἀνθρωπίνης κακίας ἔγκλημα κοινόν ἐστι, τὸ περὶ τῶν ἀναγκαιοτάτων καὶ μεγίστων ἀμφιδοξοῦντας ἡμᾶς ζητεῖν ἐν ἵπποις καὶ κυσὶ καὶ ὄρνισι, πῶς γαμοῦμεν αὐτοὶ καὶ γεννῶμεν καὶ τεκνοτροφοῦμεν, ὡς μηδὲν ἐν ἑαυτοῖς δήλωμα τῆς φύσεως ὂν τὰ τῶν θηρίων ἤθη καὶ πάθη προσαγορεῦσαι καὶ καταμαρτυρῆσαι τοῦ βίου ἡμῶν πολλὴν τοῦ κατὰ φύσιν ἐκδιαίτησιν καὶ παράβασιν, εὐθὺς ἐν ἀρχῇ καὶ περὶ τὰ πρῶτα συγχεομένων καὶ ταραττομένων. ἄκρατον γὰρ ἐν ἐκείνοις ἡ φύσις καὶ ἀμιγὲς καὶ ἁπλοῦν φυλάττει τὸ ἴδιον· ἐν δ’ ἀνθρώποις ὑπὸ τοῦ λόγου καὶ τῆς συνηθείας, ὃ τοὔλαιον ὑπὸ τῶν μυρεψῶν πέπονθε, πρὸς πολλὰ μιγνυμένη δόγματα καὶ κρίσεις ἐπιθέτους ποικίλη γέγονε καὶ ἰδία, τὸ δ’ οἰκεῖον οὐ τετήρηκε. καὶ μὴ θαυμάζωμεν, εἰ τὰ ἄλογα ζῷα τῶν λογικῶν μᾶλλον ἕπεται τῇ φύσει· καὶ γὰρ τὰ φυτὰ τῶν ζῴων, οἷς οὔτε φαντασίαν οὔθ’ ὁρμὴν ἔδωκεν ἑτέρων ὄρεξιν τοῦ κατὰ φύσιν ἀποσαλεύουσαν, ἀλλ’ ὥσπερ ἐν δεσμῷ συνειργμένα μένει καὶ κεκράτηται, μίαν ἀεὶ πορείαν ἣν ἡ φύσις ἄγει πορευόμενα. τοῖς δὲ θηρίοις τὸ μὲν πραΰτροπον τοῦ λόγου καὶ περιττὸν καὶ φιλελεύθερον ἄγαν οὐκ ἔστιν, ἀλόγους δ’ ὁρμὰς καὶ ὀρέξεις ἔχοντα καὶ χρώμενα πλάναις καὶ περιδρομαῖς, πολλάκις οὐ μακρὰν ἀλλ’ ὡς ἐπ’ ἀγκύρας τῆς φύσεως σαλεύει· καθάπερ οὖν ὁδὸν ὑφ’ ἡνίᾳ καὶ χαλινῷ βαδίζοντα δείκνυσιν εὐθεῖαν. ὁ δὲ δεσπότης ἐν ἀνθρώπῳ καὶ αὐτοκρατὴς λόγος ἄλλας ἄλλοτε παρεκβάσεις καὶ καινοτομίας ἀνευρίσκων οὐδὲν ἴχνος ἐμφανὲς οὐδ’ ἐναργὲς ἀπολέλοιπε τῆς φύσεως. [De am. prol. 2] ὅρα περὶ τοὺς γάμους ὅσον ἐστὶν ἐν τοῖς ζῴοις τὸ κατὰ φύσιν. πρῶτον οὐκ ἀναμένει νόμους ἀγαμίου καὶ ὀψιγαμίου, καθάπερ οἱ Λυκούργου πολῖται καὶ Σόλωνος οὐδ’ ἀτιμίας ἀτέκνων δέδοικεν, οὐδὲ τιμὰς διώκει τρίπαιδας, ὡς Ῥωμαίων πολλοὶ γαμοῦσι καὶ γεννῶσιν, οὐχ ἵνα κληρονόμους ἔχωσιν ἀλλ’ ἵνα κληρονομεῖν δύνωνται. ἔπειτα μίγνυται τῷ θήλει τὸ ἄρρεν οὐχ ἅπαντα χρόνον· ἡδονὴν γὰρ οὐκ ἔχει τέλος ἀλλὰ γέννησιν καὶ τέκνωσιν. διὰ τοῦτ’ ἔτους ὥρᾳ, ἣ πνοάς τε γονίμους ἔχει καὶ πρόσφορον λοχευομένοις κρᾶσιν, συνῆλθεν εἰς ταὐτὸ τῷ ἄρρενι τὸ θῆλυ χειρόηθες καὶ ποθεινόν, ἡδείᾳ μὲν ὀσμῇ χρωτὸς ἰδίῳ δὲ κόσμῳ σώματος ἀγαλλόμενον, δρόσου καὶ βοτάνης ἀνάπλεων. καθαρᾶς· αἰσθόμενον δ’ ὅτι κύει καὶ πεπλήρωται, κοσμίως ἄπεισι καὶ προνοεῖ περὶ τὴν κύησιν καὶ σωτηρίαν τοῦ ἀποτεχθέντος. ἀξίως δ’ οὐκ ἔστιν εἰπεῖν τὰ δρώμενα, πλὴν ὅτι γίγνεται ἕκαστον αὐτῶν ἐν τῷ φιλοστόργῳ, ταῖς προνοίαις, ταῖς καρτερίαις, ταῖς ἐγκρατείαις. ἀλλὰ τὴν μέλιτταν ἡμεῖς σοφὴν καλοῦμεν καὶ νομίζομεν [De am. prol. 2b] ξανθὸν μέλι μηδομέναν [De am. prol. 2c] κολακεύοντες τὸ ἡδὺ καὶ γαργαλίζον ἡμᾶς τῆς γλυκύτητος· τὴν δὲ τῶν ἄλλων περὶ τὰς λοχείας καὶ τὰς ἀνατροφὰς σοφίαν καὶ τέχνην παρορῶμεν. οἷον εὐθύς, ἡ ἁλκυὼν κύουσα τὴν νεοττιὰν συντίθησι, συλλαμβάνουσα τὰς ἀκάνθας τῆς θαλαττίας βελόνης καὶ ταύτας δι’ ἀλλήλων ἐγκαταπλέκουσα καὶ συνείρουσα, τὸ μὲν σχῆμα περιαγὲς ὡς ἁλιευτικοῦ κύρτου καὶ πρόμηκες ἀπεργάζεται· τῇ δ’ ἁρμονίᾳ καὶ πυκνότητι συμφράξασα τὰς ἀκάνθας ἀκριβῶς ὑπέθηκε τῷ κλύσματι τοῦ κύματος, ὡς τυπτόμενον ἡσυχῆ καὶ πηγνύμενον τὸ πίλημα τῆς ἐπιφανείας στεγανὸν γένηται· γίγνεται δὲ σιδήρῳ καὶ λίθῳ δυσδιαίρετον. ὃ δ’ ἐστὶ θαυμασιώτερον, οὕτω τὸ στόμα τῆς νεοττιᾶς συμμέτρως πέπλασται πρὸς τὸ μέγεθος καὶ τὸ μέτρον τῆς ἁλκυόνος, ὥστε μήτε μεῖζον ἄλλο μήτε μικρότερον ἐνδύεσθαι ζῷον, ὡς δέ φασι, μηδὲ θάλατταν παραδέχεσθαι μηδὲ τὰ ἐλάχιστα. [De am. prol. 2d] μάλιστα δ’ οἱ γαλεοὶ ζῳογονοῦσι μὲν ἐν ἑαυτοῖς, ἐκβαίνειν δὲ παρέχουσιν ἐκτὸς καὶ νέμεσθαι τοῖς σκυμνίοις, εἶτα πάλιν ἀναλαμβάνουσι καὶ περιπτύσσουσιν ἐγκοιμώμενα τοῖς σπλάγχνοις. [De am. prol. 2e] ἡ δ’ ἄρκτος, ἀγριώτατον καὶ σκυθρωπότατον θηρίον, ἄμορφα καὶ ἄναρθρα τίκτει· τῇ δὲ γλώττῃ καθάπερ ἐργαλείῳ διατυποῦσα τοὺς ὑμένας οὐ δοκεῖ γεννᾶν μόνον ἀλλὰ καὶ δημιουργεῖν τὸ τέκνον. [De am. prol. 2f] ὁ δ’ Ὁμηρικὸς λέων, ᾧ ῥά τε νήπι’ ἄγοντι συναντήσωνται ἐν ὕλῃ ἄνδρες ἐπακτῆρες, ὁ δέ τε σθένεϊ βλεμεαίνει, πᾶν δὲ τ’ ἐπισκύνιον κάτω ἕλκεται ὄσσε καλύπτων [De am. prol. 2g] ἆρ’ οὐχ ὅμοιός; ἐστι, διανοουμένῳ πρὸς τοὺς κυνηγοὺς σπένδεσθαι περὶ τῶν τέκνων; καθόλου γὰρ ἡ πρὸς τὰ ἔκγονα φιλοστοργία καὶ τολμηρὰ τὰ δειλὰ ποιεῖ, καὶ φιλόπονα τὰ ῥᾴθυμα καὶ φειδωλὰ τὰ γαστρίμαργα καὶ ὥσπερ ἡ Ὁμηρικὴ ὄρνις προσφέρουσα τοῖς νεοττοῖς [De am. prol. 2h] μάστακ’, ἐπεί κε λάβῃσι, κακῶς δέ τε οἱ πέλει αὐτῇ [De am. prol. 2i] τῷ γὰρ αὑτῆς τρέφει λιμῷ τὰ ἔκγονα, καὶ τὴν τροφὴν τῆς γαστρὸς ἁπτομένην ἀποκρατεῖ καὶ πιέζει τῷ στόματι, μὴ λάθῃ καταπιοῦσα [De am. prol. 2j] ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσσι βεβῶσα ἄνδρ’ ἀγνοιήσασ’ ὑλάει μέμονέν τε μάχεσθαι τὸν περὶ τῶν τέκνων φόβον ὡς δεύτερον προσλαβοῦσα θυμόν. [De am. prol. 2k] αἱ δὲ πέρδικες ὅταν διώκωνται μετὰ τῶν τέκνων, ἐκεῖνα μὲν ἐῶσι προπέτεσθαι καὶ φεύγειν, αὑταῖς δὲ μηχανώμεναι προσέχειν τοὺς θηρεύοντας ἐγγὺς κυλινδούμεναι καὶ καταλαμβανόμεναι, μικρὸν ὑπεκθέουσιν, εἶτα πάλιν ἵστανται καὶ παρέχουσιν ἐν ἐφικτῷ τῆς ἐλπίδος ἑαυτάς, ἄχρι ἂν οὕτω προκινδυνεύουσαι τῶν νεοττῶν τῆς ἀσφαλείας προαγάγωνται πόρρω τοὺς διώκοντας. [De am. prol. 2l] τὰς δ’ ἀλεκτορίδας ἐν τοῖς ὄμμασι καθ’ ἡμέραν ἔχομεν, ὃν τρόπον τὰ νεόττια περιέπουσι, τοῖς μὲν ἐνδῦναι χαλῶσαι τὰς πτέρυγας, τὰ δ’ ἐπιβαίνοντα τῶν νώτων καὶ προσέρποντα πανταχόθεν ἀναδεχόμεναι μετὰ τοῦ γεγηθός τι καὶ προσφιλὲς ἐπιφθέγγεσθαι· κύνας δὲ καὶ δράκοντας, ἂν περὶ αὑτῶν φοβηθῶσι, φεύγουσιν, ἂν δὲ περὶ τῶν τέκνων, ἀμύνονται καὶ διαμάχονται παρὰ δύναμιν. [De am. prol. 2m] εἶτα ταῦτ’ οἰόμεθα τὰ πάθη τούτοις ἐνειργάσθαι τὴν φύσιν, ἀλεκτορίδων ἐπιγονῆς καὶ κυνῶν καὶ ἄρκτων προνοοῦσαν, ἀλλ’ οὐχ ἡμᾶς δυσωποῦσαν καὶ τιτρώσκουσαν ἐπιλογιζομένους, ὅτι ταῦτα παραδείγματα τοῖς ἑπομένοις, τοῖς δ’ ἀναλγήτοις ὀνείδη περίεστι τῆς ἀπαθείας, δι’ ὧν κατηγοροῦσι τῆς ἀνθρωπίνης φύσεως μόνης μὴ προῖκα τὸ στέργειν ἐχούσης μηδ’ ἐπισταμένης φιλεῖν ἄνευ χρείας θαυμάζεται γὰρ ἐν τοῖς θεάτροις ὁ εἰπών [De am. prol. 2n] μισθοῦ γὰρ ἄνθρωπον τίς ἄνθρωπον φιλεῖ [De am. prol. 2o] κατ’ Ἐπίκουρον ὁ πατὴρ τὸν υἱόν, ἡ μήτηρ τὸ τέκνον, οἱ παῖδες τοὺς τεκόντας. ἀλλ’ εἰ λόγου γένοιτο τοῖς θηρίοις σύνεσις, καὶ τοῦτό τις εἰς κοινὸν θέατρον συναγαγὼν ἵππους καὶ βόας καὶ κύνας καὶ ὄρνιθας; ἀναφθέγξαιτο μεταγράψας, ὡς οὔτε κύνες ἐπὶ μισθῷ σκύλακας φιλοῦσιν οὔθ’ ἵπποι πώλους οὔτ’ ὄρνιθες νεοττοὺς ἀλλὰ προῖκα καὶ φυσικῶς, ἐπιγνωσθήσεται τοῖς ἁπάντων πάθεσιν ὡς εὖ καὶ ἀληθῶς λεγόμενον. αἰσχρὸν γάρ, ὦ Ζεῦ, τὰς θηρίων γενέσεις καὶ λοχείας καὶ ὠδῖνας καὶ τεκνοτροφίας φύσιν εἶναι καὶ χάριν, τὰς δ’ ἀνθρώπων δάνεια καὶ μισθοὺς καὶ ἀρραβῶνας ἐπὶ χρείαις διδομένους. [De am. prol. 3] ἀλλ’ οὔτ’ ἀληθὴς ὁ λόγος οὔτ’ ἄξιος ἀκούειν. ἡ γὰρ φύσις ὥσπερ ἐν φυτοῖς ἀγρίοις, οἷον οἰνάνθαις ἐρινεοῖς κοτίνοις, ἀρχὰς ἀπέπτους καὶ ἀτελεῖς ἡμέρων καρπῶν ἐνέφυσεν· οὕτω τοῖς μὲν ἀλόγοις τὸ πρὸς τὰ ἔκγονα φιλόστοργον ἀτελὲς καὶ οὐ διαρκὲς πρὸς δικαιοσύνην οὐδὲ τῆς χρείας προσωτέρω προερχόμενον ἔδωκεν ἄνθρωπον δέ, λογικὸν καὶ πολιτικὸν ζῷον, ἐπὶ δίκην καὶ νόμον εἰσάγουσα καὶ θεῶν τιμὰς καὶ πόλεων ἱδρύσεις καὶ φιλοφροσύνην, γενναῖα καὶ καλὰ καὶ φερέκαρπα τούτων σπέρματα παρέσχε τὴν πρὸς τὰ ἔκγονα χάριν καὶ ἀγάπησιν, ἀκολουθοῦσα ταῖς πρώταις ἀρχαῖς· αὗται δ’ ἦσαν ἐν ταῖς τῶν σωμάτων κατασκευαῖς. πανταχοῦ μὲν γὰρ ἡ φύσις ἀκριβὴς καὶ φιλότεχνος καὶ ἀνελλιπὴς καὶ ἀπερίτμητος οὐδέν ὡς ἔφησεν Ἐρασίστρατος ἔχουσα ῥωπικόν· τὰ δὲ περὶ τὴν γένεσιν ἀξίως οὐκ ἔστιν εἰπεῖν οὐδ’ εὐπρεπὲς ἴσως λίαν ἀκριβῶς τῶν ἀπορρήτων ἐφάπτεσθαι τοῖς ὀνόμασι καὶ τοῖς ῥήμασιν, ἀλλ’ ἀποκειμένων καὶ κεκρυμμένων ἐπινοεῖν τὴν πρὸς τὸ γεννᾶν καὶ λοχεύεσθαι τῶν μορίων ἐκείνων εὐφυΐαν. [De am. prol. 3b] ἀρκεῖ δ’ ἡ τοῦ γάλακτος ἐργασία καὶ οἰκονομία τὴν πρόνοιαν αὐτῆς ἐμφῆναι καὶ ἐπιμέλειαν. τοῦ γὰρ αἵματος ὅσον περίττωμα τῆς χρείας ἐν ταῖς γυναιξὶ δι’ ἀμβλύτητα καὶ μικρότητα τοῦ πνεύματος ἐπιπολάζον ἐμπλανᾶται καὶ βαρύνει, τὸν μὲν ἄλλον χρόνον εἴθισται καὶ μεμελέτηκεν ἐμμήνοις ἡμερῶν περιόδοις ὀχετοὺς καὶ πόρους αὐτῷ τῆς φύσεως ἀναστομούσης ἀποχεόμενον τὸ μὲν ἄλλο σῶμα κουφίζειν καὶ καθαίρειν, τὴν δ’ ὑστέραν οἷον ἀρότῳ καὶ σπόρῳ γῆν ἐν φυτοῖς ὀργῶσαν ἐν καιρῷ παρέχειν. ὅταν δὲ τὴν γονὴν ἀναλάβῃ προσπεσοῦσαν ἡ ὑστέρα καὶ περιστείλῃ ῥιζώσεως γενομένης· ὁ γὰρ ὀμφαλὸς; πρῶτον ἐν μήτρῃσιν ὥς φησι Δημόκριτος ἀγκυρηβόλιον σάλου καὶ πλάνης ἐμφύεται, πεῖσμα καὶ κλῆμα τῷ γεννωμένῳ καρπῷ καὶ μέλλοντι· τοὺς μὲν, ἐμμήνους καὶ καθαρσίους ἔκλεισεν ὀχετοὺς ἡ φύσις, τοῦ δ’ αἵματος ἀντιλαμβανομένη φερομένου τροφῇ χρῆται καὶ κατάρδει τὸ βρέφος ἤδη συνιστάμενον καὶ διαπλαττόμενον, ἄχρι οὗ τοὺς προσήκοντας ἀριθμοὺς τῇ ἐντὸς; αὐξήσει κυηθὲν ἑτέρας ἀνατροφῆς καὶ χώρας δέηται. [De am. prol. 3c] τότ’ οὖν τὸ αἷμα παντὸς ἐμμελέστερον φυτουργοῦ καὶ ὀχετηγοῦ πρὸς ἑτέραν ἀφ’ ἑτέρας ἐκτρέπουσα καὶ μεταλαμβάνουσα χρείαν, ἔχει παρεσκευασμένας οἷον ἐγγείους ἤ τινας κρήνας νάματος ἐπιρρέοντος, οὐκ ἀργῶς οὐδ’ ἀπαθῶς ὑποδεχομένας ἀλλὰ καὶ πνεύματος ἠπίῳ θερμότητι καὶ μαλακῇ θηλύτητι ἐκπέψαι καὶ λεᾶναι καὶ μεταβαλεῖν δυναμένας· τοιαύτην γὰρ ὁ μαστὸς ἔχει ἐντὸς διάθεσιν καὶ κρᾶσιν. ἐκροαὶ δὲ τοῦ γάλακτος οὐκ εἰσὶν οὐδὲ κρουνοὶ μεθιέντες ἀθρόως, εἰς δὲ σάρκα πιδακώδη καὶ πόροις ἀτρέμα λεπτοῖς διηθοῦσαν ἀπολήγων, εὐμενὲς τῷ τοῦ νηπίου στόματι καὶ προσφιλὲς; ψαῦσαι καὶ περιλαβεῖν ἐνδίδωσι ταμιεῖον. [De am. prol. 3d] ἀλλὰ τούτων γε τῶν τοσούτων ἐπὶ τήν γένεσιν ἐργαλείων καὶ τοιούτων οἰκονομιῶν καὶ φιλοτιμίας καὶ προνοίας οὐδὲν ἦν ὄφελος, εἰ μὴ τὸ φιλόστοργον ἡ φύσις καὶ κηδεμονικὸν ἐνειργάσατο ταῖς τεκούσαις. [De am. prol. 3e] πάντων ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει· [De am. prol. 3f] τοῦτ’ οὐ ψεύδεται ὁ λέγων ἐπὶ νηπίου καὶ ἀρτιγενοῦς. οὐδὲν γάρ ἐστιν οὕτως; ἀτελὲς οὐδ’ ἄπορον οὐδὲ γυμνὸν οὐδ’ ἄμορφον οὐδὲ μιαρόν, ὡς ἄνθρωπος ἐν γοναῖς ὁρώμενος· ᾧ μόνῳ σχεδὸν οὐδὲ καθαρὰν ἔδωκεν εἰς φῶς ὁδὸν ἡ φύσις, ἀλλ’ αἵματι πεφυρμένος καὶ λύθρου περίπλεως καὶ φονευομένῳ μᾶλλον ἢ γεννωμένῳ ἐοικὼς οὐδενός ἐστιν ἅψασθαι καὶ ἀνελέσθαι καὶ ἀσπάσασθαι καὶ περιλαβεῖν ἢ τοῦ φύσει φιλοῦντος. διὸ τῶν μὲν ἄλλων ζῴων ὑπὸ τὴν γαστέρα τὰ οὔθατα χαλᾷ τοὺς μαστοὺς, ταῖς δὲ γυναιξὶν ἄνω γεγόνασιν περὶ τὸ στέρνον ἐν ἐφικτῷ τοῦ φιλῆσαι καὶ περιπτύξαι καὶ κατασπάσασθαι τὸ νήπιον, ὡς τοῦ τεκεῖν καὶ θρέψαι τέλος οὐ χρείαν ἀλλὰ φιλίαν ἔχοντος. [De am. prol. 4] ἐπὶ τοὺς παλαιοὺς; ἀνάγαγε τὸν λόγον, ὧν ταῖς μὲν τεκεῖν πρώταις, τοῖς δ’ ἰδεῖν συνέβη τικτόμενον βρέφος· οὔτε νόμος ἦν ἐκείνοις τεκνοτροφεῖν προστάττων οὔτε προσδοκία χάριτος ἢ τροφείων ἐπὶ νέοις δανειζομένων χαλεπὰς δὲ μᾶλλον εἴποιμ’ ἂν εἶναι καὶ μνησικάκους τὰς τεκούσας τοῖς βρέφεσι, κινδύνων τε μεγάλων καὶ πόνων αὐταῖς γιγνομένων· [De am. prol. 4b] ὡς δ’ ὅταν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα δριμύ, τό τε προϊεῖσι μογοστόκοι Εἰλείθυιαι, Ἥρης θυγατέρες, πικρὰς ὠδῖνας ἔχουσαι. [De am. prol. 4c] ταῦτ’ οὐχ Ὅμηρον αἱ γυναῖκες; ἀλλ’ Ὁμηρίδα γράψαι λέγουσι τεκοῦσαν ἢ τίκτουσαν ἔτι καὶ τὸ μῖγμα τῆς ἀλγηδόνος ὁμοῦ πικρὸν καὶ ὀξὺ γιγνόμενον ἐν τοῖς σπλάγχνοις ἔχουσαν. ἀλλὰ τὸ φύσει φιλόστοργον ἔκαμπτε καὶ ἦγεν· ἔτι θερμὴ καὶ διαλγὴς καὶ κραδαινομένη τοῖς πόνοις οὐχ ὑπερέβη τὸ νήπιον οὐδ’ ἔφυγεν, ἀλλ’ ἐπεστράφη καὶ προσεμειδίασε καὶ ἀνείλετο καὶ ἠσπάσατο, μηδὲν ἡδὺ καρπουμένη μηδὲ χρήσιμον ἀλλ’ ἐπιπόνως καὶ ταλαιπώρως ἀναδεχομένη τῶν σπαργάνων ἐρειπίοις [De am. prol. 4d] θάλπουσα καὶ ψύχουσα, καὶ πόνῳ πόνον ἐκ νυκτὸς ἀλλάσσουσα τὸν μεθ’ ἡμέραν. [De am. prol. 4e] τίνων ταῦτα μισθῶν ἢ χρειῶν ἐκείνοις; ἀλλ’ οὐδὲ τοῖς νῦν· αἱ γὰρ ἐλπίδες ἄδηλοι καὶ μακραί. ἄμπελον ἰσημερίας ἐαρινῆς σκάψας μετοπωρινῆς ἐτρύγησε, πυρὸν ἔσπειρε δυομένης Πλειάδος εἶτ’ ἀνατελλούσης θερίζει, βόες καὶ ἵπποι καὶ ὄρνιθες ἕτοιμα τίκτουσιν ἐπὶ τὰς χρείας ἀνθρώπου δ’ ἡ μὲν ἐκτροφὴ πολύπονος ἡ δ’ αὔξησις βραδεῖα, τῆς δ’ ἀρετῆς μακρὰν οὔσης προαποθνῄσκουσιν οἱ πλεῖστοι πατέρες. οὐκ ἐπεῖδε τὴν Σαλαμῖνα Νεοκλῆς τὴν Θεμιστοκλέους οὐδὲ τὸν Εὐρυμέδοντα Μιλτιάδης τὸν Κίμωνος οὐδ’ ἤκουσε Περικλέους Ξάνθιππος δημηγοροῦντος οὐδ’ Ἀρίστων Πλάτωνος φιλοσοφοῦντος, οὐδ’ Εὐριπίδου καὶ Σοφοκλέους νίκας οἱ πατέρες ἔγνωσαν ψελλιζόντων καὶ συλλαβιζόντων ἠκροῶντο καὶ κώμους καὶ πότους καὶ ἔρωτας αὐτῶν οἷα νέοι πλημμελούντων ἐπεῖδον· ὥστ’ ἐπαινεῖσθαι καὶ μνημονεύεσθαι τοῦ Εὐήνου τοῦτο μόνον, ὧν ἐπέγραψεν, [De am. prol. 4f] ἢ δέος ἢ λύπη παῖς· πατρὶ πάντα χρόνον [De am. prol. 4g] ἀλλ’ ὅμως οὐ παύονται παῖδας τρέφοντες μάλιστα δ’ οἱ παίδων ἥκιστα δεόμενοι. γελοῖον γάρ, εἴ τις οἴεται τοὺς πλουσίους θύειν καὶ χαίρειν γενομένων αὐτοῖς τέκνων, ὅτι τοὺς θρέψοντας ἕξουσι καὶ τοὺς θάψοντας· εἰ μὴ νὴ Δία κληρονόμων ἀπορίᾳ παῖδας τρέφουσιν· οὐ γὰρ ἔστιν εὑρεῖν οὐδ’ ἐπιτυχεῖν τοῦ τἀλλότρια βουλομένου λαμβάνειν. [De am. prol. 4h] ψάμμος ἢ κόνις ἢ πτερὰ ποικιλοθρόων οἰωνῶν τόσσον οὐκ ἂν χεύαιτ’ ἀριθμόν ὅσος ἐστὶν ὁ τῶν κληρονομούντων. [De am. prol. 4i] Δαναὸς ὁ πεντήκοντα θυγατέρων πατήρ [De am. prol. 4j] εἰ ἄτεκνος ἦν, πλείονας ἂν εἶχε κληρονομοῦντας καὶ οὐχ ὁμοίως. οἱ μὲν γὰρ παῖδες; χάριν οὐδεμίαν ἔχουσιν οὐδ’ ἕνεκα τούτου θεραπεύουσιν οὐδὲ τιμῶσιν, ὡς ὀφείλημα τὸν κλῆρον ἐκδεχόμενοι· τῶν δ’ ἀλλοτρίων περὶ τὸν ἄτεκνον φωνὰς ἀκούεις ταῖς κωμικαῖς ἐκείναις ὁμοίας, [De am. prol. 4k] ὦ Δῆμε, λοῦσαι πρῶτον ἐκδικάσας μίαν, ἔνθου, ῥόφησον, ἔντραγ’, ἔχε τριώβολον. [De am. prol. 4l] τὸ δ’ ὑπὸ τοῦ Εὐριπίδου λεγόμενον τὰ χρήματ’ ἀνθρώποισιν εὑρίσκειν φίλους δύναμίν τε πλείστην τῶν ἐν ἀνθρώποις ἔχειν, [De am. prol. 4m] οὐχ ἁπλῶς ἀληθές, ἀλλ’ ἐπὶ τῶν ἀτέκνων τούτους οἱ πλούσιοι δειπνίζουσιν, οἱ ἡγεμόνες θεραπεύουσιν, οἱ ῥήτορες μόνοις τούτοις προῖκα συνηγοροῦσιν. [De am. prol. 4n] ἰσχυρόν ἐστι πλούσιος ἀγνοούμενον ἔχων κληρονόμον. [De am. prol. 4o] πολλοὺς γοῦν πολυφίλους καὶ πολυτιμήτους ὄντας ἓν παιδίον γενόμενον ἀφίλους καὶ ἀδυνάτους ἐποίησεν. ὅθεν οὐδὲ πρὸς δύναμιν οὐδέν ἐστιν ὠφέλιμον ἀπὸ τῶν τέκνων, ἀλλὰ τῆς φύσεως τὸ πᾶν κράτος οὐχ ἧττον ἐν ἀνθρώποις ἢ θηρίοις. [De am. prol. 5] ἐξαμαυροῦται γὰρ καὶ ταῦτα καὶ πολλὰ τῶν ἄλλων ὑπὸ τῆς κακίας, ὥσπερ λόχμης ἡμέροις σπέρμασι παραβλαστανούσης. ἢ μηδ’ ἑαυτὸν φύσει στέργειν τὸν ἄνθρωπον λέγωμεν, ὅτι πολλοὶ σφάττουσιν ἑαυτοὺς καὶ κατακρημνίζουσιν; ὁ δ’ Οἰδίπους [De am. prol. 5b] ἤρασσ’ βλέφαρα· φοίνιαι δ’ ὁμοῦ γλῆναι γένει’ ἔτεγγον. [De am. prol. 5c] Ἡγησίας δὲ διαλεγόμενος πολλοὺς ἔπεισεν ἀποκαρτερῆσαι τῶν ἀκροωμένων [De am. prol. 5d] πολλαὶ μορφαὶ τῶν δαιμονίων. [De am. prol. 5e] ταῦτα δ’ ἐστὶν ὥσπερ ἐκεῖνα νοσήματα καὶ πάθη ψυχῆς τοῦ κατὰ φύσιν ἐξιστάντα τὸν ἄνθρωπον, ὡς αὐτοὶ καταμαρτυροῦσιν ἑαυτῶν· ἂν γὰρ ὗς τεκοῦσα δελφάκιον ἢ κύων διασπαράξῃ σκυλάκιον, ἀθυμοῦσι καὶ ταράττονται, καὶ θεοῖς ἀποτρόπαια θύουσι καὶ τέρας νομίζουσιν, ὡς πᾶσι κατὰ φύσιν στέργειν τὰ τικτόμενα καὶ τρέφειν οὐκ ἀναιρεῖν προσῆκον. μὴν ἀλλ’ ὥσπερ ἐν τοῖς μετάλλοις πολλῇ συμπεφυρμένον γῇ καὶ κατακεχωσμένον ὅμως διαστίλβει τὸ χρυσίον, οὕτως ἡ φύσις ἐν αὐτοῖς τοῖς ἡμαρτημένοις ἤθεσι καὶ πάθεσιν ἐκφαίνει τὸ πρὸς τὰ ἔκγονα φιλόστοργον. οἱ μὲν γὰρ πένητες οὐ τρέφουσι τέκνα, φοβούμενοι μὴ χεῖρον ἢ προσήκει τραφέντα δουλοπρεπῆ καὶ ἀπαίδευτα καὶ τῶν καλῶν πάντων ἐνδεᾶ γένηται· τὴν γὰρ πενίαν ἔσχατον ἡγούμενοι κακὸν οὐχ ὑπομένουσι μεταδοῦναι τέκνοις ὥσπερ τινὸς χαλεποῦ καὶ μεγάλου νοσήματος. ## Εἰ αὐτάρκης ἡ κακία πρὸς κακοδαιμονίαν [An vit. 1] … ὑπομένει πεπραμένον τὸ σῶμα τῆς φερνῆς ἔχων [An vit. 1b] ὡς Εὐριπίδης φησίν, βραχέα δεδήλωται καὶ ἀβέβαια τῷ δ’ οὐ πολλῆς διὰ τέφρας, ἀλλὰ πυρκαϊᾶς τινος βασιλικῆς πορευομένῳ καὶ περιφλεγομένῳ, ἄσθματος καὶ φόβου μεστῷ καὶ ἱδρῶτος διαποντίου, πλοῦτόν τινα προσθεῖσα Ταντάλειον ἀπολαῦσαι δι’ ἀσχολίαν οὐ δυναμένῳ. ὁ μὲν γὰρ Σικυώνιος ἐκεῖνος ἱπποτρόφος εὖ φρονῶν ἔδωκε τῷ βασιλεῖ τῶν Ἀχαιῶν θήλειαν ἵππον δρομάδα δῶρον, [An vit. 1c] ἵνα μὴ οἱ ἕποιθ’ ὑπὸ Ἴλιον ἠνεμόεσσαν ἀλλ’ αὐτοῦ τέρποιτο μένων [An vit. 1d] εἰς βαθεῖαν εὐπορίαν καὶ σχολὴν ἄλυπον ἀνακλίνας ἑαυτόν· οἱ δὲ νῦν ἄλυποι καὶ πρακτικοὶ δοκοῦντες εἶναι, μηδενὸς καλοῦντος ὠθοῦνται δι’ αὑτῶν ἐπὶ τράχηλον εἰς αὐλὰς καὶ προπομπὰς καὶ θυραυλίας ἐπιπόνους, ἵν’ ἵππου τινὸς ἢ πόρπης ἢ τοιαύτης τινὸς εὐημερίας τύχωσι. [An vit. 1e] τοῦ δὲ καὶ ἀμφιδρυφὴς ἄλοχος Φυλάκῃ ἐλέλειπτο, καὶ δόμος ἡμιτελής· [An vit. 1f] σύρεται δὲ καὶ πλανᾶται τριβόμενος ἔν τισιν ἐλπίσιν καὶ προπηλακιζόμενος· ἂν δὲ καὶ τύχῃ τινὸς ὧν ποθεῖ, περιενεχθεὶς καὶ σκοτοδινιάσας πρὸς τὸν τῆς τύχης πεταυρισμὸν ἀπόβασιν ζητεῖ καὶ μακαρίζει τοὺς ἀδόξους καὶ ἀσφαλῶς ζῶντας οἱ δ’ ἐκεῖνον πάλιν ἄνω βλέποντες ὑπὲρ αὑτοὺς φερόμενον. [An vit. 2] παντοίως; ἡ κακία διατίθησι πάντας ἀνθρώπους, αὐτοτελής τις οὖσα τῆς κακοδαιμονίας δημιουργός· οὔτε γὰρ ὀργάνων οὔτε ὑπηρετῶν ἔχει χρείαν. ἄλλοι δὲ τύραννοι σπουδάζοντες οὓς ἂν κολάζωσιν ἀθλίους ποιεῖν δημίους τρέφουσι καὶ βασανιστάς, ἢ καυτήρια καὶ σφῆνας ἐπιμηχανῶνται, ἀλόγου ψυχῇ ἡ δὲ κακία δίχα πάσης παρασκευῆς τῇ ψυχῇ συνελθοῦσα συνέτριψε καὶ κατέβαλε, λύπης ἐνέπλησε θρήνων βαρυθυμίας μεταμελείας τὸν ἄνθρωπον. τεκμήριον δέ· τεμνόμενοι πολλοὶ σιωπῶσι καὶ μαστιγούμενοι καρτεροῦσι, καὶ σφηνούμενοι ὑπὸ δεσποτῶν ἢ τυράννων φωνὴν οὐκ ἀφῆκαν, ὅταν ἡ ψυχὴ μύσασα τῷ λόγῳ τὸν πόνον ὥσπερ χειρὶ πιέσῃ καὶ κατάσχῃ· θυμῷ δ’ οὐκ ἂν ἐπιτάξειας ἡσυχίαν οὐδὲ πένθει σιωπήν· οὔτε φοβούμενον στῆναι πείσειας, οὔτε δυσφοροῦντα μετανοίᾳ μὴ βοῆσαι μηδὲ τῶν τριχῶν λαβέσθαι ἢ τὸν μηρὸν κροῦσαι. οὕτω καὶ πυρός ἐστιν ἡ κακία καὶ σιδήρου βιαιοτέρα. [An vit. 3] αἱ πόλεις δήπουθεν, ὅταν ἔκδοσιν ναῶν ἢ κολοσσῶν προγράφωσιν, ἀκροῶνται τῶν τεχνιτῶν ἁμιλλωμένων περὶ τῆς ἐργολαβίας καὶ λόγους καὶ παραδείγματα κομιζόντων εἶθ’ αἱροῦνται τὸν ἀπ’ ἐλάττονος δαπάνης ταὐτὸ ποιοῦντα καὶ βέλτιον καὶ τάχιον. φέρε δὴ καὶ ἡμᾶς ἔκδοσίν τινα βίου καὶ ἀνθρώπου κακοδαίμονος προκηρύσσειν, εἶτα προσιέναι τῇ ἐργολαβίᾳ τὴν Τύχην καὶ τὴν Κακίαν διαφερομένας· τὴν μὲν ὀργάνων τε παντοδαπῶν κατάπλεων καὶ παρασκευῆς πολυτελοῦς εἰς ἀπεργασίαν κακοδαίμονος ζωῆς καὶ οἰκτρᾶς, λῃστήρια τινα καὶ πολέμους καὶ τυράννων μιαιφονίας καὶ χειμῶνας ἐκ θαλάττης καὶ κεραυνὸν ἐξ ἀέρος ἐφελκομένην καὶ κώνεια τρίβουσαν καὶ ξίφη φέρουσαν καὶ συκοφάντας ξενολογοῦσαν καὶ πυρετοὺς ἐξάπτουσαν καὶ πέδας περικρούουσαν καὶ περιοικοδομοῦσαν εἱρκτάς· καίτοι τούτων τὰ πλεῖστα τῆς Κακίας μᾶλλον ἢ τῆς Τύχης ἐστίν ἀλλὰ πάντ’ ἔστω τῆς Τύχης. ἡ δὲ Κακία παρεστῶσα γυμνὴ καὶ μηδενὸς δεομένη τῶν ἔξωθεν ἐπὶ τὸν ἄνθρωπον ἐρωτάτω καὶ τὴν Τύχην, πῶς ποιήσει κακοδαίμονα καὶ ἄθυμον τὸν ἄνθρωπον. [An vit. 3b] τύχη, πενίαν ἀπειλεῖς; καταγελᾷ σου Μητροκλῆς, ὃς χειμῶνος ἐν τοῖς προβάτοις καθεύδων καὶ θέρους ἐν τοῖς προπυλαίοις τῶν ἱερῶν τὸν ἐν Βαβυλῶνι χειμάζοντα καὶ περὶ Μηδίαν θερίζοντα Περσῶν βασιλέα περὶ εὐδαιμονίας εἰς ἀγῶνα προυκαλεῖτο. δουλείαν καὶ δεσμὰ καὶ πρᾶσιν ἐπάγεις; καταφρονεῖ σου Διογένης, ὃς ὑπὸ τῶν λῃστῶν πωλούμενος ἐκήρυττε τίς ὠνήσασθαι βούλεται κύριον; κύλικα φαρμάκου ταράττεις; οὐχὶ καὶ Σωκράτει ταύτην προύπιες, ὁ δ’ ἵλεως καὶ πρᾶος, οὐ τρέσας οὐδὲ διαφθείρας οὔτε χρώματος οὐδὲν οὔτε σχήματος μάλ’ εὐκόλως ἐξέπιεν; ἀποθνῄσκοντα δ’ αὐτὸν ἐμακάριζον οἱ ζῶντες, ὡς οὐδ’ ἐν Ἅιδου θείας ἄνευ μοίρας ἐσόμενον. καὶ μὴν τὸ πῦρ σου Δέκιος ὁ Ῥωμαίων στρατηγὸς προέλαβεν, ὅτε τῶν στρατοπέδων ἐν μέσῳ πυρὰν νήσας τῷ Κρόνῳ κατ’ εὐχὴν αὐτὸς ἑαυτὸν ἐκαλλιέρησεν ὑπὲρ τῆς ἡγεμονίας. Ἰνδῶν δὲ φίλανδροι καὶ σώφρονες γυναῖκες ὑπὲρ τοῦ πυρὸς ἐρίζουσι καὶ μάχονται πρὸς ἀλλήλας, τὴν δὲ νικήσασαν τεθνηκότι τῷ ἀνδρὶ συγκαταφλεγῆναι μακαρίαν ᾄδουσιν αἱ λοιπαί. τῶν δ’ ἐκεῖ σοφῶν οὐδεὶς ζηλωτὸς οὐδὲ μακαριστός ἐστιν, ἂν μὴ ζῶν ἔτι καὶ φρονῶν καὶ ὑγιαίνων τοῦ σώματος τὴν ψυχὴν πυρὶ διαστήσῃ, καὶ καθαρὸς ἐκβῇ τῆς σαρκὸς ἐκνιψάμενος τὸ θνητόν. ἀλλ’ ἐξ οὐσίας λαμπρᾶς καὶ οἴκου καὶ τραπέζης καὶ πολυτελείας εἰς τρίβωνα καὶ πήραν καὶ προσαίτησιν ἐφημέρου τροφῆς κατάξεις; ταῦτ’ εὐδαιμονίας ἀρχαὶ Διογένει, ταῦτ’ ἐλευθερίας Κράτητι καὶ δόξης. ἀλλ’ εἰς σταυρὸν καθηλώσεις ἢ σκόλοπι πήξεις; καὶ τί Θεοδώρῳ μέλει, πότερον ὑπὲρ γῆς ἢ ὑπὸ γῆς σήπεται; Σκυθῶν εὐδαίμονες ταφαὶ αὗται· Ὑρκανῶν δὲ κύνες Βακτριανῶν δ’ ὄρνιθες νεκροὺς ἐσθίουσι κατὰ νόμους, ὅταν μακαρίου τέλους τυγχάνωσιν. [An vit. 4] τίνας οὖν ταῦτα κακοδαίμονας ποιεῖ; τοὺς ἀνάνδρους καὶ ἀλογίστους, τοὺς ἀτρίπτους καὶ ἀγυμνάστους, τοὺς ἐκ νηπίων ἃς ἔχουσι δόξας φυλάττοντας. οὐκοῦν οὐκ ἔστιν ἡ Τύχη κακοδαιμονίας τελεσιουργός, ἂν μὴ κακίαν ἔχῃ συνεργοῦσαν. ὡς γὰρ ἡ κρόκη τὸ ὀστέον πρίει τέφρᾳ καὶ ὄξει διάβροχον γενόμενον, καὶ τὸν ἐλέφαντα τῷ ζύθει μαλακὸν γενόμενον καὶ χαλῶντα κάμπτουσι καὶ διασχηματίζουσιν, ἄλλως δ’ οὐ δύνανται· οὕτως ἡ τύχη τὸ πεπονθὸς ἐξ αὑτοῦ καὶ μαλακὸν ὑπὸ κακίας προσπεσοῦσα κοιλαίνει καὶ τιτρώσκει. καὶ καθάπερ ὁ παρθικὸς ὀπὸς τῶν ἄλλων οὐδενὶ βλαβερὸς ὢν οὐδὲ λυπῶν ἁπτομένους καὶ περιφέροντας, ἐὰν τετρωμένοις ἐπεισενεχθῇ μόνον, εὐθὺς ἀπόλλυσι τῷ προσπεπονθότι καὶ τὴν ἀπορροὴν δεχομένῳ· ὑπὸ τῆς τύχης συντριβήσεσθαι μέλλοντα ἴδιον ἕλκος ἐν ἑαυτῷ καὶ κακὸν ἔχειν σαρκός, ὅκως τὰ προσπίπτοντα ἔξωθεν ὀδυρτὰ ποιήσῃ. [An vit. 5] ἆρ’ οὖν ἡ κακία τοιοῦτον ὥστε τῆς τύχης δεῖσθαι πρὸς κακοδαιμονίας ἀπεργασίαν; πόθεν; οὐ τραχὺ καὶ δυσχείμερον ἐπαίρεται πέλαγος, οὐ λῃστῶν ἐνοδίοις διαζώννυσιν ἐνέδραις ἐρήμους ὑπωρείας, οὐ νέφη χαλαζοβόλα πεδίοις περιρρήγνυσι καρποφόροις, οὐ Μέλητον οὐδ’ Ἄνυτον οὐδὲ Καλλίξενον ἐπείγει συκοφάντην, οὐκ ἀφαιρεῖται πλοῦτον, οὐκ ἀπείργει στρατηγίας, ἵνα ποιήσῃ κακοδαίμονας· ἀλλὰ ποιεῖ πλουτοῦντας, εὐφοροῦντας, κληρονομοῦντας ἐν γῇ, διὰ θαλάττης ἐνδέδυκε, προσπέφυκεν, ἐκτήκουσα ταῖς ἐπιθυμίαις, διακάουσα τοῖς θυμοῖς, συντρίβουσα ταῖς δεισιδαιμονίαις, διασύρουσα τοῖς ὀφθαλμοῖς. ## Πότερον τὰ τῆς ψυχῆς ἢ τὰ τοῦ σώματος πάθη χείρονα [Anim. an corp. 1] Ὅμηρος μὲν ἐπιβλέψος τὰ θνητὰ τῶν ζῴων γένη καὶ πρὸς ἄλληλα συγκρίνας κατὰ τοὺς βίους καὶ τὰς διαιτήσεις, ἐξεφώνησεν ὡς οὐδέν ἐστιν [Anim. an corp. 1b] ὀιζυρώτερον ἀνδρός, πάντων ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει [Anim. an corp. 1c] πρωτεῖον οὐκ εὐτυχὲς εἰς κακῶν ὑπεροχὴν ἀποδιδοὺς τῷ ἀνθρώπῳ. ἡμεῖς δ’ ὥσπερ ἤδη νικῶντα κακοδαιμονίᾳ τὸν ἄνθρωπον καὶ τῶν ἄλλων ἀθλιώτατον ζῴων ἀνηγορευμένον, αὐτὸν αὑτῷ συγκρίνωμεν, εἰς ἰδίων κακῶν ἀγῶνα σῶμα καὶ ψυχὴν διαιροῦντες οὐκ ἀχρήστως ἀλλὰ καὶ πάνυ δεόντως, ἵνα μάθωμεν πότερον διὰ τὴν τύχην ἢ δι’ ἑαυτοὺς ἀθλιώτερον ζῶμεν. νόσος μὲν γὰρ ἐν σώματι φύεται διὰ φύσιν, κακία δὲ καὶ μοχθηρία περὶ ψυχὴν ἔργον ἐστὶ πρῶτον εἶτα πάθος αὐτῆς. οὐ μικρὸν δὲ πρὸς εὐθυμίαν ὄφελος, ἂν ἰάσιμον τὸ χεῖρον καὶ κουφότερον καὶ ἄσφυκτον. [Anim. an corp. 2] ἡ μὲν οὖν Αἰσώπειος ἀλώπηξ περὶ ποικιλίας δικαζομένη πρὸς τὴν πάρδαλιν, ὡς ἐκείνη τὸ σῶμα καὶ τὴν ἐπιφάνειαν εὐανθῆ καὶ κατάστικτον ἐπεδείξατο, τῇ δ’ ἦν τὸ ξανθὸν αὐχμηρὸν καὶ οὐχ ἡδὺ προσιδεῖν· [Anim. an corp. 2b] ἀλλ’ ἐμοῦ τοι τὸ ἐντός ἔφη σκοπῶν, ὦ δικαστά, ποικιλωτέραν με τῆσδ’ ὄψει δηλοῦσα τὴν περὶ τὸ ἦθος εὐτροπίαν ἐπὶ πολλὰ ταῖς χρείαις ἀμειβομένην. [Anim. an corp. 2c] λέγωμεν οὖν ἐν ἡμῖν, ὅτι πολλὰ μέν, ὦ ἄνθρωπε, σοὶ καὶ τὸ σῶμα νοσήματα καὶ πάθη φύσει τ’ ἀνίησιν ἐξ ἑαυτοῦ καὶ προσπίπτοντα δέχεται θύραθεν· ἂν δὲ σαυτὸν ἔνδοθεν ἀνοίξῃς, ποικίλον τι καὶ πολυπαθὲς κακῶν ταμιεῖον εὑρήσεις καὶ θησαύρισμα, ὥς φησι Δημόκριτος, οὐκ ἔξωθεν ἐπιρρεόντων, ἀλλ’ ὥσπερ ἐγγείους καὶ αὐτόχθονας πηγὰς ἐχόντων, ἃς ἀνίησιν ἡ κακία πολύχυτος καὶ δαψιλὴς; οὖσα τοῖς πάθεσιν. εἰ δὲ τὰ μὲν ἐν σαρκὶ νοσήματα σφυγμοῖς καὶ ὤχραις ἐρυθαινόμενα φωρᾶται, καὶ θερμότητες αὐτὰ καὶ πόνοι προπετεῖς ἐλέγχουσι, τὰ δ’ ἐν ψυχῇ λανθάνει τοὺς πολλοὺς κακὰ ὄντα, διὰ τοῦτ’ ἐστι κακίω, προσαφαιρούμενα τὴν ἐπ’ αὐτοῖς τοῦ πάσχοντος αἴσθησιν. τῶν μὲν γὰρ περὶ τὸ σῶμα νοσημάτων ἐρρωμένος ὁ λογισμὸς αἰσθάνεται· τοῖς δὲ τῆς ψυχῆς συννοσῶν αὐτὸς οὐκ ἔχει κρίσιν ἐν οἷς πάσχει, πάσχει γὰρ ᾧ κρίνει· καὶ δεῖ τῶν ψυχικῶν πρῶτον καὶ μέγιστον ἀριθμεῖν τὴν ἄνοιαν, δι’ ἧς ἀνήκεστος ἡ κακία τοῖς πολλοῖς συνοικεῖ καὶ συγκαταβιοῖ καὶ συναποθνῄσκει. ἀρχὴ γὰρ ἀπαλλαγῆς νόσου μὲν αἴσθησις εἰς χρείαν ἄγουσα τοῦ βοηθοῦντος τὸ πάσχον ὁ δ’ ἀπιστίᾳ τοῦ νοσεῖν οὐκ εἰδὼς ὧν δεῖται, κἂν παρῇ τὸ θεραπεῦον, ἀρνεῖται. καὶ γὰρ τῶν περὶ τὸ σῶμα νοσημάτων τὰ μετ’ ἀναισθησίας χείρονα, λήθαργοι κεφαλαλγίαι ἐπιληψίαι ἀποπληξίαι· αὐτοί τε πυρετοὶ συντείναντες εἰς παρακοπὴν τὸ φλεγμαῖνον καὶ τὴν αἴσθησιν ὥσπερ ἐν ὀργάνῳ διαταράξαντες [Anim. an corp. 2d] κινοῦσι χορδὰς τὰς ἀκινήτους φρενῶν. [Anim. an corp. 3] διὸ παῖδες ἰατρῶν βούλονται μὲν μὴ νοσεῖν τὸν ἄνθρωπον, νοσοῦντα δὲ μὴ ἀγνοεῖν ὅτι νοσεῖ· ὃ τοῖς ψυχικοῖς πάθεσι πᾶσι συμβέβηκεν. οὔτε γὰρ ἀφραίνοντες οὔτ’ ἀσελγαίνοντες οὔτ’ ἀδικοπραγοῦντες ἁμαρτάνειν δοκοῦσιν, ἀλλ’ ἔνιοι καὶ κατορθοῦν. πυρετὸν μὲν γὰρ οὐδεὶς ὑγίειαν ὠνόμασεν οὐδὲ φθίσιν εὐεξίαν οὐδὲ ποδάγραν ποδώκειαν οὐδ’ ὠχρίασιν ἐρύθημα, θυμὸν δὲ πολλοὶ καλοῦσιν ἀνδρείαν καὶ ἔρωτα φιλίαν καὶ φθόνον ἅμιλλαν καὶ δειλίαν ἀσφάλειαν. εἶθ’ οἱ μὲν καλοῦσι τοὺς ἰατρούς, αἰσθάνονται γὰρ ὧν δέονται πρὸς ἃ νοσοῦσιν οἱ δὲ φεύγουσι τοὺς φιλοσόφους, οἴονται γὰρ ἐπιτυγχάνειν ἐν οἷς διαμαρτάνουσιν. ἐπεὶ τούτῳ γε τῷ λόγῳ χρώμενοι λέγομεν, ὅτι κουφότερόν ἐστιν ὀφθαλμία μανίας καὶ ποδάγρα φρενίτιδος. ὁ μὲν γὰρ αἰσθάνεται καὶ καλεῖ τὸν ἰατρὸν κεκραγώς καὶ παρόντι τὴν ὄψιν ἀλεῖψαι παρέχει, τὴν φλέβα τεμεῖν, τὴν κεφαλὴν θεραπεῦσαι παραδίδωσιν τῆς δὲ μαινομένης Ἀγαύης ἀκούεις ὑπὸ τοῦ πάθους τὰ φίλτατ’ ἠγνοηκυίας, [Anim. an corp. 3b] ἄγομεν ἐξ ὄρεος ἕλικα νεότομον ἐπὶ μέλαθρα, μακάριον θήραμα. [Anim. an corp. 3c] Καὶ γὰρ ὁ μὲν τῷ σώματι νοσῶν εὐθὺς ἐνδοὺς καὶ καθεὶς εἰς τὸ κλινίδιον ἑαυτὸν ἡσυχίαν ἄγει θεραπευόμενος· ἂν δέ που μικρὸν ἐξᾴξῃ καὶ διασκιρτήσῃ τὸ σῶμα φλεγμονῆς προσπεσούσης, εἰπών τις τῶν παρακαθημένων πράως [Anim. an corp. 3d] μέν’, ὦ ταλαίπωρ’, ἀτρέμα σοῖς ἐν δεμνίοις [Anim. an corp. 3e] ἐπέστησε καὶ κατέσχεν. οἱ δ’ ἐν τοῖς ψυχικοῖς πάθεσιν ὄντες, τότε μάλιστα πράττουσι, τόθ’ ἥκιστα ἡσυχάζουσιν αἱ γὰρ ὁρμαὶ τῶν πράξεων ἀρχή, τὰ δὲ πάθη σφοδρότητες ὁρμῶν. διὸ τὴν ψυχὴν ἠρεμεῖν οὐκ ἐῶσιν, ἀλλ’ ὅτε μάλιστα δεῖται μονῆς καὶ σιωπῆς καὶ ὑποστολῆς ὁ ἄνθρωπος, τότ’ αὐτὸν εἰς ὕπαιθρον ἕλκουσι, τότ’ ἀποκαλύπτουσιν οἱ θυμοὶ αἱ φιλονεικίαι οἱ ἔρωτες αἱ λῦπαι, πολλὰ καὶ δρᾶν ἄνομα καὶ λαλεῖν ἀνάρμοστα τοῖς καιροῖς ἀναγκαζόμενον. [Anim. an corp. 4] ὥσπερ γὰρ ἐπισφαλέστερος χειμὼν τοῦ πλεῖν οὐκ ἐῶντος ὁ κωλύων καθορμίσασθαι· οὕτως οἱ κατὰ ψυχὴν χειμῶνες βαρύτεροι στείλασθαι τὸν ἄνθρωπον οὐκ ἐῶντες οὐδ’ ἐπιστῆσαι τεταραγμένον τὸν λογισμόν· ἀλλ’ ἀκυβέρνητος καὶ ἀνερμάτιστος ἐν ταραχῇ καὶ πλάνῃ δρόμοις ὀλεθρίοις καὶ παραφόροις διατραχηλιζόμενος εἴς τι ναυάγιον φοβερὸν ἐξέπεσε καὶ συνέτριψε τὸν ἑαυτοῦ βίον. ὥστε καὶ διὰ ταῦτα καὶ τούτοις χεῖρον νοσεῖν ταῖς ψυχαῖς ἢ τοῖς σώμασιν· τοῖς μὲν γὰρ πάσχειν μόνον τοῖς δὲ καὶ πάσχειν καὶ ποιεῖν κακῶς συμβέβηκε. [Anim. an corp. 4b] καὶ τί δεῖ τὰ πολλὰ λέγειν τῶν παθῶν, ὧν αὐτὸς ὁ καιρὸς ὑπόμνησίς ἐστιν; ὁρᾶτε τὸν πολὺν καὶ παμμιγῆ τοῦτον τὸν ἐνταῦθα συνηραγμένον καὶ κυκώμενον ὄχλον περὶ τὸ βῆμα καὶ τὴν ἀγοράν; οὐ θύσοντες οὗτοι συνεληλύθασι πατρίοις θεοῖς οὐδ’ ὁμογνίων μεθέξοντες ἱερῶν ἀλλήλοις, οὐκ Ἀσκραίῳ Διὶ Λυδίων καρπῶν ἀπαρχὰς φέροντες οὐδὲ Διονύσῳ βεβακχευμένον θύσθλον ἱεραῖς νυξὶ καὶ κοινοῖς ὀργιάσοντες κώμοις· ἀλλ’ ὥσπερ ἐτησίοις περιόδοις ἀκμὴ νοσήματος ἐκτραχύνασα τὴν Ἀσίαν ἐπὶ δίκας καὶ ἀγῶνας ἐμπροθέσμως ἥκουσαν ἐνταῦθα συμβάλλει· καὶ πλῆθος ὥσπερ ῥευμάτων ἀθρόων εἰς μίαν ἐμπέπτωκεν ἀγορὰν καὶ φλεγμαίνει καὶ συνέρρωγεν ὀλλύντων τε καὶ ὀλλυμένων ποίων ταῦτα πυρετῶν ἔργα ποίων δ’ ἠπιάλων; τίνες ἐνστάσεις ἢ παρεμπτώσεις ἢ δυσκρασία θερμῶν ἢ ὑπέρχυσις ὑγρῶν; ἂν ἑκάστην δίκην ὥσπερ ἄνθρωπον ἀνακρίνῃς πόθεν πέφυκε πόθεν ἥκει, τὴν μὲν θυμὸς αὐθάδης γεγέννηκε τὴν δὲ μανιώδης φιλονεικία τὴν δ’ ἄδικος ἐπιθυμία …. ## Περὶ ἀδολεσχίας [De garr. 1] δύσκολον μὲν ἀναλαμβάνει θεράπευμα καὶ χαλεπὸν ἡ φιλοσοφία τὴν ἀδολεσχίαν. τὸ γὰρ φάρμακον αὐτῆς, ὁ λόγος, ἀκουόντων ἐστίν· οἱ δ’ ἀδόλεσχοι οὐδενὸς ἀκούουσιν, ἀεὶ γὰρ λαλοῦσι. καὶ τοῦτ’ ἔχει πρῶτον κακὸν ἡ ἀσιγησία, τὴν ἀνηκοΐαν. κωφότης γὰρ αὐθαίρετός ἐστιν, ἀνθρώπων οἶμαι μεμφομένων τὴν φύσιν, ὅτι μίαν μὲν γλῶτταν δύο δ’ ὦτ’ ἔχουσιν. εἴπερ οὖν ὁ Εὐριπίδης καλῶς εἶπε πρὸς τὸν ἀσύνετον ἀκροατὴν [De garr. 1b] οὐκ ἂν δυναίμην μὴ στέγοντα πιμπλάναι, σοφοὺς ἐπαντλῶν ἀνδρὶ μὴ σοφῷ λόγους [De garr. 1c] δικαιότερον ἄν τις εἴποι πρὸς τὸν ἀδόλεσχον [De garr. 1d] οὐκ ἂν δυναίμην μὴ δεχόμενον πιμπλάναι, σοφοὺς ἐπαντλῶν ἀνδρὶ μὴ σοφῷ λόγους· [De garr. 1e] μᾶλλον δὲ περιαντλῶν λόγους ἀνθρώπῳ λαλοῦντι μὲν πρὸς τοὺς οὐκ ἀκούοντας, μὴ ἀκούοντι δὲ τῶν λαλούντων. καὶ γὰρ ἂν ἀκούσῃ τι βραχύ, τῆς ἀδολεσχίας ὥσπερ ἄμπωτιν λαβούσης, τοῦτο παραχρῆμα πολλαπλάσιον ἀνταποδίδωσι. [De garr. 1f] τὴν μὲν γὰρ ἐν Ὀλυμπίᾳ στοὰν ἀπὸ μιᾶς φωνῆς πολλὰς ἀντανακλάσεις ποιοῦσαν ἑπτάφωνον καλοῦσι· τῆς δ’ ἀδολεσχίας ἂν ἐλάχιστος ἅψηται λόγος, εὐθὺς ἀντιπεριηχεῖ [De garr. 1g] κινοῦσα χορδὰς τὰς ἀκινήτους φρενῶν. [De garr. 1h] μήποτε γὰρ αὐτοῖς οὐκ εἰς τὴν ψυχὴν ἀλλ’ εἰς τὴν γλῶτταν ἡ ἀκοὴ συντέτρηται. διὸ τοῖς μὲν ἄλλοις ἐμμένουσιν οἱ λόγοι, τῶν δ’ ἀδολέσχων διαρρέουσιν εἶθ’ ὥσπερ ἀγγεῖα κενοὶ φρενῶν ἤχου δὲ μεστοὶ περιίασιν. [De garr. 2] εἰ δ’ οὖν δοκεῖ πείρας μηδὲν ἐλλελεῖφθαι, εἴπωμεν πρὸς τὸν ἀδόλεσχον [De garr. 2b] ὦ παῖ, σιώπα πόλλ’ ἔχει σιγὴ καλά [De garr. 2c] δύο δὲ τὰ πρῶτα καὶ μέγιστα, τὸ ἀκοῦσαι καὶ ἀκουσθῆναι· ὧν οὐδ’ ἑτέρου τυχεῖν ἐγγίγνεται τοῖς ἀδολέσχοις, ἀλλὰ καὶ περὶ αὐτὴν τὴν ἐπιθυμίαν ἀποδυσπετοῦσι. τοῖς μὲν γὰρ ἄλλοις νοσήμασι τῆς ψυχῆς, οἷον φιλαργυρίᾳ φιλοδοξίᾳ φιληδονίᾳ, τὸ γοῦν τυγχάνειν ὧν ἐφίενται περίεστι· τοῖς δ’ ἀδολέσχοις τοῦτο συμβαίνει χαλεπώτατον, ἐπιθυμοῦντες γὰρ ἀκροατῶν οὐ τυγχάνουσιν, ἀλλὰ πᾶς φεύγει προτροπάδην κἂν ἐν ἡμικυκλίῳ τινὶ καθεζόμενοι, κἂν περιπατοῦντες ἐν ταὐτῷ θεάσωνται προσφοιτῶντα, ταχέως ἀνάζευξιν αὑτοῖς παρεγγυῶσι. καὶ καθάπερ ὅταν ἐν συλλόγῳ τινὶ σιωπὴ γένηται, τὸν Ἑρμῆν ἐπεισεληλυθέναι λέγουσιν, οὕτως ὅταν εἰς συμπόσιον ἢ συνέδριον γνωρίμων λάλος εἰσέλθῃ, πάντες ἀποσιωπῶσι μὴ βουλόμενοι λαβὴν παρασχεῖν ἂν δ’ αὐτὸς ἄρξηται διαίρειν τὸ στόμα [De garr. 2d] πρὸ χείματος ὥστ’ ἀνὰ ποντίαν ἄκραν βορέου πνέοντος [De garr. 2e] ὑφορώμενοι σάλον καὶ ναυτίαν ἐξανέστησαν. ὅθεν αὐτοῖς συμβαίνει μήτε παρὰ δεῖπνον συγκλιτῶν μήτε συσκήνων τυγχάνειν προθύμων, ὅταν ὁδοιπορῶσιν ἢ πλέωσιν, ἀλλ’ ἀναγκαστῶν· πρόσκειται γὰρ ἁπανταχοῦ, τῶν ἱματίων ἀντιλαμβανόμενος, τοῦ γενείου, τὴν πλευρὰν θυροκοπῶν τῇ χειρί [De garr. 2f] πόδες δὴ κεῖθι τιμιώτατοι [De garr. 2g] κατὰ τὸν Ἀρχίλοχον, καὶ νὴ Δία κατὰ τὸν σοφὸν Ἀριστοτέλην. καὶ γὰρ αὐτὸς ἐνοχλούμενος ὑπ’ ἀδολέσχου καὶ κοπτόμενος ἀτόποις τισὶ διηγήμασι, πολλάκις αὐτοῦ λέγοντος οὐ θαυμαστόν, Ἀριστότελες; οὐ τοῦτο φησί θαυμαστόν, ἀλλ’ εἴ τις πόδας ἔχων σὲ ὑπομένει ἑτέρῳ δέ τινι τοιούτῳ μετὰ πολλοὺς λόγους εἰπόντι κατηδολέσχηκά σου, φιλόσοφε· μὰ Δί’ εἶπεν οὐ γὰρ προσεῖχον καὶ γὰρ ἂν βιάσωνται λαλεῖν οἱ ἀδόλεσχοι, παρέδωκεν αὐτοῖς ἡ ψυχὴ τὰ ὦτα περιαντλεῖν ἔξωθεν, αὐτὴ δ’ ἐντὸς ἑτέρας τινὰς ἀναπτύσσει καὶ διέξεισι πρὸς αὑτὴν φροντίδας· ὅθεν οὔτε προσεχόντων οὔτε πιστευόντων ἀκροατῶν εὐποροῦσι. τῶν μὲν γὰρ πρὸς τὰς συνουσίας εὐκαταφόρων ἄγονον εἶναι τὸ σπέρμα λέγουσι, τῶν δ’ ἀδολέσχων ὁ λόγος ἀτελὴς καὶ ἄκαρπός ἐστι. [De garr. 3] καίτοι γ’ οὐδὲν οὕτως ἡ φύσις εὐερκῶς κεχαράκωκε τῶν ἐν ἡμῖν ὡς τὴν γλῶτταν, βαλομένη φρουρὰν πρὸ αὐτῆς τοὺς ὀδόντας, ἵν’, ἐὰν ἐντὸς κατατείνοντος ἡνία σιγαλόεντα τοῦ λογισμοῦ μὴ ὑπακούῃ μηδ’ ἀνειλῆται, δήγμασιν αὐτῆς κατέχωμεν τὴν ἀκρασίαν αἱμάττοντες. ἀχαλίνων γὰρ οὐ ταμιείων οὐδ’ οἰκημάτων ἀλλὰ “στομάτων τὸ τέλος δυστυχίαν” ὁ Εὐριπίδης φησίν. οἱ δ’ οἰκημάτων μὲν ἀθύρων καὶ βαλλαντίων ἀδέσμων μηδὲν ὄφελος οἰόμενοι τοῖς κεκτημένοις εἶναι, στόμασι δ’ ἀκλείστοις καὶ ἀθύροις ὥσπερ τὸ τοῦ Πόντου διὰ παντὸς ἔξω ῥέουσι χρώμενοι, πάντων ἀτιμότατον ἡγεῖσθαι τὸν λόγον ἐοίκασιν. ὅθεν οὐδὲ πίστιν ἔχουσιν ἧς πᾶς λόγος ἐφίεται· τὸ γὰρ οἰκεῖον αὐτοῦ τέλος τοῦτ’ ἐστί, πίστιν ἐνεργάσασθαι τοῖς ἀκούουσιν ἀπιστοῦνται δ’ οἱ λάλοι, κἂν ἀληθεύωσιν. ὥσπερ γὰρ ὁ πυρὸς εἰς ἀγγεῖον κατακλεισθεὶς. τῷ μὲν μέτρῳ πλείων εὑρίσκεται τῇ δὲ χρείᾳ μοχθηρότερος, οὕτω λόγος εἰς ἀδόλεσχον ἐμπεσὼν ἄνθρωπον πολὺ ποιεῖ τοῦ ψεύδους ἐπίμετρον, ᾧ διαφθείρει τὴν πίστιν. [De garr. 4] ἔτι τοίνυν τὸ μεθύειν πᾶς ἄνθρωπος αἰδήμων καὶ κόσμιος φυλάξαιτ’ ἄν· μανίᾳ γὰρ ὁμότοιχος μὲν ἡ ὀργὴ κατ’ ἐνίους ἡ δὲ μέθη σύνοικος· μᾶλλον δὲ μανία τῷ μὲν χρόνῳ ἥττων, τῇ δ’ αἰτίᾳ μείζων, ὅτι τὸ αὐθαίρετον αὐτῇ πρόσεστι. τῆς δὲ μέθης οὐθὲν οὕτω κατηγοροῦσιν ὡς τὸ περὶ τοὺς λόγους ἀκρατὲς καὶ ἀόριστον [De garr. 4b] οἶνος γάρ τ’ ἐφέηκε πολύφρονά περ μάλ’ ἀεῖσαι, καὶ θ’ ἁπαλὸν γελάσαι καί τ’ ὀρχήσασθαι ἀνῆκε. [De garr. 4c] καίτοι τὸ δεινότατον, ᾠδὴ καὶ γέλως καὶ ὄρχησις, οὐδὲν ἄχρι τούτων. [De garr. 4d] καί τι ἔπος προέηκεν, ὅπερ τ’ ἄρρητον ἄμεινον [De garr. 4e] τοῦτ’ ἤδη δεινὸν καὶ ἐπικίνδυνον καὶ μή ποτε τὸ ζητούμενον παρὰ τοῖς φιλοσόφοις λύων ὁ ποιητὴς οἰνώσεως καὶ μέθης διαφορὰν εἴρηκεν, οἰνώσεως μὲν ἄνεσιν μέθης δὲ φλυαρίαν. τὸ γὰρ ἐν τῇ καρδίᾳ τοῦ νήφοντος ἐπὶ τῆς γλώττης ἐστὶ τοῦ μεθύοντος, ὡς οἱ παροιμιαζόμενοι φασιν. ὅθεν ὁ μὲν Βίας ἔν τινι πότῳ σιωπῶν καὶ σκωπτόμενος εἰς ἀβελτερίαν ὑπό τινος ἀδολέσχου, καὶ τίς ἄν ἔφη δύναιτο μωρὸς ὢν ἐν οἴνῳ σιωπᾶν; Ἀθήνησι δέ τις ἑστιῶν πρέσβεις βασιλικοὺς ἐφιλοτιμήθη σπουδάζουσιν αὐτοῖς συναγαγεῖν εἰς ταὐτὸ τοὺς φιλοσόφους· χρωμένων δὲ τῶν ἄλλων κοινολογίᾳ καὶ τὰς συμβολὰς ἀποδιδόντων, τοῦ δὲ Ζήνωνος ἡσυχίαν ἄγοντος, φιλοφρονησάμενοι καὶ προπιόντες οἱ ξένοι περὶ σοῦ δὲ τί χρὴ λέγειν ἔφασαν ὦ Ζήνων τῷ βασιλεῖ; κἀκεῖνος ἄλλο μηθέν εἶπεν ἢ ὅτι πρεσβύτης ἐστὶν ἐν Ἀθήναις παρὰ πότον σιωπᾶν δυνάμενος. [De garr. 4f] οὕτω τι βαθὺ καὶ μυστηριῶδες ἡ σιγὴ καὶ νηφάλιον, ἡ δὲ μέθη λάλον· ἄνουν γὰρ καὶ ὀλιγόφρον, διὰ τοῦτο καὶ πολύφωνον. οἱ δὲ φιλόσοφοι καὶ ὁριζόμενοι τὴν μέθην λέγουσιν εἶναι λήρησιν πάροινον· οὕτως οὐ ψέγεται τὸ πίνειν, εἰ προσείη τῷ πίνειν τὸ σιωπᾶν· ἀλλ’ ἡ μωρολογία μέθην ποιεῖ τὴν οἴνωσιν. ὁ μὲν οὖν μεθύων ληρεῖ παρ’ οἶνον, ὁ δ’ ἀδόλεσχος πανταχοῦ ληρεῖ, ἐν ἀγορᾷ ἐν θεάτρῳ ἐν περιπάτῳ ἐν μέθῃ μεθ’ ἡμέραν νύκτωρ· ἔστι δὲ θεραπεύων τῆς νόσου βαρύτερος, συμπλέων τῆς ναυτίας ἀηδέστερος, ἐπαινῶν τοῦ ψέγοντος ἐπαχθέστερος. ἥδιόν γέ τοι πονηροῖς ὁμιλοῦσιν ἐπιδεξίοις ἢ χρηστοῖς ἀδολέσχαις. ὁ μὲν γὰρ Σοφοκλέους Νέστωρ τὸν Αἴαντα τραχυνόμενον τῷ λόγῳ πραΰνων ἠθικῶς τοῦτ’ εἴρηκεν [De garr. 4g] οὐ μέμφομαί σε· δρῶν γὰρ εὖ κακῶς λέγεις· [De garr. 4h] πρὸς δὲ τὸν ἀδολέσχην οὐχ οὕτως ἔχομεν, ἀλλὰ πᾶσαν ἔργου χάριν ἡ τῶν λόγων ἀκαιρία διαφθείρει καὶ ἀπόλλυσι. [De garr. 5] Λυσίας τινὶ δίκην ἔχοντι λόγον συγγράψας ἔδωκεν· ὁ δὲ πολλάκις ἀναγνοὺς ἧκε πρὸς τὸν Λυσίαν ἀθυμῶν καὶ λέγων τὸ μὲν πρῶτον αὐτῷ διεξιόντι θαυμαστὸν φανῆναι τὸν λόγον, αὖθις δὲ καὶ τρίτον ἀναλαμβάνοντι παντελῶς ἀμβλὺν καὶ ἄπρακτον· ὁ δὲ Λυσίας γελάσας τί οὖν εἶπεν οὐχ ἅπαξ μέλλεις λέγειν αὐτὸν ἐπὶ τῶν δικαστῶν; καὶ σκόπει τὴν Λυσίου πειθὼ καὶ χάριν· κἀκεῖνον γάρ [De garr. 5b] ἐγώ φαμὶ ἰοπλοκάμων Μοισᾶν εὖ λαχεῖν. [De garr. 5c] τῶν δὲ περὶ τοῦ ποιητοῦ λεγομένων ἀληθέστατόν ἐστιν, ὅτι μόνος Ὅμηρος τῆς τῶν ἀνθρώπων ἁψικορίας περιγέγονεν, ἀεὶ καινὸς ὢν καὶ πρὸς χάριν ἀκμάζων· ἀλλ’ ὅμως εἰπὼν καὶ ἀναφωνήσας ἐκεῖνο περὶ αὑτοῦ, τὸ [De garr. 5d] ἐχθρὸν δὲ μοί ἐστιν αὖτις ἀριζήλως εἰρημένα μυθολογεύειν [De garr. 5e] φεύγει καὶ φοβεῖται τὸν ἐφεδρεύοντα παντὶ λόγῳ κόρον, εἰς ἄλλα ἐξ ἄλλων διηγήματα τὴν ἀκοὴν ἄγων καὶ τῇ καινότητι τὴν πλησμονὴν αὐτῆς παραμυθούμενος. οἱ δ’ ἀποκναίουσι δήπου τὰ ὦτα ταῖς ταυτολογίαις ὥσπερ παλίμψηστα διαμολύνοντες. [De garr. 6] τοῦτο τοίνυν πρῶτον ὑπομιμνήσκωμεν αὐτούς, ὅτι, καθάπερ τὸν οἶνον ἡδονῆς ἕνεκα καὶ φιλοφροσύνης εὑρημένον οἱ προσβιαζόμενοι πολὺν πίνειν καὶ ἄκρατον ἐνίους εἰς ἀηδίαν καὶ παροινίαν τρέπουσιν, οὕτω τὸν λόγον ἥδιστον ὄντα καὶ φιλανθρωπότατον συμβόλαιον οἱ χρώμενοι κακῶς καὶ προχείρως ἀπάνθρωπον ποιοῦσι καὶ ἄμικτον, οἷς οἴονται χαρίζεσθαι λυποῦντες καὶ ἀφ’ ὧν θαυμάζεσθαι καταγελώμενοι καὶ δι’ ὧν φιλεῖσθαι δυσχεραινόμενοι. ὥσπερ οὖν ὁ τῷ κεστῷ τοὺς ὁμιλοῦντας ἀποστρέφων καὶ ἀπελαύνων ἀναφρόδιτος, οὕτως τῷ λόγῳ λυπῶν καὶ ἀπεχθανόμενος ἄμουσός τις καὶ ἄτεχνός ἐστι. [De garr. 7] τῶν δ’ ἄλλων παθῶν καὶ νοσημάτων τὰ μέν ἐστιν ἐπικίνδυνα τὰ δὲ μισητὰ τὰ δὲ καταγέλαστα, τῇ δ’ ἀδολεσχίᾳ πάντα συμβέβηκε. χλευάζονται μὲν γὰρ ἐν ταῖς κοιναῖς διηγήσεσι, μισοῦνται δὲ διὰ τὰς τῶν κακῶν προσαγγελίας, κινδυνεύουσι δὲ τῶν ἀπορρήτων μὴ κρατοῦντες, ὅθεν Ἀνάχαρσις ἑστιαθεὶς παρὰ Σόλωνι καὶ κοιμώμενος, ὤφθη τὴν μὲν ἀριστερὰν χεῖρα τοῖς μορίοις τὴν δὲ δεξιὰν τῷ στόματι προσκειμένην ἔχων· ἐγκρατεστέρου γὰρ ᾤετο χαλινοῦ δεῖσθαι τὴν γλῶτταν, ὀρθῶς οἰόμενος. οὐ γὰρ ἄν τις ἐξαριθμήσαιτο ῥᾳδίως ἄνδρας τοσούτους ἀφροδισίων ἀκρασίᾳ πεπτωκότας, ὅσας πόλεις καὶ ἡγεμονίας λόγος ἐξενεχθεὶς ἀπόρρητος ἀναστάτους ἐποίησε. [De garr. 7b] Σύλλας ἐπολιόρκει τὰς Ἀθήνας, οὐκ ἔχων σχολὴν ἐνδιατρῖψαι χρόνον πολὺν ἐπεὶ πόνος ἄλλος ἔπειγεν ἡρπακότος μὲν Ἀσίαν Μιθριδάτου τῶν δὲ περὶ Μάριον αὖθις ἐν Ῥώμῃ κρατούντων· ἀλλὰ πρεσβυτῶν τινων ἐπὶ κουρείου διαλεγομένων ὡς οὐ φυλάττεται τὸ Ἑπτάχαλκον καὶ κινδυνεύει τὸ ἄστυ κατ’ ἐκεῖνο ληφθῆναι τὸ μέρος, ἀκούσαντες οἱ κατάσκοποι πρὸς τὸν Σύλλαν ἐξήγγειλαν. ὁ δ’ εὐθὺς τὴν δύναμιν προσαγαγὼν περὶ μέσας νύκτας εἰσήγαγε τὸ στράτευμα, καὶ μικροῦ μὲν κατέσκαψε τὴν πόλιν ἐνέπλησε δὲ φόνου καὶ νεκρῶν, ὥστε τὸν Κεραμεικὸν αἵματι ῥυῆναι. χαλεπῶς δὲ πρὸς τοὺς Ἀθηναίους ἔσχε διὰ τοὺς λόγους μᾶλλον ἢ τὰ ἔργα· κακῶς γὰρ αὐτὸν ἔλεγον καὶ τὴν Μετέλλαν, ἀναπηδῶντες ἐπὶ τὰ τείχη καὶ σκώπτοντες [De garr. 7c] συκάμινον ἔσθ’ ὁ Σύλλας ἀλφίτῳ πεπασμένον,’ [De garr. 7d] καὶ τοιαῦτα πολλὰ φλυαροῦντες ἐπεσπάσαντο κουφοτάτου πράγματος λόγων ὥς φησιν ὁ Πλάτων βαρυτάτην ζημίαν τὴν δὲ Ῥωμαίων πόλιν ἐκώλυσεν ἐλευθέραν γενέσθαι, Νέρωνος ἀπαλλαγεῖσαν, ἑνὸς ἀνδρὸς ἀδολεσχία. [De garr. 7e] μία γὰρ ἦν νύξ, μεθ’ ἣν ἔδει τὸν τύραννον ἀπολωλέναι, παρεσκευασμένων ἁπάντων· ὁ δὲ μέλλων αὐτὸν ἀποκτιννύναι, πορευόμενος εἰς θέατρον ἰδών τινα τῶν δεδεμένων ἐπὶ θύραις μέλλοντα προσάγεσθαι τῷ Νέρωνι καὶ τὴν αὑτοῦ τύχην ἀποδυρόμενον, ἐγγὺς προσῆλθεν αὐτῷ καὶ προσψιθυρίσας εὔχου φησὶν ὦ ἄνθρωπε, τὴν σήμερον ἡμέραν παρελθεῖν μόνον, αὔριον δέ μοι εὐχαριστήσεις. ἁρπάσας οὖν τὸ αἰνιχθὲν ἐκεῖνος καὶ νοήσας, οἶμαι, ὅτι [De garr. 7f] νήπιος, ὃς τὰ ἕτοιμα λιπὼν ἀνέτοιμα διώκει [De garr. 7g] τὴν βεβαιοτέραν εἵλετο σωτηρίαν πρὸ τῆς δικαιοτέρας. ἐμήνυσε γὰρ τῷ Νέρωνι τὴν φωνὴν τἀνθρώπου· κἀκεῖνος εὐθὺς ἀνήρπαστο, καὶ βάσανοι καὶ πῦρ καὶ μάστιγες ἐπ’ αὐτόν, ἀρνούμενον πρὸς τὴν ἀνάγκην ἃ χωρὶς ἀνάγκης ἐμήνυσε. [De garr. 8] Ζήνων δ’ ὁ φιλόσοφος, ἵνα μηδ’ ἄκοντος αὐτοῦ πρόηταί τι τῶν ἀπορρήτων ἐκβιαζόμενον τὸ σῶμα ταῖς ἀνάγκαις, διαφαγὼν τὴν γλῶτταν προσέπτυσε τῷ τυράννῳ. καλὸν δὲ καὶ Λέαινα τῆς ἐγκρατείας ἔχει γέρας· ἑταίρα τῶν περὶ Ἁρμόδιον ἦν καὶ Ἀριστογείτονα καὶ τῆς ἐπὶ τοὺς τυράννους συνωμοσίας ἐκοινώνει ταῖς ἐλπίσιν ὡς γυνή· καὶ γὰρ αὕτη περὶ τὸν καλὸν ἐκεῖνον ἐβάκχευσε κρατῆρα τοῦ ἔρωτος, καὶ κατωργίαστο διὰ τοῦ θεοῦ τοῖς ἀπορρήτοις. ὡς οὖν ἐκεῖνοι πταίσαντες ἀνῃρέθησαν, ἀνακρινομένη καὶ κελευομένη φράσαι τοὺς ἔτι λανθάνοντας οὐκ ἔφρασεν, ἀλλ’ ἐνεκαρτέρησεν, ἐπιδείξασα τοὺς ἄνδρας οὐδὲν ἀνάξιον ἑαυτῶν παθόντας, εἰ τοιαύτην ἠγάπησαν. Ἀθηναῖοι δὲ χαλκῆν ποιησάμενοι, λέαιναν ἄγλωσσον ἐν πύλαις τῆς ἀκροπόλεως ἀνέθηκαν, τῷ μὲν θυμοειδεῖ τοῦ ζῴου τὸ ἀήττητον αὐτῆς τῷ δ’ ἀγλώσσῳ τὸ σιωπηρὸν καὶ μυστηριῶδες ἐμφαίνοντες οὐδεὶς γὰρ οὕτω λόγος ὠφέλησε ῥηθεὶς ὡς πολλοὶ σιωπηθέντες· [De garr. 8b] ἔστι γὰρ εἰπεῖν ποτε τὸ σιγηθέν, οὐ μὴν σιωπῆσαί γε τὸ λεχθέν, ἀλλ’ ἐκκέχυται καὶ διαπεφοίτηκεν. ὅθεν οἶμαι τοῦ μὲν λέγειν ἀνθρώπους τοῦ δὲ σιωπᾶν θεοὺς διδασκάλους ἔχομεν, ἐν τελεταῖς καὶ μυστηρίοις σιωπὴν παραλαμβάνοντες. ὁ δὲ ποιητὴς τὸν λογιώτατον Ὀδυσσέα σιωπηλότατον πεποίηκε, καὶ τὸν υἱὸν αὐτοῦ καὶ τὴν γυναῖκα καὶ τὴν τροφόν· ἀκούεις γὰρ λεγούσης [De garr. 8c] ἕξω δ’ ἠύτε περ κρατερὴ δρῦς ἠὲ σίδηρος [De garr. 8d] αὐτὸς δὲ τῇ Πηνελόπῃ παρακαθήμενος θυμῷ μὲν γοόωσαν ἑὴν ἐλέαιρε γυναῖκα, ὀφθαλμοὶ δ’ ὡς εἰ κέρα ἕστασαν ἠὲ σίδηρος, ἀτρέμας ἐν βλεφάροισιν. [De garr. 8e] οὕτω τὸ σῶμα μεστὸν ἦν αὐτῷ πανταχόθεν ἐγκρατείας, καὶ πάντ’ ἔχων ὁ λόγος εὐπειθῆ καὶ ὑποχείρια προσέταττε τοῖς ὄμμασι μὴ δακρύειν, τῇ γλώττῃ μὴ φθέγγεσθαι, τῇ καρδίᾳ μὴ τρέμειν μηδ’ ὑλακτεῖν. [De garr. 8f] τῷ δ’ αὖτ’ ἐν πείσῃ κραδίη μένε τετληυῖα [De garr. 8g] μέχρι τῶν ἀλόγων κινημάτων διήκοντος τοῦ λογισμοῦ καὶ τὸ πνεῦμα καὶ τὸ αἷμα πεποιημένου κατήκοον ἑαυτῷ καὶ χειρόηθες. τοιοῦτοι δὲ καὶ οἱ πολλοὶ τῶν ἑταίρων· τὸ γὰρ ἑλκομένους καὶ προσουδιζομένους ὑπὸ τοῦ Κύκλωπος μὴ κατειπεῖν τοῦ Ὀδυσσέως μηδὲ δεῖξαι τὸ πεπυρακτωμένον ἐκεῖνο καὶ παρεσκευασμένον ὄργανον ἐπὶ τὸν ὀφθαλμόν, ἀλλ’ ὠμοὺς ἐσθίεσθαι μᾶλλον ἢ φράσαι τι τῶν ἀπορρήτων, ὑπερβολὴν ἐγκρατείας καὶ πίστεως οὐκ ἀπολέλοιπεν. ὅθεν ὁ Πιττακὸς οὐ κακῶς, τοῦ Αἰγυπτίων βασιλέως πέμψαντος ἱερεῖον αὐτῷ καὶ κελεύσαντος τὸ κάλλιστον καὶ χείριστον ἐξελεῖν κρέας, ἐξέπεμψεν ἐξελὼν τὴν γλῶτταν ὡς ὄργανον μὲν ἀγαθῶν ὄργανον δὲ κακῶν. τῶν μεγίστων οὖσαν. [De garr. 9] ἡ δ’ Εὐριπίδειος Ἰνὼ παρρησίαν ἄγουσα περὶ αὑτῆς εἰδέναι φησὶ [De garr. 9b] σιγᾶν θ’ ὅπου δεῖ καὶ λέγειν ἵν’ ἀσφαλές. [De garr. 9c] οἱ γὰρ εὐγενοῦς καὶ βασιλικῆς τῷ ὄντι παιδείας τυχόντες πρῶτον σιγᾶν εἶτα λαλεῖν μανθάνουσιν. Ἀντίγονος γοῦν ὁ βασιλεὺς ἐκεῖνος, ἐρωτήσαντος αὐτὸν τοῦ υἱοῦ πηνίκα μέλλουσιν ἀναζευγνύειν, τί δέδοικας; εἶπε μὴ μόνος οὐκ ἀκούσῃς τῆς σάλπιγγος; οὐκ ἄρα φωνὴν ἐπίστευεν ἀπόρρητον ᾧ τὴν βασιλείαν ἀπολείπειν ἔμελλεν; ἐδίδασκε μὲν οὖν αὐτὸν ἐγκρατῶς ἔχειν πρὸς τὰ τοιαῦτα καὶ πεφυλαγμένως. Μέτελλος δ’ ὁ γέρων ἕτερόν τι τοιοῦτον ἐπερωτώμενος ἐπὶ στρατείας εἰ φησὶν ᾤμην τὸν χιτῶνά μοι συνειδέναι τοῦτο τἀπόρρητον, ἀποδυσάμενος ἂν αὐτὸν ἐπὶ τὸ πῦρ ἔθηκα Εὐμένης δ’ ἀκούσας ἐπέρχεσθαι Κρατερὸν οὐδενὶ τῶν φίλων ἔφρασεν, ἀλλ’ ἐψεύσατο Νεοπτόλεμον εἶναι· τούτου γὰρ οἱ στρατιῶται κατεφρόνουν, ἐκείνου δὲ καὶ τὴν δόξαν ἐθαύμαζον καὶ τὴν ἀρετὴν ἠγάπων. ἔγνω δ’ οὐδεὶς ἄλλος, ἀλλὰ συμβαλόντες ἐκράτησαν καὶ ἀπέκτειναν αὐτὸν ἀγνοοῦντες καὶ νεκρὸν ἐπέγνωσαν. οὕτως ἐστρατήγησεν ἡ σιωπὴ τὸν ἀγῶνα καὶ τηλικοῦτον ἀνταγωνιστὴν ἀπέκρυψεν· ὥστ’ αὐτὸν τοὺς φίλους μὴ προειπόντα θαυμάζειν μᾶλλον ἢ μέμφεσθαι· κἂν μέμφηται δέ τις, ἐγκαλεῖσθαι βέλτιόν ἐστι σωθέντα δι’ ἀπιστίαν ἢ κατηγορεῖν ἀπολλύμενον διὰ τὸ πιστεῦσαι. [De garr. 10] τίς δ’ ὅλως ἑαυτῷ παρρησίαν ἀπολέλοιπε κατὰ τοῦ μὴ σιωπήσαντος; εἰ γὰρ ἀγνοεῖσθαι τὸν λόγον ἔδει, κακῶς ἐλέχθη πρὸς ἄλλον· εἰ δ’ ἀφεὶς ἐκ σεαυτοῦ κατέχεις ἐν ἑτέρῳ τἀπόρρητον, εἰς ἀλλοτρίαν πίστιν καταπέφευγας τὴν σεαυτοῦ προέμενος. κἂν μὲν ἐκεῖνος ὅμοιός σοι γένηται, δικαίως ἀπόλωλας· ἂν δὲ βελτίων, σῴζῃ παραλόγως ἕτερον εὑρὼν ὑπὲρ σεαυτὸν πιστότερον. ἀλλὰ φίλος οὗτος ἐμοί. τούτῳ δ’ ἕτερός τις, ᾧ πιστεύσει καὶ οὗτος ὡς ἐγὼ τούτῳ· κἀκεῖνος ἄλλῳ πάλιν· εἶθ’ οὕτως ἐπιγονὴν λαμβάνει καὶ πολλαπλασιασμόν, εἰρομένης τῆς ἀκρασίας, ὁ λόγος. ὡς γὰρ ἡ μονὰς οὐκ ἐκβαίνει τὸν ἑαυτῆς ὅρον ἀλλ’ ἅπαξ τὸ ἓν μένει, διὸ κέκληται μονάς· ἡ δὲ δυὰς ἀρχὴ διαφορᾶς ἀόριστος· εὐθὺς γὰρ ἑαυτὴν ἐξίστησι τῷ διπλασιασμῷ εἰς τὸ πλῆθος τρεπομένη· οὕτω λόγος ἐν τῷ πρώτῳ καταμένων ἀπόρρητος ὡς ἀληθῶς ἐστιν· ἂν δ’ εἰς ἕτερον ἐκβῇ φήμης ἔσχε τάξιν. ἔπεα γάρ πτερόεντα φησὶν ὁ ποιητής οὔτε γὰρ πτηνὸν ἐκ τῶν χειρῶν ἀφέντα ῥᾴδιόν ἐστιν αὖθις κατασχεῖν, οὔτε λόγον ἐκ τοῦ στόματος προέμενον κρατῆσαι καὶ συλλαβεῖν δυνατόν, ἀλλὰ φέρεται [De garr. 10b] λαιψηρὰ κυκλώσας πτερά [De garr. 10c] δι’ ἄλλων ἐπ’ ἄλλους σκιδνάμενος. νεὼς μὲν γὰρ ἁρπαγείσης ὑπὸ πνεύματος ἐπιλαμβάνονται, σπείραις καὶ ἀγκύραις τὸ τάχος ἀμβλύνοντες· τοῦ λόγου δ’ ὥσπερ ἐκ λιμένων ἐκδραμόντος οὐκ ἔστιν ὅρμος οὐδ’ ἀγκυροβόλιον, ἀλλὰ ψόφῳ πολλῷ καὶ ἤχῳ φερόμενος προσέρρηξε καὶ κατέδυσεν εἰς μέγαν τινὰ καὶ δεινὸν τὸν φθεγξάμενον κίνδυνον. [De garr. 10d] μικροῦ γὰρ ἐκ λαμπτῆρος Ἰδαῖον λέπας πρήσειεν ἄν τις· καὶ πρὸς ἄνδρ’ εἰπὼν ἕνα, πύθοιντ’ ἂν ἀστοὶ πάντες. [De garr. 11] ἡ Ῥωμαίων σύγκλητος ἀπόρρητόν τινα βουλὴν ἐβουλεύετο καθ’ αὑτὴν ἐπὶ πολλὰς ἡμέρας· ἀσάφειαν δὲ πολλὴν καὶ ὑπόνοιαν ἔχοντος τοῦ πράγματος, γυνὴ τἄλλα σώφρων, γυνὴ δέ, προσέκειτο τῷ ἑαυτῆς ἀνδρί, λιπαρῶς δεομένη πυθέσθαι τἀπόρρητον· ὅρκοι δὲ καὶ κατάραι περὶ σιωπῆς ἐγίγνοντο καὶ δάκρυα ποτνιωμένης αὐτῆς, ὡς πίστιν οὐκ ἐχούσης. ὁ δὲ Ῥωμαῖος ἐξελέγξαι βουλόμενος αὐτῆς τὴν ἀβελτερίαν νικᾷς, ὦ γύναι εἶπεν ἀλλ’ ἄκουε φοβερὸν πρᾶγμα καὶ τεράστιον· προσήγγελται γὰρ ἡμῖν ὑπὸ τῶν ἱερέων κόρυδον ὦφθαι πετόμενον κράνος ἔχοντα χρυσοῦν καὶ δόρυ· σκεπτόμεθα δὴ τὸ τέρας εἴτε χρηστὸν εἴτε φαῦλόν ἐστι, καὶ συνδιαποροῦμεν τοῖς μάντεσιν· ἀλλὰ σιώπα ταῦτ’ εἰπὼν ᾤχετ’ εἰς τὴν ἀγοράν· ἡ δὲ τῶν θεραπαινίδων εὐθὺς ἐφελκυσαμένη τὴν πρώτην εἰσελθοῦσαν, ἔπαιε τὸ στῆθος αὑτῆς καὶ τὰς τρίχας ἐσπάραττεν οἴμοι λέγουσα τἀνδρὸς καὶ τῆς πατρίδος· τί πεισόμεθα; βουλομένη καὶ διδάσκουσα τὴν θεράπαιναν εἰπεῖν τί γὰρ γέγονεν; ὡς δ’ οὖν πυθομένης διηγήσατο καὶ προσέθηκε τὸν κοινὸν ἁπάσης ἀδολεσχίας ἐπῳδόν, τὸ ταῦτα μηδενὶ φράσῃς ἀλλὰ σιώπα, οὐ φθάνει τὸ θεραπαινίδιον ἀποχωρῆσαν αὐτῆς, καὶ τῶν ὁμοδούλων εὐθὺς ἣν μάλιστ’ εἶδε σχολάζουσαν ἐμβάλλει τὸν λόγον· ἐκείνη δὲ τῷ ἐραστῇ παραγενομένῳ πρὸς αὐτὴν ἔφρασεν. οὕτω δ’ εἰς ἀγορὰν τοῦ διηγήματος ἐκκυλισθέντος ὥστε προλαβεῖν τὸν πλασάμενον τὴν φήμην, ἀπαντήσας τις αὐτῷ τῶν γνωρίμων ἀρτίως εἶπεν οἴκοθεν εἰς ἀγορὰν καταβαίνεις; ἀρτίως ἔφη ἐκεῖνος. οὐκοῦν οὐδὲν ἀκήκοας; γέγονε γάρ τι καινόν; ἀλλὰ κόρυδος ὦπται πετόμενος κράνος ἔχων χρυσοῦν καὶ δόρυ, καὶ μέλλουσι περὶ τούτου σύγκλητον ἔχειν οἱ ἄρχοντες. κἀκεῖνος γελάσας φεῦ τοῦ τάχους εἶπεν ὦ γύναι, τὸ καὶ φθάσαι με τὸν λόγον εἰς ἀγορὰν προελθόντα τούς μὲν οὖν ἄρχοντας ἐντυχὼν ἀπήλλαξε τῆς ταραχῆς τὴν δὲ γυναῖκα τιμωρούμενος, ὡς οἴκαδ’ εἰσῆλθεν, ἀπώλεσάς μ’ εἶπεν ὦ γύναι· τὸ γὰρ ἀπόρρητον ἐκ τῆς ἐμῆς οἰκίας πεφώραται δεδημοσιωμένον· ὥστε μοι φευκτέον ἐστὶ τὴν πατρίδα διὰ τὴν σὴν ἀκρασίαν. τρεπομένης δὲ πρὸς ἄρνησιν αὐτῆς καὶ λεγούσης οὐ γὰρ ταῦτα μετὰ τριακοσίων ἤκουσας; ποίων ἔφη τριακοσίων; σοῦ βιασαμένης, ἐπλασάμην ἀποπειρώμενος. οὗτος μὲν οὖν ἀσφαλῶς πάνυ καὶ μετ’ εὐλαβείας, ὥσπερ εἰς ἀγγεῖον σαθρὸν οὐκ οἶνον οὐκ ἔλαιον ἀλλ’ ὕδωρ ἐγχέας, ἐπείρασε τὴν γυναῖκα. [De garr. 11b] Φούλβιος δ’ ὁ Καίσαρος ἑταῖρος τοῦ Σεβαστοῦ, γέροντος ἤδη γεγονότος ἀκούσας ὀδυρομένου τὴν περὶ τὸν οἶκον ἐρημίαν, καὶ ὅτι, τῶν μὲν δυεῖν αὐτῷ θυγατριδῶν ἀπολωλότων Ποστουμίου δ’ ὃς ἔτι λοιπός; ἐστιν ἐκ διαβολῆς τινος ἐν φυγῇ ὄντος, ἀναγκάζεται τὸν τῆς γυναικὸς υἱὸν ἐπεισάγειν τῇ διαδοχῇ τῆς ἡγεμονίας, καίπερ οἰκτίρων καὶ βουλευόμενος ἐκ τῆς ὑπερορίας ἀνακαλεῖσθαι τὸν θυγατριδοῦν· ταῦτ’ ὁ Φούλβιος ἀκούσας ἐξήνεγκε πρὸς τὴν γυναῖκα, πρὸς δὲ Λιβίαν ἐκείνη, Λιβία δὲ καθήψατο πικρῶς Καίσαρος, εἰ πάλαι ταῦτ’ ἐγνωκὼς οὐ μεταπέμπεται τὸν θυγατριδοῦν, ἀλλ’ εἰς ἔχθραν καὶ πόλεμον αὐτὴν τῷ διαδόχῳ τῆς ἀρχῆς καθίστησιν. ἐλθόντος οὖν ἕωθεν, ὡς εἰώθει, τοῦ Φουλβίου πρὸς αὐτὸν καὶ εἰπόντος χαῖρε, Καῖσαρ ὑγίαιν’ εἶπε Φούλβιε. κἀκεῖνος νοήσας ᾤχετ’ εὐθὺς ἀπιὼν οἴκαδε, καὶ τὴν γυναῖκα μεταπεμψάμενος ἔγνωκεν ἔφη Καῖσαρ, ὅτι τἀπόρρητον οὐκ ἐσιώπησα· καὶ διὰ τοῦτο μέλλω ἀναιρεῖν ἐμαυτόν· ἡ δὲ γυνὴ δικαίως εἶπεν ὅτι μοι τοσοῦτον συνοικῶν χρόνον οὐκ ἔγνως οὐδ’ ἐφυλάξω τὴν ἀκρασίαν· ἀλλ’ ἔασον ἐμὲ προτέραν καὶ λαβοῦσα τὸ ξίφος ἑαυτὴν προανεῖλε τἀνδρός. [De garr. 12] ὀρθῶς οὖν Φιλιππίδης ὁ κωμῳδιοποιὸς φιλοφρονουμένου τοῦ βασιλέως αὐτὸν Λυσιμάχου καὶ λέγοντος τίνος σοι μεταδῶ τῶν ἐμῶν; οὗ βούλει φησὶ βασιλεῦ, πλὴν τῶν ἀπορρήτων τῇ δ’ ἀδολεσχίᾳ καὶ ἡ περιεργία κακὸν οὐκ ἔλαττον πρόσεστι πολλὰ γὰρ ἀκούειν θέλουσιν, ἵνα πολλὰ λέγειν ἔχωσι· καὶ μάλιστα τοὺς ἀπορρήτους καὶ κεκρυμμένους τῶν λόγων περιιόντες ἐξιχνεύουσι καὶ ἀνερευνῶσιν, ὥσπερ ὕλην πυλαίαν τινὰ φορυτῶν τῇ φλυαρίᾳ παρατιθέμενοι, εἶθ’ ὥσπερ οἱ παῖδες τὸν κρύσταλλον οὔτε κατέχειν οὔτ’ ἀφιέναι θέλουσι· μᾶλλον δ’ ὥσπερ ἑρπετὰ τοὺς ἀπορρήτους λόγους ἐγκολπισάμενοι καὶ συλλαβόντες οὐ συγκρατοῦσιν ἀλλὰ διαβιβρώσκονται ὑπ’ αὐτῶν. τὰς μὲν γὰρ βελόνας φασὶ ῥήγνυσθαι τικτούσας καὶ τὰς ἐχίδνας, οἱ δ’ ἀπόρρητοι λόγοι τοὺς μὴ στέγοντας ἐκπίπτοντες ἀπολλύουσι καὶ διαφθείρουσι. [De garr. 12b] Σέλευκος ὁ Καλλίνικος ἐν τῇ πρὸς Γαλάτας μάχῃ πᾶν ἀποβαλὼν τὸ στράτευμα καὶ τὴν δύναμιν, αὐτὸς περισπάσας τὸ διάδημα καὶ φυγὼν ἵππῳ μετὰ τριῶν ἢ τεττάρων ἀνοδίαις καὶ πλάναις πολὺν δρόμον, ἤδη δι’ ἔνδειαν ἀπαγορεύων ἐπαυλίῳ τινὶ προσῆλθε, καὶ τὸν δεσπότην αὐτὸν εὑρὼν κατὰ τύχην ἄρτον καὶ ὕδωρ ᾔτησεν. ὁ δὲ καὶ ταῦτα· καὶ τῶν ἄλλων ὅσα παρῆν ἐν τῷ ἀγρῷ δαψιλῶς ἐπιδιδοὺς καὶ φιλοφρονούμενος ἐγνώρισε τὸ πρόσωπον τοῦ βασιλέως, καὶ περιχαρὴς γενόμενος τῇ συντυχίᾳ τῆς χρείας οὐ κατέσχεν οὐδὲ συνεψεύσατο βουλομένῳ λανθάνειν, ἀλλ’ ἄχρι τῆς ὁδοῦ προπέμψας. καὶ ἀπολυόμενος ὑγίαιν’ εἶπεν ὦ βασιλεῦ Σέλευκε. κἀκεῖνος ἐκτείνας τὴν δεξιὰν αὐτῷ καὶ προσελκόμενος; ὡς φιλήσων, ἔνευσεν ἑνὶ τῶν μετ’ αὐτοῦ ξίφει τὸν τράχηλον ἀποκόψαι τοῦ ἀνθρώπου· [De garr. 12c] φθεγγομένου δ’ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη. [De garr. 12d] εἰ δ’ ἐσίγησε τότε καρτερήσας ὀλίγον χρόνον, εὐτυχήσαντος ὕστερον τοῦ βασιλέως καὶ μεγάλου γενομένου μείζονας ἂν οἶμαι χάριτας ἐκομίσατο ἀντὶ τῆς σιωπῆς ἢ τῆς φιλοξενίας. [De garr. 13] οὗτος μὲν οὖν ἁμωσγέπως ἔσχε πρόφασιν τῆς ἀκρασίας τὴν ἐλπίδα καὶ τὴν φιλοφροσύνην. οἱ δὲ πλεῖστοι τῶν ἀδολέσχων οὐδ’ αἰτίαν ἔχοντες ἀπολλύουσιν αὑτούς. οἷον ἐν κουρείῳ τινὶ λόγων γιγνομένων περὶ τῆς Διονυσίου τυραννίδος, ὡς ἀδαμαντίνη καὶ ἄρρηκτός ἐστι, γελάσας ὁ κουρεὺς ταῦθ’ ὑμᾶς ἔφη περὶ Διονυσίου δεῖ λέγειν, οὗ ἐγὼ παρ’ ἡμέρας ὀλίγας ἐπὶ τοῦ τραχήλου τὸ ξυρὸν ἔχω; ταῦτ’ ἀκούσας ὁ Διονύσιος ἀνεσταύρωσεν αὐτόν. [De garr. 13b] ἐπιεικῶς δὲ λάλον ἐστὶ τὸ τῶν κουρέων γένος οἱ γὰρ ἀδολεσχότατοι προσρέουσι καὶ προσκαθίζουσιν, ὥστ’ αὐτοὺς ἀναπίμπλασθαι τῆς συνηθείας. χαριέντως γοῦν ὁ βασιλεὺς Ἀρχέλαος, ἀδολέσχου κουρέως περιβαλόντος αὐτῷ τὸ ὠμόλινον καὶ πυθομένου πῶς σε κείρω, βασιλεῦ σιωπῶν ἔφη. κουρεὺς δὲ καὶ τὴν ἐν Σικελίᾳ τῶν Ἀθηναίων μεγάλην κακοπραγίαν ἀπήγγειλε, πρῶτος ἐν Πειραιεῖ πυθόμενος οἰκέτου τινὸς τῶν ἀποδεδρακότων ἐκεῖθεν. εἶτ’ ἀφεὶς τὸ ἐργαστήριον εἰς ἄστυ συνέτεινε δρόμῳ [De garr. 13c] μή τις κῦδος ἄροιτο τὸν λόγον εἰς τὴν πόλιν ἐμβαλών, ὁ δὲ δεύτερος ἔλθοι. [De garr. 13d] γενομένης δὲ ταραχῆς οἷον εἰκός, εἰς ἐκκλησίαν ἀθροισθεὶς ὁ δῆμος ἐπὶ τὴν ἀρχὴν ἐβάδιζε τῆς φήμης. ἤγετ’ οὖν ὁ κουρεὺς καὶ ἀνεκρίνετο, μηδὲ τοὔνομα τοῦ φράσαντος εἰδὼς ἀλλ’ εἰς ἀνώνυμον καὶ ἄγνωστον ἀναφέρων τὴν ἀρχὴν πρόσωπον. ὀργὴ δ’ οὖν καὶ βοὴ τοῦ θεάτρου· βασάνιζε καὶ στρέβλου τὸν ἀλάστορα· πέπλασται ταῦτα καὶ συντέθειται· τίς δ’ ἄλλος ἤκουσε; τίς δ’ ἐπίστευσεν ἐκομίσθη τροχός, κατετάθη ὁ ἄνθρωπος. ἐν τούτῳ παρῆσαν οἱ τὴν συμφορὰν ἀπαγγέλλοντες, ἐξ αὐτοῦ τοῦ ἔργου διαπεφευγότες, ἐσκεδάσθησαν οὖν πάντες ἐπὶ τὰ οἰκεῖα πένθη, καταλιπόντες ἐν τῷ τροχῷ τὸν ἄθλιον ἐνδεδεμένον. ὀψὲ δὲ λυθεὶς ἤδη πρὸς ἑσπέραν ἠρώτα τὸν δημόσιον, εἰ καὶ περὶ Νικίου τοῦ στρατηγοῦ, ὃν τρόπον ἀπόλωλεν, ἀκηκόασιν. οὕτως ἄμαχόν τι κακὸν καὶ ἀνουθέτητον ἡ συνήθεια ποιεῖ τὴν ἀδολεσχίαν. [De garr. 14] καίτοι γ’ ὥσπερ οἱ τὰ πικρὰ καὶ τὰ δυσώδη φάρμακα πιόντες δυσχεραίνουσι καὶ τὰς κύλικας, οὕτως οἱ τὰ κακὰ προσαγγέλλοντες ὑπὸ τῶν ἀκουόντων δυσχεραίνονται καὶ μισοῦνται. [De garr. 14b] ὅθεν χαριέντως ὁ Σοφοκλῆς διηπόρηκεν, λυποῦσι δ’ οὖν ὥσπερ οἱ δρῶντες καὶ οἱ λέγοντες, ἀλλ’ ὅμως οὐκ ἔστι γλώσσης ῥεούσης ἐπίσχεσις οὐδὲ κολασμός. [De garr. 14c] ἐν Λακεδαίμονι τῆς Χαλκιοίκου τὸ ἱερὸν ὤφθη σεσυλημένον, καὶ κειμένη ἔνδον κενὴ λάγυνος. ἦν οὖν ἀπορία πολλῶν συνδεδραμηκότων, καί τις τῶν παρόντων εἰ βούλεσθ’ εἶπεν ἐγὼ φράσω ὑμῖν ὁ μοι παρίσταται περὶ τῆς λαγύνου· νομίζω γάρ ἔφη τοὺς ἱεροσύλους ἐπὶ τηλικοῦτον ἐλθεῖν κίνδυνον, κώνειον ἐμπιόντας καὶ κομίζοντας οἶνον· ἵν’ εἰ μὲν αὐτοῖς λαθεῖν ἐγγένοιτο, τῷ ἀκράτῳ ποθέντι σβέσαντες καὶ διαλύσαντες τὸ φάρμακον ἀπέλθοιεν ἀσφαλῶς εἰ δ’ ἁλίσκοιντο, πρὸ τῶν βασάνων ὑπὸ τοῦ φαρμάκου ῥᾳδίως καὶ ἀνωδύνως ἀποθάνοιεν. ταῦτ’ εἰπόντος αὐτοῦ, τὸ πρᾶγμα πλοκὴν ἔχον καὶ περινόησιν τοσαύτην οὐχ ὑπονοοῦντος ἀλλ’ εἰδότος ἐφαίνετο. καὶ περιστάντες αὐτὸν ἀνέκριναν ἄλλοθεν ἄλλος τίς εἶ; ’ καί τίς σ’ οἶδε; ’ καί πόθεν ἐπίστασαι ταῦτα; καὶ τὸ πέρας ἐλεγχόμενος οὕτως ὡμολόγησεν εἷς εἶναι τῶν ἱεροσύλων. [De garr. 14d] οἱ δ’ Ἴβυκον ἀποκτείναντες οὐχ οὕτως ἑάλωσαν ἐν θεάτρῳ καθήμενοι, καὶ γεράνων παραφανεισῶν πρὸς ἀλλήλους; ἅμα γέλωτι ψιθυρίζοντες, ὡς αἱ Ἰβύκου ἔκδικοι πάρεισιν; ἀκούσαντες γὰρ οἱ καθεζόμενοι πλησίον, ἤδη πολὺν χρόνον τοῦ Ἰβύκου ὄντος ἀφανοῦς καὶ ζητουμένου, ἐπελάβοντο τῆς φωνῆς καὶ προσήγγειλαν τοῖς ἄρχουσιν. ἐλεγχθέντες δ’ οὕτως ἀπήχθησαν, οὐχ ὑπὸ τῶν γεράνων κολασθέντες ἀλλ’ ὑπὸ τῆς αὑτῶν γλωσσαλγίας ὥσπερ ἐρινύος ἢ Ποινῆς βιασθέντες ἐξαγορεῦσαι τὸν φόνον. ὡς γὰρ ἐν τῷ σώματι πρὸς τὰ πεπονθότα μέρη καὶ ἀλγοῦντα γίγνεται φορὰ καὶ ὁλκὴ τῶν πλησίον, οὕτως ἡ γλῶττα τῶν ἀδολέσχων ἀεὶ φλεγμονὴν ἔχουσα καὶ σφυγμὸν ἕλκει τι καὶ συνάγει τῶν ἀπορρήτων καὶ κεκρυμμένων ἐφ’ ἑαυτήν. διὸ δεῖ πεφράχθαι, καὶ τὸν λογισμὸν ὡς πρόβολον ἐμποδὼν ἀεὶ τῇ γλώττῃ κείμενον ἐπέχειν τὸ ῥεῦμα καὶ τὸν ὄλισθον αὐτῆς, ἵνα μὴ τῶν χηνῶν ἀφρονέστεροι εἶναι δοκῶμεν, οὕς φασιν, ὅταν ὑπερβάλλωσιν. ἐκ Κιλικίας τὸν Ταῦρον ἀετῶν ὄντα μεστόν, εἰς τὸ στόμα λαμβάνειν εὐμεγέθη λίθον ὥσπερ κλεῖθρον ἢ χαλινὸν ἐμβάλλοντας τῇ φωνῇ, καὶ νυκτὸς οὕτως ὑπερφέρεσθαι λανθάνοντας. [De garr. 15] εἰ τοίνυν ἔροιτό τις τὸν κάκιστον ὅστις ἐστὶ καὶ τὸν ἐξωλέστατον,’ [De garr. 15b] οὐδεὶς ἂν ἄλλον εἴποι τὸν προδότην παρελθών. Εὐθυκράτης μὲν οὖν ἤρεψε τὴν οἰκίαν τοῖς ἐκ Μακεδονίας ξύλοις ὥς φησι Δημοσθένης· Φιλοκράτης δὲ χρυσίον πολὺ λαβὼν πόρνας καὶ ἰχθῦς ἠγόραζεν· Εὐφόρβῳ δὲ καὶ Φιλάγρῳ τοῖς Ἐρέτριαν προδοῦσι χώραν ὁ βασιλεὺς ἔδωκεν. ὁ δ’ ἀδόλεσχος ἄμισθός ἐστι προδότης; καὶ αὐτεπάγγελτος, οὐχ ἵππους οὐδὲ τείχη προδιδούς, ἀλλὰ λόγους ἐκφέρων ἀπορρήτους ἐν δίκαις ἐν στάσεσιν ἐν διαπολιτείαις, μηδενὸς αὐτῷ χάριν ἔχοντος· ἀλλ’ ἂν αὐτός ἀκούηται, προσοφείλων χάριν. ὥστε τὸ λελεγμένον πρὸς τὸν εἰκῆ καὶ ἀκρίτως ἐκχέοντα τὰ ἑαυτοῦ καὶ καταχαριζόμενον [De garr. 15c] οὐ φιλάνθρωπος σὺ γ’ ἐσσ’· ἔχεις νόσον, χαίρεις διδούς [De garr. 15d] ἐναρμόττει καὶ πρὸς τὸν φλύαρον· οὐ φίλος εἶ σὺ ταῦτα μηνύων οὐδ’ εὔνους· ἔχεις νόσον, χαίρεις λαλῶν καὶ φλυαρῶν. [De garr. 16] ταῦτα δ’ οὐ κατηγορίαν ἡγητέον ἀλλ’ ἰατρείαν τῆς ἀδολεσχίας· τῶν γὰρ παθῶν κρίσει καὶ ἀσκήσει περιγιγνόμεθα, προτέρα δ’ ἡ κρίσις ἐστίν. οὐδεὶς γὰρ ἐθίζεται φεύγειν καὶ ἀποτρίβεσθαι τῆς ψυχῆς ὃ μὴ δυσχεραίνει. δυσχεραίνομεν δὲ τὰ πάθη, ὅταν τὰς βλάβας καὶ τὰς αἰσχύνας τὰς ἀπ’ αὐτῶν τῷ λόγῳ κατανοήσωμεν ὥσπερ νῦν κατανοοῦμεν ἐπὶ τῶν ἀδολέσχων, ὅτι φιλεῖσθαι βουλόμενοι μισοῦνται, χαρίζεσθαι θέλοντες ἐνοχλοῦσι, θαυμάζεσθαι δοκοῦντες καταγελῶνται, κερδαίνοντες οὐδὲν ἀναλίσκουσιν· ἀδικοῦσι τοὺς φίλους, ὠφελοῦσι τοὺς ἐχθρούς, ἑαυτοὺς ἀπολλύουσιν. ὥστε τοῦτο πρῶτον ἴαμα καὶ φάρμακόν ἐστι τοῦ πάθους, ὁ τῶν ἀπ’ αὐτοῦ γιγνομένων αἰσχρῶν καὶ ὀδυνηρῶν ἐπιλογισμός. [De garr. 17] δευτέρῳ δὲ χρηστέον ἐπιλογισμῷ τῷ τῶν ἐναντίων, ἀκούοντας ἀεὶ καὶ μεμνημένους καὶ πρόχειρ’ ἔχοντας τὰ τῆς ἐχεμυθίας ἐγκώμια, καὶ τὸ σεμνὸν καὶ τὸ ἅγιον καὶ τὸ μυστηριῶδες τῆς σιωπῆς, καὶ ὅτι θαυμάζονται μᾶλλον καὶ ἀγαπῶνται καὶ σοφώτεροι δοκοῦσι τῶν ἐξηνίων τούτων καὶ φερομένων οἱ στρογγύλοι καὶ βραχυλόγοι, καὶ ὧν πολὺς νοῦς ἐν ὀλίγῃ λέξει συνέσταλται. καὶ γὰρ Πλάτων τοὺς τοιούτους ἐπαινεῖ, δεινοῖς ἀκοντισταῖς ἐοικέναι λέγων, οὖλα καὶ πυκνὰ καὶ συνεστραμμένα φθεγγομένους. καὶ ὁ Λυκοῦργος εἰς ταύτην τὴν δεινότητα τοὺς πολίτας εὐθὺς ἐκ παίδων τῇ σιωπῇ πιέζων συνῆγε καὶ κατεπύκνου. καθάπερ γὰρ οἱ Κελτίβηρες ἐκ τοῦ σιδήρου τὸ στόμωμα ποιοῦσιν, ὅταν· κατορύξαντες εἰς τὴν γῆν τὸ πολὺ καὶ γεῶδες ἀποκαθήρωσιν, οὕτως ὁ Λακωνικὸς λόγος οὐκ ἔχει φλοιόν, ἀλλ’ εἰς αὐτὸ τὸ δραστήριον ἀφαιρέσει τοῦ περιττοῦ διωκόμενος στομοῦται· τὸ γὰρ ἀποφθεγματικὸν αὐτοῖς τοῦτο καὶ τὸ μετ’ εὐστροφίας ὀξὺ πρὸς τὰς ἀπαντήσεις ἐκ τῆς πολλῆς περιγίγνεται σιωπῆς. [De garr. 17b] καὶ δεῖ τὰ τοιαῦτα μάλιστα τοῖς ἀδολέσχοις προβάλλειν ὅσην χάριν ἔχει καὶ δύναμιν, οἷόν ἐστι τὸ Λακεδαιμόνιοι Φιλίππῳ Διονύσιος ἐν Κορίνθῳ καὶ πάλιν γράψαντος αὐτοῖς τοῦ Φιλίππου ἂν ἐμβάλω εἰς τὴν Λακωνικήν, ἀναστάτους ὑμᾶς ποιήσω, ἀντέγραψαν αἴκα. Δημητρίου δὲ τοῦ βασιλέως ἀγανακτοῦντος καὶ βοῶντος ἕνα πρὸς ἐμὲ Λακεδαιμόνιοι πρεσβευτὴν ἔπεμψαν οὐ καταπλαγεὶς ὁ πρεσβευτής ἕν’ εἶπε ποτὶ ἕνα θαυμάζονται δὲ καὶ τῶν παλαιῶν οἱ βραχυλόγοι. [De garr. 17c] καὶ τῷ ἱερῷ τοῦ Πυθίου Ἀπόλλωνος οὐ τὴν Ἰλιάδα καὶ τὴν Ὀδύσσειαν οὐδὲ τοὺς Πινδάρου παιᾶνας ἐπέγραψαν οἱ Ἀμφικτύονες, ἀλλὰ τὸ γνῶθι σαυτόν καὶ τὸ μηδὲν ἄγαν καὶ τὸ ἐγγύα πάρα δ’ ἄτα, θαυμάσαντες τῆς λέξεως τὸ εὔογκον καὶ τὸ λιτόν, ἐν βραχεῖ σφυρήλατον νοῦν περιεχούσης. αὐτὸς δ’ ὁ θεὸς οὐ φιλοσύντομός ἐστι καὶ βραχυλόγος ἐν τοῖς χρησμοῖς, καὶ Λοξίας καλεῖται διὰ τὸ φεύγειν τὴν ἀδολεσχίαν μᾶλλον ἢ τὴν ἀσάφειαν; οἱ δὲ συμβολικῶς ἄνευ φωνῆς ἃ δεῖ φράζοντες οὐκ ἐπαινοῦνται καὶ θαυμάζονται διαφερόντως; ὡς Ἡράκλειτος, ἀξιούντων αὐτὸν τῶν πολιτῶν γνώμην τιν’ εἰπεῖν περὶ ὁμονοίας, ἀναβὰς ἐπὶ τὸ βῆμα καὶ λαβὼν ψυχροῦ κύλικα καὶ τῶν ἀλφίτων ἐπιπάσας καὶ τῷ γλήχωνι κινήσας, ἐκπιὼν ἀπῆλθεν ἐπιδειξάμενος αὐτοῖς, ὅτι τὸ τοῖς τυχοῦσιν ἀρκεῖσθαι καὶ μὴ δεῖσθαι τῶν πολυτελῶν ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ διατηρεῖ τὰς πόλεις. Σκιλοῦρος δὲ καταλιπὼν ὀγδοήκοντα παῖδας, ὁ Σκυθῶν βασιλεύς, ᾔτησε δέσμην δορατίων, ὅτ’ ἀπέθνῃσκε, καὶ λαβόντας ἐκέλευσε καταθραῦσαι καὶ κατεάξαι συνδεδεμένην καὶ ἀθρόαν ὡς δ’ ἀπεῖπον, αὐτὸς ἓν καθ’ ἓν ἕλκων πάντα ῥᾳδίως διέκλασε· τὴν συμφωνίαν αὐτῶν καὶ τὴν ὁμόνοιαν ἰσχυρὸν ἀποφαίνων καὶ δυσκαθαίρετον, ἀσθενὲς δὲ τὴν διάλυσιν καὶ οὐ μόνιμον. [De garr. 18] εἰ δὴ ταῦτα καὶ τὰ τοιαῦτα συνεχῶς τις σκοποῖ καὶ ἀναλαμβάνοι, παύσαιτ’ ἂν ἴσως ἡδόμενος τῷ φλυαρεῖν. ἐμὲ δὲ κἀκεῖνος ὁ οἰκέτης εὖ μάλα δυσωπεῖ, τὸ προσέχειν τῷ λόγῳ καὶ κρατεῖν προαιρέσεως ἡλίκον ἐστὶν ἐνθυμούμενον. Πούπιος Πείσων ὁ ῥήτωρ μὴ βουλόμενος ἐνοχλεῖσθαι προσέταξε τοῖς οἰκέταις πρὸς τὰ ἐρωτώμενα λαλεῖν καὶ μηδὲν πλέον. εἶτα Κλώδιον ἄρχοντα δεξιώσασθαι βουλόμενος ἐκέλευσε κληθῆναι, καὶ παρεσκευάσατο λαμπρὰν ὡς εἰκὸς ἑστίασιν. ἐνστάσης δὲ τῆς ὥρας, οἱ μὲν ἄλλοι παρῆσαν ὁ δὲ Κλώδιος; προσεδοκᾶτο· καὶ πολλάκις ἔπεμψε τὸν εἰωθότα καλεῖν οἰκέτην, ἐποψόμενον εἰ πρόσεισιν. ὡς δ’ ἦν ἑσπέρα καὶ ἀπέγνωστο τί δ’; ἔφη πρὸς τὸν οἰκέτην ἐκάλεσας αὐτόν; ἔγωγ’ εἶπε. διὰ οὖν οὐκ ἀφῖκται; κἀκεῖνος ὅτι ἠρνήσατο. πῶς οὖν οὐκ εὐθὺς ἔφρασας; ὅτι τοῦτο μ’ οὐκ ἠρώτησας. οὕτω μὲν Ῥωμαϊκὸς οἰκέτης, ὁ δ’ Ἀττικὸς ἐρεῖ τῷ δεσπότῃ σκάπτων [De garr. 18b] ἐφ’ οἷς γεγόνασιν αἱ διαλύσεις. οὕτω μέγα πρὸς πάνθ’ ὁ ἐθισμός ἐστι, καὶ περὶ τούτου γ’ ἤδη λέγωμεν. [De garr. 19] οὐ γὰρ ἔστιν ὡς χαλινῶν ἐφαψαμένους ἐπισχεῖν τὸν ἀδολέσχην, ἀλλ’ ἔθει δεῖ κρατῆσαι τοῦ νοσήματος. πρῶτον μὲν οὖν ἐν ταῖς τῶν πέλας ἐρωτήσεσι σαυτὸν ἔθιζε σιωπᾶν, μέχρι οὗ πάντες ἀπείπωνται τὴν ἀπόκρισιν· [De garr. 19b] οὐ γάρ τι βουλῆς ταὐτὸ καὶ δρόμου τέλος [De garr. 19c] ὥς φησι Σοφοκλῆς, οὐδέ γε φωνῆς καὶ ἀποκρίσεως ἀλλ’ ἐκεῖ μὲν ἡ νίκη τοῦ φθάσαντός ἐστιν, ἐνταῦθα δέ, ἐὰν μὲν ἱκανῶς ἕτερος ἀποκρίνηται, καλῶς ἔχει; συνεπαινέσαντα καὶ συνεπιφήσαντα δόξαν εὐμενοῦς ἀνθρώπου λαβεῖν· ἐὰν δὲ μή, τότε καὶ διδάξαι τὸ ἠγνοημένον καὶ ἀναπληρῶσαι τὸ ἐλλεῖπον, ἀνεπίφθονον καὶ οὐκ ἄκαιρόν ἐστι. μάλιστα δὲ φυλάττωμεν ἑαυτούς, ὅπως μὴ ἑτέρου τινὸς ἐρωτηθέντος αὐτοὶ προλαμβάνωμεν ὑποφθάνοντες τὴν ἀπόκρισιν. ἴσως μὲν γὰρ οὐδ’ ἄλλο τι καλῶς ἔχον ἐστίν, αἰτηθέντος ἑτέρου, παρωσαμένους ἐκεῖνον αὐτοὺς; ἐπαγγέλλεσθαι· δόξομεν γὰρ ἅμα καὶ τοῦτον ὡς παρασχεῖν ὃ αἰτεῖται μὴ δυνάμενον, κἀκεῖνον ὡς αἰτεῖν παρ’ ὧν δύναται λαβεῖν οὐκ ἐπιστάμενον, ὀνειδίζειν μάλιστα δ’ ὕβριν φέρει περὶ τὰς ἀποκρίσεις ἡ τοιαύτη προπέτεια καὶ θρασύτης· συνεμφαίνει γὰρ ὁ φθάνων ἐν τῷ ἀποκρίνασθαι τὸν ἐρωτώμενον τὸ τί τούτου δέῃ; καὶ (τί οὗτος οἶδε; κἀμοῦ παρόντος, περὶ τούτων οὐδένα δεῖ ἄλλον ἐρωτᾶν καίτοι πολλάκις τινὰς ἐρωτῶμεν οὐ τοῦ λόγου δεόμενοι, φωνὴν δέ τινα καὶ φιλοφροσύνην ἐκκαλούμενοι παρ) αὐτῶν, καὶ προαγαγεῖν εἰς ὁμιλίαν ἐθέλοντες, ὡς Σωκράτης Θεαίτητον καὶ Χαρμίδην. ὅμοιον οὖν τῷ τὸν ὑφ’ ἑτέρου βουλόμενον φιληθῆναι προδραμόντα φιλεῖν αὐτὸν ἢ τὸν ἑτέρῳ προσβλέποντα μεταστρέφειν εἰς ἑαυτὸν τὸ προλαμβάνειν τὰς ἀποκρίσεις καὶ τὰ ὦτα μετάγειν, καὶ τὴν διάνοιαν ἕλκειν καὶ ἀποστρέφειν πρὸς ἑαυτόν· ὅπου, κἂν ἀπείπηται τὸν λόγον ὁ αἰτηθείς, ἐπισχόντα καλῶς ἔχει καὶ πρὸς τὸ βουλόμενον τοῦ ἐρωτῶντος ἁρμοσάμενον ὡς ἐπὶ κλῆσιν ἀλλοτρίαν τὴν ἀπόκρισιν, αἰδημόνως καὶ κοσμίως ἀπαντᾶν, καὶ γὰρ οἱ μὲν ἐρωτηθέντες, ἂν σφαλῶσιν ἐν τῷ ἀποκρίνεσθαι, συγγνώμης δικαίας τυγχάνουσιν· ὁ δ’ αὐθαιρέτως ὑφιστάμενος καὶ προλαμβάνων τὸν λόγον ἀηδὴς μέν ἐστι καὶ κατορθῶν, διαμαρτάνων δὲ παντάπασιν ἐπίχαρτος γίγνεται καὶ καταγέλαστος. [De garr. 20] δεύτερον τοίνυν ἄσκημα πρὸς τὰς ἰδίας ἀποκρίσεις ἐστίν, αἷς οὐχ ἥκιστα δεῖ προσέχειν τὸν ἀδόλεσχον· πρῶτον μέν, ἵνα μὴ λάθῃ τοῖς ἐπὶ γέλωτι καὶ ὕβρει προκαλουμένοις εἰς λόγους αὐτὸν ἀποκρινόμενος μετὰ σπουδῆς. ἔνιοι γὰρ οὐδὲν δεόμενοι διατριβῆς δὲ καὶ παιδιᾶς ἕνεκα συνθέντες τινὰς ἐρωτήσεις προβάλλουσι τοῖς τοιούτοις καὶ ἀνακινοῦσιν αὐτῶν τὸν λῆρον· ὃ δεῖ φυλάττεσθαι, καὶ μὴ ταχὺ τῷ λόγῳ μηδ’ ὥσπερ χάριν ἔχοντας ἐπιπηδᾶν, ἀλλὰ καὶ τὸν τρόπον τοῦ πυνθανομένου σκοπεῖν καὶ τὴν χρείαν. ὅταν δὲ φαίνηται τῷ ὄντι βουλόμενος μαθεῖν, ἐθιστέον ἐφιστάναι καὶ ποιεῖν τι διάλειμμα μεταξὺ τῆς ἐρωτήσεως καὶ τῆς ἀποκρίσεως· ἐν ᾧ προσθεῖναι μὲν ὁ ἐρωτῶν, εἴ τι βούλεται, δύναται, σκέψασθαι δ’ αὐτὸς περὶ ὧν ἀποκρινεῖται, καὶ μὴ κατατρέχειν μηδὲ καταχωννύναι τὴν ἐρώτησιν, ἔτι πυνθανομένοις πολλάκις ὑπὸ σπουδῆς ἄλλας ἀντ’ ἄλλων ἀποκρίσεις διδόντα. ἡ μὲν γὰρ Πυθία καὶ πρὸ ἐρωτήσεως αὐθωρὶ χρησμοὺς εἴωθέ τινας ἐκφέρειν· ὁ γὰρ θεός, ᾧ λατρεύει, [De garr. 20b] καὶ κωφοῦ ξυνίησι καὶ οὐ λαλέοντος ἀκούει. [De garr. 20c] τὸν δὲ βουλόμενον ἐμμελῶς ἀποκρίνασθαι δεῖ τὴν, διάνοιαν ἀναμεῖναι καὶ τὴν προαίρεσιν ἀκριβῶς καταμαθεῖν τοῦ πυνθανομένου, μὴ γένηται τὸ κατὰ τὴν παροιμίαν [De garr. 20d] ἄμας ἀπῄτουν, οἱ δ’ ἀπηρνοῦντο σκάφας. [De garr. 20e] ἄλλως δὲ τὸ λάβρον τοῦτο καὶ πρὸς τοὺς λόγους ὀξύπεινον ἀνακρουστέον, ἵνα μὴ δοκῇ καθάπερ ῥεῦμα τῇ γλώττῃ πάλαι προσιστάμενον ἀσμένως ὑπὸ τῆς ἐρωτήσεως ἐξερᾶσθαι. καὶ γὰρ ὁ Σωκράτης οὕτως ἐκόλουε τὴν δίψαν, οὐκ ἐφιεὶς ἑαυτῷ πιεῖν μετὰ γυμνάσιον, εἰ μὴ τὸν πρῶτον ἐκχέοι κάδον ἀνιμήσας, ὅπως ἐθίζηται τὸν τοῦ λόγου καιρὸν ἀναμένειν τὸ ἄλογον. [De garr. 21] ἔστι τοίνυν τρία γένη τῶν πρὸς τὰς ἐρωτήσεις ἀποκρίσεων, τὸ μὲν ἀναγκαῖον τὸ δὲ φιλάνθρωπον τὸ δὲ περισσόν. οἷον πυθομένου τινὸς εἰ Σωκράτης ἔνδον, ὁ μὲν ἀπροθύμως καὶ ὥσπερ ἄκων ἀποκρίνεται τὸ οὐκ ἔνδον· ἐὰν δὲ βούληται λακωνίζειν, καὶ τὸ ἔνδον ἀφελὼν αὐτὴν μόνην φθέγξεται τὴν ἀπόφασιν· ὡς ἐκεῖνοι, Φιλίππου γράψαντος εἰ δέχονται τῇ πόλει αὐτόν, εἰς χάρτην ΟΥ μέγα γράψαντες ἀπέστειλαν. ὁ δὲ φιλανθρωπότερον ἀποκρίνεται οὐκ ἔνδον ἀλλ’ ἐπὶ ταῖς τραπέζαις· κἂν βούληται προσεπιμετρῆσαι, ξένους τινὰς ἐκεῖ περιμένων. ὁ δὲ περιττὸς καὶ ἀδολέσχης, ἄν γε δὴ τύχῃ καὶ τὸν Κολοφώνιον ἀνεγνωκὼς Ἀντίμαχον, οὐκ ἔνδον φησὶν ἀλλ’ ἐπὶ ταῖς τραπέζαις, ξένους ἀναμένων Ἴωνας, ὑπὲρ ὧν αὐτῷ γέγραφεν Ἀλκιβιάδης περὶ Μίλητον ὤν, καὶ παρὰ Τισσαφέρνει διατρίβων, τῷ τοῦ μεγάλου σατράπῃ βασιλέως, ὃς πάλαι μὲν ἐβοήθει Λακεδαιμονίοις, νῦν δὲ προστίθεται δι’ Ἀλκιβιάδην Ἀθηναίοις· ὁ γὰρ Ἀλκιβιάδης ἐπιθυμῶν κατελθεῖν εἰς τὴν πατρίδα τὸν Τισσαφέρνην μετατίθησι καὶ ὅλως τὴν ὀγδόην Θουκυδίδου κατατεινάμενος ἐρεῖ καὶ κατακλύσει τὸν ἄνθρωπον, ἕως φθάσῃ καὶ Μίλητος ἐκπολεμωθεῖσα καὶ φυγαδευθεὶς τὸ δεύτερον Ἀλκιβιάδης. [De garr. 21b] μάλιστα δὴ περὶ τοῦτο δεῖ τὴν ἀδολεσχίαν συνέχειν ὥσπερ εἰς ἴχνος ἐμβιβάζοντα τὴν ἐρώτησιν καὶ ὡς κέντρῳ καὶ διαστήματι τῇ χρείᾳ τοῦ πυνθανομένου περιγράφοντα τὴν ἀπόκρισιν. Καρνεάδην μὲν γὰρ οὔπω μεγάλην ἔχοντα δόξαν, ἐν τῷ γυμνασίῳ διαλεγόμενον πέμψας ὁ γυμνασίαρχος ἐκέλευσεν ὑφεῖναι τὸ μέγεθος τῆς φωνῆς (ἦν γὰρ μεγαλοφωνότατος)· εἰπόντος δ’ ἐκείνου δός μοι μέτρον φωνῆς,’ οὐ φαύλως ὑπέτυχε δίδωμι τὸν προσδιαλεγόμενον. τῷ δ’ ἀποκρινομένῳ μέτρον ἔστω ἡ τοῦ ἐρωτῶντος βούλησις. [De garr. 22] καὶ μὴν ὥσπερ ὁ Σωκράτης; ἐκέλευε φυλάττεσθαι τῶν σιτίων ὅσα μὴ πεινῶντας ἐσθίειν ἀναπείθει καὶ τῶν πωμάτων ὅσα πίνειν μὴ διψῶντας, οὕτω χρὴ καὶ τῶν λόγων τὸν ἀδολέσχην, οἷς ἥδεται μάλιστα καὶ κέχρηται κατακόρως, τούτους φοβεῖσθαι καὶ πρὸς τούτους ἐπιρρέοντας ἀντιβαίνειν. οἷον οἱ στρατιωτικοὶ πολέμων εἰσὶ διηγηματικοί· καὶ τὸν Νέστορα τοιοῦτον ὁ ποιητὴς εἰσάγει, τὰς αὑτοῦ πολλάκις ἀριστείας καὶ πράξεις διηγούμενον. ἐπιεικῶς δὲ καὶ τοῖς περὶ δίκας εὐστοχήσασιν ἢ παρ’ ἡγεμόσι καὶ βασιλεῦσιν ἀπροσδοκήτως εὐημερήσασιν ὥσπερ νόσημά τι προσπίπτει καὶ παρακολουθεῖ τὸ μεμνῆσθαι καὶ διηγεῖσθαι πολλάκις, ὃν τρόπον εἰσῆλθον προσήχθησαν ἠγωνίσαντο διελέχθησαν, ἐξήλεγξαν ἀντιδίκους τινὰς ἢ κατηγόρους, ἐπῃνέθησαν. πολλῷ γάρ ἐστιν ἡ χαρὰ τῆς κωμικῆς ἐκείνης ἀγρυπνίας λαλίστερον, ἀναρριπίζουσα πολλάκις ἑαυτὴν καὶ πρόσφατον ποιοῦσα τοῖς διηγήμασιν. ὅθεν ὀλισθηροὶ πρὸς τοὺς τοιούτους τῶν λόγων εἰσὶν ἐκ πάσης προφάσεως οὐ γὰρ μόνον [De garr. 22b] ὅπου τις ἀλγεῖ, κεῖθι καὶ τὴν χεῖρ’ ἔχει,’ [De garr. 22c] ἀλλὰ καὶ τὸ ἡδόμενον ἕλκει τὴν φωνὴν ἐφ’ ἑαυτὸ καὶ περιάγει τὴν γλῶτταν, ἐπερείδειν ἀεὶ τῇ μνήμῃ βουλόμενον. οὕτω καὶ τοῖς ἐρωτικοῖς ἡ πλείστη διατριβὴ περὶ λόγους μνήμην τινὰ τῶν ἐρωμένων ἀναδιδόντας· οἵ γε κἂν μὴ πρὸς ἀνθρώπους, πρὸς ἄψυχα περὶ αὐτῶν διαλέγονται [De garr. 22d] ὦ φιλτάτη κλίνη [De garr. 22e] καὶ Βακχὶς θεὸν σ’ ἐνόμισεν, εὔδαιμον λύχνε καὶ τῶν θεῶν μέγιστος ἐν ταύτῃ δοκεῖς. [De garr. 22f] ἔστι μὲν οὖν ἀτεχνῶς ἡ λευκὴ στάθμη πρὸς τοὺς λόγους ὁ ἀδόλεσχος· οὐ μὴν ἀλλ’ ὁ μᾶλλον ἑτέρων ἑτέροις προσπεπονθὼς ὀφείλει τούτους φυλάττεσθαι καὶ ἀνέχειν ἑαυτὸν ἀπὸ τούτων καὶ ἀνακρούειν, ὡς πορρωτάτω προάγειν καὶ ἀπομηκύνειν ἀεὶ δι’ ἡδονὴν δυναμένων. τὸ δ’ αὐτὸ τοῦτο καὶ πρὸς τοὺς λόγους ἐκείνους πεπόνθασιν, ἐν οἷς κατ’ ἐμπειρίαν ἢ ἕξιν τινὰ τῶν ἄλλων διαφέρειν νομίζουσι. φίλαυτος γὰρ ὢν καὶ φιλόδοξος ὁ τοιοῦτος [De garr. 22g] νέμει τὸ πλεῖστον ἡμέρας τούτῳ μέρος, ἵν’ αὐτὸς αὑτοῦ τυγχάνει κράτιστος ὤν, [De garr. 22h] ἐν ἱστορίαις ὁ ἀναγνωστικός ἐν τεχνολογίαις ὁ γραμματικός, ἐν διηγήμασι ξενικοῖς ὁ πολλὴν χώραν ἐπεληλυθὼς καὶ πεπλανημένος. ὥστε καὶ ταῦτα δεῖ φυλάττεσθαι· δελεαζομένη γὰρ ὑπ’ αὐτῶν ἡ ἀδολεσχία καθάπερ ζῷον ἐπὶ νομὰς συνήθεις πρόεισι. θαυμαστὸς δ’ ὁ Κῦρος, ὅτι καὶ τὰς ἁμίλλας ἐποιεῖτο πρὸς τοὺς ἥλικας, οὐκ ἐν οἷς κρείττων ἀλλ’ ἐν οἷς ἀπειρότερος ἦν ἐκείνων, εἰς ταῦτα προκαλούμενος· ἵνα μήτε λυπῇ παρευδοκιμῶν καὶ μανθάνων ὠφελῆται. ὁ δ’ ἀδολέσχης τοὐναντίον, ἂν μέν τις ἐμπέσῃ λόγος, ἐξ οὗ μαθεῖν τι δύναται καὶ πυθέσθαι τῶν ἀγνοουμένων, τοῦτον ἐξωθεῖ καὶ ἐκκρούει, μισθὸν οὕτω δοῦναι βραχὺν τῷ σιωπῆσαι μὴ δυνάμενος· εἰς δὲ τὰς ἑώλους καὶ πολυπατήτους κύκλῳ περιιὼν εἰσελαύνει ῥαψῳδίας τὸν λόγον· ὡς τῶν παρ’ ἡμῖν τις κατὰ τύχην ἀνεγνωκὼς δύο τῶν Ἐφόρου βιβλίων ἢ τρία, πάντας ἀνθρώπους κατέτριβε καὶ πᾶν ἀνάστατον ἐποίει συμπόσιον, ἀεὶ τὴν ἐν Λεύκτροις μάχην καὶ τὰ συνεχῆ διηγούμενος· ὅθεν Ἐπαμεινώνδας παρωνύμιον ἔσχεν. [De garr. 23] οὐ μὴν ἀλλὰ τοῦτό γε τῶν κακῶν ἐλάχιστόν ἐστι. καὶ δεῖ παρατρέπειν εἰς ταῦτα τὴν ἀδολεσχίαν ἧττον γὰρ ἀηδὲς ἔσται τὸ λάλον ἐν τῷ φιλολόγῳ πλεονάζον. ἐθιστέον δὲ καὶ γράφειν τι τοὺς τοιούτους καὶ διαλέγεσθαι κατ’ ἰδίαν. ὁ μὲν γὰρ Στωικὸς Ἀντίπατρος, ὡς ἔοικε, μὴ δυνάμενος μηδὲ βουλόμενος ὁμόσε χωρεῖν τῷ Καρνεάδῃ μετὰ πολλοῦ ῥεύματος εἰς τὴν Στοὰν φερομένῳ, γράφων δὲ καὶ πληρῶν τὰ βιβλία τῶν πρὸς αὐτὸν ἀντιλογιῶν καλαμοβόας ἐπεκλήθη· τὸν δ’ ἀδολέσχην ἴσως ἂν ἡ πρὸς τὸ γράφειν σκιαμαχία καὶ ἡ βοὴ τοῦ πλήθους ἀπερύκουσα καθ’ ἡμέραν ἐλαφρότερον παρασκευάσειε τοῖς συνοῦσιν, ὥσπερ οἱ κύνες εἰς λίθους καὶ ξύλα τὸν θυμὸν ἀφέντες ἧττόν εἰσι χαλεποὶ τοῖς ἀνθρώποις. ἁρμόσει δ’ αὐτοῖς σφόδρα καὶ τὸ μετὰ κρειττόνων ἀεὶ καὶ πρεσβυτέρων ὁμιλεῖν αἰσχυνόμενοι γὰρ αὐτῶν τὴν δόξαν ἐν ἔθει γενήσονται τοῦ σιωπᾶν. [De garr. 23b] τούτοις δ’ ἀεὶ δεῖ καταμεμῖχθαι καὶ συμπεπλέχθαι τοῖς ἐθισμοῖς· τὴν προσοχὴν ἐκείνην καὶ τὸν ἐπιλογισμόν, ὅταν τι μέλλωμεν λαλεῖν καὶ τὰ ῥήματα τῷ στόματι προστρέχῃ, τίς οὗτος ὁ λόγος ὁ ἐφεστὼς καὶ καταβιαζόμενος; ἐπὶ τί δ’ ἡ γλῶσσ’ ἀσπαίρει; τί δ’ εἰπόντι περιγίγνεται καλὸν ἢ τί σιωπήσαντι δυσχερές; οὐ γὰρ ὡς βάρος τι δεῖ πιέζοντ’ ἀποθέσθαι τὸν λόγον, ἐπεὶ παραμένει γε καὶ ῥηθεὶς ὁμοίως· ἀλλ’ ἢ δι’ αὑτοὺς ἅνθρωποι δεόμενοί τινος λαλοῦσιν ἢ τοὺς ἀκούοντας ὠφελοῦντες ἢ χάριν τινὰ παρασκευάζοντες ἀλλήλοις ὥσπερ ἁλσὶ τοῖς λόγοις ἐφηδύνουσι τὴν διατριβὴν καὶ τὴν πρᾶξιν, ἐν ᾗ τυγχάνουσιν ὄντες. εἰ δὲ μήτε τῷ λέγοντι χρήσιμον μήτ’ ἀναγκαῖον τοῖς ἀκούουσι τὸ λεγόμενον ἡδονὴ τε καὶ χάρις οὐ πρόσεστι, διὰ τί λέγεται; τὸ γὰρ μάτην καὶ διακενῆς οὐχ ἧττον ἐν τοῖς λόγοις ἢ τοῖς ἔργοις ἐστίν. [De garr. 23c] ἐπὶ πᾶσι δὲ καὶ παρὰ ταῦτα πάντα δεῖ πρόχειρον ἔχειν καὶ μνημονεύειν τὸ Σιμωνίδειον ὅτι λαλήσας μὲν πολλάκις μετενόησε, σιωπήσας δ’ οὐδέποτε· καὶ τὴν ἄσκησιν, ὅτι πάντων ἐπικρατεῖ καὶ ἰσχυρόν ἐστιν· ὅπου καὶ λυγμὸν καὶ βῆχ’ ἄνθρωποι τῷ προσέχειν ἀποβιαζόμενοι, μετὰ πόνου καὶ ἀλγηδόνος ἐξεκρούσαντο. σιγὴ δ’ οὐ μόνον ἄδιψον, ὥς φησιν Ἱπποκράτης, ἀλλὰ καὶ ἄλυπον καὶ ἀνώδυνον. ## Περὶ πολυπραγμοσύνης [De cur. 1] ἄπνουν ἢ σκοτεινὴν ἢ δυσχείμερον οἰκίαν ἢ νοσώδη φυγεῖν μὲν ἴσως ἄριστον· ἂν δὲ φιλοχωρῇ τις ὑπὸ συνηθείας, ἔστι καὶ φῶτα μεταθέντα καὶ κλίμακα μεταβαλόντα καὶ θύρας τινὰς ἀνοίξαντα τὰς δὲ κλείσαντα, λαμπροτέραν εὐπνουστέραν ὑγιεινοτέραν ἐργάσασθαι. καὶ πόλεις τινὲς οὕτω μεταθέντες ὠφέλησαν ὥσπερ τὴν ἐμὴν πατρίδα πρὸς ζέφυρον ἄνεμον κεκλιμένην, καὶ τὸν ἥλιον ἐρείδοντα δείλης ἀπὸ τοῦ Παρνασοῦ δεχομένην ἐπὶ τὰς ἀνατολὰς; τραπῆναι λέγουσιν ὑπὸ τοῦ Χαίρωνος. ὁ δὲ φυσικὸς Ἐμπεδοκλῆς ὄρους τινὰ διασφάγα βαρὺν καὶ νοσώδη κατὰ τῶν πεδίων τὸν νότον ἐμπνέουσαν ἐμφράξας, λοιμὸν ἔδοξεν ἐκκλεῖσαι τῆς χώρας. [De cur. 1b] ἐπεὶ τοίνυν ἔστι τινὰ πάθη νοσώδη καὶ βλαβερὰ καὶ χειμῶνα παρέχοντα τῇ ψυχῇ καὶ σκότος, ἄριστον μὲν ἐξωθεῖν ταῦτα καὶ καταλύειν εἰς ἔδαφος, αἰθρίαν καὶ φῶς καὶ πνεῦμα καθαρὸν διδόντας ἑαυτοῖς· εἰ δὲ μή, μεταλαμβάνειν γε καὶ μεθαρμόττειν ἁμωσγέπως περιάγοντας ἢ στρέφοντας. [De cur. 1c] οἷον εὐθὺς ἡ πολυπραγμοσύνη φιλομάθειά τίς ἐστιν ἀλλοτρίων κακῶν, οὔτε φθόνου δοκοῦσα καθαρεύειν νόσος οὔτε κακοηθείας. [De cur. 1d] τί τἀλλότριον, ἄνθρωπε βασκανώτατε, κακὸν ὀξυδορκεῖς τὸ δ’ ἴδιον παραβλέπεις; [De cur. 1e] μετάθες ἔξωθεν καὶ μετάστρεψον εἴσω τὴν πολυπραγμοσύνην εἰ χαίρεις κακῶν μεταχειριζόμενος ἱστορίαν, ἔχεις οἴκοι πολλὴν διατριβήν· [De cur. 1f] ὅσσον ὕδωρ κατ’ Ἀλιζόνος ἢ δρυὸς ἀμφὶ πέτηλα,’ [De cur. 1g] τοσοῦτον πλῆθος εὑρήσεις ἁμαρτημάτων ἐν τῷ βίῳ καὶ παθῶν ἐν τῇ ψυχῇ καὶ παροραμάτων ἐν τοῖς καθήκουσιν. [De cur. 1h] ὡς γὰρ ὁ Ξενοφῶν λέγει τοῖς οἰκονομικοῖς ἴδιον εἶναι τῶν ἀμφὶ θυσίαν σκευῶν, ἴδιον τῶν ἀμφὶ δεῖπνα τόπον, ἀλλαχοῦ κεῖσθαι τὰ γεωργικά, χωρὶς τὰ πρὸς πόλεμον· οὕτω σοὶ τὰ μέν ἐστιν ἀπὸ φθόνου κακὰ κείμενα τὰ δ’ ἀπὸ ζηλοτυπίας τὰ δ’ ἀπὸ δειλίας τὰ δ’ ἀπὸ μικρολογίας· ταῦτ’ ἔπελθε, ταῦτ’ ἀναθεώρησον τὰς εἰς γειτόνων θυρίδας καὶ τὰς παρόδους τῆς πολυπραγμοσύνης ἔμφραξον, ἑτέρας δ’ ἄνοιξον εἰς τὴν ἀνδρωνῖτιν τὴν σεαυτοῦ φερούσας, εἰς τὴν γυναικωνῖτιν, εἰς τὰς τῶν θεραπόντων διαίτας· ἐνταῦθ’ ἔχει διατριβὰς οὐκ ἀχρήστους οὐδὲ κακοήθεις ἀλλ’ ὠφελίμους καὶ σωτηρίους τὸ φιλοπευθὲς τοῦτο καὶ φιλόπραγμον, ἑκάστου πρὸς ἑαυτὸν λέγοντος [De cur. 1i] πῆ παρέβην; τί δ’ ἔρεξα; τί μοι δέον οὐκ ἐτελέσθη; [De cur. 2] νῦν δ’ ὥσπερ ἐν τῷ μύθῳ τὴν Λάμιαν λέγουσιν οἴκοι μὲν εὕδειν τυφλήν, ἐν ἀγγείῳ τινὶ τοὺς ὀφθαλμοὺς ἔχουσαν ἀποκειμένους, ἔξω δὲ προϊοῦσαν ἐπιτίθεσθαι καὶ βλέπειν· οὕτως ἡμῶν ἕκαστος ἔξω καὶ πρὸς ἑτέρους τῇ κακονοίᾳ τὴν περιεργίαν ὥσπερ ὀφθαλμὸν ἐντίθησι· τοῖς δ’ ἑαυτῶν ἁμαρτήμασι καὶ κακοῖς πολλάκις περιπταίομεν ὑπ’ ἀγνοίας, ὄψιν ἐπ’ αὐτὰ καὶ φῶς οὐ ποριζόμενοι. διὸ καὶ τοῖς ἐχθροῖς ὠφελιμώτερός ἐστιν ὁ πολυπράγμων· τὰ γὰρ ἐκείνων ἐλέγχει καὶ προφέρεται καὶ δείκνυσιν αὐτοῖς ἃ δεῖ φυλάξασθαι καὶ διορθῶσαι, τῶν δ’ οἴκοι τὰ πλεῖστα παρορᾷ διὰ τὴν περὶ τὰ ἔξω πτόησιν. ὁ μὲν γὰρ Ὀδυσσεὺς οὐδὲ τῇ μητρὶ διαλεχθῆναι πρότερον ὑπέμεινεν ἢ πυθέσθαι παρὰ τοῦ μάντεως, ὧν ἕνεκ’ ἦλθεν εἰς Ἅιδου· πυθόμενος δὲ τοῦτο πρός τε ταύτην ἔτρεψεν αὑτόν, καὶ τὰς ἄλλας γυναῖκας ἀνέκρινε, τίς ἡ Τυρὼ καί τίς ἡ καλὴ Χλωρὶς καὶ διὰ τί Ἐπικάστη Ἐπικάστη [De cur. 2b] ἁψαμένη βρόχον αἰπὺν ἀφ’ ὑψηλοῖο μελάθρου [De cur. 2c] ἡμεῖς δὲ τὰ καθ’ αὑτοὺς ἐν πολλῇ ῥᾳθυμίᾳ καὶ ἀγνοίᾳ θέμενοι καὶ ἀμελήσαντες ἑτέρους γενεαλογοῦμεν, ὅτι τοῦ γείτονος ὁ πάππος ἦν Σύρος, Θρᾷττα δ’ ἡ τήθη· ὁ δεῖνα δ’ ὀφείλει τάλαντα τρία καὶ τοὺς τόκους οὐκ ἀπέδωκεν. ἐξετάζομεν δὲ καὶ τὰ τοιαῦτα πόθεν ἡ γυνὴ τοῦ δεῖνος ἐπανήρχετο, τί δ’ ὁ δεῖνα καὶ ὁ δεῖνα καθ’ ἑαυτοὺς ἐν τῇ γωνίᾳ διελέγοντο. Σωκράτης δὲ περιῄει διαπορῶν, τί Πυθαγόρας λέγων ἔπειθε· καὶ Ἀρίστιππος Ὀλυμπίασιν Ἰσχομάχῳ συμβαλὼν ἠρώτα τί Σωκράτης διαλεγόμενος οὕτω τοὺς Ἀθηναίους διατίθησι· καὶ μίκρ’ ἄττα τῶν λόγων αὐτοῦ σπέρματα καὶ δείγματα λαβὼν οὕτως ἐμπαθῶς ἔσχεν, ὥστε τῷ σώματι συμπεσεῖν καὶ γενέσθαι παντάπασιν ὠχρὸς καὶ ἰσχνός ἄχρι οὗ πλεύσας Ἀθήναζε διψῶν καὶ διακεκαυμένος ἠρύσατο τῆς πηγῆς, καὶ τὸν ἄνδρα καὶ τοὺς λόγους αὐτοῦ καὶ τὴν φιλοσοφίαν ἱστόρησεν, ἧς ἦν τέλος ἐπιγνῶναι τὰ ἑαυτοῦ κακὰ καὶ ἀπαλλαγῆναι. [De cur. 3] ἀλλ’ ἔνιοι τὸν ἴδιον βίον ὡς ἀτερπέστατον θέαμα προσιδεῖν οὐχ ὑπομένουσιν οὐδ’ ἀνακλάσαι τὸν λογισμὸν ὡς φῶς ἐφ’ ἑαυτοὺς καὶ περιαγαγεῖν, ἀλλ’ ἡ ψυχὴ γέμουσα κακῶν παντοδαπῶν καὶ φρίττουσα καὶ φοβουμένη τὰ ἔνδον ἐκπηδᾷ θύραζε καὶ πλανᾶται περὶ τἀλλότρια, βόσκουσα καὶ πιαίνουσα τὸ κακόηθες. ὡς γὰρ ὄρνις ἐν οἰκίᾳ πολλάκις, τροφῆς πολλῆς παρακειμένης, εἰς γωνίαν καταδῦσα σκαλεύει [De cur. 3b] ἔνθα γέ που διαφαίνεθ’ ἅτ’ ἐν κοπρίῃ μία κριθή· [De cur. 3c] παραπλησίως οἱ πολυπράγμονες, ὑπερβάντες τοὺς ἐν μέσῳ λόγους καὶ ἱστορίας καὶ ἃ μηδεὶς κωλύει πυνθάνεσθαι μηδ’ ἄχθεται πυνθανομένοις, τὰ κρυπτόμενα καὶ λανθάνοντα κακὰ πάσης οἰκίας ἐκλέγουσι. καίτοι γε τὸ τοῦ Αἰγυπτίου χάριεν πρὸς τὸν ἐρωτῶντα τί φέρει συγκεκαλυμμένον, διὰ τοῦτο συγκεκάλυπται καὶ σὺ δὴ τί πολυπραγμονεῖς τὸ ἀποκρυπτόμενον; εἰ μή τι κακὸν ἦν, οὐκ ἂν ἀπεκρύπτετο. καίτοι μὴ κόψαντά γε θύραν εἰς οἰκίαν ἀλλοτρίαν οὐ νομίζεται παρελθεῖν ἀλλὰ νῦν μὲν εἰσὶ θυρωροί, πάλαι δὲ ῥόπτρα κρουόμενα πρὸς ταῖς θύραις αἴσθησιν παρεῖχεν, ἵνα μὴ τὴν οἰκοδέσποιναν ἐν μέσῳ καταλάβῃ ὁ ἀλλότριος ἢ τὴν παρθένον ἢ κολαζόμενον οἰκέτην ἢ κεκραγυίας τὰς θεραπαινίδας· ὁ δὲ πολυπράγμων ἐπ’ αὐτὰ ταῦτα παραδύεται, σώφρονος μὲν οἰκίας καὶ καθεστώσης οὐδ’ ἂν παρακαλῇ τις ἡδέως γιγνόμενος θεατής· ὧν δ’ ἕνεκα κλεὶς καὶ μοχλὸς καὶ αὔλειος, ταῦτ’ ἀνακαλύπτων καὶ φέρων εἰς τὸ μέσον ἑτέροις. καίτοι καὶ τῶν ἀνέμων μάλιστα δυσχεραίνομεν ὡς Ἀρίστων φησὶν ὅσοι τὰς περιβολὰς ἀναστέλλουσιν ἡμῶν· ὁ δὲ πολυπράγμων οὐ τὰ ἱμάτια τῶν πέλας οὐδὲ τοὺς χιτῶνας, ἀλλὰ τοὺς τοίχους ἀπαμφιέννυσι, τὰς θύρας ἀναπετάννυσι, καὶ διὰ παρθενικῆς ἁπαλόχροος ὡς πνεῦμα διαδύεται καὶ διέρπει, βακχεῖα καὶ χοροὺς καὶ παννυχίδας ἐξετάζων καὶ συκοφαντῶν. [De cur. 4] καὶ καθάπερ τοῦ κωμῳδουμένου Κλέωνος τὼ χεῖρ’ ἐν Αἰτωλοῖς, ὁ νοῦς δ’ ἐν Κλωπιδῶν. [De cur. 4b] οὕτω τοῦ πολυπράγμονος ὁ νοῦς ἅμ’ ἐν πλουσίων οἴκοις ἐστὶν ἐν δωματίοις πενήτων ἐν αὐλαῖς βασιλέων ἐν θαλάμοις νεογάμων· πάντα πράγματα ζητεῖ, τὰ ξένων τὰ ἡγεμόνων· οὐδ’ ἀκινδύνως ταῦτα ζητῶν· ἀλλ’ οἷον, εἴ τις ἀκονίτου γεύοιτο πολυπραγμονῶν τὴν ποιότητα, φθάσει τῆς αἰσθήσεως προανελὼν τὸν προαισθανόμενον· οὕτως οἱ τὰ τῶν μειζόνων κακὰ ζητοῦντες προαναλίσκουσι τῆς γνώσεως ἑαυτούς. καὶ γὰρ οἱ τοῦ ἡλίου τὴν ἄφθονόν γε ταύτην καὶ κατακεχυμένην ἅπασιν ἀκτῖνα παρορῶντες, αὐτὸν δὲ τὸν κύκλον ἀναιδῶς καταβλέπειν καὶ διαστέλλειν τὸ φῶς εἴσω βιαζόμενοι καὶ τολμῶντες, ἀποτυφλοῦνται. διὸ καλῶς Φιλιππίδης ὁ κωμῳδιοποιός, εἰπόντος αὐτῷ ποτε Λυσιμάχου τοῦ βασιλέως τίνος σοι τῶν ἐμῶν μεταδῶ; μόνον εἶπεν ὦ βασιλεῦ, μὴ τῶν ἀπορρήτων τὰ γὰρ ἥδιστα καὶ κάλλιστα τῶν βασιλέων ἔξω πρόκειται, τὰ δεῖπνα, οἱ πλοῦτοι, αἱ πανηγύρεις, αἱ χάριτες· εἰ δέ τι ἀπόρρητον ἐστι, μὴ προσέλθῃς μηδὲ κινήσῃς. οὐ κρύπτεται χαρὰ βασιλέως εὐτυχοῦντος οὐδὲ γέλως παίζοντος οὐδὲ φιλανθρωπίας παρασκευὴ καὶ χάριτος· φοβερόν ἐστι τὸ κρυπτόμενον, σκυθρωπὸν ἀγέλαστον δυσπρόσιτον, ὀργῆς τινος ὑπούλου θησαυρὸς ἢ τιμωρίας βαρυθύμου σκέψις ἢ ζηλοτυπία γυναικὸς ἢ πρὸς υἱὸν ὑποψία τις ἢ πρὸς φίλον ἀπιστία. φεῦγε τὸ μελαῖνον τοῦτο καὶ συνιστάμενον νέφος· οὐ λήσεταί σε βροντῆσαν οὐδ’ ἀστράψαν, ὅταν ἐκραγῇ τὸ νῦν κρυπτόμενον. [De cur. 5] τίς οὖν ἡ φυγή; περισπασμός, ὡς εἴρηται, καὶ μεθολκὴ τῆς πολυπραγμοσύνης μάλιστα μὲν ἐπὶ τὰ βελτίω καὶ τὰ ἡδίω τρέψαντι τὴν ψυχήν. τὰ ἐν οὐρανῷ πολυπραγμόνει τὰ ἐν γῇ τὰ ἐν ἀέρι τὰ ἐν θαλάττῃ. μικρῶν πέφυκας ἢ μεγάλων φιλοθεάμων εἰ μεγάλων, ἥλιον πολυπραγμόνει ποῦ κάτεισι καὶ πόθεν ἄνεισι· ζήτει τὰς ἐν σελήνῃ καθάπερ ἐν ἀνθρώπῳ μεταβολάς, ποῦ τοσοῦτον κατανάλωσε φῶς πόθεν αὖθις, ἐκτήσατο, πῶς [De cur. 5b] ἐξ ἀδήλου πρῶτον ἔρχεται νέα πρόσωπα καλλύνουσα καὶ πληρουμένη· χὤταν περ αὑτῆς εὐπρεπεστάτη φανῇ, πάλιν διαρρεῖ κἀπὶ μηδὲν ἔρχεται. [De cur. 5c] καὶ ταῦτ’ ἀπόρρητ’ ἐστὶ φύσεως, ἀλλ’ οὐκ ἄχθεται τοῖς ἐλέγχουσιν. ἀλλὰ τῶν μεγάλων ἀπέγνωκας; πολυπραγμόνει τὰ μικρότερα, πῶς τῶν φυτῶν τὰ μὲν ἀεὶ τέθηλε καὶ χλοάζει καὶ ἀγάλλεται παντὶ καιρῷ τὸν ἑαυτῶν ἐπιδεικνύμενα πλοῦτον, τὰ δὲ νῦν μέν ἐστιν ὅμοια τούτοις, νῦν δ’ ὥσπερ ἀνοικονόμητος ἄνθρωπος ἐκχέαντ’ ἀθρόως τὴν περιουσίαν γυμνὰ καὶ πτωχὰ καταλείπεται· διὰ τί δὲ τὰ μὲν προμήκεις τὰ δὲ γωνιώδεις τὰ δὲ στρογγύλους καὶ περιφερεῖς ἐκδίδωσι καρπούς. [De cur. 5d] ἴσως δὲ ταῦτ’ οὐ πολυπραγμονήσεις, ὅτι τούτοις οὐδὲν κακὸν ἔστιν. ἀλλ’ εἰ δεῖ πάντως τὸ περίεργον ἐν φαύλοις τισὶν ὥσπερ ἑρπετὸν ἐν θανασίμοις ὕλαις ἀεὶ νέμεσθαι καὶ διατρίβειν, ἐπὶ τὰς ἱστορίας ἀγάγωμεν αὐτὸ καὶ παραβάλωμεν ἀφθονίαν κακῶν καὶ περιουσίαν· ἐνταῦθα γὰρ ἔνεισι [De cur. 5e] πεσήματ’ ἀνδρῶν κἀπολακτισμοὶ βίων· [De cur. 5f] φθοραὶ γυναικῶν, ἐπιθέσεις οἰκετῶν, διαβολαὶ φίλων, παρασκευαὶ φαρμάκων, φθόνοι, ζηλοτυπίαι, ναυάγι’ οἴκων, ἐκπτώσεις ἡγεμονιῶν ἐμπίπλασο καὶ τέρπε σαυτόν, ἐνοχλῶν μηδενὶ τῶν συνόντων μηδὲ λυπῶν. [De cur. 6] ἀλλ’ ἔοικεν ἡ πολυπραγμοσύνη μὴ χαίρειν ἑώλοις κακοῖς ἀλλὰ θερμοῖς καὶ προσφάτοις· καὶ καινὰς τραγῳδίας ἡδέως θεᾶσθαι, τοῖς δὲ κωμικοῖς καὶ ἱλαρωτέροις πράγμασιν οὐ μάλα προθύμως ὁμιλεῖν. διὸ γάμον μέν τινος ἢ θυσίαν ἢ προπομπὴν διεξιόντος ἀμελὴς ὁ πολυπράγμων καὶ ῥᾴθυμος ἀκροατής ἐστι, καὶ προακηκοέναι τὰ πλεῖστά φησι καὶ κελεύει ταῦτα συντέμνειν καὶ παρέρχεσθαι τὸν διηγούμενον· ἂν δ’ ἢ φθοράν τις παρθένου παρακαθήμενος ἢ μοιχείαν γυναικὸς ἢ δίκης παρασκευὴν ἢ στάσιν ἀδελφῶν διηγῆται, οὔτε νυστάζει οὔτ’ ἀσχολεῖται, [De cur. 6b] ἄλλα τε δίζηται ἐπέων παρὰ τ’ οὔατα βάλλει. καὶ τὸ οἴμοι, τὸ κακὸν τῆς εὐτυχίας [De cur. 6c] ὡς μᾶλλον ἐς οὖς φέρεται θνητῶν [De cur. 6d] ἐπὶ τῶν πολυπραγμόνων ἐστὶν ἀληθῶς εἰρημένον. ὡς γὰρ αἱ σικύαι τὸ χείριστον ἐκ τῆς σαρκὸς ἕλκουσιν, οὕτω τὰ τῶν πολυπραγμόνων ὦτα τοὺς φαυλοτάτους λόγους ἐπισπᾶται· μᾶλλον δ’, ὥσπερ αἱ πόλεις ἔχουσί τινας πύλας ἀποφράδας καὶ σκυθρωπάς, δι’ ὧν ἐξάγουσι τοὺς θανατουμένους καὶ τὰ λύματα καὶ τοὺς καθαρμοὺς ἐκβάλλουσιν, εὐαγὲς δ’ οὐδὲν οὐδ’ ἱερὸν εἴσεισι οὐδ’ ἔξεισι δι’ αὐτῶν· οὕτω καὶ τὰ τῶν πολυπραγμόνων ὦτα χρηστὸν οὐδὲν οὐδ’ ἀστεῖον ἀλλ’ οἱ φονικοὶ λόγοι διέρχονται καὶ τρίβουσιν, ἐκθύσιμα καὶ μιαρὰ διηγήματα παρακομίζοντες· [De cur. 6e] ἀεὶ δ’ ἀοιδῶν μοῦνος ἐν στέγαις ἐμαῖς κωκυτὸς ἐμπέπτωκεν· [De cur. 6f] αὕτη τοῖς πολυπράγμοσι μοῦσα καὶ σειρὴν μία, τοῦθ’ ἥδιστον ἀκουσμάτων αὐτοῖς. [De cur. 6g] ἔστι γὰρ ἡ πολυπραγμοσύνη φιλοπευστία τῶν ἐν ἀποκρύψει καὶ λανθανόντων οὐδεὶς δ’ ἀγαθὸν ἀποκρύπτει κεκτημένος, ὅπου καὶ τὰ μὴ ὄντα προσποιοῦνται. κακῶν οὖν ἱστορίας ὁ πολυπράγμων ὀρεγόμενος, ἐπιχαιρεκακίας συνέχεται. πάθει, φθόνου καὶ βασκανίας ἀδελφῷ. φθόνος μὲν γάρ ἐστι; λύπη ἐπ’ ἀλλοτρίοις ἀγαθοῖς, ἐπιχαιρεκακία δ’ ἡδονὴ ἐπ’ ἀλλοτρίοις κακοῖς· ἀμφότερα δ’ ἐκ πάθους ἀνημέρου καὶ θηριώδους γεγένηται, τῆς κακοηθείας. [De cur. 7] οὕτω δ’ ἑκάστῳ λυπηρόν ἐστιν ἡ τῶν περὶ αὐτὸν κακῶν ἀνακάλυψις, ὥστε πολλοὺς ἀποθανεῖν ἂν πρότερον ἢ δεῖξαί τι τῶν ἀπορρήτων νοσημάτων ἰατροῖς. φέρε γὰρ Ἡρόφιλον ἢ Ἐρασίστρατον ἢ τὸν Ἀσκληπιὸν αὐτόν, ὅτ’ ἦν ἄνθρωπος, ἔχοντα τὰ φάρμακα καὶ τὰ ὄργανα, κατ’ οἰκίαν παριστάμενον ἀνακρίνειν, μή τις ἔχει; σύριγγα περὶ δακτύλιον ἢ γυνὴ καρκίνον ἐν ὑστέρᾳ· καίτοι σωτήριόν ἐστι τῆς τέχνης ταύτης τὸ πολύπραγμον ἀλλὰ πᾶς ἄν τις, οἶμαι, τὸν τοιοῦτον ἀπήλασεν, ὅτι τὴν χρείαν οὐ περιμένων ἄκλητος ἐπ’ ἀλλοτρίων κακῶν ἔρχεται κατανόησιν. οἱ δὲ πολυπράγμονες αὐτὰ ταῦτα καὶ τὰ τούτων ἔτι χείρονα ζητοῦσιν, οὐ θεραπεύοντες ἀλλὰ μόνον ἀνακαλύπτοντες· ὅθεν μισοῦνται δικαίως. καὶ γὰρ τοὺς τελώνας βαρυνόμεθα καὶ δυσχεραίνομεν, οὐχ ὅταν τὰ ἐμφανῆ τῶν εἰσαγομένων ἐκλέγωσιν, ἀλλ’ ὅταν τὰ κεκρυμμένα ζητοῦντες ἐν ἀλλοτρίοις σκεύεσι καὶ φορτίοις ἀναστρέφωνται· καίτοι τοῦτο ποιεῖν ὁ νόμος δίδωσιν αὐτοῖς, καὶ βλάπτονται μὴ ποιοῦντες. οἱ δὲ πολυπράγμονες ἀπολλύουσι καὶ προΐενται τὰ αὑτῶν ἀσχολούμενοι περὶ τἀλλότρια καὶ σπανίως μὲν εἰς ἀγρὸν βαδίζουσι, τὸ ἥσυχον καὶ σιωπηρὸν τῆς ἐρημίας οὐ φέροντες ἐὰν δὲ καὶ παραβάλωσι διὰ χρόνου, ταῖς τῶν γειτόνων ἀμπέλοις ἐμβλέπουσι μᾶλλον ἢ ταῖς ἰδίαις· καὶ πυνθάνονται πόσοι βόες τοῦ γείτονος; ἀποτεθνήκασιν ἢ πόσος οἶνος ὀξίνης γέγονε· ταχὺ δὲ τούτων ἐμπλησθέντες ἀποτρέχουσιν. ὁ μὲν γὰρ ἀληθινὸς ἐκεῖνος γεωργὸς οὐδὲ τὸν αὐτομάτως ἐρχόμενον ἐκ πόλεως λόγον ἡδέως προσδέχεται, λέγων [De cur. 7b] εἶτά μοι σκάπτων ἐρεῖ, ἐφ’ οἷς γεγόνασιν αἱ διαλύσεις· ταῦτα γὰρ πολυπραγμονῶν νῦν ὁ κατάρατος περιπατεῖ. [De cur. 8] οἱ δὲ πολυπράγμονες ὡς ἕωλόν τι πρᾶγμα καὶ ψυχρὸν καὶ ἀτράγῳδον φεύγοντες τὴν ἀγροικίαν, εἰς τὸ δεῖγμα καὶ τὴν ἀγορὰν καὶ τοὺς λιμένας ὠθοῦνται· μή τι καινόν; οὐ γὰρ ἦς πρωῒ κατ’ ἀγοράν; τί οὖν; ἐν ὥραις τρισὶν οἴει τὴν πόλιν μετακεκοσμῆσθαι; οὐ μὴν ἀλλ’ ἂν μέν τις ἔχῃ τι τοιοῦτον εἰπεῖν, καταβὰς ἀπὸ τοῦ ἵππου δεξιωσάμενος καὶ καταφιλήσας ἕστηκεν ἀκροώμενος. ἐὰν δ’ ἀπαντήσας εἴπῃ τις ὅτι οὐθὲν καινὸν, ὥσπερ ἀχθόμενος τί λέγεις; φησὶν οὐ γέγονας κατ’ ἀγοράν; οὐ παρελήλυθας τὸ στρατήγιον; οὐδὲ τοῖς ἐξ Ἰταλίας ἥκουσιν ἐντετύχηκας; διὸ καλῶς οἱ τῶν Λοκρῶν ἄρχοντες, ἐπεί τις ἐξ ἀποδημίας προσιὼν ἠρώτησε μή τι καινόν, ἐζημίωσαν αὐτόν. ὡς γὰρ οἱ μάγειροι φορὰν εὔχονται βοσκημάτων οἱ δ’ ἁλιεῖς ἰχθύων, οὕτως οἱ πολυπράγμονες εὔχονται φορὰν κακῶν καὶ πλῆθος πραγμάτων καὶ καινότητας καὶ μεταβολάς, ἵν’ ἀεί τι θηρεύειν καὶ κατακόπτειν ἔχωσιν. [De cur. 8b] εὖ δὲ καὶ ὁ τῶν Θουρίων νομοθέτης· κωμῳδεῖσθαι γὰρ ἐκώλυσε τοὺς πολίτας πλὴν μοιχοὺς καὶ πολυπράγμονας. ἔοικε γάρ ἥ τε μοιχεία πολυπραγμοσύνη τις ἀλλοτρίας ἡδονῆς εἶναι καὶ ζήτησις καὶ ἔρευνα τῶν φυλαττομένων καὶ λανθανόντων τοὺς πολλούς· ἥ τε πολυπραγμοσύνη παράλυσίς ἐστι καὶ φθορὰ καὶ ἀπογύμνωσις τῶν ἀπορρήτων. [De cur. 9] τῇ μὲν οὖν πολυμαθείᾳ τὴν πολυλογίαν ἕπεσθαι συμβαίνει· διὸ καὶ Πυθαγόρας ἔταξε τοῖς νέοις πενταέτιδα σιωπήν, ἐχεμυθίαν προσαγορεύσας. τῇ δὲ περιεργίᾳ τὴν κακολογίαν ἀνάγκη συνακολουθεῖν ἃ γὰρ ἡδέως ἀκούουσιν ἡδέως λαλοῦσι, καὶ ἃ παρ’ ἄλλων σπουδῇ συλλέγουσι πρὸς ἑτέρους μετὰ χαρᾶς ἐκφέρουσιν. ὅθεν αὐτοῖς μετὰ τῶν ἄλλων κακῶν τὸ νόσημα καὶ πρὸς τὴν ἐπιθυμίαν ἐμποδών ἐστι· πάντες γὰρ αὐτοὺς φυλάττονται καὶ ἀποκρύπτονται, καὶ οὔτε πρᾶξαί τι πολυπράγμονος ὁρῶντος οὔτε εἰπεῖν ἀκούοντος ἡδέως ἔχουσιν· ἀλλὰ καὶ βουλὰς ἀνατίθενται καὶ σκέψεις πραγμάτων ὑπερβάλλονται, μέχρι ἂν ἐκποδὼν ὁ τοιοῦτος γένηται· κἂν ἢ λόγου τινὸς ἀπορρήτου παρόντος ἢ πράξεως σπουδαίας περαινομένης ἀνὴρ πολυπράγμων ἐπιφανῇ, καθάπερ ὄψον γαλῆς παραδραμούσης αἴρουσιν ἐκ μέσου καὶ ἀποκρύπτουσιν· ὥστε πολλάκις τὰ τοῖς ἄλλοις ῥητὰ καὶ θεατὰ τούτοις μόνοις ἄρρητα καὶ ἀθέατα γίγνεσθαι. [De cur. 9b] διὸ καὶ πίστεως ἁπάσης ἔρημος ὁ πολυπράγμων ἐστίν· οἰκέταις γοῦν καὶ ξένοις πιστεύομεν μᾶλλον ἐπιστολὰς καὶ γράμματα καὶ σφραγῖδας ἢ φίλοις καὶ οἰκείοις πολυπράγμοσιν. ὁ δὲ Βελλεροφόντης ἐκεῖνος οὐδὲ καθ’ ἑαυτοῦ γράμματα κομίζων ἔλυσεν, ἀλλ’ ἀπέσχετο τῆς ἐπιστολῆς τοῦ βασιλέως ὡς τῆς γυναικὸς διὰ τὴν αὐτὴν ἐγκράτειαν. ἀκρασίας γὰρ τὸ πολυπραγμονεῖν ὡς καὶ τὸ μοιχεύειν, καὶ πρὸς τῇ ἀκρασίᾳ δεινῆς ἀνοίας καὶ ἀφροσύνης· τὸ γὰρ τοσαύτας παρελθόντα κοινὰς καὶ δεδημοσιωμένας γυναῖκας; ἐπὶ τὴν κατάκλειστον ὠθεῖσθαι καὶ πολυτελῆ, πολλάκις ἂν οὕτω τύχῃ καὶ ἄμορφον οὖσαν, ὑπερβολὴ μανίας καὶ παραφροσύνης. ταὐτὸ δ’ οἱ πολυπράγμονες ποιοῦσι· πολλὰ καὶ καλὰ θεάματα καὶ ἀκούσματα καὶ σχολὰς καὶ διατριβὰς παρελθόντες, ἐπιστόλια διορύττουσιν ἀλλότρια καὶ παραβάλλουσι γειτόνων τοίχοις τὰ ὦτα καὶ συμψιθυρίζουσιν οἰκέταις καὶ γυναίοις, πολλάκις μὲν οὐδ’ ἀκινδύνως ἀεὶ δ’ ἀδόξως. [De cur. 10] διὸ καὶ χρήσιμον ὡς ἔνι μάλιστα πρὸς τὴν ἀποτροπὴν τοῖς πολυπράγμοσιν ἡ τῶν προεγνωσμένων ἀνάμνησις. ἂν γάρ, ὥσπερ ὁ Σιμωνίδης ἔλεγε τὰς κιβωτοὺς ἀνοίγων διὰ χρόνου τὴν μὲν τῶν μισθῶν ἀεὶ μεστὴν τὴν δὲ τῶν χαρίτων εὑρίσκειν ἀεὶ κενήν, οὕτως; ἄν τις τῆς πολυπραγμοσύνης τὴν ἀποθήκην ἀνοίγῃ διὰ χρόνου καὶ κατασκέπτηται πολλῶν ἀχρήστων καὶ ματαίων καὶ ἀτερπῶν γέμουσαν, ἴσως ἂν αὐτῷ τὸ πρᾶγμα προσσταίη, φανὲν ἀηδὲς παντάπασι καὶ φλυαρῶδες. φέρε γάρ, εἴ τις ἐπιὼν τὰ συγγράμματα τῶν παλαιῶν ἐκλαμβάνοι τὰ κάκιστα τῶν ἐν αὐτοῖς, καὶ βιβλίον ἔχοι συντεταγμένον, οἷον Ὁμηρικῶν στίχων ἀκεφάλων καὶ τραγικῶν σολοικισμῶν καὶ τῶν ὑπ’ Ἀρχιλόχου πρὸς τὰς γυναῖκας ἀπρεπῶς καὶ ἀκολάστως εἰρημένων, ἑαυτὸν παραδειγματίζοντος· ἆρ’ οὐκ ἔστι τῆς τραγικῆς κατάρας ἄξιος, [De cur. 10b] ὄλοιο θνητῶν ἐκλέγων τὰς συμφοράς;’ [De cur. 10c] καὶ ἄνευ δὲ τῆς κατάρας ἀπρεπὴς καὶ ἀνωφελὴς ὁ θησαυρὸς αὐτοῦ τῶν ἀλλοτρίων ἁμαρτημάτων ὥσπερ ἡ πόλις, ἣν ἐκ τῶν κακίστων καὶ ἀναγωγοτάτων οἰκίσας ὁ Φίλιππος Πονηρόπολιν προσηγόρευσεν. [De cur. 10d] οἱ τοίνυν πολυπράγμονες οὐ στίχων οὐδὲ ποιημάτων, ἀλλὰ βίων ἀστοχήματα καὶ πλημμελήματα καὶ σολοικισμοὺς ἀναλεγόμενοι καὶ συνάγοντες, ἀμουσότατον καὶ ἀτερπέστατον κακῶν γραμματοφυλακεῖον τὴν ἑαυτῶν μνήμην περιφέρουσιν. ὥσπερ οὖν ἐν Ῥώμῃ τινὲς τὰς γραφὰς καὶ τοὺς ἀνδριάντας καὶ νὴ Δία τὰ κάλλη τῶν ὠνίων παίδων καὶ γυναικῶν ἐν μηδενὶ λόγῳ τιθέμενοι, περὶ τὴν τῶν τεράτων ἀγορὰν ἀναστρέφονται, τοὺς ἀκνήμους καὶ τοὺς γαλεάγκωνας καὶ τοὺς τριοφθάλμους καὶ τοὺς στρουθοκεφάλους καταμανθάνοντες καὶ ζητοῦντες εἴ τι γεγένηται [De cur. 10e] σύμμικτον εἶδος κἀποφώλιον τέρας· [De cur. 10f] ἀλλ’ ἐὰν συνεχῶς τις ἐπάγῃ τοῖς τοιούτοις αὐτοὺς θεάμασι, ταχὺ πλησμονὴν καὶ ναυτίαν τὸ πρᾶγμα παρέξει· οὕτως οἱ τὰ περὶ τὸν βίον ἀστοχήματα καὶ γενῶν αἴσχη καὶ διαστροφάς τινας ἐν οἴκοις ἀλλοτρίοις καὶ πλημμελείας πολυπραγμονοῦντες, τῶν πρώτων ἀναμιμνησκέτωσαν ἑαυτοὺς ὅτι χάριν καὶ ὄνησιν οὐδεμίαν ἤνεγκε. [De cur. 11] μέγιστον μέντοι πρὸς τὴν τοῦ πάθους ἀποτροπὴν ὁ ἐθισμός, ἐὰν πόρρωθεν ἀρξάμενοι γυμνάζωμεν ἑαυτοὺς καὶ διδάσκωμεν ἐπὶ ταύτην τὴν ἐγκράτειαν· καὶ γὰρ ἡ αὔξησις ἔθει γέγονε, τοῦ νοσήματος κατὰ μικρὸν εἰς τὸ πρόσω χωροῦντος· ὃν δὲ τρόπον, εἰσόμεθα περὶ τῆς ἀσκήσεως ὁμοῦ διαλεγόμενοι. πρῶτον μὲν οὖν ἀπὸ τῶν βραχυτάτων καὶ φαυλοτάτων ἀρξώμεθα. τί γὰρ χαλεπόν ἐστιν ἐν ταῖς ὁδοῖς τὰς ἐπὶ τῶν τάφων ἐπιγραφὰς μὴ ἀναγιγνώσκειν, ἢ τί δυσχερὲς ἐν τοῖς περιπάτοις τὰ κατὰ τῶν τοίχων γράμματα τῇ ὄψει παρατρέχειν, ὑποβάλλοντας αὑτοῖς ὅτι χρήσιμον οὐδὲν οὐδ’ ἐπιτερπὲς ἐν τούτοις γέγραπται· ἀλλ’ ἐμνήσθη ὁ δεῖνα τοῦ δεῖνος ἐπ’ ἀγαθῷ καὶ φίλων ἄριστος ὅδε τις, καὶ πολλὰ τοιαύτης γέμοντα φλυαρίας· ἃ δοκεῖ μὲν οὐ βλάπτειν ἀναγιγνωσκόμενα, βλάπτει δὲ λεληθότως τῷ μελέτην παρεμποιεῖν τοῦ ζητεῖν τὰ μὴ προσήκοντα; καὶ καθάπερ οἱ κυνηγοὶ τοὺς σκύλακας οὐκ ἐῶσιν ἐκτρέπεσθαι καὶ διώκειν πᾶσαν ὀδμήν, ἀλλὰ τοῖς ῥυτῆρσιν ἕλκουσι καὶ ἀνακρούουσι, καθαρὸν αὐτῶν φυλάττοντες καὶ ἄκρατον τὸ αἰσθητήριον ἐπὶ τὸ οἰκεῖον ἔργον, ἵν’ εὐτονώτερον ἐμφύηται τοῖς ἴχνεσι [De cur. 11b] πέλματα θηρείων μελέων μυκτῆρσιν ἐρευνῶν· [De cur. 11c] οὕτω δεῖ τὰς ἐπὶ πᾶν θέαμα καὶ πᾶν ἄκουσμα τοῦ πολυπράγμονος ἐκδρομὰς καὶ περιπλανήσεις ἀφαιρεῖν καὶ ἀντισπᾶν ἐπὶ τὰ χρήσιμα φυλάττοντας. ὥσπερ γὰρ οἱ ἀετοὶ καὶ οἱ λέοντες ἐν τῷ περιπατεῖν συστρέφουσιν εἴσω τοὺς ὄνυχας, ἵνα μὴ τὴν ἀκμὴν αὐτῶν καὶ τὴν ὀξύτητα κατατρίβωσιν, οὕτω τὸ πολύπραγμον τοῦ φιλομαθοῦς ἀκμήν τινα καὶ στόμωμα νομίζοντες ἔχειν καταναλίσκωμεν ἐν τοῖς ἀχρήστοις μηδ’ ἀπαμβλύνωμεν. [De cur. 12] δεύτερον τοίνυν ἐθιζώμεθα θύραν παριόντες ἀλλοτρίαν μὴ βλέπειν εἴσω μηδὲ τῶν ἐντὸς ἐπιδράττεσθαι τῇ ὄψει καθάπερ χειρὶ τῇ περιεργίᾳ, ἀλλὰ τὸ τοῦ Ξενοκράτους ἔχωμεν πρόχειρον, ὃς ἔφη μηδὲν διαφέρειν τοὺς πόδας ἢ τοὺς ὀφθαλμοὺς εἰς ἀλλοτρίαν οἰκίαν τιθέναι· οὔτε γὰρ δίκαιον οὔτε καλόν, ἀλλ’ οὐδ’ ἡδὺ τὸ θέαμα. [De cur. 12b] δύσμορφα μέντοι τἄνδον εἰσιδεῖν, ξένε· [De cur. 12c] τὰ γὰρ πολλὰ τοιαῦτα τῶν ἐν ταῖς οἰκίαις, σκευάρια κείμενα καὶ θεραπαινίδια καθεζόμενα καὶ σπουδαῖον οὐδὲν οὐδ’ ἐπιτερπές. ἡ δὲ συνδιαστρέφουσα τὴν ψυχὴν παράβλεψις αὕτη καὶ παρατόξευσις αἰσχρὰ καὶ τὸ ἔθος μοχθηρόν· ὁ μὲν γὰρ Διογένης θεασάμενος εἰσελαύνοντα τὸν ὀλυμπιονίκην Διώξιππον ἐφ’ ἅρματος, καὶ γυναικὸς εὐμόρφου θεωμένης τὴν πομπὴν ἀποσπάσαι τὰς ὄψεις μὴ δυνάμενον ἀλλ’ ὑποβλέποντα καὶ παρεπιστρεφόμενον, ὁρᾶτ’ εἶπε τὸν ἀθλητὴν ὑπὸ παιδισκαρίου τραχηλιζόμενον τοὺς δὲ πολυπράγμονας ἴδοις ἂν ὑπὸ παντὸς ὁμοίως θεάματος τραχηλιζομένους καὶ περιαγομένους, ὅταν ἔθος καὶ μελέτη γένηται τῆς ὄψεως αὐτοῖς πανταχοῦ διαφορουμένης δεῖ δ’, ὡς οἶμαι, μὴ καθάπερ θεράπαιναν ἀνάγωγον ἔξω ῥέμβεσθαι τὴν αἴσθησιν, ἀλλ’ ἀποπεμπομένην ὑπὸ τῆς ψυχῆς ἐπὶ τὰ πράγματα συντυγχάνειν αὐτοῖς ταχὺ καὶ διαγγέλλειν· εἶτα πάλιν κοσμίως ἐντὸς εἶναι τοῦ λογισμοῦ καὶ προσέχειν αὐτῷ. νῦν δὲ συμβαίνει τὸ τοῦ Σοφοκλέους [De cur. 12d] ἔπειτα δ’ Αἰνιᾶνος ἀνδρὸς ἄστομοι πῶλοι φοροῦσιν [De cur. 12e] αἱ μὴ τυχοῦσαι παιδαγωγίας ὥσπερ ἐλέγομεν ὀρθῆς μηδ’ ἀσκήσεως αἰσθήσεις προεκτρέχουσαι καὶ συνεφελκόμεναι πολλάκις εἰς ἃ μὴ δεῖ καταβάλλουσι τὴν διάνοιαν. ὅθεν ἐκεῖνο μὲν ψεῦδός ἐστι, τὸ Δημόκριτον ἑκουσίως σβέσαι τὰς ὄψεις ἀπερεισάμενον εἰς ἔσοπτρον πυρωθέν, καὶ τὴν ἀπ’ αὐτοῦ ἀνάκλασιν δεξάμενον, ὅπως μὴ παρέχωσι θόρυβον τὴν διάνοιαν ἔξω καλοῦσαι πολλάκις, ἀλλ’ ἐῶσιν ἔνδον οἰκουρεῖν καὶ διατρίβειν πρὸς τοῖς νοητοῖς, ὥσπερ παρόδιοι θυρίδες ἐμφραγεῖσαι· τοῦτο μέντοι παντὸς μᾶλλον ἀληθές ἐστιν, ὅτι τὴν αἴσθησιν ὀλίγα κινοῦσιν οἱ πλεῖστα τῇ διανοίᾳ χρώμενοι. καὶ γὰρ τὰ μουσεῖα πορρωτάτω τῶν πόλεων ἱδρύσαντο, καὶ τὴν νύκτα προσεῖπον εὐφρόνην μέγα πρὸς εὕρεσιν τῶν ζητουμένων καὶ σκέψιν ἡγούμενοι τὴν ἡσυχίαν καὶ τὸ ἀπερίσπαστον. [De cur. 13] ἀλλὰ μὴν οὐδ’ ἐκεῖνο χαλεπὸν καὶ δύσκολον, ἀνθρώπων λοιδορουμένων ἐν ἀγορᾷ καὶ κακῶς λεγόντων ἀλλήλους μὴ προσελθεῖν· ἢ συνδρομῆς ἐπὶ τι πλειόνων γενομένης μεῖναι καθήμενον· ἐὰν δ’ ἀκρατῶς ἔχῃς, ἀπελθεῖν ἀναστάντα χρηστοῦ μὲν γὰρ οὐδενὸς τοῖς πολυπραγμονοῦσιν ἀναμίξας σεαυτὸν ἀπολαύσεις, μεγάλα δ’ ὠφεληθήσῃ τὸ πολύπραγμον ἀποστρέψας βίᾳ καὶ κολούσας ὑπακούειν τῷ λογισμῷ συνεθιζόμενον. [De cur. 13b] ἐκ δὲ τούτου μᾶλλον ἐπιτείνοντα τὴν ἄσκησιν ὀρθῶς ἔχει καὶ θέατρον ἀκροάματος εὐημεροῦντος παρελθεῖν, καὶ φίλους ἐπ’ ὀρχηστοῦ τινος ἢ κωμῳδοῦ θέαν παραλαμβάνοντας διώσασθαι, καὶ βοῆς ἐν σταδίῳ γενομένης ἢ ἱπποδρόμῳ μὴ ἐπιστραφῆναι. καθάπερ γὰρ ὁ Σωκράτης παρῄνει φυλάττεσθαι τῶν βρωμάτων ὅσα μὴ πεινῶντας ἐσθίειν ἀναπείθει, καὶ τῶν πωμάτων ὅσα πίνειν μὴ διψῶντας· οὕτω χρὴ καὶ ἡμᾶς τῶν θεαμάτων καὶ ἀκουσμάτων φυλάττεσθαι καὶ φεύγειν ὅσα κρατεῖ καὶ προσάγεται τοὺς μηδὲν δεομένους. ὁ δὲ Κῦρος οὐκ ἐβούλετο τὴν Πάνθειαν ἰδεῖν, ἀλλὰ τοῦ Ἀράσπου λέγοντος ὡς ἄξιον θέας εἴη τὸ τῆς γυναικὸς εἶδος, οὐκοῦν ἔφη διὰ τοῦτο μᾶλλον αὐτῆς ἀφεκτέον· εἰ γὰρ ὑπὸ σοῦ πεισθεὶς ἀφικοίμην πρὸς αὐτήν, ἴσως ἄν με πάλιν ἀναπείσειεν αὐτὴ καὶ μὴ σχολάζοντα φοιτᾶν θεᾶσθαι τε καὶ παρακαθῆσθαι προέμενον πολλὰ τῶν σπουδῆς ἀξίων ὁμοίως οὐδ’ Ἀλέξανδρος εἰς ὄψιν ἦλθε τῆς Δαρείου γυναικὸς ἐκπρεπεστάτης εἶναι λεγομένης· ἀλλὰ πρὸς τὴν μητέρα φοιτῶν αὐτῆς πρεσβῦτιν οὖσαν, οὐχ ὑπέμεινε τὴν νέαν καὶ καλὴν ἰδεῖν. ἡμεῖς δὲ τοῖς φορείοις τῶν γυναικῶν ὑποβάλλοντες τοὺς ὀφθαλμοὺς καὶ τῶν θυρίδων ἐκκρεμαννύντες, οὐδὲν ἁμαρτάνειν δοκοῦμεν οὕτως ὀλισθηρὰν καὶ ῥευστὴν εἰς ἅπαντα τὴν πολυπραγμοσύνην ποιοῦντες. [De cur. 14] ἔστι τοίνυν καὶ πρὸς δικαιοσύνην ἄσκησις, ὑπερβῆναί ποτε λῆμμα δίκαιον, ἵνα πόρρω τῶν ἀδίκων ἐθίσῃς σεαυτὸν εἶναι· καὶ πρὸς σωφροσύνην ὁμοίως, ἀποσχέσθαι ποτὲ γυναικὸς ἰδίας, ἵνα μηδέποτε κινηθῇς ὑπ’ ἀλλοτρίας. τοῦτο δὴ τὸ ἔθος ἐπάγων τῇ πολυπραγμοσύνῃ πειρῶ καὶ τῶν ἰδίων ἔνια παρακοῦσαί ποτε καὶ παριδεῖν καί, βουλομένου τινὸς ἀγγεῖλαί τι τῶν ἐπὶ τῆς οἰκίας, ὑπερβαλέσθαι, καὶ λόγους περὶ σοῦ λελέχθαι δοκοῦντας ἀπώσασθαι. καὶ γὰρ τὸν Οἰδίποδα τοῖς μεγίστοις κακοῖς ἡ περιεργία περιέβαλε· ζητῶν γὰρ ἑαυτὸν ὡς οὐκ ὄντα Κορίνθιον ἀλλὰ ξένον, ἀπήντησε τῷ Λαΐῳ, καὶ τοῦτον ἀνελὼν καὶ τὴν μητέρα λαβὼν ἐπὶ τῇ βασιλείᾳ γυναῖκα καὶ δοκῶν εἶναι μακάριος πάλιν ἑαυτὸν ἐζήτει. καὶ τῆς γυναικὸς οὐκ ἐώσης, ἔτι μᾶλλον ἤλεγχε τὸν συνειδότα γέροντα, πᾶσαν προσφέρων ἀνάγκην. τέλος δὲ τοῦ πράγματος ἤδη περιφέροντος αὐτὸν τῇ ὑπονοίᾳ καὶ τοῦ γέροντος ἀναβοήσαντος [De cur. 14b] οἴμοι πρὸς αὐτῷ γ’ εἰμὶ τῷ δεινῷ λέγειν, [De cur. 14c] ὅμως ἐξημμένος ὑπὸ τοῦ πάθους καὶ σφαδᾴζων ἀποκρίνεται [De cur. 14d] κἄγωγ’ ἀκούειν· ἀλλ’ ὅμως ἀκουστέον. [De cur. 14e] οὕτω τίς ἐστι γλυκύπικρος καὶ ἀκατάσχετος ὁ τῆς πολυπραγμοσύνης γαργαλισμός, ὥσπερ ἕλκος αἱμάσσων ἑαυτόν, ὅταν ἀμύσσηται. ὁ δ’ ἀπηλλαγμένος τῆς νόσου ταύτης καὶ φύσει πρᾶος, ἀγνοήσας τι τῶν δυσχερῶν εἴποι ἄν [De cur. 14f] ὦ πότνια λήθη τῶν κακῶν, ὡς εἶ σοφή. [De cur. 15] διὸ καὶ πρὸς ταῦτα συνεθιστέον αὑτούς, ἐπιστολὴν κομισθεῖσαν μὴ ταχὺ μηδὲ κατεσπευσμένως λῦσαι, καθάπερ οἱ πολλοὶ ποιοῦσιν, ἂν αἱ χεῖρες βραδύνωσι, τοῖς ὀδοῦσι τοὺς δεσμοὺς διαβιβρώσκοντες· ἀγγέλου ποθὲν ἥκοντος, μὴ προσδραμεῖν μηδ’ ἐξαναστῆναι· φίλου τινὸς εἰπόντος ἔχω σοί τι καινὸν εἰπεῖν πρᾶγμα μᾶλλον, εἴ τι χρήσιμον ἔχεις ὠφέλιμον. [De cur. 15b] ἐμοῦ ποτ’ ἐν Ῥώμῃ διαλεγομένου, Ῥούστικος ἐκεῖνος, ὃν ὕστερον ἀπέκτεινε Δομετιανὸς τῇ δόξῃ φθονήσας, ἠκροᾶτο, καὶ διὰ μέσου στρατιώτης παρελθὼν ἐπιστολὴν αὐτῷ Καίσαρος ἐπέδωκε· γενομένης δὲ σιωπῆς κἀμοῦ διαλιπόντος, ὅπως ἀναγνῷ τὴν ἐπιστολήν, οὐκ ἠθέλησεν οὐδ’ ἔλυσε πρότερον ἢ διεξελθεῖν ἐμὲ τὸν λόγον καὶ διαλυθῆναι τὸ ἀκροατήριον ἐφ’ ᾧ πάντες ἐθαύμασαν τὸ βάρος τἀνδρός. [De cur. 15c] ὅταν δέ τις οἷς ἔξεστι τρέφων τὸ πολύπραγμον, ἰσχυρὸν ἀπεργάσηται καὶ βίαιον, οὐκέτι ῥᾳδίως, πρὸς ἃ κεκώλυται φερομένου διὰ συνήθειαν, κρατεῖν δυνατός ἐστιν· ἀλλ’ ἐπιστόλια παραλύουσιν οὗτοι φίλων, συνεδρίοις ἀπορρήτοις ἑαυτοὺς παρεμβάλλουσιν, ἱερῶν, ἃ μὴ θέμις ὁρᾶν, γίγνονται θεαταί, τόπους ἀβάτους πατοῦσι, πράγματα καὶ λόγους βασιλικοὺς ἀνερευνῶσι. [De cur. 16] καίτοι γε τοὺς τυράννους, οἷς ἀνάγκη πάντα γιγνώσκειν, ἐπαχθεστάτους ποιεῖ τὸ τῶν λεγομένων ὤτων καὶ προσαγωγέων γένος. ὠτακουστὰς μὲν οὖν πρῶτος ἔσχεν ὁ νέος Δαρεῖος ἀπιστῶν ἑαυτῷ καὶ πάντας ὑφορώμενος καὶ δεδοικώς· τοὺς δὲ προσαγωγίδας οἱ Διονύσιοι τοῖς Συρακοσίοις κατέμιξαν· ὅθεν ἐν τῇ μεταβολῇ τῶν πραγμάτων τούτους πρώτους οἱ Συρακόσιοι συλλαμβάνοντες ἀπετυμπάνιζον. καὶ γὰρ τὸ τῶν συκοφαντῶν γένος ἐκ τῆς τῶν πολυπραγμόνων φρατρίας καὶ ἑστίας ἐστίν. ἀλλ’ οἱ μὲν συκοφάνται ζητοῦσιν, εἴ τις ἢ βεβούλευται κακὸν ἢ πεποίηκεν· οἱ δὲ πολυπράγμονες καὶ τὰς ἀβουλήτους ἀτυχίας τῶν πέλας ἐλέγχοντες εἰς μέσον ἐκφέρουσι. λέγεται δὲ καὶ τὸν ἀλιτήριον ἐκ φιλοπραγμοσύνης κατονομασθῆναι τὸ πρῶτον· λιμοῦ γὰρ ὡς ἔοικεν Ἀθηναίοις ἰσχυροῦ γενομένου, καὶ τῶν ἐχόντων πυρὸν εἰς μέσον οὐ φερόντων ἀλλὰ κρύφα καὶ νύκτωρ ἐν ταῖς οἰκίαις ἀλούντων, περιιόντες ἐτήρουν τῶν μύλων τὸν ψόφον εἶτ’ ἀλιτήριοι προσηγορεύθησαν. ὁμοίως δὲ καὶ τῷ συκοφάντῃ τοὔνομα γεγενῆσθαι· κεκωλυμένου γὰρ ἐκφέρειν τὰ σῦκα, μηνύοντες καὶ φαίνοντες τοὺς ἐξάγοντας ἐκλήθησαν συκοφάνται. καὶ τοῦτ’ οὖν οὐκ ἄχρηστόν ἐστιν ἐννοεῖν τοὺς πολυπράγμονας, ὅπως αἰσχύνωνται τὴν πρὸς τοὺς μισουμένους μάλιστα καὶ δυσχεραινομένους ὁμοιότητα καὶ συγγένειαν τοῦ ἐπιτηδεύματος. ## Περὶ φιλοπλουτίας [De cup. div. 1] Ἱππόμαχος ὁ ἀλείπτης, ἐπαινούντων τινῶν ἄνθρωπον εὐμήκη καὶ μακρὰς ἔχοντα χεῖρας ὡς πυκτικόν, εἴπερ ἔφη καθελεῖν ἔδει τὸν στέφανον κρεμάμενον τοῦτ’ ἔστιν εἰπεῖν πρὸς τοὺς τὰ καλὰ χωρία καὶ τὰς μεγάλας οἰκίας καὶ τὸ πολὺ ἀργύριον ὑπερεκπεπληγμένους καὶ μακαρίζοντας, εἴ γ’ ἔδει πωλουμένην πρίασθαι τὴν εὐδαιμονίαν καίτοι πολλοὺς ἂν εἴποι τις, ὅτι μᾶλλον ἐθέλουσι πλουτεῖν καὶ κακοδαιμονοῦντες μακάριοι γενέσθαι δόντες ἀργύριον, ἀλλ’ οὐκ ἔστι γε χρημάτων ὤνιον ἀλυπία, μεγαλοφροσύνη, εὐστάθεια, θαρραλεότης, αὐτάρκεια· [De cup. div. 2] τῷ πλουτεῖν οὐκ ἔνεστι τὸ πλούτου καταφρονεῖν οὐδὲ τῷ τὰ περιττὰ κεκτῆσθαι τὸ μὴ δεῖσθαι τῶν περιττῶν. τίνος οὖν ἀπαλλάττει τῶν ἄλλων κακῶν ὁ πλοῦτος, εἰ μηδὲ φιλοπλουτίας; ἀλλὰ ποτῷ μὲν ἔσβεσαν τὴν τοῦ ποτοῦ ὄρεξιν καὶ τροφὴ τὴν τῆς τροφῆς ἐπιθυμίαν ἠκέσαντο· κἀκεῖνος ὁ λέγων [De cup. div. 2b] δὸς χλαῖναν Ἱππώνακτι, κάρτα γὰρ ῥιγῶ, [De cup. div. 2c] πλειόνων ἐπιφερομένων δυσανασχετεῖ καὶ διωθεῖται· φιλαργυρίαν δ’ οὐ σβέννυσιν ἀργύριον οὐδὲ χρυσίον οὐδὲ πλεονεξία παύεται κτωμένη τὸ πλέον. ἀλλ’ ἔστιν εἰπεῖν πρὸς τὸν πλοῦτον ὥσπερ ἰατρὸν ἀλαζόνα [De cup. div. 2d] τὸ φάρμακόν σου τὴν νόσον μείζω ποιεῖ· [De cup. div. 2e] ἄρτου δεομένους καὶ οἴκου καὶ σκέπης μετρίας καὶ τοῦ τυχόντος ὄψου παραλαβὼν ἐμπέπληκεν ἐπιθυμίας χρυσοῦ καὶ ἀργύρου καὶ ἐλέφαντος καὶ σμαράγδων καὶ κυνῶν καὶ ἵππων, εἰς χαλεπὰ καὶ σπάνια καὶ δυσπόριστα καὶ ἄχρηστα μεταθεὶς ἐκ τῶν ἀναγκαίων τὴν ὄρεξιν. ἐπεὶ τῶν γ’ ἀρκούντων οὐδεὶς πένης ἐστίν· οὐδὲ δεδάνεισται πώποτ’ ἄνθρωπος ἀργύριον, ἵν’ ἄλφιτα πρίηται ἢ τυρὸν ἢ ἄρτον ἢ ἐλαίας· ἀλλὰ τὸν μὲν οἰκία πολυτελὴς χρεωφειλέτην πεποίηκε, τὸν δ’ ὁμοροῦν ἐλαιόφυτον, τὸν δὲ σιτῶνες ἀμπελῶνες, ἄλλον ἡμίονοι Γαλατικαὶ, ἄλλον ἵπποι ζυγοφόροι [De cup. div. 2f] κείν’ ὄχεα κροτέοντες [De cup. div. 2g] ἐνσεσείκασιν εἰς βάραθρον συμβολαίων καὶ τόκων καὶ ὑποθηκῶν. εἶθ’ ὥσπερ οἱ πίνοντες μετὰ τὸ μὴ διψῆν ἢ ἐσθίοντες μετὰ τὸ μὴ πεινῆν καὶ ὅσα διψῶντες ἢ πεινῶντες ἔλαβον προσεξεμοῦσιν, οὕτως οἱ τῶν ἀχρήστων ἐφιέμενοι καὶ περιττῶν οὐδὲ τῶν ἀναγκαίων κρατοῦσιν. οὗτοι μὲν οὖν τοιοῦτοι. [De cup. div. 3] τοὺς δὲ μηδὲν ἀποβάλλοντας ἔχοντας δὲ πολλὰ πλειόνων δ’ ἀεὶ δεομένους ἔτι μᾶλλον θαυμάσειεν ἄν τις τοῦ Ἀριστίππου μεμνημένος ἐκεῖνος γὰρ εἰώθει λέγειν, ὅτι πολλὰ μέν τις ἐσθίων πολλὰ δὲ πίνων πληρούμενος δὲ μηδέποτε, πρὸς τοὺς ἰατροὺς βαδίζει καὶ πυνθάνεται τί τὸ πάθος καί τίς ἡ διάθεσις καὶ πῶς ἂν ἀπαλλαγείη· εἰ δέ τις ἔχων πέντε κλίνας δέκα ζητεῖ, καὶ κεκτημένος δέκα τραπέζας ἑτέρας συνωνεῖται τοσαύτας, καὶ χωρίων πολλῶν παρόντων καὶ ἀργυρίου, οὐ γίγνεται μεστὸς ἀλλ’ ἐπ’ ἄλλα συντέταται καὶ ἀγρυπνεῖ καὶ ἀπλήρωτός ἐστι. πάντων, οὗτος οὐκ οἴεται δεῖσθαι τοῦ θεραπεύσοντος καὶ δείξοντος ἀφ’ ἧς αἰτίας τοῦτο πέπονθε. καίτοι τῶν διψώντων τὸν μὲν οὐ πεπωκότα προσδοκήσειεν ἄν τις ἀπαλλαγήσεσθαι πιόντα τοῦ διψῆν, τὸν δὲ πίνοντα συνεχῶς καὶ μὴ παυόμενον οὐ πληρώσεως ἀλλὰ καθάρσεως οἰόμεθα δεῖσθαι· καὶ κελεύομεν ἐμεῖν, ὡς οὐχ ὑπ’ ἐνδείας ὀχλούμενον ἀλλά τινος δριμύτητος ἢ θερμότητος αὐτῷ παρὰ φύσιν ἐνούσης· οὐκοῦν καὶ τῶν ποριζόντων ὁ μὲν ἐνδεὴς· καὶ ἄπορος παύσεται ἴσως ἑστίαν κτησάμενος ἢ θησαυρὸν εὑρὼν, ἢ φίλου βοηθήσαντος ἐκτίσας καὶ ἀπαλλαγεὶς τοῦ δανειστοῦ· τὸν δὲ πλείω τῶν ἱκανῶν ἔχοντα καὶ πλειόνων ὀρεγόμενον οὐ χρυσίον ἐστὶν οὐδ’ ἀργύριον τὸ θεραπεῦον οὐδ’ ἵπποι καὶ πρόβατα καὶ βόες, ἀλλ’ ἐκβολῆς δεῖται καὶ καθαρμοῦ. πενία γὰρ οὐκ ἔστιν ἀλλ’ ἀπληστία τὸ πάθος αὐτοῦ καὶ φιλοπλουτία, διὰ κρίσιν φαύλην καὶ ἀλόγιστον ἐνοῦσα· ἣν ἂν μή τις ἐξέληται τῆς ψυχῆς ὥσπερ ἕλμιγγα πλατεῖαν, οὐ παύσονται δεόμενοι τῶν περιττῶν, τουτέστιν ἐπιθυμοῦντες ὧν οὐ δέονται. [De cup. div. 4] ὅταν ἰατρὸς πρὸς ἄνθρωπον εἰσελθὼν ἐρριμμένον ἐν τῷ κλινιδίῳ καὶ στένοντα καὶ μὴ βουλόμενον τροφὴν λαβεῖν, ἅψηται καὶ ἀνακρίνῃ καὶ εὕρῃ μὴ πυρέττοντα, ψυχικὴ νόσος ἔφη καὶ ἀπῆλθεν οὐκοῦν καὶ ἡμεῖς ὅταν ἴδωμεν ἄνδρα τῷ πορισμῷ προστετηκότα καὶ τοῖς ἀναλώμασιν ἐπιστένοντα καὶ μηδενὸς εἰς χρηματισμὸν συντελοῦντος αἰσχροῦ μηδ’ ἀνιαροῦ φειδόμενον, οἰκίας δ’ ἔχοντα καὶ χώρας καὶ ἀγέλας καὶ ἀνδράποδα σὺν ἱματίοις, τί φήσομεν τὸ πάθος εἶναι τἀνθρώπου ἢ πενίαν ψυχικήν; ἐπεὶ τήν γε χρηματικήν, ὥς φησιν ὁ Μένανδρος, εἷς ἂν φίλος ἀπαλλάξειεν εὐεργετήσας· τὴν δὲ ψυχικὴν ἐκείνην οὐκ ἂν ἐμπλήσειαν ἅπαντες οὔτε ζῶντες οὔτε ἀποθανόντες. ὅθεν εὖ πρὸς τούτους λέλεκται ὑπὸ τοῦ Σόλωνος [De cup. div. 4b] πλούτου δ’ οὐδὲν τέρμα πεφασμένον ἀνθρώποισιν. [De cup. div. 4c] ἐπεὶ τοῖς γε νοῦν ἔχουσιν ὁ τῆς φύσεως πλοῦτος ὥρισται καὶ τὸ τέρμα πάρεστι τῆς χρείας καθάπερ κέντρῳ καὶ διαστήματι περιγραφόμενον. [De cup. div. 4d] ἀλλὰ καὶ τοῦτο τῆς φιλαργυρίας ἴδιον· ἐπιθυμία γάρ ἐστι μαχομένη πρὸς τὴν αὑτῆς πλήρωσιν· αἱ δ’ ἄλλαι καὶ συνεργοῦσιν οὐδεὶς γοῦν ἀπέχεται χρήσεως ὄψου διὰ φιλοψίαν οὐδ’ οἴνου δι’ οἰνοφλυγίαν, ὡς χρημάτων ἀπέχονται διὰ φιλοχρηματίαν. καίτοι πῶς οὐ μανικὸν οὐδ’ οἰκτρὸν τὸ πάθος, εἴ τις ἱματίῳ μὴ χρῆται διὰ τὸ ῥιγοῦν μηδ’ ἄρτῳ διὰ τὸ πεινῆν μηδὲ πλούτῳ διὰ τὸ φιλοπλουτεῖν; ἀλλ’ ἐν τοῖς Θρασωνίδου κακοῖς ἐστιν· [De cup. div. 4e] παρ’ ἐμοὶ γάρ ἐστιν ἔνδον, ἔξεστιν δέ μοι καὶ βούλομαι τοῦθ’ ὡς ἂν ἐμμανέστατα ἐρῶν τις, οὐ ποιῶ δέ· [De cup. div. 4f] κατακλείσας δὲ πάντα καὶ κατασφραγισάμενος, καὶ παραριθμήσας τοκισταῖς καὶ πραγματευταῖς, ἄλλα συνάγω καὶ διώκω· καὶ ζυγομαχῶ πρὸς τοὺς οἰκέτας πρὸς τοὺς γεωργοὺς πρὸς τοὺς χρεώστας· [De cup. div. 4g] Ἄπολλον, ἀνθρώπων τιν’ ἀθλιώτερον ἑόρακας ἢ ἐρῶντα δυσποτμώτερον; [De cup. div. 5] ὁ Σοφοκλῆς ἐρωτηθείς, εἰ δύναται γυναικὶ πλησιάζειν, εὐφήμει, ἄνθρωπε εἶπεν ἐλεύθερος γέγονα, λυττῶντας καὶ ἀγρίους δεσπότας διὰ τὸ γῆρας ἀποφυγών. χάριεν γὰρ ἅμα ταῖς ἡδοναῖς συνεκλιπεῖν τὰς ἐπιθυμίας, ἃς μήτε ἄνδρα φησὶν Ἀλκαῖος; διαφυγεῖν μήτε γυναῖκα. τοῦτο δ’ οὐκ ἔστιν ἐπὶ τῆς φιλοπλουτίας· ἀλλ’ ὥσπερ βαρεῖα καὶ πικρὰ δέσποινα κτάσθαι μὲν ἀναγκάζει χρῆσθαι δὲ κωλύει, καὶ τὴν μὲν ἐπιθυμίαν ἐγείρει τὴν δ’ ἡδονὴν ἀφαιρεῖται. τοὺς μὲν οὖν Ῥοδίους ὁ Στρατόνικος ἐπέσκωπτεν εἰς πολυτέλειαν, οἰκοδομεῖν μὲν ὡς ἀθανάτους λέγων ὀψωνεῖν δ’ ὡς ὀλιγοχρονίους οἱ δὲ φιλάργυροι κτῶνται μὲν ὡς πολυτελεῖς χρῶνται δ’ ὡς ἀνελεύθεροι, καὶ τοὺς μὲν πόνους ὑπομένουσι τὰς δ’ ἡδονὰς οὐκ ἔχουσιν. ὁ γοῦν Δημάδης ἐπιστὰς ἀριστῶντί ποτε Φωκίωνι καὶ θεασάμενος αὐτοῦ τὴν τράπεζαν αὐστηρὰν καὶ λιτήν, θαυμάζω σ’ ὦ Φωκίων εἶπεν ὅτι οὕτως ἀριστᾶν δυνάμενος πολιτεύῃ αὐτὸς γὰρ εἰς τὴν γαστέρα ἐδημαγώγει, καὶ τὰς Ἀθήνας μικρὸν ἡγούμενος τῆς ἀσωτίας ἐφόδιον ἐκ τῆς Μακεδονίας ἐπεσιτίζετο· καὶ διὰ τοῦτ’ Ἀντίπατρος εἶπε θεασάμενος αὐτὸν γέροντα· καθάπερ ἱερείου διαπεπραγμένου μηδὲν ἔτι λοιπὸν ἢ τὴν γλῶσσαν εἶναι καὶ τὴν κοιλίαν σὲ δ’ οὐκ ἄν τις, ὦ κακόδαιμον, θαυμάσειεν, εἰ δυνάμενος οὕτω ζῆν ἀνελευθέρως καὶ ἀπανθρώπως καὶ ἀμεταδότως καὶ πρὸς φίλους ἀπηνῶς καὶ πρὸς πολίτας ἀφιλοτίμως, κακοπαθεῖς καὶ ἀγρυπνεῖς καὶ ἐργολαβεῖς καὶ κληρονομεῖς καὶ ὑποπίπτεις τηλικοῦτον ἔχων τῆς ἀπραγμοσύνης ἐφόδιον, τὴν ἀνελευθερίαν; Βυζάντιόν τινα λέγουσιν ἐπὶ δυσμόρφῳ γυναικὶ μοιχὸν εὑρόντ’ εἰπεῖν, ὦ ταλαίπωρε, τίς ἀνάγκη; σαπραγόρα προῖξ. ἄγε σὺ κυκᾷς ὑφάπτεις, ὦ πόνηρε, τοὺς βασιλεῖς πορίζεσθαι δεῖ τοὺς ἐπιτρόπους τῶν βασιλέων τοὺς ἐν ταῖς πόλεσι πρωτεύειν καὶ ἄρχειν ἐθέλοντας· ἐκείνοις ἀνάγκη διὰ τὴν φιλοτιμίαν καὶ ἀλαζονείαν καὶ τὴν κενὴν δόξαν ἑστιῶσιν χαριζομένοις δορυφοροῦσι δῶρα πέμπουσι, στρατεύματα τρέφουσι μονομάχους ὠνουμένοις· σὺ δὲ τοσαῦτα πράγματα συγχεῖς καὶ ταράττεις καὶ στροβεῖς σεαυτόν, κοχλίου βίον ζῶν διὰ τὴν μικρολογίαν, καὶ τὰ δυσχερῆ πάνθ’ ὑπομένεις οὐδὲν εὖ πάσχων, ὥσπερ ὄνος βαλανέως ξύλα καὶ φρύγανα κατακομίζων, ἀεὶ καπνοῦ τε καί τέφρας ἀναπιμπλάμενος λουτροῦ δὲ μὴ μετέχων μηδ’ ἀλέας μηδὲ καθαρειότητος. [De cup. div. 6] καὶ ταῦτα πρὸς τὴν ὀνώδη καὶ μυρμηκώδη λέγω ταύτην φιλοπλουτίαν. ἑτέρα δ’ ἐστὶν ἡ θηριώδης, συκοφαντοῦσα καὶ κληρονομοῦσα καὶ παραλογιζομένη καὶ πολυπραγμονοῦσα καὶ φροντίζουσα καὶ ἀριθμοῦσα τῶν φίλων ἔτι πόσοι ζῶσιν, εἶτα πρὸς μηδὲν ἀπολαύουσα τῶν πανταχόθεν προσποριζομένων. ὥσπερ οὖν ἐχίδνας καὶ κανθαρίδας καὶ φαλάγγια μᾶλλον προβαλλόμεθα καὶ δυσχεραίνομεν ἄρκτων καὶ λεόντων, ὅτι κτείνει καὶ ἀπόλλυσιν ἀνθρώπους μηδὲν χρώμενα τοῖς ἀπολλυμένοις ὑπ’ αὐτῶν· οὕτω δεῖ μᾶλλον δυσχεραίνειν τῶν δι’ ἀσωτίαν τοὺς διὰ μικρολογίαν καὶ ἀνελευθερίαν πονηρούς· ἀφαιροῦνται γὰρ ἄλλων, οἷς αὐτοὶ χρῆσθαι μὴ δύνανται μηδὲ πεφύκασιν. ὅθεν ἐκεῖνοι μὲν ἐκεχειρίαν ἄγουσιν, ἐν ἀφθόνοις γενόμενοι καὶ χορηγίαν ἔχοντες· ὥσπερ ὁ Δημοσθένης; ἔλεγε πρὸς τοὺς νομίζοντας τῆς πονηρίας τὸν Δημάδην πεπαῦσθαι, νῦν γὰρ ἔφη μεστὸν ὁρᾶτε, καθάπερ τοὺς λέοντας· τοῖς δ’ εἰς μηδὲν ἡδὺ μηδὲ χρήσιμον πολιτευομένοις οὐκ ἔστιν ἀνακωχὴ τοῦ πλεονεκτεῖν οὐδ’ ἀσχολία κενοῖς οὖσιν ἀεὶ καὶ προσδεομένοις ἁπάντων. [De cup. div. 7] ἀλλὰ νὴ Δία, φήσει τις, ὅτι παισὶν οὗτοι καὶ κληρονόμοις φυλάττουσι καὶ θησαυρίζουσι. πῶς; οἷς ζῶντες οὐδὲν μεταδιδόασιν, ἀλλ’ ὥσπερ τῶν μυῶν τῶν ἐν τοῖς μετάλλοις τὴν χρυσῖτιν ἐσθιόντων οὐκ ἔσται τοῦ χρυσίου μεταλαβεῖν, εἰ μὴ νεκρῶν γενομένων καὶ ἀνατμηθέντων. παισὶ δὲ καὶ κληρονόμοις διὰ τί βούλονται πολλὰ χρήματα καὶ μεγάλην οὐσίαν ἀπολιπεῖν; ἵνα δηλονότι καὶ οὗτοι φυλάττωσιν ἑτέροις, κἀκεῖνοι πάλιν παισίν· ὥσπερ οἱ κεραμεοῖ σωλῆνες οὐδὲν ἀναλαμβάνοντες εἰς ἑαυτοὺς ἀλλ’ ἕκαστος εἰς ἕτερον ἐξ ἑαυτοῦ μεθιείς, ἄχρι ἄν τις ἔξωθεν ἢ συκοφάντης ἢ τύραννος ἐκκόψας τὸν φυλάττοντα καὶ κατεάξας ἀλλαχόσε παρατρέψῃ καὶ παροχετεύσῃ τὸν πλοῦτον· ἤ, καθάπερ λέγουσιν, εἷς ὁ πονηρότατος ἐν τῷ γένει γενόμενος, καταφάγῃ τὰ πάντων· οὐ γὰρ μόνον γίγνεται δούλων τέκνα [De cup. div. 7b] ἀκόλασθ’ ὁμιλεῖν γίνεται δούλων τέκνα [De cup. div. 7c] ἀλλὰ καὶ μικρολόγων ὥς που καὶ Διογένης ἐπέσκωψεν εἰπὼν Μεγαρέως ἀνδρὸς βέλτιον εἶναι κριὸν ἢ υἱὸν γενέσθαι. καὶ γὰρ οὓς δοκοῦσι παιδεύειν ἀπολλύουσι καὶ προσδιαστρέφουσιν ἐμφυτεύοντες τὴν αὑτῶν φιλαργυρίαν καὶ τὴν μικρολογίαν, ὥσπερ φρούριον τῆς κληρονομίας ἐνοικοδομοῦντες τοῖς κληρονόμοις. ταῦτα γάρ ἐστιν ἃ παραινοῦσι καὶ διδάσκουσι κέρδαινε καὶ φείδου, καὶ τοσούτου νόμιζε σαυτὸν ἄξιον ὅσον ἂν ἔχῃς. τοῦτο δ’ οὐκ ἔστι παιδεύειν, ἀλλὰ συστέλλειν καὶ ἀπορράπτειν ὥσπερ βαλλάντιον, ἵνα στέγειν καὶ φυλάττειν τὸ εἰσβληθὲν δύνηται. καίτοι τὸ μὲν βαλλάντιον ἐμβληθέντος τοῦ ἀργυρίου γίγνεται ῥυπαρὸν καὶ δυσῶδες; οἱ δὲ τῶν φιλαργύρων παῖδες πρὶν ἢ παραλαμβάνειν τὸν πλοῦτον ἀναπίμπλανται τῆς φιλοπλουτίας ἀπ’ αὐτῶν τῶν πατέρων. καὶ μέντοι τῆς διδασκαλίας καὶ μισθοὺς ἀξίους ἀποτίνουσιν αὐτοῖς, οὐ φιλοῦντες ὅτι πολλὰ λήψονται, ἀλλὰ μισοῦντες ὅτι μήπω λαμβάνουσι· μηδὲν γὰρ ἄλλο θαυμάζειν ἢ τὸν πλοῦτον μαθόντες μηδ’ ἐπ’ ἄλλῳ τινὶ ζῆν ἢ τῷ πολλὰ κεκτῆσθαι, κώλυσιν τοῦ ἰδίου βίου τὸν ἐκείνων ποιοῦνται, καὶ νομίζουσιν αὑτῶν ἀφαιρεῖσθαι τὸν χρόνον, ὅσον ἐκείνοις προστίθησι. διὸ καὶ ζώντων μὲν ἔτι τῶν πατέρων λανθάνοντες ἁμωσγέπως παρακλέπτουσι τῆς ἡδονῆς καὶ ἀπολαύουσιν ὥσπερ ἀλλοτρίων μεταδιδόντες φίλοις, ἀναλίσκοντες εἰς ἐπιθυμίας ἔτι ἀκούοντες ἔτι μανθάνοντες. ὅταν δ’ ἀποθανόντων τὰς κλεῖς παραλάβωσι καὶ τὰς σφραγῖδας, ἕτερον βίου σχῆμα αὐτοῖς ἐστι καὶ πρόσωπον ἀγέλαστον αὐστηρὸν ἀνέντευκτον οὐ κολοφὼν οὐ σφαῖρα οὐ τραχηλισμὸς οὐκ Ἀκαδήμεια οὐ Λύκειον, ἀλλ’ οἰκετῶν ἀνάκρισις καὶ γραμματείων ἐπίσκεψις καὶ πρὸς οἰκονόμους ἢ χρεώστας διαλογισμὸς καὶ ἀσχολία καὶ φροντὶς ἀφαιρουμένη τὸ ἄριστον καὶ συνελαύνουσα νυκτὸς εἰς τὸ βαλανεῖον [De cup. div. 7d] γυμνάσια δ’ οἷσιν ἐνετράφη Δίρκης θ’ ὕδωρ παρώδευται· [De cup. div. 7e] κἂν εἴπῃ τις οὐκ ἀκούσῃ τοῦ φιλοσόφου;’ πόθεν ἐμοί;’ φησίν· οὐ σχολάζω τοῦ πατρὸς τεθνηκότος. ὦ ταλαίπωρε, τί σοι τοιοῦτο καταλέλοιπεν οἷον ἀφῄρηται, τὴν σχολὴν καὶ τὴν ἐλευθερίαν; μᾶλλον δ’ οὐκ ἐκεῖνος ἀλλ’ ὁ πλοῦτος περιχυθεὶς καὶ κρατήσας, ὥσπερ ἡ παρ’ Ἡσιόδῳ γυνὴ [De cup. div. 7f] εὔει ἄτερ δαλοῦ καὶ ἐν ὠμῷ γήραϊ θῆκεν; [De cup. div. 7g] ὥσπερ ῥυτίδας ἀώρους ἢ πολιὰς ἐπαγαγὼν τῇ ψυχῇ τὰς φροντίδας ἐκ τῆς φιλαργυρίας καὶ τῆς ἀσχολίας, ὑφ’ ὧν μαραίνεται τὸ γαῦρον καὶ τὸ φιλότιμον καὶ τὸ φιλάνθρωπον. [De cup. div. 8] τί οὖν; φήσει τις, οὐχ ὁρᾷς καὶ χρωμένους ἐνίους δαψιλῶς τοῖς χρήμασι; σὺ δ’ οὐκ ἀκούεις, φήσομεν, Ἀριστοτέλους λέγοντος, ὅτι· οἱ μὲν οὐ χρῶνται οἱ δὲ παραχρῶνται, καθάπερ οὔδ’ ἑτέρου προσήκοντος; ἀλλ’ ἐκείνους μὲν οὐκ ὠφελεῖ τὸ οἰκεῖον οὐδὲ κοσμεῖ, τούτους δὲ καὶ βλάπτει καὶ καταισχύνει. [De cup. div. 8b] φέρε δὴ σκεψώμεθα τὸ πρῶτον. τίνων τίς ἡ χρῆσις αὕτη, δι’ ἣν θαυμάζεται ὁ πλοῦτος; πότερον τῶν ἀρκούντων ἢ τῶν περιττῶν; εἰ γὰρ τῶν ἀρκούντων, οὐδὲν πλέον ἔχουσιν οἱ πλούσιοι τῶν μέτρια κεκτημένων· ἀλλὰ τυφλὸς καὶ ἄπλουτος ὁ πλοῦτός ἐστιν ὥς φησι Θεόφραστος, καὶ ἄζηλος ἀληθῶς, εἰ Καλλίας ὁ πλουσιώτατος Ἀθηναίων καὶ Ἰσμηνίας ὁ Θηβαίων εὐπορώτατος ἐχρῶντο τούτοις, οἷς Σωκράτης καὶ Ἐπαμεινώνδας. ὡς γὰρ Ἀγάθων τὸν αὐλὸν ἀπέπεμψεν ἐκ τοῦ συμποσίου πρὸς τὰς γυναῖκας, οἰόμενος ἀρκεῖν τοὺς λόγους τῶν παρόντων· οὕτως ἀποπέμψειας ἂν καὶ στρωμνὰς ἁλουργεῖς καὶ τραπέζας πολυτελεῖς καὶ τὰ περιττὰ πάντα, τοὺς πλουσίους ὁρῶν χρωμένους οἷς οἱ πένητες· οὐκ [De cup. div. 8c] αἶψά κε πηδάλιον μὲν ὑπὲρ καπνοῦ καταθεῖο, ἔργα βοῶν δ’ ἀπόλοιτο καὶ ἡμιόνων ταλαεργῶν. [De cup. div. 8d] ἀλλὰ χρυσοχόων καὶ τορευτῶν καὶ μυρεψῶν καὶ μαγείρων, καλῆς καὶ σώφρονος γενομένης ξενηλασίας, τῶν ἀχρήστων. εἰ δὲ τὰ μὲν ἀρκοῦντα κοινὰ καὶ τῶν μὴ πλουσίων καὶ τῶν πλουσίων ἐστί, σεμνύνεται δ’ ὁ πλοῦτος ἐπὶ τοῖς περισσοῖς· καὶ τὸν Σκόπαν τὸν Θεσσαλὸν ἐπαινεῖς, ὃς αἰτηθείς τι τῶν κατὰ τὴν οἰκίαν ὡς περιττὸν αὐτῷ καὶ ἄχρηστον ἀλλὰ μήν ἔφη τούτοις ἐσμὲν ἡμεῖς εὐδαίμονες καὶ μακάριοι τοῖς περιττοῖς, ἀλλ’ οὐκ ἐκείνοις τοῖς ἀναγκαίοις· ὅρα μὴ πομπὴν ἐπαινοῦντι καὶ πανήγυριν μᾶλλον ἢ βίον ἔοικας. [De cup. div. 9] ἡ πάτριος τῶν Διονυσίων ἑορτὴ τὸ παλαιὸν ἐπέμπετο δημοτικῶς καὶ ἱλαρῶς, ἀμφορεὺς οἴνου καὶ κληματίς, εἶτα τράγον τις εἷλκεν, ἄλλος ἰσχάδων ἄρριχον ἠκολούθει κομίζων, ἐπὶ πᾶσι δ’ ὁ φαλλός ἀλλὰ νῦν ταῦτα παρεώραται καὶ ἠφάνισται, χρυσωμάτων περιφερομένων καὶ ἱματίων πολυτελῶν καὶ ζευγῶν ἐλαυνομένων καὶ προσωπείων. οὕτω τἀναγκαῖα τοῦ πλούτου καὶ χρήσιμα τοῖς ἀχρήστοις κατακέχωσται καὶ τοῖς περιττοῖς. οἱ δὲ πολλοὶ τὸ τοῦ Τηλεμάχου πάσχομεν καὶ γὰρ ἐκεῖνος ὑπ’ ἀπειρίας μᾶλλον δ’ ἀπειροκαλίας τὴν μὲν Νέστορος ἰδὼν οἰκίαν κλίνας ἔχουσαν τραπέζας ἱμάτια στρώματα οἶνον ἡδύν, οὐκ ἐμακάριζε τὸν εὐποροῦντα τῶν ἀναγκαίων ἢ καὶ τῶν χρησίμων· παρὰ δὲ τῷ Μενελάῳ θεασάμενος ἐλέφαντα καὶ χρυσὸν καὶ ἤλεκτρον ἐξεπλάγη καὶ εἶπε [De cup. div. 9b] Ζηνὸς που τοιήδε γ’ Ὀλυμπίου ἔνδοθεν αὐλή· ὅσσα τάδ’ ἄσπετα πολλά· σέβας μ’ ἔχει εἰσορόωντα [De cup. div. 9c] Σωκράτης δ’ ἂν εἶπεν ἢ καὶ Διογένης ὅσσα τάδ’ ἄθλια πολλὰ καὶ ἄχρηστα καὶ μάταια· [De cup. div. 9d] γέλως μ’ ἔχει εἰσορόωντα. [De cup. div. 9e] τί λέγεις, ἀβέλτερ’, ὃς τῆς γυναικὸς ὀφείλων παρελεῖν τὴν πορφύραν καὶ τὸν κόσμον, ἵνα παύσηται τρυφῶσα καὶ ξενομανοῦσα, τὴν οἰκίαν πάλιν καλλωπίζεις ὡς θέατρον ἢ θυμέλην τοῖς εἰσιοῦσι; [De cup. div. 10] τοιαύτην ὁ πλοῦτος εὐδαιμονίαν ἔχει θεατῶν δεομένην καὶ μαρτύρων, οἷς δεῖ πᾶσιν ἐμπομπεύειν αὐτόν, ἢ· τὸ μηδέν ἐστιν. ἀλλ’ οὐχ ὅμοιόν γε τὸ σωφρονεῖν τὸ φιλοσοφεῖν τὸ γιγνώσκειν ἃ δεῖ περὶ θεῶν· ἀλλὰ κἂν λανθάνῃ πάντας ἀνθρώπους, ἴδιον σέλας ἔχει καὶ φέγγος ἐν τῇ ψυχῇ μέγα καὶ χαρὰν ποιεῖ σύνοικον αὐτῇ ἐν ἑαυτῇ ἀντιλαμβανομένῃ τἀγαθοῦ, ἂν τ’ εἰδῇ τις ἄν τε λανθάνῃ καὶ θεοὺς καὶ ἀνθρώπους ἅπαντας. τοιοῦτόν ἐστιν ἀρετὴ ἀλήθεια μαθημάτων τε κάλλος γεωμετρικῶν ἀστρολογικῶν οἷς πάντα τὰ τοῦ πλούτου φάλαρα ταῦτα καὶ περιδέραια· καὶ θεάματα κορασιώδη παραβαλεῖν ἄξιον, ἃ μηδενὸς ὁρῶντος μηδὲ προσβλέποντος ὄντως τυφλὸς γίγνεται καὶ ἀφεγγὴς ὁ πλοῦτος; μόνος γὰρ ὁ πλούσιος δειπνῶν μετὰ τῆς γυναικὸς ἢ τῶν συνήθων οὔτε ταῖς χρυσαῖς παρέχει πράγματα τραπέζαις οὔτε τοῖς χρυσοῖς ἐκπώμασιν ἀλλὰ χρῆται τοῖς προστυχοῦσι, καὶ ἡ γυνὴ ἄχρυσος καὶ ἀπόρφυρος καὶ ἀφελὴς πάρεστιν· ὅταν δὲ σύνδειπνον, τουτέστι πομπὴ καὶ θέατρον, συγκροτῆται καὶ δρᾶμα πλουσιακὸν εἰσάγηται, νηῶν δ’ ἔκφερε λέβητάς τε τρίποδάς τε· τῶν τε λύχνων ἀντέχονται καὶ περισπῶνται περὶ τὰς κύλικας, ἀλλάσσουσι τοὺς οἰνοχόους, μεταμφιεννύουσι πάντα, πάντα κινοῦσι, χρυσόν, ἄργυρον, λιθοκόλλητα, ἁπλῶς πλουτεῖν ὁμολογοῦντες. ἀλλὰ σωφροσύνης γε, κἂν μόνος δειπνῇ, δεῖται κἂν δικαιοσύνης. ## Περὶ δυσωπίας [De vit. pud. 1] ἔνια τῶν ἐκ τῆς γῆς φυομένων αὐτὰ μέν ἐστιν ἄγρια τῇ φύσει καὶ ἄκαρπα καὶ βλαβερὰν τοῖς ἡμέροις σπέρμασι καὶ φυτοῖς τὴν αὔξησιν ἔχοντα, σημεῖα δ’ αὐτὰ ποιοῦνται χώρας οἱ γεωργοῦντες οὐ πονηρᾶς ἀλλὰ γενναίας καὶ πίονος· οὕτω δὴ καὶ πάθη ψυχῆς ἐστιν οὐ χρηστά, χρηστῆς δὲ φύσεως οἷον ἐξανθήματα καὶ λόγῳ παρασχεῖν ἐργάσιμον ἑαυτὴν ἐπιεικῶς δυναμένης. ἐν τούτοις τίθεμαι καὶ τὴν λεγομένην δυσωπίαν, σημεῖον μὲν οὐ φαῦλον αἰτίαν δὲ μοχθηρίας οὖσαν. τὰ γὰρ αὐτὰ τοῖς ἀναισχύντοις οἱ· αἰσχυνόμενοι πολλάκις ἁμαρτάνουσι, πλὴν ὅτι τὸ λυπεῖσθαι καὶ ἀλγεῖν ἐφ’ οἷς διαμαρτάνουσι τούτοις πρόσεστιν οὐχ ὡς ἐκείνοις τὸ ἥδεσθαι. ἀναλγὴς μὲν γὰρ ὁ ἀναιδὴς πρὸς τὸ αἰσχρόν, εὐπαθὴς δὲ καὶ πρὸς τὸ φαινόμενον αἰσχρὸν ὁ εὐδυσώπητος. ὑπερβολὴ γὰρ τοῦ αἰσχύνεσθαι τὸ δυσωπεῖσθαι. διὸ καὶ οὕτω κέκληται, τρόπον τινὰ τοῦ προσώπου τῇ ψυχῇ συνδιατρεπομένου καὶ συνεξατονοῦντος. ὡς γὰρ τὴν κατήφειαν ὁρίζονται λύπην κάτω βλέπειν ποιοῦσαν, οὕτω τὴν αἰσχυντηλίαν μέχρι τοῦ μηδ’ ἀντιβλέπειν τοῖς δεομένοις ὑπείκουσαν δυσωπίαν ὠνόμασαν. ὅθεν ὁ μὲν ῥήτωρ τὸν ἀναίσχυντον οὐκ ἔφη κόρας ἐν τοῖς ὄμμασιν ἔχειν ἀλλὰ πόρνας· ὁ δ’ εὐδυσώπητος αὖ πάλιν ἄγαν τὸ θῆλυ τῆς ψυχῆς καὶ τρυφερὸν ἐμφαίνει διὰ τῆς ὄψεως, τὴν ὑπὸ τῶν ἀναισχύντων ὄψιν αἰσχύνην ὑποκοριζόμενος. ὁ μὲν οὖν Κάτων ἔλεγε τῶν νέων μᾶλλον ἀγαπᾶν τοὺς ἐρυθριῶντας ἢ τοὺς ὠχριῶντας, ὀρθῶς ἐθίζων καὶ διδάσκων τὸν ψόγον μᾶλλον ἢ τὸν ἔλεγχον δεδιέναι καὶ τὴν ὑποψίαν μᾶλλον ἢ τὸν κίνδυνον. οὐ μὴν ἀλλὰ καὶ τοῦ πρὸς τὸν ψόγον ὑπόπτου καὶ ψοφοδεοῦς τὸ ἄγαν ἀφαιρετέον, ὡς οὐχ ἧττον ἔνιοι πολλάκις ἀκοῦσαι κακῶς ἢ παθεῖν· δείσαντες ἀπεδειλίασαν, καὶ προήκαντο τὸ καλὸν οὐ δυνηθέντες ὑπομεῖναι τὸ ἄδοξον. [De vit. pud. 2] οὔτε δὴ τούτους περιοπτέον οὕτως ἀσθενῶς ἔχοντας οὔτ’ αὖ πάλιν ἐκείνην ἐπαινετέον τὴν ἄτρεπτον καὶ ἀτενῆ διάθεσιν, ἐν δὲ τὸ θαρσαλέον τε καὶ ἐμμανὲς ὅππη ὀρούσαι φαίνετ’ Ἀναξάρχου κύνεον μένος· ἀλλ’ ἐμμελῆ τινα μηχανητέον σύγκρασιν ἀμφοῖν, τοῦ μὲν ἀτενοῦς ἄγαν τὴν ἀναίδειαν τοῦ δ’ ἐπιεικοῦς σφόδρα τὴν ἀσθένειαν ἀφαιροῦσαν. ᾗ καὶ τὸ θεράπευμα δυσχερὲς καὶ οὐκ ἀκίνδυνος ἡ τῶν τοιούτων πλεονασμῶν κόλουσις· ὡς γὰρ ὁ γεωργὸς ἄγριον μὲν ἐκκόπτων βλάστημα καὶ ἀγεννές, αὐτόθεν ἀφειδῶς ἐμβαλὼν τὸ σκαφεῖον ἀνέτρεψε τὴν ῥίζαν ἢ πῦρ προσαγαγὼν ἐπέκαυσεν ἀμπέλῳ δὲ προσιὼν τομῆς δεομένῃ καὶ μηλέας ἤ τινος ἐλαίας ἁπτόμενος, εὐλαβῶς ἐπιφέρει τὴν χεῖρα, δεδιὼς μή τι τοῦ ὑγιαίνοντος ἀποτυφλώσῃ· οὕτως ὁ φιλόσοφος φθόνον μὲν ἐξαιρῶν νέου ψυχῆς, ἀγεννὲς βλάστημα καὶ δυστιθάσευτον, ἢ φιλαργυρίαν ἄωρον, ἢ φιληδονίαν ἐπικόπτων ἀκόλαστον αἱμάσσει καὶ πιέζει καὶ τομὴν ποιεῖ καὶ οὐλὴν βαθεῖαν ὅταν δὲ τρυφερῷ μέρει ψυχῆς καὶ ἁπαλῷ κολούοντα προσαγάγῃ λόγον, οἷόν ἐστι τὸ δυσωπούμενον καὶ διατρεπόμενον, εὐλαβεῖται μὴ λάθῃ τούτοις συναποκόψας τὸ αἰδούμενον. καὶ γὰρ αἱ τίτθαι τῶν βρεφῶν ἐκτρίβουσαι πολλάκις τὸν ῥύπον ἑλκοῦσιν ἐνίοτε τὴν σάρκα καὶ βασανίζουσιν. ὅθεν οὐ δεῖ τῶν νέων παντάπασιν ἐν χρῷ τὴν δυσωπίαν ἐκτρίβοντας ὀλιγώρους ποιεῖν καὶ λίαν ἀτρέπτους· ἀλλ’ ὥσπερ οἱ καταλύοντες οἰκίας ἱεροῖς γειτνιώσας τά γε συνεχῆ καὶ πλησίον ἐῶσι καὶ διερείδουσιν, οὕτω δεῖ τὴν δυσωπίαν κινεῖν δεδιότας συνεφελκύσασθαι τὰ ὁμοροῦντα τῆς αἰδοῦς καὶ τῆς ἐπιεικείας; καὶ τῆς ἡμερότητος, οἷς ὑποδέδυκε καὶ προσπλέκεται κολακεύουσα τὸν εὐδυσώπητον ὡς φιλάνθρωπον καὶ πολιτικὸν καὶ κοινὸν ἔχοντα νοῦν καὶ οὐκ ἄτεγκτον οὐδ’ αὐθέκαστον. ὅθεν εὐθὺς οἱ Στωικοὶ καὶ τῷ ῥήματι τὸ αἰσχύνεσθαι καὶ δυσωπεῖσθαι τοῦ αἰδεῖσθαι διέστησαν, ἵνα μηδὲ τὴν ὁμωνυμίαν τῷ πάθει πρόφασιν τοῦ βλάπτειν ἀπολίπωσιν. ἀλλ’ ἡμῖν χρῆσθαι τοῖς ὀνόμασιν ἀσυκοφαντήτως δότωσαν, μᾶλλον δ’ Ὁμηρικῶς· καὶ γὰρ ἐκεῖνος εἶπεν [De vit. pud. 2b] αἰδώς, ἣτ’ ἄνδρας μέγα σίνεται ἠδ’ ὀνίνησι· [De vit. pud. 2c] καὶ οὐ κακῶς τὸ βλάπτον αὐτῆς πρότερον εἶπε. γίγνεται γὰρ ὠφέλιμος ὑπὸ λόγου τὸ πλεονάζον ἀφελόντος καὶ τὸ μέτριον ἀπολιπόντος. [De vit. pud. 3] πρῶτον οὖν τοῦτο δεῖ πείθεσθαι τὸν ὑπὸ πολλῆς δυσωπίας βιαζόμενον, ὅτι πάθει βλαβερῷ συνέχεται· καλὸν δὲ τῶν βλαβερῶν οὐδέν· οὐδὲ δεῖ τοῖς ἐπαίνοις κηλούμενον ἥδεσθαι κομψὸν καὶ ἱλαρὸν ἀντὶ σεμνοῦ καὶ μεγάλου καὶ δικαίου προσαγορευόμενον μηδ’, ὥσπερ ὁ Εὐριπίδου Πήγασος [De vit. pud. 3b] ἔπτησσ’ ὑπείκων μᾶλλον εἱ μᾶλλον θέλοι [De vit. pud. 3c] τῷ Βελλεροφόντῃ, τοῖς δεομένοις ἑαυτὸν ἐκδιδόναι, καὶ συνεκταπεινοῦν, φοβούμενον ἀκοῦσαι τὸ σκληρὸς γε καὶ ἀπηνής. τῷ μὲν γὰρ Αἰγυπτίῳ Βοκχόριδι φύσει χαλεπῷ γενομένῳ τὴν ἀσπίδα λέγουσιν ὑπὸ τῆς Ἴσιδος ἐπιπεμφθεῖσαν καὶ τῇ κεφαλῇ περιελιχθεῖσαν ἄνωθεν ἐπισκιάζειν, ἵνα κρίνῃ δικαίως ἡ δέ γε δυσωπία τοῖς ἀτόνοις καὶ ἀνάνδροις ἐπικειμένη καὶ πρὸς μηδὲν ἀνανεῦσαι μηδ’ ἀντειπεῖν ἰσχύουσα, καὶ δικάζοντας ἀποτρέπει τοῦ δικαίου καὶ συμβουλεύοντας ἐπιστομίζει καὶ λέγειν πολλὰ καὶ πράττειν ἀναγκάζει τῶν ἀβουλήτων ὁ δ’ ἀγνωμονέστατος ἀεὶ τοῦ τοιούτου δεσπότης ἐστὶ καὶ κρατεῖ, τῷ μὴ αἰδεῖσθαι τὸ αἰδούμενον ἐκβιαζόμενος. ὅθεν ὥσπερ χωρίον ὕπτιον καὶ μαλακὸν ἡ δυσωπία μηδεμίαν ἔντευξιν ἐξῶσαι μηδ’ ἀποστρέψαι δυναμένη τοῖς αἰσχίστοις βάσιμός ἐστι πάθεσι καὶ πράγμασι· κακὴ μὲν γὰρ αὕτη παιδικῆς φρουρὸς ἡλικίας, ὡς ἔλεγε Βροῦτος οὐ δοκεῖν αὐτῷ καλῶς τὴν ὥραν διατεθεῖσθαι τὸν πρὸς μηδὲν ἀρνούμενον κακὴ δὲ θαλάμου καὶ γυναικωνίτιδος ἐπίτροπος, ὥς φησιν ἡ παρὰ τῷ Σοφοκλεῖ μετανοοῦσα πρὸς τὸν μοιχὸν [De vit. pud. 3d] ἔπεισας, ἐξέθωψας. [De vit. pud. 3e] ὥστ’· ἡ δυσωπία προδιαφθείρουσα τὸ ἀκόλαστον ἀνώχυρα πάντα καὶ ἄκλειστα καὶ κατάντη προδίδωσι τοῖς ἐπιτιθεμένοις. καὶ διδόντες μὲν αἱροῦσι τὰς βδελυρωτάτας; τῶν φύσεων, τῷ δὲ πείθειν καὶ δυσωπεῖν πολλάκις κατεργάζονται καὶ τὰς ἐπιεικεῖς. ἐῶ δὲ τὰς εἰς τὰ χρήματα βλάβας ὑπὸ τοῦ δυσωπεῖσθαι, δανειζόντων οἷς ἀπιστοῦσιν ἐγγυωμένων οἷς οὐκ ἐθέλουσιν, ἐπαινούντων μὲν τὸ ἐγγύα πάρα δ’ ἄτα χρῆσθαι δ’ αὐτῷ παρὰ τὰ πράγματα μὴ δυναμένων. [De vit. pud. 4] ὅσους δ’ ἀνῄρηκε τοῦτο τὸ πάθος, οὐκ ἄν τις ἐξαριθμήσαιτο ῥᾳδίως. καὶ γὰρ ὁ Κρέων πρὸς τὴν Μήδειαν εἰπὼν [De vit. pud. 4b] κρεῖσσον δὲ μοι νῦν πρὸς σ’ ἀπέχθεσθαι, γύναι, ἢ μαλθακισθένθ’ ὕστερον μέγα στένειν [De vit. pud. 4c] ἄλλοις ἐγνωμολόγησεν, αὐτὸς δὲ τῆς δυσωπίας ἥττων γενόμενος καὶ μίαν ἡμέραν αἰτουμένῃ δοὺς ἀπώλεσε τὸν οἶκον. ἔνιοι δὲ καὶ σφαγὰς ὑφορώμενοι καὶ φαρμακείας, διετράπησαν. οὕτω παραπώλετο Δίων, οὐκ ἀγνοήσας; ἐπιβουλεύοντα Κάλλιππον ἀλλ’ αἰσχυνθεὶς φυλάττεσθαι φίλον ὄντα καὶ ξένον. οὕτως Ἀντίπατρος ὁ Κασάνδρου Δημήτριον καλέσας ἐπὶ δεῖπνον εἶτα κληθεὶς τῇ ὑστεραίᾳ πρὸς αὐτὸν ᾐδέσθη πεπιστευμένος ἀπιστεῖν, καὶ πορευθεὶς ἐσφάγη μετὰ τὸ δεῖπνον. Ἡρακλέα δὲ τὸν Ἀλεξάνδρῳ γενόμενον ἐκ Βαρσίνης ὡμολόγησε μὲν Κασάνδρῳ Πολυσπέρχων ἀναιρήσειν ἐπὶ ταλάντοις ἑκατὸν εἶτ’ ἐπὶ δεῖπνον ἐκάλει· τοῦ δὲ μειρακίου τὴν κλῆσιν ὑφορωμένου καὶ δεδοικότος ἄλλως δὲ προφασιζομένου μαλακώτερον ἔχειν, ἐλθὼν ὁ Πολυσπέρχων πρῶτον εἶπεν ὦ παῖ, μιμοῦ τοῦ πατρὸς τὸ εὔκολον καὶ φιλέταιρον, εἰ μὴ νὴ Δία δέδοικας ἡμᾶς ὡς ἐπιβουλεύοντας. αἰδεσθεὶς οὖν ἠκολούθησεν ὁ νεανίσκος, οἱ δὲ δειπνίσαντες αὐτὸν ἐστραγγάλισαν. οὐ γελοῖον οὖν, ὥς φασί τινες, οὐδ’ ἀβέλτερον ἀλλὰ σοφὸν τὸ τοῦ Ἡσιόδου [De vit. pud. 4d] τὸν φιλέοντ’ ἐπὶ δαῖτα καλεῖν τὸν δ’ ἐχθρὸν ἐᾶσαι. [De vit. pud. 4e] μὴ δυσωποῦ τὸν μισοῦντα μηδ’ ὑπαίκαλλε πιστεύειν δοκοῦντα· κληθήσῃ γὰρ καλέσας καὶ δειπνήσεις, ἂν δειπνίσῃς, ὥσπερ βαφὴν τὴν φυλάττουσαν ἀπιστίαν μαλαχθεῖσαν αἰσχύνῃ προέμενος. [De vit. pud. 5] ὡς οὖν πολλῶν κακῶν αἴτιον τὸ νόσημα τοῦτ’ ὂν πειρατέον ἀποβιάζεσθαι τῇ ἀσκήσει, πρῶτον ἀρξαμένους ὥσπερ οἱ τἄλλα μελετῶντες ἀπὸ τῶν μικρῶν καὶ μὴ σφόδρα δυσαντιβλέπτων· οἷον ἐν δείπνῳ προπίνει τις ἅδην ἔχοντι· μὴ δυσωπηθῇς μηδὲ προσβιάσῃ σαυτόν, ἀλλὰ κατάθου τὸ ποτήριον. αὖθις ἕτερος παρακαλεῖ κυβεύειν παρὰ πότον· μὴ δυσωπηθῇς· μηδὲ δείσῃς σκωπτόμενος· ἀλλ’ ὥσπερ Ξενοφάνης, Λάσου τοῦ Ἑρμιονέως μὴ βουλόμενον αὐτῷ συγκυβεύειν δειλὸν ἀποκαλοῦντος, ὡμολόγει καὶ πάνυ δειλὸς εἶναι πρὸς τὰ αἰσχρὰ καὶ ἄτολμος. πάλιν ἀδολέσχῳ συνήντηκας ἐπιλαμβανομένῳ· καὶ περιπλεκομένῳ· μὴ δυσωπηθῇς ἀλλὰ διακόψας ἐπείγου καὶ πέραινε τὸ προκείμενον. αἱ γὰρ τοιαῦται φυγαὶ καὶ διακρούσεις, ἐν ἐλαφραῖς μέμψεσι τὴν μελέτην ἔχουσαι τοῦ ἀδυσωπήτου, προεθίζουσιν ἡμᾶς ἐπὶ τὰ μείζονα. καὶ τὸ τοῦ Δημοσθένους ἐνταῦθα καλῶς ἔχει διαμνημονεύειν· τῶν γὰρ Ἀθηναίων ὡρμημένων Ἁρπάλῳ βοηθεῖν καὶ κορυσσομένων ἐπὶ τὸν Ἀλέξανδρον, ἐξαίφνης ἐπεφάνη Φιλόξενος ὁ τῶν ἐπὶ θαλάττῃ πραγμάτων Ἀλεξάνδρου στρατηγός. ἐκπλαγέντος δὲ τοῦ δήμου καὶ σιωπῶντος διὰ τὸν φόβον, ὁ Δημοσθένης τί ποιήσουσιν ἔφη τὸν ἥλιον ἰδόντες οἱ μὴ δυνάμενοι πρὸς τὸν λύχνον ἀντιβλέπειν; τί γὰρ ποιήσεις ἐν πράγμασι μεγάλοις, βασιλέως ἐντυγχάνοντος ἢ δήμου δυσωποῦντος, εἰ ποτήριον ἀπώσασθαι μὴ δύνασαι προπίνοντος συνήθους μηδ’ ἀδολέσχου λαβὴν διαφυγεῖν, ἀλλὰ παρέχεις ἐμπεριπατεῖν φλυάρῳ σαυτόν, οὐκ εὐτονῶν εἰπεῖν ὄψομαί σ’ αὖθις, νῦν δ’ οὐ σχολάζω; [De vit. pud. 6] καὶ μὴν οὐδ’ ἡ πρὸς τοὺς ἐπαίνους τοῦ ἀδυσωπήτου μελέτη καὶ ἄσκησις ἐν μικροῖς καὶ ἐλαφροῖς ἄχρηστός ἐστιν. οἷον ἐν συμποσίῳ φίλου κιθαρῳδὸς ᾄδει κακῶς ἢ πολλοῦ κωμῳδὸς ἐωνημένος ἐπιτρίβει Μένανδρον, οἱ δὲ πολλοὶ κροτοῦσι καὶ θαυμάζουσιν· οὐδὲν οἶμαι χαλεπὸν οὐδὲ δύσκολον ἀκούειν σιωπῇ καὶ μὴ παρὰ τὸ φαινόμενον ἀνελευθέρως ἐπαινεῖν. ἐὰν γὰρ ἐν τούτοις μὴ κρατῇς σαυτοῦ, τί ποιήσεις φίλου ποίημα φαῦλον ἀναγιγνώσκοντος ἢ λόγον ἐπιδεικνυμένου γεγραμμένον ἀβελτέρως καὶ γελοίως; ἐπαινέσεις δηλονότι καὶ συνεπιθορυβήσεις τοῖς κολακεύουσι. πῶς οὖν ἐν πράγμασιν ἁμαρτάνοντος ἐπιλήψῃ; πῶς δὲ περὶ ἀρχὴν ἢ γάμον ἢ πολιτείαν ἀγνωμονοῦντα νουθετήσεις; ἐγὼ μὲν γὰρ οὐδὲ τὸ τοῦ Περικλέους ἀποδέχομαι, πρὸς τὸν ἀξιοῦντα μαρτυρίαν ψευδῆ μαρτυρῆσαι φίλον, προσῆν καὶ ὅρκος, εἰπόντος μέχρι τοῦ βωμοῦ φίλος εἰμί· λίαν γὰρ ἐγγὺς ἦλθεν. ὁ δὲ πόρρωθεν ἑαυτὸν ἐθίσας μήτε λέγοντος ἐπαινεῖν παρὰ γνώμην μήτε ᾅδοντος κροτεῖν μήτε σκώπτοντος ἀφυῶς ἐπιγελᾶν, οὐκ ἐάσει μέχρι τούτου προελθεῖν οὐδ’ εἰπεῖν πρὸς τὸν ἐν ἐκείνοις ἀδυσώπητον ὄμοσον ὑπὲρ ἐμοῦ καὶ τὰ ψευδῆ μαρτύρησον καὶ ἀπόφηναι παρὰ τὸ δίκαιον. [De vit. pud. 7] οὕτω δὲ δεῖ καὶ πρὸς τοὺς αἰτοῦντας ἀργύριον ἀνταίρειν, προεθιζόμενον ἐν τοῖς μήτε μεγάλοις μήτε δυσπαραιτήτοις. Ἀρχέλαος μὲν γὰρ ὁ τῶν Μακεδόνων βασιλεὺς παρὰ δεῖπνον αἰτηθεὶς ἔκπωμα χρυσοῦν ὑπ’ ἀνθρώπου μηδὲν ἡγουμένου καλὸν ἢ τὸ λαμβάνειν, ἐκέλευσεν Εὐριπίδῃ τὸν παῖδα δοῦναι, καὶ πρὸς τὸν ἄνθρωπον ἐκεῖνον ἀποβλέψας σὺ μὲν εἶπεν αἰτεῖν ἐπιτήδειος εἶ καὶ μὴ λαμβάνων, οὗτος δὲ λαμβάνειν καὶ μὴ αἰτῶν ἄριστα τοῦ διδόναι καὶ χαρίζεσθαι κύριον ποιῶν τὸ κρῖνον ἀλλὰ μὴ τὸ δυσωπούμενον. ἡμεῖς δὲ πολλάκις ἀνθρώπους ἐπιεικεῖς καὶ οἰκείους καὶ δεομένους περιορῶντες ἑτέροις αἰτοῦσιν ἐνδελεχῶς καὶ ἰταμῶς ἐδώκαμεν, οὐ δοῦναι θελήσαντες ἀλλ’ ἀρνήσασθαι μὴ δυνηθέντες. ὥσπερ Ἀντίγονος ὁ γέρων ὑπὸ Βίαντος ἐνοχληθεὶς πολλάκις δότ’ εἶπε Βίαντι τάλαντον καὶ ἀνάγκῃ· καίτοι μάλιστα τῶν βασιλέων ἐμμελὴς ἦν καὶ πιθανὸς ἀποτρίβεσθαι τὰ τοιαῦτα. κυνικοῦ γάρ ποτε δραχμὴν αἰτήσαντος αὐτόν ἀλλ’ οὐ βασιλικόν ἔφη τὸ δόμα· τοῦ δ’ ὑποτυχόντος δὸς οὖν μοι τάλαντον ἀπήντησεν ἀλλ’ οὐ κυνικὸν τὸ λῆμμα Διογένης μὲν οὖν τοὺς ἀνδριάντας ᾔτει περιιὼν ἐν Κεραμεικῷ καὶ πρὸς τοὺς θαυμάζοντας ἔλεγεν ἀποτυγχάνειν μελετᾶν ἡμῖν δὲ πρῶτον ἐμμελετητέον ἐστὶ τοῖς φαύλοις καὶ γυμναστέον περὶ τὰ μικρά, πρὸς τὸ ἀρνεῖσθαι τοῖς αἰτοῦσιν οὐ προσηκόντως ληψομένοις· ὡς ἂν μείζοσιν ἀποτεύξεσιν ἐπικουρεῖν ἔχωμεν. οὐδεὶς γάρ ὡς ὁ Δημοσθένης φησὶν εἰς ἃ μὴ δεῖ καταναλώσας τὰ παρόντα τῶν μὴ παρόντων εὐπορήσει πρὸς ἃ δεῖ. γίγνεται δ’ ἡμῖν πολλαπλάσιον τὸ αἰσχρόν, ὅταν ἐλλίπωμεν πρὸς τὰ καλά, πλεονάσαντες τοῖς περιττοῖς. [De vit. pud. 8] ἐπεὶ δ’ οὐ χρημάτων μόνον ἡ δυσωπία κακὴ καὶ ἀγνώμων οἰκονόμος ἐστίν, ἀλλὰ καὶ περὶ τὰ μείζονα παραιρεῖται τὸ συμφέρον τοῦ λογισμοῦ· καὶ γὰρ ἰατρὸν νοσοῦντες οὐ παρακαλοῦμεν τὸν ἔμπειρον αἰσχυνόμενοι τὸν συνήθη, καὶ παισὶ διδασκάλους ἀντὶ τῶν χρηστῶν τοὺς παρακαλοῦντας αἱρούμεθα, καὶ δίκην ἔχοντες πολλάκις οὐκ ἐῶμεν εἰπεῖν τὸν ὠφέλιμον καὶ ἀγοραῖον, ἀλλ’ οἰκείου τινὸς ἢ συγγενοῦς υἱῷ χαριζόμενοι παρεδώκαμεν ἐμπανηγυρίσαι· τέλος δὲ πολλοὺς ἔστιν ἰδεῖν καὶ τῶν φιλοσοφεῖν λεγομένων, Ἐπικουρείους καὶ Στωικοὺς ὄντας, οὐχ ἑλομένους οὐδὲ κρίναντας ἀλλὰ προσθεμένους δυσωποῦσιν οἰκείοις καὶ φίλοις· φέρε δὴ καὶ πρὸς ταῦτα πόρρωθεν ἐν τοῖς ἐπιτυχοῦσι καὶ μικροῖς γυμνάζωμεν ἑαυτούς, ἐθίζοντες μήτε κουρεῖ μήτε γναφεῖ κατὰ δυσωπίαν χρῆσθαι μηδὲ καταλύειν· ἐν φαύλῳ πανδοκείῳ, βελτίονος παρόντος, ὅτι πολλάκις ὁ πανδοκεὺς ἠσπάσαθ’ ἡμᾶς· ἀλλ’ ἔθους ἕνεκα, κἂν ᾖ παρὰ μικρόν, αἱρεῖσθαι τὸ βέλτιον· ὥσπερ οἱ Πυθαγορικοὶ παρεφύλαττον ἀεὶ μηδέποτε τῷ δεξιῷ μηρῷ τὸν εὐώνυμον ἐπιτιθέναι, μηδὲ τὸν ἄρτιον ἀντὶ τοῦ περιττοῦ λαβεῖν, τῶν ἄλλων ἐπ’ ἴσης ἐχόντων. ἐθιστέον δέ, καὶ θυσίαν ποιούμενον ἢ γάμον ἤ τινα ἄλλην τοιαύτην ὑποδοχὴν μὴ τὸν ἀσπασάμενον καλεῖν ἢ προσδραμόντα μᾶλλον ἢ τὸν εὔνουν καὶ χρηστόν· ὁ γὰρ οὕτως ἐθισθεὶς καὶ ἀσκήσας δυσάλωτος ἔσται, μᾶλλον δ’ ὅλως ἀνεπιχείρητος ἐν τοῖς μείζοσι. [De vit. pud. 9] περὶ μὲν οὖν ἀσκήσεως ἱκανὰ καὶ ταῦτα· τῶν δὲ χρησίμων ἐπιλογισμῶν πρῶτός ἐστιν ὁ διδάσκων καὶ ὑπομιμνήσκων, ὅτι πᾶσι μὲν τοῖς πάθεσιν ἀκολουθεῖ καὶ τοῖς νοσήμασιν ἃ φεύγειν δι’ αὐτῶν δοκοῦμεν, ἀδοξίαι φιλοδοξίαις καὶ λῦπαι φιληδονίαις καὶ πόνοι μαλακίαις καὶ φιλονικίαις ἧτται καὶ καταδίκαι· τῇ δὲ δυσωπίᾳ συμβέβηκεν ἀτεχνῶς φευγούσῃ καπνὸν ἀδοξίας εἰς πῦρ ἐμβάλλειν ἑαυτήν. αἰσχυνόμενοι γὰρ ἀντιλέγειν τοῖς ἀγνωμόνως δυσωποῦσιν ὕστερον δυσωποῦνται τοὺς δικαίως ἐγκαλοῦντας, καὶ δεδιότες μέμψιν ἐλαφρὰν πολλάκις αἰσχύνην ὁμολογουμένην ὑπομένουσι. καὶ γὰρ αἰτοῦντος ἀργύριον φίλου δυσωπηθέντες ἀντειπεῖν οὐκ ἔχοντες, ἀσχημονοῦσι μετ’ ὀλίγον ἐξελεγχόμενοι καὶ βοηθήσειν ὁμολογήσαντες ἐνίοις δίκην ἔχουσιν, εἶτα τοὺς ἑτέρους διατραπέντες ἀποκρύπτονται καὶ δραπετεύουσι. πολλοὺς δὲ καὶ περὶ γάμου θυγατρὸς ἢ ἀδελφῆς εἰς ὁμολογίαν ἀλυσιτελῆ κατακλείσασα δυσωπία ψεύδεσθαι πάλιν ἀναγκάζει μετατιθεμένους. [De vit. pud. 10] ὁ μὲν γὰρ εἰπών, ὅτι πάντες οἱ τὴν Ἀσίαν κατοικοῦντες ἑνὶ δουλεύουσιν ἀνθρώπῳ διὰ τὸ μὴ δύνασθαι μίαν εἰπεῖν τὴν οὐ συλλαβήν, οὐκ ἐσπούδασεν ἀλλ’ ἔσκωψε· τοῖς δὲ δυσωπουμένοις, κἂν μηδὲν εἴπωσιν, ἔξεστιν ὀφρῦν ἐπάρασι μόνον ἢ κάτω κύψασι πολλὰς ἀβουλήτους καὶ ἀτόπους ὑπουργίας διαφυγεῖν. τὴν γὰρ σιωπὴν ὁ μὲν Εὐριπίδης φησὶ τοῖς σοφοῖς ἀπόκρισιν εἶναι· κινδυνεύομεν δὲ μᾶλλον αὐτῆς δεῖσθαι πρὸς τοὺς ἀγνώμονας· ἐπεὶ τοὺς χαρίεντας ἔστι καὶ παρηγορῆσαι· [De vit. pud. 10b] καὶ πρόχειρά γε δεῖ καὶ συχνὰ τῶν ἐπιφανῶν καὶ ἀγαθῶν ἀνδρῶν ἔχειν ἀποφθέγματα καὶ μνημονεύειν πρὸς τοὺς δυσωποῦντας· οἷον τὸ Φωκίωνος πρὸς Ἀντίπατρον οὐ δύνασαί μοι καὶ φίλῳ χρῆσθαι καὶ κόλακι καὶ πρὸς τοὺς Ἀθηναίους ἐπιδοῦναι κελεύοντας αὐτὸν ἐν ἑορτῇ καὶ κροτοῦντας αἰσχύνομαι εἶπεν ὑμῖν μὲν ἐπιδιδοὺς τούτῳ δὲ μὴ ἀποδιδούς Καλλικλέα δείξας τὸν δανειστήν· πενίαν γὰρ οὐχ ὁμολογεῖν αἰσχρὸν ὡς Θουκυδίδης φησὶν ἀλλ’ ἔργῳ μὴ διαφεύγειν αἴσχιον ὁ δ’ ἀβελτερίᾳ καὶ μαλακίᾳ πρὸς τὸν αἰτοῦντα δυσωπούμενος εἰπεῖν [De vit. pud. 10c] οὐκ ἔστ’ ἐν ἄντροις λευκός, ὦ ξέν’, ἄργυρος· εἶθ’ ὥσπερ ἐνέχυρον προέμενος; τὴν ἐπαγγελίαν, αἰδοῦς ἀχαλκεύτοισιν ἔζευκται πέδαις. [De vit. pud. 10d] ὁ δὲ Περσαῖος ἀργύριόν τινι τῶν γνωρίμων δανείζων δι’ ἀγορᾶς καὶ τραπέζης ἐποιεῖτο τὸ συμβόλαιον μεμνημένος δηλονότι τοῦ Ἡσιόδου λέγοντος; [De vit. pud. 10e] καί τε κασιγνήτῳ γελάσας ἐπὶ μάρτυρα θέσθαι. [De vit. pud. 11] θαυμάσαντος δ’ ἐκείνου καὶ εἰπόντος οὕτως, ὦ Περσαῖε, νομικῶς; ναί εἶπεν ἵνα φιλικῶς ἀπολάβω καὶ μὴ νομικῶς ἀπαιτήσω πολλοὶ γὰρ ἐν ἀρχῇ διὰ δυσωπίαν προέμενοι τὸ πιστόν, ὕστερον ἐχρήσαντο τοῖς νομίμοις μετ’ ἔχθρας. πάλιν ὁ Πλάτων Ἑλίκωνι τῷ Κυζικηνῷ διδοὺς πρὸς Διονύσιον ἐπιστολὴν ἐπῄνεσεν αὐτὸν ὡς ἐπιεικῆ καὶ μέτριον, εἶτα προσέγραψε τῇ ἐπιστολῇ τελευτώσῃ γράφω δέ σοι ταῦτα περὶ ἀνθρώπου, ζῴου φύσει εὐμεταβόλου Ξενοκράτης δὲ καίπερ αὐστηρὸς ὢν τὸν τρόπον ὅμως ὑπὸ δυσωπίας ἐκάμφθη, καὶ συνέστησε Πολυσπέρχοντι δι’ ἐπιστολῆς ἄνθρωπον οὐ χρηστόν, ὡς τὸ ἔργον ἔδειξε· δεξιωσαμένου δ’ αὐτὸν τοῦ Μακεδόνος καὶ πυθομένου μή τινος ἔχοι χρείαν, ᾔτησε τάλαντον· ὁ δ’ ἐκείνῳ μὲν ἔδωκε Ξενοκράτει δ’ ἔγραψε, παραινῶν ἐπιμελέστερον τὸ λοιπὸν ἐξετάζειν οὓς συνίστησιν. ὁ μὲν οὖν Ξενοκράτης ἠγνόησεν, ἡμεῖς δὲ καὶ πάνυ πολλάκις ἐπιστάμενοι τοὺς πονηροὺς καὶ γράμματα καὶ χρήματα προϊέμεθα, βλάπτοντες ἑαυτούς, οὐ μεθ’ ἡδονῆς ὥσπερ οἱ ταῖς ἑταίραις χαριζόμενοι καὶ τοῖς κόλαξιν, ἀλλὰ δυσχεραίνοντες καὶ βαρυνόμενοι τὴν ἀναίδειαν ἀνατρέπουσαν ἡμῶν καὶ καταβιαζομένην τὸν λογισμόν. εἰ γὰρ πρὸς ἄλλο τι καὶ πρὸς τοὺς δυσωποῦντας ἔξεστιν εἰπεῖν τὸ [De vit. pud. 11b] μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά [De vit. pud. 11c] τὰ ψευδῆ μαρτυρῶν ἢ τὰ μὴ δίκαια κρίνων ἢ τὰ μὴ συμφέροντα χειροτονῶν ἢ δανειζόμενος ὑπὲρ τοῦ μὴ ἀποδώσοντος. [De vit. pud. 12] διὸ τῶν παθῶν μάλιστα τῷ δυσωπεῖσθαι τὸ μετανοεῖν οὐχ ὕστερον, ἀλλ’ εὐθὺς ἐν οἷς πράττει πάρεστι· καὶ γὰρ διδόντες ἀχθόμεθα καὶ μαρτυροῦντες αἰσχυνόμεθα καὶ συνηγοροῦντες ἀδοξοῦμεν καὶ μὴ παρέχοντες ἐλεγχόμεθα. πολλὰ γὰρ ὑπ’ ἀσθενείας τοῦ ἀντιλέγειν καὶ τῶν ἀδυνάτων ἡμῖν ὑπισχνούμεθα τοῖς λιπαροῦσιν ὡς συστάσεις ἐν αὐλαῖς καὶ πρὸς ἡγεμόνας ἐντεύξεις, μὴ βουλόμενοι μηδ’ εὐτονοῦντες εἰπεῖν οὐκ οἶδεν ἡμᾶς ὁ βασιλεύς, ἀλλ’ ἑτέρους ὅρα μᾶλλον, ὡς Λύσανδρος Ἀγησιλάῳ προσκεκρουκὼς ἀξιούμενος δὲ μέγιστον δύνασθαι παρ’ αὐτῷ διὰ τὴν δόξαν, οὐκ ᾐσχύνετο παραιτεῖσθαι τοὺς ἐντυγχάνοντας, ἀπιέναι πρὸς ἑτέρους κελεύων καὶ πειρᾶσθαι τῶν μᾶλλον αὐτοῦ παρὰ τῷ βασιλεῖ δυναμένων. οὐ γὰρ αἰσχρὸν τὸ μὴ πάντα δύνασθαι· τὸ δὲ μὴ δυναμένους ἢ μὴ πεφυκότας ἀναδέχεσθαι τὰ τοιαῦτα καὶ παραβιάζεσθαι, πρὸς τῷ αἰσχρῷ καὶ λυπηρότατόν ἐστιν. [De vit. pud. 13] ἀπ’ ἄλλης δ’ ἀρχῆς· τὰ μὲν μέτρια καὶ πρέποντα δεῖ προθύμως ὑπουργεῖν τοῖς ἀξιοῦσι, μὴ δυσωπουμένους ἀλλ’ ἑκόντας· ἐν δὲ τοῖς βλαβεροῖς καὶ ἀτόποις τὸ τοῦ Ζήνωνος ἀεὶ πρόχειρον ἔχειν, ὃς ἀπαντήσας τινὶ νεανίσκῳ τῶν συνήθων παρὰ τὸ τεῖχος ἡσυχῆ βαδίζοντι, καὶ πυθόμενος ὅτι φεύγει φίλον ἀξιοῦντα μαρτυρεῖν αὐτῷ τὰ ψευδῆ τί λέγεις φησὶν ἀβέλτερε; σὲ μὲν ἐκεῖνος ἀγνωμονῶν καὶ ἀδικῶν οὐ δέδιεν οὐδ’ αἰσχύνεται, σὺ δ’ ἐκεῖνον ὑπὲρ τῶν δικαίων οὐ θαρρεῖς ὑποστῆναι; ὁ μὲν γὰρ εἰπὼν [De vit. pud. 13b] ποτὶ πονηρὸν οὐκ ἄχρηστον ὅπλον ἁ πονηρία [De vit. pud. 13c] κακῶς ἐθίζει μιμούμενον ἀμύνεσθαι τὴν κακίαν· τὸ δὲ τοὺς ἀναιδῶς καὶ ἀδυσωπήτως ἐνοχλοῦντας ἀποτρίβεσθαι τῷ ἀδυσωπήτῳ καὶ μὴ χαρίζεσθαι τὰ αἰσχρὰ τοῖς ἀναισχύντοις αἰσχυνόμενον, ὀρθῶς καὶ δικαίως γιγνόμενόν ἐστιν ὑπὸ τῶν νοῦν ἐχόντων. [De vit. pud. 14] ἔτι τοίνυν τῶν δυσωπούντων τοῖς μὲν ἀδόξοις καὶ ταπεινοῖς καὶ μηδενὸς ἀξίοις οὐ μέγ’ ἔργον ἀντισχεῖν, ἀλλὰ καὶ μετὰ γέλωτος ἔνιοι καὶ σκώμματος ἐκκλίνουσι τοὺς τοιούτους ὡς Θεόκριτος, δυεῖν παρ’ αὐτοῦ ἐν βαλανείῳ στλεγγίδα κιχραμένων, τοῦ μὲν ξένου τοῦ δὲ γνωρίμου κλέπτου, μετὰ παιδιᾶς ἀμφοτέρους διεκρούσατ’ εἰπών σὲ μὲν οὐκ οἶδα σὲ δ’ οἶδα Λυσιμάχη δ’ Ἀθήνησιν, ἡ τῆς Πολιάδος; ἱέρεια, τῶν τὰ ἱερὰ προσαγαγόντων ὀρεωκόμων ἐγχέαι κελευόντων, ἀλλ’ ὀκνῶ εἶπε μὴ καὶ τοῦτο πάτριον γένηται καὶ Ἀντίγονος πρός τινα νεανίσκον, γεγονότα μὲν ἐκ λοχαγοῦ χαρίεντος αὐτὸν δ’ ἄτολμον ὄντα καὶ μαλακὸν ἀξιοῦντα δὲ προαχθῆναι, παρ’ ἐμοί φησὶν ὦ μειράκιον, ἀνδραγαθίας εἰσὶν οὐ πατραγαθίας τιμαί. [De vit. pud. 15] καὶ μὴν ἐάνπερ ὁ δυσωπῶν ἔνδοξος καὶ δυνατὸς (οἳ δὴ μάλιστα δυσπαραίτητοι καὶ δυσαπότριπτοι περὶ τὰς κρίσεις καὶ τὰς χειροτονίας ἐντυγχάνοντές εἰσιν), ὃ μὲν ἔπραξεν ὁ Κάτων νέος ὢν ἔτι πρὸς Κάτλον, οὐκ ἄν τινι φανείη ῥᾴδιον ἴσως οὐδ’ ἀναγκαῖον. ὁ γὰρ Κάτλος ἦν μὲν ἐν ἀξιώματι τῶν Ῥωμαίων μεγίστῳ καὶ τότε τὴν τιμητικὴν ἀρχὴν εἶχεν ἀνέβη δὲ πρὸς τὸν Κάτωνα τεταγμένον ἐπὶ τοῦ δημοσίου ταμιείου παραιτησόμενός τινα τῶν ἐζημιωμένων ὑπ’ αὐτοῦ, καὶ λιπαρὴς ἐγίγνετο ταῖς δεήσεσι προσβιαζόμενος· ἄχρι οὗ δυσανασχετήσας ἐκεῖνος αἰσχρόν ἐστιν ἔφη Κάτλε, σὲ τὸν τιμητὴν ἀπαλλαγῆναι μὴ βουλόμενον ἐντεῦθεν ὑπὸ τῶν ἐμῶν ὑπηρετῶν ἕλκεσθαι· καὶ ὁ Κάτλος αἰσχυνθείς, πρὸς ὀργὴν ἀπῆλθε. σκόπει δὲ μὴ τὸ τοῦ Ἀγησιλάου καὶ τὸ τοῦ Θεμιστοκλέους ἐπιεικέστερόν ἐστι, καὶ μετριώτερον. [De vit. pud. 16] ὁ μὲν γὰρ Ἀγησίλαος ὑπὸ τοῦ πατρὸς κελευόμενος κρῖναί τινα δίκην παρὰ τὸν νόμον, ἀλλ’ ὑπὸ σοῦ· ἔφη πάτερ, πείθεσθαι τοῖς νόμοις ἐδιδασκόμην ἀπ’ ἀρχῆς· διὸ καὶ νῦν σοι πείθομαι μηδὲν ποιεῖν παράνομον ὁ δὲ Θεμιστοκλῆς πρὸς τὸν Σιμωνίδην ἀξιοῦντά τι τῶν μὴ δικαίων οὔτ’ ἂν σὺ ποιητὴς ἀγαθὸς εἴης ἔφη παρὰ μέλος· ᾄδων, οὔτ’ ἂν ἐγὼ χρηστὸς ἄρχων παρὰ νόμον κρίνων. καίτοι οὐ διὰ τὴν τοῦ ποδὸς πρὸς τὴν λύραν ἀμετρίαν, ὡς Πλάτων ἔλεγε, καὶ πόλεις πόλεσι καὶ φίλοι φίλοις διαφερόμενοι τὰ κάκιστα δρῶσί τε καὶ πάσχουσιν ἀλλὰ διὰ τὴν περὶ τὰ νόμιμα καὶ δίκαια πλημμέλειαν. ἀλλ’ ὅμως ἔνιοι τὴν ἐν μέλεσι καὶ γράμμασι καὶ μέτροις ἀκρίβειαν αὐτοὶ φυλάττοντες ἑτέρους ἐν ἀρχαῖς καὶ κρίσεσι καὶ πράξεσιν ἀξιοῦσιν ὀλιγωρεῖν τοῦ καλῶς ἔχοντος. διὸ καὶ τούτῳ μάλιστα χρηστέον πρὸς αὐτούς. [De vit. pud. 16b] ἐντυγχάνει σοι δικάζοντι ῥήτωρ ἢ βουλεύοντι δημαγωγός· ὁμολόγησον, ἐὰν ἐκεῖνος σολοικίσῃ προοιμιαζόμενος ἢ βαρβαρίσῃ διηγούμενος· οὐ γὰρ ἐθελήσει διὰ τὸ φαινόμενον αἰσχρόν· ἐνίους γοῦν ὁρῶμεν οὐδὲ φωνήεντι συγκροῦσαι φωνῆεν ἐν τῷ λέγειν ὑπομένοντας. ἕτερον πάλιν δυσωποῦντα τῶν ἐπιφανῶν καὶ ἐνδόξων κέλευσον ὀρχούμενον δι’ ἀγορᾶς ἐξελθεῖν ἢ διαστρέψαντα τὸ πρόσωπον· ἐὰν δ’ ἀρνῆται, σός ἐστιν ὁ καιρὸς εἰπεῖν καὶ πυθέσθαι, τί αἴσχιόν ἐστι; τὸ σολοικίσαι καὶ διαστρέψαι τὸ πρόσωπον ἢ τὸ λῦσαι τὸν νόμον καὶ παραβῆναι τὸν ὅρκον καὶ πλέον νεῖμαι τῷ πονηρῷ τοῦ ἀγαθοῦ παρὰ τὸ δίκαιον. ἔτι τοίνυν, ὥσπερ Νικόστρατος ὁ Ἀργεῖος, Ἀρχιδάμου παρακαλοῦντος αὐτὸν ἐπὶ χρήμασι πολλοῖς καὶ γάμῳ γυναικὸς ἧς βούλεται Λακαίνης προδοῦναι Κρῶμνον, οὐκ ἔφη γεγονέναι τὸν Ἀρχίδαμον ἀφ’ Ἡρακλέους ἐκεῖνον μὲν γὰρ ἀποκτιννύναι περιιόντα τοὺς πονηρούς, τοῦτον δὲ τοὺς χρηστοὺς ποιεῖν πονηρούς· οὕτω καὶ ἡμῖν πρὸς ἄνθρωπον ἀξιοῦντα καλὸν κἀγαθὸν λέγεσθαι ῥητέον, ἂν βιάζηται καὶ δυσωπῇ, μὴ πρέποντα ποιεῖν μηδ’ ἄξια τῆς περὶ αὐτὸν εὐγενείας τε καὶ ἀρετῆς. [De vit. pud. 17] ἐπὶ δὲ τῶν φαύλων ὁρᾶν χρὴ καὶ διανοεῖσθαι, τὸν φιλάργυρον εἰ δυσωπήσεις ἄνευ συμβολαίου δανεῖσαι τάλαντον ἢ τὸν φιλότιμον ἐκστῆναι τῆς προεδρίας, ἢ τὸν φίλαρχον τῆς παραγγελίας ἐπίδοξον ὄντα κρατήσειν. δεινὸν γὰρ ἂν ἀληθῶς φανείη τούτους μὲν ἐν νοσήμασι καὶ παθήμασιν ἀκάμπτους διαμένειν καὶ ἐχυροὺς καὶ δυσμεταθέτους, ἡμᾶς δὲ βουλομένους καὶ φάσκοντας εἶναι φιλοκάλους καὶ φιλοκάλους μὴ κρατεῖν ἑαυτῶν ἀλλ’ ἀνατρέπεσθαι καὶ προΐεσθαι τὴν ἀρετήν. καὶ γάρ, εἰ μὲν οἱ δυσωποῦντες ἐπὶ δόξῃ καὶ δυνάμει τοῦτο ποιοῦσιν ἄτοπόν ἐστι κοσμοῦντας ἑτέρους καὶ αὔξοντας ἀσχημονεῖν αὐτοὺς καὶ κακῶς ἀκούειν· ὥσπερ οἱ παραβραβεύοντες ἐν τοῖς ἀγῶσι καὶ χαριζόμενοι περὶ τὰς χειροτονίας, ἐξ οὐ προσηκόντων ἀρχεῖα καὶ στεφάνους ἄλλοις διδόντες καὶ δόξαν, ἀφαιροῦνται τὸ ἔνδοξον αὑτῶν καὶ τὸ καλόν· εἰ δὲ χρημάτων ἕνεκα προσκείμενον ὁρῶμεν τὸν δυσωποῦντα, πῶς οὐ παρίσταται δεινὸν εἶναι τὸ τῆς ἰδίας δόξης καὶ ἀρετῆς ἀφειδεῖν, ἵνα τὸ τοῦ δεῖνος βαλλάντιον βαρύτερον γένηται; [De vit. pud. 18] καίτοι παρίσταταί γε τοῖς πολλοῖς τὰ τοιαῦτα καὶ οὐ λανθάνουσιν ἑαυτοὺς ἐξαμαρτάνοντες· ὥσπερ οἱ τὰς μεγάλας κύλικας ἐκπιεῖν ἀναγκαζόμενοι, μόλις καὶ στένοντες καὶ τὰ πρόσωπα διαστρέφοντες ἐκτελοῦσι τὸ προσταττόμενον. ἀλλ’ ἔοικεν ἡ τῆς ψυχῆς ἀτονία σώματος κράσει καὶ πρὸς ἀλέαν κακῶς πεφυκυίᾳ καὶ πρὸς κρύος· ἐπαινούμενοί τε γὰρ ὑπὸ τῶν δυσωπούντων παντάπασι θρύπτονται καὶ χαλῶνται, πρός τε τὰς μέμψεις καὶ ὑφοράσεις τῶν ἀποτυγχανόντων ψοφοδεῶς καὶ δειλῶς ἔχουσι. δεῖ δ’ ἀντισχυρίζεσθαι πρὸς ἀμφότερα, μήτε τοῖς δεδιττομένοις μήτε τοῖς κολακεύουσιν ἐνδιδόντας. ὁ μὲν οὖν Θουκυδίδης, ὡς ἀναγκαίως ἑπομένου τῷ δύνασθαι τοῦ φθονεῖσθαι, καλῶς φησὶ βουλεύεσθαι τὸν ἐπὶ μεγίστοις λαμβάνοντα τὸ ἐπίφθονον· ἡμεῖς δὲ τὸν μὲν φθόνον διαφεύγειν οὐ χαλεπὸν ἡγούμενοι, τὸ δὲ μέμψει μὴ περιπεσεῖν μηδὲ λυπηρόν τινι γενέσθαι τῶν χρωμένων ἀδύνατον παντάπασιν ὁρῶντες, ὀρθῶς βουλευσόμεθα τὰς τῶν ἀγνωμόνων ἀπεχθείας ἐκδεχόμενοι μᾶλλον ἢ τὰς τῶν δικαίως ἐγκαλούντων, ἐὰν ἐκείνοις μὴ δικαίως ὑπουργῶμεν. καὶ μὴν ἔπαινόν γε τὸν παρὰ τῶν δυσωπούντων κίβδηλον ὄντα παντάπασι δεῖ φυλάττεσθαι, καὶ μὴ πάθος πάσχειν ὑῶδες, ὑπὸ κνησμοῦ καὶ γαργαλισμοῦ παρέχοντα χρῆσθαι ῥᾷστα τῷ δεομένῳ καὶ καταβάλλειν ἑαυτὸν ὑποκατακλινόμενον. οὐδὲν γὰρ διαφέρουσι τῶν τὰ σκέλη τοῖς ὑποσπῶσι παρεχόντων οἱ τὰ ὦτα τοῖς κολακεύουσι παραδιδόντες, ἀλλ’ αἴσχιον ἀνατρέπονται καὶ πίπτουσιν, οἱ μὲν ἔχθρας καὶ κολάσεις ἀνιέντες ἀνθρώποις πονηροῖς, ἵν’ ἐλεήμονες καὶ φιλάνθρωποι καὶ συμπαθεῖς κληθῶσιν οἱ δὲ τοὐναντίον ἀπεχθείας καὶ κατηγορίας οὐκ ἀναγκαίας οὐδ’ ἀκινδύνους ἀναδέξασθαι πεισθέντες ὑπὸ τῶν ἐπαινούντων ὡς μόνους ἄνδρας καὶ μόνους ἀκολακεύτους καὶ νὴ Δία στόματα καὶ φωνὰς προσαγορευόντων. διὸ καὶ Βίων ἀπείκαζε τοὺς τοιούτους ἀμφορεῦσιν, ἀπὸ τῶν ὤτων ῥᾳδίως μεταφερομένοις. ὥσπερ Ἀλεξῖνον ἱστοροῦσι τὸν σοφιστὴν πολλὰ φαῦλα λέγειν ἐν τῷ περιπάτῳ περὶ Στίλπωνος τοῦ Μεγαρέως· εἰπόντος δέ τινος τῶν παρόντων ἀλλὰ μὴν ἐκεῖνός σε πρῴην ἐπῄνει, νὴ Δία φάναι· βέλτιστος γὰρ ἀνδρῶν ἐστι καὶ γενναιότατος. ἀλλὰ Μενέδημος τοὐναντίον, ἀκούσας ὡς Ἀλεξῖνος αὐτὸν ἐπαινεῖ πολλάκις ἐγὼ δ’ εἶπεν ἀεὶ ψέγω Ἀλεξῖνον· ὥστε κακός ἐστιν ἄνθρωπος ἢ κακὸν ἐπαινῶν, ἢ ὑπὸ χρηστοῦ ψεγόμενος. οὕτως ἄτρεπτος ἦν καὶ ἀνάλωτος ὑπὸ τῶν τοιούτων καὶ κρατῶν ἐκείνης τῆς παραινέσεως, ἣν ὁ Ἀντισθένειος Ἡρακλῆς παρῄνει, τοῖς παισὶ διακελευόμενος μηδενὶ χάριν ἔχειν ἐπαινοῦντι αὐτούς· τοῦτο δ’ ἦν οὐδὲν ἄλλο ἢ μὴ δυσωπεῖσθαι μηδ’ ἀντικολακεύειν τοὺς ἐπαινοῦντας. ἀρκεῖ γὰρ οἶμαι τὸ τοῦ Πινδάρου, πρὸς τὸν λέγοντα πανταχοῦ καὶ πρὸς πάντας ἐπαινεῖν αὐτὸν εἰπόντος κἀγώ σοι χάριν ἀποδίδωμι· ποιῶ γάρ σ’ ἀληθεύειν. [De vit. pud. 19] ὃ τοίνυν πρὸς πάντα τὰ πάθη χρήσιμόν ἐστι, τούτου δεῖ μάλιστα τοῖς εὐδυσωπήτοις, ὅταν ἐκβιασθέντες ὑπὸ τοῦ, πάθους παρὰ γνώμην ἁμάρτωσι καὶ διατραπῶσιν, ἰσχυρῶς μνημονεύειν, καὶ τὰ σημεῖα τοῦ δηγμοῦ καὶ τῆς μεταμελείας θεμένους ἐν ἑαυτοῖς ἀναλαμβάνειν καὶ φυλάττειν ἐπὶ πλεῖστον χρόνον, ὡς γὰρ οἱ λίθῳ προσπταίσαντες ὁδοιπόροι ἢ περὶ ἄκραν ἀνατραπέντες κυβερνῆται, ἂν μνημονεύωσιν, οὐκ ἐκεῖνα μόνον ἀλλὰ καὶ τὰ προσόμοια φρίττοντες καὶ φυλαττόμενοι διατελοῦσιν οὕτως οἱ τὰ τῆς δυσωπίας αἰσχρὰ καὶ βλαβερὰ συνεχῶς τῷ μετανοοῦντι καὶ δακνομένῳ προβάλλοντες ἀντιλήψονται πάλιν ἑαυτῶν ἐν τοῖς ὁμοίοις καὶ οὐ προήσονται ῥᾳδίως ὑποφερομένους. ## Περὶ φθόνου καὶ μίσους [De inv. et od. 1] οὕτω δὴ καὶ δοκεῖ μηθὲν τοῦ μίσους διαφέρειν ὁ φθόνος ἀλλ’ ὁ αὐτὸς εἶναι. καθόλου μὲν γὰρ ὥσπερ πολυάγκιστρον ἡ κακία τοῖς ἐξηρτημένοις αὐτῆς πάθεσι κινουμένη δεῦρο κἀκεῖσε πολλὰς πρὸς ἄλληλα συναφὰς καὶ περιπλοκὰς ἐνδίδωσι ταῦτα δ’ ὥσπερ νοσήματα συμπαθεῖ ταῖς ἀλλήλων φλεγμοναῖς. ὁ γὰρ εὐτυχῶν ὁμοίως καὶ τὸν μισοῦντα λυπεῖ καὶ τὸν φθονοῦντα. διὸ καὶ τὴν εὔνοιαν ἀμφοτέροις νομίζομεν ἀντικεῖσθαι, βούλησιν οὖσαν ἀγαθῶν τοῖς πλησίον· καὶ τῷ μισεῖν τὸ φθονεῖν ταὐτὸν εἶναι, ὅτι τὴν ἐναντίαν τῷ φιλεῖν ἔχει προαίρεσιν. ἐπεὶ δ’ οὐχ οὕτω ταὐτὸν αἱ ὁμοιότητες ὡς ἕτερον αἱ διαφοραὶ ποιοῦσι, κατὰ ταύτας ζητοῦμεν ἐὰν μεταδιώξωμεν, ἀπὸ τῆς γενέσεως ἀρξάμενοι τῶν παθῶν. [De inv. et od. 2] γεννᾶται τοίνυν τὸ μῖσος ἐκ φαντασίας τοῦ ὅτι πονηρὸς ἢ κοινῶς ἢ πρὸς αὐτόν ἐστιν ὁ μισούμενος· καὶ γὰρ ἀδικεῖσθαι δόξαντες αὐτοὶ πεφύκασι μισεῖν, καὶ τοὺς ἄλλως ἀδικητικοὺς ἢ πονηροὺς προβάλλονται καὶ δυσχεραίνουσι φθονοῦσι δ’ ἁπλῶς τοῖς εὖ πράττειν δοκοῦσιν. ὅθεν ἔοικεν ὁ μὲν φθόνος ἀόριστος εἶναι, καθάπερ ὀφθαλμία πρὸς ἅπαν τὸ λαμπρὸν ἐκταρασσόμενος· τὸ δὲ μῖσος ὥρισται καθ’ ὑποκειμένων ἀεί τινων ἀπερειδόμενον πρὸς αὐτόν. [De inv. et od. 3] δεύτερον δὲ τὸ μισεῖν γίγνεται καὶ πρὸς ἄλογα ζῷα· καὶ γὰρ γαλᾶς καὶ κανθαρίδας ἔνιοι μισοῦσι καὶ φρύνους καὶ ὄφεις· Γερμανικὸς δ’ ἀλεκτρυόνος οὔτε φωνὴν οὔτ’ ὄψιν ὑπέμενεν οἱ δὲ Περσῶν μάγοι τοὺς μῦς ἀπεκτίννυσαν, ὡς αὐτοί τε μισοῦντες καὶ τοῦ θεοῦ δυσχεραίνοντος τὸ ζῷον· ὁμοῦ τι γὰρ πάντες Ἄραβες καὶ Αἰθίοπες μυσάττονται. τὸ μέντοι φθονεῖν πρὸς μόνον ἄνθρωπον ἀνθρώπῳ γίγνεται. [De inv. et od. 4] κἂν τοῖς θηρίοις δὲ φθόνον μὲν οὐκ εἰκὸς ἐγγίνεσθαι πρὸς ἄλληλα· τοῦ γὰρ εὖ πράττειν ἢ κακῶς ἕτερον φαντασίαν οὐ λαμβάνουσιν, οὐδ’ ἅπτεται τὸ ἔνδοξον ἢ ἄδοξον αὐτῶν, οἷς ὁ φθόνος ἐκτραχύνεται μάλιστα. μισοῦσι δ’ ἄλληλα καὶ ἀπεχθάνονται καὶ πολεμοῦσιν ὥσπερ ἀσπείστους τινὰς πολέμους ἀετοὶ καὶ δράκοντες, κορῶναι καὶ γλαῦκες, αἰγιθαλλοὶ καὶ ἀκανθυλλίδες· ὥστε τούτων γέ φασι μηδὲ τὸ αἷμα κίρνασθαι σφαττομένων, ἀλλὰ κἂν μίξῃς, ἰδίᾳ πάλιν ἀπορρεῖν διακρινόμενον. εἰκότως δ’ ἔχει τῷ λέοντι πρὸς τὸν ἀλεκτρυόνα καὶ τῷ ἐλέφαντι πρὸς τὴν ὗν μῖσος ἰσχυρὸν γεγεννηκέναι τὸν φόβον· ὃ γὰρ δεδίασι, καὶ μισεῖν πεφύκασιν ὥστε καὶ ταύτῃ φαίνεσθαι διαφέροντα τοῦ μίσους τὸν φθόνον, τὸ μὲν δεχομένης τῆς τῶν θηρίων φύσεως τὸν δὲ μὴ δεχομένης. [De inv. et od. 5] ἔτι τοίνυν τὸ μὲν φθονεῖν πρὸς οὐδένα γίγνεται δικαίως· οὐδεὶς γὰρ ἀδικεῖ τῷ εὐτυχεῖν, ἐπὶ τούτῳ δὲ φθονοῦνται μισοῦνται δὲ πολλοὶ δικαίως, ὡς οὓς ἀξιομισήτους καλοῦμεν, ἂν μὴ φεύγωσι τοὺς τοιούτους μηδὲ βδελύττωνται καὶ δυσχεραίνωσι. μέγα δὲ τούτου τεκμήριον, ὅτι μισεῖν μὲν πολλοὺς ὁμολογοῦσιν ἔνιοι φθονεῖν δ’ οὐδενὶ λέγουσι. καὶ γὰρ ἡ μισοπονηρία τῶν ἐπαινουμένων ἐστί· καὶ τὸν ἀδελφιδοῦν τοῦ Λυκούργου Χάριλλον, βασιλεύοντα τῆς Σπάρτης ἐπιεικῆ δ’ ὄντα καὶ πρᾶον ἐπαινούντων τινῶν, ὁ συνάρχων καὶ πῶς ἔφη χρηστός ἐστι Χάριλλος, ὃς οὐδὲ τοῖς πονηροῖς χαλεπός ἐστι; καὶ τοῦ Θερσίτου ὁ ποιητὴς τὴν μὲν τοῦ σώματος κακίαν πολυμερῶς καὶ περιωδευμένως ἐξεμόρφησε, τὴν δὲ τοῦ ἤθους μοχθηρίαν συντομώτατα καὶ δι’ ἑνὸς ἔφρασεν, [De inv. et od. 5b] ἔχθιστος δ’ Ἀχιλῆι μάλιστ’ ἦν ἠδ’ Ὀδυσῆι [De inv. et od. 5c] ὑπερβολὴ γάρ τις φαυλότητος τὸ τοῖς κρατίστοις ἐχθρὸν εἶναι. καὶ φθονεῖν δ’ ἀρνοῦνται κἂν ἐλέγχωνται, μυρίας σκήψεις προΐσχονται, ὀργίζεσθαι λέγοντες ἢ φοβεῖσθαι τὸν ἄνθρωπον ἢ μισεῖν ἢ ὁ τι ἂν τύχωσιν ἄλλο τῷ φθόνῳ τοῦ πάθους ὄνομα περιβάλλοντες καὶ καλύπτοντες, ὡς μόνον τοῦτο τῶν ψυχῆς νοσημάτων ἀπόρρητον. [De inv. et od. 6] ἀνάγκη τοίνυν τὰ πάθη ταῦτα τοῖς αὐτοῖς ὥσπερ τὰ φυτὰ καὶ τρέφεσθαι καὶ αὔξεσθαι καὶ ἐπιγίγνεσθαι πέφυκεν ἀλλήλοις. μισοῦμέν γε μᾶλλον τοὺς μᾶλλον εἰς πονηρίαν ἐπιδιδόντας, φθονοῦσι δὲ μᾶλλον τοὺς μᾶλλον ἐπ’ ἀρετῇ προϊέναι δοκοῦσι. διὸ καὶ Θεμιστοκλῆς ἔτι μειράκιον ὢν οὐδὲν ἔφη πράττειν λαμπρόν· οὔπω γὰρ φθονεῖσθαι. καθάπερ γὰρ αἱ κανθαρίδες ἐμφύονται μάλιστα τῷ ἀκμάζοντι σίτῳ καὶ τοῖς εὐθαλέσι ῥόδοις, οὕτως ὁ φθόνος ἅπτεται μάλιστα τῶν χρηστῶν καὶ αὐξομένων πρὸς ἀρετὴν καὶ δόξαν ἠθῶν καὶ προσώπων. καὶ τοὐναντίον αὖ πάλιν αἱ μὲν ἄκρατοι πονηρίαι συνεπιτείνουσι τὸ μῖσος. τοὺς γοῦν Σωκράτη συκοφαντήσαντας ὡς εἰς ἔσχατον κακίας ἐληλακότας οὕτως ἐμίσησαν οἱ πολῖται καὶ ἀπεστράφησαν, ὡς μήτε πῦρ αὔειν μήτε ἀποκρίνεσθαι πυνθανομένοις μήτ’ λουομένοις κοινωνεῖν ὕδατος, ἀλλ’ ἀναγκάζειν ἐκχεῖν ἐκεῖνο τοὺς παραχύτας ὡς μεμιασμένον, ἕως ἀπήγξαντο μὴ φέροντες τὸ μῖσος. αἱ δὲ τῶν εὐτυχημάτων ὑπεροχαὶ καὶ λαμπρότητες πολλάκις τὸν φθόνον κατασβεννύουσιν. οὐ γὰρ εἰκὸς Ἀλεξάνδρῳ τινὰ φθονεῖν οὐδὲ Κύρῳ, κρατήσασι καὶ γενομένοις κυρίοις ἁπάντων. ἀλλ’ ὥσπερ ὁ ἥλιος, ὧν ἂν ὑπὲρ κορυφῆς γένηται, καταχεόμενος τὸ φῶς ἢ παντάπασι τὴν σκιὰν ἀνεῖλεν ἢ μικρὰν ἐποίησεν, οὕτω πολὺ τῶν ὕψος λαβόντων καὶ γενομένων κατὰ κεφαλῆς τοῦ φθόνου, συστέλλεται καὶ ἀναχωρεῖ καταλαμπόμενος. τὸ μέντοι μῖσος οὐκ ἀνίησιν ἡ τῶν ἐχθρῶν ὑπεροχὴ καὶ δύναμις. ὁ γοῦν Ἀλέξανδρος φθονοῦντα μὲν οὐδέν’ εἶχε, μισοῦντας δὲ πολλοὺς ὑφ’ ὧν τέλος ἐπιβουλευθεὶς ἀπέθανεν. ὁμοίως τοίνυν καὶ τὰ δυστυχήματα τοὺς μὲν φθονοῦντας παύει τὰς δ’ αὖ ἔχθρας οὐκ ἀναιρεῖ· μισοῦσι γὰρ καὶ ταπεινοὺς τοὺς ἐχθροὺς γενομένους, φθονεῖ δ’ οὐδεὶς τῷ δυστυχοῦντι. ἀλλὰ καὶ τὸ ῥηθὲν ὑπό τινος τῶν καθ’ ἡμᾶς σοφιστῶν, ὅτι ἥδισθ’ οἱ φθονοῦντες ἐλεοῦσιν, ἀληθές ἐστιν· ὥστε καὶ ταύτῃ μεγάλην εἶναι τῶν παθῶν διαφοράν, ὡς τὸ μὲν μῖσος οὔτ’ εὐτυχούντων οὔτε δυστυχούντων ἀφίστασθαι πέφυκεν, ὁ δὲ φθόνος πρὸς τὴν ἀμφοῖν ὑπερβολὴν ἀπαγορεύει. [De inv. et od. 7] ἔτι τοίνυν καὶ μᾶλλον οὕτως ἀπὸ τῶν ἐναντίων ταὐτὸ σκοπῶμεν. λύουσι γὰρ ἔχθρας καὶ μῖσος ἢ πεισθέντες μηδὲν ἀδικεῖσθαι, ἢ δόξαν ὡς χρηστῶν, οὓς ἐμίσουν ὡς πονηρούς, λαβόντες· ἢ τρίτον εὖ παθόντες· ἡ γὰρ τελευταία χάρις ὡς Θουκυδίδης φησὶ κἂν ἐλάττων ᾖ, καιρὸν ἔχουσα δύναται μεῖζον ἔγκλημα λῦσαι τούτων δὲ τὸ μὲν πρῶτον οὐ λύει τὸν φθόνον· πεπεισμένοι γὰρ ἐξ ἀρχῆς μηδὲν ἀδικεῖσθαι φθονοῦσι τὰ δὲ λοιπὰ καὶ παροξύνει τοῖς τε γὰρ δοκοῦσι χρηστοῖς βασκαίνουσι μᾶλλον, ὡς δὴ τὸ μέγιστον ἀγαθὸν τὴν ἀρετὴν ἔχουσι κἂν εὖ πάσχωσιν ὑπὸ τῶν εὐτυχούντων, ἀνιῶνται, φθονοῦντες αὐτοῖς καὶ τῆς προαιρέσεως καὶ τῆς δυνάμεως· τὸ μὲν γὰρ ἀρετῆς ἐστι τὸ δ’ εὐτυχίας, ἀγαθὰ δ’ ἀμφότερα, διὸ παντελῶς ἕτερόν ἐστι τοῦ μίσους πάθος ὁ φθόνος, εἰ, δι’ ὧν ἐκεῖνο πραΰνεται, τοῦτο λυπεῖται καὶ παροξύνεται. [De inv. et od. 8] ἤδη τοίνυν καὶ τὴν προαίρεσιν αὐτὴν ἑκατέρου πάθους σκοπῶμεν. ἔστι δὲ μισοῦντος μὲν προαίρεσις κακῶς ποιῆσαι κατὰ δύναμιν· καὶ οὕτως ὁρίζονται, διάθεσίν τινα καὶ προαίρεσιν ἐπιτηρητικὴν τοῦ κακῶς ποιῆσαι. τῷ φθόνῳ δὲ τοῦτο γοῦν ἄπεστι πολλοὺς γὰρ οἱ φθονοῦντες τῶν συνήθων καὶ οἰκείων ἀπολέσθαι μὲν οὐκ ἂν ἐθέλοιεν οὐδὲ δυστυχῆσαι, βαρύνονται δ’ εὐτυχοῦντας· καὶ κωλύουσι μέν, εἰ δύνανται, τὴν δόξαν αὐτῶν καὶ λαμπρότητα, συμφορὰς δ’ ἀνηκέστους οὐκ ἂν προσβάλοιεν· ἀλλ’ ὥσπερ οἰκίας ὑπερεχούσης τὸ ἐπισκοτοῦν αὐτοῖς καθελόντες ἀρκοῦνται. ## Περὶ τοῦ ἑαυτὸν ἐπαινεῖν ἀνεπιφθόνως [De se ipsum laud. 1] τὸ περὶ ἑαυτοῦ λέγειν ὡς τι ὄντος ἢ δυναμένου πρὸς ἑτέρους, ὦ Ἥρκλανε, λόγῳ μὲν ἐπαχθὲς ἀποφαίνουσι πάντες καὶ ἀνελεύθερον, ἔργῳ δ’ οὐ πολλοὶ τὴν ἀηδίαν αὐτοῦ διαπεφεύγασιν οὐδὲ τῶν ψεγόντων. ὁ γοῦν Εὐριπίδης εἰπών [De se ipsum laud. 1b] εἰ δ’ ἦσαν ἀνθρώποισιν ὠνητοὶ λόγοι, οὐδεὶς ἂν αὑτὸν εὖ λέγειν ἐβούλετο· [De se ipsum laud. 1c] νῦν δ’, ἐκ βαθείας γὰρ πάρεστιν αἰθέρος λαβεῖν ἀμισθί, πᾶς τις ἥδεται λέγων τὰ τ’ ὄντα καὶ μή· ζημίαν γὰρ οὐκ ἔχει [De se ipsum laud. 1d] φορτικωτάτῃ κέχρηται μεγαλαυχίᾳ συγκαταπλέκων τοῖς τραγῳδουμένοις πάθεσι καὶ πράγμασι μηδὲν προσήκοντα τὸν περὶ αὑτοῦ λόγον. ὁμοίως ὁ Πίνδαρος φήσας [De se ipsum laud. 1e] καὶ τὸ καυχᾶσθαι παρὰ καιρὸν μανίαισιν ὑποκρέκει [De se ipsum laud. 1f] οὐ παύεται μεγαληγορῶν περὶ τῆς ἑαυτοῦ δυνάμεως ἀξίας μὲν ἐγκωμίων οὔσης· τίς γὰρ οὔ φησιν; ἀλλὰ καὶ τοὺς στεφανουμένους ἐν τοῖς ἀγῶσιν ἕτεροι νικῶντας ἀναγορεύουσι, τὴν ἀηδίαν τῆς περιαυτολογίας ἀφαιροῦντες. καὶ Τιμόθεον ἐπὶ τῇ κατὰ Φρύνιδος νίκῃ γράφοντα [De se ipsum laud. 1g] μακάριος ἦσθα, Τιμόθεε, κᾶρυξ ὅτ’ εἶπεν νικᾷ Τιμόθεος Μιλήσιος τὸν Κάμωνος τὸν ἰωνοκάμπταν [De se ipsum laud. 1h] εἰκότως δυσχεραίνομεν ὡς ἀμούσως καὶ παρανόμως; ἀνακηρύττοντα τὴν ἑαυτοῦ νίκην. αὐτῷ μὲν γὰρ ὁ παρ’ ἄλλων ἔπαινος ἥδιστον ἀκουσμάτων ἐστίν, ὥσπερ ὁ Ξενοφῶν εἴρηκεν· ἑτέροις δ’ ὁ περὶ αὑτοῦ λυπηρότατον. πρῶτον μὲν γὰρ ἀναισχύντους ἡγούμεθα τοὺς ἑαυτοὺς ἐπαινοῦντας, αἰδεῖσθαι προσῆκον αὐτοῖς κἂν ὑπ’ ἄλλων ἐπαινῶνται δεύτερον δ’ ἀδίκους, ἃ λαμβάνειν ἔδει παρ’ ἑτέρων αὑτοῖς διδόντας· τρίτον ἢ σιωπῶντες ἄχθεσθαι καὶ φθονεῖν δοκοῦμεν, ἢ τοῦτο δεδοικότες ἀναγκαζόμεθα συνεφάπτεσθαι παρὰ γνώμην τῶν ἐπαίνων καὶ συνεπιμαρτυρεῖν, πρᾶγμα κολακείᾳ μᾶλλον ἀνελευθέρῳ προσῆκον ἢ τιμῇ, τὸ ἐπαινεῖν παρόντας ὑπομένοντες. [De se ipsum laud. 2] οὐ μὴν ἀλλὰ καίπερ οὕτω τούτων ἐχόντων, ἔστιν ᾗ παρακινδυνεύσειεν ἂν ὁ πολιτικὸς ἀνὴρ ἅψασθαι τῆς καλουμένης; περιαυτολογίας πρὸς οὐδεμίαν αὑτοῦ δόξαν ἢ χάριν, ἀλλὰ καιροῦ καὶ πράξεως ἀπαιτούσης, ὡς περὶ ἄλλου λεχθῆναι καὶ περὶ αὑτοῦ τι τῶν ἀληθινῶν μάλιστα δ’ ὅταν ᾖ, τὰ πεπραγμένα καὶ προσόντα χρηστὰ αὑτῷ μὴ φεισάμενον εἰπεῖν, διαπράξασθαί τι τῶν ὁμοίων. καλὸν γὰρ ὁ τοιοῦτος ἔπαινος ἐκφέρει καρπόν, ὥσπερ ἀπὸ σπέρματος πλειόνων ἑτέρων ἀπ’ αὐτοῦ καὶ κρειττόνων φυομένων ἐπαίνων. καὶ γὰρ τὴν δόξαν ὁ πολιτικὸς ἀνὴρ οὐχ ὥς τινα μισθὸν ἢ παραμυθίαν τῆς ἀρετῆς ἀπαιτεῖ καὶ ἀγαπᾷ ταῖς πράξεσι παροῦσαν ἀλλ’ ὅτι τὸ πιστεύεσθαι καὶ δοκεῖν χρηστὸν εἶναι πλειόνων καὶ καλλιόνων πράξεων ἀφορμὰς δίδωσι. πειθομένους γὰρ ἅμα καὶ φιλοῦντας ἡδὺ καὶ ῥᾴδιον ὠφελεῖν πρὸς δ’ ὑποψίαν καὶ διαβολὴν οὐκ ἔστι χρήσασθαι τῇ ἀρετῇ, φεύγοντας εὖ παθεῖν προσβιαζόμενον. εἰ δὲ καὶ δι’ ἑτέρας αἰτίας τινὰς ὁ πολιτικὸς αὑτὸν ἐπαινέσειε, σκεπτέον τίνες εἰσὶν αὗται, ὅπως ἐξευλαβούμενοι τὸ κενὸν καὶ δυσχεραινόμενον, εἴ τι χρήσιμον ἔχει, μὴ παραλίπωμεν. [De se ipsum laud. 3] ἔστιν οὖν κενὸς ἔπαινος ὁ τῶν ἑαυτοὺς ἐπαινεῖν, ὅπως ἐπαινεθῶσι, δοκούντων καὶ καταφρονεῖται μάλιστα, φιλοτιμίας ἕνεκα γίγνεσθαι καὶ δόξης ἀκαίρου φαινόμενος. ὡς γὰρ οἱ τροφῆς ἀποροῦντες ἐξ αὐτοῦ τοῦ σώματος ἀναγκάζονται παρὰ φύσιν τρέφεσθαι, καὶ τοῦτο τοῦ λιμοῦ τέλος ἐστίν· οὕτως οἱ πεινῶντες ἐπαίνων, ἂν μὴ τυγχάνωσιν ἑτέρων ἐπαινούντων, αὐτοὶ τῇ φιλοδοξίᾳ παρ’ αὑτῶν ἐπαρκεῖν τι βούλεσθαι καὶ συνεισφέρειν δοκοῦντες, ἀσχημονοῦσιν. ὅταν δὲ μηδ’ ἁπλῶς καὶ καθ’ ἑαυτοὺς ἐπαινεῖσθαι ζητῶσιν, ἀλλ’ ἁμιλλώμενοι πρὸς ἀλλοτρίους ἐπαίνους ἔργα καὶ πράξεις ἀντιπαραβάλλωσιν αὑτῶν ὡς ἀμαυρώσοντες ἑτέρους, πρὸς τῷ κενῷ βάσκανον πρᾶγμα καὶ κακόηθες ποιοῦσι. τὸν μὲν γὰρ ἐν ἀλλοτρίῳ χορῷ πόδα τιθέντα, περίεργον ἡ παροιμία καὶ γελοῖον ἀποδείκνυσι τὴν δ’ ἐν ἀλλοτρίοις ἐπαίνοις εἰς μέσον ὑπὸ φθόνου καὶ ζηλοτυπίας ἐξωθουμένην περιαυτολογίαν εὖ μάλα δεῖ φυλάττεσθαι, καὶ μηδ’ ἑτέρων ἐπαινούντων αὑτὸν ὑπομένειν, ἀλλὰ παραχωρεῖν τοῖς τιμωμένοις, ἀξίοις οὖσιν ἂν δ’ ἀνάξιοι καὶ φαῦλοι δόξωσιν εἶναι, μὴ τοῖς ἰδίοις ἐπαίνοις ἀφαιρώμεθα τοὺς ἐκείνων, ἀλλ’ ἄντικρυς ἐλέγχοντες; καὶ δεικνύντες οὐ προσηκόντως εὐδοκιμοῦντας. ταῦτα μὲν οὖν δῆλον ὅτι φυλακτέον. [De se ipsum laud. 4] αὑτὸν δ’ ἐπαινεῖν ἀμέμπτως ἔστι πρῶτον μέν, ἂν ἀπολογούμενος τοῦτο ποιῇς πρὸς διαβολὴν ἢ κατηγορίαν, ὡς ὁ Περικλῆς· [De se ipsum laud. 4b] καίτοι ἐμοὶ τοιούτῳ ἀνδρὶ ὀργίζεσθε, ὃς οὐδενὸς ἥσσων οἴομαι εἶναι γνῶναί τε τὰ δέοντα καὶ ἑρμηνεῦσαι ταῦτα, φιλόπολίς τε καὶ χρημάτων κρείσσων. [De se ipsum laud. 4c] οὐ γὰρ μόνον ἀλαζονείαν καὶ κενότητα καὶ φιλοτιμίαν ἐκπέφευγε τῷ λέγειν τηνικαῦτα περὶ αὑτοῦ τι σεμνόν, ἀλλὰ καὶ φρόνημα καὶ μέγεθος ἀρετῆς διαδείκνυσι, τῷ μὴ ταπεινοῦσθαι ταπεινούσης; καὶ χειρουμένης τὸν φθόνον. οὐδὲ γὰρ κρίνειν ἔτι τοὺς τοιούτους ἀξιοῦσιν, ἀλλ’ ἐπαίρονται καὶ γάνυνται καὶ συνενθουσιῶσι ταῖς μεγαλαυχίαις, ἄνπερ ὦσι βέβαιοι καὶ ἀληθεῖς· ὥσπερ ἐπιμαρτυρεῖ τὰ γενόμενα. Θηβαῖοι γοῦν, ἐγκαλουμένων τῶν στρατηγῶν ὅτι τοῦ χρόνου τῆς βοιωταρχίας ἐξήκοντος αὐτοῖς οὐκ εὐθὺς ἐπανῆλθον ἀλλ’ εἰς τὴν Λακωνικὴν ἐνέβαλον καὶ τὰ περὶ Μεσσήνην διῴκησαν, Πελοπίδαν μὲν ὑποπίπτοντα καὶ δεόμενον μόλις ἀπέλυσαν· Ἐπαμεινώνδου δὲ πολλὰ περὶ τῶν πεπραγμένων μεγαληγορήσαντος, τέλος δὲ φήσαντος ὡς ἕτοιμός ἐστιν ἀποθνῄσκειν, ἂν ὁμολογήσωσιν, ὅτι τὴν Μεσσήνην ᾤκισε καὶ τὴν Λακωνικὴν διεπόρθησε καὶ συνέστησεν Ἀρκαδίαν, ἀκόντων ἐκείνων οὐδὲ τὰς ψήφους ἀναλαβεῖν ἐπ’ αὐτὸν ὑπέμειναν, ἀλλὰ θαυμάζοντες τὸν ἄνδρα καὶ χαίροντες ἅμα καὶ γελῶντες ἀπηλλάγησαν. ὅθεν οὐδὲ τοῦ Ὁμηρικοῦ Σθενέλου παντάπασιν αἰτιατέον τὸ [De se ipsum laud. 4d] ἡμεῖς τοι πατέρων μέγ’ ἀμείνονες εὐχόμεθ’ εἶναι, μεμνημένους τοῦ ὤ μοι, Τυδέος υἱὲ δαΐφρονος ἱπποδάμοιο, τί πτώσσεις; τί δ’ ὀπιπεύεις πολέμοιο γεφύρας; [De se ipsum laud. 4e] οὐδὲ γὰρ αὐτὸς ἀκούσας κακῶς ἀλλ’ ὑπὲρ τοῦ φίλου λοιδορηθέντος ἠμύνατο, τῇ περιαυτολογίᾳ παρρησίαν συγγνώμονα τῆς αἰτίας διδούσης. ἀλλὰ μὴν καὶ Ῥωμαῖοι Κικέρωνι μὲν ἐδυσχέραινον ἐγκωμιάζοντι πολλάκις ἑαυτοῦ τὰς περὶ Κατιλίναν πράξεις, Σκιπίωνι δ’ εἰπόντι μὴ πρέπειν αὐτοῖς κρίνειν περὶ Σκιπίωνος, δι’ ὃν ἔχουσι τὸ κρίνειν πᾶσιν ἀνθρώποις, στεφανωσάμενοι συνανέβησαν εἰς τὸ Καπιτώλιον καὶ συνέθυσαν. ὁ μὲν γὰρ οὐκ ἀναγκαίως ἀλλ’ ὑπὲρ δόξης ἐχρῆτο τοῖς ἐπαίνοις, τοῦ δ’ ἀφῄρει τὸν φθόνον ὁ κίνδυνος. [De se ipsum laud. 5] οὐ μόνον δὲ κρινομένοις καὶ κινδυνεύουσιν, ἀλλὰ καὶ δυστυχοῦσι μᾶλλον ἁρμόζει μεγαλαυχία καὶ κόμπος ἢ εὐτυχοῦσιν. οἱ μὲν γὰρ οἷον ἐπιδράττεσθαι τῆς δόξης καὶ ἀπολαύειν χαριζόμενοι τῷ φιλοτίμῳ δοκοῦσιν, οἱ δὲ πόρρω φιλοτιμίας διὰ τὸν καιρὸν ὄντες ἐξαναφέρειν πρὸς τὴν τύχην καὶ ὑπερείδειν τὸ φρόνημα καὶ φεύγειν ὅλως τὸ ἐλεεινὸν καὶ συνεπιθρηνοῦν τοῖς ἀβουλήτοις καὶ ταπεινούμενον. ὥσπερ οὖν τοὺς ἐν τῷ περιπατεῖν ἐπαιρομένους καὶ ὑψαυχενοῦντας ἀνοήτους ἡγούμεθα καὶ κενούς· ἂν δὲ πυκτεύοντες ἢ μαχόμενοι διεγείρωσι καὶ ἀνάγωσιν ἑαυτούς, ἐπαινοῦμεν· οὕτως ἀνὴρ ὑπὸ τύχης σφαλλόμενος ἑαυτὸν εἰς ὀρθὸν καθιστὰς καὶ ἀντίπαλον [De se ipsum laud. 5b] πύκτης ὅπως εἰς χεῖρας, [De se ipsum laud. 5c] ἐκ τοῦ ταπεινοῦ καὶ οἰκτροῦ τῇ μεγαλαυχίᾳ μεταφέρων εἰς τὸ γαῦρον καὶ ὑψηλόν, οὐκ ἐπαχθὴς οὐδὲ θρασὺς ἀλλὰ μέγας εἶναι δοκεῖ καὶ ἀήττητος ὥς που καὶ τὸν Πάτροκλον ὁ ποιητὴς μέτριον καὶ ἀνεπίφθονον ἐν τῷ κατορθοῦν ἐν δὲ τῷ τελευτᾶν μεγαλήγορον πεποίηκε λέγοντα [De se ipsum laud. 5d] τοιοῦτοι δ’ εἴπερ μοι ἐείκοσιν ἀντεβόλησαν. [De se ipsum laud. 5e] καὶ Φωκίων τἄλλα πρᾶος ἦν· μετὰ δὲ τὴν καταδίκην ἄλλοις τε πολλοῖς διεδείκνυε τὴν μεγαλοφροσύνην, καὶ πρὸς ἕνα τῶν συναποθνῃσκόντων ὀδυρόμενον καὶ δυσανασχετοῦντα τί λέγεις εἶπεν οὗτος; οὐκ ἀγαπᾷς ἀποθνῄσκων μετὰ Φωκίωνος; [De se ipsum laud. 6] ἔτι τοίνυν οὐχ ἧττον ἀλλὰ καὶ μᾶλλον ἀδικουμένῳ τῷ πολιτικῷ δέδοται τὸ λέγειν τι περὶ αὑτοῦ πρὸς τοὺς ἀγνωμονοῦντας· ὥσπερ ὁ Ἀχιλλεὺς ἄλλως μὲν ὑφίετο τῷ θείῳ τῆς δόξης καὶ μέτριος ἦν λέγων [De se ipsum laud. 6b] αἴ κέ ποθι Ζεὺς δῷσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι [De se ipsum laud. 6c] ὑβρισθεὶς δὲ παρ’ ἀξίαν καὶ προπηλακισθεὶς ἐφίησι τὴν μεγαλαυχίαν τῇ ὀργῇ· [De se ipsum laud. 6d] δώδεκα γὰρ σὺν νηυσὶ πόλεις ἀλάπαξ’ ἀνθρώπων; καί οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι μέτωπον ἐγγύθι λαμπομένης. [De se ipsum laud. 6e] δέχεται γὰρ ἡ παρρησία, μέρος οὖσα τῆς δικαιολογίας, τὴν μεγαληγορίαν. ἀμέλει δὲ καὶ Θεμιστοκλῆς οὐδὲν ἐπὶ τῶν πράξεων εἰπὼν οὐδὲ ποιήσας ἐπαχθές, ὁπηνίκα τοὺς Ἀθηναίους ἑώρα μεστοὺς ὄντας αὐτοῦ καὶ περιορῶντας, οὐκ ἐφείδετο λέγειν τί, ὦ μακάριοι, κοπιᾶτε, πολλάκις ὑπὸ τῶν αὐτῶν εὖ πάσχοντες; καὶ ἔτι χειμαζόμενοι μὲν ὥσπερ ὑπὸ δένδρον ὑποφεύγετε, γενομένης δ’ εὐδίας τίλλετε παρεξιόντες. [De se ipsum laud. 7] οὗτοι μὲν οὖν ἄλλως ἀδικούμενοι τῶν κατωρθωμένων ἐμέμνηντο πρὸς τοὺς ἀγνωμονοῦντας. ὁ δ’ ἐπ’ αὐτοῖς ψεγόμενος οἷς κατώρθωκε παντάπασι συγγνωστός ἐστι καὶ ἄμεμπτος, ἐγκωμιάζων τὰ πεπραγμένα· δοκεῖ γὰρ οὐκ ὀνειδίζειν ἀλλ’ ἀπολογεῖσθαι. τοῦτο γοῦν λαμπρὰν τῷ Δημοσθένει παρρησίαν ἐδίδου καὶ τὸν κόρον ἀφῄρει τῶν ἐπαίνων, οἷς παρὰ πάντα τὸν λόγον ὁμοῦ τι τὸν ὑπὲρ τοῦ στεφάνου κέχρηται, σεμνυνόμενος οἷς ἐνεκαλεῖτο περὶ τοῦ πολέμου πρεσβεύμασι καὶ ψηφίσμασιν. [De se ipsum laud. 8] οὐ πόρρω δὲ τούτου τεταγμένον ἔχει τινὰ χάριν τὸ τῆς ἀντιθέσεως, ὅταν, ἐφ’ ᾧ τις ἐγκαλεῖται, τούτου τοὐναντίον αἰσχρὸν ἀποδεικνύῃ καὶ φαῦλον. ὡς ὁ Λυκοῦργος ἐν Ἀθήναις ἐπὶ τῷ πεπεικέναι τὸν συκοφάντην ἀργυρίου λοιδορούμενος, εἶτ’ ἔφη ποῖός τις ὑμῖν δοκῶ εἶναι πολίτης, ὃς τοσοῦτον χρόνον τὰ δημόσια πράττων παρ’ ὑμῖν, διδοὺς μᾶλλον ἀδίκως ἢ λαμβάνων εἴλημμαι; καὶ ὁ Κικέρων, τοῦ Μετέλλου πρὸς αὐτὸν εἰπόντος ὅτι πλείονας ἀνῄρηκε καταμαρτυρήσας ἢ συνηγορήσας σέσωκε, τίς δ’ εἶπεν οὔ φησιν ἐν ἐμοὶ πλέον εἶναι πίστεως ἢ δεινότητος; καὶ τὰ Δημοσθένους τοιαῦτα τίς δ’ οὐκ ἂν ἀπέκτεινέ με δικαίως, εἴ τι τῶν τῇ πόλει καλῶν ὑπαρχόντων λόγῳ μόνον αἰσχύνειν ἐπεχείρησα; καὶ τί ἂν οἴεσθε λέγειν τοὺς μιαροὺς τούτους ἀνθρώπους, εἰ τότ’ ἐμοῦ περὶ τούτων ἀκριβολογουμένου ἀπῆλθον αἱ πόλεις; καὶ ὅλως ὁ περὶ τοῦ στεφάνου λόγος εὐφυέστατα ταῖς ἀντιθέσεσι καὶ λύσεσι τῶν αἰτιῶν ἐπεισάγει τοὺς ἐπαίνους. [De se ipsum laud. 9] οὐ μὴν ἀλλὰ καὶ τοῦτο χρήσιμόν ἐστιν ἐν ἐκείνῳ τῷ λόγῳ καταμαθεῖν, ὅτι μιγνύων ἐμμελέστατα τῷ περὶ αὑτοῦ λόγῳ τὸν περὶ τῶν ἀκουόντων ἔπαινον ἀνεπίφθονον ἐποίει καὶ ἀφίλαυτον· οἵους μὲν Εὐβοεῦσιν οἱ Ἀθηναῖοι παρέσχον αὑτοὺς οἵους δὲ Θηβαίοις, ὅσα δὲ Βυζαντίους ἀγαθὰ καὶ Χερρονησίτας ἐποίησαν· αὑτῷ δὲ τῆς διακονίας μετεῖναι φάσκων. λανθάνει γὰρ οὕτω τὸν ἀκροατὴν τοῖς ἰδίοις ἐπαίνοις συνυποδυόμενος ὃς τοῦ ὑπὲρ αὑτοῦ λεγομένοις ἥδεται καὶ χάριν μὲν ἐφ’ οἷς κατώρθωσεν ἔχει, τῷ δὲ χαίρειν εὐθὺς ἕπεται τὸ θαυμάζειν καὶ ἀγαπᾶν δι’ ὃν κατώρθωσεν. ὅθεν καὶ Ἐπαμεινώνδας, Μενεκλείδου ποτὲ χλευάζοντος αὐτὸν ὡς μεῖζον τοῦ Ἀγαμέμνονος φρονοῦντα, δι’ ὑμᾶς γ’ εἶπεν ὦ ἄνδρες Θηβαῖοι, μεθ’ ὧν μόνον ἐν ἡμέρᾳ μιᾷ κατέλυσα τὴν Λακεδαιμονίων ἀρχήν. [De se ipsum laud. 10] ἐπεὶ δὲ τῷ μὲν ἑαυτὸν ἐπαινοῦντι πολεμοῦσιν οἱ πολλοὶ σφόδρα καὶ ἄχθονται, τῷ δ’ ἑτέρους οὐχ ὁμοίως, ἀλλὰ καὶ χαίρουσι πολλάκις καὶ συνεπιμαρτυροῦσι προθύμως· εἰώθασιν ἔνιοι τοὺς ταὐτὰ προαιρουμένους καὶ πράττοντας αὐτοῖς καὶ ὅλως ὁμοιοτρόπους, ἐπαινοῦντες ἐν καιρῷ συνοικειοῦν καὶ συνεπιστρέφειν πρὸς ἑαυτοὺς τὸν ἀκροατήν· ἐπιγιγνώσκει γὰρ εὐθὺς ἐν τῷ λέγοντι, κἂν περὶ ἄλλου λέγηται, τὴν ὁμοιότητα τὴν ἀρετῆς τῶν αὐτῶν ἀξίαν ἐπαίνων οὖσαν. ὡς γὰρ ὁ λοιδορῶν ἕτερον ἐφ’ οἷς αὐτὸς ἔνοχός ἐστιν, λανθάνει λοιδορῶν μᾶλλον ἑαυτὸν ἢ ἐκεῖνον, οὕτως οἱ ἀγαθοὶ τοὺς ἀγαθοὺς τιμῶντες ἀναμιμνήσκουσιν αὑτῶν τοὺς συνειδότας· ὥστ’ εὐθὺς ἐπιφωνεῖν σὺ γὰρ οὐ τοιοῦτος; Ἀλέξανδρος μὲν οὖν Ἡρακλέα τιμῶν καὶ πάλιν Ἀλέξανδρον Ἀνδρόκοττος, ἑαυτοὺς; εἰς τὸ τιμᾶσθαι προῆγον ἀπὸ τῶν ὁμοίων. Διονύσιος δὲ τὸν Γέλωνα διασύρων καὶ γέλωτα τῆς Σικελίας ἀποκαλῶν, ἐλάνθανεν ὑπὸ φθόνου καθαιρῶν τὸ μέγεθος καὶ τὸ ἀξίωμα τῆς περὶ αὑτὸν δυνάμεως. [De se ipsum laud. 11] ταῦτα μὲν οὖν καὶ ἄλλως ἐπίστασθαι καὶ παραφυλάττειν τῷ πολιτικῷ προσήκει. τοὺς δ’ ἀναγκασθέντας ἐπαινεῖν αὑτοὺς ἐλαφροτέρους παρέχει καὶ τὸ μὴ πάντα προσποιεῖν ἑαυτοῖς, ἀλλ’ ὥσπερ φορτίου τῆς δόξης τὸ μὲν εἰς τὴν τύχην τὸ δ’ εἰς τὸν θεὸν ἀποτίθεσθαι. διὸ καλῶς μὲν ὁ Ἀχιλλεύς [De se ipsum laud. 11b] ἐπεὶ δὴ τόνδ’ ἄνδρα θεοὶ δαμάσασθαι ἔδωκαν [De se ipsum laud. 11c] καλῶς δὲ Τιμολέων, ἐν Συρακούσαις Αὐτοματίας βωμὸν ἱδρυσάμενος ἐπὶ ταῖς πράξεσι καὶ τὴν οἰκίαν ἀγαθῷ δαίμονι καθιερώσας· ἄριστα δὲ Πύθων ὁ Αἴνιος, ἐπειδὴ Κότυν ἀποκτείνας ἧκεν εἰς Ἀθήνας καὶ τῶν δημαγωγῶν διαμιλλωμένων τοῖς ἐγκωμίοις αὐτοῦ πρὸς τὸν δῆμον ᾔσθετο βασκαίνοντας ἐνίους καὶ βαρυνομένους, παρελθών ταῦτ’ εἶπεν ἄνδρες Ἀθηναῖοι, θεός τις ἔπραξεν, ἡμεῖς δὲ τὰς χεῖρας ἐχρήσαμεν ἀφῄρει δὲ καὶ Σύλλας τὸν φθόνον ἀεὶ τὴν Τύχην ἐπαινῶν, καὶ τέλος Ἐπαφρόδιτον ἑαυτὸν προσανηγόρευσε. μᾶλλον γὰρ εὐτυχίας ἢ ἀρετῆς ἡττᾶσθαι βούλονται τὸ μὲν ἀλλότριον ἀγαθὸν ἡγούμενοι, τὸ δ’ οἰκεῖον ἔλλειμμα καὶ παρ’ αὑτοὺς γενόμενον. οὐχ ἥκιστα γοῦν λέγουσιν ἀρέσαι Λοκροῖς τὴν Ζαλεύκου νομοθεσίαν, ὅτι τὴν Ἀθηνᾶν ἔφασκεν αὑτῷ φοιτῶσαν εἰς ὄψιν ἑκάστοτε τοὺς νόμους ὑφηγεῖσθαι καὶ διδάσκειν αὑτοῦ δὲ μηδὲν εἶναι διανόημα μηδὲ βούλευμα τῶν εἰσφερομένων. [De se ipsum laud. 12] ἀλλὰ ταῦτα μὲν ἴσως πρὸς τοὺς παντάπασι χαλεποὺς καὶ βασκάνους ἀνάγκη τὰ φάρμακα καὶ τὰ παρηγορήματα μηχανᾶσθαι· πρὸς δὲ τοὺς μετρίους οὐκ ἄτοπόν ἐστι χρῆσθαι καὶ ταῖς ἐπανορθώσεσι τῶν ἐπαίνων· εἴ τις ὡς λόγιον ἢ πλούσιον ἢ δυνατὸν ἐπαινοίη, κελεύοντα μὴ ταῦτα περὶ αὐτοῦ λέγειν, ἀλλὰ μᾶλλον, εἰ χρηστὸς καὶ ἀβλαβὴς καὶ ὠφέλιμος, οὐ γὰρ εἰσφέρει τὸν ἔπαινον ὁ τοῦτο ποιῶν ἀλλὰ μετατίθησιν οὐδὲ χαίρειν δοκεῖ τοῖς ἐγκωμιάζουσιν αὐτὸν ἀλλὰ μᾶλλον, ὅτι μὴ προσηκόντως μηδ’ ἐφ’ οἷς δεῖ, δυσχεραίνειν καὶ ἀποκρύπτειν τὰ φαυλότερα τοῖς βελτίοσιν, οὐκ ἐπαινεῖσθαι βουλόμενος ἀλλ’ ἐπαινεῖν ὡς χρὴ διδάσκων. τὸ γάρ οὐ λίθοις ἐτείχισα τὴν πόλιν οὐδὲ πλίνθοις ἐγώ ἀλλ’ ἐὰν τὸν ἐμὸν τειχισμὸν βούλῃ σκοπεῖν, εὑρήσεις καὶ ὅπλα καὶ ἵππους καὶ συμμάχους τοιούτου τινὸς ἔοικεν ἅπτεσθαι. καὶ τὸ τοῦ Περικλέους ἔτι μᾶλλον· ὀλοφυρόμενοι γάρ, ὡς ἔοικεν, ἤδη καταστρέφοντος αὐτοῦ, καὶ δυσφοροῦντες οἱ ἐπιτήδειοι τῶν στρατηγιῶν ἐμέμνηντο καὶ τῆς δυνάμεως, καὶ ὅσα δὴ τρόπαια καὶ νίκας καὶ πόλεις Ἀθηναίοις κτησάμενος ἀπολέλοιπεν ὁ δὲ μικρὸν ἐπαναστὰς ἐμέμψατ’ αὐτούς, ὡς κοινὰ πολλῶν καὶ τῆς τύχης ἔνια μᾶλλον ἢ τῆς ἀρετῆς ἐγκώμια λέγοντας· τὸ δὲ κάλλιστον καὶ μέγιστον καὶ ἴδιον αὐτοῦ παραλείποντας, ὅτι δι’ αὐτὸν οὐδεὶς Ἀθηναίων μέλαν ἱμάτιον ἀνείληφε. τοῦτο δὴ τὸ παράδειγμα καὶ ῥήτορι δίδωσιν, ἄνπερ ᾖ χρηστός, ἐπαινουμένῳ περὶ λόγου δεινότητα, μεταθεῖναι τὸν ἔπαινον ἐπὶ τὸν βίον καὶ τὸ ἦθος· καὶ στρατηγῷ θαυμαζομένῳ δι’ ἐμπειρίαν πολεμικὴν ἢ εὐτυχίαν, περὶ πραότητός τε καὶ δικαιοσύνης αὐτοῦ παρρησιάσασθαι καὶ τοὐναντίον αὖ πάλιν, ὑπερφυῶν τινων λεγομένων ἐπαίνων, οἷα πολλοὶ κολακεύοντες ἐπίφθονα λέγουσιν, εἰπεῖν [De se ipsum laud. 12b] οὔ τίς τοι θεός εἰμι· τί μ’ ἀθανάτοισιν ἐίσκεις; [De se ipsum laud. 12c] ἀλλ’ εἴ με γινώσκεις ἀληθῶς, ἐπαίνει τὸ ἀδωροδόκητον ἢ τὸ σῶφρον ἢ τὸ εὔγνωμον ἢ τὸ φιλάνθρωπον. ὁ γὰρ φθόνος οὐκ ἀηδῶς τῷ τὰ μείζονα παραιτουμένῳ τὰ μετριώτερα δίδωσι, καὶ τἀληθὲς ἐγκώμιον οὐκ ἀφαιρεῖται τῶν τὰ ψευδῆ καὶ κενὰ μὴ προσδεχομένων. διὸ καὶ τῶν βασιλέων τοὺς μὴ θεοὺς μηδὲ παῖδας θεῶν ἀναγορεύεσθαι θέλοντας ἀλλὰ Φιλαδέλφους ἢ φιλομήτορας ἢ Εὐεργέτας ἢ Θεοφιλεῖς, οὐκ ἤχθοντο ταῖς καλαῖς μὲν ἀνθρωπικαῖς δὲ ταύταις προσηγορίαις τιμῶντες. ὥσπερ αὖ καὶ τῶν γραφόντων καὶ λεγόντων βαρυνόμενοι τοὺς τὸ τῆς σοφίας ἐπιγραφομένους ὄνομα, χαίρουσι τοῖς φιλοσοφεῖν ἢ προκόπτειν ἤ τι τοιοῦτο περὶ αὑτῶν ἀνεπίφθονον καὶ μέτριον λέγουσιν. οἱ δὲ ῥήτορες καὶ σοφισταὶ τὸ θείως καὶ τὸ δαιμονίως καὶ τὸ μεγάλως ἐν ταῖς ἐπιδείξεσι προσδεχόμενοι, καὶ τὸ μετρίως καὶ τὸ ἀνθρωπίνως προσαπολλύουσι. [De se ipsum laud. 13] καὶ μὴν ὥσπερ οἱ τοὺς ὀφθαλμιῶντας ἐνοχλεῖν φυλαττόμενοι τοῖς ἄγαν λαμπροῖς σκιάν τινα παραμιγνύουσιν, οὕτως ἔνιοι τοὺς αὑτῶν ἐπαίνους μὴ παντελῶς λαμπροὺς μηδ’ ἀκράτους προσφέροντες, ἀλλά τινας ἐλλείψεις ἢ ἀποτεύξεις ἢ ἁμαρτίας ἐλαφρὰς ἐμβάλλοντες, ἀφαιροῦσι τὸ ἐπαχθὲς αὐτῶν καὶ νεμεσητόν· ὥσπερ ὁ Ἐπειός, οὐ μέτρια περὶ τῆς πυκτικῆς εἰπὼν καὶ θρασυνάμενος ὡς ἀντικρὺ χρόα τε ῥήξει σύν τ’ ὀστέ” ἀράξει. [De se ipsum laud. 13b] ἧ οὐχ ἅλις (φησίν) ὅττι μάχης ἐπιδεύομαι; [De se ipsum laud. 13c] ἀλλ’ οὗτος μὲν ἴσως γελοῖος, ἀθλητικὴν ἀλαζονείαν δειλίας καὶ ἀνανδρίας ἐξομολογήσει παραμυθούμενος ἐμμελὴς δὲ καὶ χαρίεις ὁ λήθην τινὰ καθ’ αὑτοῦ λέγων ἢ ἄγνοιαν ἢ φιλοτιμίαν, ἢ πρός τινα μαθήματα καὶ λόγων ἀκρόασιν ὀλιγωρίαν ὡς ὁ Ὀδυσσεὺς [De se ipsum laud. 13d] αὐτὰρ ἐμὸν κῆρ ἤθελ’ ἀκουέμεναι, λῦσαι δ’ ἐκέλευον ἑταίρους ὀφρύσι νευστάζων. καὶ πάλιν ἀλλ’ ἐγὼ οὐ πιθόμην ἦ τ’ ἂν πολὺ κέρδιον ἦεν, ὄφρ’ αὐτόν τε ἴδοιμι, καὶ εἴ μοι ξείνια δοίη. [De se ipsum laud. 13e] καὶ ὅλως ὅσαι μὴ παντάπασιν αἰσχραὶ μηδ’ ἀγεννεῖς· ἁμαρτίαι, παρατιθέμεναι τοῖς ἐπαίνοις τὸν φθόνον ἀφαιροῦσι. πολλοὶ δὲ καὶ πενίας καὶ ἀπορίας καὶ νὴ Δία δυσγενείας ἐξομολόγησιν ἔστιν ὅτε τοῖς ἐγκωμίοις παρεμβάλλοντες, ἀμβλυτέρῳ τῷ φθόνῳ χρῶνται· καθάπερ Ἀγαθοκλῆς χρυσᾶ ποτήρια καὶ τορευτὰ τοῖς νέοις προπίνων ἐκέλευσε καὶ κεραμεᾶ κομισθῆναι καὶ τοιοῦτόν ἐστιν ἔφη τὸ ἐνδελεχὲς καὶ φιλόπονον καὶ ἀνδρεῖον· ἡμεῖς πάλαι ταῦτα, νῦν δ’ ἐκεῖνα ποιοῦμεν ἐδόκει γὰρ ἐν κεραμείῳ τεθράφθαι διὰ δυσγένειαν καὶ πενίαν ὁ Ἀγαθοκλῆς, εἶτα συμπάσης ὀλίγου δεῖν ἐβασίλευσε Σικελίας. [De se ipsum laud. 14] καὶ ταῦτα μὲν ἔξωθεν ἔστιν ἐπεισάγεσθαι φάρμακα τῆς περιαυτολογίας. ἕτερα δ’ αὐτοῖς τρόπον τινὰ τοῖς ἐπαινουμένοις ἔνεστιν· οἷς καὶ Κάτων ἐχρῆτο φθονεῖσθαι λέγων, ὅτι τῶν ἰδίων ἀμελεῖ καὶ τὰς νύκτας ἀγρυπνεῖ διὰ τὴν πατρίδα καὶ τὸ [De se ipsum laud. 14b] πῶς δ’ ἂν φρονοίην, ᾧ παρῆν ἀπραγμόνως ἐν τοῖσι πολλοῖς ἠριθμημένῳ στρατοῦ ἴσον μετασχεῖν τῷ σοφωτάτῳ τύχης. καὶ τὸ ὀκνῶν δὲ μόχθων τῶν πρὶν ἐκχέαι χάριν, καὶ τοὺς παρόντας οὐκ ἀπωθοῦμαι πόνους. [De se ipsum laud. 14c] ὡς γὰρ οἰκίαν καὶ χωρίον, οὕτω καὶ δόξαν οἱ πολλοὶ καὶ ἀρετὴν τοῖς προῖκα καὶ ῥᾳδίως ἔχειν δοκοῦσιν οὐ τοῖς πριαμένοις πόνων πολλῶν καὶ κινδύνων φθονοῦσιν. [De se ipsum laud. 15] ἐπεὶ δ’ οὐ μόνον ἀλύπως καὶ ἀνεπιφθόνως ἀλλὰ καὶ χρησίμως καὶ ὠφελίμως προσοιστέον ἐστὶ τοὺς ἐπαίνους, ἵνα μὴ τοῦτο πράττειν ἀλλ’ ἕτερόν τι διὰ τούτου δοκῶμεν· ὅρα πρῶτον, εἰ προτροπῆς ἕνεκα καὶ ζήλου καὶ φιλοτιμίας τῶν ἀκουόντων αὑτὸν ἄν τις ἐπαινέσειεν. ὥσπερ ὁ Νέστωρ τὰς ἑαυτοῦ διηγούμενος ἀριστείας καὶ μάχας τόν τε Πάτροκλον παρώρμησε καὶ τοὺς ἐννέα πρὸς τὴν μονομαχίαν ἀνέστησεν. ἡ γὰρ ἔργον ὁμοῦ· καὶ λόγον ἔχουσα προτροπὴ καὶ παράδειγμα καὶ ζῆλον οἰκεῖον ἔμψυχός ἐστι καὶ κινεῖ καὶ παροξύνει, καὶ μεθ’ ὁρμῆς καὶ προαιρέσεως ἐλπίδας ὡς ἐφικτῶν καὶ οὐκ ἀδυνάτων παρίστησι. διὸ καὶ τῶν ἐν Λακεδαίμονι χορῶν ᾄδουσιν οἱ μὲν τῶν γερόντων [De se ipsum laud. 15b] ἄμμες ποτ’ ἦμες ἄλκιμοι νεανίαι οἱ δὲ τῶν παίδων ἄμμες δὲ γ’ ἐσσόμεθα πολλῷ κάρρονες οἱ δὲ τῶν νεανίσκων ἄμμες δὲ γ’ εἰμές αἰ δὲ λῇς, αὐγάσδεο· [De se ipsum laud. 15c] καλῶς καὶ πολιτικῶς τοῦ νομοθέτου τὰ πλησίον καὶ οἰκεῖα παραδείγματα τοῖς νέοις δι’ αὐτῶν τῶν εἰργασμένων ἐπιθέντος. [De se ipsum laud. 16] οὐ μὴν ἀλλὰ καὶ καταπλήξεως ἐνιαχοῦ καὶ συστολῆς ἕνεκα καὶ τοῦ ταπεινῶσαι καὶ λαβεῖν ὑποχείριον τὸν αὐθάδη καὶ ἰταμὸν οὐ χεῖρόν ἐστι κομπάσαι τι περὶ αὑτοῦ καὶ μεγαληγορῆσαι. καθάπερ αὖ πάλιν ὁ Νέστωρ [De se ipsum laud. 16b] ἤδη γάρ ποτ’ ἐγὼ καὶ ἀρείοσιν ἠέπερ ὑμῖν ἀνδράσιν ὡμίλησα, καὶ οὒ ποτὲ μ’ οἵ γ’ ἀθέριζον. [De se ipsum laud. 16c] οὕτω δὴ καὶ πρὸς Ἀλέξανδρον Ἀριστοτέλης οὐ μόνον ἔφη τοῖς πολλῶν κρατοῦσιν ἐξεῖναι μέγα φρονεῖν, ἀλλὰ καὶ τοῖς περὶ θεῶν δόξας ἀληθεῖς ἔχουσι. χρήσιμα δὲ καὶ πρὸς πολεμίους καὶ πρὸς ἐχθροὺς τὰ τοιαῦτα [De se ipsum laud. 16d] δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσι. [De se ipsum laud. 16e] καὶ περὶ τοῦ Περσῶν βασιλέως μεγάλου καλουμένου ὁ Ἀγησίλαος τί δ’ ἐμοῦ γε μείζων ἐκεῖνος, εἰ μὴ καὶ δικαιότερος; καὶ πρὸς τοὺς Λακεδαιμονίους τῶν Θηβαίων κατηγοροῦντας ὁ Ἐπαμεινώνδας ἡμεῖς μὲν γ’ ὑμᾶς βραχυλογοῦντας ἐπαύσαμεν ἀλλὰ ταῦτα μὲν πρὸς ἐχθροὺς καὶ πολεμίους· [De se ipsum laud. 16f] τῶν δὲ φίλων καὶ πολιτῶν οὐ μόνον ἔστι τοὺς θρασυνομένους καταστορέσαι καὶ ποιῆσαι ταπεινοτέρους, ἀλλὰ καὶ τοὺς περιφόβους καὶ καταπλῆγας ἐξᾶραι πάλιν καὶ παρορμῆσαι, χρησάμενον ἐν δέοντι μεγαλαυχίᾳ. καὶ γὰρ ὁ Κῦρος παρὰ τὰ δεινὰ καὶ τὰς μάχας ἐμεγαληγόρει ἄλλοτε δ’ οὐ μεγαλήγορος ἦν. καὶ Ἀντίγονος ὁ δεύτερος τἄλλα μὲν ἦν ἄτυφος καὶ μέτριος, ἐν δὲ τῇ περὶ Κῶν ναυμαχίᾳ τῶν φίλων τινὸς εἰπόντος οὐχ ὁρᾷς, ὅσῳ πλείους εἰσὶν αἱ πολέμιαι νῆες; ἐμὲ δὲ γ’ αὐτόν εἶπε πρὸς πόσας ἀντιτάττετε; καὶ τοῦτο δ’ ἔοικε συνιδεῖν Ὅμηρος· τὸν γὰρ Ὀδυσσέα πεποίηκεν, ἀποδειλιώντων τῶν ἑταίρων πρὸς τὸν ψόφον καὶ κλύδωνα τὸν περὶ τὴν Χάρυβδιν, ἀναμιμνήσκοντα τῆς αὑτοῦ δεινότητος καὶ ἀνδρείας· [De se ipsum laud. 16g] οὐ μὲν δὴ τόδε μεῖζον ἔπι κακόν, ἢ ὅτε Κύκλωψ εἴλει ἐνὶ σπῆι γλαφυρῷ κρατερῇ γε βίῃφι ἀλλὰ καὶ ἔνθεν ἐμῇ ἀρετῇ βουλῇ τε νόῳ τε ἐκφύγομεν. [De se ipsum laud. 16h] οὐ γάρ ἐστι δημαγωγοῦντος οὐδὲ σοφιστιῶντος ὁ τοιοῦτος ἔπαινος οὐδὲ κρότον οὐδὲ ποππυσμὸν αἰτοῦντος, ἀλλὰ τὴν ἀρετὴν καὶ τὴν ἐπιστήμην ἐνέχυρον τοῦ θαρρεῖν τοῖς φίλοις διδόντος. μέγα γὰρ ἐν καιροῖς ἐπισφαλέσι πρὸς σωτηρίαν δόξα καὶ πίστις ἀνδρὸς ἡγεμονικὴν ἐμπειρίαν καὶ δύναμιν ἔχοντος· [De se ipsum laud. 17] ὅτι μὲν οὖν τὸ πρὸς ἔπαινον ἀλλότριον καὶ δόξαν ἀντιπαραβάλλειν ἑαυτὸν ἥκιστα πολιτικόν, εἴρηται πρότερον· οὐ μὴν ἀλλ’ ὅπου βλάπτει καὶ διαφθείρει ζῆλον ἐμποιῶν πρὸς τὰ φαῦλα καὶ προαίρεσιν πονηρὰν ἐν πράγμασι μεγάλοις ἡμαρτημένος ἔπαινος, οὐκ ἄχρηστόν ἐστιν ἐκκροῦσαι μᾶλλον δ’ ἀποστρέψαι τὸν ἀκροατὴν ἐπὶ τὰ κρείττω, τὴν διαφορὰν ἐνδεικνύμενον. ἀγαπήσειε γὰρ ἄν τις οἶμαι λοιδορουμένης κακίας καὶ ψεγομένης ἐθέλοντας ἀπέχεσθαι τοὺς πολλοὺς ὁρῶν· εἰ δὲ προσλάβοι δόξαν ἡ κακία, καὶ τῷ καθ’ ἡδονὰς αὐτῆς καὶ πλεονεξίας ἄγοντι προσγένοιτο τιμὴ καὶ τὸ εὐδοκιμεῖν, οὐκ ἔστιν οὕτως εὐτυχὴς οὐδ’ ἰσχυρὰ φύσις, ἧς οὐκ ἂν κρατήσειε. διὸ δεῖ μὴ τοῖς τῶν ἀνθρώπων ἐπαίνοις, ἀλλὰ τοῖς τῶν πραγμάτων, ἂν ᾖ φαῦλα, πολεμεῖν τὸν πολιτικόν· οὗτοι γὰρ διαστρέφουσι καὶ τούτοις τὸ μιμεῖσθαι τὰ αἰσχρὰ καὶ ζηλοῦν ὡς καλὰ συνεισέρχεται. [De se ipsum laud. 17b] μάλιστα δ’ ἐξελέγχονται τοῖς ἀληθινοῖς παρατιθεμένοις· οἷον ὁ τῶν τραγῳδιῶν ὑποκριτὴς Θεόδωρος εἰπεῖν ποτε πρὸς τὸν κωμικὸν λέγεται Σάτυρον, ὡς οὐ θαυμαστόν ἐστι, τὸ γελᾶν ποιεῖν τοὺς θεατὰς ἀλλὰ τὸ δακρύειν καὶ κλαίειν. ἄμεινον δ’ ἂν οἶμαι πρὸς τοῦτον αὐτὸν εἴποι φιλόσοφος ἀνήρ ἀλλ’ οὐ τὸ ποιεῖν, ὦ βέλτιστε, κλαίειν καὶ δακρύειν, τὸ δὲ παύειν λυπουμένους καὶ κλαίοντας σεμνόν ἐστιν. ἐπαινῶν γὰρ ἑαυτὸν ὠφελεῖ τὸν ἀκούοντα καὶ μετατίθησι τὴν κρίσιν. οὕτω καὶ ὁ Ζήνων πρὸς τὸ πλῆθος τῶν Θεοφράστου μαθητῶν ὁ κείνου χορός ἔφη μείζων, οὑμὸς δὲ συμφωνότερος. καὶ ὁ Φωκίων, ἔτι τοῦ Λεωσθένους εὐημεροῦντος, ὑπὸ τῶν ῥητόρων ἐρωτώμενος τί τὴν πόλιν αὐτὸς ἀγαθὸν πεποίηκεν, οὐδέν εἶπεν ἀλλ’ ἢ ὑμᾶς, ἐμοῦ στρατηγοῦντος, ἐπιτάφιον λόγον μὴ εἰπεῖν ἀλλὰ πάντας ἐν τοῖς πατρῴοις μνήμασι θάπτεσθαι τοὺς ἀποθνῄσκοντας. [De se ipsum laud. 17c] πάνυ δὲ χαριέντως καὶ ὁ Κράτης πρὸς τὸ ταῦτ’ ἔχω, ὅσσ’ ἔφαγον καὶ ἐφύβρισα ἠδὲ μετ’ ἔρωτος τέρφθην· ἀντέγραψε τὸ ταῦτ’ ἔχω, ὅσσ’ ἔμαθον καὶ ἐφρόντισα καὶ μετὰ Μουσῶν σέμν’ ἐδάην. [De se ipsum laud. 17d] καλὸς γὰρ ὁ τοιοῦτος ἔπαινος καὶ ὠφέλιμος καὶ διδάσκων τὰ χρήσιμα καὶ τὰ συμφέροντα θαυμάζειν καὶ ἀγαπᾶν ἀντὶ τῶν κενῶν καὶ περιττῶν. διὸ τοῦτο μὲν συγκατατετάχθω τοῖς εἰρημένοις εἰς τὸ πρόβλημα. [De se ipsum laud. 18] λείπεται ὁ ἡμῖν, τοῦ λόγου τὸ ἐφεξῆς ἀπαιτοῦντος καὶ παρακαλοῦντος, εἰπεῖν ὅπως ἂν ἕκαστος ἐκφύγοι τὸ ἐπαινεῖν ἀκαίρως ἑαυτόν. μέγα γὰρ ἡ περιαυτολογία τὴν φιλαυτίαν ὁρμητήριον ἔχουσα, καὶ τοῖς πάνυ δοκοῦσι μετρίως ἔχειν πρὸς δόξαν ἐμφύεται πολλάκις ἐπιτιθεμένη. καθάπερ γὰρ τῶν ὑγιεινῶν ἕν ἐστι παραγγελμάτων τὸ τὰ νοσώδη χωρία φυλάττεσθαι παντάπασιν ἢ προσέχειν μᾶλλον αὑτῷ γιγνόμενον ἐν αὐτοῖς, οὕτως ἔχει τινὰς ἡ περιαυτολογία καιροὺς; καὶ τόπους ὀλισθηροὺς καὶ περιφέροντας εἰς αὐτὴν ἐκ πάσης προφάσεως. [De se ipsum laud. 18b] πρῶτον μὲν γὰρ ἐν τοῖς ἀλλοτρίοις ἐπαίνοις, ὥσπερ εἴρηται, τὸ φιλότιμον ἐξανθεῖ τὴν περιαυτολογίαν καί τις αὐτὸ καταλαμβάνει δακνόμενον καὶ γαργαλιζόμενον οἷον ὑπὸ κνησμοῦ δυσκαρτέρητος ἐπιθυμία καὶ ὁρμὴ πρὸς δόξαν, ἄλλως τε κἂν ἐπὶ τοῖς ἴσοις ἕτερος ἢ τοῖς ἐλάττοσιν ἐπαινῆται. καθάπερ γὰρ οἱ πεινῶντες ἑτέρων ἐσθιόντων ἐν ὄψει μᾶλλον ἐρεθίζονται καὶ παροξύνονται τὴν ὄρεξιν οὕτως ὁ τῶν πλησίον ἔπαινος ἐκκάει τῇ ζηλοτυπίᾳ τοὺς πρὸς δόξαν ἀκρατῶς ἔχοντας. [De se ipsum laud. 19] δεύτερον αἱ τῶν εὐτυχῶς καὶ κατὰ νοῦν πεπραγμένων διηγήσεις λανθάνουσι πολλοὺς εἰς μεγαλαυχίαν ὑπὸ χαρᾶς ἐκφέρουσαι καὶ κόμπον· ἐμπεσόντες γὰρ εἰς τὸ λέγειν νίκας τινὰς ἑαυτῶν ἢ κατορθώσεις ἐν πολιτεύμασιν ἢ παρ’ ἡγεμόσι πράξεις καὶ λόγους εὐδοκιμήσαντας, οὐ κρατοῦσιν οὐδὲ μετριάζουσιν. ᾧ γένει μάλιστα τῆς περιαυτολογίας τὸ ναυτικὸν ἰδεῖν ἔστι καὶ στρατιωτικὸν ἁλισκόμενον, συμβαίνει δὲ καὶ τοῖς ἐκ πότων ἡγεμονικῶν καὶ πραγμάτων μεγάλων ἐπανήκουσι τοῦτο πάσχειν ἐπιεικῶς· μεμνημένοι γὰρ ἀνδρῶν ἐπιφανῶν καὶ βασιλικῶν συγκαταπλέκουσι περὶ αὑτῶν εὐφημίας τινὰς ὑπ’ ἐκείνων εἰρημένας, καὶ νομίζουσιν οὐχ αὑτοὺς ἐπαινεῖν ἀλλ’ ἑτέρων ἐπαίνους διηγεῖσθαι περὶ αὑτῶν γενομένους. οἱ δ’ ὅλως οἴονται λανθάνειν τοὺς ἀκούοντας, ὅταν βασιλέων καὶ αὐτοκρατόρων δεξιώσεις καὶ προσαγορεύσεις καὶ φιλοφροσύνας ἀπαγγέλλωσιν, ὡς οὐχ αὑτῶν ἐπαίνους ἀποδείξεις δὲ τῆς ἐκείνων ἐπιεικείας καὶ φιλανθρωπίας διεξιόντες. ὅθεν εὖ μάλα δεῖ προσέχειν ἑαυτοῖς περὶ τοὺς ἑτέρων ἐπαίνους, ὅπως καθαροὶ καὶ ἀνύποπτοι φιλαυτίας καὶ περιαυτολογίας ὦσι, καὶ μὴ δοκῶμεν Πάτροκλον πρόφασιν σφᾶς δ’ αὐτοὺς δι’ ἐκείνων ἐπαινεῖν. [De se ipsum laud. 20] ἀλλὰ μὴν καὶ τὸ περὶ τοὺς ψόγους καὶ τὰς καταιτιάσεις γένος ἐπισφαλές ἐστι καὶ παρέχον ἐκτροπὰς τοῖς περὶ δόξαν νοσοῦσιν. ᾧ μάλιστα περιπίπτουσιν οἱ γέροντες, ὅταν εἰς τὸ νουθετεῖν ἑτέρους καὶ κακίζειν ἔθη φαῦλα καὶ πράξεις ἡμαρτημένας προαχθῶσι, μεγαλύνοντες αὑτοὺς ὡς περὶ ταὐτὰ θαυμασίους δή τινας γενομένους. τούτοις μὲν οὖν, ἂν μὴ μόνον ἔχωσιν ἡλικίαν ἀλλὰ καὶ δόξαν καὶ ἀρετήν, δοτέον· οὐ γὰρ ἀνωφελὲς, ἀλλὰ μέγα ζῆλον ἐμποιοῦν ἅμα καὶ φιλοτιμίαν τινὰ τοῖς οὕτω κολαζομένοις. οἱ δ’ ἄλλοι σφόδρα φυλάττεσθαι καὶ δεδιέναι τὴν ἐκτροπὴν ταύτην ὀφείλομεν. ἀνιαροῦ γὰρ ὄντος ἄλλως καὶ μόλις ἀνεκτοῦ τοῦ τῶν πλησίον ἐλέγχου καὶ δεομένου πολλῆς εὐλαβείας, ὁ μιγνύων ἔπαινον ἴδιον ἀλλοτρίῳ ψόγῳ καὶ δι’ ἀδοξίας ἑτέρου δόξαν αὑτῷ θηρώμενος,’ ἐπαχθὴς παντάπασι καὶ φορτικὸς ἐστιν, ὡς ἐνευδοκιμεῖν ἀσχημονοῦσιν ἄλλοις βουλόμενος. [De se ipsum laud. 21] ἔτι τοίνυν τοῖς μὲν πρὸς τοὺς γέλωτας εὐκαταφόροις φύσει καὶ προχείροις μάλιστα φεύγειν προσήκει καὶ φυλάττεσθαι τοὺς γαργαλισμοὺς καὶ τὰς ψηλαφήσεις, ἐν αἷς τὰ λειότατα τοῦ σώματος ὀλισθάνοντα καὶ συρρέοντα κινεῖ καὶ συνεξορμᾷ τὸ πάθος· ὅσοι δὲ πρὸς δόξαν ἐμπαθέστερον ἐρρυήκασι, τούτοις ἄν τις οὐχ ἥκιστα παραινέσειεν ἀπέχεσθαι τοῦ σφᾶς αὐτοὺς ἐπαινεῖν, ὅταν ὑπ’ ἄλλων ἐπαινῶνται. δεῖ γὰρ ἐρυθριᾶν ἐπαινούμενον οὐκ ἀπερυθριᾶν, καὶ καταστέλλειν τοὺς μέγα τι περὶ αὑτῶν λέγοντας, οὐκ ἐλέγχειν ὡς ἐνδεέστερον ἐπαινοῦντας· ὅπερ οἱ πολλοὶ ποιοῦσιν, ὑπομιμνήσκοντες αὐτοὶ καὶ προσεμφοροῦντες ἄλλας τινὰς πράξεις καὶ ἀνδραγαθίας, ἄχρι ἂν τῷ περὶ αὑτῶν καὶ τὸν παρ’ ἑτέρων ἔπαινον διαφθείρωσιν. ἔνιοι μὲν οὖν κολακεύοντες αὐτοὺς ὥσπερ γαργαλίζουσι καὶ φυσῶσιν· ἔνιοι δὲ κακοήθως οἷόν τι δέλεαρ μικρὸν εὐλογίας ὑποβάλλοντες ἐκκαλοῦνται τὴν περιαυτολογίαν· οἱ δὲ προσπυνθάνονται καὶ διερωτῶσιν, ὡς παρὰ τῷ Μενάνδρῳ τὸν στρατιώτην, ἵνα γελάσωσι, [De se ipsum laud. 21b] πρὸς τεῖχος ἀναβαίνων. ἐγὼ μὲν δεικνύω ἐσπουδακώς, οἱ δὲ πάλιν ἐπεμυκτήρισαν. [De se ipsum laud. 22] ἐν ἅπασιν οὖν τούτοις εὐλαβητέον ὡς ἔνι μάλιστα, μήτε συνεκπίπτοντα τοῖς ἐπαίνοις μήτε ταῖς ἐρωτήσεσιν ἑαυτὸν προϊέμενον. ἐντελεστάτη δὲ τούτων εὐλάβεια καὶ φυλακὴ τὸ προσέχειν ἑτέροις ἑαυτοὺς ἐπαινοῦσι καὶ μνημονεύειν, ὡς ἀηδὲς τὸ πρᾶγμα καὶ λυπηρὸν ἅπασι, καὶ λόγος ἄλλος οὐδεὶς οὕτως ἐπαχθὴς οὐδὲ βαρύς, οὐδὲ γὰρ ἔχοντες εἰπεῖν ὅτι πάσχομεν ἄλλο κακὸν ὑπὸ τῶν αὑτοὺς ἐπαινούντων, ὥσπερ φύσει βαρυνόμενοι τὸ πρᾶγμα καὶ φεύγοντες ἀπαλλαγῆναι καὶ ἀναπνεῦσαι σπεύδομεν ὅπου καὶ κόλακι καὶ παρασίτῳ καὶ δεομένῳ δύσοιστον ἐν χρείᾳ καὶ δυσκαρτέρητον ἑαυτὸν ἐγκωμιάζων πλούσιός τις ἢ σατράπης ἢ βασιλεύς· καὶ συμβολὰς ταύτας ἀποτίνειν μεγίστας λέγουσιν, ὡς ὁ παρὰ Μενάνδρῳ [De se ipsum laud. 22b] σφάττει με, λεπτὸς γίνομ’ εὐωχούμενος, [De se ipsum laud. 22c] τὰ σκώμμαθ’ οἷα τὰ σοφὰ καὶ στρατηγικά, [De se ipsum laud. 22d] οἷος δ’ ἀλαζών ἐστιν ἁλιτήριος. [De se ipsum laud. 22e] ταῦτα γὰρ οὐ πρὸς στρατιώτας μόνον οὐδὲ νεοπλούτους εὐπάρυφα καὶ σοβαρὰ διηγήματα περαίνοντας, ἀλλὰ καὶ πρὸς σοφιστὰς καὶ φιλοσόφους καὶ στρατηγοὺς ὀγκουμένους ἐφ’ ἑαυτοῖς καὶ μεγαληγοροῦντας, εἰωθότες πάσχειν καὶ λέγειν, ἂν μνημονεύωμεν, ὅτι τοῖς ἰδίοις ἐπαίνοις ἀλλότριος ἕπεται ψόγος ἀεὶ καὶ γίγνεται τέλος ἀδοξία τῆς κενοδοξίας ταύτης, καὶ τὸ λυπεῖν τοὺς ἀκούοντας, ὡς ὁ Δημοσθένης φησί, περίεστιν οὐ τὸ δοκεῖν εἶναι τοιούτους, ἀφεξόμεθα τοῦ λέγειν περὶ αὑτῶν, ἂν μή τινα μεγάλα μέλλωμεν ὠφελεῖν ἑαυτοὺς ἢ τοὺς ἀκούοντας. ## Περὶ τῶν ὑπὸ τοῦ θείου βραδέως τιμωρουμένων [De sera 1] τοιαῦτα μὲν ὁ Ἐπίκουρος εἰπὼν, ὦ Κύντε, καὶ πρὶν ἀποκρίνασθαί τινα πρὸς τῷ πέρατι τῆς στοᾶς γενομένων ἡμῶν, ᾤχετ’ ἀπιών· ἡμεῖς δ’ ὅσον τι θαυμάσαι τοῦ ἀνθρώπου τὴν ἀτοπίαν, ἐπιστάντες σιωπῇ καὶ πρὸς ἀλλήλους διαβλέψαντες, ἀνεστρέφομεν πάλιν ὥσπερ ἐτυγχάνομεν περιπατοῦντες. εἶτα πρῶτος ὁ Πατροκλέας τί οὖν; εἶπεν ἐᾶν δοκεῖ τὴν ζήτησιν, ἢ τῷ λόγῳ καθάπερ παρόντος καὶ μὴ παρόντος ἀποκρινώμεθα τοῦ εἰπόντος; ὑπολαβὼν δ’ ὁ Τίμων ἀλλ’ οὐδ’ εἰ βαλών εἶπεν ἀπηλλάγη, καλῶς εἶχε περιορᾶν τὸ βέλος ἐγκείμενον· ὁ μὲν γὰρ Βρασίδας ὡς ἔοικεν ἐξελκύσας τὸ δόρυ τοῦ σώματος, αὐτῷ τούτῳ τὸν βαλόντα πατάξας ἀνεῖλεν ἡμῖν δ’ ἀμύνασθαι μὲν οὐδὲν ἔργον ἐστὶ δήπου τοὺς ἄτοπον ἢ ψευδῆ λόγον εἰς ἡμᾶς ἀφέντας, ἀρκεῖ δ’ ἂν αὐτοὶ, πρὶν ἅψασθαι τὴν δόξαν, ἐκβάλωμεν· τί οὖν ἔφην ἐγὼ μάλιστα κεκίνηκεν ὑμᾶς τῶν εἰρημένων; ἀθρόα γὰρ πολλὰ καὶ κατὰ τάξιν οὐδέν, ἄλλο δ’ ἀλλαχόθεν ὁ ἄνθρωπος ὥσπερ ὀργῇ τινι καὶ λοιδορίᾳ σπαράττων ἅμα κατεφόρει τῆς προνοίας. [De sera 2] καὶ ὁ Πατροκλέας ἡ περὶ τὰς τιμωρίας εἶπε τῶν πονηρῶν βραδυτὴς τοῦ δαιμονίου καὶ μέλλησις ἐμοὶ δοκεῖ μάλιστα δεινὸν εἶναι· καὶ νῦν ὑπὸ τῶν λόγων τούτων ὥσπερ πρόσφατος γέγονα τῇ δόξῃ καὶ καινός, ἔκπαλαι δ’ ἠγανάκτουν ἀκούων Εὐριπίδου λέγοντος [De sera 2b] μέλλει, τὸ θεῖον δ’ ἐστὶ τοιοῦτον φύσει. [De sera 2c] καίτοι πρὸς οὐδὲν ἥκιστα δὲ πρέπει πρὸς τοὺς πονηροὺς ῥᾴθυμον εἶναι τὸν θεόν, οὐ ῥᾳθύμους ὄντας αὐτοὺς οὐδ’ ἀμβολιεργοὺς τοῦ κακῶς ποιεῖν, ἀλλ’ ὀξυτάταις ὁρμαῖς ὑπὸ τῶν παθῶν φερομένους πρὸς τὰς ἀδικίας. καὶ μὴν τὸ ἀμύνασθαι παθεῖν ὡς Θουκυδίδης φησὶν ὅτι ἐγγυτάτω κείμενον εὐθὺς ἀντιφράττει τὴν ὁδὸν τοῖς ἐπὶ πλεῖστον εὐροούσῃ τῇ κακίᾳ χρωμένοις. οὐθὲν γὰρ οὕτω χρέος ὡς τὸ τῆς δίκης ὑπερήμερον γιγνόμενον ἀσθενῆ μὲν ταῖς ἐλπίσι ποιεῖ καὶ ταπεινὸν τὸν ἀδικούμενον, αὔξει δὲ θρασύτητι καὶ τόλμῃ τὸν μοχθηρόν· αἱ δ’ ὑπὸ χεῖρα τοῖς τολμωμένοις ἀπαντῶσαι τιμωρίαι καὶ τῶν μελλόντων εἰσὶν ἐπισχέσεις ἀδικημάτων, καὶ μάλιστα τὸ παρηγοροῦν τοὺς πεπονθότας ἔνεστιν αὐταῖς. ὡς ἔμοιγε καὶ τὸ τοῦ Βίαντος ἐνοχλεῖ πολλάκις ἀναλαμβάνοντι τὸν λόγον· ἔφη γάρ, ὡς ἔοικε, πρός τινα πονηρόν, ὡς οὐ δέδιε μὴ οὐ δῷ δίκην, ἀλλὰ μὴ οὐκ αὐτὸς ἐπίδῃ. τί γὰρ Μεσσηνίοις ὄφελος τοῖς προαναιρεθεῖσι τῆς Ἀριστοκράτους τιμωρίας, ὃς προδοὺς τὴν ἐπὶ Τάφρῳ μάχην καὶ λαθὼν ὑπὲρ εἴκοσιν ἔτη καὶ πάντα ταῦτα βασιλεύσας Ἀρκάδων, ὕστερον ἔδωκε δίκην φωραθείς· οἱ δ’ οὐκέτ’ ἦσαν; ἢ τίν’ Ὀρχομενίων τοῖς ἀποβαλοῦσι παῖδας καὶ φίλους καὶ οἰκείους ὑπὸ Λυκίσκου προδοθέντας ἤνεγκε παραμυθίαν ἡ χρόνοις ὕστερον πολλοῖς ἁψαμένη νόσος καὶ κατανεμηθεῖσα τοῦ σώματος ὅσον ἀεὶ βάπτων καὶ βρέχων εἰς τὸν ποταμὸν ὤμοσε καὶ κατηράσατο σαπῆναι, προδόντος αὐτοῦ καὶ ἀδικήσαντος; τὰς μὲν γὰρ Ἀθήνησι τῶν ἐναγῶν σωμάτων ῥίψεις καὶ νεκρῶν ἐξορισμοὺς οὐδὲ παίδων παισὶν ἐπιδεῖν ὑπῆρξε τῶν ἀποσφαγέντων ἐκείνων. ὅθεν Εὐριπίδης ἄτοπος, εἰς ἀποτροπὴν κακίας τούτοις χρώμενος, [De sera 2d] οὔτοι προσελθοῦσ’ ἡ Δίκη σε, μὴ τρέσῃς, παίσει πρὸς ἧπαρ οὐδὲ τῶν ἄλλων βροτῶν τὸν ἄδικον, ἀλλὰ σῖγα καὶ βραδεῖ ποδὶ στείχουσα μάρψει τοὺς κακούς, ὅταν τύχῃ. [De sera 2e] οὐ γὰρ ἄλλα δήπου, ταῦτα δ’ αὐτὰ τοὺς κακοὺς εἰκός ἐστιν ἑαυτοῖς διακελευομένους καὶ παρεγγυῶντας ἐπιχαίρειν τοῖς παρανομήμασιν, ὡς τῆς ἀδικίας τὸν μὲν καρπὸν εὐθὺς ὡραῖον καὶ προῦπτον ἀποδιδούσης, τὴν δὲ τιμωρίαν ὀψὲ καὶ πολὺ τῆς ἀπολαύσεως καθυστεροῦσαν. [De sera 3] ταῦτα τοῦ Πατροκλέου διελθόντος, ὑπολαβὼν ὁ Ὀλύμπιχος ἐκεῖνο δ’ εἶπεν ὦ Πατροκλέα, πηλίκον αἱ περὶ ταῦτα τοῦ θείου διατριβαὶ καὶ μελλήσεις ἄτοπον ἔχουσιν, ὅτι τὴν πίστιν, ἡ βραδυτὴς ἀφαιρεῖται τῆς προνοίας, καὶ τὸ μὴ παρ’ ἕκαστον ἀδίκημα τοῖς πονηροῖς ἐπακολουθοῦν κακὸν ἀλλ’ ὕστερον εἰς ἀτυχήματος χώραν τιθέμενοι, καὶ συμφορὰν οὐ τιμωρίαν ὀνομάζοντες, οὐδὲν ὠφελοῦνται, τοῖς μὲν συμβαίνουσιν ἀχθόμενοι τοῖς δὲ πεπραγμένοις μὴ μεταμελόμενοι; καθάπερ γὰρ ἵππον ἡ παραχρῆμα τὸ πταῖσμα καὶ τὴν ἁμαρτίαν διώκουσα πληγὴ καὶ νύξις ἐπανορθοῖ καὶ μετάγει πρὸς τὸ δέον, οἱ δ’ ὕστερον καὶ μετὰ χρόνον σπαραγμοὶ καὶ ἀνακρούσεις καὶ περιψοφήσεις ἑτέρου τινὸς ἕνεκα μᾶλλον δοκοῦσι, γίγνεσθαι ἢ διδασκαλίας, διὸ τὸ λυποῦν ἄνευ τοῦ παιδεύειν ἔχουσιν· οὕτως ἡ καθ’ ἕκαστον ὧν πταίει καὶ προσπίπτει ῥαπιζομένη καὶ ἀνακρουομένη τῷ κολάζεσθαι κακία μάλιστ’ ἂν γένοιτο σύννους καὶ ταπεινὴ καὶ κατάφοβος πρὸς τὸν θεόν, ὡς ἐφεστῶτα τοῖς ἀνθρωπίνοις πράγμασι καὶ πάθεσιν οὐχ ὑπερήμερον δικαιωτήν· ἡ δ’ ἀτρέμα καὶ βραδεῖ ποδί κατ’ Εὐριπίδην καὶ ὡς ἔτυχεν ἐπιπίπτουσα Δίκη τοῖς πονηροῖς ταὐτομάτῳ μᾶλλον ἢ τῷ κατὰ πρόνοιαν ὅμοιον ἔχει τὸ πεπλανημένον καὶ ὑπερήμερον καὶ ἄτακτον. ὥστ’ οὐχ ὁρῶ, τί χρήσιμον ἔνεστι τοῖς ὀψὲ δὴ τούτοις ἀλεῖν λεγομένοις μύλοις τῶν θεῶν καὶ ποιοῦσι τὴν δίκην ἀμαυρὰν καὶ τὸν φόβον ἐξίτηλον τῆς κακίας. [De sera 4] ῥηθέντων οὖν τούτων κἀμοῦ πρὸς αὑτὸν ὄντος, ὁ Τίμων πότερον εἶπεν ἐπιθῶ καὶ αὐτὸς ἤδη τῷ λόγῳ τὸν κολοφῶνα τῆς ἀπορίας, ἢ πρὸς ταῦτ’ ἐάσω πρότερον αὐτὸν διαγωνίσασθαι; τί γάρ ἔφην ἐγώ δεῖ τὸ τρίτον ἐπενεγκεῖν κῦμα καὶ προσκατακλύσαι τὸν λόγον, εἰ τὰ πρῶτα μὴ δυνατὸς ἔσται διώσασθαι μηδ’ ἀποφυγεῖν ἐγκλήματα; [De sera 4b] πρῶτον οὖν ὥσπερ ἀφ’ ἑστίας ἀρχόμενοι πατρῴας, τῆς πρὸς τὸ θεῖον εὐλαβείας τῶν ἐν Ἀκαδημείᾳ φιλοσόφων, τὸ μὲν ὡς εἰδότες τι περὶ τούτων λέγειν ἀφοσιωσόμεθα. πλέον γάρ ἐστι τοῦ περὶ μουσικῶν ἀμούσους καὶ πολεμικῶν ἀστρατεύτους διαλέγεσθαι τὸ τὰ θεῖα καὶ τὰ δαιμόνια πράγματα διασκοπεῖν, ἀνθρώπους ὄντας, οἷον ἀτέχνους τεχνιτῶν διάνοιαν ἀπὸ δόξης καὶ ὑπονοίας κατὰ τὸ εἰκὸς μετιόντας. οὐ γὰρ ἰατροῦ μὲν ἰδιώτην ὄντα συμβαλεῖν λογισμόν, ὡς πρότερον οὐκ ἔτεμεν ἀλλ’ ὕστερον οὐδ’ ἐχθὲς ἔλουσεν ἀλλὰ σήμερον, ἔργον ἐστί· περὶ θεῶν δὲ θνητὸν ῥᾴδιον βέβαιον εἰπεῖν ἄλλο, πλὴν ὅτι τὸν καιρὸν εἰδὼς ἄριστα τῆς περὶ τὴν κακίαν ἰατρείας ὡς φάρμακον ἑκάστῳ προσφέρει τὴν κόλασιν, οὔτε μεγέθους μέτρον κοινὸν οὔτε χρόνον ἕνα καὶ τὸν αὐτὸν ἐπὶ πάντων ἔχουσαν. [De sera 4c] ὅτι γὰρ ἡ περὶ τὴν ψυχὴν ἰατρεία, δίκη δὲ καὶ δικαιοσύνη προσαγορευομένη, πασῶν ἐστι τεχνῶν μεγίστη, πρὸς μυρίοις ἑτέροις καὶ Πίνδαρος ἐμαρτύρησεν, ἀριστοτέχναν ἀνακαλούμενος τὸν ἄρχοντα καὶ κύριον ἁπάντων θεόν, ὡς δὴ δίκης ὄντα δημιουργόν, ᾗ προσήκει τὸ πότε καὶ πῶς καὶ μέχρι πόσου κολαστέον ἕκαστον τῶν πονηρῶν ὁρίζειν. καὶ ταύτης φησὶ τῆς τέχνης ὁ Πλάτων υἱὸν ὄντα τοῦ Διὸς γεγονέναι τὸν Μίνω μαθητήν, ὡς οὐ δυνατὸν ἐν τοῖς δικαίοις κατορθοῦν οὐδ’ αἰσθάνεσθαι τοῦ κατορθοῦντος τὸν μὴ μαθόντα μηδὲ κτησάμενον τὴν ἐπιστήμην. οὐδὲ γὰρ οὓς ἄνθρωποι νόμους τίθενται τὸ εὔλογον ἁπλῶς ἔχουσι καὶ πάντοτε φαινόμενον, ἀλλ’ ἔνια καὶ δοκεῖ κομιδῇ γελοῖα τῶν προσταγμάτων· οἷον ἐν Λακεδαίμονι, κηρύττουσιν οἱ ἔφοροι παριόντες εὐθὺς εἰς τὴν ἀρχὴν μὴ τρέφειν μύστακα, καὶ πείθεσθαι τοῖς νόμοις ὡς μὴ χαλεποὶ ὦσιν αὐτοῖς· [De sera 4d] Ῥωμαῖοι δέ, οὓς ἂν εἰς ἐλευθερίαν ἀφαιρῶνται, κάρφος αὐτῶν λεπτὸν ἐπιβάλλουσι τοῖς σώμασιν· ὅταν δὲ διαθήκας γράφωσιν, ἑτέρους μὲν ἀπολείπουσι κληρονόμους ἑτέροις δὲ πωλοῦσι τὰς οὐσίας· ὃ δοκεῖ παράλογον εἶναι. παραλογώτατον δὲ τὸ τοῦ Σόλωνος, ἄτιμον εἶναι τὸν ἐν στάσει πόλεως μηδετέρᾳ μερίδι προσθέμενον μηδὲ συστασιάσαντα. καὶ ὅλως πολλὰς. ἄν τις ἐξείποι νόμων ἀτοπίας μήτε τὸν λόγον ἔχων τοῦ νομοθέτου μήτε τὴν αἰτίαν συνιεὶς ἑκάστου τῶν γραφομένων. τί δὴ θαυμαστόν, εἰ, τῶν ἀνθρωπίνων οὕτως, ἡμῖν ὄντων δυσθεωρήτων, οὐκ εὔπορόν ἐστι τὸ περὶ τῶν θεῶν εἰπεῖν, ᾧτινι λόγῳ τοὺς μὲν ὕστερον τοὺς δὲ πρότερον τῶν ἁμαρτανόντων κολάζουσιν; [De sera 5] ταῦτα δ’ οὐκ ἀποδράσεως πρόφασίς ἐστιν ἀλλὰ συγγνώμης αἴτησις, ὅπως ὁ λόγος, οἷον εἰς λιμένα καὶ καταφυγὴν ἀποβλέπων, εὐθαρσέστερον ἐξαναφέρῃ τῷ πιθανῷ πρὸς τὴν ἀπορίαν. ἀλλὰ σκοπεῖτε πρῶτον, ὅτι κατὰ Πλάτωνα πάντων καλῶν ὁ θεὸς ἑαυτὸν ἐν μέσῳ παράδειγμα θέμενος, τὴν ἀνθρωπίνην ἀρετήν, ἐξομοίωσιν οὖσαν ἁμωσγέπως πρὸς αὑτόν, ἐνδίδωσι τοῖς ἕπεσθαι θεῷ δυναμένοις. καὶ γὰρ ἡ πάντων φύσις ἄτακτος οὖσα ταύτην ἔσχεν ἀρχὴν τοῦ μεταβαλεῖν καὶ γενέσθαι κόσμος, ὁμοιότητι καὶ μεθέξει τινὶ τῆς περὶ τὸ θεῖον ἰδέας καὶ ἀρετῆς. καὶ τὴν ὄψιν αὐτὸς οὗτος ἁνὴρ ἀνάψαι φησὶ τὴν φύσιν ἐν ἡμῖν, ὅπως ὑπὸ θέας τῶν ἐν οὐρανῷ φερομένων καὶ θαύματος ἀσπάζεσθαι καὶ ἀγαπᾶν ἐθιζομένη τὸ εὔσχημον ἡ ψυχὴ καὶ τεταγμένον ἀπεχθάνηται τοῖς ἀναρμόστοις καὶ πλανητοῖς πάθεσι καὶ φεύγῃ τὸ εἰκῆ καὶ ὡς ἔτυχεν, ὡς κακίας καὶ πλημμελείας ἁπάσης γένεσιν. οὐ γὰρ ἔστιν ὅ τι μεῖζον ἄνθρωπος ἀπολαύειν θεοῦ πέφυκεν ἢ τὸ μιμήσει καὶ διώξει τῶν ἐν ἐκείνῳ καλῶν καὶ ἀγαθῶν εἰς ἀρετὴν καθίστασθαι. διὸ καὶ τοῖς πονηροῖς ἐν χρόνῳ καὶ σχολαίως τὴν δίκην ἐπιτίθησιν, οὐκ αὐτός τινα τοῦ ταχὺ κολάζειν ἁμαρτίαν δεδιὼς ἢ μετάνοιαν, ἀλλ’ ἡμῶν τὸ περὶ τὰς τιμωρίας θηριῶδες καὶ λάβρον ἀφαιρῶν καὶ διδάσκων μὴ σὺν ὀργῇ μηδ’ ὅτε μάλιστα φλέγεται καὶ σφαδᾴζει πηδῶν ὁ θυμὸς τῶν φρενῶν ἀνωτέρω καθάπερ δίψαν ἢ πεῖναν ἀποπιμπλάντας ἐπιπηδᾶν τοῖς λελυπηκόσιν, ἀλλὰ μιμουμένους τὴν ἐκείνου πραότητα καὶ τὴν μέλλησιν, ἐν τάξει καὶ ἐμμελείᾳ τὸν ἥκιστα μετανοίᾳ προσοισόμενον χρόνον ἔχοντας σύμβουλον, ἅπτεσθαι τῆς δίκης. ὕδατι γὰρ τεταραγμένῳ προσπεσόντα χρῆσθαι δι’ ἀκρασίαν ἧττόν ἐστι κακόν, ὡς Σωκράτης ἔλεγεν, ἢ θολερὸν ὄντα καὶ διάπλεων τὸν λογισμὸν ὀργῆς καὶ μανίας, πρὶν ἢ καταστῆναι καὶ γενέσθαι καθαρὸν ἐμφορεῖσθαι τιμωρίας συγγενοῦς καὶ ὁμοφύλου σώματος. οὐ γάρ ἐγγυτάτω τὸ ἀμύνασθαι τῷ παθεῖν ὡς Θουκυδίδης ἔλεγεν, ἀλλὰ μᾶλλον ἀπωτάτω κείμενον ἀπολαμβάνει τὸ προσῆκον. ὡς γὰρ ὁ θυμὸς κατὰ τὸν Μελάνθιον [De sera 5b] τὰ δεινὰ πράσσει τὰς φρένας μετοικίσας [De sera 5c] οὕτω καὶ ὁ λογισμὸς τὰ δίκαια πράττει καὶ μέτρια, τὴν ὀργὴν καὶ τὸν θυμὸν ἐκποδὼν θέμενος. ὅθεν ἡμεροῦνται καὶ τοῖς ἀνθρωπίνοις παραδείγμασιν, ἀκούοντες ὡς Πλάτων τε τὴν βακτηρίαν ἀνατεινάμενος τῷ παιδὶ πολὺν ἔστη χρόνον, ὡς αὐτὸς ἔφη, τὸν θυμὸν κολάζων καὶ Ἀρχύτας οἰκετῶν τινα πλημμέλειαν ἐν ἀγρῷ καὶ ἀταξίαν καταμαθών, εἶθ’ ἑαυτοῦ συναισθανόμενος ἐμπαθέστερον ἔχοντος καὶ τραχύτερον πρὸς αὐτούς, οὐδὲν ἐποίησεν ἀλλ’ ἢ τοσοῦτον ἀπιών εὐτυχεῖτ’ εἶπεν ὅτι ὀργίζομαι ὑμῖν. εἴπερ οὖν ἀνδρῶν λόγοι μνημονευόμενοι καὶ πράξεις λεγόμεναι τὸ τραχὺ καὶ σφοδρὸν ἀπαρύτουσι τῆς ὀργῆς, πολὺ μᾶλλον εἰκὸς ἡμᾶς τὸν θεὸν ὁρῶντας, ᾧ δέος οὐδὲν οὐδὲ μετάνοια πράγματος οὐδενός, ὅμως ἐν τῷ μέλλοντι τὴν τιμωρίαν κατατιθέμενον καὶ περιμένοντα τὸν χρόνον, εὐλαβεῖς περὶ τὰ τοιαῦτα γίγνεσθαι καὶ θεῖον ἡγεῖσθαι μόριον ἀρετῆς τὴν πραότητα καὶ τὴν μετριοπάθειαν, ἣν ὁ θεὸς ἐνδείκνυται τῷ μὲν κολάζειν ὀλίγους ἐπανορθοῦσαν, τῷ δὲ βραδέως πολλοὺς ὠφελοῦσαν καὶ νουθετοῦσαν. [De sera 6] δεύτερον τοίνυν τοῦτο διανοηθῶμεν, ὡς αἱ μὲν δικαιώσεις αἱ παρ’ ἀνθρώπων μόνον ἔχουσαι τὸ ἀντιλυποῦν ἔργον ἐν τῷ κακῶς τὸν δεδρακότα παθεῖν ἵστανται, περαιτέρω δ’ οὐκ ἐξικνοῦνται· διὸ τοῖς ἁμαρτήμασι κυνὸς δίκην ἐφυλακτοῦσαι κατακολουθοῦσι καὶ τὰς πράξεις ἐκ ποδὸς ἐπιδιώκουσι· τὸν θεὸν δ’ εἰκός, ἧς ἂν ἐφάπτηται τῇ δίκῃ ψυχῆς νοσούσης, τά τε πάθη διορᾶν, εἴ πή τι καμπτόμενα πρὸς μετάνοιαν ἐνδίδωσι, καὶ χρόνον διδόναι οἷς οὐκ ἄκρατος οὐδ’ ἄτρεπτος ἡ κακία πέφυκε προσιζάνειν. ἅτε γὰρ εἰδώς, ὅσην μοῖραν ἀρετῆς ἀπ’ αὐτοῦ φερόμεναι πρὸς γένεσιν αἱ ψυχαὶ βαδίζουσι, καὶ τὸ γενναῖον ὡς ἰσχυρὸν αὐταῖς καὶ οὐκ ἐξίτηλον ἐμπέφυκεν, ἐξανθεῖ δὲ τὴν κακίαν παρὰ φύσιν ὑπὸ τροφῆς καὶ ὁμιλίας φαύλης φθειρόμενον εἶτα θεραπευθὲν ἐνίοις καλῶς ἀπολαμβάνει τὴν προσήκουσαν ἕξιν, οὐ πᾶσι κατεπείγει τὴν τιμωρίαν ὁμοίως· ἀλλὰ τὸ μὲν ἀνήκεστον εὐθὺς ἐξεῖλε τοῦ βίου καὶ ἀπέκοψεν, ὡς ἑτέροις γε πάντως βλαβερὸν αὑτῷ τε βλαβερώτατον ἀεὶ συνεῖναι μετὰ πονηρίας· οἷς δ’ ὑπ’ ἀγνοίας τοῦ καλοῦ μᾶλλον ἢ προαιρέσει τοῦ αἰσχροῦ τὸ ἁμαρτητικὸν εἰκὸς ἐγγεγονέναι, δίδωσι μεταβαλέσθαι χρόνον. ἐὰν δ’ ἐπιμένωσι, καὶ τούτοις ἀπέδωκε τὴν δίκην· οὐ γάρ που δέδιε, μὴ διαφύγωσι. [De sera 6b] σκόπει δ’ ὅσαι μεταβολαὶ γεγόνασιν εἰς ἦθος ἀνδρῶν καὶ βίον· ᾗ καὶ τρόπος ὠνομάσθη τὸ μεταβάλλον αὐτοῦ καὶ ἦθος, ὡς πλεῖστον αὐτοῦ ἐνδύεται τὸ ἔθος καὶ κρατεῖ μάλιστα καθαπτόμενον. οἶμαι μὲν οὖν καὶ τὸν Κέκροπα διφυᾶ προσαγορεῦσαι τοὺς παλαιούς, οὐχ ὡς ἔνιοι λέγουσιν ἐκ χρηστοῦ βασιλέως ἄγριον καὶ δρακοντώδη γενόμενον τύραννον, ἀλλὰ τοὐναντίον ἐν ἀρχῇ σκολιὸν ὄντα καὶ φοβερόν, εἶθ’ ὕστερον ἄρξαντα πράως καὶ φιλανθρώπως. εἰ δὲ τοῦτ’ ἄδηλον, ἀλλὰ Γέλωνα γ’ ἴσμεν καὶ Ἱέρωνα τοὺς Σικελιώτας καὶ Πεισίστρατον τὸν Ἱπποκράτους, ὅτι πονηρίᾳ κτησάμενοι τυραννίδας ἐχρήσαντο πρὸς ἀρετὴν αὐταῖς, καὶ παρανόμως ἐπὶ τὸ ἄρχειν ἐλθόντες ἐγένοντο μέτριοι καὶ δημωφελεῖς ἄρχοντες, οἱ μὲν εὐνομίαν τε πολλὴν καὶ γῆς ἐπιμέλειαν παρασχόντες αὐτούς τε σώφρονας τοὺς πολίτας καὶ φιλεργοὺς ἐκ πολυτελῶν καὶ λάλων κατασκευάσαντες Γέλων δὲ καὶ προπολεμήσας ἄριστα καὶ κρατήσας μάχῃ μεγάλῃ Καρχηδονίων οὐ πρότερον εἰρήνην ἐποιήσατο πρὸς αὐτοὺς δεομένους ἢ καὶ τοῦτο ταῖς συνθήκαις περιλαβεῖν, ὅτι παύσονται τὰ τέκνα τῷ Κρόνῳ καταθύοντες. [De sera 6c] ἐν δὲ Μεγαλοπόλει Λυδιάδας ἦν τύραννος, εἶτ’ ἐν αὐτῷ τῷ τυραννεῖν μεταβαλόμενος καὶ δυσχεράνας τὴν ἀδικίαν ἀπέδωκε μὲν τοὺς νόμους τοῖς πολίταις, μαχόμενος δὲ πρὸς τοὺς πολεμίους ὑπὲρ τῆς πατρίδος ἐπιφανῶς ἔπεσεν. εἰ δέ τις ἢ τύραννον ἀπέκτεινε Μιλτιάδην ἐν Χερρονήσῳ πρότερον, ἢ Κίμωνα συνόντα τῇ ἀδελφῇ διώξας εἷλεν, ἢ Θεμιστοκλέους ἐφ’ οἷς ἀσελγαίνων ἐκώμαζε καὶ ὕβριζε δι’ ἀγορᾶς ἀφείλετο τὴν πόλιν, ὡς ὕστερον Ἀλκιβιάδου, γραψάμενος, ἆρ’ οὐκ ἂν ἀπωλώλεσαν ἡμῖν οἱ Μαραθῶνες οἱ Εὐρυμέδοντες τὸ καλὸν Ἀρτεμίσιον [De sera 6d] ὅθι παῖδες Ἀθηναίων ἐβάλοντο φαεννὰν κρηπῖδ’ ἐλευθερίας; [De sera 6e] οὐδὲν γὰρ αἱ μεγάλαι φύσεις μικρὸν ἐκφέρουσιν οὐδ’ ἀργεῖ δι’ ὀξύτητα τὸ σφοδρὸν. ἐν αὐταῖς καὶ δραστήριον, ἀλλ’ ἐν σάλῳ διαφέρονται, πρὶν εἰς τὸ μόνιμον καὶ καθεστηκὸς ἦθος ἐλθεῖν. ὥσπερ οὖν ὁ γεωργίας ἄπειρος οὐκ ἂν ἀσπάσαιτο χώραν ἰδὼν λόχμης ἔμπλεων δασείας καὶ φυτῶν ἀγρίων καὶ θηρία πολλὰ καὶ ῥεύματα καὶ πολὺν ἔχουσαν πηλόν, ἀλλὰ τῷ μεμαθηκότι διαισθάνεσθαι καὶ κρίνειν, αὐτὰ ταῦτα τὴν ἰσχὺν καὶ, πάνθ’ ὅσ’ ὑποδείκνυσι καὶ τὴν μαλακότητα τῆς γῆς· οὕτως ἄτοπα πολλὰ καὶ φαῦλα προεξανθοῦσιν αἱ μεγάλαι φύσεις, ὧν ἡμεῖς μὲν εὐθὺς τὸ τραχὺ καὶ νύττον οὐ φέροντες ἀποκόπτειν οἰόμεθα δεῖν καὶ κολούειν· ὁ δὲ βελτίων κριτὴς καὶ ἀπὸ τούτων ἐνορῶν τὸ χρηστὸν καὶ γενναῖον, περιμένει λόγου καὶ ἀρετῆς συνεργὸν ἡλικίαν καὶ ὥραν, ᾗ τὸν οἰκεῖον ἡ φύσις καρπὸν ἀποδίδωσι. [De sera 7] ταῦτα μὲν οὖν ταύτῃ· τὸν δ’ ἐν Αἰγύπτῳ νόμον ἆρ’ οὐκ εἰκότως ὑμῖν ἀπογράψασθαι δοκοῦσιν ἔνιοι τῶν Ἑλλήνων, ὃς κελεύει τὴν ἔγκυον, ἂν ἁλῷ θανάτου, μέχρι τέκῃ, φυλάττειν; πάνυ μὲν οὖν ἔφασαν· εἶπον οὖν ἐγώ ἐὰν δὲ παιδία μὴ κύῃ τις, ἀλλὰ πρᾶξιν ἢ βουλὴν ἀπόρρητον εἰς φῶς ἡλίου δυνατὸς ᾖ προαγαγεῖν χρόνῳ καὶ ἀναδεῖξαι, κακόν τι μηνύσας λανθάνον ἢ σωτηρίου γνώμης γενόμενος σύμβουλος ἢ χρείας εὑρετὴς ἀναγκαίας, οὐκ ἀμείνων ὁ περιμείνας τῆς τιμωρίας τὸ χρήσιμον τοῦ προανελόντος; ἐμοὶ μὲν γάρ ἔφην δοκεῖ. καὶ ἡμῖν ὁ Πατροκλέας εἶπεν. ὀρθῶς ἔφην. σκόπει γάρ, εἰ Διονύσιος ἐν ἀρχῇ τῆς τυραννίδος ἔδωκε δίκην, ὡς οὐδεὶς ἂν Ἑλλήνων ᾤκει Σικελίαν ἀνάστατον ὑπὸ Καρχηδονίων γενομένην, ὥσπερ οὐδ’ Ἀπολλωνίαν οὐδ’ Ἀνακτόριον οὐδὲ τὴν Λευκαδίων χερρόνησον ᾤκουν ἂν Ἕλληνες, εἰ μὴ Περίανδρος ἐκολάσθη μετὰ πολὺν χρόνον. οἶμαι δὲ καὶ Κασάνδρῳ γενέσθαι τῆς δίκης ἀναβολήν, ὅπως αἱ Θῆβαι συνοικῶνται πάλιν. τῶν δὲ τουτὶ τὸ ἱερὸν συγκαταλαβόντων ξένων οἱ πολλοὶ Τιμολέοντι συνδιαβάντες εἰς Σικελίαν, ὅτε Καρχηδονίους ἐνίκησαν καὶ κατέλυσαν τὰς τυραννίδας ἐξώλοντο καὶ αὐτοὶ κακοὶ κακῶς ὕστερον. ἐνίοις γὰρ ἀμέλει καὶ κολασταῖς ἑτέρων πονηρῶν οἷον δημοκοίνοις ἀπεχρήσατο τὸ δαιμόνιον, εἶτ’ ἐπέτριψε, καθάπερ οἶμαι τοὺς πλείστους τυράννους. ὥσπερ γὰρ ὑαίνης χολὴ καὶ φώκης πυτία, θηρίων τἄλλα μιαρῶν, ἔχουσί τι πρὸς τὰς νόσους χρήσιμον, οὕτως ἐνίοις δηγμοῦ δεομένοις καὶ κολάσεως ἐμβαλὼν ὁ θεὸς πικρίαν τινὰ τυράννου δυσμείλικτον καὶ τραχύτητα χαλεπὴν ἄρχοντος, οὐ πρότερον ἐξεῖλε τὸ λυποῦν καὶ ταράττον ἢ τὸ νοσοῦν ἀπαλλάξαι καὶ καθῆραι. τοιοῦτο καὶ Φάλαρις ἦν Ἀκραγαντίνοις· φάρμακον καὶ Ῥωμαίοις Μάριος. Σικυωνίοις δὲ καὶ διαρρήδην ὁ θεὸς προεῖπε μαστιγονόμων δεῖσθαι τὴν πόλιν, ὅτι Τελητίαν παῖδα στεφανούμενον ἐν Πυθίοις ἀφαιρούμενοι Κλεωναίων, ὡς ἴδιον πολίτην διέσπασαν. ἀλλὰ Σικυωνίοις μὲν Ὀρθαγόρας γενόμενος τύραννος καὶ μετ’ ἐκεῖνον οἱ περὶ Μύρωνα καὶ Κλεισθένη τὴν ἀκολασίαν ἔπαυσαν· Κλεωναῖοι δὲ τῆς αὐτῆς οὐ τυχόντες ἰατρείας εἰς τὸ μηδὲν ἥκουσι. καὶ Ὁμήρου δέ που λέγοντος ἀκούετε [De sera 7b] τοῦ γένετ’ ἐκ πατρὸς πολὺ χείρονος υἱὸς ἀμείνων παντοίην ἀρετήν· [De sera 7c] καίτοι λαμπρὸν οὐδὲν οὐδ’ ἐκπρεπὲς ἔργον ἐκεῖνος ὁ τοῦ Κοπρέως παρέσχεν· ἀλλὰ τὸ Σισύφου καὶ τὸ Αὐτολύκου καὶ τὸ Φλεγύου γένος ἤνθησεν ἐν δόξαις καὶ ἀρεταῖς μεγάλων βασιλέων. γέγονε δὲ καὶ Περικλῆς Ἀθήνησιν ἐναγοῦς οἰκίας· καὶ Πομπήιος Μάγνος ἐν Ῥώμῃ Στράβωνος ἦν υἱός, οὗ τὸν νεκρὸν ὁ Ῥωμαίων δῆμος ὑπὸ μίσους ἐξέβαλε καὶ κατεπάτησε. τί οὖν ἄτοπον, εἰ, καθάπερ γεωργὸς οὐκ ἐκκόπτει τὴν ἄκανθαν ἂν μὴ λάβῃ τὸν ἀσπάραγον οὐδ’ οἱ Λίβυες τὸ φρύγανον ἐπικάουσι πρότερον ἢ τὸ λήδανον ἀπ’ αὐτοῦ συναγαγεῖν, οὕτως ὁ θεὸς ἐνδόξου καὶ βασιλικοῦ γένους ῥίζαν πονηρὰν καὶ τραχεῖαν οὐκ ἀναιρεῖ πρότερον ἢ φῦναι τὸν προσήκοντα καρπὸν ἀπ’ αὐτῆς; μυρίας γὰρ Ἰφίτου βοῦς καὶ ἵππους ἀπολέσθαι κρεῖττον ἦν Φωκεῦσι καὶ πλείονα χρυσὸν ἐκ Δελφῶν οἴχεσθαι καὶ ἄργυρον, ἢ μήτ’ Ὀδυσσέα μήτ’ Ἀσκληπιὸν φῦναι μήτε τοὺς ἄλλους ἐκ κακῶν καὶ πονηρῶν· ἄνδρας ἀγαθοὺς καὶ μεγαλωφελεῖς γενομένους. [De sera 8] (Τὸ δ’ ἐν καιρῷ καὶ τρόπῳ τῷ προσήκοντι γενέσθαι τὰς τιμωρίας οὐ βέλτιον εἶναι νομίζεις τοῦ ταχὺ καὶ παραχρῆμα; οἷόν ἐστι τὸ κατὰ Κάλλιππον, ᾧ ξιφιδίῳ φίλος εἶναι δοκῶν ἀπέκτεινε Δίωνα, τούτῳ πάλιν αὐτὸν ὑπὸ τῶν φίλων ἀποθανεῖν· καὶ τό, Μίτυος τοῦ Ἀργείου κατὰ στάσιν ἀναιρεθέντος, ἀνδριάντα χαλκοῦν ἐν ἀγορᾷ θέας οὔσης ἐμπεσεῖν τῷ κτείναντι τὸν Μίτυν καὶ ἀνελεῖν. καὶ τὰ περὶ τὸν Βέσσον τὸν Παίονα καὶ Ἀρίστωνα τὸν Οἰταῖον ξεναγὸν οἶσθα δήπουθεν, ὦ Πατροκλέα μὰ Δί) εἶπεν ἀλλὰ δέομαι μαθεῖν ὁ μὲν Ἀρίστων ἔφην τὸν Ἐριφύλης κόσμον ἐνταῦθα κείμενον καθελὼν τῶν τυράννων διδόντων ἐκόμισε τῇ γυναικὶ δῶρον ὁ δ’ υἱὸς αὐτοῦ πρὸς τὴν μητέρα διοργισθεὶς ἔκ τινος αἰτίας ὑφῆψε τὴν οἰκίαν καὶ πάντας ἐν ταὐτῷ κατέκαυσεν. [De sera 8b] ὁ δὲ Βέσσος, ὡς ἔοικεν, ἀπεκτονὼς τὸν πατέρα τὸν ἑαυτοῦ πολὺν χρόνον ἐλάνθανεν, ὕστερον δὲ πρὸς ξένους ἐπὶ δεῖπνον ἐλθών, χελιδόνων τινὰ νεοσσιὰν τῇ λόγχῃ νύξας κατέβαλε καὶ τοὺς νεοσσοὺς διέφθειρε. λεγόντων δ’ οἷον εἰκὸς τῶν παρόντων ἄνθρωπε, τί παθὼν ἔργον οὕτως ἀλλόκοτον ἔπραξας; οὐ γάρ ἔφη μου πάλαι καταμαρτυροῦσιν αὗται ψευδῶς καὶ καταβοῶσιν ὡς ἀπεκτονότος τὸν πατέρα; θαυμάσαντες δ’ οἱ παρόντες τὸν λόγον ἐμήνυσαν τῷ βασιλεῖ, καὶ τοῦ πράγματος ἐξελεγχθέντος ἔτισεν ὁ Βέσσος τὴν δίκην. [De sera 9] ἀλλὰ ταῦτα μέν ἔφην ἡμεῖς λέγομεν, ὥσπερ ἠξίωται, γίγνεσθαί τινα τῆς τιμωρίας ἀναβολὴν ὑποθέμενοι τοῖς πονηροῖς· τὰ λοιπὰ δ’ Ἡσιόδου χρὴ νομίζειν ἀκροᾶσθαι, λέγοντος οὐχ Πλάτων ἀκόλουθον εἶναι τιμωρίαν ἀδικίας πάθην ἀλλ’ ἡλικιῶτιν ἐκ τῆς αὐτῆς ὁμόθεν χώρας καὶ ῥίζης συνυποφυομένην· ἡ γὰρ κακή φησὶ [De sera 9b] βουλὴ τῷ βουλεύσαντι κακίστη· [De sera 9c] καὶ ὃς δ’ ἄλλῳ κακὰ τεύχει, ἑῷ κακὸν ἥπατι τεύχει. [De sera 9d] ἡ μὲν γὰρ κανθαρὶς ἐν αὑτῇ λέγεται τὸ βοηθητικὸν ἔκ τινος ἀντιπαθείας ἔχειν συγκεκραμένον ἡ δὲ πονηρία συγγεννῶσα τὸ λυποῦν ἑαυτῇ καὶ κολάζον, οὐχ ὕστερον ἀλλ’ ἐν αὐτῇ τῇ ὕβρει τὴν δίκην τοῦ ἀδικεῖν δίδωσι· καὶ τῷ μὲν σώματι τῶν κολαζομένων ἕκαστος κακούργων ἐκφέρει τὸν αὑτοῦ σταυρόν· ἡ δὲ κακία τῶν κολαστηρίων ἐφ’ ἑαυτὴν ἕκαστον ἐξ αὑτῆς τεκταίνεται, δεινοῦ τις οὖσα βίου δημιουργὸς οἴκτους σὺν αἰσχύνῃ φόβους τε πολλοὺς καὶ πάθη χαλεπὰ καὶ μεταμελείας καὶ ταραχὰς ἀπαύστους ἔχοντος. ἀλλ’ οὐδὲν ἔνιοι διαφέρουσι παιδαρίων, ἃ τοὺς κακούργους ἐν τοῖς θεάτροις θεώμενα πολλάκις ἐν χιτῶσι διαχρύσοις καὶ χλαμυδίοις ἁλουργοῖς ἐστεφανωμένους καὶ πυρριχίζοντας ἄγαται καὶ τέθηπεν ὡς μακαρίους ἄχρι οὗ κεντούμενοι καὶ μαστιγούμενοι καὶ πῦρ ἀνιέντες ἐκ τῆς ἀνθινῆς ἐκείνης καὶ πολυτελοῦς ἐσθῆτος ὀφθῶσιν. οἱ γὰρ πολλοὶ τῶν πονηρῶν οἰκίας περιβεβλημένοι μεγάλας καὶ ἀρχὰς καὶ δυνάμεις περιφανεῖς, λανθάνουσιν ὅτι κολάζονται πρὶν ἂν φθάσωσιν ἀποσφαγέντες ἢ κατακρημνισθέντες· ἅπερ ἄν τις οὐ τιμωρίαν εἴποι πέρας δὲ τιμωρίας καὶ συντέλειαν. [De sera 9e] ὥσπερ γὰρ Ἡρόδικον τὸν Σηλυμβριανὸν εἰς φθίσιν, ἀνήκεστον πάθος, ἐμπεσόντα καὶ μίξαντα πρῶτον ἀνθρώπων γυμναστικὴν ἰατρικῇ φησὶν ὁ Πλάτων μακρὸν ποιῆσαι τὸν θάνατον αὑτῷ καὶ τοῖς ὁμοίως νοσοῦσιν οὕτω καὶ τῶν πονηρῶν ὅσοι τὴν παραυτίκα πληγὴν ἐκφυγεῖν ἔδοξαν, οὐ μετὰ πλείονα χρόνον ἀλλ’ ἐν πλείονι χρόνῳ τιμωρίαν μακροτέραν οὐ βραδυτέραν τίνουσιν· οὐδὲ γηράσαντες ἐκολάσθησαν ἀλλ’ ἐγήρασαν κολαζόμενοι. λέγω δὲ πρὸς ἡμᾶς τὸν πολὺν χρόνον ἐπεὶ τοῖς γε θεοῖς πᾶν ἀνθρωπίνου βίου διάστημα τὸ μηδέν ἐστι· καὶ τὸ νῦν ἀλλὰ μὴ πρὸ ἐτῶν τριάκοντα τοιοῦτόν ἐστιν, οἷον τὸ δείλης ἀλλὰ μὴ πρωὶ στρεβλοῦν ἢ κρεμαννύναι τὸν πονηρόν, ἄλλως τε καὶ φρουρούμενον ἐν τῷ βίῳ καθάπερ εἱρκτῇ μηδεμίαν μετανάστασιν ἐχούσῃ μηδὲ διάφευξιν, εὐωχίας δὲ πολλὰς διὰ μέσου καὶ πραγματείας καὶ δόσεις καὶ χάριτας ἀμέλει καὶ παιδιάς, ὥσπερ ἐν δεσμωτηρίῳ κυβευόντων ἢ πεττευόντων, ὑπὲρ κεφαλῆς τοῦ σχοινίου κρεμαμένου. [De sera 10] καίτοι τί κωλύει μηδὲ τοὺς ἐπὶ θανάτῳ καθειργνυμένους φάναι κολάζεσθαι, μέχρι οὗ τις ἀποκόψῃ τὸν τράχηλον, μηδὲ τὸν πεπωκότα τὸ κώνειον εἶτα περιιόντα καὶ προσμένοντα βάρος ἐγγενέσθαι τοῖς σκέλεσιν αὑτοῦ πρὶν ἢ τὴν συνάπτουσαν ἀναισθησίᾳ σβέσιν καὶ πῆξιν καταλαβεῖν, εἰ τὸν ἔσχατον τῆς τιμωρίας καιρὸν ἡγούμεθα τιμωρίαν τὰ δ’ ἐν μέσῳ παθήματα καὶ φόβους καὶ προσδοκίας καὶ μεταμελείας, οἷς ἀδικήσας ἕκαστος ἐνέχεται τῶν πονηρῶν, παραλείπομεν ὥσπερ ἰχθὺν καταπεπωκότα τὸ ἄγκιστρον οὐ φάσκοντες ἑαλωκέναι πρὶν ὑπὸ τῶν μαγείρων ὀπτώμενον ἴδωμεν ἢ κατατεμνόμενον; ἔχεται γὰρ ἕκαστος ἀδικήσας τῇ δίκῃ καὶ τὸ γλυκὺ τῆς ἀδικίας ὥσπερ δέλεαρ εὐθὺς ἐξεδήδοκε, τὸ δὲ συνειδὸς ἐγκείμενον ἔχων καὶ ἀποτῖνον [De sera 10b] θύννος βολαῖος πέλαγος ὣς διαστροβεῖ. [De sera 10c] ἡ γὰρ ἰταμότης ἐκείνη καὶ τὸ θρασὺ τῆς κακίας ἄχρι τῶν ἀδικημάτων ἰσχυρόν ἐστι καὶ πρόχειρον, εἶτα τοῦ πάθους ὥσπερ πνεύματος ὑπολείποντος, ἀσθενὲς καὶ ταπεινὸν ὑποπίπτει τοῖς φόβοις καὶ ταῖς δεισιδαιμονίαις· ὥστε πρὸς τὰ γιγνόμενα καὶ πρὸς τὴν ἀλήθειαν ἀποπλάττεσθαι τὸ τῆς Κλυταιμνήστρας ἐνύπνιον τὸν Στησίχορον, οὑτωσί πως λέγοντα [De sera 10d] τᾷ δὲ δράκων ἐδόκησεν μολεῖν κάρα βεβροτωμένος ἄκρον, ἐκ δ’ ἄρα τοῦ βασιλεὺς Πλεισθενίδας ἐφάνη. [De sera 10e] καὶ γὰρ ὄψεις ἐνυπνίων καὶ φάσματα μεθημερινὰ καὶ χρησμοὶ καὶ καταιβασίαι, καὶ ὅ τι δόξαν ἔσχεν αἰτίᾳ θεοῦ περαίνεσθαι, χειμῶνας ἐπάγει καὶ φόβους τοῖς οὕτω διακειμένοις. οἷόν φασιν Ἀπολλόδωρόν ποτε κατὰ τοὺς ὕπνους ὁρᾶν ἐκδερόμενον ἑαυτὸν ὑπὸ Σκυθῶν εἶτα καθεψόμενον, τὴν δὲ καρδίαν ἐκ τοῦ λέβητος ὑποφθεγγομένην καὶ λέγουσαν ἐγώ σοι τούτων αἰτία· καὶ πάλιν τὰς θυγατέρας διαπύρους καὶ φλεγομένας τοῖς σώμασι κύκλῳ περὶ αὐτὸν περιτρεχούσας Ἵππαρχον δὲ τὸν Πεισιστράτου, μικρὸν ἔμπροσθεν τῆς τελευτῆς αἷμα προσβαλοῦσαν αὐτῷ τὴν Ἀφροδίτην ἔκ τινος φιάλης πρὸς τὸ πρόσωπον· οἱ δὲ Πτολεμαίου τοῦ Κεραυνοῦ φίλοι καλούμενον αὐτὸν ἑώρων ἐπὶ δίκην ὑπὸ Σελεύκου, γυπῶν καὶ λύκων δικαζόντων, καὶ κρέα πολλὰ τοῖς πολεμίοις διανέμοντα. Παυσανίας δὲ Κλεονίκην ἐν Βυζαντίῳ παρθένον ἐλευθέραν ὕβρει μεταπεμψάμενος ὡς ἕξων διὰ νυκτός, εἶτα προσιοῦσαν ἔκ τινος ταραχῆς καὶ ὑποψίας ἀνελὼν, ἑώρα πολλάκις ἐν τοῖς ὕπνοις λέγουσαν αὐτῷ [De sera 10f] βαῖνε δίκης ἆσσον· μάλα τοι κακὸν ἀνδράσιν ὕβρις [De sera 10g] οὐ παυομένου δὲ τοῦ φάσματος, ὡς ἔοικε, πλεύσας ἐπὶ τὸ ψυχοπομπεῖον, εἰς Ἡράκλειαν ἱλασμοῖς τισι καὶ χοαῖς ἀνεκαλεῖτο τὴν ψυχὴν τῆς κόρης· ἐλθοῦσα δ’ εἰς ὄψιν εἶπεν, ὅτι παύσεται τῶν κακῶν, ὅταν ἐν Λακεδαίμονι γένηται· γενόμενος δ’ εὐθὺς ἐτελεύτησεν. [De sera 11] ὥστ’, εἰ μηδὲν ἔστι τῇ ψυχῇ μετὰ τὴν τελευτὴν ἀλλὰ καὶ χάριτος πέρας ἁπάσης καὶ τιμωρίας ὁ θάνατος, μᾶλλον ἄν τις εἴποι τοῖς ταχὺ κολαζομένοις τῶν πονηρῶν καὶ ἀποθνῄσκουσι μαλακῶς καὶ ῥαθύμως χρῆσθαι τὸ δαιμόνιον. καὶ γὰρ εἰ μηδὲν ἄλλο φαίη τις ἂν τῷ βίῳ καὶ τῷ χρόνῳ τῶν πονηρῶν ὑπάρχειν κακόν, ἀλλ’ ἐξελεγχομένης που τῆς ἀδικίας, πράγματος ἀκάρπου καὶ ἀχαρίστου, καὶ χρηστὸν οὐδὲν οὐδ’ ἄξιον σπουδῆς ἀναφέροντος ἐκ πολλῶν καὶ μεγάλων ἀγώνων, ἡ αἴσθησις αὐτῶν ἀνατρέπει τὴν ψυχήν. οἷον ἱστοροῦσι δήπου Λυσίμαχον ὑπὸ δίψης ἐκβιασθέντα καὶ παραδόντα τοῖς Γέταις τὸ σῶμα καὶ τὴν δύναμιν, ὡς ἔπιεν ὑποχείριος γενόμενος, εἰπεῖν φεῦ τῆς ἐμῆς κακίας, ὃς δι’ ἡδονὴν οὕτω βραχεῖαν ἐστέρημαι βασιλείας τηλικαύτης. καίτοι γε πρὸς φυσικὴν πάθους ἀνάγκην ἀντιβῆναι παγχάλεπόν ἐστιν· ὅταν δ’ ἄνθρωπος ἢ χρημάτων ἕνεκα πλεονεξίας ἢ φθόνῳ πολιτικῆς δόξης καὶ δυνάμεως ἢ δι’ ἡδονήν τινα συνουσίας ἄνομον ἔργον ἐργασάμενος καὶ δεινόν, εἶτα τοῦ πάθους ἀφιεὶς τὸ διψῶδες καὶ μανικὸν ἐν χρόνῳ καθορᾷ τὰ αἰσχρὰ καὶ φοβερὰ τῆς ἀδικίας πάθη παραμένοντα, χρήσιμον δὲ μηδὲν μηδ’ ἀναγκαῖον μηδ’ ὀνησιφόρον, ἆρ’ οὐκ εἰκὸς ἐμπίπτειν αὐτῷ πολλάκις λογισμόν, ὡς ὑπὸ κενῆς δόξης ἢ δι’ ἡδονὴν ἀνελεύθερον καὶ ἀχάριστον ἀνατρέψας τὰ κάλλιστα καὶ μέγιστα τῶν ἐν ἀνθρώποις δικαίων ἐμπέπληκεν αἰσχύνης καὶ ταραχῆς τὸν βίον; ὥσπερ γὰρ ὁ Σιμωνίδης ἔλεγε παίζων τὴν τοῦ ἀργυρίου κιβωτὸν εὑρίσκειν ἀεὶ πλήρη τὴν δὲ τῶν χαρίτων κενήν, οὕτως οἱ πονηροὶ τὴν κακίαν ἐν ἑαυτοῖς διορῶντες ἡδονῆς μὲν εὐθὺς κενὴν χάριν ἐχούσης καὶ ἐλπίδος χρηστῆς ἔρημον εὑρίσκουσι, φόβων δὲ καὶ λυπῶν καὶ μνήμης ἀτερποῦς καὶ πρὸς τὸ μέλλον μὲν ὑποψίας ἀπιστίας δὲ πρὸς τὸ παρὸν ἀεὶ γέμουσαν. ὥσπερ τῆς Ἰνοῦς ἐν τοῖς θεάτροις λεγούσης ἀκούομεν, ἐφ’ οἷς ἔδρασε μεταμελομένης [De sera 11b] φίλαι γυναῖκες, πῶς ἂν ἐξ ἀρχῆς δόμους Ἀθάμαντος οἰκήσαιμι τῶν πεπραγμένων δράσασα μηδέν; [De sera 11c] ταῦθ’ ἑκάστου τῶν πονηρῶν εἰκὸς τὴν ψυχὴν ἀναπολεῖν ἐν αὑτῇ καὶ διαλογίζεσθαι πῶς ἂν ἐκβᾶσα τῆς μνήμης τῶν ἀδικημάτων καὶ τὸ συνειδὸς ἐξ ἑαυτῆς ἐκβαλοῦσα καὶ καθαρὰ γενομένη, βίον ἄλλον ἐξ ἀρχῆς βιώσειεν. οὐ γάρ ἐστι θαρραλέον οὐδ’ ἄτυφον οὐδὲ μόνιμον καὶ βέβαιον ἐν οἷς προαιρεῖται τὸ πονηρόν, εἰ μὴ νὴ Δία σοφούς τινας εἶναι φήσομεν τοὺς ἀδικοῦντας· ἀλλ’ ὅπου φιλοπλουτία καὶ φιληδονία περιμάχητος καὶ φθόνος ἄκρατος ἐνοικίζεται μετὰ δυσμενείας ἢ κακοηθείας, ἐνταῦθα καὶ δεισιδαιμονίαν σκοπῶν ἀνευρήσεις ὑποκαθημένην καὶ μαλακίαν πρὸς πόνον καὶ δειλίαν πρὸς θάνατον καὶ μετάπτωσιν ὀξεῖαν ὁρμῶν καὶ χαυνότητα πρὸς δόξαν ὑπ’ ἀλαζονείας καὶ τοὺς ψέγοντας φοβοῦνται, καὶ τοὺς ἐπαινοῦντας δεδίασιν ὡς ἀδικουμένους τῇ ἀπάτῃ, καὶ μάλιστα τοῖς κακοῖς πολεμοῦντας ὅτι τοὺς δοκοῦντας ἀγαθοὺς ἐπαινοῦσι, προθύμως. τὸ γὰρ σκληρὸν ἐν κακίᾳ καθάπερ ἐν φαύλῳ σιδήρῳ σαθρόν ἐστι καὶ τὸ ἀντίτυπον εὔθραυστον. ὅθεν ἐν χρόνῳ πολλῷ μᾶλλον ὡς ἔχουσιν αὑτοὺς καταμανθάνοντες ἄχθονται καὶ δυσκολαίνουσι καὶ προβάλλονται τὸν ἑαυτῶν βίον. οὐ γὰρ δήπου παρακαταθήκην μὲν ἀποδοὺς καὶ γνώριμον ἐγγυησάμενος καὶ πατρίδι μετὰ δόξης καὶ φιλοτιμίας ἐπιδοὺς καὶ συνεισενεγκὼν ὁ φαῦλος, εὐθύς ἐστιν ἐν μεταμελείᾳ καὶ τοῖς πεπραγμένοις ἀνιᾶται διὰ τὸ πάντῃ μεταπτωτὸν αὐτοῦ καὶ πλανώμενον τῆς γνώμης, καὶ κροτούμενοί τινες ἐν τοῖς θεάτροις εὐθὺς στένουσιν, ὑπονοστούσης τῆς φιλοδοξίας εἰς τὴν φιλαργυρίαν οἱ δὲ καταθύοντες ἀνθρώπους ἐπὶ τυραννίσι καὶ συνωμοσίαις ὡς Ἀπολλόδωρος, καὶ χρήματα φίλων ἀποστεροῦντες ὡς Γλαῦκος ὁ Ἐπικύδους, οὐ μετενόουν οὐδ’ ἐμίσουν ἑαυτοὺς οὐδ’ ἠνιῶντο τοῖς γεγενημένοις. ἐγὼ μὲν γάρ, εἰ θέμις ἐστὶν εἰπεῖν, οὔτε τινὸς θεῶν οὔτε ἀνθρώπων δεῖσθαι κολαστοῦ νομίζω τοὺς ἀνοσιουργοῦντας, ἀλλὰ τὸν βίον αὐτῶν ἐξαρκεῖν ὑπὸ τῆς κακίας διεφθαρμένον ὅλον καὶ συντεταραγμένον. [De sera 12] ἀλλὰ σκοπεῖτε τὸν λόγον ἔφην μὴ τοῦ καιροῦ πορρωτέρω πρόεισι καὶ ὁ Τίμων τυχόν ἔφη πρὸς τὸ μέλλον καὶ τὸ λειπόμενον αὐτῷ μῆκος ἤδη γὰρ ὥσπερ ἔφεδρον ἀνίστημι τὴν τελευταίαν ἀπορίαν, ἐπεὶ ταῖς πρώταις διηγώνισται μετρίως. ἃ γὰρ Εὐριπίδης ἐγκαλεῖ καὶ παρρησιάζεται πρὸς τοὺς θεούς, τὰ τῶν τεκόντων σφάλματ’ εἰς τοὺς ἐκγόνους τρέποντας, αἰτιᾶσθαι νόμιζε καὶ τοὺς σιωπῶντας ἡμῶν. εἴτε γὰρ οἱ δράσαντες αὐτοὶ δίκην ἔδοσαν, οὐδὲν ἔτι δεῖ κολάζειν τοὺς μὴ ἀδικήσαντας, ὅπου δὶς ἐπὶ τοῖς αὐτοῖς οὐδὲ τοὺς δράσαντας δίκαιον· εἴτε ῥᾳθυμίᾳ καταπροέμενοι τὴν τιμωρίαν ἐν τοῖς πονηροῖς ὀψὲ παρὰ τῶν ἀναιτίων εἰσπράττουσιν, οὐκ εὖ τὸ ἀδίκως τοῦ βραδέως ἀντιλαμβάνουσιν. οἷον ἐνταῦθα δήπουθεν λέγεται ἐλθεῖν Αἴσωπον, ἔχοντα παρὰ Κροίσου χρυσίον ὅπως θύσῃ τε τῷ θεῷ μεγαλοπρεπῶς καὶ Δελφῶν ἑκάστῳ διανείμῃ μνᾶς τέσσαρας· ὀργῆς δέ τινος, ὡς ἔοικε, καὶ διαφορᾶς αὐτῷ γενομένης πρὸς τοὺς αὐτόθι, τὴν μὲν θυσίαν ἐποιήσατο, τὰ δὲ χρήματ’ ἀνέπεμψεν εἰς Σάρδεις, ὡς οὐκ ἀξίων ὄντων ὠφεληθῆναι τῶν ἀνθρώπων οἱ δὲ συνθέντες; αἰτίαν ἐπ’ αὐτὸν ἱεροσυλίας ἀπέκτειναν, ὤσαντες ἀπὸ τῆς πέτρας ἐκείνης ἣν Ὑάμπειαν καλοῦσιν. ἐκ δὲ τούτου λέγεται μηνῖσαν τὸ θεῖον αὐτοῖς ἀφορίαν τε γῆς ἐπαγαγεῖν καὶ νόσων ἀτόπων ἰδέαν πᾶσαν, ὥστε περιιόντας ἐν ταῖς Ἑλληνικαῖς; πανηγύρεσι κηρύσσειν καὶ καλεῖν ἀεὶ τὸν βουλόμενον ὑπὲρ Αἰσώπου δίκην λαμβάνειν παρ’ αὐτῶν. τρίτῃ δὲ γενεᾷ Σάμιος Ἰάδμων ἀφίκετο, γένει μὲν οὐδὲν Αἰσώπῳ προσήκων ἀπόγονος δὲ τῶν πριαμένων αὐτὸν ἐν Σάμῳ γεγονώς· καὶ τούτῳ τινὰς δίκας δόντες οἱ Δελφοὶ τῶν κακῶν ἀπηλλάγησαν. ἐξ ἐκείνου δέ φασι καὶ τὴν τιμωρίαν τῶν ἱεροσύλων ἐπὶ τὴν Ναυπλίαν ἀπὸ τῆς Ὑαμπείας μετατεθῆναι. [De sera 12b] καὶ τὸν Ἀλέξανδρον οὐδ’ οἱ πάνυ φιλοῦντες, ὧν ἐσμεν καὶ ἡμεῖς, ἐπαινοῦσι, τὸ Βραγχιδῶν ἄστυ συγχέαντα καὶ διαφθείραντα πᾶσαν ἡλικίαν διὰ τὴν γενομένην τοῦ περὶ Μίλητον ἱεροῦ προδοσίαν ὑπὸ τῶν προπάππων αὐτῶν. Ἀγαθοκλῆς δ’ ὁ Συρακοσίων τύραννος, καὶ σὺν γέλωτι χλευάζων Κερκυραίους ἐρωτῶντας διὰ τί πορθοίη τὴν νῆσον αὐτῶν, ὅτι νὴ Δί’ εἶπεν οἱ πατέρες ὑμῶν ὑπεδέξαντο τὸν Ὀδυσσέα. καὶ τῶν Ἰθακησίων ὁμοίως ἐγκαλούντων ὅτι πρόβατα λαμβάνουσιν αὐτῶν οἱ στρατιῶται, ὁ δ’ ὑμέτερος ἔφη βασιλεὺς ἐλθὼν πρὸς ἡμᾶς καὶ τὸν ποιμένα προσεξετύφλωσεν ἆρ’ οὖν οὐκ ἀτοπώτερος τούτων ὁ Ἀπόλλων, εἰ Φενεάτας ἀπόλλυσι τοὺς νῦν, ἐμφράξας τὸ βάραθρον καὶ κατακλύσας τὴν χώραν ἅπασαν αὐτῶν, ὅτι πρὸ χιλίων ἐτῶν, ὥς φασιν, ὁ Ἡρακλῆς ἀνασπάσας τὸν τρίποδα τὸν μαντικὸν εἰς Φενεὸν ἀπήνεγκε· Συβαρίταις δὲ φράζων ἀπόλυσιν τῶν κακῶν, ὅταν τρισὶν ὀλέθροις ἱλάσωνται τὸ μήνιμα τῆς Λευκαδίας Ἥρας; καὶ μὴν οὐ πολὺς χρόνος, ἀφ’ οὗ Λοκροὶ πέμποντες εἰς Τροίαν πέπαυνται τὰς παρθένους, [De sera 12c] αἳ καὶ ἀναμπέχονοι γυμνοῖς ποσὶν ἠύτε δοῦλαι ἠοῖαι σαίρεσκον Ἀθηναίης περὶ βωμόν, [De sera 12d] νόσφι κρηδέμνοιο, καὶ εἰ βαρὺ γῆρας ἱκάνοι, διὰ τὴν Αἴαντος ἀκολασίαν. ποῦ δὴ ταῦτα τὸ εὔλογον ἴσχει καὶ δίκαιον; [De sera 12e] οὐδὲ γὰρ Θρᾷκας ἐπαινοῦμεν, ὅτι στίζουσιν ἄχρι νῦν, τιμωροῦντες Ὀρφεῖ, τὰς αὑτῶν γυναῖκας· οὐδὲ τοὺς περὶ Ἠριδανὸν βαρβάρους, μελανοφοροῦντας ἐπὶ πένθει τοῦ Φαέθοντος, ὥσπερ λέγουσιν. ἔτι δ’ ἂν οἶμαι γελοιότερον ἦν εἰ, τῶν τότ’ ἀνθρώπων, ὅτε διεφθάρη Φαέθων, παραμελησάντων, οἱ πέντε γενεαῖς ἢ δέκα τοῦ πάθους ὕστερον γεγονότες ἤρξαντο τὴν ἐσθῆτα μεταβάλλειν ἐπ’ αὐτῷ καὶ πενθεῖν. καίτοι τοῦτ’ ἀβελτερίαν μὲν ἔχει μόνον οὐδὲν δὲ δεινὸν οὐδ’ ἀνήκεστον αἱ δὲ τῶν θεῶν ὀργαὶ τίνι λόγῳ παραχρῆμα δυόμεναι καθάπερ ἔνιοι τῶν ποταμῶν, εἶθ’ ὕστερον ἐπ’ ἄλλους ἀναφερόμεναι πρὸς ἐσχάτας συμφορὰς τελευτῶσιν; [De sera 13] ὡς δὲ πρῶτον ἐπέσχε, δείσας ἐγὼ μὴ πάλιν ἐξ ὑπαρχῆς ἐπαγάγῃ πλείονας καὶ μείζονας ἀτοπίας, εὐθὺς ἠρόμην αὐτὸν εἶεν ἔφην, ταῦτα γὰρ πάντα ἀληθινὰ ἡγῇ; κἀκεῖνος εἰ δὲ μὴ πάντ’ εἶπεν ἀλλ’ ἔνια, τὴν αὐτὴν ἀπορίαν ἔχειν οὐ νομίζεις τὸν λόγον; ἴσως ἔφην ἐγὼ καὶ τοῖς σφόδρα πυρέττουσιν, ἐάν θ’ ἓν ἱμάτιον ἐάν τε πολλὰ περιβεβλημένοι τυγχάνωσι, ταὐτὸ καῦμα καὶ παραπλήσιον, ὅμως δ’ εἰς παραμυθίαν ἀφελεῖν τὸ πλῆθος· εἰ δὲ μὴ βούλει, τοῦτο μὲν ἔασον· καίτοι τὰ πλεῖστα μύθοις ἔοικε καὶ πλάσμασιν· [De sera 13b] ἀναμνήσθητι δὲ τῶν ἔναγχος Θεοξενίων καὶ τῆς καλῆς ἐκείνης μερίδος, ἣν ἀφαιροῦντες τοὺς Πινδάρου κηρύττουσι λαμβάνειν ἀπογόνους, ὥς σοι τὸ πρᾶγμα σεμνὸν ἐφάνη καὶ ἡδὺ τίς δ’ οὐκ ἄν εἶπεν ἡσθείη τῇ χάριτι τῆς τιμῆς οὕτως Ἑλληνικῶς καὶ ἀφελῶς ἀρχαϊζούσης, εἰ μὴ μέλαιναν καρδίαν κεχάλκευται ψυχρᾷ φλογί κατ’ αὐτὸν τὸν Πίνδαρον; [De sera 13c] ἐῶ τοίνυν ἔφην ὅμοιον ἐν Σπάρτῃ κήρυγμα τούτῳ τὸ μετὰ Λέσβιον ᾠδόν ἐπὶ τιμῇ καὶ μνήμῃ Τερπάνδρου τοῦ παλαιοῦ κηρυττόμενον ὁ γὰρ αὐτός ἐστι λόγος. ἀλλ’ ὑμεῖς γε δήπου πλέον ἔχειν ἑτέρων ἔν τε Βοιωτοῖς Ὀφελτιάδαι γένος ὄντες ἀξιοῦτε καὶ παρὰ Φωκεῦσι διὰ Δαΐφαντον, ἐμοὶ δὲ καὶ παρῆτε καὶ συνελαμβάνεσθε πρῶτον, ὅτε Λυκόρμαις καὶ Σατιλαίοις τὴν πάτριον Ἡρακλειδῶν μετιοῦσι τιμὴν καὶ στεφανηφορίαν συνανασῴζων ἔλεγον, ὅτι δεῖ μάλιστα τοῖς ἀφ’ Ἡρακλέους γεγονόσι τὰς τιμὰς ὑπάρχειν βεβαίους καὶ τὰς χάριτας, ὧν τοὺς Ἕλληνας εὐεργετήσας οὐκ ἔτυχεν αὐτὸς ἀξίας χάριτος οὐδ’ ἀμοιβῆς. καλοῦ γ’ εἶπεν ἡμᾶς ἀγῶνος καὶ φιλοσοφίᾳ μάλα πρέποντος ἀνέμνησας. ἄφες οὖν εἶπον ὦ τᾶν, τὸ σφοδρὸν τοῦτο τῆς κατηγορίας, καὶ μὴ φέρε πικρῶς εἰ κολάζονταί τινες ἐκ κακῶν γεγονότες ἢ πονηρῶν, ἢ μὴ χαῖρε μηδ’ ἐπαίνει τιμωμένης εὐγενείας. δεῖ γάρ, εἰ τὴν χάριν ἐν τῷ γένει τῆς ἀρετῆς ἀνασῴζομεν, εὐλόγως μηδὲ τὴν κόλασιν οἴεσθαι δεῖν ἀπαυδᾶν καὶ προαπολείπειν ἐπὶ ταῖς ἀδικίαις ἀλλὰ συνεκτρέχειν ἐκείνῃ τὸ κατ’ ἀξίαν ἀντιστρόφως ἀποδιδούσῃ. ὁ δὲ τοὺς ἀπὸ Κίμωνος ἡδέως ὁρῶν Ἀθήνησι τιμωμένους, τῶν δὲ Λαχάρους ἢ Ἀρίστωνος ἐκγόνων ἐλαυνομένων ἀχθόμενος καὶ ἀγανακτῶν, ὑγρός ἐστι λίαν καὶ ῥᾴθυμος μᾶλλον δὲ φιλαίτιος ὅλως καὶ δύσκολος πρὸς τὸ θεῖον· ἐγκαλῶν μέν, ἂν ἀνδρὸς ἀδίκου καὶ πονηροῦ παῖδες ἐκ παίδων εὐτυχεῖν δοκῶσιν, ἐγκαλῶν δὲ πάλιν, ἂν τὰ γένη κολούηται καὶ ἀφανίζηται τῶν φαύλων αἰτιώμενός δὲ τὸν θεὸν ὁμοίως μέν, ἂν χρηστοῦ πατρὸς τέκνα πράττῃ κακῶς, ὁμοίως δέ, ἂν πονηροῦ. [De sera 14] καὶ ταῦτα μέν ἔφην ὥσπερ ἀντιφράγματά σοι κείσθω πρὸς τοὺς ἄγαν πικροὺς καὶ κατηγορικοὺς ἐκείνους. ἀναλαβόντες δ’ αὖθις ὥσπερ ἀρχὴν κλωστῆρος ἐν σκοτεινῷ καὶ πολλοὺς ἑλιγμοὺς καὶ πλάνας ἔχοντι τῷ περὶ τοῦ θεοῦ λόγῳ, καθοδηγῶμεν αὑτοὺς μετ’ εὐλαβείας ἀτρέμα πρὸς τὸ εἰκὸς καὶ πιθανόν, ὡς τό γε σαφὲς καὶ τὴν ἀλήθειαν οὐδ’ ἐν οἷς αὐτοὶ πράττομεν ἀσφαλῶς εἰπεῖν ἔχομεν· οἷον, διὰ τί τῶν ὑπὸ φθίσεως ἢ ὑδέρου διαφθαρέντων τοὺς παῖδας εἰς ὕδωρ τὼ πόδε βρέχοντας καθίζεσθαι κελεύομεν, ἕως ἂν ὁ νεκρὸς κατακαῇ; δοκεῖ γὰρ οὕτω τὸ νόσημα μὴ μεθίστασθαι μηδὲ προσπελάζειν αὐτοῖς. ἢ πάλιν, δι’ ἣν αἰτίαν, αἰγὸς τὸν ἠρυγγίτην λαβούσης εἰς τὸ στόμα, ὅλον ἐφίσταται τὸ αἰπόλιον, ἄχρι ἂν ἐξέλῃ προσελθὼν ὁ αἰπόλος; ἄλλαι τε δυνάμεις ἁφὰς; ἔχουσαι καὶ διαδόσεις ἀπίστους ὀξύτησι καὶ μήκεσι δι’ ἑτέρων εἰς ἕτερα περαίνουσιν. ἀλλ’ ἡμεῖς τὰ κατὰ τοὺς χρόνους διαλείμματα θαυμάζομεν οὐ τὰ κατὰ τοὺς τόπους. καίτοι θαυμασιώτερον εἰ, πάθους ἐν Αἰθιοπίᾳ λαβόντος ἀρχήν, ἀνεπλήσθησαν αἱ Ἀθῆναι καὶ Περικλῆς ἀπέθανε καὶ Θουκυδίδης ἐνόσησεν, ἢ εἰ, Δελφῶν καὶ Συβαριτῶν γενομένων πονηρῶν, ἡ δίκη φερομένη περιῆλθεν εἰς τοὺς παῖδας. ἔχουσι γάρ τινας αἱ δυνάμεις ἀναφορὰς ἀπὸ τῶν ἐσχάτων ἐπὶ τὰ πρῶτα καὶ συνάψεις· ὧν ἡ αἰτία, κἂν ὑφ’ ἡμῶν ἀγνοῆται, σιωπῇ περαίνει τὸ οἰκεῖον. [De sera 15] οὐ μὴν ἀλλά γε τὰ δημόσια τῶν πόλεων μηνίματα τὸν τοῦ δικαίου λόγον ἔχει πρόχειρον. ἓν γάρ τι πρᾶγμα καὶ συνεχὲς ἡ πόλις ὥσπερ ζῷον οὐκ ἐξιστάμενον αὑτοῦ ταῖς καθ’ ἡλικίαν μεταβολαῖς οὐδ’ ἕτερον ἐξ ἑτέρου τῷ χρόνῳ γιγνόμενον, ἀλλὰ συμπαθὲς· ἀεὶ καὶ οἰκεῖον αὑτῷ, καὶ πᾶσαν ὧν πράττει κατὰ τὸ κοινὸν ἢ ἔπραξεν αἰτίαν καὶ χάριν ἀναδεχόμενον, μέχρι ἂν ἡ ποιοῦσα καὶ συνδέουσα ταῖς ἐπιπλοκαῖς κοινωνία τὴν ἑνότητα διαφυλάττῃ. τὸ δὲ πολλὰς πόλεις διαιροῦντα τῷ χρόνῳ ποιεῖν μᾶλλον δ’ ἀπείρους, ὅμοιόν ἐστι τῷ πολλοὺς τὸν ἕνα ποιεῖν ἄνθρωπον, ὅτι νῦν πρεσβύτερός ἐστι πρότερον δὲ νεώτερος ἀνωτέρω δὲ μειράκιον ἦν. μᾶλλον δ’ ὅλως ταῦτά γε τοῖς Ἐπιχαρμείοις ἔοικεν, ἐξ ὧν ὁ αὐξόμενος ἀνέφυ τοῖς σοφισταῖς λόγος ὁ γὰρ λαβὼν πάλαι τὸ χρέος, νῦν οὐκ ὀφείλει γεγονὼς ἕτερος· ὁ δὲ κληθεὶς ἐπὶ δεῖπνον ἐχθὲς ἄκλητος ἥκει τήμερον· ἄλλος; γάρ ἐστι. καίτοι μείζονάς γε παραλλαγὰς αἱ ἡλικίαι περὶ ἕκαστον ἡμῶν ποιοῦσιν ἢ κοινῇ περὶ τὰς πόλεις γνοίη γὰρ ἄν τις ἰδὼν τὰς Ἀθήνας ἔτει τριακοστῷ, καὶ τὰ νῦν ἤθη καὶ κινήματα παιδιαί τε καὶ σπουδαὶ καὶ χάριτες καὶ ὀργαὶ τοῦ δήμου πάνυ γε τοῖς παλαιοῖς ἐοίκασι· ἀνθρώπου δὲ μόλις ἄν τις οἰκεῖος ἢ φίλος ἐντυχὼν διὰ χρόνου μορφὴν γνωρίσειεν αἱ δὲ τῶν ἠθῶν μεταβολαὶ παντὶ λόγῳ καὶ πόνῳ καὶ πάθει καὶ νόμῳ ῥᾳδίως τρεπόμεναι καὶ πρὸς τὸν ἀεὶ συνόντα τὴν ἀτοπίαν καὶ τὴν καινότητα θαυμαστὴν ἔχουσιν. ἀλλ’ ἄνθρωπός τε λέγεται μέχρι τέλους εἷς ἀπὸ γενέσεως, πόλιν τε τὴν αὐτὴν ὡσαύτως διαμένουσαν ἐνέχεσθαι τοῖς ὀνείδεσι τῶν προγόνων ἀξιοῦμεν, ᾧ δικαίῳ μέτεστιν αὐτῇ δόξης τε τῆς ἐκείνων καὶ δυνάμεως· ἢ λήσομεν εἰς τὸν Ἡρακλείτειον ἅπαντα πράγματα ποταμὸν ἐμβαλόντες, εἰς ὃν οὔ φησι δὶς ἐμβῆναι τῷ πάντα κινεῖν καὶ ἑτεροιοῦν τὴν φύσιν μεταβάλλουσαν. [De sera 16] εἰ δ’ ἐστὶ πόλις ἓν πρᾶγμα καὶ συνεχές, ἔστι δήπου καὶ γένος ἐξηρτημένον ἀρχῆς μιᾶς καὶ δύναμίν τινα καὶ κοινωνίαν διαπεφυκυῖαν ἀναφερούσης καὶ τὸ γεννηθὲν οὐχ ὥς τι δημιούργημα πεποιημένον ἀπήλλακται τοῦ γεννήσαντος· ἐξ αὐτοῦ γὰρ οὐχ ὑπ’ αὐτοῦ γέγονεν· ὥστ’ ἔχει τι καὶ φέρεται τῶν ἐκείνου μέρος ἐν ἑαυτῷ καὶ κολαζόμενον προσηκόντως καὶ τιμώμενον. εἰ δὲ μὴ δόξαιμι παίζειν, ἐγὼ φαίην ἂν ἀνδριάντα Κασάνδρου καταχαλκευόμενον ὑπ’ Ἀθηναίων πάσχειν ἀδικώτερα καὶ τὸ Διονυσίου σῶμα μετὰ τὴν τελευτὴν ἐξοριζόμενον ὑπὸ Συρακοσίων ἢ τοὺς ἐκγόνους αὐτῶν δίκην τίνοντας. τῷ μὲν γὰρ ἀνδριάντι τῆς Κασάνδρου φύσεως οὐθὲν ἔνεστι, καὶ τὸν νεκρὸν ἡ Διονυσίου ψυχὴ προλέλοιπε· [De sera 16b] Νυσαίῳ δὲ καὶ Ἀπολλοκράτει καὶ Ἀντιπάτρῳ καὶ Φιλίππῳ καὶ τοῖς ἄλλοις ὁμοίως παισὶ τῶν πονηρῶν τὸ κυριώτατον ἐμπέφυκε καὶ πάρεστι μέρος, οὐχ ἡσυχαῖον οὐδ’ ἀργόν, ἀλλὰ ζῶσιν αὐτῷ καὶ τρέφονται καὶ διοικοῦνται καὶ φρονοῦσι. καὶ οὐθὲν δεινὸν οὐδ’ ἄτοπον, ἂν ἐκείνων ὄντες ἔχωσι τὰ ἐκείνων· καθόλου δ’ εἰπεῖν, ὥσπερ ἐν ἰατρικῇ τὸ χρήσιμον καὶ δίκαιόν ἐστι, καὶ γελοῖος ὁ φάσκων ἄδικον εἶναι τῶν ἰσχίον πονούντων κάειν τὸν ἀντίχειρα, καὶ τοῦ ἥπατος ὑπούλου γεγονότος ἀμύσσειν τὸ ἐπιγάστριον, καὶ τῶν βοῶν, ἂν εἰς τὰς χηλὰς μαλακιῶσι, προσαλείφειν τὰ ἄκρα τῶν κεράτων· [De sera 16c] οὕτως ὁ περὶ τὰς κολάσεις ἄλλο τι δίκαιον ἢ τὸ θεραπεῦον τὴν κακίαν ἡγούμενος, καὶ ἀγανακτῶν ἐάν τις δι’ ἑτέρων ἐφ’ ἑτέρους ἀναφέρῃ τὴν ἰατρείαν, ὥσπερ οἱ τὴν φλέβα διαιροῦντες ἵνα τὴν ὀφθαλμίαν κουφίσωσιν, οὐδὲν ἔοικε περαιτέρω τῆς αἰσθήσεως ἐφορᾶν οὐδὲ μνημονεύειν, ὅτι καὶ διδάσκαλος παίδων ἑνὸς καθικόμενος ἑτέρους ἐνουθέτησε, καὶ στρατηγὸς ἐκ δεκάδος ἀνελὼν ἕνα, πάντας ἐνέτρεψε. καὶ οὕτως οὐ μέρει διὰ μέρους ἑτέρου μόνον, ἀλλὰ καὶ ψυχῇ διὰ ψυχῆς γίγνονταί τινες διαθέσεις καὶ κακώσεις καὶ ἐπανορθώσεις μᾶλλον ἢ σώματι διὰ σώματος· ἐκεῖ μὲν γάρ, ὡς ἔοικε, ταὐτὸ δεῖ πάθος ἐγγίγνεσθαι καὶ τὴν αὐτὴν μεταβολὴν ἐνταῦθα δ’ ἡ ψυχὴ ταῖς φαντασίαις ἀγομένη κατὰ τὸ θαρρεῖν καὶ δεδιέναι χεῖρον ἢ βέλτιον διαγίγνεσθαι πέφυκεν. [De sera 17] ἔτι δ’ ἐμοῦ λέγοντος, ὑπολαβὼν ὁ Ὀλύμπιχος ἔοικας ἔφη τῷ λόγῳ μεγάλην ὑπόθεσιν ὑποτίθεσθαι, τὴν ἐπιμονὴν τῆς ψυχῆς. καὶ ὑμῶν γ’ εἶπον ἐγώ διδόντων μᾶλλον δὲ δεδωκότων· ὡς γὰρ τοῦ θεοῦ τὸ κατ’ ἀξίαν νέμοντος ἡμῖν, ὁ λόγος ἐξ ἀρχῆς δεῦρο προελήλυθε κἀκεῖνος εἶτα δ’ ἔφη νομίζεις ἕπεσθαι τῷ τοὺς θεοὺς ἐπιβλέπειν καὶ νέμειν ἕκαστα τῶν καθ’ ἡμᾶς τὸ τὰς ψυχὰς ὑπάρχειν ἢ, πάμπαν ἀφθάρτους ἢ χρόνον τινὰ μετὰ τὴν τελευτὴν ἐπιμενούσας; οὔκ, ὦ γαθέ εἶπον ἀλλὰ μικρὸς οὕτω καὶ κενόσπουδος ὁ θεός ἐστιν, ὥστε μηδὲν ἡμῶν ἐχόντων θεῖον ἐν αὑτοῖς μηδὲ προσόμοιον ἁμωσγέπως ἐκείνῳ καὶ διαρκὲς καὶ βέβαιον, ἀλλὰ φύλλοις, ὡς Ὅμηρος ἔφη, παραπλησίως ἀπομαραινομένων παντάπασι καὶ φθινόντων ἐν ὀλίγῳ, ποιεῖσθαι λόγον τοσοῦτον, ὥσπερ αἱ τοὺς Ἀδώνιδος κήπους ἐπ’ ὀστράκοις τισὶ τιθηνούμεναι καὶ θεραπεύουσαι γυναῖκες, ἐφημέρους ψυχὰς ἐν σαρκὶ τρυφερᾷ καὶ βίου ῥίζαν ἰσχυρὰν οὐ δεχομένῃ βλαστανούσας, εἶτ’ ἀποσβεννυμένας εὐθὺς ὑπὸ τῆς τυχούσης προφάσεως· εἰ δὲ βούλει, τοὺς ἄλλους θεοὺς ἐάσας σκόπει τουτονὶ τὸν ἐνταυθοῖ τὸν ἡμέτερον, εἴ σοι δοκεῖ, τὰς ψυχὰς τῶν τελευτώντων ἀπολλυμένας ἐπιστάμενος εὐθύς, ὥσπερ ὁμίχλας ἢ καπνοὺς ἀποπνεούσας τῶν σωμάτων, ἱλασμούς τε πολλοὺς προσφέρειν τῶν κατοιχομένων καὶ γέρα μεγάλα καὶ τιμὰς ἀπαιτεῖν τοῖς τεθνηκόσιν, ἐξαπατῶν καὶ φενακίζων τοὺς πιστεύοντας. ἐγὼ μὲν γὰρ οὐκ ἂν προείμην τῆς ψυχῆς τὴν διαμονήν, εἰ μή τις, ὥσπερ ὁ Ἡρακλῆς, ὑφελὼν τὸν τρίποδα τῆς Πυθίας ἀναιρήσει καὶ διαφθερεῖ τὸ χρηστήριον. ἄχρι δὲ τοῦ πολλὰ τοιαῦτα προθεσπίζεσθαι καὶ καθ’ ἡμᾶς, οἷα καὶ Κόρακι τῷ Ναξίῳ χρησθῆναι λέγουσιν, οὐχ ὅσιόν ἐστι τῆς ψυχῆς καταγνῶναι θάνατον καὶ ὁ Πατροκλέας τί δ’ ἦν ἔφη τὸ χρησθὲν ἢ τίς ὁ Κόραξ οὗτος; [De sera 17b] ὡς ἐμοὶ καὶ τὸ πρᾶγμα καὶ τοὔνομα ξένον. οὐδαμῶς εἶπον, ἀλλ’ αἴτιος ἐγὼ παρωνύμῳ χρησάμενος ἀντὶ τοῦ ὀνόματος. ὁ γὰρ· ἀποκτείνας ἐν τῇ μάχῃ τὸν Ἀρχίλοχον ἐκαλεῖτο Καλλώνδης, ὡς ἔοικεν, ἦν δ’ αὐτῷ Κόραξ ἐπωνύμιον. ἐκβληθεὶς δὲ τὸ πρῶτον ὑπὸ τῆς Πυθίας ὡς ἱερὸν ἄνδρα τῶν Μουσῶν ἀνῃρηκώς, εἶτα χρησάμενος. λιταῖς τισι καὶ προστροπαῖς μετὰ δικαιολογίας ἐκελεύσθη πορευθεὶς ἐπὶ τὴν τοῦ Τέττιγος οἴκησιν ἱλάσασθαι τὴν τοῦ Ἀρχιλόχου ψυχήν. τοῦτο δ’ ἦν ὁ Ταίναρος· ἐκεῖ γάρ φασιν ἐλθόντα μετὰ στόλου Τέττιγα τὸν Κρῆτα πόλιν κτίσαι καὶ κατοικῆσαι παρὰ τὸ ψυχοπομπεῖον. ὁμοίως δὲ καὶ Σπαρτιάταις χρησθὲν ἱλάσασθαι τὴν Παυσανίου ψυχήν, ἐξ Ἰταλίας μεταπεμφθέντες οἱ ψυχαγωγοὶ καὶ θύσαντες ἀπεσπάσαντο τοῦ ἱεροῦ τὸ εἴδωλον. [De sera 18] εἷς οὖν ἐστιν ἔφην λόγος ὁ τοῦ θεοῦ τὴν πρόνοιαν ἅμα καὶ τὴν διαμονὴν τῆς ἀνθρωπίνης ψυχῆς βεβαιῶν, καὶ θάτερον οὐκ ἔστιν ἀπολιπεῖν ἀναιροῦντα θάτερον. οὔσῃ δὲ τῇ ψυχῇ μετὰ τὴν τελευτὴν μᾶλλον εἰκός ἐστι καὶ τιμὰς ἀποδίδοσθαι καὶ τιμωρίας· ἀγωνίζεται γὰρ ὥσπερ ἀθλητὴς κατὰ τὸν βίον· ὅταν δὲ διαγωνίσηται, τότε τυγχάνει τῶν προσηκόντων. ἀλλ’ ἃς μὲν ἐκεῖ καθ’ ἑαυτὴν οὖσα κομίζεται τῶν προβεβιωμένων χάριτας ἤ τινας κολάσεις, οὐδέν εἰσι πρὸς ἡμᾶς τοὺς ζῶντας, ἀλλ’ ἀπιστοῦνται καὶ λανθάνουσιν αἱ δὲ διὰ τῶν παίδων ἰοῦσαι καὶ διὰ γένους, ἐμφανεῖς τοῖς δεῦρο γενόμεναι, πολλοὺς ἀποτρέπουσι καὶ συστέλλουσι τῶν πονηρῶν. ὅτι δ’ οὐκ ἔστιν αἰσχίων καὶ λυποῦσα μᾶλλον ἑτέρα κόλασις ἢ τοὺς ἐξ ἑαυτῶν κακὰ πάσχοντας δι’ αὑτοὺς ὁρᾶν, καὶ ὅτι ψυχὴν ἀνδρὸς; ἀσεβοῦς καὶ παρανόμου μετὰ θάνατον ἐφορῶσαν οὐκ ἀνδριάντας οὐδὲ τιμάς τινας, ἀνατρεπομένας ἀλλὰ παῖδας ἢ φίλους ἢ γένος οἰκεῖον αὑτῆς ἀτυχήμασι χρωμένους μεγάλοις δι’ αὑτὴν καὶ δίκην τίνοντας, οὐδεὶς ἂν ἀναπείσειεν αὖθις ἐπὶ ταῖς τοῦ Διὸς τιμαῖς ἄδικον γενέσθαι καὶ ἀκόλαστον, ἔχω μέν τινα καὶ λόγον εἰπεῖν ἔναγχος ἀκηκοώς, ὀκνῶ δὲ μὴ φανῇ μῦθος ὑμῖν· μόνῳ οὖν χρῶμαι τῷ εἰκότι. μηδαμῶς εἶπεν ὁ Ὀλύμπιχος ἀλλὰ δίελθε κἀκεῖνον τὰ δ’ αὐτὰ καὶ τῶν ἄλλων δεομένων, ἐάσατ’ εἶπον ἀποδοῦναί με τῷ λόγῳ τὸ εἰκός· ὕστερον δὲ τὸν μῦθον, ἐὰν δόξῃ, κινήσομεν, εἴ γε δὴ μῦθός ἐστιν. [De sera 19] ὁ γὰρ Βίων τὸν θεὸν κολάζοντα τοὺς παῖδας τῶν πονηρῶν γελοιότερον εἶναί φησιν ἰατροῦ, διὰ νόσον πάππου καὶ πατρὸς ἔκγονον ἢ παῖδα φαρμακεύοντος. ἔστι δὲ πῆ μὲν ἀνόμοια τὰ πράγματα πῆ δ’ ἐοικότα καὶ ὅμοια. νόσου μὲν γὰρ ἄλλος ἄλλον οὐ παύει θεραπευόμενος, οὐδὲ βέλτιόν τις ἔσχε τῶν ὀφθαλμιώντων ἢ πυρεττόντων ἰδὼν ἄλλον ὑπαλειφόμενον ἢ καταπλαττόμενον αἱ δὲ τιμωρίαι τῶν πονηρῶν διὰ τοῦτο δείκνυνται πᾶσιν, ὅτι δίκης κατὰ λόγον περαινομένης ἔργον ἐστὶν ἑτέρους δι’ ἑτέρων κολαζομένων ἐπισχεῖν. [De sera 19b] δὲ προσέοικε τῷ ζητουμένῳ τὸ παραβαλλόμενον ὑπὸ τοῦ Βίωνος ἔλαθεν αὐτόν· ἤδη γὰρ ἀνδρὸς εἰς νόσημα μοχθηρὸν οὐ μὴν ἀνίατον ἐμπεσόντος, εἶτ’ ἀκρασίᾳ καὶ μαλακίᾳ προεμένου τῷ πάθει τὸ σῶμα καὶ διαφθαρέντος υἱὸν οὐ δοκοῦντα νοσεῖν, ἀλλὰ μόνον ἐπιτηδείως ἔχοντα πρὸς τὴν αὐτὴν νόσον ἰατρὸς ἢ οἰκεῖος ἢ ἀλείπτης καταμαθὼν ἢ δεσπότης χρηστός, ἐμβαλὼν εἰς δίαιταν αὐστηρὰν καὶ ἀφελὼν ὄψα καὶ πέμματα καὶ πότους καὶ γύναια, φαρμακείαις δὲ χρησάμενος ἐνδελεχέσι καὶ διαπονήσας τὸ σῶμα γυμνασίοις, ἐσκέδασε καὶ ἀπέπεμψε, μεγάλου πάθους σπέρμα μικρὸν οὐκ ἐάσας εἰς μέγεθος προελθεῖν. [De sera 19c] ἦ γὰρ οὐχ οὕτω παρακελευόμεθα, προσέχειν ἀξιοῦντες ἑαυτοῖς καὶ παραφυλάττεσθαι καὶ μὴ παραμελεῖν ὅσοι γεγόνασιν ἐκ πατέρων ἢ μητέρων νοσηματικῶν, ἀλλ’ εὐθὺς ἐξωθεῖν τὴν ἐγκεκραμένην ἀρχὴν εὐκίνητον οὖσαν καὶ ἀκροσφαλῆ προκαταλαμβάνοντας; πάνυ μὲν οὖν ἔφασαν. οὐ τοίνυν ἄτοπον εἶπον ἀλλ’ ἀναγκαῖον, οὐδὲ γελοῖον ἀλλ’ ὠφέλιμον πρᾶγμα ποιοῦμεν, ἐπιληπτικῶν παισὶ καὶ μελαγχολικῶν καὶ ποδαγρικῶν γυμνάσια καὶ διαίτας καὶ φάρμακα προσάγοντες οὐ νοσοῦσιν ἀλλ’ ἕνεκα τοῦ μὴ νοσῆσαι· τὸ γὰρ ἐκ πονηροῦ σώματος γιγνόμενον σῶμα τιμωρίας μὲν οὐδεμιᾶς ἰατρείας δὲ καὶ φυλακῆς ἄξιόν ἐστιν· ἣν εἴ τις, ὅτι τὰς ἡδονὰς ἀφαιρεῖ καὶ δηγμὸν ἐπάγει καὶ πόνον, τιμωρίαν ὑπὸ δειλίας καὶ μαλακίας ἀποκαλεῖ, χαίρειν ἐατέον. [De sera 19d] ἆρ’ οὖν σῶμα μὲν ἔκγονον φαύλου σώματος ἄξιόν ἐστι θεραπεύειν καὶ φυλάττειν, κακίας δὲ ὁμοιότητα συγγενικὴν ἐν νέῳ βλαστάνουσαν ἤθει καὶ ἀναφυομένην ἐᾶν δεῖ καὶ περιμένειν καὶ μέλλειν, ἄχρι ἐν ἐκχυθεῖσα τοῖς πάθεσιν ἐμφανὴς γένηται κακόφρονά τ’ ἀμφάνῃ πραπίδων καρπόν ὥς φησι Πίνδαρος; [De sera 20] ἢ κατὰ τοῦτο μὲν ὁ θεὸς οὐδὲν τοῦ Ἡσιόδου σοφώτερος διακελευομένου καὶ παρεγγυῶντος [De sera 20b] μηδ’ ἀπὸ δυστήνοιο τάφου ἀπονοστήσαντα σπερμαίνειν γενεήν, ἀλλ’ ἀθανάτων ἀπὸ δαιτός, [De sera 20c] ὡς οὐ κακίαν μόνον οὐδ’ ἀρετὴν ἀλλὰ καὶ λύπην καὶ χαρὰν καὶ πάνθ’ ὅσ’ ἀναδεχομένης τῆς γενέσεως, ἱλαροὺς καὶ ἡδεῖς καὶ διακεχυμένους ἄγειν πρὸς τὴν τέκνωσιν; ἐκεῖνο δ’ οὐκ ἔστι καθ’ Ἡσίοδον οὐδ’ ἀνθρωπίνης ἔργον σοφίας ἀλλὰ θεοῦ, τὸ διορᾶν καὶ διαισθάνεσθαι τὰς ὁμοιοπαθείας καὶ τὰς διαφοράς, πρὶν εἰς μεγάλα τοῖς πάθεσιν ἐμπεσούσας ἀδικήματα γενέσθαι καταφανεῖς. ἄρκτων μὲν γὰρ ἔτι νήπια καὶ λύκων τέκνα καὶ πιθήκων εὐθὺς ἐμφαίνει τὸ συγγενὲς ἦθος, ὑπὸ μηδενὸς ὑπαμπεχόμενον μηδὲ καταπλαττόμενον· ἡ δ’ ἀνθρώπου φύσις εἰς ἔθη καὶ δόγματα καὶ νόμους ἑαυτὴν ἐμβαλοῦσα, κρύπτει τὰ φαῦλα καὶ τὰ καλὰ μιμεῖται πολλάκις, ὥστ’ ἢ παντάπασιν ἐξαλεῖψαι καὶ διαφυγεῖν ἐγγενῆ κηλῖδα τῆς κακίας, ἢ διαλαθεῖν πολὺν χρόνον, οἷον ἔλυτρόν τι ἑαυτῇ τὴν πανουργίαν περιβαλοῦσα, διαλαθεῖν δ’ ἡμᾶς τοὺς ὥσπερ ὑπὸ πληγῆς ἢ δήγματος ἑκάστου τῶν ἀδικημάτων μόλις αἰσθανομένους τῆς κακίας, μᾶλλον δ’ ὅλως τότε γίγνεσθαι νομίζοντας ἀδίκους ὅτ’ ἀδικοῦσιν, ἀκολάστους ὅθ’ ὑβρίζουσιν καὶ ἀνάνδρους ὅτε φεύγουσιν ὥσπερ εἴ τις οἴοιτο τοῖς σκορπίοις ἐμφύεσθαι τὸ κέντρον ὅτε τύπτουσι, καὶ ταῖς ἐχίδναις τὸν ἰὸν ὅτε δάκνουσιν· εὐήθως οἰόμενος· οὐ γὰρ ἅμα γίγνεται καὶ φαίνεται τῶν πονηρῶν ἕκαστος, ἀλλ’ ἔχει μὲν ἐξ ἀρχῆς τὴν κακίαν χρῆται δὲ καιροῦ καὶ δυνάμεως ἐπιλαβόμενος τῷ κλέπτειν ὁ κλέπτης καὶ τῷ παρανομεῖν ὁ τυραννικός. ἀλλ’ ὁ θεὸς οὔτ’ ἀγνοεῖ δήπου τὴν ἑκάστου διάθεσιν καὶ φύσιν ἅτε δὴ ψυχῆς μᾶλλον ἢ σώματος αἰσθάνεσθαι πεφυκώς, οὔτ’ ἀναμένει τὴν βίαν ἐν χερσὶ γενομένην καὶ τὴν ἀναίδειαν ἐν φωνῇ καὶ τὴν ἀκολασίαν ἐν αἰδοίοις κολάζειν· οὐ γὰρ ἀμύνεται τὸν ἀδικήσαντα κακῶς παθὼν οὐδ’ ὀργίζεται τῷ ἁρπάσαντι βιασθεὶς οὐδὲ μισεῖ τὸν μοιχὸν ὑβρισθείς, ἀλλ’ ἰατρείας ἕνεκα τὸν μοιχικὸν καὶ τὸν πλεονεκτικὸν καὶ ἀδικητικὸν κολάζει πολλάκις, ὥσπερ ἐπιληψίαν τὴν κακίαν πρὶν ἢ καταλαβεῖν ἀναιρῶν. [De sera 21] ἡμεῖς δ’ ἀρτίως μὲν ἠγανακτοῦμεν ὡς ὀψὲ καὶ βραδέως τῶν πονηρῶν δίκην διδόντων· νῦν δ’ ὅτι καὶ πρὶν ἀδικεῖν ἐνίους τὴν ἕξιν αὐτῶν κολούει καὶ τὴν διάθεσιν, ἐγκαλοῦμεν, ἀγνοοῦντες ὅτι τοῦ γενομένου πολλάκις τὸ μέλλον καὶ τὸ λανθάνον τοῦ προδήλου χεῖρόν ἐστι καὶ φοβερώτερον, οὐ δυνάμενοι δὲ συλλογίζεσθαι τὰς αἰτίας, δι’ ἃς ἐνίους μὲν καὶ ἀδικήσαντας ἐᾶν βέλτιόν ἐστιν ἐνίους δὲ καὶ διανοουμένους προκαταλαμβάνειν· ὥσπερ ἀμέλει καὶ φάρμακα ἐνίοις μὲν οὐχ ἁρμόζει νοσοῦσιν, ἐνίοις δὲ λυσιτελεῖ καὶ μὴ νοσοῦσιν ἐπισφαλέστερον ἐκείνων ἔχουσιν. [De sera 21b] ὅθεν οὐδὲ πάντα τὰ τῶν τεκόντων σφάλματ’ εἰς τοὺς ἐκγόνους οἱ θεοὶ τρέπουσιν ἀλλ’ ἐὰν μὲν ἐκ φαύλου γένηται χρηστός, ὥσπερ εὐεκτικὸς ἐκ νοσώδους, ἀφεῖται τῆς τοῦ γένους ποινῆς, οἷον ἐκποίητος τῆς κακίας γενόμενος. νέῳ δ’ εἰς ὁμοιότητα μοχθηροῦ γένους ἀναφερομένῳ προσήκει δήπουθεν ὡς χρέα κληρονομίας διαδέχεσθαι τῆς πονηρίας τὴν κόλασιν. οὐ γὰρ Ἀντίγονός γε διὰ Δημήτριον οὐδὲ τῶν ποθ’ ἡρώων Φυλεὺς δι’ Αὐγέαν οὐδὲ Νέστωρ διὰ Νηλέα δίκας ἔδωκεν· ἐκ κακῶν μὲν γὰρ ἀγαθοὶ δ’ ἦσαν· [De sera 21c] ἀλλ’ ὅσων ἡ φύσις ἔστερξε καὶ προσήκατο τὸ συγγενές, τούτων ἡ δίκη διώκουσα τὴν ὁμοιότητα τῆς κακίας ἐπεξῆλθεν. ὡς γὰρ ἀκροχορδόνες καὶ μελάσματα καὶ φακοὶ πατέρων ἐν παισὶν ἀφανισθέντες ἀνέκυψαν ὕστερον ἐν υἱωνοῖς καὶ θυγατριδοῖς· καὶ γυνή τις Ἑλληνὶς τεκοῦσα βρέφος μέλαν, εἶτα κρινομένη μοιχείας ἐξανεῦρεν αὑτὴν Αἰθίοπος οὖσαν γενεὰν τετάρτην· τῶν δὲ Πύθωνος τοῦ Νισίβεως; παίδων, ὃς ἔναγχος τέθνηκε, λεγομένου τοῖς Σπαρτοῖς προσήκειν, εἷς ἐξανήνεγκε λόγχης τύπον ἐν τῷ σώματι, διὰ χρόνων τοσούτων ἀνασχούσης καὶ ἀναδύσης ὥσπερ ἐκ βυθοῦ τῆς πρὸς τὸ γένος ὁμοιότητος· οὕτω πολλάκις ἤθη καὶ πάθη ψυχῆς αἱ πρῶται κρύπτουσι γενέσεις καὶ καταδύουσιν ὕστερον δέ ποτε καὶ δι’ ἑτέρων ἐξήνθησε καὶ ἀπέδωκε τὸ οἰκεῖον εἰς κακίαν καὶ ἀρετὴν ἡ φύσις. [De sera 22] ἐπεὶ δὲ ταῦτ’ εἰπὼν ἐσιώπησα, διαμειδιάσας ὁ Ὀλύμπιχος οὐκ ἐπαινοῦμέν σ’ εἶπεν ὅπως μὴ δόξωμεν ἀφιέναι τὸν μῦθον, ὡς τοῦ λόγου πρὸς ἀπόδειξιν ἱκανῶς ἔχοντος, ἀλλὰ τότε δώσομεν τὴν ἀπόφασιν, ὅταν κἀκεῖνον ἀκούσωμεν οὕτως οὖν ἔφην, ὅτι ὁ Σολεὺς Θεσπέσιος, ἀνὴρ ἐκείνου τοῦ γενομένου καθ’ ἡμᾶς ἐνταῦθα Πρωτογένους οἰκεῖος καὶ φίλος, ἐν πολλῇ βιώσας ἀκολασίᾳ τὸν πρῶτον χρόνον, εἶτα ταχὺ τὴν οὐσίαν ἀπολέσας, ἤδη χρόνον τινὰ καὶ διὰ τὴν ἀνάγκην ἐγένετο πονηρός, καὶ τὸν πλοῦτον ἐκ μετανοίας διώκων ταὐτὸ τοῖς ἀκολάστοις ἔπασχε πάθος, οἳ τὰς γυναῖκας ἔχοντες μὲν οὐ φυλάττουσι, προέμενοι δὲ πειρῶσιν αὖθις ἀδίκως ἑτέροις συνούσας. οὐδενὸς οὖν ἀπεχόμενος αἰσχροῦ φέροντος εἰς ἀπόλαυσιν ἢ κέρδος, οὐσίαν μὲν οὐ πολλὴν δόξαν δὲ πονηρίας ἐν ὀλίγῳ πλείστην συνήγαγε. μάλιστα δ’ αὐτὸν διέβαλεν ἀνενεχθεῖσά τις ἐξ Ἀμφιλόχου μαντεία· πέμψας γὰρ ὡς ἔοικεν ἠρώτα τὸν θεόν, εἰ βέλτιον βιώσεται τὸν ἐπίλοιπον βίον· ὁ δ’ ἀνεῖλεν, ὅτι πράξει βέλτιον, ὅταν ἀποθάνῃ. καὶ δὴ τρόπον τινὰ τοῦτο μετ’ οὐ πολὺν χρόνον αὐτῷ συνέπεσε. κατενεχθεὶς γὰρ ἐξ ὕψους τινὸς εἰς τράχηλον, οὐ γενομένου τραύματος ἀλλὰ πληγῆς μόνον ἐξέθανε, καὶ τριταῖος ἤδη περὶ τὰς ταφὰς αὐτὰς ἀνήνεγκε. ταχὺ δὲ ῥωσθεὶς; καὶ παρ’ αὑτῷ γενόμενος, ἄπιστόν τινα τοῦ βίου τὴν μεταβολὴν ἐποίησεν· οὔτε γὰρ δικαιότερον περὶ τὰ συμβόλαια γιγνώσκουσιν ἕτερον Κίλικες ἐν τοῖς τότε χρόνοις γενόμενον, οὔτε πρὸς τὸ θεῖον ὁσιώτερον οὔτε λυπηρότερον ἐχθροῖς ἢ βεβαιότερον φίλοις· ὥστε καὶ ποθεῖν τοὺς ἐντυγχάνοντας αὐτῷ τὴν αἰτίαν ἀκοῦσαι τῆς διαφορᾶς, οὐκ ἀπὸ τοῦ τυχόντος οἰομένους γεγονέναι διακόσμησιν εἰς ἦθος τοσαύτην, ὅπερ ἦν ἀληθές, ὡς αὐτὸς διηγεῖτο τῷ τε Πρωτογένει καὶ τοῖς ὁμοίως ἐπιεικέσι τῶν φίλων. [De sera 23] ἐπεὶ γὰρ ἐξέπεσε τὸ φρονοῦν, τοῦ σώματος, οἷον ἄν τις ἐκ πλοίου κυβερνήτης εἰς βυθὸν ἀπορριφεὶς πάθοι τὸ πρῶτον, οὕτως ὑπὸ τῆς μεταβολῆς ἔσχεν· εἶτα μικρὸν ἐξαρθεὶς ἔδοξεν ἀναπνεῖν ὅλος καὶ περιορᾶν πανταχόθεν, ὥσπερ ἑνὸς ὄμματος ἀνοιχθείσης τῆς ψυχῆς. ἑώρα δὲ τῶν πρότερον οὐδὲν ἀλλ’ ἢ τὰ ἄστρα παμμεγέθη καὶ ἀπέχοντα πλῆθος ἀλλήλων ἄπλετον, αὐγήν τε τῇ χρόᾳ θαυμαστὴν ἀφιέντα καὶ τόνον ἔχουσαν· ὥστε τὴν ψυχὴν ἐποχουμένην λείως οἷον ὥσπερ ἐν γαλήνῃ τῷ φωτὶ ῥᾳδίως πάντῃ καὶ ταχὺ διαφέρεσθαι. τὰ δὲ πλεῖστα τῶν θεαμάτων παραλιπὼν ἔφη τὰς ψυχὰς τῶν τελευτώντων κάτωθεν ἀνιούσας πομφόλυγα φλογοειδῆ ποιεῖν ἐξισταμένου τοῦ ἀέρος, εἶτα ῥηγνυμένης ἀτρέμα τῆς πομφόλυγος; ἐκβαίνειν τύπον ἐχούσας ἀνθρωποειδῆ τὸν δ’ ὄγκον εὐσταλεῖς, κινουμένας δ’ οὐχ ὁμοίως, ἀλλὰ τὰς μὲν ἐκπηδᾶν ἐλαφρότητι θαυμαστῇ καὶ διᾴττειν ἐπ’ εὐθείας ἄνω, τὰς δ’ ὥσπερ οἱ ἄτρακτοι περιστρεφομένας ἅμα κύκλῳ· καὶ τοτὲ μὲν κάτω τοτὲ δ’ ἄνω ῥεπούσας μικτήν τινα φέρεσθαι καὶ τεταραγμένην κίνησιν καὶ πολλῷ πάνυ χρόνῳ καὶ μόλις ἀποκαθισταμένην. [De sera 24] τὰς μὲν οὖν πολλὰς ἠγνόει τίνες εἰσί· δύο δ’ ἢ τρεῖς ἰδὼν γνωρίμους ἐπειρᾶτο προσμῖξαι καὶ προσειπεῖν· αἱ δ’ οὔτ’ ἤκουον οὔτ’ ἦσαν παρ’ ἑαυταῖς, ἀλλ’ ἔκφρονες καὶ διεπτοημέναι, πᾶσαν ὄψιν ἀποφεύγουσαι καὶ ψαῦσιν, ἐρρέμβοντο πρῶτον αὐταὶ καθ’ ἑαυτάς, εἶτα πολλαῖς ὁμοίως διακειμέναις ἐντυγχάνουσαι καὶ περιπλεκόμεναι φοράς τε πάσας πρὸς οὐδὲν ἀκρίτως ἐφέροντο καὶ φωνὰς ἵεσαν ἀσήμους, οἷον ἀλαλαγμοὺς θρήνῳ καὶ φόβῳ μεμιγμένας. ἄλλαι δ’ ἄνωθεν ἐν ἄκρῳ τοῦ περιέχοντος ὀφθῆναί τε φαιδραὶ καὶ πρὸς ἀλλήλας ὑπ’ εὐμενείας θαμὰ πελάζουσαι τὰς δὲ θορυβώδεις ἐκείνας ἐκτρεπόμεναι, διεσήμαινον ὡς ἔοικε συστολῇ μὲν εἰς ἑαυτὰς τὸ δυσχεραῖνον, ἐκπετάσει δὲ καὶ διαχύσει τὸ χαῖρον καὶ προσιέμενον. ἐνταῦθα μίαν ἔφη συγγενοῦς τινος ἰδεῖν, οὐ μέντοι σαφῶς· ἀποθανεῖν γάρ, ἔτι παιδὸς ὄντος· ἀλλ’ ἐκείνην προσαγαγοῦσαν ἐγγὺς εἰπεῖν χαῖρε, Θεσπέσιε. θαυμάσαντος δ’ αὐτοῦ καὶ φήσαντος, ὡς οὐ Θεσπέσιος ἀλλ’ Ἀριδαῖός ἐστι· πρότερόν γε φάναι τὸ δ’ ἀπὸ τοῦδε Θεσπέσιος. οὐδὲ γάρ τοι τέθνηκας, ἀλλὰ μοίρᾳ τινὶ θεῶν ἥκεις δεῦρο τῷ φρονοῦντι· τὴν δ’ ἄλλην ψυχὴν ὥσπερ ἀγκύριον ἐν τῷ σώματι καταλέλοιπας· σύμβολον δέ σοι καὶ νῦν καὶ αὖθις ἔστω τὸ τὰς ψυχὰς τῶν τεθνηκότων μήτε σκιὰν ποιεῖν μήτε σκαρδαμύττειν ταῦτ’ ἀκούσας ὁ Θεσπέσιος ἤδη τε μᾶλλον ἑαυτὸν τῷ λογίζεσθαι συνήγαγε, καὶ διαβλέψας εἶδεν ἑαυτῷ μέν τινα συναιωρουμένην ἀμυδρὰν καὶ σκιώδη γραμμήν, ἐκείνους δὲ περιλαμπομένους κύκλῳ καὶ διαφανεῖς ὄντας, οὐ μὴν ὁμοίως ἅπαντας· ἀλλὰ τοὺς μέν, ὥσπερ ἡ καθαρωτάτη πανσέληνος, ἓν χρῶμα λεῖον καὶ συνεχὲς καὶ ὁμαλὲς ἱέντας· ἑτέρων δὲ φολίδας τινὰς διατρεχούσας ἢ μώλωπας ἀραιούς· ἄλλους δὲ κομιδῇ ποικίλους καὶ ἀτόπους τὴν ὄψιν, ὥσπερ οἱ ἔχεις μελάσμασι κατεστιγμένους· ἄλλους δέ τινας ἀμβλείας ἀμυχὰς ἔχοντας. [De sera 25] ἔλεγεν οὖν ἕκαστα φράζων ὁ τοῦ Θεσπεσίου συγγενὴς (οὐδὲν γὰρ οὕτω κωλύει τὰς ψυχὰς ὀνόματι τῶν ἀνθρώπων προσαγορεύειν) ὡς Ἀδράστεια μέν, Ἀνάγκης καὶ Διὸς θυγάτηρ, ἐπὶ πᾶσι τιμωρὸς ἀνωτάτω τέτακται τοῖς ἀδικήμασι· καὶ τῶν πονηρῶν οὔτε μέγας οὐδεὶς οὕτως οὔτε μικρὸς γέγονεν, ὥστ’ ἢ λαθὼν διαφυγεῖν ἢ βιασάμενος ἄλλῃ δ’ ἄλλη τιμωρία τριῶν οὐσῶν φύλακι καὶ χειρουργῷ προσήκει· τοὺς μὲν γὰρ εὐθὺς ἐν σώματι καὶ διὰ σωμάτων κολαζομένους μεταχειρίζεται ποινὴ ταχεῖα, πράῳ τινὶ τρόπῳ καὶ παραλείποντι πολλὰ τῶν καθαρμοῦ δεομένων· ὧν δὲ μεῖζόν ἐστιν ἔργον ἡ περὶ τὴν κακίαν ἰατρεία, τούτους Δίκῃ μετὰ τὴν τελευτὴν ὁ δαίμων παραδίδωσι· τοὺς δὲ πάμπαν; ἀνιάτους ἀπωσαμένης τῆς Δίκης, ἡ τρίτη καὶ ἀγριωτάτη τῶν Ἀδραστείας ὑπουργῶν Ἐρινύς, μεταθέουσα πλανωμένους καὶ περιφεύγοντας ἄλλον ἄλλως, οἰκτρῶς τε καὶ χαλεπῶς ἅπαντας ἠφάνισε καὶ κατέδυσεν εἰς τὸ ἄρρητον καὶ ἀόρατον. [De sera 26] τῶν δ’ ἄλλων ἔφη δικαιώσεων ἡ μὲν ὑπὸ τῆς Ποινῆς; ἐν τῷ βίῳ ταῖς βαρβαρικαῖς ἔοικεν. ὡς γὰρ ἐν Πέρσαις τῶν κολαζομένων τὰ ἱμάτια καὶ τὰς τιάρας ἀποτίλλουσι καὶ μαστιγοῦσιν, οἱ δὲ παύσασθαι δακρύοντες ἀντιβολοῦσιν· οὕτως αἱ διὰ χρημάτων καὶ διὰ σωμάτων κολάσεις ἁφὴν οὐκ ἔχουσι δριμεῖαν οὐδ’ αὐτῆς ἐπιλαμβάνονται τῆς κακίας, ἀλλὰ πρὸς δόξαν αἱ πολλαὶ καὶ πρὸς αἴσθησιν αὐτῶν εἰσιν. ὃς δ’ ἂν ἐκεῖθεν ἀκόλαστος ἐνταῦθα καὶ ἀκάθαρτος ἐξίκηται, τοῦτον ἡ Δίκη διαλαβοῦσα τῇ ψυχῇ καταφανῆ γυμνόν, εἰς οὐδὲν ἔχοντα καταδῦναι καὶ ἀποκρύψασθαι καὶ περιστεῖλαι τὴν μοχθηρίαν ἀλλὰ πανταχόθεν καὶ ὑπὸ πάντων καὶ πάντα καθορώμενον, ἔδειξε πρῶτον ἀγαθοῖς γονεῦσιν, ἄνπερ ὦσιν, ἢ προγόνοις αὐτοῦ πρόσπτυστον ὄντα καὶ ἀνάξιον ἐὰν δὲ φαῦλοι, κολαζομένους ἐπιδὼν ἐκείνους καὶ ὀφθεὶς δικαιοῦται πολὺν χρόνον ἐξαιρούμενος ἕκαστον τῶν παθῶν ἀλγηδόσι καὶ πόνοις, οἳ τοσούτῳ μεγέθει καὶ σφοδρότητι τοὺς διὰ σαρκὸς ὑπερβάλλουσιν, ὅσῳ τὸ ὕπαρ ἂν εἴη τοῦ ὀνείρατος ἐναργέστερον. οὐλαὶ δὲ καὶ μώλωπες ἐπὶ τῶν παθῶν ἑκάστου τοῖς μὲν μᾶλλον ἐμμένουσι τοῖς δ’ ἧσσον. [De sera 26b] ὅρα δ’ εἶπε τὰ ποικίλα ταῦτα καὶ παντοδαπὰ χρώματα τῶν ψυχῶν· τὸ μὲν ὄρφνιον καὶ ῥυπαρόν, ἀνελευθερίας ἀλοιφὴν καὶ πλεονεξίας, τὸ δ’ αἱματωπὸν καὶ διάπυρον, ὠμότητος καὶ πικρίας ὅπου δὲ τὸ γλαύκινόν ἐστιν, ἐντεῦθεν ἀκρασία τις περὶ ἡδονὰς ἐκτέτριπται μόλις· κακόνοια δ’ ἐνοῦσα μετὰ φθόνου τουτὶ τὸ ἰῶδες καὶ ὕπουλον, ὥσπερ αἱ σηπίαι τὸ μέλαν, ἀφίησιν. ἐκεῖ μὲν γὰρ ἡ κακία τῆς ψυχῆς τρεπομένης ὑπὸ τῶν παθῶν καὶ τρεπούσης τὸ σῶμα τὰς χρόας ἀναδίδωσιν, ἐνταῦθα δὲ καθαρμοῦ καὶ κολάσεως πέρας ἐστί, τούτων ἐκλεανθέντων, παντάπασι τὴν ψυχὴν αὐγοειδῆ καὶ σύγχρουν γενέσθαι. μέχρι δ’ οὗ ταῦτ’ ἔνεστι, γίγνονταί τινες ὑποτροπαὶ τῶν παθῶν σφυγμοὺς ἔχουσαι καὶ πήδησιν, ἐνίαις μὲν ἀμυδρὰν καὶ ταχὺ κατασβεννυμένην ἐνίαις δὲ νεανικῶς ἐντείνουσαν. ὧν αἱ μὲν πάλιν καὶ πάλιν κολασθεῖσαι τὴν προσήκουσαν ἕξιν καὶ διάθεσιν ἀναλαμβάνουσι, τὰς δ’ αὖθις εἰς σώματα ζῴων ἐξήνεγκε βιαιότης ἀμαθίας καὶ φιληδονίας ἧλος· ἡ μὲν γὰρ ἀσθενείᾳ λόγου καὶ δι’ ἀργίαν τοῦ θεωρεῖν ἔρρεψε τῷ πρακτικῷ πρὸς γένεσιν· ἡ δ’ ὀργάνου τῷ ἀκολάστῳ δεομένη ποθεῖ τὰς ἐπιθυμίας συρράψαι ταῖς ἀπολαύσεσι καὶ συνεπαίρεσθαι διὰ σώματος· ἐνταῦθα γὰρ οὐδὲν ἢ σκιά τις ἀτελὴς καὶ ὄναρ ἡδονῆς πλήρωσιν οὐκ ἐχούσης πάρεστι. [De sera 27] ταῦτα δ’ εἰπὼν ἦγεν αὐτὸν ταχὺ μέν, ἄπλετον δέ τινα τόπον ὡς ἐφαίνετο διεξιόντα ῥᾳδίως καὶ ἀπλανῶς, οἷον ὑπὸ πτερῶν τῶν τοῦ φωτὸς αὐγῶν ἀναφερόμενον· μέχρι οἷον πρὸς τι χάσμα μέγα καὶ κάτω διῆκον ἀφικόμενος ὑπὸ τῆς ὀχούσης ἀπελείφθη δυνάμεως· καὶ τὰς ἄλλας; ψυχὰς ἑώρα ταὐτὸ πασχούσας ἐκεῖ· συστελλόμεναι γὰρ ὥσπερ αἱ ὄρνιθες καὶ καταφερόμεναι κύκλῳ τὸ χάσμα περιῄεσαν (ἄντικρυς δὲ περᾶν οὐκ ἐτόλμων), εἴσω μὲν ὀφθῆναι τοῖς βακχικοῖς ἄντροις ὁμοίως ὕλῃ καὶ χλωρότητι καὶ χλόαις ἀνθέων ἁπάσαις διαπεποικιλμένον· ἐξέπνει δὲ μαλακὴν καὶ πραεῖαν αὔραν ὀσμὰς ἀναφέρουσαν ἡδονῆς τε θαυμασίας καὶ κρᾶσιν, οἵαν ὁ οἶνος τοῖς μεθυσκομένοις, ἐμποιοῦσαν εὐωχούμεναι γὰρ αἱ ψυχαὶ ταῖς εὐωδίαις διεχέοντο τε καὶ πρὸς ἀλλήλας ἐφιλοφρονοῦντο· καὶ τὸν τόπον ἐν κύκλῳ κατεῖχε βακχεία καὶ γέλως καὶ πᾶσα μοῦσα παιζόντων καὶ τερπομένων. [De sera 27b] ἔλεγε δὲ ταύτῃ τὸν Διόνυσον ἀνελθεῖν εἰς θεοὺς καὶ τὴν Σεμέλην ἀναγαγεῖν ὕστερον· καλεῖσθαι δὲ Λήθης τὸν τόπον. ὅθεν οὐδὲ διατρίβειν βουλόμενον εἴα τὸν Θεσπέσιον, ἀλλ’ ἀφεῖλκε βίᾳ, διδάσκων ἅμα καὶ λέγων ὡς ἐκτήκεται καὶ ἀνυγραίνεται τὸ φρονοῦν ὑπὸ τῆς ἡδονῆς, τὸ δ’ ἄλογον καὶ σωματοειδὲς ἀρδόμενον καὶ σαρκούμενον ἐμποιεῖ τοῦ σώματος μνήμην, ἐκ δὲ τῆς μνήμης ἵμερον καὶ πόθον ἕλκοντα πρὸς γένεσιν, ἣν οὕτως ὠνομάσθαι νεῦσιν ἐπὶ γῆν οὖσαν, ὑγρότητι βαρυνομένης τῆς ψυχῆς. [De sera 28] ἄλλην οὖν τοσαύτην διελθὼν ὁδὸν ἔδοξεν ἀφορᾶν κρατῆρα μέγαν, εἰς δὲ τοῦτον ἐμβάλλοντα ῥεύματα, τὸ μὲν ἀφροῦ θαλάσσης ἢ χιόνων λευκότερον, τὸ δ’ ὁποῖον ἶρις ἐξανθεῖ τὸ ἁλουργόν, ἄλλα δ’ ἄλλαις βαφαῖς κεχρωσμένα πρόσωθεν ἴδιον ἐχούσαις φέγγος· ὡς δὲ πλησίον ἦλθον, ὁ κρατὴρ ἐκεῖνος, ἀφανισθέντος μᾶλλον τοῦ περιέχοντος τῶν τε χρωμάτων ἀμαυρουμένων, τὸ ἀνθηρότερον ἀπέλιπε πλὴν τῆς λευκότητος. ἑώρα δὲ τρεῖς δαίμονας ὁμοῦ καθημένους ἐν σχήματι τριγώνου πρὸς ἀλλήλους τὰ ῥεύματα μέτροις τισὶν ἀνακεραννύντας. ἔλεγεν οὖν ὁ τοῦ Θεσπεσίου ψυχοπομπὸς ἄχρι τούτου τὸν Ὀρφέα προελθεῖν, ὅτε τὴν ψυχὴν τῆς γυναικὸς μετῄει, καὶ μὴ καλῶς διαμνημονεύσαντα λόγον εἰς ἀνθρώπους κίβδηλον ἐξενεγκεῖν, ὡς κοινὸν εἴη μαντεῖον ἐν Δελφοῖς Ἀπόλλωνος καὶ Νυκτός· οὐδενὸς γὰρ Ἀπόλλωνι Νύκτα κοινωνεῖν ἀλλὰ τοῦτο μέν ἔφη νυκτὸς ἐστι καὶ Σελήνης μαντεῖον κοινόν, οὐδαμοῦ τῆς γῆς περαῖνον οὐδ’ ἔχον ἕδραν μίαν, ἀλλὰ πάντῃ πλανητὸν ἐπὶ τοὺς ἀνθρώπους ἐνυπνίοις καὶ εἰδώλοις· ἐκ τούτου γὰρ οἱ ὄνειροι μιγνύμενοι, ὡς ὁρᾷς, τῷ ἀπατηλῷ καὶ ποικίλῳ τὸ ἁπλοῦν καὶ ἀληθὲς παραλαμβάνοντες διασπείρουσι. τὸ δ’ Ἀπόλλωνος οὐ κατεῖδες εἶπεν οὐδὲ κατιδεῖν ἔσῃ δυνατός ἀνωτέρω γὰρ οὐκ ἐπιδίδωσιν οὐδὲ χαλᾷ τὸ τῆς ψυχῆς ἐπίγειον ἀλλὰ κατατείνει τῷ σώματι προσηρτημένον ἅμα δ’ ἐπειρᾶτο προσάγων ἐπιδεικνύειν αὐτῷ τὸ φῶς ἐκ τοῦ τρίποδος, ὡς ἔλεγε, διὰ τῶν κόλπων τῆς Θέμιδος ἀπερειδόμενον εἰς τὸν Παρνασόν. [De sera 28b] καὶ προθυμούμενος ἰδεῖν οὐκ εἶδεν ὑπὸ λαμπρότητος, ἀλλ’ ἤκουε παριὼν φωνὴν ὀξεῖαν γυναικὸς ἐν μέτρῳ φράζουσαν ἄλλα τινὰ καὶ χρόνον, ὡς ἔοικε, τῆς ἐκείνου τελευτῆς. ἔλεγε δ’ ὁ δαίμων τὴν φωνὴν εἶναι Σιβύλλης· ᾄδειν γὰρ αὐτὴν περὶ τῶν μελλόντων ἐν τῷ προσώπῳ τῆς σελήνης περιφερομένην. βουλόμενος οὖν ἀκροᾶσθαι πλείονα, τῇ ῥύμῃ τῆς σελήνης εἰς τοὐναντίον ὥσπερ ἐν ταῖς δίναις ἐξεώσθη καὶ βραχέα κατήκουσεν· ὧν ἦν καὶ τὸ περὶ τὸ Βέσβιον ὄρος καὶ τὴν Δικαιαρχείας ὑπὸ πυρὸς φθορὰν γενησομένην, καί τι κομμάτιον περὶ τοῦ τότε ἡγεμόνος ὡς [De sera 28c] ἐσθλὸς ἐὼν νούσῳ τυραννίδα λείψει. [De sera 30] μετὰ δὲ ταῦτα πρὸς τὴν θέαν τῶν κολαζομένων ἐτρέποντο. καὶ τὰ μὲν πρῶτα δυσχερεῖς καὶ οἰκτρὰς εἶχον ὄψεις μόνον· ἐπεὶ δὲ καὶ φίλοις καὶ οἰκείοις καὶ συνήθεσιν ὁ Θεσπέσιος οὐκ ἂν προσδοκήσας κολαζομένοις ἐνετύγχανεν, οἳ καὶ δεινὰ παθήματα καὶ τιμωρίας ἀσχήμονας καὶ ἀλγεινὰς ὑπομένοντες ᾠκτίζοντο πρὸς ἐκεῖνον καὶ ἀνεκλαίοντο· τέλος δὲ τὸν πατέρα τὸν ἑαυτοῦ κατεῖδεν ἔκ τινος βαράθρου στιγμάτων καὶ οὐλῶν μεστὸν ἀναδυόμενον, ὀρέγοντα τὰς χεῖρας αὐτῷ καὶ σιωπᾶν οὐκ ἐώμενον, ἀλλ’ ὁμολογεῖν ἀναγκαζόμενον ὑπὸ τῶν ἐφεστώτων ταῖς τιμωρίαις, ὅτι περὶ ξένους τινὰς μιαρὸς γενόμενος χρυσίον ἔχοντας, φαρμάκοις διαφθείρας καὶ ἐκεῖ διαλαθὼν ἅπαντας, ἐνταῦθ’ ἐξελεγχθείς, τὰ μὲν ἤδη πέπονθε τὰ δ’ ἄγεται πεισόμενος ἱκετεύειν μὲν ἢ παραιτεῖσθαι περὶ τοῦ πατρὸς οὐκ ἐτόλμα δι’ ἔκπληξιν καὶ δέος ὑποστρέψαι δὲ καὶ φυγεῖν βουλόμενος οὐκέτι τὸν πρᾶον ἐκεῖνον ἑώρα καὶ οἰκεῖον ξεναγόν, ἀλλ’ ὑφ’ ἑτέρων τινῶν φοβερῶν τὴν ὄψιν εἰς τὸ πρόσθεν ὠθούμενος ὡς ἀνάγκην οὖσαν οὕτω διεξελθεῖν, ἐθεᾶτο τῶν μὲν γνωρίμως πονηρῶν γενομένων καὶ κολασθέντων αὐτόθι τὴν σκιὰν οὐκέτ’ εἶναι χαλεπῶς οὐδ’ ὁμοίως τριβομένην, ἅτε δὴ περὶ τὸ ἄλογον καὶ παθητικὸν ἐπίπονον οὖσαν· [De sera 30b] ὅσοι δὲ πρόσχημα καὶ δόξαν ἀρετῆς περιβαλόμενοι διεβίωσαν κακίᾳ λανθανούσῃ, τούτους ἐπιπόνως καὶ, ὀδυνηρῶς ἠνάγκαζον ἕτεροι περιεστῶτες ἐκτρέπεσθαι τὰ ἐντὸς ἔξω τῆς ψυχῆς, ἰλυσπωμένους παρὰ φύσιν καὶ ἀνακαμπτομένους, ὥσπερ αἱ θαλάττιαι σκολόπενδραι καταπιοῦσαι τὸ ἄγκιστρον ἐκτρέπουσιν ἑαυτάς· ἐνίους δ’ ἀναδέροντες αὐτῶν καὶ ἀναπτύσσοντες ἀπεδείκνυσαν ὑπούλους καὶ ποικίλους, ἐν τῷ λογιστικῷ καὶ κυρίῳ τὴν μοχθηρίαν ἔχοντας. ἄλλας δ’ ἔφη ψυχὰς ἰδεῖν, ὥσπερ τὰς ἐχίδνας περιπεπλεγμένας σύνδυο καὶ σύντρεις καὶ πλείονας, ἀλλήλας ἐσθιούσας ὑπὸ μνησικακίας καὶ κακοθυμίας ὧν ἔπαθον ἐν τῷ ζῆν ἢ ἔδρασαν. [De sera 31] εἶναι δὲ καὶ λίμνας παρ’ ἀλλήλας, τὴν μὲν χρυσοῦ περιζέουσαν τὴν δὲ μολίβδου ψυχροτάτην ἄλλην δὲ τραχεῖαν σιδήρου· καί τινας ἐφεστάναι δαίμονας ὥσπερ οἱ χαλκεῖς ὀργάνοις ἀναλαμβάνοντας καὶ καθιέντας ἐν μέρει τὰς ψυχὰς τῶν δι’ ἀπληστίαν καὶ πλεονεξίαν πονηρῶν. ἐν μὲν γὰρ τῷ χρυσῷ διαπύρους καὶ διαφανεῖς ὑπὸ τοῦ φλέγεσθαι γενομένας ἐνέβαλλον εἰς τὴν τοῦ μολίβδου βάπτοντες· ἐκπαγείσας δ’ αὐτόθι καὶ γενομένας σκληρὰς ὥσπερ αἱ χάλαζαι, πάλιν εἰς τὴν τοῦ σιδήρου μεθίστασαν ἐνταῦθα δὲ μέλαιναί τε δεινῶς ἐγίγνοντο, καὶ περικλώμεναι διὰ σκληρότητα καὶ συντριβόμεναι τὰ εἴδη μετέβαλλον· εἶθ’ οὕτω πάλιν εἰς τὸν χρυσὸν ἐκομίζοντο, δεινάς, ὡς ἔλεγεν, ἐν ταῖς μεταβολαῖς ἀλγηδόνας ὑπομένουσαι. πάντων δὲ πάσχειν ἔλεγεν οἰκτρότατα τὰς ἤδη δοκούσας ἀφεῖσθαι τῆς δίκης, εἶτ’ αὖθις συλλαμβανομένας· αὗται δ’ ἦσαν, ὧν εἴς τινας ἐκγόνους; ἢ παῖδας ἡ ποινὴ περιῆλθεν. ὁπότε γάρ τις ἐκείνων ἀφίκοιτο καὶ περιτύχοι, προσέπιπτεν ὀργῇ καὶ κατεβόα καὶ τὰ σημεῖα τῶν παθῶν ἐδείκνυεν, ὀνειδίζουσα καὶ διώκουσα φεύγειν. καὶ ἀποκρύπτεσθαι βουλομένην οὐ δυναμένην δέ. ταχὺ γὰρ μετέθεον οἱ κολασταὶ πρὸς τὴν δίκην, καὶ ἐξ ἀρχῆς ἤπειγον ὀλοφυρομένας τῷ προγιγνώσκειν τὴν τιμωρίαν. ἐνίαις δὲ καὶ πολλὰς ἅμα τῶν ἐκγόνων ἔλεγε συνηρτῆσθαι, καθάπερ μελίττας ἢ νυκτερίδας ἀτεχνῶς ἐχομένας καὶ τετριγυίας ὑπὸ μνήμης καὶ ὀργῆς ὧν ἔπαθον δι’ αὐτάς. [De sera 32] ἔσχατα δ’ ὁρῶντος αὐτοῦ τὰς ἐπὶ δευτέραν γένεσιν τρεπομένας ψυχὰς εἴς τε ζῷα παντοδαπὰ καμπτομένας βίᾳ καὶ μετασχηματιζομένας ὑπὸ τῶν ταῦτα δημιουργούντων ὀργάνοις τισὶ καὶ πληγαῖς, τῶν μὲν ὅλα τὰ μέρη συνελαυνόντων, τὰ δ’ ἀποστρεφόντων, ἔνια δ’ ἐκλεαινόντων καὶ ἀφανιζόντων παντάπασιν, ὅπως ἐφαρμόσειεν ἑτέροις ἤθεσι καὶ βίοις· ἐν ταύταις φανῆναι τὴν Νέρωνος ψυχὴν τά, τ’ ἄλλα κακῶς ἔχουσαν ἤδη καὶ διαπεπαρμένην ἥλοις διαπύροις. προκεχειρισμένων δὲ καὶ ταύτῃ τῶν δημιουργῶν Πινδαρικῆς ἐχίδνης εἶδος, ἐν ᾧ κυηθεῖσαν καὶ διαφαγοῦσαν τὴν μητέρα βιώσεσθαι, φῶς ἔφασκεν ἐξαίφνης διαλάμψαι μέγα, καὶ φωνὴν ἐκ τοῦ φωτὸς γενέσθαι προστάττουσαν εἰς ἄλλο γένος ἡμερώτερον μεταβαλεῖν, ᾠδικόν τι μηχανησαμένους περὶ ἕλη καὶ λίμνας ζῷον· ὧν μὲν γὰρ ἠδίκησε δεδωκέναι δίκας· ὀφείλεσθαι δέ τι καὶ χρηστὸν αὐτῷ παρὰ θεῶν, ὅτι τῶν ὑπηκόων τὸ βέλτιστον καὶ θεοφιλέστατον γένος ἠλευθέρωσε, τὴν Ἑλλάδα. μέχρι μὲν οὖν τούτων εἶναι θεατής· ὡς δ’ ἀναστρέφειν ἔμελλεν, ἐν παντὶ κακῷ γενέσθαι διὰ φόβον, γυναῖκα γάρ τινα λαβομένην αὐτοῦ θαυμαστὴν τὸ εἶδος καὶ τὸ μέγεθος, δεῦρο δή εἰπεῖν οὗτος, ὅπως ἕκαστα μᾶλλον μνημονεύσῃς. καί τι ῥαβδίον, ὥσπερ οἱ ζωγράφοι, διάπυρον προσάγειν, ἑτέραν δὲ κωλύειν. αὐτὸν δ’ ὥσπερ ὑπὸ σύριγγος ἐξαίφνης σπασθέντα πνεύματι νεανικῷ σφόδρα καὶ βιαίῳ τῷ σώματι προσπεσεῖν καὶ ἀναβλέψαι σχεδὸν ὑπ’ αὐτοῦ τοῦ μνήματος. ## Περὶ εἱμαρμένης [De fato 0] τὰ περὶ τῆς εἱμαρμένης δοκοῦνθ’ ἡμῖν, ὡς οἷόν τε σαφῶς καὶ συντόμως πειράσομαι ἐπιστεῖλαί σοι, φίλτατε Πείσων, ἐπειδὴ σὺ τοῦτ’ ἠξίωσας οὐκ ἀγνοῶν ἣν ἔχω πρὸς τὸ γράφειν εὐλάβειαν. [De fato 1] πρῶτον τοίνυν ἴσθι, ὅτι εἱμαρμένη διχῶς καὶ λέγεται καὶ νοεῖται· ἡ μὲν γάρ ἐστιν ἐνέργεια ἡ δ’ οὐσία. [De fato 1b] πρῶτον μὲν οὖν ἐνέργειαν τύπῳ ὑπέγραψεν ὁ Πλάτων ἔν τε τῷ Φαίδρῳ λέγων θεσμός τε Ἀδραστείας ὅδε, ἥτις ἂν ψυχὴ θεῷ ξυνοπαδὸς γενομένη· ἐν δὲ τῷ Τιμαίῳ νόμους οὓς ἐπὶ τῇ τοῦ παντὸς φύσει ὁ θεὸς εἶπε ταῖς ἀθανάτοις ψυχαῖς· ἐν δὲ τῇ Πολιτείᾳ ἀνάγκης θυγατρὸς κόρης Λαχέσεως λόγον φησὶν εἶναι τὴν εἱμαρμένην, οὐ τραγικῶς ἀλλὰ θεολογικῶς τὸ ἀρέσκον αὑτῷ ἀποφαινόμενος. εἰ δὲ κοινότερον ἐθέλοι τις ταῦτα μεταλαβὼν ὑπογράψαι, ὡς μὲν ἐν Φαίδρῳ λέγοιτ’ ἂν ἡ εἱμαρμένη λόγος θεῖος ἀπαράβατος δι’ αἰτίαν ἀνεμπόδιστον· ὡς δ’ ἐν τῷ Τιμαίῳ νόμος ἀκόλουθος τῇ τοῦ παντὸς φύσει, καθ’ ὃν διεξάγεται τὰ γιγνόμενα. τοῦτο γὰρ ἐκεῖ ἡ Λάχεσις ἐργάζεται, ἡ τῆς Ἀνάγκης ἀληθῶς θυγάτηρ, ὡς καὶ πρότερον παρελάβομεν καὶ ὕστερον ἔτι μᾶλλον εἰσόμεθ’ ἐν τοῖς κατὰ σχολὴν λόγοις. ἥδε μὲν οὖν ἡ κατ’ ἐνέργειαν εἱμαρμένη. [De fato 2] ἡ δὲ κατ’ οὐσίαν ἔοικεν εἶναι σύμπασ’ ἡ τοῦ κόσμου ψυχὴ τριχῇ διανεμηθεῖσα, εἴς τε τὴν ἀπλανῆ μοῖραν καὶ εἰς τὴν πλανᾶσθαι νομιζομένην, καὶ τρίτην τὴν ὑπουράνιον τὴν περὶ γῆν ὑπάρχουσαν ὧν μὲν ἀνωτάτω Κλωθὼ προσαγορεύεται, ἡ δὲ μετ’ αὐτὴν Ἄτροπος, ἡ κατωτάτω δ’ αὖ Λάχεσις, δεχομένη μὲν τὰς οὐρανίας τῶν ἀδελφῶν ἐνεργείας, συμπλέκουσα δὲ καὶ διαδιδοῦσα ταύτας εἰς τὰ ἐπ’ αὐτῆς τεταγμένα τὰ ἐπίγεια. [De fato 2b] δυνάμει μὲν οὖν εἴρηται, ὁποῖα χρὴ λέγεσθαι περὶ τῆς κατ’ οὐσίαν εἱμαρμένης· καὶ γὰρ ἥτις ἐστὶ καὶ πόση τις καὶ ὁποία καὶ ὅπως τέτακται καὶ ὅπως ἔχει αὐτή τε πρὸς ἑαυτὴν καὶ δὴ καὶ πρὸς ἡμᾶς, ὡς ἐν ἐπιτομῇ εἴρηται· τὰ δὲ καθ’ ἕκαστα περὶ τούτων ὁ ἕτερος μῦθος ὁ ἐν τῇ Πολιτείᾳ μετρίως αἰνίττεται, καὶ ἡμεῖς εἰς δύναμίν σοι ταῦτ’ ἐπειράθημεν ἐξηγήσασθαι. [De fato 3] πάλιν γε μὴν τὴν κατ’ ἐνέργειαν εἱμαρμένην ἀναλαβόντες λέγωμεν περὶ γὰρ ταῦτα τὰ πολλὰ ζητήματα φυσικά τε καὶ ἠθικὰ καὶ διαλεκτικὰ τυγχάνει ὄντα. τίς μὲν οὖν ἐστιν, ἐπιεικῶς ἀφώρισται· ὁποία δ’ ἐστίν, ἑξῆς ῥητέον, εἰ καὶ πολλοῖς ἄτοπον φαίνεται. [De fato 3b] ἀπείρων γὰρ ἐξ ἀπείρου καὶ εἰς ἄπειρον ὄντων τῶν γιγνομένων, τὰ πάντα περιβαλοῦσ’ ἐν κύκλῳ ἡ εἱμαρμένη οὐκ ἄπειρος; ἀλλὰ πεπερασμένη ἐστίν οὔτε γὰρ νόμος οὔτε λόγος οὔτε τι θεῖον ἄπειρον ἂν εἴη. ἔτι δ’ ἂν μάθοις τὸ λεγόμενον, νοήσας τήν ὅλην περίοδον καὶ τὸν σύμπαντα χρόνον, ὅταν τῶν ὀκτὼ περιόδων ὥς φησιν ὁ Τίμαιος τὰ πρὸς ἄλληλα συμπερανθέντα τάχη σχῇ κεφαλήν, τῷ τοῦ ταὐτοῦ καὶ ὁμοίως ἰόντος ἀναμετρηθέντα κύκλῳ. ἐν γὰρ τούτῳ τῷ λόγῳ ὡρισμένῳ τ’ ὄντι καὶ θεωρουμένῳ πάνθ’ ὅσα τε κατ’ οὐρανὸν ἃ τ’ ἐπὶ τὴν γῆν ἐξ ἀνάγκης ἄνωθεν συνίσταται, πάλιν μὲν εἰς ταὐτὸ καταστήσεται, πάλιν δ’ ἐξ ἀρχῆς ὅλα κατὰ ταὐτὰ ὡσαύτως ἀποδοθήσεται. μόνη γοῦν ἡ κατ’ οὐρανὸν σχέσις αὐτή τε πρὸς ἑαυτὴν κατὰ πάντα τεταγμένη πρός τε τὴν γῆν καὶ πρὸς τὰ ἐπίγεια πάντα διὰ μακρῶν περιόδων πάλιν ἐπανήξει ποτέ· αἵ τε μετ’ αὐτὴν ἐφεξῆς καὶ ἐχόμεναι ἀλλήλαις ἐχομένως παρέσονται, ἑκάστη τὰ αὑτῆς ἐξ ἀνάγκης φέρουσαι. ἔστω δὲ πρὸς τὸ σαφὲς τῶν περὶ ἡμᾶς νῦν ὄντων, ὅτι οὐ συμβαίνει ἀπὸ τῶν οὐρανίων, ὡς πάντων αἰτιῶν ὄντων, καὶ τὸ ἐμὲ γράφειν νυνὶ τάδε καὶ ὡδὶ σέ τε πράττειν ἅπερ καὶ ὅπως τυγχάνεις πράττων· πάλιν τοίνυν ἐπειδὰν ἡ αὐτὴ ἀφίκηται αἰτία, ταὐτὰ καὶ ὡσαύτως οἱ αὐτοὶ γενόμενοι πράξομεν. οὕτω δὲ καὶ πάντες ἄνθρωποι καὶ τὰ γ’ ἑξῆς κατὰ τὴν ἑξῆς αἰτίαν γενήσεται καὶ πραχθήσεται, καὶ πάνθ’ ὅλα καὶ κατὰ μίαν τὴν ὅλην περίοδον καὶ καθ’ ἑκάστην τῶν ὅλων ὡσαύτως ἀποδοθήσεται. φανερὸν τοίνυν ἤδη ὅ τι ἔφαμεν, τὴν εἱμαρμένην ἄπειρον τρόπον τινὰ οὖσαν μὴ ἄπειρον εἶναι, καὶ τό γε ῥηθέν, ὅτι κύκλος τίς ἐστι, μετρίως που κατῶπται· ὡς γὰρ καὶ ἡ τοῦ κύκλου κίνησις ὅ τε ταύτην παραμετρῶν χρόνος κύκλος τίς ἐστιν, οὕτω καὶ τῶν κατὰ κύκλον γιγνομένων ὁ λόγος κύκλος ἂν νομισθείη. [De fato 4] σχεδὸν μὲν οὖν καὶ τοῦτο δηλοῖ, ὁποῖόν τι τυγχάνει ἡ εἱμαρμένη, πλὴν οὐχ ἥ γε κατὰ μέρος οὐδ’ ἡ καθ’ ἕκαστα. ποία τις οὖν καὶ ἥδε κατ’ αὖ τόδε τὸ εἶδος τοῦ λόγου; ἔστι τοίνυν, ὡς ἄν τις εἰκάσαι, οἷος ὁ πολιτικὸς νόμος ὃς πρῶτον μὲν τὰ πλεῖστα, εἰ καὶ μὴ πάντα, ἐξ ὑποθέσεως προστάττει· ἔπειτα μὴν καθόλου τὰ πόλει προσήκοντα εἰς δύναμιν περιλαμβάνει. [De fato 4b] πάλιν δὲ τούτων ἑκάτερον ὁποῖον τί ἐστι, σκεπτέον. [De fato 4c] ἀκολούθως τοίνυν ὁ πολιτικὸς νόμος περὶ τ’ ἀριστέως καὶ λιποτάκτου διαλέγεται καὶ περὶ τῶν ἄλλων ὡσαύτως· ἀλλ’ οὐ περὶ τοῦδ’ ἢ τοῦδ’ νόμιμόν ἐστιν, ἀλλὰ τὰ μὲν καθόλου προηγουμένως, τὰ δ’ ὑποπίπτοντα τούτων ἑπομένως. καὶ γὰρ τὸ τιμῆσαι τόνδε τινὰ ἠριστευκότα καὶ τὸ κολάσαι τόνδε τινὰ λιποτακτήσαντα νόμιμον ἂν φήσαιμεν, ὡς δυνάμει καὶ περὶ τούτων διατεταγμένου τοῦ νόμου· ὃν τρόπον ὁ ἰατρικὸς καὶ ὁ γυμναστικὸς ὡς εἰπεῖν νόμος δυνάμει τὰ καθ’ ἕκαστα τοῖς ὅλοις συμπεριλαμβάνει· οὕτω δὲ καὶ ὁ τῆς φύσεως νόμος τὰ μὲν καθόλου προηγουμένως, τὰ δὲ καθ’ ἕκαστα ἑπομένως. ἔστι θ’ εἱμαρμένα τρόπον τινὰ καὶ ταῦτα, ὄντ’ ἐκείνοις συνειμαρμένα, τάχα δ’ ἄν τις τῶν ἄγαν ἀκριβολογουμένων τὰ τοιαῦτα καί τοὐναντίον φαίη προηγούμενα συντετάχθαι τὰ καθ’ ἕκαστα, εἶναί τε τούτων ἕνεκα καὶ τὸ καθόλου, προηγεῖσθαι δὲ τῶν ἕνεκά του τὸ οὗ ἕνεκα. ἀλλὰ περὶ μέν τούτων ἐν ἄλλοις σκεπτέον. ὅτι δ’ οὐ πάντα καθαρῶς οὐδὲ διαρρήδην ἡ εἱμαρμένη περιέχει ἀλλ’ ὅσα καθόλου, τοῦτο δὴ ἐν τῷ παρόντι ῥηθὲν πρός τε τὸν ἑξῆς λόγον καὶ τὸν ὀλίγον ἔμπροσθεν χώραν ἔχει. τὸ μὲν γὰρ ὡρισμένον οἰκεῖον τῇ θείᾳ φρονήσει ἐν τῷ καθόλου μᾶλλον θεωρεῖται· τοιοῦτο καὶ ὁ θεῖος νόμος, ὁ μέντοι γε πολιτικός, τὸ δ’ ἄπειρον ἐν τῷ καθ’ ἕκαστα μετὰ δὴ ταῦτα, οἷον μέν ἐστιν ἐξ ὑποθέσεως· [De fato 4d] ὅτι δὲ τοιοῦτον καὶ ἡ εἱμαρμένη, οἰέσθω. [De fato 4e] ἐξ ὑποθέσεως δὴ ἔφαμεν τὸ μὴ καθ’ ἑαυτὸ τιθέμενον, ἀλλά πως ἑτέρῳ τινὶ ὡς ἀληθῶς ὑποτεθέν, ὁπόσα ἀκολουθίαν σημαίνει. θεσμός τε Ἀδραστείας ὅδε· ἥτις ἂν ψυχὴ συνοπαδὸς γενομένη κατίδῃ τι τῶν ἀληθῶν, μέχρι τῆς ἑτέρας περιόδου εἶναι ἀπήμονα· κἂν ἀεὶ δύνηται τοῦτο ποιεῖν, ἀεὶ ἀβλαβῆ εἶναι. τοιοῦτον μὲν δὴ τὸ ἐξ ὑποθέσεως ἅμα καὶ καθόλου. ὅτι δὲ καὶ ἡ εἱμαρμένη τοιοῦτον τυγχάνει ὄν, ἔκ τε τῆς οὐσίας αὐτῆς καὶ ἐκ τῆς προσηγορίας δῆλον. εἱμαρμένη τε γὰρ προσαγορεύεται ὡς ἂν εἰρομένη τις· θεσμὸς δὲ καὶ νόμος ὑπάρχει τῷ τὰ ἀκόλουθα τοῖς γιγνομένοις πολιτικῶς διατετάχθαι. [De fato 5] ἑξῆς δὲ σκεπτέον καὶ τὰ κατὰ τὸ πρός τι, πῶς μὲν πρὸς τὴν πρόνοιαν ἡ εἱμαρμένη· ἔχει, πῶς δὲ πρὸς τὴν τύχην καὶ τὸ γ’ ἐφ’ ἡμῖν καὶ τὸ ἐνδεχόμενον καὶ ὅσα τοιαῦτα· πρὸς δὲ τούτῳ διωρίσθω, πῆ μὲν ἀληθὲς πῆ δὲ ψεῦδος τὸ πάντα καθ’ εἱμαρμένην. [De fato 5b] εἰ μὲν οὖν τὸ ἐν τῇ εἱμαρμένῃ πάντα περιέχεσθαι δηλοῖ, συγχωρητέον εἶναι ἀληθές· εἴθ’ ὅσα περὶ ἀνθρώπους εἴτε περὶ γῆν ἅπαντα εἴτε κατ’ οὐρανὸν γιγνόμενα, βούλεταί τις ἐν τῇ εἱμαρμένῃ τίθεσθαι, καὶ ταῦθ’ ὡς πρὸς τὸ παρὸν συγκεχωρήσθω. εἰ δ’, ὅπερ καὶ μᾶλλον ἐμφαίνει, τὸ καθ’ εἱμαρμένην οὐχ ἅπαντα, ἀλλ’ αὐτὸ μόνον τὸ ἑπόμενον αὐτῷ σημαίνει, οὐ πάντα ῥητέον καθ’ εἱμαρμένην. οὐδὲ γὰρ νόμιμα οὐδὲ κατὰ νόμον πάνθ’ ὁπόσα περιείληφεν ὁ νόμος· καὶ γὰρ προδοσίαν καὶ λιποταξίαν καὶ μοιχείαν καὶ πολλὰ ἕτερα τοιαῦτα περιλαμβάνει, ὧν οὐδὲν ἄν τις εἴποι νόμιμον· ὁπότ’ οὐδὲ τὸ ἀριστεῦσαι ἢ τυραννοκτονῆσαι ἤ τι ἄλλο κατορθῶσαι φαίην ἂν ἔγωγε νόμιμον. τὸ μὲν γὰρ δὴ νόμιμον πρόσταγμα νόμου ἐστί· τὸ δ’ εἴπερ ὁ νόμος προστάττει, πῶς οὐκ ἂν ἀπειθοῖεν καὶ παρανομοῖεν οἵ γε μὴ ἀριστεύοντες καὶ τυραννοκτονοῦντες καὶ ὅσοι τὰ τοιαῦτα μὴ κατορθοῦσιν; ἢ πῶς, εἰ παράνομοι οἵδε, οὐ δίκαιον κολάζειν τοὺς τοιούτους; εἴ γε μὴν ταῦτα λόγον οὐκ ἔχει, μόνα ῥητέον νόμιμά τε καὶ κατὰ νόμον τὰ ὑπὸ τοῦ νόμου ὁρισθέντ’ ἐπὶ τοῖς ὁπωσοῦν πραττομένοις· μόνα δ’ εἱμαρμένα καὶ καθ’ εἱμαρμένην τὰ ἀκόλουθα τοῖς ἐν τῇ θείᾳ διατάξει προηγησαμένοις. ὥστε πάντα μὲν τὰ γιγνόμεν’ ἡ εἱμαρμένη περιλαμβάνει, πολλὰ δὲ τῶν ἐν αὐτῇ καὶ σχεδὸν ὅσα προηγεῖται οὐκ ὀρθὸν λέγειν καθ’ εἱμαρμένην. [De fato 6] τούτων δ’ οὕτως ἐχόντων, ἑξῆς ῥητέον, ὡς τὸ γ’ ἐφ’ ἡμῖν καὶ ἡ τύχη τό τε δυνατὸν καὶ τὸ ἐνδεχόμενον καὶ τὰ τούτων συγγενῆ ταχθέντα ἐν τοῖς προηγουμένοις αὐτά τε σῴζοιτ’ ἂν καὶ τὴν εἱμαρμένην σῴζοι. ἡ μὲν γὰρ εἱμαρμένη πάντα περιέχει καθάπερ καὶ δοκεῖ· τὰ δ’ οὐκ ἐξ ἀνάγκης γενήσεται, ἀλλ’ ἕκαστον αὐτῶν οἷον καὶ πέφυκεν εἶναι. [De fato 6b] πέφυκε δὲ τὸ δυνατὸν ὡς γένος προϋφεστάναι τοῦ ἐνδεχομένου· τὸ δ’ ἐνδεχόμενον ὡς ὕλη τῶν ἐφ’ ἡμῖν προϋποκεῖσθαι· τὸ δ’ ἐφ’ ἡμῖν ὡς κύριον χρῆσθαι τῷ ἐνδεχομένῳ· ἡ δὲ τύχη παρεμπίπτει τῷ ἐφ’ ἡμῖν διὰ τὴν ἐφ’ ἑκάτερα ῥοπὴν τοῦ ἐνδεχομένου. μάθοις δ’ ἂν τὸ λεγόμενον σαφῶς ἐννοήσας, ὡς τὸ γιγνόμενον ἅπαν καὶ ἡ γένεσις αὐτὴ οὐ δίχα δυνάμεως, ἡ δὲ δύναμις οὐκ ἄνευ οὐσίας, οἷον ἀνθρώπου εἴτε γένεσις εἴτε γενητὸν οὐκ ἄνευ τῆς δυνάμεως, αὕτη δὲ περὶ ἄνθρωπον, οὐσία δ’ ὁ ἄνθρωπος. ἀπὸ δὲ τῆς δυνάμεως μεταξὺ οὔσης, ἡ μὲν οὐσία δυνάμενον, ἡ δὲ γένεσις καὶ τὸ γιγνόμενον ἄμφω δυνατά. τριῶν τοίνυν τούτων, δυνάμεως καὶ δυναμένου καὶ δυνατοῦ, δυνάμεως μὲν ὡς τὸ εἶναι προϋπόκειται τὸ δυνάμενον, δυνατοῦ δ’ ἡ δύναμις προϋφίσταται. σαφὲς μὲν οὖν καὶ οὕτω τὸ δυνατόν· τύπῳ δ’ ἂν ἀφορισθείη κοινότερον μὲν τὸ κατὰ δύναμιν πεφυκὸς γίγνεσθαι, κυριώτερον δὲ ταὐτὸ τοῦτο, ὁπόταν μηδὲν ἔξωθεν ἔχῃ πρὸς τὸ γίγνεσθαι ἐμποδών. [De fato 6c] τῶν δὲ δυνατῶν τὰ μὲν οὐκ ἂν κωλυθείη ποτέ, ὥσπερ τὰ κατ’ οὐρανόν, ἀνατολαὶ καὶ δύσεις καὶ τὰ τούτοις παραπλήσια· τὰ δ’ οἷά τε κωλυθῆναί ἐστιν, ὡς πολλὰ μὲν τῶν ἀνθρωπίνων πολλὰ δὲ καὶ τῶν μεταρσίων. τὰ μὲν οὖν πρότερ’ ὡς ἐξ ἀνάγκης γιγνόμεν’ ἀναγκαῖα προσαγορεύεται, ἃ δέ πως τοὐναντίον ἐπιδέχεται ἐνδεχόμενα. ἀφορίζοιτο δ’ ἂν καὶ ταῦτα· τὸ μὲν ἀναγκαῖον δυνατὸν τὸ ἀντικείμενον ἀδυνάτῳ, τὸ δ’ ἐνδεχόμενον δυνατόν, οὗ καὶ τὸ ἀντικείμενον δυνατόν. τὸ μὲν γάρ καταδῦναι τὸν ἥλιον ἀναγκαῖον θ’ ἅμα καὶ δυνατόν, ἀντίκειται δ’ ἀδύνατον τὸ μὴ καταδῦναι· τὸ δὲ καταδύντος ἡλίου ὄμβρον γενέσθαι καὶ μὴ γενέσθαι, ἀμφότερα δυνατὰ καὶ ἐνδεχόμενα. [De fato 6d] πάλιν δὲ καὶ ἐπὶ τοῦ ἐνδεχομένου, τὸ μὲν ὡς ἐπὶ τὸ πολύ, τὸ δ’ ὡς ἐπ’ ἔλαττον, τὸ δ’ ὡς ἐπίσης καὶ ὁπότερον ἔτυχεν· τοῦτο μὲν φανερὸν ὡς αὐτὸ αὑτῷ ἀντιτέτακται, τὸ δὲ ὡς ἐπὶ τὸ πολὺ καὶ ἐπ’ ἔλαττον ἀλλήλοις· καὶ ταῦτα μὲν ἐπὶ τῇ φύσει τὸ πλεῖστον, ἐφ’ ἡμῖν τε τὸ ἐπίσης. τὸ μὲν γὰρ ὑπὸ κύνα καῦμ’ ἢ ψῦχος, ὧν τὸ μὲν ὡς ἐπὶ τὸ πολὺ τὸ δ’ ὡς ἐπ’ ἔλαττον, τῇ φύσει ἄμφω ὑποτέτακται· τὸ δὲ περιπατεῖν καὶ μὴ καὶ ὅσα τοιαῦτα, ὧν ἑκάτερον ἐπὶ τῇ ἀνθρωπίνῃ ὁρμῇ ὑποτέτακται, ὃ δὴ ἐφ’ ἡμῖν καὶ κατὰ προαίρεσιν λέγεται. γενικώτερον δὲ μᾶλλον τὸ ἐφ’ ἡμῖν· δύο γὰρ εἶναι εἴδη, τὸ τ’ ἐκ πάθους καὶ θυμοῦ ἢ ἐπιθυμίας, τὸ τ’ ἐξ ἐπιλογισμοῦ ἢ διανοίας, ὅπερ ἤδη κατὰ προαίρεσιν ἄν τις εἴποι. ἔχει δὲ λόγον μὴ τὸ δυνατὸν καὶ ἐνδεχόμενον τοῦτο, ὅπερ καθ’ ὁρμὴν καὶ ἐφ’ ἡμῖν εἴρηται, μὴ ταὐτὸ κατ’ ἄλλο λέγεται. κατὰ μὲν γὰρ τὸ μᾶλλον δυνατόν τε καὶ ἐνδεχόμενον, κατὰ δὲ τὸ παρὸν ἐφ’ ἡμῖν τε καὶ καθ’ ὁρμήν. ἀφορίζοιτο δ’ ἂν ὧδε· τὸ μὲν ἐνδεχόμενον ὅπερ αὐτό τε καὶ τὸ ἀντικείμενον, τὸ δ’ ἐφ’ ἡμῖν θάτερον μέρος τοῦ ἐνδεχομένου τὸ κατὰ τὴν ἡμετέραν ὁρμὴν ἤδη γιγνόμενον. [De fato 6e] ὅτι μὲν οὖν τὸ δυνατὸν τοῦ ἐνδεχομένου πρότερον τῇ φύσει τὸ δ’ ἐνδεχόμενον τοῦ ἐφ’ ἡμῖν προϋφίσταται, καὶ οἷον αὐτῶν τυγχάνει ὂν ἕκαστον καὶ πόθεν ὀνομάζεται καὶ τά γε παρακείμενα αὐτοῖς, σχεδὸν εἴρηται. [De fato 7] περὶ δὲ τῆς τύχης καὶ τοῦ αὐτομάτου καὶ εἴ τι παρὰ ταῦτα θεωρεῖται, νῦν ἡμῖν λεκτέον. [De fato 7b] αἴτιον μὲν δή τι ἡ τύχη. τῶν δ’ αἰτίων τὰ μὲν καθ’ αὑτά, τὰ δὲ κατὰ συμβεβηκός· οἷον οἰκίας ἢ νεὼς καθ’ αὑτὸ μὲν αἴτιον τὸ οἰκοδομικὸν καὶ τὸ ναυπηγικόν, κατὰ συμβεβηκὸς δὲ τὸ μουσικὸν ἢ γεωμετρικόν, καὶ πᾶν ὅ τι ἂν τῷ οἰκοδομικῷ ἢ ναυπηγικῷ εἴδει συμβεβήκῃ, εἴτε κατὰ σῶμα εἴτε κατὰ ψυχὴν εἴτε κατὰ τὰ ἐκτός. ὅθεν καὶ δῆλον, ὡς τὸ καθ’ αὑτὸ ὡρισμένον καὶ ἕν, τὸ δὲ κατὰ συμβεβηκὸς οὐχ ἕν τε καὶ ἀόριστον πολλὰ γὰρ καὶ ἄπειρα τῷ ἑνὶ ὑπάρχει παντάπασιν ἀλλήλων διαφέροντα. τὸ μέντοι κατὰ συμβεβηκός, ὅταν μὴ μόνον ἐν τοῖς ἕνεκά του γίγνηται, ἀλλὰ καὶ ἐν οἷς ἡ προαίρεσις, τότε δὴ καὶ τὸ ἀπὸ τύχης προσαγορεύεται· οἷον τὸ εὑρεῖν χρυσίον σκάπτονθ’ ἵνα φυτεύσῃ, ἢ παθεῖν τι ἢ δρᾶσαι τῶν παρὰ τὸ ἔθος φεύγοντ’ ἢ διώκοντ’ ἢ ἄλλως βαδίζοντ’ ἢ αὐτὸ μόνον ἐπιστραφέντ’ οὐ τούτου ἕνεκα, ὅπερ συνέπεσεν, ἀλλ’ ἑτέρου τινὸς χάριν. διὸ καὶ ἀπρονόητον αἰτίαν καὶ ἄδηλον ἀνθρωπίνῳ λογισμῷ τὴν τύχην ἀπέδοσαν· τῶν παλαιῶν ἔνιοι. κατὰ δὲ τοὺς ἀπὸ Πλάτωνος ἔγγιον ἔτι προσιόντας αὐτῇ τῷ λόγῳ, οὕτως ἀφώρισται ἡ τύχη, αἰτία κατὰ συμβεβηκὸς τῶν ἕνεκά του ἐν τοῖς κατὰ προαίρεσιν ἔπειτ’ ἤδη καὶ τὸ ἀπρονόητον καὶ τὸ ἄδηλον ἀνθρωπίνῳ λογισμῷ προστιθέασι· καίτοι γε κατὰ ταὐτὰ καὶ τὸ σπάνιον καὶ παράλογον ἐμφαίνεται τῷ κατὰ συμβεβηκός· οἷον δ’ ἐστὶ τοῦτο, εἰ καὶ μὴ ἐκ τῶν ἄρτι ῥηθέντων, ἀλλ’ ἔκ γε τῶν ἐν τῷ Φαίδωνι γεγραμμένων, σαφέστατα προσπίπτει. γέγραπται δ’ ὧδε· οὐδὲ τὰ περὶ τῆς δίκης ἆρα ἐπύθοντο ὃν τρόπον ἐγένετο; ναί· ταῦτα μὲν ἡμῖν ἤγγειλέ τις· καὶ ἐθαυμάζομέν γε, ὅτι πάλαι γενομένης; αὐτῆς ὕστερον φαίνεται ἀποθανών τί ἦν τοῦτο, ὦ Φαίδων; τύχη τις αὐτῷ, ὦ Ἐχέκρατες, συνέβη· ἔτυχε γὰρ τῇ προτεραίᾳ τῆς δίκης ἡ πρύμνα ἐστεμμένη τοῦ πλοίου, ὃ εἰς Δῆλον Ἀθηναῖοι πέμπουσιν ἐν γὰρ τούτοις τὸ συνέβη οὐκ ἀντὶ τοῦ γέγονεν ἀκουστέον, ἀλλὰ πολὺ μᾶλλον ἐκ συνδρομῆς τινος αἰτίων ἀπέβη, ἄλλου πρὸς ἄλλο γεγονότος. ὁ μὲν γὰρ ἱερεὺς ἔστεφε τὸ πλοῖον ἄλλου χάριν ἀλλ’ οὐ Σωκράτους· οἱ δὲ δι’ ἕτερον κατεψηφίσαντ’ αὐτοῦ· αὐτὸ δὲ τὸ ἀποβὰν παράλογον καὶ τοιοῦτον ἀπέβη, οἷον κἂν ἐκ προνοίας ἐγεγόνει ἤτοι ἀνθρωπίνου τινὸς ἢ τῶν ἔτι κρειττόνων. [De fato 7c] καὶ περὶ μὲν τῆς τύχης; ταῦθ’ ἱκανὰ … ὡς συνυφίστασθαι ἀνάγκη, τὸ μὲν ἀπ’ αὐτοῦ παρωνύμως; καὶ τοῦ ἐφ’ ἡμῖν προϋποκεῖσθαι ἐλέχθη. τὸ δ’ αὐτόματον ἐπὶ πλεῖον τῆς τύχης· εἰ γὰρ καὶ αὐτὴν περιλαβὸν ἔχει καὶ πολλὰ τῶν ἄλλοτ’ ἄλλως συμπίπτειν πεφυκότων. ἔστι δὲ κατ’ ὄνομα, ὅπερ αὐτόματον λέγεται τὸ πεφυκὸς ἄλλου ἕνεκα, ὅταν μὴ ἐκεῖνο παρ’ … ἐπεφύκει· οἷον δοκεῖ τὸ ὑπὸ κύνα ψῦχος. ποτὲ γὰρ ψῦχος οὐ μάτην, οὐδὲ … τὸ δ’ ὅλον, ὡς τὸ ἐφ’ ἡμῖν μέρος τοῦ ἐνδεχομένου, οὕτως ἡ τύχη τοῦ αὐτομάτου. ἔστι δ’ ἑκατέρου ἑκατέρου σύμπτωμα, τὸ μὲν αὐτόματον τοῦ ἐνδεχομένου· ἡ δὲ τύχη τοῦ ἐφ’ ἡμῖν, καὶ τούτου οὐχ ἅπαντος, ἀλλ’ ὅπερ ἂν καὶ κατὰ προαίρεσιν ᾖ, ὡς προείρηται. διὸ καὶ τὸ μὲν αὐτόματον κοινὸν ἐμψύχων τε καὶ ἀψύχων· ἡ δὲ τύχη ἀνθρώπου ἴδιον ἤδη πράττειν δυναμένου. τεκμήριον δέ, ὅτι τὸ εὐτυχεῖν καὶ εὐδαιμονεῖν ταὐτὰ εἶναι δοξάζεται· ἡ δὲ εὐδαιμονία εὐπραξία τις ἡ δ’ εὐπραξία περὶ μόνον καὶ τέλειον ἄνθρωπον. [De fato 8] καὶ τὰ μὲν ἐντὸς τῆς εἱμαρμένης; τοιαῦτα, τὸ τ’ ἐνδεχόμενον καὶ δυνατόν, ἥ τε προαίρεσις καὶ τὸ ἐφ’ ἡμῖν, ἥ τε τύχη καὶ τὸ αὐτόματον, τά τε παρακείμεν’ αὐτοῖς ὧν καὶ τὸ τάχα καὶ τὸ ἴσως· ἃ δὴ πάντα περιέχει μὲν ἡ εἱμαρμένη, οὐδὲν δ’ αὐτῶν ἐστι καθ’ εἱμαρμένην. λοιπὸν δ’ ἂν εἴη καὶ περὶ προνοίας εἰπεῖν, ὡς αὐτή γε περιείληφε τὴν εἱμαρμένην. [De fato 9] ἔστιν οὖν πρόνοια ἡ μὲν ἀνωτάτω καὶ πρώτη τοῦ πρώτου θεοῦ νόησις, εἴτε καὶ βούλησις οὖσα εὐεργέτις ἁπάντων, καθ’ ἣν πρώτως ἕκαστα τῶν θείων διὰ παντὸς ἄριστά τε καὶ κάλλιστα κεκόσμηται. ἡ δὲ δευτέρα δευτέρων θεῶν τῶν κατ’ οὐρανὸν ἰόντων, καθ’ ἣν τά τε θνητὰ γίγνεται τεταγμένως καὶ ὅσα πρὸς διαμονὴν καὶ σωτηρίαν ἑκάστων τῶν γενῶν. τρίτη δ’ ἂν εἰκότι ῥηθείη πρόνοιά τε καὶ προμήθεια τῶν ὅσοι περὶ γῆν δαίμονες τεταγμένοι τῶν ἀνθρωπίνων πράξεων φύλακές τε καὶ ἐπίσκοποί εἰσι. τριττῆς τοίνυν τῆς προνοίας θεωρουμένης, κυριώτατα δὲ καὶ μάλιστα τῆς πρώτης λεγομένης, οὐκ ἂν ὀκνήσαιμεν εἰπεῖν, εἰ καὶ φιλοσόφοις ἀνδράσι τἀναντία λέγειν δόξαιμεν, ὡς πάντα μὲν καθ’ εἱμαρμένην καὶ κατὰ πρόνοιαν οὐ μὴν καὶ κατὰ φύσιν· ἀλλ’ ἔνια μὲν κατὰ πρόνοιαν καὶ ἄλλα γε κατ’ ἄλλην, ἔνια δὲ καθ’ εἱμαρμένην· [De fato 9b] καὶ ἡ μὲν εἱμαρμένη πάντως κατὰ πρόνοιαν, ἡ δὲ πρόνοια οὐδαμῶς καθ’ εἱμαρμένην. ἔστω δ’ ὁ λόγος τὰ νῦν περὶ τῆς πρώτης καὶ ἀνωτάτω. τὸ μὲν κατά τι ὕστερον ἐκείνου, καθ’ ὃ τι ἂν καὶ λέγηται· οἷον τὸ κατὰ νόμον τοῦ νόμου, καὶ τὸ κατὰ φύσιν τῆς φύσεως· οὕτω δὲ καὶ τὸ καθ’ εἱμαρμένην τῆς εἱμαρμένης νεώτερον ἂν εἴη. ἡ δ’ ἀνωτάτω πρόνοια πρεσβύτατον ἁπάντων, πλὴν οὗπέρ ἐστιν εἴτε βούλησις εἴτε νόησις εἴτε καὶ ἑκάτερον. ἔστι δ’, ὡς πρότερον εἴρηται τοῦ πάντων πατρός τε καὶ δημιουργοῦ. λέγωμεν γὰρ δή φησὶν ὁ Τίμαιος δι’ ἥντινα αἰτίαν γένεσιν καὶ τὸ πᾶν τόδε ὁ ξυνιστὰς ξυνέστησεν. ἀγαθὸς ἦν· ἀγαθῷ δὲ οὐδεὶς περὶ οὐδενὸς οὐδέποτε ἐγγίγνεται φθόνος· τούτου δ’ ἐκτὸς ὢν πάντα ὅτι μάλιστα ἐβουλήθη γενέσθαι παραπλήσια ἑαυτῷ. [De fato 9c] ταύτην δὴ γενέσεως καὶ κόσμου μάλιστ’ ἄν τις ἀρχὴν κυριωτάτην παρ’ ἀνδρῶν φρονίμων ἀποδεχόμενος ὀρθότατ’ ἀποδέχοιτ’ ἄν. βουληθεὶς γὰρ ὁ θεὸς ἀγαθὰ μὲν πάντα, φαῦλον δὲ μηδὲν εἶναι κατὰ δύναμιν, οὕτω δὴ πᾶν ὅσον ἦν ὁρατὸν παραλαβών, οὐχ ἡσυχίαν ἄγον ἀλλὰ κινούμενον πλημμελῶς καὶ ἀτάκτως, εἰς τάξιν αὐτὸ ἦγεν ἐκ τῆς ἀταξίας, ἡγησάμενος ἐκεῖνο τοῦδε πάντως ἄμεινον. θέμις δὲ οὔτ’ ἦν οὔτ’ ἔστι τῷ ἀρίστῳ δρᾶν ἄλλο πλὴν τὸ κάλλιστον ταῦτα μὲν οὖν καὶ τὰ τούτων ἐχόμενα μέχρι ψυχῶν ἀνθρωπίνων κατὰ πρόνοιαν νομιστέον τήν γε πρώτην συνεστηκέναι· τὰ δ’ ἐντεῦθεν οὕτω λεγόμενα ξυστήσας δὲ τὸ πᾶν ἰσαρίθμους τοῖς ἄστροις ἔταξε, … διεῖλέ τε ψυχὰς ἑκάστην πρὸς ἕκαστον, καὶ ἐμβιβάσας ὡς εἰς ὄχημα τὴν τοῦ παντὸς φύσιν ἔδειξε, νόμους τε τοὺς εἱμαρμένους εἶπεν αὐταῖς· ταῦτα τίς οὐκ ἂν διαρρήδην καὶ σαφέστατ’ οἰηθείη τὴν εἱμαρμένην δηλοῦν, ὥσπερ τινὰ βάσιν καὶ πολιτικὴν νομοθεσίαν ταῖς ἀνθρωπίναις ψυχαῖς προσήκουσαν, ἧς δὴ καὶ τὴν αἰτίαν ἑξῆς ἐπιφέρει; [De fato 9d] τὴν δὲ δευτέραν πρόνοιαν ὧδέ πως ἐπισημαίνεται λέγων διαθεσμοθετήσας πάντα αὐτοῖς, ἵνα τοῖς ἔπειτα εἴη κακίας ἑκάστων ἀναίτιος, ἔσπειρε τοὺς μὲν εἰς τὴν γῆν, τοὺς δ’ εἰς τὴν σελήνην, τοὺς δ’ εἰς τἄλλα ὅσα ὄργανα χρόνου. τὸ δὲ μετὰ τὸν σπόρον τοῖς νέοις παρέδωκε θεοῖς σώματα πλάττειν θνητά, τὸ τ’ ἐπίλοιπον, ὅσον ἐστὶ ψυχῆς ἀνθρωπίνης δέον προσγενέσθαι, τοῦτο καὶ πάνθ’ ὅσα ἀκόλουθα ἐκείνοις ἀπεργασαμένους ἄρχειν καὶ κατὰ δύναμιν ὅτι κάλλιστα καὶ ἄριστα τὸ θνητὸν διακυβερνᾶν ζῷον, ὅ τι μὴ κακῶν αὐτὸ αὑτῷ γίγνοιτο αἴτιον. ἐν γὰρ τούτοις τὸ μὲν ἵνα τοῖς ἔπειτα εἴη κακίας ἀναίτιος ἑκάστῳ σαφεστάτην αἰτίαν σημαίνει τῆς εἱμαρμένης· ἡ δὲ τῶν νέων θεῶν τάξις καὶ δημιουργία τὴν δευτέραν πρόνοιαν δηλοῖ· [De fato 9e] καί πως καὶ τρίτης παρεφάπτεσθαι ἔοικεν, εἴ γε δὴ τούτου χάριν ἡ θεσμοθεσία, ἵνα τῆς ἔπειτα εἴη κακίας ἑκάστῳ ἀναίτιος· θεὸς δὲ κακίας ἄμοιρος οὔτε νόμων οὔθ’ εἱμαρμένης; ἐπιδέοιτ’ ἄν, ἀλλὰ τῇ προνοίᾳ τοῦ γεννήσαντος συνεπισπώμενος ἕκαστος αὐτῶν πράττει τὰ αὑτοῦ· ταῦτα δ’ ἀληθῆ καὶ ἀρέσκοντα τῷ Πλάτωνι φανερά μοι δοκεῖ μαρτύρια εἶναι τὰ πρὸς τοῦ νομοθέτου ἐν τοῖς Νόμοις οὕτω λεγόμενα· ἐπεὶ ταῦτα εἴ ποτέ τις ἀνθρώπων φύσει ἱκανός, θείᾳ μοίρᾳ γεννηθείς, παραλαβεῖν δυνατὸς εἴη, νόμων οὐδὲν ἂν δέοιτο αὑτοῦ ἀρξόντων· ἐπιστήμης γὰρ οὔτε νόμος οὔτε τάξις οὐδεμία κρείττων, οὐδὲ θέμις ἐστὶ νοῦν οὐδενὸς ὑπήκοον οὐδὲ δοῦλον ἀλλὰ πάντων ἄρχοντα εἶναι, ἐάνπερ ἀληθινὸς ἐλεύθερός τε ὄντως ᾖ κατὰ φύσιν. [De fato 10] ἐγὼ μὲν οὖν τὰ πρὸς τοῦ Πλάτωνος ταύτῃ τῇ παροιμίᾳ λαμβάνω. τριττῆς γὰρ οὔσης τῆς προνοίας, ἡ μὲν ἅτε γεννήσασα τὴν εἱμαρμένην τρόπον τινὰ αὐτὴν περιλαμβάνει· ἡ δὲ συγγεννηθεῖσα τῇ εἱμαρμένῃ πάντως αὐτῇ συμπεριλαμβάνεται ἡ δ’ ὡς ὕστερον τῆς εἱμαρμένης γενομένη κατὰ ταὐτὰ δὴ ἐμπεριέχεται ὑπ’ αὐτῆς, καθ’ ἃ καὶ τὸ ἐφ’ ἡμῖν καὶ ἡ τύχη εἴρηται. οἷς γὰρ ἂν συλλάβηται τῆς συνουσίας ἡ τοῦ δαιμονίου δύναμις ὥς φησι Σωκράτης μονονουχὶ θεσμόν τινα καὶ τοιοῦτον Ἀδραστείας διεξιὼν πρὸς τὸν Θεάγην οὗτοί εἰσιν, ὧν καὶ σὺ ᾔσθησαι· ταχὺ γὰρ παραχρῆμα ἐπιδιδόασιν οὐκοῦν ἐν τούτῳ τὸ μὲν συλλαμβάνειν τισὶ τὸ δαιμόνιον κατὰ τὴν τρίτην πρόνοιαν ἀναθετέον, τὸ δὲ ταχὺ παραχρῆμα ἐπιδιδόναι καθ’ εἱμαρμένην, τὸ δ’ ὅλον οὐκ ἄδηλον, ὡς αὐτὸ τοῦθ’ εἱμαρμένη τίς ἐστιν. [De fato 10b] τάχα δ’ ἂν οὕτω πολὺ πιθανώτερον δόξειε καὶ τὴν δευτέραν πρόνοιαν ὑπὸ τῆς εἱμαρμένης περιέχεσθαι καὶ πάνθ’ ἁπλῶς τὰ γιγνόμενα· εἴ γε καὶ ἡ κατ’ οὐσίαν εἱμαρμένη ὀρθῶς ἡμῖν εἰς τὰς τρεῖς μοίρας διανενέμηται, καὶ ὁ τῆς ἁλύσεως λόγος τὰς περὶ οὐρανὸν περιόδους τοῖς ἐξ ὑποθέσεως ἀποβαίνουσι συγκαταλέγει. ἀλλὰ περὶ μὲν τούτων οὐκ ἂν ἔγωγ’ ἐπὶ πλέον διενεχθείην πρότερον ἐξ ὑποθέσεως λεγόμενα, ἢ ὡς μᾶλλον σὺν εἱμαρμένῃ προκατάρχοντος αὐτῆς τῆς εἱμαρμένης εἱμαρμένου. [De fato 11] ὁ μὲν οὖν ἡμέτερος λόγος, ἐπὶ κεφαλαίων εἰπεῖν, τοιοῦτός τις ἂν εἴη· ὁ δὲ τούτων ἐναντίος οὐ μόνον ἐν εἱμαρμένῃ ἀλλὰ καὶ καθ’ εἱμαρμένην πάντα τίθεται. πάντα δὲ θατέρῳ συνᾴδει· τὰ δὲ τῷ ἑτέρῳ συνῳδὰ δῆλον ὅτι καὶ θάτερον. [De fato 11b] κατὰ μὲν οὖν τόνδε τὸν λόγον τὸ ἐνδεχόμενον εἴρηται· καὶ τὸ γ’ ἐφ’ ἡμῖν δεύτερον· καὶ τρίτον ἥ τε τύχη καὶ τὸ αὐτόματον καὶ ὅσα κατ’ αὐτά· ἔπαινος δὲ καὶ ψόγος καὶ τὰ τούτων συγγενῆ τέταρτα πέμπτον δὲ καὶ ἐπὶ πᾶσιν εὐχαὶ θεῶν καὶ θεραπεῖαι λεγέσθω· ἀργοὶ δὲ καὶ θερίζοντες λόγοι καὶ ὁ παρὰ τὴν εἱμαρμένην ὀνομαζόμενος σοφίσμαθ’ ὡς ἀληθῶς κατὰ τοῦτον τὸν λόγον τυγχάνει ὄντα. [De fato 11c] κατὰ δὲ τὸν ἐναντίον μάλιστα μὲν καὶ πρῶτον ἂν εἶναι δόξειε, τὸ μηδὲν ἀναιτίως γίγνεσθαι ἀλλὰ κατὰ προηγουμένας αἰτίας· δεύτερον δὲ τὸ φύσει διοικεῖσθαι τόνδε τὸν κόσμον σύμπνουν καὶ συμπαθῆ αὐτὸν αὑτῷ ὄντα· τρίτον δέ, ἃ πρὸς τούτοις μαρτύρια μᾶλλον ἔοικεν εἶναι, μαντικὴ μὲν ἅπασιν ἀνθρώποις εὐδόκιμος ὡς ἀληθῶς θεῶν ὑπάρχουσα· ἡ δὲ τῶν σοφῶν πρὸς τὰ συμβαίνοντα εὐαρέστησις, ὡς πάντα κατὰ μοῖραν γιγνόμενα δευτέρα. τρίτον δὲ τὸ πολυθρύλητον τοῦτο, ὅτι πᾶν ἀξίωμα ἢ ἀληθές ἐστιν ἢ ψευδές. [De fato 11d] τούτων γε μὴν ἐπὶ τοσοῦτον ἐμνήσθημεν, ἵνα ὡς ἐπὶ βραχὺ τὰ τῆς εἱμαρμένης κεφάλαια δηλωθείη ἃ χρὴ διερευνήσασθαι κατὰ τὴν ἀκριβῆ βάσανον ἑκατέρου τῶν λόγων, τὰ δὲ καθ’ ἕκαστα τούτων ἐσαῦθις μέτιμεν. ## Περὶ τοῦ Σωκράτους δαιμονίου [De gen. Socr. 1] Ἀρχίδαμος. ζωγράφου τινός, ὦ Καφεισία, μέμνημαί περὶ τῶν θεωμένων τοὺς γεγραμμένους πίνακας λόγον οὐ φαῦλον ἀκούσας ἐν εἰκόνι λελεγμένον. ἔφη γὰρ ἐοικέναι τοὺς μὲν ἰδιώτας καὶ ἀτέχνους θεατὰς ὄχλον ὁμοῦ πολὺν ἀσπαζομένοις, τοὺς δὲ κομψοὺς καὶ φιλοτέχνους καθ’ ἕκαστον ἰδίᾳ τῶν ἐντυγχανόντων προσαγορεύουσι. τοῖς μὲν γὰρ οὐκ ἀκριβὴς ἀλλὰ τύπῳ τινὶ γίγνεται μόνον ἡ τῶν ἀποτελεσμάτων σύνοψις, τοὺς δὲ τῇ κρίσει κατὰ μέρος τὸ ἔργον διαλαμβάνοντας οὐδὲν ἀθέατον οὐδ’ ἀπροσφώνητον ἐκφεύγει τῶν καλῶς ἢ τοὐναντίον γεγονότων. οἶμαι δὴ καὶ περὶ τὰς ἀληθινὰς πράξεις ὁμοίως τῷ μὲν ἀργοτέρῳ τὴν διάνοιαν ἐξαρκεῖν πρὸς ἱστορίαν, εἰ τὸ κεφάλαιον αὐτὸ καὶ τὸ πέρας πύθοιτο τοῦ πράγματος· τὸν δὲ φιλότιμον καὶ φιλόκαλον τῶν ὑπὲρ ἀρετῆς ὥσπερ τέχνης μεγάλης ἀπειργασμένων θεατὴν τὰ καθ’ ἕκαστα μᾶλλον εὐφραίνειν τῷ μὲν τοῦ τέλους πολλὰ κοινὰ πρὸς τὴν τύχην ἔχοντος, τὸν δ’ ἐν ταῖς αἰτίαις καὶ τοῖς ἐπὶ μέρους ἀγῶνας ἀρετῆς πρὸς τὰ συντυγχάνοντα καὶ τόλμας ἔμφρονας παρὰ τὰ δεινὰ καθορῶντα καιρῷ καὶ πάθει μεμιγμένου λογισμοῦ. τούτου δὴ τοῦ γένους τῶν θεατῶν καὶ ἡμᾶς ὑπολαμβάνων εἶναι δίελθέ τε τὴν πρᾶξιν ἡμῖν ἀπ’ ἀρχῆς ὡς ἐπράχθη καὶ τοὺς λόγους οὓς εἰκὸς γενέσθαι σοῦ παρόντος, ὡς ἐμοῦ μηδ’ ἂν εἰς Θήβας ἐπὶ τούτῳ κατοκνήσαντος ἐλθεῖν, εἰ μὴ καὶ νῦν Ἀθηναίοις πέρα τοῦ δέοντος ἐδόκουν βοιωτιάζειν. ΚΑΦΕΙΣΙΑΣ. [De gen. Socr. 1b] ἀλλ’ ἔδει μέν, ὦ Ἀρχίδαμε, σοῦ δι’ εὔνοιαν οὕτω προθύμως τὰ πεπραγμένα μαθεῖν σπουδάζοντος, ἐμὲ καὶ ἀσχολίας ὑπέρτερον θέσθαι κατὰ Πίνδαρον τὸ δεῦρ’ ἐλθεῖν ἐπὶ τὴν διήγησιν τὸ δὲ πρεσβείας ἀφιγμένους ἕνεκα καὶ σχολὴν ἄγοντας, ἄχρι οὗ τὰς ἀποκρίσεις τοῦ δήμου λάβωμεν, ἀντιτείνειν καὶ ἀγροικίζεσθαι πρὸς εὐγνώμονα καὶ φιλέταιρον, δόξειεν ἂν ἐγείρειν τὸ κατὰ Βοιωτῶν ἀρχαῖον εἰς μισολογίαν ὄνειδος ἤδη μαραινόμενον παρὰ Σωκράτη τὸν ὑμέτερον· ἡμεῖς δὲ παρὰ Λῦσιν τὸν ἱερὸν σπουδάζοντες οὕτω διεφάνημεν. ἀλλ’ ὅρα τοὺς παρόντας, εἰ πρὸς ἀκρόασιν ἅμα πράξεων καὶ λόγων τοσούτων εὐκαίρως ἔχουσιν· οὐ γὰρ βραχὺ μῆκός ἐστι τῆς διηγήσεως, ἐπεὶ σὺ καὶ τοὺς λόγους προσπεριβαλέσθαι κελεύεις. ΑΡΧΙΔ. [De gen. Socr. 1c] ἀγνοεῖς, ὦ Καφεισία, τοὺς ἄνδρας. ἦ μὴν ἄξιον εἰδέναι, πατέρων ὄντας ἀγαθῶν καὶ πρὸς ὑμᾶς οἰκείως ἐχόντων. ὁδὶ μέν ἐστιν ἀδελφιδοῦς Θρασυβούλου, Λυσιθείδης ὁδὶ δὲ Τιμόθεος, Κόνωνος υἱός· οὗτοι δ’ Ἀρχίνου παῖδες· οἱ δ’ ἄλλοι τῆς ἑταιρίας τῆς ἡμετέρας πάντες· ὥστε σοι θέατρον εὔνουν καὶ οἰκεῖον ἔχειν τὴν διήγησιν. ΚΑΦ. [De gen. Socr. 1d] εὖ λέγεις, ἀλλὰ τίς ἂν ὑμῖν μέτριος ἀρχὴ γένοιτο τῆς διηγήσεως πρὸς ἃς ἴστε πράξεις; ΑΡΧΙΔ. [De gen. Socr. 1e] ἡμεῖς, ὦ Καφεισία, σχεδὸν ὡς εἶχον αἱ Θῆβαι πρὸ τῆς καθόδου τῶν φυγάδων ἐπιστάμεθα. καὶ γάρ, ὡς οἱ περὶ Ἀρχίαν καὶ Λεοντίδην Φοιβίδαν πείσαντες ἐν σπονδαῖς καταλαβεῖν τὴν Καδμείαν τοὺς μὲν ἐξέβαλον τῶν πολιτῶν τοὺς δὲ φόβῳ κατεῖργον ἄρχοντες αὐτοὶ παρανόμως καὶ βιαίως, ἔγνωμεν ἐνταῦθα τῶν περὶ Μέλωνα καὶ Πελοπίδαν, ὡς οἶσθα, ἰδιόξενοι γενόμενοι καὶ παρ’ ὃν χρόνον ἔφευγον ἀεὶ συνδιατρίβοντες αὐτοῖς· καὶ πάλιν ὡς Λακεδαιμόνιοι Φοιβίδαν μὲν ἐζημίωσαν ἐπὶ τῷ τὴν Καδμείαν καταλαβεῖν καὶ τῆς εἰς Ὄλυνθον στρατηγίας ἀπέστησαν, Λυσανορίδαν δὲ τρίτον αὐτὸν ἀντ’ ἐκείνου πέμψαντες ἐγκρατέστερον ἐφρούρουν τὴν ἄκραν, ἠκούσαμεν ἔγνωμεν δὲ καὶ τὸν Ἰσμηνίαν οὐ τοῦ βελτίστου θανάτου τυχόντ’ εὐθὺς ἀπὸ τῆς δίκης τῆς περὶ αὐτοῦ γενομένης, Γοργίδου πάντα τοῖς φυγάσι δεῦρο διὰ γραμμάτων ἐξαγγείλαντος ὥστε σοι λείπεται τὰ περὶ τὴν κάθοδον αὐτὴν τῶν φίλων καὶ τὴν ἅλωσιν τῶν τυράννων διηγεῖσθαι. [De gen. Socr. 2] ΚΑΦ. καὶ μὴν ἐκείναις γε ταῖς ἡμέραις, ὦ Ἀρχίδαμε, πάντες οἱ τῶν πραττομένων μετέχοντες εἰώθειμεν εἰς τὴν Σιμμίου συνιόντες οἰκίαν, ἔκ τινος πληγῆς περὶ τὸ σκέλος ἀναλαμβάνοντος αὑτόν, ἐντυγχάνειν μὲν ἀλλήλοις ἔκ του δεήσειε, φανερῶς δὲ διατρίβειν ἐπὶ λόγοις καὶ φιλοσοφίᾳ, πολλάκις ἐφελκόμενοι τὸν Ἀρχίαν καὶ τὸν Λεοντίδην εἰς τὸ ἀνύποπτον, οὐκ ὄντας ἀλλοτρίους παντάπασι τῆς τοιαύτης διατριβῆς. καὶ γὰρ ὁ Σιμμίας πολὺν χρόνον ἐπὶ τῆς ξένης γεγονὼς καὶ πεπλανημένος ἐν ἀλλοδαποῖς ἀνθρώποις, ὀλίγῳ πρόσθεν εἰς Θήβας ἀφῖκτο μύθων τε παντοδαπῶν καὶ λόγων βαρβαρικῶν ὑπόπλεως· ὧν, ὁπότε τυγχάνοι σχολὴν ἄγων ὁ Ἀρχίας, ἡδέως ἠκροᾶτο συγκαθεσθεὶς μετὰ τῶν νέων καὶ βουλόμενος ἡμᾶς ἐν λόγοις διάγειν μᾶλλον ἢ προσέχειν τὸν νοῦν οἷς ἔπραττον ἐκεῖνοι. [De gen. Socr. 2b] τῆς δ’ ἡμέρας ἐκείνης, ἐν σκότους ἔδει γενομένου τοὺς φυγάδας ἥκειν κρύφα πρὸς τὸ τεῖχος, ἀφικνεῖταί τις ἐνθένδε, Φερενίκου πέμψαντος, ἄνθρωπος οὐδενὶ ἢ Χάρωνι τῶν παρ’ ἡμῖν γνώριμος· ἐδήλου δὲ τῶν φυγάδων ὄντας δώδεκα τοὺς νεωτάτους μετὰ κυνῶν περὶ τὸν Κιθαιρῶνα θηρεῦσαι ὡς πρὸς ἑσπέραν ἀφιξομένους· αὐτὸς δὲ πεμφθῆναι ταῦτά τε προερῶν, καὶ τὴν οἰκίαν, ἐν κρυβήσονται παρελθόντες, ὃς παρέξει γνωσόμενος, ὡς ἂν εἰδότες εὐθὺς ἐκεῖ βαδίζοιεν. ἀπορουμένων δ’ ἡμῶν καὶ σκοπούντων, αὐτὸς ὡμολόγησεν ὁ Χάρων παρέξειν. ὁ μὲν οὖν ἄνθρωπος ἔγνω πάλιν ἀπελθεῖν σπουδῇ πρὸς τοὺς φυγάδας. [De gen. Socr. 3] ἐμοῦ δ’ ὁ μάντις Θεόκριτος τὴν χεῖρα πιέσας σφόδρα καὶ πρὸς τὸν Χάρωνα βλέψας προερχόμενον οὗτος εἶπεν ὦ Καφεισία, φιλόσοφος οὐκ ἔστιν οὐδὲ μετείληφε παιδείας διαφόρου καὶ περιττῆς, ὥσπερ Ἐπαμεινώνδας ὁ σὸς ἀδελφός ἀλλ’ ὁρᾷς, ὅτι φύσει πρὸς τὸ καλὸν ὑπὸ τῶν νόμων ἀγόμενος τὸν μέγιστον ὑποδύεται κίνδυνον ἑκουσίως ὑπὲρ τῆς πατρίδος. Ἐπαμεινώνδας δὲ Βοιωτῶν ἁπάντων τῷ πεπαιδεῦσθαι πρὸς ἀρετὴν ἀξιῶν διαφέρειν, ἀμβλὺς ἐστι καὶ ἀπρόθυμος, … τοῦτον ἤ τινα βελτίονα καιρὸν αὑτῷ πεφυκότι καὶ παρεσκευασμένῳ καλῶς οὕτω χρησόμενος. [De gen. Socr. 3b] κἀγὼ πρὸς αὐτὸν ὦ προθυμότατε εἶπον Θεόκριτε, τὰ δεδογμένα πράττομεν ἡμεῖς Ἐπαμεινώνδας δὲ μὴ πείθων, ὡς οἴεται βέλτιον εἶναι, ταῦτα μὴ πράσσειν, εἰκότως ἀντιτείνει πρὸς ἃ μὴ πέφυκε μηδὲ δοκιμάζει παρακαλούμενος. οὐδὲ γὰρ ἰατρόν, ἄνευ σιδήρου καὶ πυρὸς ὑπισχνούμενον τὸ νόσημα παύσειν, εὐγνωμονοίης ἄν, οἶμαι, τέμνειν ἢ ἀποκάειν βιαζόμενος … οὐκ οὖν καὶ οὗτος … δήπου μηδένα τῶν πολιτῶν … ἄκριτον, ἀλλὰ καὶ αἵματος ἐμφυλίου καὶ σφαγῆς τὴν πόλιν ἐλευθεροῦσι συναγωνιεῖσθαι προθύμως. ἐπεὶ δ’ οὐ πείθει τοὺς πολλούς, ἀλλὰ ταύτην ὡρμήκαμεν τὴν ὁδόν, ἐᾶν αὑτὸν κελεύει φόνου καθαρὸν ὄντα καὶ ἀναίτιον ἐφεστάναι τοῖς καιροῖς, μετὰ τοῦ δικαίου καὶ τῷ συμφέροντι προσοισόμενον. οὐδὲ γὰρ ὅρον ἕξειν τὸ ἔργον, ἀλλὰ Φερένικον μὲν ἴσως καὶ Πελοπίδαν ἐπὶ τοὺς αἰτίους μάλιστα τρέψεσθαι καὶ πονηρούς· Εὐμολπίδαν δὲ καὶ Σαμίδαν, ἀνθρώπους διαπύρους πρὸς ὀργὴν καὶ θυμοειδεῖς, ἐν νυκτὶ λαβόντας ἐξουσίαν οὐκ ἀποθήσεσθαι τὰ ξίφη, πρὶν ἐμπλῆσαι τὴν πόλιν ὅλην φόνων καὶ διαφθεῖραι πολλοὺς τῶν ἰδίᾳ διαφόρων ὄντων. [De gen. Socr. 4] ταῦτά μου διαλεγομένου πρὸς τὸν Θεόκριτον, Θεόκριτον ὁ Γαλαξίδωρος, ἐγγὺς γὰρ Ἀρχίαν ἑώρα καὶ Λυσανορίδαν τὸν Σπαρτιάτην ἀπὸ τῆς Καδμείας ὥσπερ εἰς ταὐτὸν ἡμῖν σπεύδοντας. ἡμεῖς μὲν οὖν ἐπέσχομεν· ὁ δ’ Ἀρχίας καλέσας τὸν Θεόκριτον καὶ τῷ Λυσανορίδᾳ προσαγαγὼν ἰδίᾳ λαλεῖ πολὺν χρόνον ἐκνεύσας τῆς ὁδοῦ μικρὸν ὑπὸ τὸ Ἄμφιον· ὥσθ’ ἡμᾶς ἀγωνιᾶν, μή τις ὑπόνοια προσπέπτωκεν ἢ μήνυσις αὐτοῖς, περὶ ἧς ἀνακρίνουσι τὸν Θεόκριτον. [De gen. Socr. 4b] ἐν τούτῳ δὲ Φυλλίδας, ὃν οἶσθ’, ὦ Ἀρχίδαμε, τότε τοῖς περὶ τὸν Ἀρχίαν πολεμαρχοῦσι γραμματεύων ἥξειν καὶ τῆς πράξεως μετέχων, λαβόμενός μου τῆς χειρὸς ὥσπερ εἰώθει φανερῶς ἔσκωπτεν εἰς τὰ γυμνάσια καὶ τὴν πάλην. εἶτα πόρρω τῶν ἄλλων ἀπαγαγὼν ἐπυνθάνετο περὶ τῶν φυγάδων, εἰ τὴν ἡμέραν φυλάττουσιν. [De gen. Socr. 4c] ἐμοῦ δὲ φήσαντος, οὐκοῦν εἶπεν ὀρθῶς ἐγὼ τὴν ὑποδοχὴν παρεσκεύακα σήμερον, ὡς δεξόμενος Ἀρχίαν καὶ παρέξων ἐν οἴνῳ καὶ μέθῃ τοῖς ἀνδράσιν εὐχείρωτον ἄριστα μὲν οὖν εἶπον ὦ Φυλλίδα, καὶ πειράθητι πάντας ἢ ὅτι πλείστους εἰς ταὐτὸ τῶν ἐχθρῶν συναγαγεῖν ἀλλ’ οὐ ῥᾴδιον ἔφη μᾶλλον δ’ ἀδύνατον· [De gen. Socr. 4d] ὁ γὰρ Ἀρχίας ἐλπίζων τινὰ τῶν ἐν ἀξιώματι γυναικῶν ἀφίξεσθαι τηνικαῦτα πρὸς αὐτόν, οὐ βούλεται παρεῖναι τὸν Λεοντίδην· ὥσθ’ ἡμῖν δίχα διαιρετέον αὐτοὺς ἐπὶ τὰς οἰκίας· Ἀρχίου γὰρ ἅμα καὶ Λεοντίδου προκαταληφθέντων, οἶμαι τοὺς ἄλλους ἐκποδὼν ἔσεσθαι φεύγοντας ἢ μενεῖν μεθ’ ἡσυχίας ἀγαπῶντας ἄν τις διδῷ τὴν ἀσφάλειαν οὕτως ἔφην ποιήσομεν. [De gen. Socr. 4e] ἀλλὰ τί πρᾶγμα τούτοις πρὸς Θεόκριτόν ἐστιν, ὑπὲρ οὗ διαλέγονται; [De gen. Socr. 4f] καὶ ὁ Φυλλίδας οὐ σαφῶς εἶπεν οὐδ’ ὡς ἐπιστάμενος· ἤκουον δὲ σημεῖα καὶ μαντεύματα δυσχερῆ καὶ χαλεπὰ προστίθεσθαι τῇ Σπάρτῃ. [De gen. Socr. 4g] … Φειδόλαος ὁ Ἁλιάρτιος ἀπαντήσας μικρόν εἶπεν ὑμᾶς ἐνταῦθα περιμεῖναι Σιμμίας. ἐντυγχάνει γὰρ ἰδίᾳ Λεοντίδῃ περὶ Ἀμφιθέου παραιτούμενος μεῖναι τὸ διαπράξασθαι φυγὴν ἀντὶ θανάτου τῷ ἀνθρώπῳ. [De gen. Socr. 5] καὶ ὁ Θεόκριτος εἰς καιρόν ἔφη καὶ ὥσπερ ἐπίτηδες· καὶ γὰρ ἐβουλόμην πυθέσθαι, τίν’ ἦν τὰ εὑρεθέντα καὶ τίς ὅλως ἡ ὄψις τοῦ Ἀλκμήνης τάφου παρ’ ὑμῖν ἀνοιχθέντος· εἰ δὴ παρεγένου καὶ αὐτός, ὅτε πέμψας Ἀγησίλαος· [De gen. Socr. 5b] εἰς Σπάρτην τὰ λείψανα μετεκόμιζε καὶ ὁ Φειδόλαος οὐ γάρ ἔφη παρέτυχον, καὶ πολλὰ δυσανασχετῶν καὶ ἀγανακτῶν πρὸς τοὺς πολίτας ἐγκατελείφθην ὑπ’ αὐτῶν. εὑρέθη δ’ οὖν σώματος, ψέλλιον δὲ χαλκοῦν οὐ μέγα καὶ δύ’ ἀμφορεῖς κεραμεοῖ γῆν ἔχοντες ἐντὸς ὑπὸ χρόνου λελιθωμένην ἤδη καὶ συμπεπηγυῖαν … τοῦ μνήματος … πίναξ χαλκοῦς ἔχων γράμματα πολλὰ θαυμαστὰ ὡς παμπάλαια γνῶναι γὰρ ἐξ αὑτῶν οὐδὲν παρεῖχε καίπερ ἐκφανέντα τοῦ χαλκοῦ καταπλυθέντος, ἀλλ’ ἴδιός τις ὁ τύπος καὶ βαρβαρικὸς τῶν χαρακτήρων ἐμφερέστατος Αἰγυπτίοις διὸ καὶ Ἀγησίλαος, ὡς ἔφασαν, ἐξέπεμψεν ἀντίγραφα τῷ βασιλεῖ δεόμενος δεῖξαι τοῖς ἱερεῦσιν, εἰ ξυνήσουσιν. ἀλλὰ περὶ τούτων μὲν ἴσως ἂν ἔχοι τι καὶ Σιμμίας ἡμῖν ἀπαγγεῖλαι, κατ’ ἐκεῖνον τὸν χρόνον ἐν Αἰγύπτῳ πολλὰ τοῖς ἱερεῦσι διὰ φιλοσοφίαν συγγενόμενος Ἁλιάρτιοι δὲ τὴν μεγάλην ἀφορίαν καὶ τὴν ἐπίβασιν τῆς λίμνης οὐκ ἀπὸ ταὐτομάτου γενέσθαι νομίζουσιν, ἀλλὰ μήνιμα τοῦ τάφου τοῦτο περιελθεῖν ἀνασχομένους ὀρυττόμενον. [De gen. Socr. 5c] καὶ ὁ Θεόκριτος μικρὸν διαλιπών ἀλλ’ οὐδ’ αὐτοῖς ἔφη Λακεδαιμονίοις ἀμήνιτον ἔοικεν εἶναι τὸ δαιμόνιον, ὡς προδείκνυσι τὰ σημεῖα περὶ ὧν ἄρτι Λυσανορίδας ἡμῖν ἐκοινοῦτο· καὶ νῦν μὲν ἄπεισιν εἰς Ἁλίαρτον ἐπιχώσων αὖθις τὸ σῆμα καὶ χοὰς ποιησόμενος Ἀλκμήνῃ καὶ Ἀλέῳ κατὰ δή τινα χρησμόν, ἀγνοῶν τὸν Ἄλεον ὅστις ἦν· ἐπανελθὼν δ’ ἐκεῖθεν οἷός ἐστι τὸν Δίρκης ἀναζητεῖν τάφον, ἄγνωστον ὄντα τοῖς Θηβαίοις πλὴν τῶν ἱππαρχηκότων. ὁ γὰρ ἀπαλλαττόμενος τὸν παραλαμβάνοντα τὴν ἀρχὴν μόνος ἄγων μόνον ἔδειξε νύκτωρ, καί τινας ἐπ’ αὐτῷ δράσαντες ἀπύρους ἱερουργίας, ὧν τὰ σημεῖα συγχέουσι καὶ ἀφανίζουσιν, ὑπὸ σκότους ἀπέρχονται χωρισθέντες. ἐγὼ δὲ τ … μέν, ὦ Φειδόλαε, … καλῶς ἐξευρήσειν αὐτοὺς νομίζω. φεύγουσι γὰρ οἱ πλεῖστοι τῶν ἱππαρχηκότων νομίμως, μᾶλλον δὲ πάντες πλὴν Γοργίδου καὶ Πλάτωνος, ὧν οὐδ’ ἂν ἐπιχειρήσειαν ἐκπυνθάνεσθαι δεδιότες τοὺς ἄνδρας· οἱ δὲ νῦν ἄρχοντες ἐν τῇ Καδμείᾳ τὸ δόρυ καὶ τὴν σφραγῖδα παραλαμβάνουσιν οὔτ’εἰδότες οὐδὲν οὔτε … [De gen. Socr. 6] ταῦτα τοῦ Θεοκρίτου λέγοντος, ὁ Λεοντίδης ἐξῄει μετὰ τῶν φίλων· ἡμεῖς δ’ εἰσελθόντες ἠσπαζόμεθα τὸν Σιμμίαν ἐπὶ τῆς κλίνης καθεζόμενον, οὐ κατατετευχότα τῆς δεήσεως, οἶμαι, μάλα σύννουν καὶ διαλελυπημένον· ἀποβλέψας δὲ πρὸς ἅπαντας ἡμᾶς ὦ Ἡράκλεις εἶπεν ἀγρίων καὶ βαρβάρων ἠθῶν εἶτ’ οὐχ ὑπέρευ Θαλῆς ὁ παλαιὸς ἀπὸ ξένης ἐλθὼν διὰ χρόνου, τῶν φίλων ἐρωτώντων ὅ τι καινότατον ἱστορήκοι, τύραννον ἔφη γέροντα. καὶ γὰρ ᾧ μηδὲν ἰδίᾳ συμβέβηκεν ἀδικεῖσθαι, τὸ βάρος αὐτὸ καὶ τὴν σκληρότητα τῆς ὁμιλίας δυσχεραίνων ἐχθρός ἐστι τῶν ἀνόμων καὶ ἀνυπευθύνων δυναστειῶν. ἀλλὰ ταῦτα μὲν ἴσως θεῷ μελήσει τὸν δὲ ξένον ἴστε τὸν ἀφιγμένον, ὦ Καφισία, πρὸς ὑμᾶς ὅστις ἐστίν; [De gen. Socr. 6b] οὐκ οἶδ’ ἔφην ἐγώ τίνα λέγεις. [De gen. Socr. 6c] καὶ μήν ἔφη Λεοντίδης φησὶν ἄνθρωπον ὦφθαι παρὰ τὸ Λύσιδος μνημεῖον ἐκ νυκτῶν ἀνιστάμενον, ἀκολουθίας πλήθει καὶ κατασκευῇ σοβαρόν, αὐτόθι κατηυλισμένον ἐπὶ στιβάδων φαίνεσθαι γὰρ ἄγνου καὶ μυρίκης χαμεύνας ἔτι δ’ ἐμπύρων λείψανα καὶ χοὰς γάλακτος ἕωθεν δὲ πυνθάνεσθαι τῶν ἀπαντώντων, εἰ τοὺς Πολύμνιος παῖδας ἐνδημοῦντας εὑρήσει. [De gen. Socr. 6d] καὶ τίς ἄν εἶπον ὁ ξένος εἴη; περιττῷ γὰρ ἀφ’ ὧν λέγεις τινὶ καὶ οὐκ ἰδιώτῃ προσέοικεν. [De gen. Socr. 7] οὐ γὰρ οὖν εἶπεν ὁ Φειδόλαος· ἀλλὰ τοῦτον μέν, ὅταν ἥκῃ πρὸς ἡμᾶς, δεξόμεθα· νυνὶ δ’ ὑπὲρ ὧν ἀρτίως ἠποροῦμεν, ὦ Σιμμία, γραμμάτων, εἴ τι γιγνώσκεις πλεῖον ἐξάγγειλον ἡμῖν· λέγονται γὰρ οἱ κατ’ Αἴγυπτον ἱερεῖς τὰ γράμματα συμβαλεῖν τοῦ πίνακος, ἃ παρ’ ἡμῶν ἔλαβεν Ἀγησίλαος; τὸν Ἀλκμήνης τάφον ἀνασκευασάμενος. [De gen. Socr. 7b] καὶ ὁ Σιμμίας εὐθὺς ἀναμνησθεὶς οὐκ οἶδ’ ἔφη τὸν πίνακα τοῦτον, ὦ Φειδόλαε· γράμματα δὲ πολλὰ παρ’ Ἀγησιλάου κομίζων Ἀγητορίδας ὁ Σπαρτιάτης ἧκεν εἰς Μέμφιν ὡς Χόνουφιν τὸν προφήτην, … ποτὲ συμφιλοσοφοῦντες διετρίβομεν ἐγὼ καὶ Πλάτων καὶ Ἐλλοπίων ὁ Πεπαρήθιος. ἧκε δέ, πέμψαντος βασιλέως καὶ κελεύσαντος τὸν Χόνουφιν, εἴ τι συμβάλλοι τῶν γεγραμμένων, ἑρμηνεύσαντα ταχέως ἀποστεῖλαι πρὸς ἑαυτὸν δὲ τρεῖς ἡμέρας ἀναλεξάμενος βιβλίων τῶν παλαιῶν παντοδαποὺς χαρακτῆρας, ἀντέγραψε τῷ βασιλεῖ καὶ πρὸς ἡμᾶς ἔφρασεν, ὡς Μούσαις ἀγῶνα συντελεῖσθαι κελεύει τὰ γράμματα τοὺς δὲ τύπους εἶναι τῆς ἐπὶ Πρωτεῖ βασιλεύοντι γραμματικῆς, ἣν Ἡρακλέα τὸν Ἀμφιτρύωνος ἐκμαθεῖν ὑφηγεῖσθαι μέντοι καὶ παραινεῖν τοῖς Ἕλλησι διὰ τῶν γραμμάτων τὸν θεὸν ἄγειν σχολὴν καὶ εἰρήνην, διὰ φιλοσοφίας ἀγωνιζομένους ἀεί, Μούσαις καὶ λόγῳ διακρινομένους περὶ τῶν δικαίων, τὰ ὅπλα καταθέντας. ἡμεῖς δὲ καὶ τότε λέγειν καλῶς ἡγούμεθα τὸν Χόνουφιν, καὶ μᾶλλον ὁπηνίκα κομιζομένοις ἡμῖν ἀπ’ Αἰγύπτου περὶ Καρίαν Δηλίων τινὲς ἀπήντησαν, δεόμενοι Πλάτωνος ὡς γεωμετρικοῦ λῦσαι χρησμὸν αὐτοῖς; ἄτοπον ὑπὸ τοῦ θεοῦ προβεβλημένον. ἦν δὲ χρησμὸς, Δηλίοις καὶ τοῖς ἄλλοις Ἕλλησι παῦλαν τῶν παρόντων κακῶν ἔσεσθαι διπλασιάσασι τὸν ἐν Δήλῳ βωμόν. οὔτε δὲ τὴν διάνοιαν ἐκεῖνοι συμβάλλειν δυνάμενοι καὶ περὶ τὴν τοῦ βωμοῦ κατασκευὴν γελοῖα πάσχοντες (ἑκάστης γὰρ τῶν τεσσάρων πλευρῶν διπλασιαζομένης, ἔλαθον τῇ αὐξήσει τόπον στερεὸν ὀκταπλάσιον ἀπεργασάμενοι, δι) ἀπειρίαν ἀναλογίας ἣ τῷ μήκει διπλάσιον παρέχεται, Πλάτωνα τῆς ἀπορίας ἐπεκαλοῦντο βοηθόν. ὁ δὲ τοῦ Αἰγυπτίου μνησθεὶς προσπαίζειν ἔφη τὸν θεὸν Ἕλλησιν ὀλιγωροῦσι παιδείας, οἷον ἐφυβρίζοντα τὴν ἀμαθίαν ἡμῶν καὶ κελεύοντα γεωμετρίας ἅπτεσθαι μὴ παρέργως· οὐ γάρ τοι φαύλης οὐδ’ ἀμβλὺ διανοίας ὁρώσης ἄκρως δὲ τὰς γραμμὰς ἠσκημένης ἔργον εἶναι δυεῖν μέσων ἀνάλογον λῆψιν· μόνῃ διπλασιάζεται σχῆμα κυβικοῦ σώματος ἐκ πάσης ὁμοίως αὐξόμενον διαστάσεως. τοῦτο μὲν οὖν Εὔδοξον αὐτοῖς τὸν Κνίδιον ἢ τὸν Κυζικηνὸν Ἑλίκωνα συντελέσειν· μὴ τοῦτο δ’ οἴεσθαι χρῆναι ποθεῖν τὸν θεὸν ἀλλὰ προστάσσειν Ἕλλησι πᾶσι πολέμου καὶ κακῶν μεθεμένους Μούσαις ὁμιλεῖν, καὶ διὰ λόγων καὶ μαθημάτων τὰ πάθη καταπραΰνοντας ἀβλαβῶς καὶ ὠφελίμως ἀλλήλοις συμφέρεσθαι. [De gen. Socr. 8] μεταξὺ δὲ τοῦ Σιμμίου λέγοντος, ὁ πατὴρ ἡμῶν Πολύμνις ἐπεισῆλθε, καὶ καθίσας παρὰ τὸν Σιμμίαν Ἐπαμεινώνδας ἔφη καὶ σὲ καὶ τούτους παρακαλεῖ πάντας, εἰ μή τις ἀσχολία μείζων, ἐνταῦθα περιμεῖναι βουλόμενος ὑμῖν γνωρίσαι τὸν ξένον, ἄνδρα γενναῖον μὲν αὐτὸν ὄντα μετὰ γενναίας δὲ καὶ καλῆς ἀφιγμένον τῆς προαιρέσεως … ἐξ Ἰταλίας τῶν Πυθαγορικῶν ἀφῖκται δὲ Λύσιδι τῷ γέροντι χοὰς χέασθαι περὶ τὸν τάφον ἔκ τινων ἐνυπνίων ὥς φησι καὶ φασμάτων ἐναργῶν. συχνὸν δὲ κομίζων χρυσίον οἴεται δεῖν Ἐπαμεινώνδᾳ τὰς Λύσιδος γηροτροφίας ἀποτίνειν, καὶ προθυμότατός ἐστιν οὐ δεομένων οὐδὲ βουλομένων ἡμῶν τῇ πενίᾳ βοηθεῖν. [De gen. Socr. 8b] καὶ ὁ Σιμμίας ἡσθεὶς πάνυ θαυμαστόν γε λέγεις εἶπεν ἄνδρα καὶ φιλοσοφίας ἄξιον· ἀλλὰ τίς ἡ αἰτία, δι’ ἣν οὐκ εὐθὺς ἥκει πρὸς ἡμᾶς; [De gen. Socr. 8c] ἐκεῖνον ἔφη νυκτερεύσαντα περὶ τὸν τάφον ἐμοὶ δοκεῖ τὸν Λύσιδος ἦγεν Ἐπαμεινώνδας πρὸς τὸν Ἰσμηνὸν ἀπολουσόμενον, εἶτ’ ἀφίξονται δεῦρο πρὸς ἡμᾶς· πρὶν δ’ ἐντυχεῖν ἡμῖν ἐνηυλίσατο τῷ τάφῳ, διανοούμενος ἀνελέσθαι τὰ λείψανα τοῦ σώματος καὶ κομίζειν εἰς Ἰταλίαν, εἰ μή τι νύκτωρ ὑπεναντιωθείη δαιμόνιον. ὁ μὲν οὖν πατὴρ ταῦτ’ εἰπὼν ἐσιώπησεν. [De gen. Socr. 9] ὁ δὲ Γαλαξίδωρος ὦ Ἡράκλεις εἶπεν ὡς ἔργον ἐστὶν εὑρεῖν ἄνδρα καθαρεύοντα τύφου καὶ δεισιδαιμονίας. οἱ μὲν γὰρ ἄκοντες ὑπὸ τῶν παθῶν τούτων ἁλίσκονται δι’ ἀπειρίαν ἢ δι’ ἀσθένειαν· οἱ δέ, ὡς θεοφιλεῖς καὶ περιττοί τινες εἶναι δοκοῖεν, ἐπιθειάζουσι τὰς πράξεις, ὀνείρατα καὶ φάσματα καὶ τοιοῦτον ἄλλον ὄγκον προϊστάμενοι τῶν ἐπὶ νοῦν ἰόντων. ὃ πολιτικοῖς μὲν ἀνδράσι καὶ πρὸς αὐθάδη καὶ ἀκόλαστον ὄχλον ἠναγκασμένοις ζῆν οὐκ ἄχρηστον ἴσως ἐστὶν ὥσπερ ἐκ χαλινοῦ τῆς δεισιδαιμονίας πρὸς τὸ συμφέρον ἀντισπάσαι καὶ μεταστῆσαι τοὺς πολλούς· φιλοσοφίᾳδ’ οὐ μόνον ἔοικεν ἀσχήμων ὁ τοιοῦτος εἶναι σχηματισμός, ἀλλὰ καὶ πρὸς τὴν ἐπαγγελίαν ἐναντίος, εἰ πᾶν ἐπαγγειλαμένη λόγῳ τἀγαθὸν καὶ τὸ συμφέρον διδάσκειν, εἰς θεοὺς ἐπαναχωρεῖ τῆς τῶν πράξεων ἀρχῆς ὡς τοῦ λόγου καταφρονοῦσα, καὶ τὴν ἀπόδειξιν δοκεῖ διαφέρειν ἀτιμάσασα πρὸς μαντεύματα τρέπεται καὶ ὀνειράτων ὄψεις, ἐν οἷς ὁ φαυλότατος οὐχ ἧττον τῷ κατατυγχάνειν πολλάκις φέρεται τοῦ κρατίστου. διὸ καὶ Σωκράτης ὁ ὑμέτερος, ὦ Σιμμία, δοκεῖ μοι φιλοσοφώτερον χαρακτῆρα παιδείας καὶ λόγου περιβάλλεσθαι, τὸ ἀφελὲς τοῦτο καὶ ἄπλαστον ὡς ἐλευθέριον καὶ μάλιστα φίλον ἀληθείας ἑλόμενος τὸν δὲ τῦφον ὥσπερ τινὰ καπνὸν φιλοσοφίας εἰς τοὺς σοφιστὰς ἀποσκεδάσας. [De gen. Socr. 9b] ὑπολαβὼν δ’ ὁ Θεόκριτος τί γάρ εἶπεν ὦ Γαλαξίδωρε; καὶ σὲ Μέλητος πέπεικεν, ὅτι Σωκράτης· ὑπερεώρα τὰ θεῖα; τοῦτο γὰρ αὐτοῦ καὶ πρὸς Ἀθηναίους κατηγόρησεν οὐδαμῶς ἔφη τὰ γε θεῖα· [De gen. Socr. 9c] φασμάτων δὲ καὶ μύθων καὶ δεισιδαιμονίας ἀνάπλεων φιλοσοφίαν ἀπὸ Πυθαγόρου … Ἐμπεδοκλέους δεξάμενος εὖ μάλα βεβακχευμένην εἴθισεν ὥσπερ πρὸς τὰ πράγματα πεπνῦσθαι καὶ λόγῳ νήφοντι μετιέναι τὴν ἀλήθειαν. [De gen. Socr. 10] εἶεν εἶπεν ὁ Θεόκριτος, τὸ δὲ δαιμόνιον, ὦ βέλτιστε, τὸ Σωκράτους ψεῦδος ἢ τί φαμεν; ἐμοὶ γὰρ οὐδὲν οὕτω μέγα τῶν περὶ Πυθαγόρου λεγομένων εἰς μαντικὴν ἔδοξε καὶ θεῖον· [De gen. Socr. 10b] ἀτεχνῶς γὰρ οἷον Ὅμηρος Ὀδυσσεῖ πεποίηκε τὴν Ἀθηνᾶν ἐν πάντεσσι πόνοισι παρισταμένην, τοιαύτην, ἔοικε Σωκράτει τοῦ βίου προποδηγὸν ἀρχῆς τινα συνάψαι τὸ δαιμόνιον ὄψιν, ἥ μόνη τοι πρόσθεν ἰοῦσα τίθει, φάος ἐν πράγμασιν ἀδήλοις καὶ πρὸς ἀνθρωπίνην ἀσυλλογίστοις φρόνησιν, ἐν οἷς αὐτῷ συνεφθέγγετο πολλάκις τὸ δαιμόνιον ἐπιθειάζον ταῖς αὐτοῦ προαιρέσεσι. [De gen. Socr. 10c] τὰ μὲν οὖν πλείονα καὶ μείζονα Σιμμίου χρὴ καὶ τῶν ἄλλων ἐκπυνθάνεσθαι Σωκράτους ἑταίρων· ἐμοῦ δὲ παρόντος, ὅτε πρὸς Εὐθύφρονα τὸν μάντιν ἧκον; ἔτυχε μέν, ὦ Σιμμία, μέμνησαι γάρ, ἄνω πρὸς τὸ Σύμβολον Σωκράτης καὶ τὴν οἰκίαν τὴν Ἀνδοκίδου βαδίζων ἅμα τι διερωτῶν καὶ διασείων τὸν Εὐθύφρονα μετὰ παιδιᾶς. ἄφνω δ’ ἐπιστὰς καὶ σιμπείσας προσέσχεν αὑτῷ συχνὸν χρόνον· εἶτ’ ἀναστρέψας ἐπορεύετο τὴν διὰ τῶν κιβωτοποιῶν, καὶ τοὺς προκεχωρηκότας ἤδη τῶν ἑταίρων ἀνεκαλεῖτο φάσκων αὑτῷ γεγονέναι τὸ δαιμόνιον. οἱ μὲν οὖν πολλοὶ συνανέστρεφον, ἐν οἷς κἀγὼ τοῦ Εὐθύφρονος ἐχόμενος· νεανίσκοι δέ τινες τὴν εὐθεῖαν βαδίζοντες ὡς δὴ τὸ Σωκράτους ἐλέγξοντες δαιμόνιον, ἐπεσπάσαντο Χάριλλον τὸν αὐλητὴν ἥκοντα καὶ αὐτὸν μετ’ ἐμοῦ εἰς Ἀθήνας πρὸς Κέβητα· πορευομένοις δ’ αὐτοῖς διὰ τῶν ἑρμογλύφων παρὰ τὰ δικαστήρια σύες ἀπαντῶσιν ἀθρόαι βορβόρου περίπλεοι καὶ κατ’ ἀλλήλων ὠθούμεναι διὰ πλῆθος· ἐκτροπῆς δὲ μὴ παρούσης, τοὺς μὲν ἀνέτρεψαν ἐμβαλοῦσαι τοὺς δ’ ἀνεμόλυναν. ἧκεν οὖν καὶ ὁ Χάριλλος οἴκαδε τά τε σκέλη καὶ τὰ ἱμάτια βορβόρου μεστός, ὥστ’ ἀεὶ τοῦ Σωκράτους δαιμονίου μεμνῆσθαι μετὰ γέλωτος … θαυμάζοντας, εἰ μηδαμοῦ προλείπει τὸν ἄνδρα μηδ’ ἀμελεῖ τὸ θεῖον αὐτοῦ. [De gen. Socr. 11] καὶ ὁ Γαλαξίδωρος οἴει γάρ ἔφη Θεόκριτε, τὸ Σωκράτους δαιμόνιον ἰδίαν καὶ περιττὴν ἐσχηκέναι δύναμιν; οὐχὶ τῆς κοινῆς μόριόν τι μαντικῆς τὸν ἄνδρα πείρᾳ βεβαιωσάμενον, ἐν τοῖς ἀδήλοις καὶ ἀτεκμάρτοις τῷ λογισμῷ ῥοπὴν ἐπάγειν; ὡς γὰρ ὁλκὴ μία καθ’ αὑτὴν οὐκ ἄγει τὸν ζυγόν, ἰσορροποῦντι δὲ βάρει προστιθεμένη κλίνει τὸ σύμπαν ἐφ’, ἑαυτήν οὕτω πταρμὸς ἢ κληδὼν ἤ τι τοιοῦτον σύμβολον … καὶ κοῦφον, ἐμβριθῆ διάνοιαν ἐπισπάσασθαι πρὸς πρᾶξιν· δυεῖν δ’ ἐναντίων λογισμῶν θατέρῳ προσελθὸν ἔλυσε τὴν ἀπορίαν, τῆς ἰσότητος ἀναιρεθείσης, ὥστε κίνησιν γίγνεσθαι καὶ ὁρμήν. [De gen. Socr. 11b] ὑπολαβὼν δ’ ὁ πατήρ ἀλλὰ μήν ἔφη καὶ αὐτός, ὦ Γαλαξίδωρε, Μεγαρικοῦ τινος ἤκουσα, Τερψίωνος δὲ ἐκεῖνος, ὅτι τὸ Σωκράτους δαιμόνιον πταρμὸς ἦν, ὅ τε παρ’ αὐτοῦ καὶ ὁ παρ’ ἄλλων· ἑτέρου μὲν πταρόντος ἐκ δεξιᾶς εἴτ’ ὄπισθεν εἴτ’ ἔμπροσθεν, ὁρμᾶν αὐτὸν ἐπὶ τὴν πρᾶξιν· εἰ δ’ ἐξ ἀριστερᾶς, ἀποτρέπεσθαι τῶν δ’ αὐτοῦ πταρμῶν τὸν μὲν ἔτι μέλλοντος βεβαιοῦν τὸν δ’ ἤδη πράσσοντος ἐπέχειν καὶ κωλύειν τὴν ὁρμήν. ἀλλ’ ἐκεῖνό μοι δοκεῖ θαυμαστόν, εἰ πταρμῷ χρώμενος οὐ τοῦτο τοῖς ἑταίροις ἀλλὰ δαιμόνιον εἶναι τὸ κωλῦον ἢ κελεῦον ἔλεγε· τύφου γὰρ ἂν ἦν τινος, ὦ φίλε, κενοῦ καὶ κόμπου τὸ τοιοῦτον, οὐκ ἀληθείας καὶ ἁπλότητος οἷς τὸν ἄνδρα μέγαν ὡς ἀληθῶς καὶ διαφέροντα τῶν πολλῶν γεγονέναι δοκοῦμεν, ὑπὸ φωνῆς ἔξωθεν ἢ πταρμοῦ τινος ὁπηνίκα τύχοι θορυβούμενον ἐκ τῶν πράξεων ἀνατρέπεσθαι καὶ προΐεσθαι τὸ δεδογμένον. αἱ δὲ Σωκράτους αὖ ὁρμαὶ τὸ βέβαιον ἔχουσαι καὶ σφοδρότητα φαίνονται πρὸς ἅπαν, ὡς ἂν ἐξ ὀρθῆς καὶ ἰσχυρᾶς ἀφειμέναι κρίσεως καὶ ἀρχῆς. πενίᾳ γὰρ ἐμμεῖναι παρὰ πάντα τὸν βίον ἑκουσίως, σὺν παὶ χάριτι τῶν διδόντων ἔχειν δυνάμενον, καὶ φιλοσοφίας μὴ ἐκστῆναι πρὸς τοσαῦτα κωλύματα καὶ τέλος εἰς σωτηρίαν καὶ φυγὴν αὐτῷ σπουδῆς ἑταίρων καὶ παρασκευῆς εὐμηχάνου γενομένης, μήτε καμφθῆναι λιπαροῦσι μήθ’ ὑποχωρῆσαι τῷ θανάτῳ πελάζοντι, χρῆσθαι δ’ ἀτρέπτῳ τῷ λογισμῷ πρὸς τὸ δεινόν, οὐκ ἔστιν ἀνδρὸς ἐκ κληδόνων ἢ πταρμῶν μεταβαλλομένην ὅτε τύχοι γνώμην ἔχοντος ἀλλ’ ὑπὸ μείζονος ἐπιστασίας καὶ ἀρχῆς ἀγομένου πρὸς τὸ καλόν. [De gen. Socr. 11c] ἀκούω δὲ καὶ τὴν ἐν Σικελίᾳ τῆς Ἀθηναίων δυνάμεως φθορὰν προειπεῖν αὐτὸν ἐνίοις τῶν φίλων. καὶ πρότερον ἔτι τούτων Πυριλάμπης ὁ Ἀντιφῶντος ἁλοὺς ἐν τῇ διώξει περὶ Δήλιον ὑφ’ ἡμῶν δορατίῳ τετρωμένος, ὡς ἤκουσε τῶν ἐπὶ τὰς σπονδὰς ἀφικομένων Ἀθήνηθεν, ὅτι Σωκράτης μετ’ Ἀλκιβιάδου καὶ Λάχητος ἐπὶ Ῥηγίστης καταβὰς ἀπονενοστήκοι, πολλὰ μὲν τοῦτον ἀνεκαλέσατο, πολλὰ δὲ φίλους τινὰς καὶ λοχίτας οἷς συνέβη μετ’ αὐτοῦ παρὰ τὴν Πάρνηθα φεύγουσιν ὑπὸ τῶν ἡμετέρων ἱππέων ἀποθανεῖν, ὡς τοῦ Σωκράτους δαιμονίου παρακούσαντας, ἑτέραν ὁδὸν οὐχ ἣν ἐκεῖνος ἦγε τρεπομένους ἀπὸ τῆς μάχης. [De gen. Socr. 11d] ταῦτα δ’ οἶμαι καὶ Σιμμίαν ἀκηκοέναι πολλάκις ὁ Σιμμίας ἔφη καὶ πολλῶν διεβοήθη γὰρ οὐκ ἠρέμα τὸ Σωκράτους Ἀθήνησιν ἐκ τούτων δαιμόνιον. [De gen. Socr. 12] τί οὖν ὁ Φειδόλαος εἶπεν· ὦ Σιμμία, Γαλαξίδωρον ἐάσωμεν παίζοντα καταβάλλειν τοσοῦτο μαντείας ἔργον εἰς πταρμοὺς καὶ κληδόνας, οἷς καὶ οἱ πολλοὶ καὶ ἰδιῶται περὶ μικρὰ προσχρῶνται καὶ παίζοντες· ὅταν δὲ κίνδυνοι βαρύτεροι καὶ μείζονες καταλάβωσι πράξεις, ἐκεῖνο γίγνεται τὸ Εὐριπίδειον [De gen. Socr. 12b] οὐδεὶς σιδήρου ταῦτα μωραίνει πέλας; [De gen. Socr. 12c] καὶ ὁ Γαλαξίδωρος Σιμμίου μέν ἔφη Φειδόλαε, περὶ τούτων, εἴ τι Σωκράτους αὐτὸς λέγοντος ἤκουσεν, ἕτοιμος ἀκροᾶσθαι καὶ πείθεσθαι μεθ’ ὑμῶν· τὰ δ’ ὑπὸ σοῦ λελεγμένα καὶ Πολύμνιος οὐ χαλεπὸν ἀνελεῖν. ὡς γὰρ ἐν ἰατρικῇ σφυγμὸς ἢ φλύκταινα μικρὸν οὐ μικροῦ δὲ σημεῖόν ἐστι, καὶ κυβερνήτῃ πελάγους φθόγγος ὄρνιθος ἢ διαδρομὴ κνηκίδος ἀραιᾶς πνεῦμα σημαίνει καὶ κίνησιν τραχυτέραν θαλάσσης· οὕτω μαντικῇ ψυχῇ πταρμὸς ἢ κληδὼν οὐ μέγα καθ’ αὑτὸ σύμβολον δὲ μεγάλου συμπτώματος· οὐδεμιᾶς γὰρ τέχνης καταφρονεῖται τὸ μικροῖς μεγάλα καὶ δι’ ὀλίγων, πολλὰ προμηνύειν. ἀλλ’ ὥσπερ εἴ τις ἄπειρος γραμμάτων δυνάμεως ὁρῶν ὀλίγα πλήθει καὶ φαῦλα τὴν μορφὴν ἀπιστοίη ἄνδρα γραμματικὸν ἐκ τούτων ἀναλέγεσθαι πολέμους μεγάλους, οἳ τοῖς πάλαι συνέτυχον, καὶ κτίσεις πόλεων πράξεις τε καὶ παθήματα βασιλέων, εἶτα φαίη φωνὴν ἢ ὅμοιόν τι μηνύειν καὶ καταλέγειν ἐκείνῳ τῶν ἱστορικῶν τούτων ἕκαστον, ἡδὺς ἄν, ὦ φίλε, γέλως σοι τοῦ ἀνθρώπου τῆς ἀπειρίας ἐπέλθοι οὕτω σκόπει, μὴ καὶ ἡμεῖς τῶν μαντικῶν ἑκάστου τὴν δύναμιν ἀγνοοῦντες, ᾗ συμβάλλει πρὸς τὸ μέλλον, εὐήθως ἀγανακτῶμεν, εἰ νοῦν ἔχων ἄνθρωπος ἐκ τούτων ἀποφαίνεταί τι περὶ τῶν ἀδήλων, καὶ ταῦτα φάσκων αὐτὸς οὐ πταρμὸν οὐδὲ φωνὴν ἀλλὰ δαιμόνιον αὐτῷ τῶν πράξεων ὑφηγεῖσθαι. μέτειμι γὰρ ἤδη πρὸς σέ, ὦ Πολύμνι, θαυμάζοντα Σωκράτους ἀνδρὸς ἀτυφίᾳ καὶ ἀφελείᾳ μάλιστα δὴ φιλοσοφίαν ἐξανθρωπίσαντος, εἰ μὴ πταρμὸν μηδὲ κληδόνα τὸ σημεῖον ἀλλὰ τραγικῶς πάνυ τὸ δαιμόνιον ὠνόμαζεν. ἐγὼ γὰρ ἂν τοὐναντίον ἐθαύμαζον ἀνδρὸς ἄκρου διαλέγεσθαι καὶ κρατεῖν ὀνομάτων, ὥσπερ Σωκράτης, εἰ μὴ τὸ δαιμόνιον ἀλλὰ τὸν πταρμὸν αὑτῷ σημαίνειν ἔλεγεν· ὥσπερ εἴ τις ὑπὸ τοῦ βέλους φαίη τετρῶσθαι μὴ τῷ βέλει ὑπὸ τοῦ βαλόντος, μεμετρῆσθαι δ’ αὖ τὸ βάρος ὑπὸ τοῦ ζυγοῦ μὴ τῷ ζυγῷ ὑπὸ τοῦ ἱστάντος. οὐ γὰρ τοῦ ὀργάνου τὸ ἔργον, ἀλλ’ οὗ καὶ τὸ ὄργανον ᾧ χρῆται πρὸς τὸ ἔργον· ὄργανον δέ τι καὶ τὸ σημεῖον ᾧ χρῆται τὸ σημαῖνον· ἀλλ’ ὅπερ εἶπον, εἴ τι Σιμμίας ἔχοι λέγειν, ἀκουστέον, ὡς εἰδότος ἀκριβέστερον. [De gen. Socr. 13] καὶ ὁ Θεόκριτος πρότερόν γ’ ἔφη τοὺς εἰσιόντας οἵτινές εἰσιν ἀποσκεψαμένοις, μᾶλλον δὲ τὸν ξένον ὃν ἔοικεν ἡμῖν Ἐπαμεινώνδας ὁδὶ κομίζειν. ἀποβλέψαντες οὖν πρὸς τὰς θύρας, ἑωρῶμεν ἡγούμενον μὲν τὸν Ἐπαμεινώνδαν καὶ συνεστώτων φίλων Ἰσμηνόδωρον καὶ Βακχυλίδαν καὶ Μέλισσον τὸν αὐλητήν, ἑπόμενον δὲ τὸν ξένον, οὐκ ἀγεννῆ τὸ εἶδος ἀλλὰ πραότητα καὶ φιλοφροσύνην τοῦ ἤθους ὑποφαίνοντα καὶ σεμνῶς ἀμπεχόμενον τὸ σῶμα καθίσαντος οὖν ἐκείνου μὲν αὐτοῦ παρὰ τὸν Σιμμίαν τοῦ δ’ ἀδελφοῦ παρ’ ἐμὲ τῶν δ’ ἄλλων ὡς ἕκαστος ἔτυχε καὶ γενομένης σιωπῆς, ὁ Σιμμίας τὸν ἀδελφὸν ἡμῶν καλέσας εἶεν εἶπεν ὦ Ἐπαμεινώνδα, τίνα χρὴ τὸν ξένον καὶ πῶς καὶ πόθεν προσαγορεύειν; ἀρχὴ γάρ τις ἐντυχίας καὶ γνώσεως αὕτη συνήθης. [De gen. Socr. 13b] καὶ ὁ Ἐπαμεινώνδας Θεάνωρ εἶπεν ὦ Σιμμία, ὄνομα μὲν τἀνδρί, γένος δὲ Κροτωνιάτης τῶν ἐκεῖ φιλοσόφων οὐ καταισχύνων τὸ μέγα Πυθαγόρου κλέος· ἀλλὰ καὶ νῦν ἥκει δεῦρο μακρὰν ὁδὸν ἐξ Ἰταλίας ἔργοις καλοῖς καλὰ δόγματα βεβαιῶν. [De gen. Socr. 13c] ὑπολαβὼν δ’ ὁ ξένος οὐκοῦν ἔφη σὺ κωλύεις, ὦ Ἐπαμεινώνδα, τῶν ἔργων τὸ κάλλιστον. εἰ γὰρ εὖ ποιεῖν φίλους καλόν, οὐκ αἰσχρὸν εὖ πάσχειν ὑπὸ φίλων· ἡ γὰρ χάρις οὐχ ἧττον δεομένη τοῦ λαμβάνοντος ἢ τοῦ διδόντος ἐξ ἀμφοῖν τελειοῦται πρὸς τὸ καλόν· ὁ δὲ μὴ δεξάμενος ὥσπερ σφαῖραν εὖ φερομένην κατῄσχυνεν ἀτελῆ πεσοῦσαν. ποίου γὰρ οὕτω σκοποῦ βάλλοντα καὶ τυχεῖν ἡδὺ καὶ διαμαρτάνειν ἀνιαρὸν ὡς ἀνδρὸς εὖ παθεῖν ἀξίου διὰ χάριτος ἐφιέμενον; ἀλλ’ ἐκεῖ μὲν ὁ τοῦ σκοποῦ μένοντος ἀτυχήσας σφάλλεται δι’ αὑτόν, ἐνταυθοῖ δ’ ὁ παραιτούμενος καὶ ὑποφεύγων ἀδικεῖ τὴν χάριν εἰς ὃ ἔσπευκε μὴ περαίνουσαν. σοὶ μὲν οὖν τὰς αἰτίας ἤδη διῆλθον, ὑφ’ ὧν ἔπλευσα δεῦρο· βούλομαι δὲ καὶ τούτοις διελθὼν χρήσασθαι πρός σε δικασταῖς. [De gen. Socr. 13d] ἐπεὶ γὰρ ἐξέπεσον αἱ κατὰ πόλεις ἑταιρεῖαι τῶν Πυθαγορικῶν στάσει κρατηθέντων, τοῖς δ’ ἔτι συνεστῶσιν ἐν Μεταποντίῳ συνεδρεύουσιν ἐν οἰκίᾳ πῦρ οἱ Κυλώνειοι περιένησαν καὶ διέφθειραν ἐν ταὐτῷ πάντας πλὴν Φιλολάου καὶ Λύσιδος, νέων ὄντων ἔτι ῥώμῃ καὶ κουφότητι διωσαμένων τὸ πῦρ, Φιλόλαος μὲν εἰς Λευκανοὺς φυγὼν ἐκεῖθεν ἀνεσώθη πρὸς τοὺς ἄλλους φίλους ἤδη πάλιν ἀθροιζομένους καὶ κρατοῦντας τῶν Κυλωνείων Λῦσις δ’ ὅπου γέγονεν ἠγνοεῖτο πολὺν χρόνον· πλήν γε δὴ Γοργίας ὁ Λεοντῖνος ἐκ τῆς Ἑλλάδος ἀναπλέων εἰς Σικελίαν ἀπήγγελλε τοῖς περὶ Ἄρκεσον βεβαίως Λύσιδι συγγεγονέναι διατρίβοντι περὶ Θήβας. ὥρμησε δ’ ὁ Ἄρκεσος πόθῳ τἀνδρὸς αὐτὸς ὡς εἶχε πλεῦσαι, κομιδῇ δὲ διὰ γῆρας καὶ ἀσθένειαν ἐλλείπων ἐπέσκηψε μάλιστα μὲν ζῶντα κομίσαι τὸν Λῦσιν εἰς Ἰταλίαν ἢ τὰ λείψανα τεθνηκότος. οἱ δ’ ἐν μέσῳ πόλεμοι καὶ στάσεις καὶ τυραννίδες ἐκώλυσαν αὐτῷ ζῶντι συντελέσαι τοὺς φίλους τὸν ἆθλον. ἐπεὶ δ’ ἡμῖν τὸ Λύσιδος δαιμόνιον ἤδη τεθνηκότος ἐναργῶς προϋπέφαινε τὴν τελευτήν, καὶ τὰς παρ’ ὑμῖν, ὦ Πολύμνι, θεραπείας καὶ διαίτας τἀνδρὸς οἱ σαφῶς εἰδότες ἀπήγγελλον, ὅτι πλουσίας ἐν οἴκῳ πένητι γηροκομίας τυχὼν καὶ πατὴρ τῶν σῶν υἱέων ἐπιγραφεὶς οἴχοιτο μακαριστός, ἀπεστάλην ἐγὼ νέος καὶ εἷς ὑπὸ πολλῶν καὶ πρεσβυτέρων, ἐχόντων οὐκ ἔχουσι χρήματα διδόντων, πολλὴν χάριν καὶ φιλίαν ἀντιλαμβανόντων. Λῦσις δὲ καὶ κεῖται καλῶς ὑφ’ ὑμῶν, καὶ τάφου καλοῦ κρείττων αὐτῷ χάρις ἐκτινομένη φίλοις ὑπὸ φίλων καὶ οἰκείων. [De gen. Socr. 14] ταῦτα τοῦ ξένου λέγοντος, ὁ μὲν πατὴρ ἐπεδάκρυσε τῇ μνήμῃ τοῦ Λύσιδος πολὺν χρόνον, ὁ δ’ ἀδελφὸς ὑπομειδιῶν, ὥσπερ εἰώθει πρὸς ἐμέ πῶς ἔφη ποιοῦμεν, ὦ Καφεισία; προϊέμεθα τὴν πενίαν τοῖς χρήμασι καὶ σιωπῶμεν; [De gen. Socr. 14b] ἥκιστ’ ἔφην ἐγώ τὴν φίλην καὶ ἀγαθὴν κουροτρόφον· [De gen. Socr. 14c] ἀλλ’ ἄμυνε σὸς γὰρ ὁ λόγος. καὶ μὴν ἐγώ εἶπεν ὦ πάτερ, ταύτῃ μόνον τὴν οἰκίαν ἐδεδίειν ἁλώσιμον ὑπὸ χρημάτων εἶναι, κατὰ τὸ Καφισίου σῶμα, καλῆς μὲν ἐσθῆτος δεόμενον ἵνα τοῖς ἐρασταῖς ἐγκαλλωπίσηται τοσούτοις οὖσιν, ἀφθόνου δὲ καὶ πολλῆς; τροφῆς ἵν’ ἀντέχῃ πρὸς τὰ γυμνάσια καὶ πρὸς τοὺς ἐν ταῖς παλαίστραις ἀγῶνας· ὁπηνίκα δ’ οὗτος οὐ προδίδωσι τὴν πενίαν οὐδ’ ὡς βαφὴν ἀνίησι τὴν πάτριον πενίαν, ἀλλὰ καίπερ ὢν μειράκιον, εὐτελείᾳ καλλωπίζεται καὶ στέργει τὰ παρόντα, τίς ἂν ἡμῖν γένοιτο τῶν χρημάτων διάθεσις καὶ χρῆσις; ἦπου καταχρυσώσομεν τὰ ὅπλα, καὶ τὴν ἀσπίδα πορφύρᾳ συμμεμιγμένῃ πρὸς χρυσίον, ὥσπερ Νικίας ὁ Ἀθηναῖος, διαποικιλοῦμεν; σοὶ δ’, ὦ πάτερ, Μιλησίαν χλανίδα τῇ δὲ μητρὶ παραλουργὸν ὠνησόμεθα χιτώνιον; οὐ γὰρ εἰς γαστέρα δήπου καταχρησόμεθα τὴν δωρεάν, εὐωχοῦντες αὑτοὺς πολυτελέστερον, ὥσπερ ξένον ὑποδεδεγμένοι βαρύτερον τὸν πλοῦτον ἄπαγ’· [De gen. Socr. 14d] εἶπεν ὁ πατήρ ὦ παῖ· μηδέποτε τοιαύτην ἐπίδοιμι μετακόσμησιν. [De gen. Socr. 14e] τοῦ βίου ἡμῶν καὶ μὴν οὐδ’ ἀργόν ἔφη καθισόμεθα φρουροῦντες οἴκοι τὸν πλοῦτον· [De gen. Socr. 14f] ἄχαρις γὰρ ἂν οὕτως ἡ χάρις καὶ ἄτιμος ἡ κτῆσις εἴη. τί μήν; [De gen. Socr. 14g] εἶπεν ὁ πατήρ. οὐκοῦν ἔφη ὁ Ἐπαμεινώνδας Ἰάσωνι μὲν τῷ Θετταλῶν ταγῷ πέμψαντι δεῦρο πολὺ χρυσίον ἔναγχος πρὸς ἡμᾶς καὶ δεομένῳ λαβεῖν ἀγροικότερος ἐφάνην ἀποκρινόμενος ἀδίκων χειρῶν αὐτὸν κατάρχειν, ὅτι μοναρχίας ὢν ἐραστὴς ἄνδρα δημότην ἐλευθέρας καὶ αὐτονόμου πόλεως ἐπείρα διὰ χρημάτων. σοῦ δ’, ὦ ξένε, τὴν μὲν προθυμίαν (καλὴ γὰρ καὶ φιλόσοφος) δέχομαι καὶ ἀγαπῶ διαφερόντως· ἥκεις δὲ φάρμακα φίλοις μὴ νοσοῦσι κομίζων. ὥσπερ οὖν εἰ πολεμεῖσθαι πυθόμενος ἡμᾶς ἔπλευσας ὅπλοις καὶ βέλεσιν ἡμᾶς ὠφελήσων, εἶτα φιλίαν καὶ εἰρήνην εὗρες, οὐκ ἂν ᾤου δεῖν ἐκεῖνα διδόναι καὶ ἀπολείπειν μὴ δεομένοις· οὕτω σύμμαχος μὲν ἀφῖξαι πρὸς πενίαν ὡς ἐνοχλουμένοις ὑπ’ αὐτῆς, ἡ δ’ ἐστὶ ῥᾴστη φέρειν ἡμῖν καὶ φίλη σύνοικος. οὔκουν δεῖ χρημάτων οὐδ’ ὅπλων ἐπ’ αὐτὴν μηδὲν ἀνιῶσαν ἀλλ’ ἀπάγγελλε τοῖς ἐκεῖ γνωρίμοις, ὅτι κάλλιστα μὲν αὐτοὶ πλούτῳ χρῶνται καλῶς δὲ πενίᾳ χρωμένους αὐτόθι φίλους ἔχουσι, τὰς δὲ Λύσιδος ἡμῖν τροφὰς καὶ ταφὰς αὐτὸς ὑπὲρ αὑτοῦ Λῦσις ἀπέδωκε, τὰ τ’ ἄλλα καὶ πενίαν διδάξας μὴ δυσχεραίνειν. [De gen. Socr. 15] ὑπολαβὼν δ’ ὁ Θεάνωρ ἆρ’ οὖν ἔφη τὸ πενίαν δυσχεραίνειν ἀγεννές ἐστι τὸ δὲ πλοῦτον δεδιέναι καὶ φεύγειν οὐκ ἄτοπον; [De gen. Socr. 15b] ἄτοπον, εἰ μὴ λόγῳ τις αὐτὸν ἀλλὰ σχηματιζόμενος ἢ δι’ ἀπειροκαλίαν ἢ τῦφόν τινα διωθεῖται. [De gen. Socr. 15c] καὶ τίς ἄν ἔφη λόγος ἀπείργοι τὴν ἐκ καλῶν καὶ δικαίων κτῆσιν, ὦ Ἐπαμεινώνδα; μᾶλλον δὲ (πραότερον γὰρ ἡμῖν ἢ τῷ Θετταλῷ πρὸς τὰς ἀποκρίσεις ἐνδίδου σαυτὸν ὑπὲρ τούτων) εἰπέ μοι, πότερον ἡγῇ δόσιν μὲν εἶναί τινα χρημάτων ὀρθὴν λῆψιν δὲ μηδεμίαν ἢ καὶ τοὺς διδόντας ἁμαρτάνειν πάντως καὶ τοὺς λαμβάνοντας; [De gen. Socr. 15d] οὐδαμῶς εἶπεν ὁ Ἐπαμεινώνδας, ἀλλ’ ὥσπερ ἄλλου τινὸς ἐγὼ καὶ πλούτου χάριν τε καὶ κτῆσιν εἶναι νομίζω, τὴν μὲν αἰσχρὰν τὴν δ’ ἀστείαν. [De gen. Socr. 15e] ἆρ’ οὖν ἔφη ὁ Θεάνωρ ὁ ἃ ὀφείλει διδοὺς ἑκουσίως καὶ προθύμως οὐ καλῶς δίδωσιν; ὡμολόγησεν. [De gen. Socr. 15f] ὁ δ’ ἅ τις καλῶς δίδωσι δεξάμενος οὐ καλῶς εἴληφεν; ἢ γένοιτ’ ἂν δικαιοτέρα χρημάτων λῆψις τῆς παρὰ τοῦ δικαίως διδόντος; [De gen. Socr. 15g] οὐκ ἄν ἔφη γένοιτο. δυεῖν ἄρα φίλων’ εἶπεν ὦ Ἐπαμεινώνδα, εἰ θατέρῳ δοτέον, θατέρῳ δήπου ληπτέον· ἐν μὲν γὰρ ταῖς μάχαις τὸν εὖ βάλλοντα τῶν πολεμίων ἐκκλιτέον, ἐν δὲ ταῖς χάρισι τὸν καλῶς διδόντα τῶν φίλων οὔτε φεύγειν οὔτ ἀπωθεῖσθαι δίκαιον· εἰ γὰρ ἡ πενία μὴ δυσχερὲς οὐδ’ αὖ πάλιν ὁ πλοῦτος οὕτως ἄτιμος καὶ ἀπόβλητος. [De gen. Socr. 15h] οὐ γὰρ οὖν εἶπεν ὁ Ἐπαμεινώνδας ἀλλ’ ἔστιν ὅτῳ μὴ λαβόντι τὸ καλῶς διδόμενον τιμιώτερον ὑπάρχει καὶ κάλλιον· οὑτωσὶ δ’ ἐπίσκεψαι μεθ’ ἡμῶν. [De gen. Socr. 15i] εἰσὶ δήπουθεν ἐπιθυμίαι πολλαὶ καὶ πολλῶν, ἔνιαι μὲν ἔμφυτοι λεγόμεναι καὶ περὶ τὸ σῶμα βλαστάνουσαι, πρὸς τὰς ἀναγκαίας ἡδονάς αἱ δ’ ἐπήλυδες, αἳ ἕνεκα κενῶν δοξῶν, ἰσχὺν δὲ καὶ βίαν ὑπὸ χρόνου καὶ συνηθείας ἐν τροφῇ μοχθηρᾷ λαβοῦσαι, πολλάκις ἕλκουσι καὶ ταπεινοῦσι τὴν ψυχὴν ἐρρωμενέστερον τῶν ἀναγκαίων· ἔθει δὲ καὶ μελέτῃ πολὺ μέν τις ἤδη καὶ τῶν ἐμφύτων ἀπαρύσαι παθῶν τῷ λόγῳ παρέσχε· τὸ δὲ πᾶν τῆς ἀσκήσεως κράτος, ὦ φίλε, ταῖς ἐπεισοδίοις καὶ περιτταῖς προσαγαγόντας ἐπιθυμίαις ἐκπονεῖν χρὴ καὶ ἀποκόπτειν αὐτὰς ἀνείρξεσι καὶ κατοχαῖς ὑπὸ τοῦ λόγου κολαζομένας. εἰ γὰρ δίψαν ἐκβιάζεται καὶ πεῖναν ἡ πρὸς τροφὴν καὶ ποτὸν ἀντίβασις τοῦ λογισμοῦ, μακρῷ δήπου ῥᾷόν ἐστι φιλοπλουτίαν κολοῦσαι καὶ φιλοδοξίαν ἀποχαῖς ὧν ἐφίενται καὶ ἀνείρξεσιν εἰς τέλος καταλυθείσας ἢ οὐ δοκεῖ σοι; [De gen. Socr. 15j] ὡμολόγησεν ὁ ξένος. ἆρ’ οὖν ἔφη διαφορὰν ὁρᾷς ἀσκήσεως καὶ τοῦ πρὸς ὃ ἡ ἄσκησις ἔργου, καὶ καθάπερ ἀθλητικῆς ἔργον μὲν ἂν εἴποις τὴν ὑπὲρ τοῦ στεφάνου πρὸς τὸν ἀντίπαλον ἅμιλλαν, ἄσκησιν δὲ τὴν ἐπὶ τοῦτο διὰ τῶν γυμνασίων παρασκευὴν τοῦ σώματος· οὕτω καὶ ἀρετῆς ὁμολογεῖς τὸ μὲν ἔργον εἶναι τὸ δ’ ἄσκησιν; [De gen. Socr. 15k] ὁμολογήσαντος δὲ τοῦ ξένου, φέρε τοίνυν πρῶτον εἶπε τῆς ἐγκρατείας τὸ τῶν αἰσχρῶν καὶ παρανόμων ἡδονῶν ἀπέχεσθαι πότερον ἄσκησιν ἢ μᾶλλον ἔργον καὶ ἀπόδειξιν ἀσκήσεως εἶναι νομίζεις; [De gen. Socr. 15l] ἔργον εἶπεν ἐγὼ καὶ ἀπόδειξιν ἄσκησιν δὲ καὶ μελέτην ἐγκρατείας, οὐχ ᾗπερ ἔτι νῦν ἐφείλκυσθε πάντες ὑμεῖς, ὅταν γυμναζόμενοι καὶ κινήσαντες ὥσπερ ζῷα τὰς ὀρέξεις, ἐπιστῆτε λαμπραῖς τραπέζαις καὶ ποικίλοις ἐδέσμασι πολὺν χρόνον, εἶτα ταῦτα τοῖς οἰκέταις ὑμῶν εὐωχεῖσθαι παραδόντες, αὐτοὶ τὰ λιτὰ καὶ ἁπλᾶ προσφέρησθε κεκολασμέναις ἤδη ταῖς ἐπιθυμίαις; ἡ γὰρ ἐν οἷς ἔξεστιν ἀποχὴ τῶν ἡδονῶν ἄσκησίς ἐστι τῇ ψυχῇ πρὸς ἃ κεκώλυται πάνυ μὲν οὖν εἶπεν. [De gen. Socr. 15m] ἔστιν οὖν τις, ὦ φίλε, καὶ δικαιοσύνῃ πρὸς φιλοπλουτίαν καὶ φιλαργυρίαν ἄσκησις, οὐ τὸ μὴ κλέπτειν ἐπιόντα νύκτωρ τὰ τῶν πέλας μηδὲ λωποδυτεῖν· οὐδ’ εἰ μὴ προδίδωσί τις πατρίδα καὶ φίλους δι’ ἀργύριον, οὗτος ἀσκεῖ πρὸς φιλαργυρίαν (καὶ γὰρ ὁ νόμος ἴσως ἐνταῦθα καὶ ὁ φόβος ἀπείργει τὴν πλεονεξίαν τοῦ ἀδικεῖν), ἀλλ’ ὁ τῶν δικαίων καὶ συγκεχωρημένων ὑπὸ τοῦ νόμου κερδῶν πολλάκις ἀφιστὰς ἑαυτὸν ἑκουσίως, ἀσκεῖ καὶ προσεθίζεται μακρὰν εἶναι παντὸς ἀδίκου καὶ παρανόμου λήμματος. οὔτε γὰρ ἐν ἡδοναῖς μεγάλαις μὲν ἀτόποις δὲ καὶ βλαβεραῖς οἷόν τε τὴν διάνοιαν ἠρεμεῖν μὴ πολλάκις ἐν ἐξουσίᾳ τοῦ ἀπολαύειν καταφρονήσασαν, οὔτε λήμματα μοχθηρὰ καὶ πλεονεξίας μεγάλας εἰς ἐφικτὸν ἡκούσας ὑπερβῆναι ῥᾴδιον ᾧτινι μὴ πόρρωθεν ἐνδέδεται καὶ κεκόλασται τὸ φιλοκερδές, ἀλλ’ οἷς ἔξεστιν ἀνέδην εἰς τὸ κερδαίνειν ἀνατεθραμμένον σπαργᾷ πρὸς τὰς ἀδικίας μάλα μόλις καὶ χαλεπῶς τοῦ πλεονεκτεῖν ἀπεχόμενον. ἀνδρὶ δὲ μὴ φίλων προϊεμένῳ χάρισι μὴ βασιλέων δωρεαῖς αὑτόν, ἀλλὰ καὶ τύχης κλῆρον ἀπειπαμένῳ καὶ θησαυροῦ φανέντος ἐπιπηδῶσαν ἀποστήσαντι τὴν φιλοπλουτίαν, οὐκ ἐπανίσταται πρὸς τὰς ἀδικίας οὐδὲ θορυβεῖ τὴν διάνοιαν ἀλλ’ εὐκόλως χρῆται πρὸς τὸ καλὸν αὑτῷ μέγα φρονῶν καὶ τὰ κάλλιστα τῇ ψυχῇ συνειδώς. τούτων ἐγὼ καὶ Καφεισίας ἐρασταὶ τῶν ἀνθρώπων ὄντες, ὦ φίλε Σιμμία, παραιτούμεθα τὸν ξένον ἐᾶν ἡμᾶς ἱκανῶς ἐγγυμνάσασθαι τῇ πενίᾳ πρὸς τὴν ἀρετὴν ἐκείνην. [De gen. Socr. 16] ταῦτα τἀδελφοῦ διελθόντος, ὁ Σιμμίας δὶς ἢ τρὶς ἐπινεύσας τῇ κεφαλῇ μέγας ἔφη μέγας ἀνήρ ἐστιν Ἐπαμεινώνδας τούτου δ’ αἴτιος οὑτοσὶ Πολύμνις, ἐξ ἀρχῆς τὴν ἀρίστην τροφὴν ἐν φιλοσοφίᾳ τοῖς παισὶ παρασκευασάμενος. ἀλλὰ περὶ μὲν τούτων αὐτοὶ διαλύεσθε πρὸς αὑτούς, ὦ ξένε· τὸν δὲ Λῦσιν ἡμῖν, εἰ θέμις ἀκοῦσαι, πότερον ἄρα κινεῖς ἐκ τοῦ τάφου καὶ μετοικίζεις εἰς Ἰταλίαν ἢ καταμένειν ἐνταῦθα παρ’ ἡμῖν ἐάσεις εὐμενέσι καὶ φίλοις, ὅταν ἐκεῖ γενώμεθα, συνοίκοις χρησόμενον; [De gen. Socr. 16b] καὶ ὁ Θεάνωρ ἐπιμειδιάσας ἔοικεν ἔφη Λῦσις, ὦ Σιμμία, φιλοχωρεῖν, οὐδενὸς τῶν καλῶν ἐνδεὴς γεγονὼς δι’ Ἐπαμεινώνδαν. ἔστι γάρ τι γιγνόμενον ἰδίᾳ περὶ τὰς ταφὰς τῶν Πυθαγορικῶν ὅσιον, οὗ μὴ τυχόντες οὐ δοκοῦμεν ἀπέχειν τὸ μακαριστὸν καὶ οἰκεῖον τέλος. ὡς οὖν ἔγνωμεν ἐκ τῶν ὀνείρων τὴν Λύσιδος τελευτὴν (διαγιγνώσκομεν δὲ σημείῳ τινὶ φαινομένῳ κατὰ τοὺς ὕπνους, εἴτε τεθνηκότος εἴτε ζῶντος εἴδωλόν ἐστιν), ἔννοια πολλοῖς ἐπεισῆλθεν, ὡς ἐπὶ ξένης ὁ Λῦσις ἄλλως κεκήδευται καὶ κινητέος ἐστὶν ἡμῖν ὅπως ἐκεῖ μεταλάχῃ τῶν νομιζομένων. τοιαύτῃ δὲ διανοίᾳ παραγενόμενος καὶ πρὸς τὸν τάφον εὐθὺς ὑπὸ τῶν ἐγχωρίων ὁδηγηθείς, ἑσπέρας ἤδη χοὰς ἐχεόμην ἀνακαλούμενος τὴν Λύσιδος ψυχὴν κατελθεῖν ἀποθεσπίσουσαν ὡς χρὴ ταῦτα πράσσειν. προϊούσης δὲ τῆς νυκτός, εἶδον μὲν οὐδὲν ἀκοῦσαι δὲ φωνῆς ἔδοξα τὰ ἀκίνητα μὴ κινεῖν· ὁσίως γὰρ ὑπὸ τῶν φίλων κεκηδεῦσθαι τὸ Λύσιδος σῶμα, τὴν δὲ ψυχὴν ἤδη κεκριμένην ἀφεῖσθαι πρὸς ἄλλην γένεσιν, ἄλλῳ δαίμονι συλλαχοῦσαν. καὶ μέντοι καὶ συμβαλὼν ἕωθεν Ἐπαμεινώνδᾳ καὶ τὸν τρόπον ἀκούσας ᾧ θάψειε Λῦσιν, ἐπέγνων ὅτι καλῶς ἄχρι τῶν ἀπορρήτων πεπαιδευμένος ὑπ’ ἐκείνου τἀνδρὸς εἴη καὶ χρῷτο ταὐτῷ δαίμονι πρὸς τὸν βίον, εἰ μὴ κακὸς ἐγὼ τεκμήρασθαι τῷ πλῷ τὸν κυβερνήτην. εὐρεῖαι μὲν γὰρ ἀτραποὶ βίων, ὀλίγαι δ’ ἃς δαίμονες ἀνθρώπους ἄγουσιν ὁ μὲν οὖν Θεάνωρ ταῦτ’ εἰπὼν τῷ Ἐπαμεινώνδᾳ προσέβλεψεν, οἷον ἐξ ὑπαρχῆς ἀναθεώμενος αὐτοῦ τὴν φύσιν καὶ τὸ εἶδος. [De gen. Socr. 17] ἐν τούτῳ δ’ ὁ μὲν ἰατρὸς προσελθὼν περιέλυσε τοῦ Σιμμίου τὸν ἐπίδεσμον ὡς θεραπεύσων τὸ σῶμα· Φυλλίδας δ’ ἐπεισελθὼν μεθ’ Ἱπποσθενείδου καὶ κελεύσας ἐμὲ καὶ Χάρωνα καὶ Θεόκριτον ἐξαναστῆναι προσῆγεν εἴς τινα γωνίαν τοῦ περιστύλου, σφόδρα τεταραγμένος ὡς διεφαίνετο τῷ προσώπῳ κἀμοῦ μή τι καινότερον, ὦ Φυλλίδα, προσπέπτωκεν εἰπόντος, ἐμοὶ μὲν οὐδέν ἔφη καινόν, ὧ Καφεισία· καὶ γὰρ προῄδειν καὶ προύλεγον ὑμῖν τὴν Ἱπποσθενείδου μαλακίαν, δεόμενος μὴ ἀνακοινοῦσθαι μηδὲ παραλαμβάνειν εἰς τὴν πρᾶξιν. [De gen. Socr. 17b] ἐκπλαγέντων δὲ τὸν λόγον ἡμῶν, ὁ Ἱπποσθενείδας μὴ λέγε πρὸς θεῶν ἔφη Φυλλίδα, ταῦτα· μηδὲ τὴν προπέτειαν εὐτολμίαν οἰόμενος ἀνατρέψῃς καὶ ἡμῶν καὶ τὴν πόλιν· ἀλλ’ ἔασον ἀσφαλῶς, εἴπερ εἵμαρται, κατελθεῖν τοὺς ἄνδρας. [De gen. Socr. 17c] καὶ ὁ Φυλλίδας παροξυνόμενος· εἰπέ μοι φησίν ὦ Ἱπποσθενείδα, πόσους οἴει μετέχειν τῶν ἀπορρήτων εἰς τὴν πρᾶξιν ἡμῖν; [De gen. Socr. 17d] ἐγὼ μέν εἶπεν οὐκ ἐλάσσους ἢ τριάκοντα γιγνώσκω. [De gen. Socr. 17e] τί οὖν ἔφη τοσούτων τὸ πλῆθος ὄντων, τὰ πᾶσι δόξαντα μόνος ἀνῄρηκας καὶ διακεκώλυκας ἐκπέμψας ἱππέα πρὸς τοὺς ἄνδρας ἤδη καθ’ ὁδὸν ὄντας, ἀναστρέφειν κελεύσας καὶ μὴ κατατεῖναι σήμερον, ὅτε τῶν πρὸς τὴν κάθοδον αὐτοῖς τὰ πλεῖστα καὶ ταὐτόματον συμπαρεσκεύασεν. [De gen. Socr. 17f] εἰπόντος δὲ ταῦτα τοῦ Φυλλίδου, πάντες μὲν διεταράχθημεν ὁ δὲ Χάρων τῷ Ἱπποσθενείδᾳ πάνυ σκληρῶς τὴν ὄψιν ἐνερείσας ὦ μοχθηρέ εἶπεν ἄνθρωπε, τί δέδρακας ἡμᾶς; [De gen. Socr. 17g] οὐδέν ἔφη δεινόν ὁ Ἱπποσθενείδας ἐὰν ἀνεὶς τὴν τραχύτητα τῆς φωνῆς, ἀνδρὸς ἡλικιώτου καὶ πολιὰς παραπλησίως ἔχοντος λογισμῶν μετάσχῃς. εἰ μὲν γὰρ εὐψυχίαν φιλοκίνδυνον ἀποδείξασθαι τοῖς πολίταις καὶ θυμὸν ὀλιγωροῦντα τοῦ βίου προῃρήμεθα, Φυλλίδα, πολὺ τὸ τῆς ἡμέρας μῆκος ἔτι· καὶ τὴν ἑσπέραν μὴ περιμένωμεν ἀλλ’ ἤδη βαδίζωμεν ἐπὶ τοὺς τυράννους τὰ ξίφη λαβόντες· ἀποκτιννύωμεν, ἀποθνήσκωμεν, ἀφειδῶμεν ἑαυτῶν. εἰ δὲ ταῦτα μὲν οὔτε δρᾶσαι χαλεπὸν οὔτε παθεῖν, ἐξελέσθαι δὲ τὰς Θήβας ὅπλων, τοσούτων πολεμίων περιεχόντων, καὶ τὴν Σπαρτιατῶν φρουρὰν ἀπώσασθαι δυσὶ νεκροῖς ἢ τρισὶν οὐ ῥᾴδιον (οὐδὲ γὰρ τοσοῦτον εἰς τὰ συμπόσια καὶ τὰς ὑποδοχὰς παρεσκεύακε Φυλλίδας ἄκρατον, ὥστε τοὺς χιλίους καὶ πεντακοσίους Ἀρχία μεθυσθῆναι δορυφόρους ἀλλὰ κἂν ἐκεῖνον ἀνέλωμεν, ἐφεδρεύει, τῇ νυκτὶ νήφων Ἡριππίδας καὶ Ἄρκεσος), τί σπεύδομεν κατάγειν φίλους καὶ οἰκείους ἄνδρας ἐπὶ προῦπτον ὄλεθρον, καὶ τοῦτο μηδ’ ἀγνοούντων τῶν ἐχθρῶν παντάπασι τὴν κάθοδον; διὰ τί γὰρ Θεσπιεῦσι μὲν παρήγγελται τρίτην ἡμέραν ταύτην ἐν τοῖς ὅπλοις εἶναι προσέχειν, ὅταν οἱ Σπαρτιατῶν ἡγεμόνες καλῶσιν; Ἀμφίθεον δὲ σήμερον, ὡς πυνθάνομαι, μέλλουσιν ἀνακρίναντες, ὅταν Ἀρχίας ἐπανέλθῃ, διαφθερεῖν. οὐ μεγάλα ταῦτα σημεῖα τοῦ μὴ λανθάνειν τὴν πρᾶξιν; οὐ κράτιστον ἐπισχεῖν χρόνον οὐχὶ πολὺν ἀλλ’ ὅσον ἐξοσιώσασθαι τὰ θεῖα; καὶ γὰρ οἱ μάντεις τῇ Δήμητρι τὸν βοῦν θύοντες πολὺν θόρυβον καὶ κίνδυνον λέγουσι δημόσιον ἀποσημαίνειν τὰ ἔμπυρα. καὶ τὸ σοὶ πλείστης δεόμενον, ὦ Χάρων, εὐλαβείας, ἐχθὲς ἐξ ἀγροῦ μοι συνοδεύων Ὑπατόδωρος ὁ Ἐριάνθους χρηστὸς μὲν ἄλλως καὶ οἰκεῖος ἀνὴρ οὐδὲν δὲ τῶν πρασσομένων συνειδώς, ἔστι σοι φησὶν ὦ Ἱπποσθενείδα, Χάρων ἑταῖρος ἐμοὶ δ’ οὐ πάνυ συνήθης ἐὰν οὖν δοκῇ σοι, φράσον αὐτῷ φυλάττεσθαί τινα κίνδυνον ἐξ ἐνυπνίου μάλα δυσχεροῦς καὶ ἀτόπου· τῆς γὰρ ἄλλης νυκτὸς ᾤμην αὐτοῦ τὴν οἰκίαν ὠδίνειν ὥσπερ κύουσαν αὐτὸν δὲ καὶ τοὺς φίλους συναγωνιῶντας εὔχεσθαι καὶ κύκλῳ παρεῖναι τὴν δὲ μυκᾶσθαι καὶ ἀφιέναι φωνάς τινας ἀνάρθρους, τέλος δὲ πῦρ λάμψαι πολὺ καὶ δεινὸν ἐξ αὐτῆς ἔνδοθεν, ὡς τὰ πλεῖστα τῆς πόλεως φλέγεσθαι τὴν δὲ Καδμείαν καπνῷ μόνῳ περιέχεσθαι τὸ δὲ πῦρ ἄνω μὴ ἐπιπολάζειν. ἡ μὲν οὖν ὄψις, ὦ Χάρων, ἣν ὁ ἄνθρωπος διεξῆλθε, τοιαύτη τις ἦν· ἐγὼ δὲ καὶ παραχρῆμα κατέδεισα, καὶ πολὺ μᾶλλον ἀκούσας σήμερον ὡς εἰς τὴν σὴν οἰκίαν οἱ φυγάδες καταίρειν μέλλουσιν, ἀγωνιῶ, μὴ μεγάλων κακῶν ἐμπλήσωμεν ἡμᾶς αὐτοὺς, οὐδὲν ἀξιόλογον τοὺς πολεμίους δράσαντες ἀλλ’ ὅσον διαταράξαντες. τὴν γὰρ πόλιν πρὸς ἡμῶν τίθεμαι, τὴν δὲ Καδμείαν ὥσπερ ἐστὶ πρὸς ἐκείνων. [De gen. Socr. 18] ὑπολαβὼν δ’ ὁ Θεόκριτος καὶ κατασχὼν τὸν Χάρωνα βουλόμενον εἰπεῖν τι πρὸς τὸν Ἱπποσθενείδαν, ἀλλ’ ἔμοιγ’ εἶπεν ἀπ’ οὐδενὸς οὕτως; οὐδέποτε θαρρῆσαι πρὸς τὴν πρᾶξιν, ὦ Ἱπποσθενείδα, παρέστη, καίπερ ἱεροῖς ἀεὶ χρησαμένῳ καλοῖς ὑπὲρ τῶν φυγάδων, ὡς ἀπὸ τῆς ὄψεως ταύτης· εἴ γε φῶς μὲν πολὺ καὶ λαμπρὸν ἐν τῇ πόλει λέγεις ἐξ οἰκίας φίλης ἀνασχεῖν, καπνῷ δὲ συμμελανθῆναι τὸ τῶν πολεμίων οἰκητήριον, οὐδὲν οὐδέποτε δακρύων καὶ ταραχῆς φέροντι κρεῖττον· ἀσήμους δὲ φωνὰς ἐκφέρεσθαι παρ’ ἡμῶν, ὥστε κἂν εἴ τις ἐπιχειροίη κατηγορεῖν, περιφώνησιν ἀσαφῆ καὶ τυφλὴν ὑπόνοιαν ἡ πρᾶξις λαβοῦσα μόνον ἅμα καὶ φανήσεται καὶ κρατήσει. δυσιερεῖν δέ γε θύοντας εἰκός ἡ γὰρ ἀρχὴ καὶ τὸ ἱερεῖον οὐ δημόσιον ἀλλὰ τῶν κρατούντων ἐστίν. [De gen. Socr. 18b] ἔτι δὲ τοῦ Θεοκρίτου λέγοντος, λέγω πρὸς τὸν Ἱπποσθενείδαν τίνα πρὸς τοὺς ἄνδρας ἐξαπέστειλας; [De gen. Socr. 18c] εἰ γὰρ οὐ πολὺ προείληφας, διωξόμεθα καὶ Ἱπποσθενείδας οὐκ οἶδ’ εἶπεν ὦ Καφεισία (δεῖ γὰρ ὑμῖν τἀληθῆ λέγειν), εἰ καταλάβοις ἂν τὸν ἄνθρωπον ἵππῳ χρώμενον τῶν ἐν Θήβαις κρατίστῳ· γνώριμος δ’ ὑμῖν ὁ ἄνθρωπός ἐστι, τῶν Μέλωνα ἁρματηλατῶν ἐπιστάτης καὶ διὰ Μέλωνα τὴν πρᾶξιν ἀπ’ ἀρχῆς συνειδώς. [De gen. Socr. 18d] κἀγὼ κατιδὼν τὸν ἄνθρωπον ἆρ’ οὐ Χλίδωνα λέγεις εἶπον ὦ Ἱπποσθενείδα, τὸν κέλητι τὰ Ἡραῖα νικῶντα πέρυσιν; [De gen. Socr. 18e] ἐκεῖνον μὲν οὖν αὐτόν· ἔφησε. καὶ τίς οὗτος ἔφην ἐστὶν ὁ πρὸς ταῖς αὐλείοις θύραις ἐφεστὼς πάλαι καὶ προσβλέπων ἡμῖν; [De gen. Socr. 18f] ἐπιστρέψας οὖν ὁ Ἱπποσθενείδας Χλίδων ἔφη νὴ τὸν Ἡρακλέα· φεῦ, μή τι χαλεπώτερον συμβέβηκε; [De gen. Socr. 18g] κἀκεῖνος, ὡς εἶδεν ἡμᾶς προσέχοντας αὐτῷ, ἀπὸ τῆς θύρας ἡσυχῆ προσῆγε. τοῦ δ’ Ἱπποσθενείδου νεύσαντος αὐτῷ καὶ λέγειν κελεύσαντος εἰς ἅπαντας. … οἶδ’ ἔφη τοὺς ἄνδρας ἀκριβῶς, Ἱπποσθενείδα καί σε μήτε κατ’ οἶκον εὑρὼν μήτ’ ἐπ’ ἀγορᾶς δεῦρο πρὸς τούτους ἐτεκμαιρόμην ἥκειν, καὶ συνέτεινον εὐθύς, ἵνα μηδὲν ἀγνοῆτε τῶν γεγονότων. [De gen. Socr. 18h] ὡς γὰρ ἐκέλευσας τάχει παντὶ χρησάμενον ἐπὶ τοῦ ὄρους ἀπαντῆσαι τοῖς ἀνδράσιν, εἰσῆλθον οἴκαδε ληψόμενος τὸν ἵππον· αἰτοῦντι δὲ μοι τὸν χαλινὸν οὐκ εἶχεν ἡ γυνὴ δοῦναι, ἀλλὰ διέτριβεν ἐν τῷ ταμιείῳ πολὺν χρόνον· ὡς δὲ ζητοῦσα καὶ σκευωρουμένη τὰ ἔνδον, ἱκανῶς ἀπολαύσασά μου, τέλος ὡμολόγησε κεχρηκέναι τῷ γείτονι τὸν χαλινὸν ἑσπέρας, αἰτησαμένης αὐτοῦ τῆς γυναικός· ἀγανακτοῦντος ἐμοῦ καὶ κακῶς αὐτὴν λέγοντος, τρέπεται πρὸς δυσφημίας ἀποτροπαίους, ἐπαρωμένη κακὰς ὁδοὺς κακὰς δ’ ἐπανόδους· ἃ νὴ Δία πάντα τρέψειαν εἰς αὐτὴν ἐκείνην οἱ θεοί. τέλος δὲ μέχρι πληγῶν προαχθεὶς ὑπ’ ὀργῆς, εἶτ’ ὄχλου γειτόνων καὶ γυναικῶν συνδραμόντος, αἴσχιστα ποιήσας καὶ παθὼν μόλις ἀφῖγμαι πρὸς ὑμᾶς, ὅπως ἄλλον ἐκπέμπητε πρὸς τοὺς ἄνδρας, ὡς ἐμοῦ παντάπασιν ἐκστατικῶς ἐν τῷ παρόντι καὶ κακῶς ἔχοντος. [De gen. Socr. 19] ἡμᾶς δέ τις ἔσχεν ἄτοπος μεταβολὴ τοῦ πάθους. μικρὸν γὰρ ἔμπροσθεν τῷ κεκωλῦσθαι δυσχεραίνοντες, πάλιν διὰ τὴν ὀξύτητα τοῦ καιροῦ καὶ τὸ τάχος, ὡς οὐκ οὔσης ἀναβολῆς, εἰς ἀγωνίαν ὑπηγόμεθα καὶ φόβον. οὐ μὴν ἀλλ’ ἐγὼ προσαγορεύσας τὸν Ἱπποσθενείδαν καὶ δεξιωσάμενος ἐθάρρυνον, ὡς καὶ τῶν θεῶν παρακαλούντων ἐπὶ τὴν πρᾶξιν. [De gen. Socr. 19b] ἐκ δὲ τούτου Φυλλίδας μὲν ᾤχετο τῆς ὑποδοχῆς ἐπιμελησόμενος, καὶ τὸν Ἀρχίαν εὐθὺς ἐνσείσων εἰς τὸν πότον· Χάρων δὲ τῆς οἰκίας ἐγὼ δὲ καὶ Θεόκριτος πάλιν πρὸς τὸν Σιμμίαν ἐπανήλθομεν, ὅπως τῷ Ἐπαμεινώνδᾳ καιρὸν λαβόντες ἐντύχοιμεν. [De gen. Socr. 20] οἱ δ’ ἦσαν πρόσω ζητήσεως οὐκ ἀγεννοῦς νὴ Δί’ ἀλλ’ ἧς ὀλίγον ἔμπροσθεν οἱ περὶ Γαλαξίδωρον καὶ Φειδόλαον ἥψαντο, διαποροῦντες τίνος οὐσίας καὶ δυνάμεως εἴη τὸ Σωκράτους λεγόμενον δαιμόνιον. ἃ μὲν οὖν πρὸς τὸν Γαλαξιδώρου λόγον ἀντεῖπεν ὁ Σιμμίας οὐκ ἠκούσαμεν αὐτὸς δὲ Σωκράτη μὲν ἔφη περὶ τούτων ἐρόμενός ποτε μὴ τυχεῖν ἀποκρίσεως, διὸ μηδ’ αὖθις ἐρέσθαι πολλάκις δ’ αὐτῷ παραγενέσθαι τοὺς μὲν δι’ ὄψεως ἐντυχεῖν θείῳ τινὶ λέγοντας ἀλαζόνας ἡγουμένῳ, τοῖς δ’ ἀκοῦσαί τινος φωνῆς φάσκουσι· προσέχοντι τὸν νοῦν καὶ διαπυνθανομένῳ μετὰ σπουδῆς ὅθεν ἡμῖν παρίστατο, σκοπουμένοις ἰδίᾳ πρὸς ἀλλήλους, ὑπονοεῖν μήποτε τὸ Σωκράτους δαιμόνιον οὐκ ὄψις ἀλλὰ φωνῆς τινος αἴσθησις ἢ λόγου νόησις εἴη, συνάπτοντος ἀτόπῳ τινὶ τρόπῳ πρὸς αὐτόν· [De gen. Socr. 20b] ὥσπερ καὶ καθ’ ὕπνον οὐκ ἔστι φωνή, λόγων δέ τινων δόξας καὶ νοήσεις λαμβάνοντες οἴονται φθεγγομένων ἀκούειν, ἀλλὰ τοῖς μὲν ὡς ἀληθῶς ὄναρ ἡ τοιαύτη σύνεσις γίγνεται, δι’ ἡσυχίαν καὶ γαλήνην τοῦ σώματος, ὅταν καθεύδωσι … μόλις ἐπήκοον ἔχουσι τὴν ψυχὴν τῶν κρειττόνων καὶ πεπνιγμένοι γε θορύβῳ τῶν παθῶν καὶ περιαγωγῇ τῶν χρειῶν εἰσακοῦσαι καὶ παρασχεῖν τὴν διάνοιαν οὐ δύνανται τοῖς δηλουμένοις. Σωκράτει δ’ ὁ νοῦς καθαρὸς ὢν καὶ ἀπαθής, τῷ σώματι μικρὰ τῶν ἀναγκαίων χάριν καταμιγνὺς αὑτόν, εὐαφὴς ἦν καὶ λεπτὸς ὑπὸ τοῦ προσπεσόντος ὀξέως μεταβαλεῖν· τὸ δὲ προσπῖπτον οὐ φθόγγον ἀλλὰ λόγον ἄν τις εἰκάσειε δαίμονος, ἄνευ φωνῆς ἐφαπτόμενον αὐτῷ τῷ δηλουμένῳ τοῦ νοοῦντος πληγῇ γὰρ ἡ φωνὴ προσέοικε τῆς ψυχῆς, δι’ ὤτων βίᾳ τὸν λόγον εἰσδεχομένης, ὅταν ἀλλήλοις ἐντυγχάνωμεν. ὁ δὲ τοῦ κρείττονος νοῦς ἄγει τὴν εὐφυᾶ ψυχὴν ἐπιθιγγάνων τῷ νοηθέντι πληγῆς μὴ δεομένην· ἡ δ’ ἐνδίδωσιν αὐτῷ χαλῶντι καὶ συντείνοντι τὰς ὁρμάς, οὐ βιαίους ὑπὸ παθῶν ἀντιτεινόντων, ἀλλ’ εὐστρόφους καὶ μαλακὰς ὥσπερ ἡνίας ἐνδούσας. οὐ δεῖ δὲ θαυμάζειν ὁρῶντας τοῦτο μὲν ὑπὸ μικροῖς; οἴαξι μεγάλων περιαγωγὰς ὁλκάδων, τοῦτο δὲ τροχῶν κεραμεικῶν δίνησιν ἄκρας παραψαύσει χειρὸς ὁμαλῶς περιφερομένων· ἄψυχα μὲν γὰρ ἀλλ’ ὅμως τροχαλὰ ταῖς κατασκευαῖς ὑπὸ λειότητος ἐνδίδωσι πρὸς τὸ κινοῦν ῥοπῆς γενομένης. ψυχὴ δ’ ἀνθρώπου μυρίαις ὁρμαῖς οἷον ὕσπληξιν ἐντεταμένη, μακρῷ πάντων ὀργάνων εὐστροφώτατόν ἐστιν, ἄν τις κατὰ λόγον ἅπτηται, ῥοπὴν λαβοῦσα πρὸς τὸ νοηθὲν κινεῖσθαι ἐνταῦθα γὰρ εἰς τὸ νοοῦν αἱ τῶν παθῶν καὶ ὁρμῶν κατατείνουσιν ἀρχαί· τούτου δὲ σεισθέντος, ἑλκόμεναι σπῶσι καὶ συντείνουσι τὸν ἄνθρωπον. ᾗ καὶ μάλιστα τὸ νοηθὲν ἡλίκην ἔχει ῥώμην καταμαθεῖν δίδωσιν· ὀστᾶ γὰρ ἀναίσθητα καὶ νεῦρα καὶ σάρκες ὑγρῶν περίπλεαι, καὶ βαρὺς ὁ ἐκ τούτων ὄγκος ἡσυχάζων καὶ κείμενος, ἅμα τῷ τὴν ψυχὴν ἐν μνηστείᾳ βαλέσθαι τι καὶ πρὸς αὐτὸ κινῆσαι τὴν ὁρμήν, ὅλος ἀναστὰς καὶ συνταθείς, πᾶσι τοῖς μέρεσιν οἷον ἐπτερωμένος φέρεται πρὸς τὴν πρᾶξιν. [De gen. Socr. 20c] εἰ δ’ ὁ τῆς κινήσεως καὶ συνεντάσεως καὶ παραστάσεως τρόπος χαλεπὸς ἢ παντελῶς ἄπορος συνοφθῆναι, καθ’ ὃν ἡ ψυχὴ νοήσασα ἐφέλκεται ταῖς ὁρμαῖς τὸν ὄγκον, ἀλλ’ ἐν ὅσῳ μάλα δίχα φωνῆς ἐννοηθεὶς κινεῖ λόγος ἀπραγμόνως, οὕτως οὐκ ἂν οἶμαι δυσπείστως ἔχοιμεν ὑπὸ νοῦ κρείσσονος νοῦν καὶ ψυχῆς θειοτέρας ἂν ἄγεσθαι θύραθεν ἐφαπτομένης ἣν πέφυκεν ἐπαφὴν λόγος ἴσχειν πρὸς λόγον ὥσπερ φῶς ἀνταύγειαν. τῷ γὰρ ὄντι τὰς μὲν ἀλλήλων νοήσεις οἷον ὑπὸ σκότῳ διὰ φωνῆς ψηλαφῶντες γνωρίζομεν· αἱ δὲ τῶν δαιμόνων φέγγος ἔχουσαι τοῖς δυναμένοις ἐλλάμπουσιν, οὐ δεόμεναι ῥημάτων οὐδ’ ὀνομάτων, οἷς χρώμενοι πρὸς ἀλλήλους; οἱ ἄνθρωποι συμβόλοις εἴδωλα τῶν νοουμένων καὶ εἰκόνας ὁρῶσιν, αὐτὰ δ’ οὐ γιγνώσκουσι πλὴν οἷς ἔπεστιν ἴδιόν τι καὶ δαιμόνιον ὥσπερ εἴρηται φέγγος· καίτοι τὸ περὶ τὴν φωνὴν γιγνόμενον ἔστιν παραμυθεῖται τοὺς ἀπιστοῦντας· ὁ γὰρ ἀὴρ φθόγγοις ἐνάρθροις τυπωθεὶς καὶ γενόμενος δι’ ὅλου λόγος καὶ φωνὴ πρὸς τὴν ψυχὴν τοῦ ἀκροωμένου περαίνει τὴν νόησιν· ὥστε θαυμάζειν οὐκ ἄξιον, εἰ καὶ κατὰ τοῦτο τὸ νοηθὲν ὑπὸ τῶν ἀμεινόνων ὁ ἀὴρ τρεπόμενος δι’ εὐπάθειαν ἐνσημαίνεται τοῖς θείοις καὶ περιττοῖς ἀνδράσι τὸν τοῦ νοήσαντος λόγον. ὥσπερ γὰρ αἱ πληγαὶ τῶν … οντων ἀσπίσι χαλκαῖς ἁλίσκονται διὰ τὴν ἀντήχησιν, ὅταν ἐκ βάθους ἀναφερόμεναι προσπέσωσι, τῶν δ’ ἄλλων ἀδήλως διεκθέουσαι λανθάνουσιν· οὕτως οἱ τῶν δαιμόνων λόγοι διὰ πάντων φερόμενοι μόνοις ἐνηχοῦσι τοῖς ἀθόρυβον ἦθος καὶ νήνεμον ἔχουσι τὴν ψυχὴν, οὓς δὴ καὶ ἱεροὺς καὶ δαιμονίους ἀνθρώπους καλοῦμεν. οἱ δὲ πολλοὶ καταδαρθοῦσιν οἴονται τὸ δαιμόνιον ἀνθρώποις ἐπιθειάζειν· εἰ δ’ ἐγρηγορότας καὶ καθεστῶτας ἐν τῷ φρονεῖν ὁμοίως κινοῦσι, θαυμαστὸν ἡγοῦνται καὶ ἄπιστον· ὥσπερ ἂν εἴ τις οἴοιτο, τὸν μουσικὸν ἀνειμένῃ τῇ λύρᾳ χρώμενον, ὅταν συστῇ τοῖς τόνοις ἢ καθαρμοσθῇ, μὴ ἅπτεσθαι μηδὲ χρῆσθαι. τὸ γὰρ αἴτιον οὐ συνορῶσι, τὴν ἐν αὐτοῖς ἀναρμοστίαν καὶ ταραχήν, ἧς ἀπήλλακτο Σωκράτης ὁ ἑταῖρος ἡμῶν ὥσπερ ὁ δοθεὶς ἔτι παιδὸς ὄντος αὐτοῦ τῷ πατρὶ χρησμὸς ἀπεθέσπισεν ἐᾶν γὰρ αὐτὸν ἐκέλευσεν ὅ τι ἂν ἐπὶ νοῦν ἴῃ πράττειν, καὶ μὴ βιάζεσθαι μηδὲ παράγειν ἀλλ’ ἐφιέναι τὴν ὁρμὴν τοῦ παιδός, εὐχόμενον ὑπὲρ αὐτοῦ Διὶ ἀγοραίῳ καὶ Μούσαις, τὰ δ’ ἄλλα μὴ πολυπραγμονεῖν περὶ Σωκράτους, ὡς κρείττονα δήπουθεν ἔχοντος ἐν αὑτῷ μυρίων διδασκάλων καὶ παιδαγωγῶν ἡγεμόνα πρὸς τὸν βίον. [De gen. Socr. 21] ἡμῖν μέν, ὦ Φειδόλαε, καὶ ζῶντος Σωκράτους καὶ τεθνηκότος, οὕτως ἐννοεῖν περὶ τοῦ δαιμονίου παρίσταται, τῶν κληδόνας ἢ πταρμοὺς ἤ τι τοιοῦτον εἰρηκότων ἄλλο καταφρονοῦσιαν ἃ δὲ Τιμάρχου τοῦ Χαιρωνέως ἠκούσαμεν ὑπὲρ τούτου διεξιόντος, οὐκ οἶδα μὴ μύθοις ὁμοιότερ’ ἢ λόγοις ὄντα σιωπᾶν ἄμεινον. [De gen. Socr. 21b] μηδαμῶς εἶπεν ὁ Θεόκριτος ἀλλὰ δίελθ’ αὐτά· καὶ γὰρ εἰ μὴ λίαν ἀκριβῶς, ἀλλ’ ἔστιν ὅπη ψαύει τῆς ἀληθείας καὶ τὸ μυθῶδες. πρότερον δὲ τίς ἦν οὗτος ὁ Τίμαρχος φράσον· [De gen. Socr. 21c] οὐ γὰρ ἔγνων τὸν ἄνθρωπον εἰκότως γ’ εἶπεν ὁ Σιμμίας ὦ Θεόκριτε νέος γὰρ ὢν κομιδῇ ἐτελεύτησε, καὶ τοῦ Σωκράτους δεηθεὶς ταφῆναι παρὰ Λαμπροκλέα τὸν Σωκράτους υἱόν, ὀλίγαις πρότερον ἡμέραις αὐτοῦ τεθνηκότα, φίλον καὶ ἡλικιώτην γενόμενον. οὗτος οὖν ποθῶν γνῶναι τὸ Σωκράτους δαιμόνιον ἣν ἔχει δύναμιν, ἅτε δὴ νέος οὐκ ἀγεννὴς ἄρτι γεγευμένος φιλοσοφίας, ἐμοὶ καὶ Κέβητι κοινωσάμενος μόνοις εἰς Τροφωνίου κατῆλθε, δράσας τὰ νομιζόμενα περὶ τὸ μαντεῖον. ἐμμείνας δὲ δύο νύκτας κάτω καὶ μίαν ἡμέραν, τῶν πολλῶν ἀπεγνωκότων αὐτὸν ἤδη καὶ τῶν οἰκείων ὀδυρομένων, πρωὶ μάλα φαιδρὸς ἀνῆλθε προσκυνήσας δὲ τὸν θεόν, ὡς πρῶτον διέφυγε τὸν ὄχλον, διηγεῖτο ἡμῖν θαυμάσια πολλὰ καὶ ἰδεῖν καὶ ἀκοῦσαι. [De gen. Socr. 22] ἔφη δὲ καταβὰς εἰς τὸ μαντεῖον περιτυχεῖν σκότῳ πολλῷ τὸ πρῶτον, εἶτ’ ἐπευξάμενος κεῖσθαι πολὺν χρόνον, οὐ μάλα συμφρονῶν ἐναργῶς εἴτ’ ἐγρήγορεν εἴτ’ ὠνειροπόλει πλὴν δόξαι γε, τῆς κεφαλῆς ἅμα ψόφῳ προσπεσόντι πληγείσης, τὰς ῥαφὰς διαστάσας μεθιέναι τὴν ψυχήν. ὡς δ’ ἀναχωροῦσα κατεμίγνυτο πρὸς ἀέρα διαυγῆ καὶ καθαρὸν ἀσμένη, πρῶτον μὲν ἀναπνεῦσαι τότε δοκεῖν διὰ χρόνου συχνοῦ σιεινομένην τέως, καὶ πλείονα γίγνεσθαι τῆς πρότερον ὥσπερ ἱστίον ἐκπεταννύμενον ἔπειτα κατακούειν ἀμαυρῶς ῥοίζου τινὸς ὑπὲρ κεφαλῆς περιελαυνομένου φωνὴν ἡδεῖαν ἱέντος. ἀναβλέψας δὲ τὴν μὲν γῆν οὐδαμοῦ καθορᾶν, νήσους δὲ λαμπομένας μαλακῷ πυρί, κατ’ ἀλλήλων ἐξαμειβούσας ἄλλην ἄλλοτε χρόαν, ὥσπερ βαφὴν ἄγειν τῷ φωτὶ ποικιλλομένῳ κατὰ τὰς μεταβολάς. φαίνεσθαι δὲ πλήθει μὲν ἀναρίθμους μεγέθει δ’ ὑπερφυεῖς, οὐκ ἴσας δὲ πάσας ἀλλ’ ὁμοίως κυκλοτερεῖς· οἴεσθαι δὲ ταύταις τὸν αἰθέρα κύκλῳ φερομέναις ὑπορροιζεῖν εἶναι γὰρ ὁμολογουμένην τῇ τῆς κινήσεως λειότητι τὴν πραότητα τῆς φωνῆς ἐκείνης ἐκ πασῶν συνηρμοσμένης. διὰ μέσου δ’ αὐτῶν θάλασσαν ἢ λίμνην ὑποκεχύσθαι τοῖς χρώμασι διαλάμπουσαν διὰ τῆς γλαυκότητος ἐπιμιγνυμένοις· καὶ τῶν νήσων ὀλίγας μὲν ἐκπλεῖν κατὰ πόρον καὶ διακομίζεσθαι πέραν τοῦ ῥεύματος, ἄλλας δὲ πολλὰς … ἐφέλκεσθαι τῇ … σχεδὸν ὑποφερομένας. εἶναι δὲ τῆς θαλάσσης πῆ μὲν πολὺ βάθος κατὰ νότον, μάλιστα δ’ ἀραιὰ τενάγη καὶ βραχέα, πολλαχῆ δὲ καὶ ὑπερχεῖσθαι καὶ ἀπολείπειν αὖθις οὐ μεγάλας ἐκβολὰς λαμβάνουσαν, καὶ τῆς χρόας τὸ μὲν ἄκρατον καὶ πελάγιον, τὸ δ’ οὐ καθαρὸν ἀλλὰ συγκεχυμένον καὶ λιμνῶδες. τῶν δὲ ῥοθίων τὰς νήσους ἅμα περαινομένας ἐπανάγειν οὐδὲν εἰς ταὐτὸ τῇ ἀρχῇ συνάπτειν πέρας οὐδὲ ποιεῖν κύκλον, ἀλλ’ ἡσυχῆ παραλλάσσειν τὰς ἐπιβολὰς ἕλικα ποιούσας μίαν ἐν τῷ περιστρέφεσθαι. τούτων δὲ πρὸς τὸ μέσον μάλιστα τοῦ περιέχοντος καὶ μέγιστον ἐγκεκλίσθαι τὴν θάλασσαν ὀλίγῳ τῶν ὀκτὼ μερῶν τοῦ παντὸς ἔλαττον, ὡς αὐτῷ κατεφαίνετο· δύο δ’ αὐτὴν ἔχειν ἀναστομώσεις πυρὸς ἐμβάλλοντας ἐναντίους ποταμοὺς δεχομένας, ὡς ἐπὶ πλεῖστον ἀνακοπτομένην κοχλάζειν καὶ ἀπολευκαίνεσθαι τὴν γλαυκότητα. ταῦτα μὲν οὖν ὁρᾶν τερπόμενος τῇ θέᾳ· κάτω δ’ ἀπιδόντι φαίνεσθαι χάσμα μέγα στρογγύλον οἷον ἐκτετμημένης σφαίρας, φοβερὸν δὲ δεινῶς καὶ βαθύ, πολλοῦ σκότους πλῆρες οὐχ ἡσυχάζοντος ἀλλ’ ἐκταραττομένου καὶ ἀνακλύζοντος πολλάκις· ὅθεν ἀκούεσθαι μυρίας μὲν ὠρυγὰς καὶ στεναγμοὺς ζῴων μυρίων δὲ κλαυθμὸν βρεφῶν καὶ μεμιγμένους ἀνδρῶν καὶ γυναικῶν ὀδυρμούς, ψόφους δὲ παντοδαποὺς καὶ θορύβους ἐκ βάθους πόρρωθεν ἀμυδροὺς ἀναπεμπομένους οἷς οὐ μετρίως αὐτὸς ἐκπεπλῆχθαι. [De gen. Socr. 22b] χρόνου δὲ προϊόντος, εἰπεῖν τινα πρὸς αὐτὸν οὐχ ὁρώμενον ὦ Τίμαρχε, τί ποθεῖς πυθέσθαι φράσαι δ’ αὐτὸν ὅτι πάντα, τί γὰρ οὐ θαυμάσιον; [De gen. Socr. 22c] ἀλλ’ ἡμῖν φάναι τῶν ἄνω μέτεστι μικρόν· ἄλλων γὰρ θεῶν ἐκεῖνα· τὴν δὲ Φερσεφόνης μοῖραν, ἣν ἡμεῖς διέπομεν, τῶν τεττάρων μίαν οὖσαν ὧν ἡ Στὺξ ὁρίζει, βουλομένῳ σοι σκοπεῖν πάρεστιν ἐρομένου δ’ αὐτοῦ τίς ἡ Στύξ ἐστιν; [De gen. Socr. 22d] ὁδὸς εἰς Ἅιδου φάναι καὶ πρόεισιν ἐξ ἐναντίας, αὐτῇ σχίζουσα τῇ κορυφῇ τὸ φῶς ἀνατείνουσα δ’, ὡς ὁρᾷς, ἐκ τοῦ Ἅιδου κάτωθεν ᾗ ψαύει περιφερομένη καὶ τοῦ φωτός, ἀφορίζει τὴν ἐσχάτην μερίδα τῶν ὅλων. τέσσαρες δ’ εἰσὶν ἀρχαὶ πάντων, ζωῆς μὲν ἡ πρώτη κινήσεως δ’ ἡ δευτέρα γενέσεως δ’ ἡ τρίτη φθορᾶς δ’ ἡ τελευταία· συνδεῖ δὲ τῇ μὲν δευτέρᾳ τὴν πρώτην Μονὰς κατὰ τὸ ἀόρατον; τὴν δὲ δευτέραν τῇ τρίτῃ Νοῦς καθ’, ἥλιον, τὴν δὲ τρίτην πρὸς τετάρτην Φύσις κατὰ σελήνην; τῶν δὲ συνδέσμων ἑκάστου Μοῖρα κλειδοῦχος Ἀνάγκης θυγάτηρ κάθηται, τοῦ μὲν πρώτου Ἄτροπος τοῦ δὲ δευτέρου Κλωθώ, τοῦ δὲ πρὸς σελήνην Λάχεσις, περὶ ἣν ἡ καμπὴ τῆς γενέσεως. αἱ μὲν γὰρ ἄλλαι, νῆσοι θεοὺς ἔχουσι σελήνη δὲ δαιμόνων, ἐπιχθονίων οὖσα φεύγει τὴν Στύγα μικρὸν ὑπερφέρουσα· λαμβάνεται δ’ ἅπαξ ἐν μέτροις δευτέροις ἑκατὸν ἑβδομήκοντα ἑπτά· καὶ τῆς Στυγὸς ἐπιφερομένης αἱ ψυχαὶ βοῶσι δειμαίνουσαι πολλὰς γὰρ ὁ Ἅιδης ἀφαρπάζει περιολισθανούσας ἄλλας δ’ ἀνακομίζεται κάτωθεν ἡ σελήνη προσνηχομένας, αἷς εἰς καιρὸν τῆς γενέσεως ἡ τελευτὴ συνέπεσε, πλὴν ὅσαι μιαραὶ καὶ ἀκάθαρτοι ταύτας δ’ ἀστράπτουσα καὶ μυκωμένη φοβερὸν οὐκ ἐᾷ πελάζειν, ἀλλὰ θρηνοῦσαι τὸν ἑαυτῶν πότμον ἀποσφαλλόμεναι φέρονται κάτω πάλιν ἐπ’ ἄλλην γένεσιν, ὡς ὁρᾷς. [De gen. Socr. 22e] ἀλλ’ οὐδὲν ὁρῶ τὸν Τίμαρχον εἰπεῖν ἢ πολλοὺς ἀστέρας περὶ τὸ χάσμα παλλομένους, ἑτέρους δὲ καταδυομένους εἰς αὐτό, τοὺς δ’ ᾅττοντας αὖ κάτωθεν. [De gen. Socr. 22f] αὐτοὺς ἄρα φάναι τοὺς δαίμονας ὁρῶν ἀγνοεῖς. ἔχει γὰρ ὧδε· ψυχὴ πᾶσα νοῦ μετέσχεν, ἄλογος δὲ καὶ ἄνους οὐκ ἔστιν, ἀλλ’ ὅσον ἂν αὐτῆς σαρκὶ μιχθῇ καὶ πάθεσιν, ἀλλοιούμενον τρέπεται καθ’ ἡδονὰς καὶ ἀλγηδόνας εἰς τὸ ἄλογον. μίγνυται δ’ οὐ πᾶσα τὸν αὐτὸν τρόπον· ἀλλ’ αἱ μὲν ὅλαι κατέδυσαν εἰς σῶμα, καὶ δι’ ὅλων ἀναταραχθεῖσαι τὸ σύμπαν ὑπὸ παθῶν. διαφέρονται κατὰ τὸν βίον· αἱ δὲ πῆ μὲν ἀνεκράθησαν, πῆ δ’ ἔλιπον ἔξω τὸ καθαρώτατον, οὐκ ἐπισπώμενον ἀλλ’ οἷον ἀκρόπλουν ἐπιψαῦον ἐκ κεφαλῆς τοῦ ἀνθρώπου καθάπερ ἐν βυθῷ δεδυκότος ἄρτημα κορυφαῖον, ὀρθουμένης περὶ αὐτὸ τῆς ψυχῆς ἀνέχον ὅσον ὑπακούει καὶ οὐ κρατεῖται τοῖς πάθεσιν. τὸ μὲν οὖν ὑποβρύχιον ἐν τῷ σώματι φερόμενον ψυχὴ λέγεται· τὸ δὲ φθορᾶς λειφθὲν οἱ πολλοὶ νοῦν καλοῦντες ἐντὸς εἶναι νομίζουσιν αὑτῶν, ὥσπερ ἐν τοῖς ἐσόπτροις τὰ φαινόμενα κατ’ ἀνταύγειαν οἱ δ’ ὀρθῶς ὑπονοοῦντες, ὡς ἐκτὸς ὄντα δαίμονα προσαγορεύουσι. τοὺς μὲν οὖν ἀποσβέννυσθαι δοκοῦντας ἀστέρας, ὦ Τίμαρχε φάναι τὰς εἰς σῶμα καταδυομένας ὅλας ψυχὰς ὁρᾶν νόμιζε, τοὺς δ’ οἷον ἀναλάμποντας πάλιν καὶ ἀναφαινομένους κάτωθεν, ἀχλύν τινα καὶ ζόφον ὥσπερ πηλὸν ἀποσειομένους, τὰς ἐκ τῶν σωμάτων ἐπαναπλεούσας μετὰ τὸν θάνατον· οἱ δ’ ἄνω διαφερόμενοι δαίμονές εἰσι τῶν νοῦν ἔχειν λεγομένων ἀνθρώπων. πειράθητι δὲ κατιδεῖν ἑκάστου τὸν σύνδεσμον, ᾧ τῇ ψυχῇ συμπέφυκε. [De gen. Socr. 22g] ταῦτ’ ἀκούσας αὐτὸς ἀκριβέστερον προσέχειν καὶ θεᾶσθαι τῶν ἀστέρων ἀποσαλεύοντας τοὺς μὲν ἧττον τοὺς δὲ μᾶλλον, ὥσπερ τοὺς τὰ δίκτυα διασημαίνοντας ἐν τῇ θαλάσσῃ φελλοὺς ὁρῶμεν ἐπιφερομένους· ἐνίους δὲ τοῖς κλωθομένοις ἀτράκτοις ὁμοίως ἐγκατατεταραγμένην καὶ ἀνώμαλον ἕλκοντας, οὐ δυναμένους καταστῆσαι τὴν κίνησιν ἐπ’ εὐθείας. λέγειν δὲ τὴν φωνὴν τοὺς μὲν εὐθεῖαν καὶ τεταγμένην κίνησιν ἔχοντας εὐηνίοις ψυχαῖς χρῆσθαι διὰ τροφὴν καὶ παίδευσιν ἀστείαν, οὐκ ἄγαν σκληρὸν καὶ ἄγριον παρεχομέναις τὸ ἄλογον τοὺς δ’ ἄνω καὶ κάτω πολλάκις ἀνωμάλως καὶ τεταραγμένως ἐγκλίνοντας, οἷον ἐκ δεσμοῦ σπαραττομένους, δυσπειθέσι καὶ ἀναγώγοις δι’ ἀπαιδευσίαν ζυγομαχεῖν ἤθεσι, πῆ μὲν κρατοῦντας καὶ περιάγοντας; ἐπὶ δεξιάν, πῆ δὲ καμπτομένους ὑπὸ τῶν παθῶν καὶ συνεφελκομένους τοῖς ἁμαρτήμασιν, εἶτα πάλιν ἀντιτείνοντας καὶ βιαζομένους. τὸν μὲν γὰρ σύνδεσμον οἷα χαλινὸν τῷ ἀλόγῳ τῆς ψυχῆς ἐμβεβλημένον, ὅταν ἀντισπάσῃ, τὴν λεγομένην μεταμέλειαν ἐπάγειν ταῖς ἁμαρτίαις καὶ τὴν ἐπὶ ταῖς ἡδοναῖς, ὅσαι παράνομοι καὶ ἀκρατεῖς, αἰσχύνην, ἀλγηδόνα καὶ πληγὴν οὖσαν ἐνθένδε τῆς ψυχῆς ὑπὸ τοῦ κρατοῦντος καὶ ἄρχοντος ἐπιστομιζομένης· μέχρι ἂν οὕτω κολαζομένη πειθήνιος γένηται καὶ συνήθης ὥσπερ θρέμμα πρᾶον ἄνευ πληγῆς καὶ ἀλγηδόνος ὑπὸ συμβόλων ὀξέως καὶ σημείων, αἰσθανομένη τοῦ δαίμονος. αὗται μὲν οὖν ὀψέ ποτε καὶ βραδέως ἄγονται καὶ καθίστανται πρὸς τὸ δέον. ἐκ δὲ τῶν εὐηνίων ἐκείνων καὶ κατηκόων εὐθὺς ἐξ ἀρχῆς καὶ γενέσεως τοῦ οἰκείου δαίμονος καὶ τὸ μαντικόν ἐστι καὶ θεοκλυτούμενον γένος· ὧν τὴν Ἑρμοδώρου τοῦ Κλαζομενίου ψυχὴν ἀκήκοας δήπουθεν, ὡς ἀπολείπουσα παντάπασι τὸ σῶμα νύκτωρ καὶ μεθ’ ἡμέραν ἐπλανᾶτο πολὺν τόπον, εἶτ’ αὖθις ἐπανῄει, πολλοῖς τῶν μακρὰν λεγομένων καὶ πραττομένων ἐντυχοῦσα καὶ παραγενομένη· μέχρι οὗ τὸ σῶμα, τῆς γυναικὸς προδούσης, λαβόντες οἱ ἐχθροὶ ψυχῆς ἔρημον οἴκοι κατέπρησαν. τοῦτο μὲν οὖν οὐκ ἀληθές ἐστιν· οὐ γὰρ ἐξέβαινεν ἡ ψυχὴ τοῦ σώματος, ὑπείκουσα δ’ ἀεὶ καὶ χαλῶσα τῷ δαίμονι τὸν σύνδεσμον ἐδίδου περιδρομὴν καὶ περιφοίτησιν, ὥστε πολλὰ συνορῶντα καὶ κατακούοντα τῶν ἐκτὸς εἰσαγγέλλειν. οἱ δ’ ἀφανίσαντες τὸ σῶμα κοιμωμένου μέχρι νῦν δίκην ἐν τῷ ταρτάρῳ τίνουσι. ταῦτα δ’ εἴσῃ φάναι σαφέστερον, ὦ νεανία, τρίτῳ μηνὶ· [De gen. Socr. 22h] νῦν δ’ ἄπιθι παυσαμένης δὲ τῆς φωνῆς, βούλεσθαι μὲν αὑτὸν ὁ Τίμαρχος ἔφη θεάσασθαι περιστρέφοντα, τίς ὁ φθεγγόμενος εἴη· σφόδρα δὲ τὴν κεφαλὴν αὖθις ἀλγήσας, καθάπερ βίᾳ συμπιεσθεῖσαν, οὐδὲν ἔτι γιγνώσκειν οὐδ’ αἰσθάνεσθαι τῶν καθ’ ἑαυτόν· εἶτα μέντοι μετὰ μικρὸν ἀνενεγκὼν ὁρᾶν αὑτὸν ἐν Τροφωνίου παρὰ τὴν εἴσοδον, οὗπερ ἐξ ἀρχῆς κατεκλίθη, κείμενον. [De gen. Socr. 23] ὁ μὲν οὖν Τιμάρχου μῦθος οὗτος. ἐπεὶ δ’ ἐλθὼν Ἀθήναζε τρίτῳ μηνὶ μετὰ τὴν γενομένην φωνὴν ἐτελεύτησεν, ἡμεῖς δὲ Σωκράτει θαυμάζοντες ἀπηγγέλλομεν, ἐμέμψατο Σωκράτης ἡμᾶς, ὅτι μὴ ζῶντος ἔτι τοῦ Τιμάρχου διήλθομεν αὐτοῦ γὰρ ἂν ἡδέως ἐκείνου πυθέσθαι· [De gen. Socr. 23b] καὶ προσανακρῖναι σαφέστερον. ἀπέχεις, ὦ Θεόκριτε, μετὰ τοῦ λόγου τὸν μῦθον· ἀλλ’ ὅρα μὴ καὶ τὸν ξένον ἡμῖν παρακλητέον ἐπὶ τὴν ζήτησιν οἰκεία γὰρ πάνυ καὶ προσήκουσα θείοις ἀνδράσι. [De gen. Socr. 23c] τί δ’ εἶπεν Ἐπαμεινώνδας οὐ συμβάλλεται γνώμην ἀπὸ τῶν αὐτῶν ἀναγόμενος ἡμῖν; [De gen. Socr. 23d] καὶ ὁ πατὴρ μειδιάσας τοιοῦτον ἔφη τὸ ἦθος, ὦ ξένε, τὸ τούτου, σιωπηλὸν καὶ πρὸς τοὺς λόγους εὐλαβές, ἄπληστον δὲ τοῦ μανθάνειν καὶ ἀκροᾶσθαι· διὸ καὶ Σπίνθαρος ὁ Ταραντῖνος οὐκ ὀλίγον αὐτῷ συνδιατρίψας ἐνταῦθα χρόνον ἀεὶ δήπου λέγει μηδενί πη τῶν καθ’ ἑαυτὸν ἀνθρώπων ἐντετυχηκέναι μήτε πλείονα γιγνώσκοντι μήτε ἐλάσσονα φθεγγομένῳ. σὺ οὖν ἃ φρονεῖς αὐτὸς δίελθε περὶ τῶν εἰρημένων. [De gen. Socr. 24] ἐγὼ τοίνυν ἔφη τὸν μὲν Τιμάρχου λόγον ὥσπερ ἱερὸν καὶ ἄσυλον ἀνακεῖσθαί φημι τῷ θεῷ χρῆναι θαυμάζω δ’ εἰ τοῖς ὑπὸ Σιμμίου λεγομένοις περὶ αὐτοῦ δυσπιστήσουσί τινες, κύκνους μὲν ἱεροὺς καὶ δράκοντας καὶ κύνας καὶ ἵππους ὀνομάζοντες, ἀνθρώπους δὲ θείους εἶναι καὶ θεοφιλεῖς ἀπιστοῦντες, καὶ ταῦτα τὸν θεὸν οὐ φίλορνιν ἀλλὰ φιλάνθρωπον ἡγούμενοι. καθάπερ οὖν ἀνὴρ φίλιππος οὐ πάντων ὁμοίως ἐπιμέλεται τῶν ὑπ’ αὐτὸ τὸ γένος, ἀλλ’ ἀεὶ τιν’ ἄριστον ἐξαιρῶν καὶ ἀποκρίνων καθ’ αὑτὸν ἀσκεῖ καὶ τρέφει καὶ ἀγαπᾷ διαφερόντως· οὕτω καὶ ἡμῶν οἱ ὑπὲρ ἡμᾶς, τοὺς βελτίστους οἷον ἐξ ἀγέλης χαράξαντες, ἰδίας τινὸς καὶ περιττῆς παιδαγωγίας ἀξιοῦσι, οὐχ ὑφ’ ἡνίας οὐδὲ ῥυτήρων ἀλλὰ λόγῳ διὰ συμβόλων εὐθύνοντες· ὧν οἱ πολλοὶ καὶ ἀγελαῖοι παντάπασιν ἀπείρως ἔχουσιν. οὐδὲ γὰρ οἱ πολλοὶ κύνες τῶν θηρατικῶν σημείων οὐδ’ οἱ πολλοὶ ἵπποι τῶν ἱππικῶν συνιᾶσιν ἀλλ’ οἱ μεμαθηκότες, εὐθὺς ἀπὸ σιγμοῦ τοῦ τυχόντος ἢ ποππυσμοῦ τὸ προσταττόμενον αἰσθανόμενοι, ῥᾳδίως εἰς ὃ δεῖ καθίστανται. φαίνεται δὲ γιγνώσκων καὶ Ὅμηρος ἣν λέγομεν διαφορὰν ἡμεῖς· τῶν γὰρ μάντεων οἰωνοπόλους τινὰς καλεῖ καὶ ἱερεῖς, ἑτέρους δὲ τῶν θεῶν αὐτῶν διαλεγομένων συνιέντας καὶ συμφρονοῦντας ἀποσημαίνειν οἴεται τὸ μέλλον, ἐν οἷς λέγει [De gen. Socr. 24b] τῶν δ’ Ἕλενος, Πριάμοιο φίλος παῖς, ξύνθετο θυμῷ βουλήν, ἥ ῥα θεοῖσιν ἐφήνδανε μητιόωσι καί ὣς γὰρ ἐγὼν ὄπ’ ἄκουσα θεῶν αἰειγενετάων. [De gen. Socr. 24c] ὥσπερ γὰρ τῶν βασιλέων καὶ τῶν στρατηγῶν τὴν διάνοιαν οἱ μὲν ἐκτὸς αἰσθάνονται καὶ γιγνώσκουσι πυρσοῖς τισι καὶ κηρύγμασι καὶ ὑπὸ σαλπίγγων, τοῖς δὲ πιστοῖς καὶ συνήθεσιν αὐτοὶ φράζουσιν· οὕτω τὸ θεῖον ὀλίγοις ἐντυγχάνει δι’ αὑτοῦ καὶ σπανίως, τοῖς δὲ πολλοῖς σημεῖα δίδωσιν, ἐξ ὧν ἡ λεγομένη μαντικὴ συνέστηκε. θεοὶ μὲν γὰρ οὖν ὀλίγων ἀνθρώπων κοσμοῦσι βίον, οὓς ἂν ἄκρως μακαρίους τε καὶ θείους ὡς ἀληθῶς ἀπεργάσασθαι βουληθῶσιν· αἱ δ’ ἀπηλλαγμέναι γενέσεως ψυχαὶ καὶ σχολάζουσαι τὸ λοιπὸν ἀπὸ σώματος, οἷον ἐλεύθεραι πάμπαν ἀφιέμεναι, δαίμονές εἰσιν ἀνθρώπων ἐπιμελεῖς καθ’ Ἡσίοδον. ὡς γὰρ ἀθλητὰς καταλύσαντας ἄσκησιν ὑπὸ γήρως οὐ τελέως ἀπολείπει τὸ φιλότιμον καὶ φιλοσώματον, ἀλλ’ ἑτέρους ἀσκοῦντας ὁρῶντες ἥδονται καὶ παρακαλοῦσι καὶ συμπαραθέουσιν· οὕτως οἱ πεπαυμένοι τῶν περὶ τὸν βίον ἀγώνων δι’ ἀρετὴν ψυχῆς γενόμενοι δαίμονες οὐ παντελῶς ἀτιμάζουσι τἀνταῦθα πράγματα καὶ λόγους καὶ σπουδάς, ἀλλὰ τοῖς ἐπὶ ταὐτὸ γυμναζομένοις τέλος εὐμενεῖς ὄντες καὶ συμφιλοτιμούμενοι πρὸς τὴν ἀρετήν, ἐγκελεύονται καὶ συνεξορμῶσιν, ὅταν ἐγγὺς ἤδη τῆς ἐλπίδος ἁμιλλωμένους καὶ ψαύοντας ὁρῶσιν. οὐ γὰρ οἷς ἔτυχε συμφέρεται τὸ δαιμόνιον· ἀλλ’ οἷον ἐπὶ τῶν νηχομένων ἐν θαλάττῃ τοὺς μὲν πελαγίους ἔτι καὶ πρόσω τῆς γῆς φερομένους οἱ ἐπὶ γῆς ἑστῶτες σιωπῇ θεῶνται μόνον, τοὺς δ’ ἐγγὺς ἤδη παραθέοντες καὶ παρεμβαίνοντες ἅμα καὶ χειρὶ καὶ φωνῇ βοηθοῦντες ἀνασῴζουσιν οὕτως, ὦ … τοῦ δαιμονίου ὁ τρόπος … ἡμᾶς βαπτιζομένους ὑπὸ τῶν πραγμάτων, καὶ σώματα πολλὰ καθάπερ ὀχήματα μεταλαμβάνοντας, αὐτοὺς ἐξαμιλλᾶσθαι καὶ μακροθυμεῖν, δι’ οἰκείας πειρωμένους ἀρετῆς σῴζεσθαι καὶ τυγχάνειν λιμένος. ἥτις δ’ ἂν ἤδη διὰ μυρίων γενέσεων ἠγωνισμένη μακροὺς ἀγῶνας εὖ καὶ προθύμως ψυχή, τῆς περιόδου συμπεραινομένης κινδυνεύουσα καὶ φιλοτιμουμένη περὶ τὴν ἔκβασιν ἱδρῶτι πολλῷ ἄνω προσφέρηται, ταύτῃ τὸν οἰκεῖον οὐ νεμεσᾷ δαίμονα βοηθεῖν ὁ θεὸς ἀλλ’ ἀφίησι τῷ προθυμουμένῳ προθυμεῖται δ’ ἄλλος ἄλλην ἀνασῴζειν ἐγκελευόμενος· ἡ δὲ συνακούει διὰ τὸ πλησιάζειν καὶ σῴζεται μὴ πειθομένη δέ, ἀπολιπόντος τοῦ δαίμονος, οὐκ εὐτυχῶς ἀπαλλάσσει. [De gen. Socr. 25] τούτων εἰρημένων, ὁ Ἐπαμεινώνδας ἀποβλέψας εἰς ἐμὲ σοὶ μέν. εἶπεν ὦ Καφεισία, σχεδὸν ὥρα βαδίζειν εἰς τὸ γυμνάσιον ἤδη καὶ μὴ ἀπολείπειν τοὺς συνήθεις ἡμεῖς δὲ Θεάνορος ἐπιμελησόμεθα, διαλύσαντες ὅταν δοκῇ τὴν συνουσίαν κἀγώ ταῦτ’ ἔφην πράττωμεν· [De gen. Socr. 25b] ἀλλὰ μικρὸν οἶμαί τι μετ’ ἐμοῦ καὶ Γαλαξιδώρου βούλεταί σοι διαλεχθῆναι οὑτοσὶ Θεόκριτος. [De gen. Socr. 25c] ἀγαθῇ τύχῃ εἶπε διαλεγέσθω· καὶ προῆγεν ἀναστὰς εἰς τὸ ἐπικάμπειον τῆς στοᾶς. καὶ ἡμεῖς περισχόντες αὐτὸν ἐπεχειροῦμεν παρακαλεῖν ἐπὶ τὴν πρᾶξιν. ὁ δὲ καὶ τὴν ἡμέραν ἔφη πάνυ σαφῶς εἰδέναι τῆς καθόδου τῶν φυγάδων, καὶ συντετάχθαι μετὰ Γοργίδου τοῖς φίλοις πρὸς τὸν καιρόν· ἀποκτενεῖν δὲ τῶν πολιτῶν ἄκριτον οὐδένα, μὴ μεγάλης ἀνάγκης γενομένης· ἄλλως δὲ καὶ πρὸς τὸ πλῆθος ἁρμόζειν τὸ Θηβαίων εἶναί τινας ἀναιτίους καὶ καθαροὺς τῶν πεπραγμένων, οἳ μᾶλλον ἕξουσιν ἀνυπόπτως πρὸς τὸν δῆμον ὡς ἀπὸ τοῦ βελτίστου παραινοῦντες, ἐδόκει ταῦθ’ ἡμῖν. κἀκεῖνος μὲν ἀνεχώρησεν αὖθις ὡς τοὺς περὶ Σιμμίαν· ἡμεῖς δὲ καταβάντες εἰς τὸ γυμνάσιον ἐνετυγχάνομεν τοῖς φίλοις, καὶ διαλαμβάνων ἄλλος ἄλλον ἐν τῷ συμπαλαίειν τὰ μὲν ἐπυνθάνετο τὰ δ’ ἔφραζε καὶ συνετάττετο πρὸς τὴν πρᾶξιν. ἑωρῶμεν δὲ καὶ τοὺς περὶ Ἀρχίαν καὶ Φίλιππον ἀληλιμμένους ἀπιόντας ἐπὶ τὸ δεῖπνον. ὁ γὰρ Φυλλίδας, δεδιὼς μὴ τὸν Ἀμφίθεον προανέλωσιν, εὐθὺς ἀπὸ τῆς Λυσανορίδου προπομπῆς τὸν Ἀρχίαν δεξάμενος καὶ περὶ τῆς … γυναικός, ἧς ἐπιθυμῶν ἐτύγχανεν, εἰς ἐλπίδας ἐμβαλὼν, ὡς ἀφιξομένης εἰς τὸν πότον, ἔπεισε πρὸς ῥᾳθυμίαν καὶ ἄνεσιν τραπέσθαι μετὰ τῶν εἰωθότων αὐτῷ συνακολασταίνειν. [De gen. Socr. 26] ὀψὲ δ’ ἤδη τό τε ψῦχος ἐπέτεινε πνεύματος γενομένου, καὶ διὰ τοῦτο τῶν πολλῶν τάχιον εἰς τὰς οἰκίας ἀνακεχωρηκότων, ἡμεῖς μὲν τοὺς περὶ Δαμοκλείδαν καὶ Πελοπίδαν καὶ Θεόπομπον ἐντυχόντες ἀνελαμβάνομεν, ἄλλοι δ’ ἄλλους· ἐσχίσθησαν γὰρ εὐθὺς ὑπερβαλόντες τὸν Κιθαιρῶνα, καὶ παρέσχεν αὐτοῖς; ὁ χειμὼν τὰ πρόσωπα συγκεκαλυμμένοις ἀδεῶς διελθεῖν τὴν πόλιν ἐνίοις δ’ ἐπήστραψε δεξιὸν ἄνευ βροντῆς εἰσιοῦσι διὰ τῶν πυλῶν· καὶ τὸ σημεῖον ἐδόκει καλὸν πρὸς ἀσφάλειαν καὶ δόξαν, ὡς λαμπρῶν ἀκινδύνων δὲ τῶν πράξεων ἐσομένων. [De gen. Socr. 27] ὡς οὖν ἅπαντες ἔνδον ἦμεν, πεντήκοντα δυεῖν δέοντες, ἤδη τοῦ Θεοκρίτου καθ’ ἑαυτὸν ἐν οἰκίσκῳ τινὶ σφαγιαζομένου, πολὺς ἦν τῆς θύρας ἀραγμός· καὶ μετὰ μικρὸν ἧκέ τις ἀγγέλλων ὑπηρέτας τοῦ Ἀρχίου δύο κόπτειν τὴν αὔλειον ἀπεσταλμένους σπουδῇ πρὸς Χάρωνα, καὶ κελεύειν ἀνοίγειν καὶ ἀγανακτεῖν, βράδιον ὑπακουόντων. θορυβηθεὶς οὖν ὁ Χάρων, ἐκείνοις μὲν εὐθὺς ἀνοιγνύναι προσέταξεν, αὐτὸς δ’ ἀπαντήσας ἔχων στέφανον ὡς τεθυκὼς καὶ πίνων, ἐπυνθάνετο τῶν ὑπηρετῶν ὅ τι βούλοιντο. [De gen. Socr. 27b] λέγει δ’ ἅτερος Ἀρχίας καὶ Φίλιππος ἔπεμψαν ἡμᾶς κελεύοντες ὡς τάχιστα σ’ ἥκειν πρὸς αὐτούς. [De gen. Socr. 27c] ἐρομένου τοῦ Χάρωνος, τίς ἡ σπουδὴ τῆς τηνικαῦτα μεταπέμψεως αὐτοῦ καὶ μή τι καινότερον, οὐδὲν ἴσμεν ὁ ὑπηρέτης ἔφη πλέον· [De gen. Socr. 27d] ἀλλὰ τί λέγωμεν αὐτοῖς; ὅτι νὴ Δί’ εἶπεν ὁ Χάρων θεὶς τὸν στέφανον ἤδη καὶ λαβὼν τὸ ἱμάτιον ἕπομαι μεθ’ ὑμῶν γὰρ τηνικαῦτα βαδίζων διαταράξω τινὰς ὡς· ἀγόμενος. [De gen. Socr. 27e] οὕτως ἔφησαν ποίει καὶ γὰρ ἡμᾶς δεῖ τοῖς ὑπὸ πόλιν φρουροῖς κομίσαι τι πρόσταγμα παρὰ τῶν ἀρχόντων ἐκεῖνοι μὲν οὖν ᾤχοντο. [De gen. Socr. 27f] τοῦ δὲ Χάρωνος εἰσελθόντος; πρὸς ἡμᾶς καὶ ταῦτα φράσαντος, ἔκπληξις ἅπαντας ἔσχεν οἰομένους μεμηνῦσθαι καὶ τὸν Ἱπποσθενείδαν ὑπενόουν οἱ πλεῖστοι, κωλῦσαι μὲν ἐπιχειρήσαντα τὴν κάθοδον διὰ τοῦ Χλίδωνος, ἐπεὶ δ’ ἀπέτυχε καὶ συνῆπται τῷ καιρῷ τὸ δεινόν, ἐξενηνοχέναι πιθανὸν ὄντα τὴν πρᾶξιν ὑπὸ δέους· οὐ γὰρ ἀφίκετο μετὰ τῶν ἄλλων εἰς τὴν οἰκίαν, ἀλλ’ ὅλως ἐδόκει πονηρὸς γεγονέναι καὶ παλίμβολος οὐ μὴν ἀλλὰ τόν γε Χάρωνα πάντες ᾠόμεθα χρῆναι βαδίζειν καὶ ὑπακούειν τοῖς ἄρχουσι καλούμενον. ὁ δὲ κελεύσας τὸν υἱὸν ἐλθεῖν κάλλιστον ὄντα Θηβαίων, ὦ Ἀρχίδαμε, παῖδα καὶ φιλοπονώτατον περὶ τὰ γυμνάσια, πεντεκαιδεκέτη μὲν σχεδὸν πολὺ δὲ ῥώμῃ καὶ μεγέθει διαφέροντα τῶν ὁμηλίκων, οὗτος εἶπεν ὦ ἄνδρες, ἐμοὶ μόνος ἐστὶ καὶ ἀγαπητός, ὥσπερ ἴστε· τοῦτον ὑμῖν παραδίδωμι πρὸς θεῶν ἅπασι πρὸς δαιμόνων ἐπισκήπτων· εἰ φανείην ἐγὼ πονηρὸς περὶ ὑμᾶς, ἀποκτείνατε, μὴ φείσησθ’ ἡμῶν· τὸ δὲ λοιπόν, ὦ ἄνδρες ἀγαθοί, πρὸς τὸ συμπεσὸν ἀντιτάξασθε, μὴ πρόησθε τὰ σώματα διαφθεῖραι τοῖς αἰσχίστοις ἀνάνδρως καὶ ἀκλεῶς, ἀλλ’ ἀμύνασθε τὰς ψυχὰς ἀηττήτους τῇ πατρίδι φυλάττοντες· [De gen. Socr. 27g] ταῦτα τοῦ Χάρωνος λέγοντος, τὸ μὲν φρόνημα καὶ τὴν καλοκἀγαθίαν ἐθαυμάζομεν, πρὸς δὲ τὴν ὑποψίαν ἠγανακτοῦμεν καὶ ἀπάγειν ἐκελεύομεν τὸν παῖδα. [De gen. Socr. 27h] τὸ δ’ ὅλον εἶπεν ὁ Πελοπίδας οὐδ’ εὖ βεβουλεῦσθαι δοκεῖς ἡμῖν, ὦ Χάρων, μὴ μεταστησάμενος εἰς οἰκίαν ἑτέραν τὸν υἱόν· τί γὰρ αὐτὸν δεῖ κινδυνεύειν μεθ’ ἡμῶν ἐγκαταλαμβανόμενον; καὶ νῦν ἐκπεμπτέος, ἵν’ ἡμῖν, ἐάν τι πάσχωμεν, εὐγενὴς ὑποτρέφηται τιμωρὸς; [De gen. Socr. 27i] ἐπὶ τοὺς τυράννους. οὐκ ἔστιν εἶπεν ὁ Χάρων ἀλλ’ αὐτοῦ παραμενεῖ καὶ κινδυνεύσει μεθ’ ὑμῶν· οὐδὲ γὰρ τούτῳ καλὸν ὑποχείριον γενέσθαι τοῖς ἐχθροῖς ἀλλὰ τόλμα παρ’ ἡλικίαν, ὦ παῖ, γευόμενος ἄθλων ἀναγκαίων, καὶ κινδύνευε μετὰ πολλῶν καὶ ἀγαθῶν πολιτῶν ὑπὲρ ἐλευθερίας καὶ ἀρετῆς· πολλὴ δ’ ἐλπὶς ἔτι λείπεται· καὶ πού τις ἐφορᾷ θεῶν ἡμᾶς ἀγωνιζομένους περὶ τῶν δικαίων. [De gen. Socr. 28] δάκρυα πολλοῖς ἐπῆλθεν ἡμῶν, ὦ Ἀρχίδαμε, πρὸς τοὺς λόγους τἀνδρός· αὐτὸς δ’ ἄδακρυς καὶ ἄτεγκτος ἐγχειρίσας Πελοπίδᾳ τὸν υἱὸν ἐχώρει διὰ θυρῶν δεξιούμενος ἕκαστον ἡμῶν καὶ παραθαρρύνων. ἔτι δὲ μᾶλλον ἂν ἠγάσω τοῦ παιδὸς αὐτοῦ τὴν φαιδρότητα καὶ τὸ ἀδεὲς πρὸς τὸν κίνδυνον, ὥσπερ τοῦ Νεοπτολέμου, μήτ’ ὠχριάσαντος μήτ’ ἐκπλαγέντος, ἀλλ’ ἕλκοντος τὸ ξίφος τοῦ Πελοπίδου καὶ καταμανθάνοντος. [De gen. Socr. 28b] ἐν τούτῳ, Κηφισοδώρῳ Διότονος, εἷς τῶν φίλων, παρῆν πρὸς ἡμᾶς ξίφος ἔχων καὶ θώρακα σιδηροῦν ὑπενδεδυμένος καὶ πυθόμενος τὴν Χάρωνος ὑπ’ Ἀρχίου μετάπεμψιν ᾐτιᾶτο τὴν μέλλησιν ἡμῶν, καὶ παρώξυνεν εὐθὺς ἐπὶ τὰς οἰκίας βαδίζειν· φθήσεσθαι γὰρ ἐμπεσόντας αὐτοῖς· εἰ δὲ μή, βέλτιον εἶναι προελθόντας ἐν ὑπαίθρῳ συμπλέκεσθαι, πρὸς ἀλλήλους ἀσυντάκτους καὶ σποράδας, ἢ μένειν ἐν οἰκίσκῳ καθείρξαντας αὑτοὺς ὥσπερ σμῆνος ἐξαιρεθησομένους ὑπὸ τῶν πολεμίων. ἐνῆγε δὲ καὶ ὁ μάντις Θεόκριτος, ὡς τῶν ἱερῶν σωτηρίων καὶ καλῶν καὶ πρὸς ἀσφάλειαν ἐχεγγύων αὐτῷ γεγονότων. [De gen. Socr. 29] ὁπλιζομένων δ’ ἡμῶν καὶ συνταττομένων, αὖθις ἀφικνεῖται Χάρων ἱλαρῷ τῷ προσώπῳ καὶ μειδιῶν καὶ προσβλέπων εἰς ἡμᾶς θαρρεῖν ἐκέλευεν, ὡς δεινοῦ μηδενὸς ὄντος ἀλλὰ τῆς πράξεως ὁδῷ βαδιζούσης. ὁ γὰρ Ἀρχίας, ἔφη, καὶ ὁ Φίλιππος ὡς ἤκουσαν ἥκειν ἐμὲ κεκλημένον, ἤδη βαρεῖς ὑπὸ τῆς μέθης ὄντες καὶ συνεκλελυμένοι τοῖς σώμασι τὰς ψυχάς, μόλις διαναστάντες ἔξω προῆλθον ἐπὶ τὰς θύρας. εἰπόντος δὲ τοῦ Ἀρχίου φυγάδας, ὦ Χάρων, ἀκούομεν ἐν τῇ πόλει κρύπτεσθαι παρεισελθόντας οὐ μετρίως ἐγὼ διαταραχθείς ποῦ δ’ εἶπον εἶναι λέγονται καὶ τίνες; ἀγνοοῦμεν ὁ Ἀρχίας εἶπε· καί σε τούτου χάριν ἐλθεῖν ἐκελεύσαμεν, εἰ δή τι τυγχάνοις σαφέστερον ἀκηκοώς. [De gen. Socr. 29b] κἀγὼ μικρὸν ὥσπερ ἐκ πληγῆς ἀναφέρων τὴν διάνοιαν ἐλογιζόμην λόγον εἶναι τὴν μήνυσιν οὐ βέβαιον, οὐδ’ ὑπὸ τῶν συνειδότων ἐξενηνέχθαι τὴν πρᾶξιν οὐδενός· οὐ γὰρ ἂν ἀγνοεῖν τὴν, οἰκίαν αὐτούς, εἴ τις εἰδὼς ἀκριβῶς ἐμήνυεν· ἄλλως δ’ ὑποψίαν ἢ λόγον ἄσημον ἐν τῇ πόλει περιφερόμενον ἥκειν εἰς ἐκείνους. εἶπον οὖν πρὸς αὐτὸν ὅτι “ζῶντος μὲν Ἀνδροκλείδου πολλάκις ἐπίσταμαι φήμας τοιαύτας ῥυείσας διακενῆς καὶ λόγους ψευδεῖς ἐνοχλήσαντας ἡμῖν· νυνὶ δ’ ἔφην οὐδὲν ἀκήκοα τοιοῦτον, ὦ Ἀρχία σκέψομαι δὲ τὸν λόγον, εἰ κελεύεις· κἂν πύθωμαί τι φροντίδος ἄξιον, οὐ λήσεται ὑμᾶς. [De gen. Socr. 29c] πάνυ μὲν οὖν ὁ Φυλλίδας εἶπε μηδέν, ὦ Χάρων, ἀδιερεύνητον μηδ’ ἄπυστον ὑπὲρ τούτων ἀπολίπῃς· τί γὰρ κωλύει μηδενὸς καταφρονεῖν ἀλλὰ πάντα φυλάττεσθαι καὶ προσέχειν; καλὸν γὰρ ἡ πρόνοια καὶ τὸ ἀσφαλές ἅμα δὲ τὸν Ἀρχίαν ὑπολαβὼν ἀπῆγεν εἰς τὸν οἶκον, ἐν ᾧ πίνοντες τυγχάνουσιν. [De gen. Socr. 29d] ἀλλὰ μὴ μέλλωμεν, ἄνδρες ἔφη, προσευξάμενοι δὲ τοῖς θεοῖς ἐξίωμεν. ταῦτα τοῦ Χάρωνος εἰπόντος, εὐχόμεθα τοῖς θεοῖς καὶ παρεκαλοῦμεν ἀλλήλους. [De gen. Socr. 30] ὥρα μὲν οὖν ἦν καθ’ ἣν ἅνθρωποι μάλιστα περὶ δεῖπνόν εἰσι, τὸ δὲ πνεῦμα μᾶλλον ἐπιτεῖνον ἤδη νιφετὸν ὑπεκίνει ψεκάδι λεπτῇ μεμιγμένον· ὥστε πολλὴν ἐρημίαν εἶναι διὰ τῶν στενωπῶν διεξιοῦσιν. οἱ μὲν οὖν ἐπὶ τὸν Λεοντίδην καὶ τὸν Ὑπάτην ταχθέντες ἐγγὺς ἀλλήλων οἰκοῦντας, ἐν ἱματίοις ἐξῄεσαν ἔχοντες οὐδὲν ἕτερον τῶν ὅπλων ἢ μάχαιραν ἕκαστος (ἐν δὲ τούτοις ἦν καὶ Πελοπίδας καὶ Δαμοκλείδας καὶ Κηφισόδωρος)· Χάρων δὲ καὶ Μέλων καὶ οἱ μετ’ αὐτῶν ἐπιτίθεσθαι τοῖς περὶ Ἀρχίαν μέλλοντες, ἡμιθωράκια ἐνδεδυμένοι καὶ στεφάνους δασεῖς ἔχοντες, οἱ μὲν ἐλάτης οἱ δὲ πεύκης ἔνιοι δὲ καὶ χιτώνια τῶν γυναικείων ἀμπεχόμενοι, μεθύοντας ἀπομιμούμενοι κώμῳ χρωμένους μετὰ γυναικῶν. [De gen. Socr. 30b] ἡ δὲ χείρων, ὦ Ἀρχίδαμε, τύχη καὶ τὰς τῶν πολεμίων μαλακίας καὶ ἀγνοίας ταῖς ἡμετέραις ἐπανισοῦσα τόλμαις καὶ παρασκευαῖς, καὶ καθάπερ δρᾶμα τὴν πρᾶξιν ἡμῶν ἀπ’ ἀρχῆς διαποικίλλουσα κινδυνώδεσιν ἐπεισοδίοις, εἰς αὐτὸ συνέδραμε τὸ ἔργον, ὀξὺν ἐπιφέρουσα καὶ δεινὸν ἀνελπίστου περιπετείας ἀγῶνα. τοῦ γὰρ Χάρωνος ὡς ἀνέπεισε τοὺς περὶ Ἀρχίαν καὶ Φίλιππον ἀναχωρήσαντος οἴκαδε καὶ διασκευάζοντος ἡμᾶς ἐπὶ τὴν πρᾶξιν, ἧκεν ἐνθένδε παρ’ ὑμῶν ἐπιστολὴ παρ’ Ἀρχίου τοῦ ἱεροφάντου πρὸς Ἀρχίαν ἐκεῖνον, ὄντα φίλον αὐτῷ καὶ ξένον, ὡς ἔοικεν, ἐξαγγέλλουσα τὴν κάθοδον καὶ τὴν ἐπιβουλὴν τῶν φυγάδων καὶ τὴν οἰκίαν, εἰς ἣν παρεληλύθεισαν, καὶ τοὺς συμπράττοντας αὐτοῖς. ἤδη δ’ καὶ τῇ μέθῃ κατακεκλυσμένος Ἀρχίας καὶ τῇ προσδοκίᾳ τῶν γυναικῶν ἀνεπτοημένος, ἐδέξατο μὲν τὴν ἐπιστολήν, τοῦ δὲ γραμματοφόρου φήσαντος ὑπέρ τινων σπουδαίων αὐτῷ γεγράφθαι· τὰ σπουδαῖα τοίνυν εἰς αὔριον ἔφη. καὶ τὴν μὲν ἐπιστολὴν ὑπέθηκεν ὑπὸ τὸ προσκεφάλαιον, αἰτήσας δὲ ποτήριον ἐκέλευσεν ἐγχεῖν, καὶ τὸν Φυλλίδαν ἐξέπεμπε συνεχῶς ἐπὶ θύρας σκεψόμενον εἰ τὰ γύναια πρόσεισι. [De gen. Socr. 31] τοιαύτης δὲ τὸν πότον ἐλπίδος διαπαιδαγωγησάσης, προσμίξαντες ἡμεῖς καὶ διὰ τῶν οἰκετῶν εὐθὺς ὠσάμενοι πρὸς τὸν ἀνδρῶνα, μικρὸν ἐπὶ ταῖς θύραις ἔστημεν ἐφορῶντες τῶν κατακειμένων ἕκαστον. ἡ μὲν οὖν τῶν στεφάνων καὶ τῆς ἐσθῆτος ὄψις παραλογιζομένη τὴν ἐπιδημίαν ἡμῶν σιγὴν ἐποίησεν· ἐπεὶ δὲ πρῶτος ὁ Μέλων ὥρμησε διὰ μέσου τὴν χεῖρα τῇ λαβῇ τοῦ ξίφους ἐπιβεβληκώς, Καβίριχος ὁ κυαμευτὸς ἄρχων τοῦ βραχίονος αὐτὸν παραπορευόμενον ἀντισπάσας, ἀνεβόησεν οὐ Μέλων οὗτος, ὦ Φυλλίδα; τούτου μὲν οὖν ἐξέκρουσε τὴν ἐπιβουλὴν ἅμα τὸ ξίφος· ἀνέλκων, διανιστάμενον δὲ χαλεπῶς τὸν Ἀρχίαν ἐπιδραμὼν οὐκ ἀνῆκε παίων ἕως ἀπέκτεινε. [De gen. Socr. 31b] τὸν δὲ Φίλιππον ἔτρωσε μὲν Χάρων παρὰ τὸν τράχηλον ἀμυνόμενον δὲ τοῖς παρακειμένοις ἐκπώμασιν, ὁ Λυσίθεος ἀπὸ τῆς κλίνης χαμαὶ καταβαλὼν ἀνεῖλε. [De gen. Socr. 31c] τὸν δὲ Καβίριχον ἡμεῖς κατεπραΰνομεν, ἀξιοῦντες μὴ τοῖς τυράννοις βοηθεῖν ἀλλὰ τὴν πατρίδα συνελευθεροῦν, ἱερὸν ὄντα καὶ τοῖς θεοῖς καθωσιωμένον ὑπὲρ αὐτῆς. ὡς δὲ καὶ διὰ τὸν οἶνον οὐκ ἦν εὐπαρακόμιστος τῷ λογισμῷ πρὸς τὸ συμφέρον ἀλλὰ μετέωρος καὶ τεταραγμένος ἀνίστατο, καὶ τὸ δόρυ προεβάλλετο κατ’ αἰχμήν, ὅπερ ἐξ ἔθους ἀεὶ φοροῦσιν οἱ παρ’ ἡμῖν ἄρχοντες ἐγὼ μὲν ἐκ μέσου διαλαβὼν τὸ δόρυ καὶ μετεωρίσας ὑπὲρ κεφαλῆς, ἐβόων ἀφεῖναι καὶ σῴζειν ἑαυτόν, εἰ δὲ μή, πεπλήξεσθαι, Θεόπομπος δὲ παραστὰς ἐκ δεξιῶν καὶ τῷ ξίφει πατάξας αὐτόν, ἐνταῦθ’ ἔφη κεῖσο μετὰ τούτων, οὓς ἐκολάκευες· μὴ γὰρ ἐν ἐλευθέραις στεφανώσαιο ταῖς Θήβαις μηδὲ θύσειας ἔτι τοῖς θεοῖς, ἐφ’ ὧν κατηράσω πολλὰ τῇ πατρίδι πολλάκις ὑπὲρ τῶν πολεμίων εὐχόμενος πεσόντος δὲ τοῦ Καβιρίχου, τὸ μὲν ἱερὸν δόρυ Θεόκριτος παρὼν ἀνήρπασεν ἐκ τοῦ φόνου, τῶν δὲ θεραπόντων ὀλίγους τολμήσαντας ἀμύνασθαι διεφθείραμεν ἡμεῖς· τοὺς δ’ ἡσυχίαν ἄγοντας εἰς τὸν ἀνδρῶνα κατεκλείσαμεν, οὐ βουλόμενοι διαπεσόντας ἐξαγγεῖλαι τὰ πεπραγμένα, πρὶν εἰδέναι καὶ τὰ τῶν ἑταίρων εἰ καλῶς κεχώρηκεν. [De gen. Socr. 32] ἐπράχθη δὲ κἀκεῖνα τοῦτον τὸν τρόπον· ἔκοψαν οἱ περὶ Πελοπίδαν τοῦ Λεοντίδου τὴν αὔλειον ἡσυχῆ προσελθόντες, καὶ πρὸς τὸν ὑπακούσαντα τῶν οἰκετῶν ἔφασαν ἥκειν Ἀθήνηθεν γράμματα τῷ Λεοντίδῃ παρὰ Καλλιστράτου κομίζοντες. ὡς δ’ ἀπαγγείλας καὶ κελευσθεὶς ἀνοῖξαι τὸν μοχλὸν ἀφεῖλε καὶ μικρὸν ἐνέδωκε τὴν θύραν, ἐμπεσόντες ἀθρόοι καὶ ἀνατρέψαντες τὸν ἄνθρωπον ἵεντο δρόμῳ διὰ τῆς αὐλῆς ἐπὶ τὸν θάλαμον. ὁ δ’ εὐθὺς ἐπὶ τὴν ἀλήθειαν ἐξενεχθεὶς τῇ ὑπονοίᾳ καὶ σπασάμενος τὸ ἐγχειρίδιον ὥρμησε πρὸς ἄμυναν, ἄδικος μὲν ἀνὴρ καὶ τυραννικὸς εὔρωστος δὲ τῇ ψυχῇ καὶ κατὰ χεῖρα ῥωμαλέος· οὐ μὴν ἔγνω γε τὸν λύχνον καταβαλεῖν καὶ διὰ σκότους συμμῖξαι τοῖς ἐπιφερομένοις, ἀλλ’ ἐν φωτὶ καθορώμενος ὑπὸ τούτων ἅμα τῆς θύρας ἀνοιγομένης παίει τὸν Κηφισόδωρον εἰς τὸν λαγόνα· καὶ δευτέρῳ τῷ Πελοπίδᾳ συμπεσὼν μέγα βοῶν ἀνεκαλεῖτο τοὺς θεράποντας. ἀλλ’ ἐκείνους μὲν οἱ περὶ τὸν Σαμίδαν ἀνεῖργον, οὐ παρακινδυνεύοντας εἰς χεῖρας ἐλθεῖν ἀνδράσιν ἐπιφανεστάτοις τῶν πολιτῶν καὶ κατ’ ἀλκὴν διαφέρουσιν. ἀγὼν δ’ ἦν τῷ Πελοπίδᾳ πρὸς τὸν Λεοντίδην καὶ διαξιφισμὸς ἐν ταῖς θύραις τοῦ θαλάμου στεναῖς οὔσαις, καὶ τοῦ Κηφισοδώρου πεπτωκότος ἐν μέσαις αὐταῖς καὶ θνήσκοντος, ὥστε μὴ δύνασθαι τοὺς ἄλλους προσβοηθεῖν. τέλος δ’ ὁ ἡμέτερος λαβὼν μὲν εἰς τὴν κεφαλὴν οὐ μέγα τραῦμα· δοὺς δὲ πολλὰ καὶ καταβαλὼν τὸν Λεοντίδην, ἐπέσφαξε θερμῷ τῷ Κηφισοδώρῳ. καὶ γὰρ εἶδε πίπτοντα τὸν ἐχθρὸν ὁ ἀνὴρ καὶ τῷ Πελοπίδᾳ τὴν δεξιὰν ἐνέβαλε· καὶ τοὺς ἄλλους ἀσπασάμενος ἅμ’ ἵλεως ἐξέπνευσε. γενόμενοι δ’ ἀπὸ τούτων ἐπὶ τὸν Ὑπάτην τρέπονται, καὶ τῶν θυρῶν ὁμοίως αὐτοῖς ἀνοιχθεισῶν φεύγοντα τὸν Ὑπάτην ὑπὲρ τέγους τινὸς εἰς τοὺς γείτονας ἀποσφάττουσιν. [De gen. Socr. 33] ἐκεῖθεν δὲ πρὸς ἡμᾶς ἠπείγοντο καὶ συμβάλλουσιν ἡμῖν ἔξωθεν παρὰ τὴν πολύστυλον. ἀσπασάμενοι δ’ ἀλλήλους καὶ συλλαλήσαντες ἐχωροῦμεν ἐπὶ τὸ δεσμωτήριον. ἐκκαλέσας δὲ τὸν ἐπὶ τῆς εἱρκτῆς ὁ Φυλλίδας Ἀρχίας ἔφη καὶ Φίλιππος κελεύουσί σε ταχέως ἄγειν ἐπ’ αὐτοὺς Ἀμφίθεον ὁ δ’ ὁρῶν καὶ τῆς ὥρας τὴν ἀτοπίαν καὶ τὸ μὴ καθεστηκότα λαλεῖν αὐτῷ τὸν Φυλλίδαν, ἀλλὰ θερμὸν ὄντα τῷ ἀγῶνι καὶ μετέωρον, ὑπειδόμενος τὸ πλάσμα πότ’ ἔλεγεν ὦ Φυλλίδα, τηνικαῦτα μετεπέμψαντο δεσμώτην οἱ πολέμαρχοι; πότε δὲ διὰ σοῦ; τί δὲ κομίζεις παράσημον; [De gen. Socr. 33b] ἅμα δὲ τῷ λόγῳ ξυστὸν ἱππικὸν ἔχων διῆκε τῶν πλευρῶν καὶ κατέβαλε πονηρὸν ἄνθρωπον, ᾧ καὶ μεθ’ ἡμέραν ἐπενέβησαν καὶ προσέπτυσαν οὐκ ὀλίγαι γυναῖκες, ἡμεῖς δὲ τὰς θύρας τῆς εἱρκτῆς κατασχίσαντες ἐκαλοῦμεν ὀνομαστὶ πρῶτον μὲν τὸν Ἀμφίθεον, εἶτα τῶν ἄλλων πρὸς ὃν ἕκαστος ἐπιτηδείως εἶχεν, οἱ δὲ τὴν φωνὴν γνωρίζοντες ἀνεπήδων ἐκ τῶν χαμευνῶν ἄσμενοι τὰς ἁλύσεις ἐφέλκοντες· οἱ δὲ τοὺς πόδας ἐν τῷ ξύλῳ δεδεμένοι τὰς χεῖρας ὀρέγοντες ἐβόων δεόμενοι μὴ ἀπολειφθῆναι. λυομένων δὲ τούτων, ἤδη πολλοὶ προσεφέροντο τῶν ἐγγὺς οἰκούντων αἰσθανόμενοι τὰ πραττόμενα καὶ χαίροντες. αἱ δὲ γυναῖκες, ὡς ἑκάστη περὶ τοῦ προσήκοντος; ἤκουσεν, οὐκ ἐμμένουσαι τοῖς Βοιωτῶν ἔθεσιν ἐξέτρεχον πρὸς ἀλλήλας καὶ διεπυνθάνοντο παρὰ τῶν ἀπαντώντων αἱ δ’ ἀνευροῦσαι πατέρας ἢ ἄνδρας αὑτῶν ἠκολούθουν, οὐδεὶς δ’ ἐκώλυε· ῥοπὴ γὰρ ἦν μεγάλη πρὸς τοὺς ἐντυγχάνοντας ὁ παρ’ αὐτῶν ἔλεος καὶ δάκρυα καὶ δεήσεις σωφρόνων γυναικῶν. [De gen. Socr. 34] ἐν δὲ τούτῳ τῶν πραγμάτων ὄντων, πυθόμενος τὸν Ἐπαμεινώνδαν ἐγὼ καὶ τὸν Γοργίδαν ἤδη μετὰ τῶν φίλων συναθροίζεσθαι περὶ τὸ τῆς Ἀθηνᾶς ἱερόν, ἐπορευόμην πρὸς αὐτούς· ἧκον δὲ πολλοὶ κἀγαθοὶ τῶν πολιτῶν ὁμοῦ καὶ συνέρρεον ἀεὶ πλείονες. ὡς δ’ ἀπήγγειλα καθ’ ἕκαστον αὐτοῖς τὰ πεπραγμένα καὶ παρεκάλουν βοηθεῖν ἐλθόντας εἰς τὴν ἀγοράν, ἅμα πάντες εὐθὺς ἐπὶ τὴν ἐλευθερίαν ἐκήρυττον τοὺς πολίτας. τοῖς δὲ τότ’ ὄχλοις τῶν συνισταμένων ὅπλα παρεῖχον αἵ τε στοαὶ πλήρεις οὖσαι παντοδαπῶν λαφύρων, καὶ τὰ τῶν ἐγγὺς οἰκούντων ἐργαστήρια μαχαιροποιῶν. ἧκε δὲ καὶ Ἱπποσθενείδας μετὰ τῶν φίλων καὶ οἰκετῶν τοὺς ἐπιδεδημηκότας κατὰ τύχην πρὸς τὰ Ἡράκλεια σαλπικτὰς παραλαμβάνων. εὐθέως δ’ οἱ μὲν ἐπὶ τῆς ἀγορᾶς ἐσήμαινον οἱ δὲ κατ’ ἄλλους τόπους, πανταχόθεν ἐκταράττοντες τοὺς ὑπεναντίους, ὡς πάντων ἀφεστώτων, οἱ μὲν καὶ καπνίζοντες … τὴν Καδμείαν ἔφευγον ἐπισπασάμενοι καὶ τοὺς κρείττους λεγομένους, εἰωθότας δὲ περὶ τὴν ἄκραν κάτω νυκτερεύειν· οἱ δ’ ἄνω, τούτων μὲν ἀτάκτως καὶ τεθορυβημένως ἐπιχεομένων, ἡμᾶς δὲ περὶ τὴν ἀγορὰν ἀφορῶντες, οὐδενὸς μέρους ἡσυχάζοντος, ἀλλὰ πανταχόθεν ψόφων καὶ θορύβων ἀναφερομένων, καταβαίνειν μὲν οὐ διενοοῦντο, καίπερ περὶ πεντακισχιλίους τὸ πλῆθος ὄντες· ἐκπεπληγμένοι δὲ τὸν κίνδυνον ἄλλως; προυφασίζοντο Λυσανορίδαν. περιμένειν γὰρ ἡ τῆς ἡμέρας ἐκείνης. διὸ καὶ τοῦτον μὲν ὕστερον, ὡς πυνθανόμεθα, χρήμασιν οὐκ ὀλίγοις ἐζημίωσαν τῶν Λακεδαιμονίων οἱ γέροντες· Ἡριππίδαν δὲ καὶ Ἄρκεσον ἀπέκτειναν εὐθὺς ἐν Κορίνθῳ λαβόντες, τὴν δὲ Καδμείαν ὑπόσπονδον παραδόντες ἡμῖν ἀπήλλαττον μετὰ τῶν στρατιωτῶν. ## Περὶ φυγῆς [De exil. 1] τῶν λόγων ἀρίστους καὶ βεβαιοτάτους ὥσπερ τῶν φίλων φασὶν εἶναι τοὺς ἐν ταῖς συμφοραῖς παρόντας ὠφελίμως καὶ βοηθοῦντας· ἐπεὶ πάρεισί γε πολλοὶ καὶ προσδιαλέγονται τοῖς ἐπταικόσιν, ἀλλ’ ἀχρήστως μᾶλλον δὲ βλαβερῶς, καθάπερ ἀκόλυμβοι πνιγομένοις ἐπιχειροῦντες βοηθεῖν περιπλεκόμενοι καὶ συγκαταδύνοντες· δεῖ δὲ τὸν παρὰ τῶν φίλων καὶ τῶν βοηθούντων λόγον παρηγορίαν εἶναι μὴ συνηγορίαν τοῦ λυποῦντος. οὐ γὰρ συνδακρυόντων καὶ συνεπιθρηνούντων ὥσπερ χορῶν τραγικῶν ἐν τοῖς ἀβουλήτοις χρείαν ἔχομεν, ἀλλὰ παρρησιαζομένων καὶ διδασκόντων ὅτι τὸ λυπεῖσθαι καὶ τὸ ταπεινοῦν ἑαυτὸν ἐπὶ παντὶ μὲν ἄχρηστόν ἐστι καὶ γιγνόμενον κενῶς καὶ ἀνοήτως· ὅπου δ’ αὐτὰ τὰ πράγματα δίδωσιν ὑπὸ τοῦ λόγου ψηλαφηθέντα καὶ ἀνακαλυφθέντα πρὸς ἑαυτὸν εἰπεῖν [De exil. 1b] οὐδὲν πέπονθας δεινόν, ἂν μὴ προσποιῇ· [De exil. 1c] κομιδῇ γελοῖόν ἐστι, μὴ τῆς σαρκὸς πυνθάνεσθαι τί πέπονθε, μηδὲ τῆς ψυχῆς εἰ διὰ τὸ σύμπτωμα τοῦτο χείρων γέγονεν, ἀλλὰ τοῖς ἔξωθεν συναχθομένοις καὶ συναγανακτοῦσι διδασκάλοις χρῆσθαι τῆς λύπης. [De exil. 2] ὅθεν αὐτοὶ καθ’ αὑτοὺς γιγνόμενοι τῶν συμπτωμάτων ὥσπερ φορτίων ἑκάστου τὸν σταθμὸν ἐξετάζωμεν, τὸ μὲν γὰρ· σῶμα πιέζεται τῷ τοῦ βαρύνοντος ἄχθει, δὲ ψυχὴ τοῖς πράγμασι πολλάκις τὸ βάρος ἐξ αὑτῆς προστίθησιν. ὁ λίθος φύσει σκληρός, ὁ κρύσταλλος φύσει ψυχρός ἐστιν, οὐκ ἔξωθεν εἰκῆ ταύτας τὰς ἀντιτυπίας ἐπιφέροντες καὶ τὰς πήξεις· φυγὰς δὲ καὶ ἀδοξίας καὶ τιμῶν ἀποβολάς, ὥσπερ αὖ τἀναντία, στεφάνους καὶ ἀρχὰς καὶ προεδρίας, οὐ τὴν αὑτῶν φύσιν ἀλλὰ τὴν ἡμετέραν κρίσιν μέτρον ἔχοντα τοῦ λυπεῖν καὶ εὐφραίνειν, ἕκαστος· ἑαυτῷ κοῦφα καὶ βαρέα καὶ ῥᾴδια φέρειν ποιεῖ, καὶ τοὐναντίον. [De exil. 2b] ἔξεστι δ’ ἀκούειν τοῦ μὲν Πολυνείκους ἀποκρινομένου πρὸς τὸ ἐρώτημα τοῦτο τοῦ δ’ Ἀλκμᾶνος, ὡς ὁ γράψας τοὐπιγραμμάτιον πεποίηκε, [De exil. 2c] Σάρδιες, ἀρχαῖος πατέρων νομός, εἰ μὲν ἐν ὑμῖν ἐτρεφόμην, κερνᾶς· ἦν τις ἂν ἢ βακέλας χρυσοφόρος, ῥήσσων καλὰ τύμπανα· νῦν δέ μοι Ἀλκμὰν οὔνομα, καὶ Σπάρτας εἰμὶ πολυτρίποδος, καὶ Μούσας ἐδάην Ἑλικωνίδας, αἵ με τυράννων θῆκαν Δασκύλεω κρείσσονα καὶ Γύγεω. [De exil. 2d] τὸ γὰρ αὐτὸ πρᾶγμα τῷ μὲν εὔχρηστον ἡ δόξα καθάπερ νόμισμα δόκιμον, τῷ δὲ δύσχρηστον καὶ βλαβερὸν ἐποίησεν. [De exil. 3] ἔστω δὲ δεινόν, ὥσπερ οἱ πολλοὶ λέγουσι καὶ ᾄδουσιν, ἡ φυγή. καὶ γὰρ τῶν βρωμάτων πικρὰ πολλὰ καὶ δριμέα καὶ δάκνοντα τὴν αἴσθησίν ἐστιν· ἀλλὰ μιγνύντες αὐτοῖς ἔνια τῶν γλυκέων καὶ προσηνῶν τὴν ἀηδίαν ἀφαιροῦμεν. ἔστι δὲ καὶ χρώματα λυπηρὰ τῇ ὄψει, πρὸς ἃ γίγνεται τὸ συγχεῖσθαι καὶ μαραυγεῖν διὰ σκληρότητα καὶ βίαν ἀνίατον. εἰ τοίνυν ἴαμα τῆς δυσχρηστίας ἐκείνης ἐμίξαμεν τὴν σκιὰν αὐτοῖς, ἢ τὴν ὄψιν ἀπεστρέψαμεν ἐπί τι τῶν χλοερῶν καὶ προσηνῶν, τοῦτ’ ἔξεστι ποιεῖν καὶ πρὸς τὰ συμπτώματα, κεραννύντας αὐτοῖς τὰ χρήσιμα καὶ φιλάνθρωπα τῶν νυνί σοι παρόντων, εὐπορίαν φίλους ἀπραγμοσύνην τὸ μηδὲν ἐνδεῖν τῶν ἀναγκαίων πρὸς τὸν βίον. οὐ γὰρ οἶμαι πολλοὺς εἶναι Σαρδιανῶν, οἳ μὴ τὰ σὰ πράγματα καὶ μετὰ φυγῆς μᾶλλον ἐθελήσουσιν αὑτοῖς ὑπάρχειν καὶ ἀγαπήσουσιν ἐπὶ ξένης οὕτω διάγοντες, ἤ, καθάπερ οἱ κοχλίαι τοῖς ὀστράκοις συμφυεῖς ὄντες ἄλλο δὲ μηδὲν ἀγαθὸν ἔχοντες, τῶν, οἴκοι μετέχειν ἀλύπως. ὥσπερ οὖν ἐν κωμῳδίᾳ τις ἠτυχηκότα φίλον θαρρεῖν καὶ τὴν τύχην ἀμύνεσθαι παρακαλῶν, ἐρομένου τίνα τρόπον, ἀποκρίνεται φιλοσόφως· οὕτω καὶ ἡμεῖς αὐτὴν ἀμυνώμεθα φιλοσοφοῦντες ἀξίως· [De exil. 3b] τὸν Δία δὲ πῶς ὕοντα; τὸν βορέαν δὲ πῶς;’ [De exil. 3c] πῦρ ζητοῦμεν βαλανεῖον ἱμάτιον στέγην· καὶ γὰρ οὐχ ὑόμενοι καθήμεθ’ οὐδὲ κλαίομεν καὶ σοὶ τοίνυν παρ’ ὁντιναοῦν ἔστι τὸ κατεψυγμένον τοῦτο τοῦ βίου μέρος ἀναζωπυρεῖν καὶ ἀναθάλπειν, ἑτέρων βοηθημάτων μὴ δεόμενον ἀλλὰ χρώμενον εὐλογίστως τοῖς παροῦσιν. αἱ μὲν γὰρ ἰατρικαὶ σικύαι τὸ φαυλότατον ἐκ τοῦ σώματος ἀναλαμβάνουσαι κουφίζουσι καὶ σῴζουσι τὸ λοιπόν, οἱ δὲ φιλόλυποι καὶ φιλαίτιοι τῷ τὰ χείριστα τῶν ἰδίων συνάγειν ἀεὶ καὶ διαλογίζεσθαι καὶ προστετηκέναι τοῖς ἀνιαροῖς ἄχρηστα καὶ τὰ χρήσιμα ποιοῦσιν ἑαυτοῖς, ἐν ᾧ μάλιστα καιρῷ βοηθεῖν πέφυκε. τοὺς γὰρ δοιοὺς πίθους, ὦ φίλε, οὓς Ὅμηρος ἔφη κηρῶν ἐμπλείους ἐν οὐρανῷ κεῖσθαι, τὸν μὲν ἀγαθῶν τὸν δὲ φαύλων, οὐχ ὁ Ζεὺς ταμιεύων κάθηται, καὶ μεθιεὶς τοῖς μὲν ἤπια καὶ μεμιγμένα τοῖς δ’ ἄκρατα ῥεύματα τῶν κακῶν· ἀλλ’ ἡμῶν αὐτῶν οἱ μὲν νοῦν ἔχοντες ἐκ τῶν ἀγαθῶν τοῖς κακοῖς ἐπαρυτόμενοι τὸν βίον ποιοῦσιν ἡδίω καὶ ποτιμώτερον, τοῖς δὲ πολλοῖς ὥσπερ ἠθμοῖς ἐμμένει καὶ προσίσχεται τὰ φαυλότατα, τῶν βελτιόνων ὑπεκρεόντων. [De exil. 5] διὸ κἂν ἀληθῶς κακῷ τινι καὶ λυπηρῷ περιπέσωμεν, ἐπάγεσθαι δεῖ τὸ ἱλαρὸν καὶ τὸ εὔθυμον ἐκ τῶν ὑπαρχόντων καὶ ὑπολειπομένων ἀγαθῶν, τῷ οἰκείῳ τἀλλότριον ἐκλεαίνοντας· ὧν δ’ ἡ φύσις οὐδὲν ἔχει κακὸν ἀλλ’ ὅλον καὶ πᾶν τὸ λυποῦν ἐκ κενῆς δόξης ἀναπέπλασται, ταῦτα δεῖ, καθάπερ τοῖς δεδοικόσι τὰ προσωπεῖα παιδίοις ἐγγὺς καὶ ὑπὸ χεῖρα ποιοῦντες καὶ ἀναστρέφοντες ἐθίζομεν καταφρονεῖν, οὕτως ἐγγὺς ἁπτομένους καὶ συνερείδοντας τὸν λογισμὸν τὸ σαθρὸν καὶ τὸ κενὸν καὶ τετραγῳδημένον ἀποκαλύπτειν. [De exil. 5b] οἷόν ἐστιν ἡ νῦν σοι παροῦσα μετάστασις ἐκ τῆς νομιζομένης; πατρίδος. φύσει γὰρ οὐκ ἔστι πατρίς, ὥσπερ οὐδ’ οἶκος οὐδ’ ἀγρὸς οὐδὲ χαλκεῖον, ὡς Ἀρίστων ἔλεγεν, οὐδ’ ἰατρεῖον· ἀλλὰ γίγνεται μᾶλλον δ’ ὀνομάζεται καὶ καλεῖται τούτων ἕκαστον ἀεὶ πρὸς τὸν οἰκοῦντα καὶ χρώμενον. ὁ γὰρ ἄνθρωπος, ᾗ φησιν ὁ Πλάτων, φυτὸν οὐκ ἔγγειον οὐδ’ ἀκίνητον ἀλλ’ οὐράνιόν ἐστιν, ὥσπερ ῥίζης τὸ σῶμα τῆς κεφαλῆς ὀρθὸν ἱστάσης, πρὸς τὸν οὐρανὸν ἀνεστραμμένον. ὅθεν εὖ μὲν ὁ Ἡρακλῆς εἶπεν [De exil. 5c] Ἀργεῖος ἢ Θηβαῖος· οὐ γὰρ εὔχομαι μιᾶς· ἅπας μοι πύργος Ἑλλήνων πατρίς. [De exil. 5d] ὁ δὲ Σωκράτης βέλτιον, οὐκ Ἀθηναῖος οὐδ’ Ἕλλην ἀλλὰ κόσμιος εἶναι φήσας, ὡς ἄν τις Ῥόδιος εἶπεν ἢ Κορίνθιος· ὅτι μηδὲ Σουνίῳ, μηδὲ Ταινάρῳ μηδὲ τοῖς Κεραυνίοις ἐνέκλεισεν ἑαυτόν. [De exil. 5e] ὁρᾷς τὸν ὑψοῦ τόνδ’ ἄπειρον αἰθέρα, καὶ γῆν πέριξ ἔχονθ’ ὑγραῖς ἐν ἀγκάλαις; [De exil. 5f] οὗτοι τῆς πατρίδος ἡμῶν ὅροι εἰσί, καὶ οὐδεὶς οὔτε φυγὰς ἐν τούτοις οὔτε ξένος οὔτ’ ἀλλοδαπός, ὅπου ταὐτὸ πῦρ ὕδωρ ἀήρ, ἄρχοντες οἱ αὐτοὶ καὶ διοικηταὶ καὶ πρυτάνεις, ἥλιος σελήνη φωσφόρος· οἱ αὐτοὶ νόμοι πᾶσι, ὑφ’ ἑνὸς προστάγματος καὶ μιᾶς ἡγεμονίας τροπαὶ βόρειοι τροπαὶ νότιοι ἰσημερίαι Πλειὰς Ἀρκτοῦρος, ὧραι σπόρων ὧραι φυτειῶν· εἷς δὲ βασιλεὺς; καὶ ἄρχων θεὸς ἀρχήν τε καὶ μέσα καὶ τελευτὴν ἔχων τοῦ παντός, εὐθείᾳ περαίνει κατὰ φύσιν περιπορευόμενος· τῷ δ’ ἕπεται Δίκη τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρός, χρώμεθα πάντες ἄνθρωποι φύσει πρὸς πάντας ἀνθρώπους ὥσπερ πολίτας. [De exil. 6] τὸ δέ σε μὴ κατοικεῖν Σάρδεις οὐδέν ἐστιν· οὐδὲ γὰρ Ἀθηναῖοι πάντες κατοικοῦσι Κολλυτὸν οὐδὲ Κορίνθιοι Κράνειον οὐδὲ Πιτάνην Λάκωνες. ἆρ’ οὖν ξένοι καὶ ἀπόλιδές εἰσιν Ἀθηναίων οἱ μεταστάντες ἐκ Μελίτης εἰς Διωμίδα, ὅπου καὶ μῆνα Μεταγειτνιῶνα καὶ θυσίαν ἐπώνυμον ἄγουσι τοῦ μετοικισμοῦ τὰ Μεταγείτνια, τὴν πρὸς ἑτέρους γειτνίασιν εὐκόλως καὶ ἱλαρῶς ἐκδεχόμενοι καὶ στέργοντες; οὐκ ἂν εἴποις. τί οὖν τῆς οἰκουμένης μέρος ἢ τῆς γῆς ἁπάσης ἕτερον ἑτέρου μακράν ἐστιν, ἣν ἀποδεικνύουσιν οἱ μαθηματικοὶ σημείου λόγον ἔχουσαν ἀδιαστάτου πρὸς τὸν οὐρανόν; ἀλλ’ ἡμεῖς ὥσπερ μύρμηκες ἢ μέλιτται μυρμηκιᾶς μιᾶς ἢ κυψέλης ἐκπεσόντες ἀδημονοῦμεν καὶ ξενοπαθοῦμεν, οὐκ εἰδότες οὐδὲ μεμαθηκότες οἰκεῖα τὰ πάντα ποιεῖσθαι καὶ νομίζειν ὥσπερ ἐστί. καίτοι γελῶμεν τὴν ἀβελτερίαν τοῦ φάσκοντος ἐν Ἀθήναις βελτίονα σελήνην εἶναι τῆς ἐν Κορίνθῳ· τρόπον τινὰ ταὐτὸ πάσχοντες, ὅταν ἀμφιγνοῶμεν ἐπὶ ξένης γενόμενοι τὴν γῆν τὴν θάλατταν τὸν ἀέρα τὸν οὐρανὸν, ὡς ἕτερα καὶ διαφέροντα τῶν συνήθων. ἡ μὲν γὰρ φύσις ἐλευθέρους ἡμᾶς καὶ λελυμένους ἀφίησιν, ἡμεῖς δ’ αὐτοὶ συνδέομεν ἑαυτοὺς συστενοχωροῦμεν ἐγκατοικοδομοῦμεν, εἰς μικρὰ καὶ γλίσχρα συνελαύνομεν. εἶτα τῶν μὲν Περσῶν βασιλέων καταγελῶμεν, εἴ γε δὴ ἀληθὲς ὅτι τὸ τοῦ Χοάσπου μόνον ὕδωρ πίνοντες ἄνυδρον αὑτοῖς τὴν ἄλλην ποιοῦσιν οἰκουμένην· ὅταν δὲ μεταστῶμεν εἰς ἕτερα χωρία, τοῦ Κηφισοῦ γλιχόμενοι καὶ τὸν Εὐρώταν ἢ τὸν Ταΰγετον ἢ τὸν Παρνασὸν ἐπιποθοῦντες, ἄπολιν καὶ ἀοίκητον αὑτοῖς τὴν οἰκουμένην ποιοῦμεν. [De exil. 7] Αἰγυπτίων μὲν οὖν οἱ δι’ ὀργήν τινα καὶ χαλεπότητα τοῦ βασιλέως εἰς Αἰθιοπίαν μετοικιζόμενοι, πρὸς τοὺς δεομένους ἐπανελθεῖν ἐπὶ τέκνα καὶ, γυναῖκας ἐπιδεικνύντες τὰ αἰδοῖα κυνικώτερον οὔτε γάμων ἔφασαν οὔτε παίδων ἀπορήσειν, ἄχρι οὗ ταῦτα μεθ’ ἑαυτῶν ἔχωσιν εὐπρεπέστερον δ’ ἐστὶ καὶ σεμνότερον εἰπεῖν ὡς, ὅπου καὶ ὅτῳ μετρίων πρὸς τὸν βίον εὐπορεῖν συμβέβηκεν, ἐνταῦθ’ οὗτος οὔτ’ ἄπολις οὔτ’ ἀνέστιος οὔτε ξένος ἐστί· μόνον ἔχειν δεῖ πρὸς τούτοις νοῦν καὶ λογισμὸν ὥσπερ ἄγκυραν κυβερνήτην, ἵνα παντὶ χρῆσθαι λιμένι προσορμισθεὶς δύνηται. πλοῦτον μὲν γὰρ ἀποβαλόντα ῥᾳδίως οὐκ ἔστι καὶ ταχέως· ἄλλον συναγαγεῖν· πατρὶς δὲ γίγνεται πᾶσα πόλις εὐθὺς ἀνθρώπῳ χρῆσθαι μεμαθηκότι καὶ ῥίζας ἔχοντι πανταχοῦ ζῆν τε καὶ τρέφεσθαι καὶ παντὶ τόπῳ προσφύεσθαι δυναμένας· οἵας εἶχε Θεμιστοκλῆς οἵας Δημήτριος ὁ Φαληρεύς. οὗτος μὲν γὰρ ἐν Ἀλεξανδρείᾳ μετὰ τὴν φυγὴν πρῶτος ὢν τῶν Πτολεμαίου φίλων, οὐ μόνον αὐτὸς ἐν ἀφθόνοις διῆγεν ἀλλὰ καὶ τοῖς Ἀθηναίοις δωρεὰς ἔπεμπε. Θεμιστοκλῆς δὲ χορηγίᾳ βασιλικῇ πρυτανευόμενος εἰπεῖν λέγεται πρὸς τὴν γυναῖκα καὶ τοὺς παῖδας ἀπωλόμεθ’ ἄν, εἰ μὴ ἀπωλόμεθα διὸ καὶ Διογένης ὁ κύων πρὸς τὸν εἰπόντα, Σινωπεῖς σου φυγὴν ἐκ Πόντου κατέγνωσαν· ἐγὼ δ’ εἶπεν ἐκείνων ἐν Πόντῳ μονήν, [De exil. 7b] ἄκραις ἐπὶ ῥηγμῖσιν ἀξένου πόρου. [De exil. 7c] Στρατόνικος δὲ τὸν ἐν Σερίφῳ ξένον ἠρώτησεν, ἐφ’ ὅτῳ τῶν ἀδικημάτων φυγὴ τέτακται παρ’ αὐτοῖς ἐπιτίμιον· ἀκούσας δ’ ὅτι τοὺς ῥᾳδιουργοὺς φυγαδεύουσι, τί οὖν εἶπεν οὐκ ἐρρᾳδιούργησας, ὅπως ἐκ τῆς στενοχωρίας ταύτης μεταστῇς; ὅπου φησὶν ὁ κωμικὸς τὰ σῦκα ταῖς σφενδόναις τρυγᾶσθαι, καὶ πάντ’ ἔχειν ὅσων δεῖ τὴν νῆσον. [De exil. 8] ἂν γὰρ σκοπῇς ἄνευ κενῆς δόξης τὴν ἀλήθειαν, ὁ μίαν πόλιν ἔχων ξένος ἐστὶ τῶν ἄλλων ἁπασῶν καὶ ἀλλότριος. οὐ γὰρ δοκεῖ καλὸν οὐδὲ δίκαιον εἶναι καταλιπόντα τὴν ἑαυτοῦ νέμειν ἑτέραν. [De exil. 8b] Σπάρταν ἔλαχες, ταύταν κόσμει, [De exil. 8c] κἂν ἄδοξος ᾖ κἂν νοσώδης κἂν ταράττηται στάσεσιν ὑφ’ ἑαυτῆς καὶ πράγμασι μὴ ὑγιαίνουσιν. οὗ δ’ ἡ τύχη τὴν ἰδίαν ἀφῄρηται, τούτῳ δίδωσιν ἔχειν τὴν ἀρέσασαν. τὸ γὰρ καλὸν ἐκεῖνο παράγγελμα τῶν Πυθαγορείων ἑλοῦ βίον ἄριστον, ἡδὺν δ’ αὐτὸν ἡ συνήθεια ποιήσει, κἀνταῦθα σοφόν ἐστι καὶ χρήσιμον· ἑλοῦ πόλιν τὴν ἀρίστην καὶ ἡδίστην, πατρίδα δ’ αὐτὴν ὁ χρόνος ποιήσει, καὶ πατρίδα μὴ περισπῶσαν μὴ ἐνοχλοῦσαν μὴ προστάττουσαν· εἰσένεγκε, πρέσβευσον εἰς Ῥώμην, ὑπόδεξαι τὸν ἡγεμόνα, λειτούργησον ἂν γὰρ τούτων τις μνημονεύῃ φρένας ἔχων καὶ μὴ παντάπασι τετυφωμένος, αἱρήσεται καὶ νῆσον οἰκεῖν φυγὰς γενόμενος, Γύαρον ἢ Κίναρον [De exil. 8d] σκληρὰν ἄκαρπον καὶ φυτεύεσθαι κακήν, οὐκ ἀθυμῶν οὐδ’ ὀδυρόμενος οὐδὲ λέγων ἐκεῖνα τὰ τῶν παρὰ Σιμωνίδῃ γυναικῶν, ἴσχει δέ με πορφυρέας ἁλὸς, ἀμφιταρασσομένας ὀρυμαγδός· [De exil. 8e] ἀλλὰ μᾶλλον τὸ τοῦ Φιλίππου λογιζόμενος· πεσὼν γὰρ ἐν παλαίστρᾳ καὶ μεταστραφείς, ὡς εἶδε τοῦ σώματος τὸν τύπον, ὧ Ἡράκλεις εἶπεν ὡς μικροῦ μέρους τῆς γῆς φύσει μετέχοντες, ὅλης ἐφιέμεθα τῆς οἰκουμένης. [De exil. 9] οἶμαί σε τῆς Νάξου· γεγονέναι θεατήν· εἰ δὲ μὴ, τῆς γ’ Ὑρίας ἐνταῦθα πλησίον οὔσης· ἀλλ’ ἐκείνη μὲν ἐχώρει τὸν Ἐφιάλτην καὶ τὸν Ὦτον, αὕτη δὲ τοῦ Ὠρίωνος, ἦν οἰκητήριον ὁ δ’ Ἀλκμέων ἰλὺν νεοπαγῆ τοῦ Ἀχελῴου προσχωννύντος ἐπῴκησεν ὑποφεύγων τὰς Εὐμενίδας, ὡς οἱ ποιηταὶ λέγουσι· ἐγὼ δὲ κἀκεῖνον εἰκάζω φεύγοντα πολιτικὰς· ταραχὰς καὶ στάσεις καὶ συκοφαντίας ἐρινυώδεις ἑλέσθαι βραχὺ χωρίον ἀπραγμόνως ἐν ἡσυχίᾳ κατοικεῖν. Τιβέριος δὲ Καῖσαρ, ἐν Καπρέαις ἑπτὰ ἔτη διῃτήθη μέχρι τῆς τελευτῆς· καὶ τὸ τῆς οἰκουμένης ἡγεμονικὸν ἱερὸν ὥσπερ εἰς καρδίαν συνηγμένον οὐδαμοῦ μετέστη τοσοῦτον χρόνον. ἀλλ’ ἐκείνῳ μὲν αἱ τῆς ἡγεμονίας φροντίδες ἐπιχεόμεναι καὶ προσφερόμεναι πανταχόθεν, οὐ καθαρὰν παρεῖχον οὐδ’ ἀκύμονα τὴν νησιῶτιν ἡσυχίαν ᾧ δ’ ἔξεστιν εἰς μικρὰν ἀποβάντι νῆσον οὐ μικρῶν ἀπηλλάχθαι κακῶν, οὗτος ἄθλιός ἐστι μὴ προσλαλῶν ἑαυτῷ τὰ Πινδαρικὰ μηδ’ ἐπᾴδων πολλάκις [De exil. 9b] ἐλαφρὰν κυπάρισσον φιλέειν, ἐᾶν δὲ νομὸν Κρήτας περιδαῖον· ἐμοὶ δ’ ὀλίγον μὲν γᾶς δέδοται, ὅθεν ἄδρυς, πενθέων δ’ οὐκ ἔλαχον οὐδὲ στασίων [De exil. 10] οὐδὲ προσταγμάτων ἡγεμονικῶν οὐδ’ ὑπουργιῶν ἐν πολιτικαῖς χρείαις καὶ λειτουργιῶν δυσπαραιτήτων. ὅπου γὰρ οὐ φαύλως δοκεῖ λέγειν ὁ Καλλίμαχος τό [De exil. 10b] μὴ μετρεῖν σχοίνῳ Περσίδι τὴν σοφίην; [De exil. 10c] ἦπου τὴν εὐδαιμονίαν σχοίνοις καὶ παρασάγγαις μετροῦντες, ἐὰν νῆσον οἰκῶμεν διακοσίων σταδίων, ἀλλὰ μὴ τεσσάρων ἡμερῶν ὥσπερ ἡ Σικελία περίπλουν ἔχουσαν, ὀδυνᾶν ἑαυτοὺς καὶ θρηνεῖν ὀφείλομεν ὡς κακοδαιμονοῦντες; τί γὰρ ἡ πλατεῖα χώρα πρὸς τὸν ἄλυπον βίον; οὐκ ἀκούεις τοῦ Ταντάλου λέγοντος ἐν τῇ τραγῳδίᾳ [De exil. 10d] σπείρω δ’ ἄρουραν δώδεχ’ ἡμερῶν ὁδόν, Βερέκυντα χῶρον εἶτα μετ’ ὀλίγον λέγοντος οὑμὸς δὲ πότμος οὐρανῷ κυρῶν ἄνω, ἔραζε πίπτει, καί με προσφωνεῖ τάδε· γίγνωσκε τἀνθρώπεια μὴ σέβειν ἄγαν; [De exil. 10e] ὁ δὲ Ναυσίθοος τὴν εὐρύχωρον Ὑπέρειαν καταλιπὼν διὰ τὸ γειτνιᾶν τοὺς Κύκλωπας αὐτῇ, καὶ μεταστὰς εἰς νῆσον ἑκὰς ἀνδρῶν ἀλφηστάων καὶ κατοικῶν ἀνεπίμικτος ἀνθρώπων ἀπάνευθε, πολυκλύστῳ ἐνὶ πόντῳ, τὸν ἥδιστον παρεσκεύασε βίον τοῖς ἑαυτοῦ πολίταις. τὰς δὲ Κυκλάδας πρότερον μὲν οἱ Μίνω παῖδες, ὕστερον δ’ οἱ Κόδρου καὶ Νείλεω κατῴκησαν, ἐν αἷς τὰ νῦν οἱ ἀνόητοι φυγάδες οἴονται κολάζεσθαι. καίτοι ποία φυγαδικὴ νῆσος οὐκ ἔστι πλατυτέρα τῆς Σκιλλουντίας χώρας, ἐν ᾗ Ξενοφῶν μετὰ τὴν στρατείαν τὸ λιπαρὸν εἶδε γῆρας; ἡ δ’ Ἀκαδήμεια, τρισχιλίων χωρίδιον ἐωνημένον, οἰκητήριον ἦν Πλάτωνος καὶ Ξενοκράτους καὶ Πολέμωνος αὐτόθι σχολαζόντων καὶ καταβιούντων τὸν ἅπαντα χρόνον, πλὴν μίαν ἡμέραν, ἐν Ξενοκράτης καθ’ ἕκαστον ἔτος εἰς ἄστυ κατῄει Διονυσίων καινοῖς τραγῳδοῖς, ὡς ἔφασαν, τὴν ἑορτήν. Ἀριστοτέλην δὲ καὶ λελοιδόρηκε Θεόκριτος ὁ Χῖος, ὅτι τὴν παρὰ Φιλίππῳ καὶ Ἀλεξάνδρῳ δίαιταν ἀγαπήσας [De exil. 10f] εἵλετο ναίειν ἀντ’ Ἀκαδημείας Βορβόρου ἐν προχοαῖς. [De exil. 10g] ἔστι γὰρ ποταμὸς περὶ Πέλλην, ὃν Μακεδόνες Βόρβορον καλοῦσι. τὰς δὲ νήσους ὥσπερ ἐπίτηδες ὑμνῶν καὶ συνιστὰς ἡμῖν ὁ ποιητής, [De exil. 10h] Λῆμνον δ’ εἰσαφίκανε, πόλιν θείοιο Θόαντος· καὶ ὅσσον Λέσβος ἄνω, μακάρων ἕδος, ἐντὸς ἐέργει· καί Σκῦρον ἑλὼν αἰπεῖαν, Ἐνυῆος πτολίεθρον· καὶ οἳ δ’ ἐκ Δουλιχίοιο Ἐχινάων θ’ ἱεράων νήσων, αἳ ναίουσι πέρην ἁλὸς, Ἤλιδος ἄντα. [De exil. 10i] καὶ τῶν ἐπιφανῶν ἀνδρῶν νῆσον οἰκεῖν φησι τὸν θεοφιλέστατον Αἴολον, τὸν σοφώτατον Ὀδυσσέα, τὸν ἀνδρειότατον Αἴαντα, τὸν φιλοξενώτατον Ἀλκίνουν. [De exil. 11] ὁ μὲν οὖν Ζήνων, πυθόμενος ἣν ἔτι λοιπὴν εἶχε ναῦν μετὰ τῶν φορτίων καταπεπομένην ὑπὸ τῆς θαλάσσης, εὖγ’ εἶπεν ὦ τύχη, ποιεῖς, εἰς τρίβωνα καὶ βίον φιλόσοφον συνελαύνουσ’ ἡμᾶς. ἀνὴρ δὲ μὴ τετυφωμένος παντάπασι μηδ’ ὀχλομανῶν οὐκ ἂν οἶμαι τὴν τύχην μέμψαιτο συνελαυνόμενος εἰς νῆσον, ἀλλ’ ἐπαινέσειεν ὅτι τὸν πολὺν ἄλυν καὶ ῥέμβον ἑαυτοῦ καὶ πλάνας ἐν ἀποδημίαις καὶ κινδύνους ἐν θαλάσσῃ καὶ θορύβους ἐν ἀγορᾷ περιελοῦσα, μόνιμον καὶ σχολαῖον καὶ ἀπερίσπαστον καὶ ἴδιον βίον ὡς ἀληθῶς δίδωσι, κέντρῳ καὶ διαστήματι περιγράψασα τὴν τῶν ἀναγκαίων χρείαν. ποία γὰρ νῆσος οἰκίαν οὐκ ἔχει περίπατον λουτρὸν ἰχθῦς λαγωοὺς ἄγρᾳ καὶ παιδιᾷ χρῆσθαι βουλομένοις; τὸ μέγιστον, ἡσυχίας, ἧς διψῶσιν ἕτεροι, σοὶ πολλάκις τυχεῖν ἔνεστιν ἀλλὰ πεττεύοντας καὶ ἀποκρυπτομένους οἴκοι συκοφάνται καὶ πολυπράγμονες ἐξιχνεύοντες καὶ διώκοντες ἐκ τῶν προαστείων καὶ τῶν κήπων εἰς ἀγορὰν καὶ εἰς αὐλὴν βίᾳ κατάγουσιν· εἰς δὲ νῆσον οὐκ ἐνοχλῶν τις οὐκ αἰτῶν οὐ δανειζόμενος οὐκ ἐγγυήσασθαι παρακαλῶν οὐ συναρχαιρεσιάσαι, δι’ εὔνοιαν δὲ καὶ πόθον οἱ βέλτιστοι τῶν ἀναγκαίων καὶ οἰκείων πλέουσιν· ὁ δ’ ἄλλος βίος ἄσυλος καὶ ἱερὸς ἀνεῖται τῷ βουλομένῳ καὶ μεμαθηκότι σχολάζειν. ὁ δὲ τοὺς περιτρέχοντας ἔξω καὶ τοῦ βίου τὸ πλεῖστον ἐν πανδοκείοις καὶ πορθμείοις ἀναλίσκοντας εὐδαιμονίζων, ὅμοιός ἐστι τῷ τοὺς πλάνητας οἰομένῳ τῶν ἀπλανῶν ἀστέρων πράττειν ἄμεινον· καίτοι τῶν πλανήτων ἕκαστος ἐν μιᾷ σφαίρᾳ καθάπερ ἐν νήσῳ περιπολῶν διαφυλάττει τὴν τάξιν ἥλιος γὰρ οὐχ ὑπερβήσεται τὰ μέτρα φησὶν ὁ Ἡράκλειτος· εἰ δὲ μή, Ἐρινύες μιν Δίκης ἐπίκουροι ἐξευρήσουσιν. [De exil. 12] ἀλλὰ ταῦτα μέν, ὦ φίλε, καὶ τὰ τοιαῦτα πρὸς ἐκείνους λέγωμεν κἀκείνοις ἐπᾴδωμεν, οἷς εἰς νῆσον ἀπῳκισμένοις ἀνεπίμικτα ποιεῖ τἄλλα; [De exil. 12b] πόντος ἁλὸς, ὃ πολεῖς ἀέκοντας ἐρύκει· [De exil. 12c] σοὶ δ’ οὐχ ἑνὸς δεδομένου μόνον, ἀλλ’ ἀπειρημένου τόπου, πασῶν ἐστιν ἐξουσία πόλεων ἡ μιᾶς κώλυσις. ἀλλὰ μὴν τῷ οὐκ ἄρχομεν οὐδὲ βουλεύομεν οὐδ’ ἀγωνοθετοῦμεν ἀντίθες τὸ οὐ στασιάζομεν οὐδ’ ἀναλίσκομεν οὐδὲ προσηρτήμεθα θύραις ἡγεμόνος· οὐδὲν οὖν μέλει ἡμῖν, ὅστις ὁ κεκληρωμένος τὴν ἐπαρχίαν ἐστίν, εἰ ἀκράχολος εἰ ἐπαχθής. ἀλλ’ ἡμεῖς, καθάπερ Ἀρχίλοχος τῆς Θάσου τὰ καρποφόρα καὶ οἰνόπεδα παρορῶν, διὰ τὸ τραχὺ καὶ ἀνώμαλον διέβαλε τὴν νῆσον εἰπών [De exil. 12d] ἥδε δ’ ὥστ’ ὄνου ῥάχις ἕστηκεν ὕλης; ἀγρίας ἐπιστεφής, [De exil. 12e] οὕτω τῆς φυγῆς πρὸς ἓν μέρος τὸ ἄδοξον ἐντεινόμενοι παρορῶμεν τὴν ἀπραγμοσύνην καὶ τὴν σχολὴν καὶ τὴν ἐλευθερίαν. καίτοι τούς γε Περσῶν βασιλέας ἐμακάριζον ἐν Βαβυλῶνι τὸν χειμῶνα διάγοντας, ἐν δὲ Μηδίᾳ τὸ θέρος, ἐν δὲ Σούσοις τὸ ἥδιστον τοῦ ἔαρος. ἔξεστι δήπου καὶ τῷ, μεθεστῶτι μυστηρίοις ἐν Ἐλευσῖνι διατρίβειν Διονυσίοις ἐν Ἀθήναις, Ὀλύμπι’ ἐν Πίσῃ Νέμε’ ἐν Ἄργει πανηγυρίζειν, Πυθίων ἀγομένων εἰς Δελφοὺς παρελθεῖν, Ἰσθμίων εἰς Κόρινθον, ἄνπερ ᾖ φιλοθέωρος· εἰ δὲ μή, σχολὴ περίπατος ἀνάγνωσις ὕπνος ἀθορύβητος· τὸ τοῦ Διογένους Ἀριστοτέλης ἀριστᾷ, ὅταν δοκῇ Φιλίππῳ, Διογένης, ὅταν Διογένει μήτε πραγματείας μήτ’ ἄρχοντος μήθ’ ἡγεμόνος τὴν συνήθη δίαιταν περισπῶντος. [De exil. 13] διὰ τοῦτο τῶν φρονιμωτάτων καὶ σοφωτάτων ὀλίγους ἂν εὕροις ἐν ταῖς ἑαυτῶν πατρίσι κεκηδευμένους, οἱ δὲ πλεῖστοι μηδενὸς ἀναγκάζοντος αὐτοὶ τὸ ἀγκύριον ἀράμενοι μεθωρμίσαντο τοὺς βίους καὶ μετέστησαν οἱ μὲν εἰς Ἀθήνας οἱ δ’ ἐξ Ἀθηνῶν. τίς γὰρ εἴρηκε τῆς ἑαυτοῦ πατρίδος ἐγκώμιον τοιοῦτον, οἷον Εὐριπίδης; [De exil. 13b] ᾗ πρῶτα μὲν λεὼς οὐκ ἐπακτὸς ἄλλοθεν, αὐτόχθονες δ’ ἔφυμεν· αἱ δ’ ἄλλαι πόλεις πεσσῶν ὁμοίως διαφορηθεῖσαι βολαῖς, ἄλλαι παρ’ ἄλλων εἰσὶν εἰσαγώγιμοι. εἰ δὲ πάρεργον χρή τι κομπάσαι, γύναι, οὐρανὸν ὑπὲρ γῆς ἔχομεν εὖ κεκραμένον ἵν’ οὔτ’ ἄγαν πῦρ οὔτε χεῖμα συμπίτνει. ἃ δ’ Ἑλλὰς Ἀσία τ’ ἐκτρέφει κάλλιστα γῆς, δέλεαρ ἔχοντες τήνδε συνθηρεύομεν [De exil. 13c] ἀλλ’ ὁ ταῦτα γράψας εἰς Μακεδονίαν ᾤχετο καὶ παρ’ Ἀρχελάῳ κατεβίωσεν. ἀκήκοας δὲ δήπου καὶ τουτὶ τοὐπιγραμμάτιον [De exil. 13d] Αἰσχύλον Εὐφορίωνος Ἀθηναῖον τόδε κεύθει μνῆμα καταφθίμενον πυροφόροιο Γέλας [De exil. 13e] καὶ γὰρ καὶ οὗτος εἰς Σικελίαν ἀπῆρε καὶ Σιμωνίδης πρότερον. τὸ δ’ Ἡροδότου Ἁλικαρνησέος ἱστορίης ἀπόδεξις ἥδε πολλοὶ μεταγράφουσιν “Ἡροδότου Θουρίου”· μετῴκησε γὰρ εἰς Θουρίους καὶ τῆς ἀποικίας ἐκείνης μετέσχε. τὸ δ’ ἱερὸν καὶ δαιμόνιον [De exil. 13f] ἐν μούσαις πνεῦμα, Φρυγίας κοσμήτορα μάχας [De exil. 13g] Ὅμηρον, οὐ τοῦτο πεποίηκε πολλαῖς ἀμφισβητήσιμον πόλεσιν, ὅτι μὴ μιᾶς ἐστιν ἐγκωμιαστής; καὶ ξενίου Διὸς πολλαὶ τιμαὶ καὶ μεγάλαι. [De exil. 14] εἰ δὲ φήσει τις ὅτι δόξαν οὗτοι καὶ τιμὰς ἐθήρευον, ἐπὶ τοὺς σοφοὺς ἐλθὲ καὶ τὰς σοφὰς Ἀθήνησι σχολὰς καὶ διατριβάς· ἀναπέμπασαι τὰς ἐν Λυκείῳ τὰς ἐν Ἀκαδημείᾳ, τὴν Στοὰν τὸ Παλλάδιον τὸ Ὠδεῖον. εἰ τὴν Περιπατητικὴν ἀσπάζῃ μάλιστα καὶ τεθαύμακας, Ἀριστοτέλης ἦν ἐκ Σταγείρων, Θεόφραστος ἐξ Ἐρέσου, Στράτων ἐκ Λαμψάκου, Γλύκων ἐκ Τρωάδος, Ἀρίστων ἐκ Κέω, Κριτόλαος Φασηλίτης· εἰ τὴν Στωικήν, Ζήνων Κιτιεύς, Κλεάνθης Ἄσσιος, Χρύσιππος Σολεύς, Διογένης Βαβυλώνιος, Ἀντίπατρος Ταρσεύς· ὁ δ’ Ἀθηναῖος Ἀρχέδημος εἰς τὴν Πάρθων μεταστὰς ἐν Βαβυλῶνι Στωικὴν διαδοχὴν ἀπέλιπε. τίς οὖν τούτους ἐδίωξεν; οὐδείς· ἀλλ’ αὐτοὶ διώκοντες ἡσυχίαν, ἧς οὐ πάνυ μέτεστιν οἴκοι τοῖς ἡντιναοῦν δόξαν ἢ δύναμιν ἔχουσι, τὰ μὲν ἄλλα λόγοις τοῦτο δ’ ἔργοις ἡμᾶς διδάσκουσι. καὶ γὰρ νῦν οἱ δοκιμώτατοι καὶ κράτιστοι ζῶσιν ἐπὶ ξένης, οὐ μετασταθέντες ἀλλὰ μεταστάντες, οὐδὲ φυγαδευθέντες ἀλλὰ φυγόντες αὐτοὶ πράγματα καὶ περισπασμοὺς καὶ ἀσχολίας, ἃς αἱ πατρίδες φέρουσι. καὶ γὰρ τοῖς παλαιοῖς; ὡς ἔοικεν αἱ Μοῦσαι τὰ κάλλιστα τῶν συνταγμάτων καὶ δοκιμώτατα φυγὴν λαβοῦσαι συνεργὸν ἐπετέλεσαν. Θουκυδίδης Ἀθηναῖος συνέγραψε τὸν πόλεμον τῶν Πελοποννησίων καὶ Ἀθηναίων ἐν Θρᾴκῃ περὶ τὴν Σκαπτὴν ὕλην· Ξενοφῶν ἐν Σκιλλοῦντι τῆς Ἠλείας, Φίλιστος ἐν Ἠπείρῳ, Τίμαιος ὁ Ταυρομενίτης ἐν Ἀθήναις, Ἀνδροτίων Ἀθηναῖος ἐν Μεγάροις, Βακχυλίδης ὁ ποιητὴς ἐν Πελοποννήσῳ, πάντες οὗτοι καὶ πλείονες ἄλλοι τῶν πατρίδων ἐκπεσόντες οὐκ ἀπέγνωσαν οὐδ’ ἔρριψαν ἑαυτούς, ἀλλ’ ἐχρήσαντο ταῖς εὐφυΐαις ἐφόδιον παρὰ τῆς τύχης τὴν φυγὴν λαβόντες, δι’ ἣν πανταχοῦ καὶ τεθνηκότες μνημονεύονται· τῶν δ’ ἐκβαλόντων καὶ καταστασιασάντων οὐδὲ εἷς λόγος οὐδενὸς ἀπολέλειπται. [De exil. 15] διὸ καὶ γελοῖός ἐστιν ὁ νομίζων ἀδοξίαν τῇ φυγῇ προσεῖναι. τί λέγεις; ἄδοξός; ἐστι Διογένης ὃν ἰδὼν Ἀλέξανδρος ἐν ἡλίῳ καθήμενον ἐπιστὰς ἠρώτησεν, εἴ τινος δεῖται· τοῦ δὲ μηδὲν ἀλλ’ ἢ σμικρὸν ἀποσκοτίσαι κελεύσαντος, ἐκπλαγεὶς τὸ φρόνημα πρὸς τοὺς φίλους εἶπεν εἰ μὴ Ἀλέξανδρος ἤμην, Διογένης; ἂν ἤμην; ἠδόξει δὲ Κάμιλλος ἐκ τῆς Ῥώμης ἐλαυνόμενος, ἧς δεύτερος κτίστης νῦν ἀναγορεύεται; καὶ μὴν Θεμιστοκλῆς οὐ τὴν ἐν τοῖς Ἕλλησι δόξαν φυγὼν ἀπέβαλεν ἀλλὰ τὴν ἐν τοῖς βαρβάροις προσέλαβε· καὶ οὐδείς ἐστιν οὕτως ἀφιλότιμος οὐδ’ ἀγεννής, ὃς μᾶλλον ἂν ἐβούλετο Λεωβάτης ὁ γραψάμενος ἢ Θεμιστοκλῆς ὁ φυγαδευθεὶς εἶναι, καὶ Κλώδιος ὁ ἐκβαλὼν ἢ Κικέρων ὁ ἐκβληθείς, καὶ Ἀριστοφῶν ὁ κατηγορήσας ἢ Τιμόθεος ὁ μεταστὰς ἐκ τῆς πατρίδος. [De exil. 16] ἀλλ’ ἐπεὶ πολλοὺς τὰ τοῦ Εὐριπίδου κινεῖ δυνατῶς τῆς φυγῆς κατηγορεῖν δοκοῦντος, ἴδωμεν ἃ λέγει καθ’ ἕκαστον ἐρωτῶν καὶ ἀποκρινόμενος· [De exil. 16b] ταῦτα πρώτως οὐκ ὀρθῶς οὐδ’ ἀληθῶς ἀξιοῦται. πρῶτον μὲν γὰρ οὐ δούλου τὸ μὴ λέγειν ἅ τις φρονεῖ, ἀλλὰ νοῦν ἔχοντος ἀνδρὸς ἐν καιροῖς καὶ πράγμασιν ἐχεμυθίας; καὶ σιωπῆς δεομένοις, ὥσπερ αὐτὸς ἀλλαχόθι βέλτιον εἴρηκε [De exil. 16c] σιγᾶν θ’ ὅπου δεῖ καὶ λέγειν ἵν’ ἀσφαλές. [De exil. 16d] ἔπειτα τὴν τῶν κρατούντων ἀμαθίαν οὐχ ἧττον οἴκοι μένοντας ἢ φεύγοντας ἀνάγκη φέρειν· ἀλλὰ καὶ μᾶλλον πολλάκις οἱ μένοντες τῶν ἀπαλλαγέντων τοὺς ἰσχύοντας ἐν πόλεσιν ἀδίκως τῷ συκοφαντεῖν ἢ βιάζεσθαι δεδίασι, τὸ δὲ μέγιστον καὶ ἀτοπώτατον, εἰ παρρησίαν τῶν φυγάδων ἀφαιρεῖται· θαυμαστὸν γάρ, εἰ Θεόδωρος ἀπαρρησίαστος ἦν, ὅς, Λυσιμάχου τοῦ βασιλέως εἰπόντος πρὸς αὐτὸν ἡ πατρίς σε τοιοῦτον ὄντ’ ἐξέβαλε, ναί εἶπε μὴ δυναμένη φέρειν ὥσπερ ἡ Σεμέλη τὸν Διόνυσον. ἐπιδείξαντος δ’ αὐτῷ Τελεσφόρον ἐν γαλεάγρᾳ τοὺς ὀφθαλμοὺς ἐξορωρυγμένον καὶ περικεκομμένον τὴν ῥῖνα καὶ τὰ ὦτα καὶ τὴν γλῶτταν ἐκτετμημένον, καὶ εἰπόντος οὕτως ἐγὼ διατίθημι τοὺς κακῶς με ποιοῦντας· τί δὲ Θεοδώρῳ μέλει, ἔφη, πότερον ὑπὲρ γῆς ἢ ὑπὸ γῆς σήπεται; τί δέ; Διογένης οὐκ εἶχε παρρησίαν, ὃς εἰς τὸ τοῦ Φιλίππου στρατόπεδον παρελθών, ὁπηνίκα μαχούμενος ἐχώρει τοῖς Ἕλλησι, καὶ πρὸς αὐτὸν ἀναχθεὶς ὡς; κατάσκοπος, ναί, κατάσκοπος ἔφη τῆς ἀπληστίας ἀφῖχθαι αὐτοῦ καὶ τῆς ἀφροσύνης, ἥκοντος ἐν βραχεῖ καιρῷ διακυβεῦσαι περὶ τῆς ἡγεμονίας ἅμα καὶ τοῦ σώματος; τί δέ; Ἀννίβας ὁ Καρχηδόνιος οὐκ ἐχρῆτο παρρησίᾳ πρὸς Ἀντίοχον βασιλέα ὄντα φυγὰς ὤν, ὁπηνίκα καιροῦ διδόντος ἐκέλευεν αὐτὸν ἐπιχειρεῖν τοῖς πολεμίοις τοῦ δὲ θυσαμένου καὶ τὰ σπλάγχνα κωλύειν φάσκοντος, ἐπετίμησεν εἰπών σὺ τί κρέας λέγει σκοπεῖς, οὐ τί νοῦν ἔχων ἄνθρωπος; ἀλλ’ οὐδὲ γεωμετρῶν φυγὴ παρρησίαν οὐδὲ γραμμικῶν ἀφαιρεῖται, περὶ ὧν ἴσασι καὶ μεμαθήκασι διαλεγομένων πόθεν γε δὴ καλῶν κἀγαθῶν ἀνθρώπων; ἀλλὰ τὸ ἀγεννὲς πανταχοῦ τὴν φωνὴν ἐμφράττει, τὴν γλῶσσαν ἀποστρέφει, ἄγχει, σιωπᾶν ποιεῖ. [De exil. 16e] τὰ δ’ ἑξῆς τοῦ Εὐριπίδου ποῖά τιν’ ἐστίν; [De exil. 16f] καὶ τοῦτο τῆς ἀβελτερίας ἔγκλημα μᾶλλον ἢ τῆς φυγῆς ἐστιν. οὐ γὰρ οἱ μαθόντες οὐδ’ ἐπιστάμενοι χρῆσθαι τοῖς παροῦσιν, ἀλλ’ οἱ ἀεὶ τοῦ μέλλοντος ἐκκρεμάμενοι καὶ γλιχόμενοι τῶν ἀπόντων ὡς ἐπὶ σχεδίας διαφέρονται τῆς ἐλπίδος, κἂν μηδέποτε τοῦ τείχους ἐκτὸς προέλθωσι. [De exil. 16g] ταῦτ’ ἤδη καὶ ἀχάριστα τοῦ Πολυνείκους, ἀτιμίαν μὲν εὐγενείας ἀφιλίαν δὲ τῆς φυγῆς κατηγοροῦντος, ὃς διὰ τὴν εὐγένειαν ἠξιώθη μὲν φυγὰς ὢν γάμων βασιλικῶν, φίλων δὲ συμμαχίᾳ καὶ δυνάμει τοσαύτῃ πεφραγμένος ἐστράτευσεν, ὡς αὐτὸς μετὰ μικρὸν ὁμολογεῖ [De exil. 16h] πολλοὶ δὲ Δαναῶν καὶ Μυκηναίων ἄκροι πάρεισι, λυπρὰν χάριν ἀναγκαίαν δ’ ἐμοὶ διδόντες. [De exil. 16i] ὅμοια δὲ καὶ τὰ τῆς μητρὸς ὀλοφυρομένης· ἐγὼ δέ σοι οὔτε πῦρ ἀνῆψα γόνιμον ἐν γάμοις, ἀνυμέναια δ’ Ἰσμηνὸς ἐκηδεύθη λουτροφόρου χλιδᾶς. [De exil. 16j] ταύτην ἔδει χαίρειν καὶ ἀγαπᾶν πυνθανομένην ναίοντα βασίλεια τηλικαῦτα τὸν υἱόν· ἡ δὲ θρηνοῦσα τὴν οὐκ ἀναφθεῖσαν λαμπάδα καὶ τὸν οὐ παρασχόντα λουτρὸν Ἰσμηνόν, ὡς ἐν Ἄργει μήθ’ ὕδωρ τῶν γαμούντων μήτε πῦρ ἐχόντων, τὰ τοῦ τύφου κακὰ καὶ τῆς ἀβελτερίας τῇ φυγῇ περιτίθησιν. [De exil. 17] ἀλλ’ ἐπονείδιστον ὁ φυγάς ἐστι; παρά γε τοῖς ἄφροσιν, οἳ καὶ τὸν πτωχὸν λοιδόρημα ποιοῦνται καὶ τὸν φαλακρὸν καὶ τὸν μικρόν, καὶ νὴ Δία τὸν ξένον καὶ τὸν μέτοικον. ἀλλὰ μὴν οἱ μὴ τούτοις ὑποφερόμενοι θαυμάζουσι τοὺς ἀγαθούς, κἂν πένητες ὦσι κἂν ξένοι κἂν φυγάδες. ἀλλ’ οὐχ ὁρῶμεν, ὥσπερ τὸν Παρθενῶνα καὶ τὸ Ἐλευσίνιον, οὕτω καὶ τὸ Θησεῖον ἅπαντας προσκυνοῦντας; καὶ μὴν ἔφυγε Θησεὺς ἐξ Ἀθηνῶν, δι’ ὃν ἥκουσι νῦν εἰς Ἀθήνας ἄνθρωποι, καὶ πόλιν ἀπέβαλεν ἣν οὐκ ἔσχεν ἀλλ’ αὐτὸς ἐποίησε. τῇ δ’ Ἐλευσῖνι τί λείπεται καλόν, ἂν αἰσχυνώμεθα τὸν Εὔμολπον, ὃς ἐκ Θρᾴκης μεταστὰς ἐμύησε καὶ μυεῖ τοὺς Ἕλληνας; Κόδρος δὲ τίνος ὢν ἐβασίλευσεν; οὐ Μελάνθου φυγάδος ἐκ Μεσσήνης; τὸ δὲ τοῦ Ἀντισθένους οὐκ ἐπαινεῖς πρὸς τὸν εἰπόντα ὅτι Φρυγία σού ἐστιν ἡ μήτηρ; καὶ γὰρ ἡ τῶν θεῶν τί οὖν οὐ καὶ σὺ λοιδορούμενος φυγὰς ἀποκρίνῃ καὶ γὰρ ὁ τοῦ Ἡρακλέους τοῦ καλλινίκου πατὴρ φυγὰς ἦν, καὶ ὁ τοῦ Διονύσου πάππος, ὡς ἐξεπέμφθη τὴν Εὐρώπην ἀνευρεῖν, οὐδ’ αὐτὸς ἐπανῆλθε Φοίνιξ πεφυκώς, ἐκ δ’ ὁρίζεται γένος,’ [De exil. 17b] εἰς τὰς Θήβας παραγενόμενος, εὔιον ὀρσιγύναικα Διόνυσον μαινομέναις ἀνθέοντα τιμαῖς; [De exil. 17c] καὶ περὶ μὲν ὧν Αἰσχύλος ᾐνίξατο καὶ ὑπεδήλωσεν εἰπών ἁγνόν τ’ Ἀπόλλω φυγάδ’ ἀπ’ οὐρανοῦ θεόν [De exil. 17d] εὔστομά μοι κείσθω καθ’ Ἡρόδοτον· ὁ δ’ Ἐμπεδοκλῆς ἐν ἀρχῇ τῆς φιλοσοφίας προαναφωνήσας [De exil. 17e] ἔστιν ἀνάγκης χρῆμα, θεῶν ψήφισμα παλαιόν, εὖτέ τις ἀμπλακίῃσι φόνῳ φίλα γυῖα μιήνῃ, δαίμονες οἵ τε μακραίωνος λελόγχασι βίοιο· τρίς μιν μυρίας ὥρας ἀπὸ μακάρων ἀλάλησθαι. τὴν καὶ ἐγὼ νῦν εἶμι φυγὰς θεόθεν καὶ ἀλήτης· [De exil. 17f] οὐχ ἑαυτόν, ἀλλ’ ἀφ’ ἑαυτοῦ πάντας ἀποδείκνυσι μετανάστας ἐνταῦθα καὶ ξένους καὶ φυγάδας ἡμᾶς ὄντας. οὐ γὰρ αἷμα, φησίν, ἡμῖν οὐδὲ πνεῦμα συγκραθέν, ὦ ἄνθρωποι, ψυχῆς οὐσίαν καὶ ἀρχὴν παρέσχεν, ἀλλ’ ἐκ τούτων τὸ σῶμα συμπέπλασται γηγενὲς καὶ θνητόν· τῆς δὲ ψυχῆς ἀλλαχόθεν ἡκούσης δεῦρο, τὴν γένεσιν ἀποδημίαν ὑποκορίζεται τῷ πραοτάτῳ τῶν ὀνομάτων· τὸ δ’ ἀληθέστατον, φεύγει καὶ πλανᾶται θείοις ἐλαυνομένη δόγμασι καὶ νόμοις· εἶθ’, ὥσπερ ἐν νήσῳ σάλον ἐχούσῃ πολύν, καθάπερ φησὶν ὁ Πλάτων, ὀστρέου τρόπον ἐνδεδεμένη τῷ σώματι διὰ τὸ μὴ ἀναφέρειν μηδὲ μνημονεύειν [De exil. 17g] ἐξ οἵης τιμῆς τε καὶ ὅσσου μήκεος ὄλβου [De exil. 17h] μεθέστηκεν, οὐ Σάρδεων Ἀθήνας οὐδὲ Κορίνθου Λῆμνον ἢ Σκῦρον ἀλλ’ οὐρανοῦ καὶ σελήνης γῆν ἀμειψαμένη καὶ τὸν ἐπὶ γῆς βίον, ἐὰν μικρὸν ἐνταῦθα τόπον ἐκ τόπου παραλλάξῃ, δυσανασχετεῖ καὶ ξενοπαθεῖ, καθάπερ φυτὸν ἀγεννὲς ἀπομαραινομένη. καίτοι φυτῷ μὲν ἔστι τις χώρα μᾶλλον ἑτέρας ἑτέρα πρόσφορος, ἐν ᾗ τρέφεται καὶ βλαστάνει βέλτιον· ἀνθρώπου δ’ οὐδεὶς ἀφαιρεῖται τόπος εὐδαιμονίαν, ὥσπερ οὐδ’ ἀρετὴν οὐδὲ φρόνησιν, ἀλλ’ Ἀναξαγόρας μὲν ἐν τῷ δεσμωτηρίῳ τὸν τοῦ κύκλου τετραγωνισμὸν ἔγραφε, Σωκράτης δὲ φάρμακον πίνων ἐφιλοσόφει καὶ παρεκάλει φιλοσοφεῖν τοὺς συνήθεις, εὐδαιμονιζόμενος ὑπ’ αὐτῶν· τὸν δὲ Φαέθοντα καὶ τὸν Τάνταλον εἰς τὸν οὐρανὸν ἀναβάντας οἱ ποιηταὶ λέγουσι ταῖς μεγίσταις συμφοραῖς περιπεσεῖν διὰ τὴν ἀφροσύνην. ## Παραμυθητικὸς πρὸς τὴν γυναῖκα [Cons. ad ux. 1] ὅν ἔπεμψας ἀπαγγελοῦντα περὶ τῆς τοῦ παιδίου τελευτῆς, ἔοικε διημαρτηκέναι καθ’ ὁδὸν εἰς Ἀθήνας πορευόμενος· ἐγὼ δ’ εἰς Τάναγραν ἐλθὼν ἐπυθόμην παρὰ τῆς θυγατριδῆς. τὰ μὲν οὖν περὶ τὴν ταφὴν ἤδη νομίζω γεγονέναι· γεγονότα δ’ ἐχέτω ὥς σοι μέλλει καὶ νῦν ἀλυπότατα καὶ πρὸς τὸ λοιπὸν ἕξειν. εἰ δέ τι βουλομένη μὴ πεποίηκας ἀλλὰ μένεις τὴν ἐμὴν γνώμην, οἴει δὲ κουφότερον οἴσειν γενομένου· καὶ τοῦτ’ ἔσται δίχα πάσης περιεργίας καὶ δεισιδαιμονίας, ὧν ἥκιστά σοι μέτεστι. [Cons. ad ux. 2] μόνον, ὦ γύναι, τήρει κἀμὲ τῷ πάθει καὶ σεαυτὴν ἐπὶ τοῦ καθεστῶτος. ἐγὼ γὰρ αὐτὸς μὲν οἶδα καὶ ὁρίζω τὸ συμβεβηκὸς ἡλίκον ἐστίν· ἂν δὲ σε τῷ δυσφορεῖν ὑπερβάλλουσαν εὕρω, τοῦτό μοι μᾶλλον ἐνοχλήσει τοῦ γεγονότος. καίτοι οὐδ’ αὐτὸς ἀπὸ δρυὸς οὐδ’ ἀπὸ πέτρης ἐγενόμην οἶσθα δὲ καὶ αὐτή, τοσούτων μοι παιδίων ἀνατροφῆς κοινωνήσασα, πάντων ἐκτεθραμμένων οἴκοι δι’ αὐτῶν ἡμῶν· τούτου δέ, ὅτι καὶ σοὶ ποθούσῃ θυγάτηρ μετὰ τέσσαρας υἱοὺς ἐγεννήθη κἀμοὶ τὸ σὸν ὄνομα θέσθαι ποθούμενον ἑν αὐτῇ παρέσχεν, ἀγαπητοῦ διαφερόντως μοι γενομένου. πρόσεστι δὲ καὶ δριμύτης ἰδία τις τῷ πρὸς τὰ τηλικαῦτα φιλοστόργῳ, καὶ τὸ εὐφραῖνον αὐτῶν καθαρόν ἐστι καὶ πάσης ἀμιγὲς ὀργῆς καὶ μέμψεως. αὕτη δὲ καὶ φύσει θαυμαστὴν ἔσχεν εὐκολίαν καὶ πραότητα, καὶ τὸ ἀντιφιλοῦν καὶ χαριζόμενον αὐτῆς ἡδονὴν ἅμα καὶ κατανόησιν τοῦ φιλανθρώπου παρεῖχεν· οὐ γὰρ μόνον βρέφεσιν ἄλλοις ἀλλὰ καὶ σκεύεσιν, οἷς ἐτέρπετο, καὶ παιγνίοις ἐκέλευε τὴν τίτθην διδόναι καὶ προσφέρειν τὸν μαστὸν καὶ προσεκαλεῖτο καθάπερ πρὸς τράπεζαν ἰδίαν ὑπὸ φιλανθρωπίας, ὧνπερ ἐγίγνωσκε καὶ εἶχε τὰ ἥδιστα κοινουμένη τοῖς εὐφραίνουσιν αὐτήν. [Cons. ad ux. 3] ἀλλ’ οὐχ ὁρῶ, γύναι, διὰ τί ταῦτα καὶ τὰ τοιαῦτα ζώσης μὲν ἔτερπεν ἡμᾶς νυνὶ δ’ ἀνιάσει καὶ συνταράξει, λαμβάνοντας ἐπίνοιαν αὐτῶν. ἀλλὰ καὶ δέδια πάλιν, μὴ συνεκβάλωμεν τῷ λυποῦντι τὴν μνήμην, ὥσπερ ἡ Κλυμένη λέγουσα [Cons. ad ux. 3b] μισῶ δ’ εὐάγκαλον τόξον κρανείας, γυμνάσιά δ’ οἴχετ [Cons. ad ux. 3c] ἀεὶ φεύγουσα καὶ τρέμουσα τὴν ὑπόμνησιν τοῦ παιδός, ὅτι συμπαροῦσαν λύπην εἶχεν· πᾶν γὰρ ἡ φύσις φεύγει τὸ δυσχεραινόμενον. δεῖ γάρ, ὥσπερ αὐτὴ πάντων ἥδιστον ἡμῖν ἄσπασμα καὶ θέαμα καὶ ἄκουσμα παρεῖχεν ἑαυτήν, οὕτω καὶ τὴν ἐπίνοιαν αὐτῆς ἐνδιαιτᾶσθαι καὶ συμβιοῦν ἡμῖν πλέον ἔχουσαν, μᾶλλον δὲ πολλαπλάσιον, τὸ εὐφραῖνον ἢ τὸ λυποῦν· εἴπερ ἄρα τι τῶν λόγων, οὓς πολλάκις εἰρήκαμεν πρὸς ἑτέρους, εἰκός ἐστι καὶ ἡμῖν ὄφελος ἐν καιρῷ γενέσθαι, καὶ μὴ καθῆσθαι μηδ’ ἐγκεκλεῖσθαι πολλαπλασίας ταῖς ἡδοναῖς ἐκείναις λύπας ἀντιδιδόντας. [Cons. ad ux. 4] καὶ τοῦτο, λέγουσιν οἱ παραγενόμενοι καὶ θαυμάζοντες, ὡς οὐδ’ ἱμάτιον ἤλλαξας οὐδὲ σαυτῇ τινα προσήγαγες ἢ θεραπαινίσιν ἀτημέλειαν· οὐδ’ ἦν παρασκευὴ πολυτελείας πανηγυρικῆς περὶ τὴν ταφήν, ἀλλ’ ἐπράττετο κοσμίως πάντα καὶ σιωπῇ μετὰ τῶν ἀναγκαίων. ἐγὼ δὲ τοῦτο μὲν οὐκ ἐθαύμαζον, εἰ μηδέποτε καλλωπισαμένη περὶ θέατρον ἢ πομπὴν ἀλλὰ καὶ πρὸς ἡδονὰς ἄχρηστον ἡγησαμένη τὴν πολυτέλειαν, ἐν τοῖς σκυθρωποῖς διεφύλαξας τὸ ἀφελὲς καὶ λιτόν. οὐ γάρ ἐν βακχεύμασι δεῖ μόνον τὴν σώφρονα μένειν ἀδιάφθορον, ἀλλὰ μηδὲν οἴεσθαι ἧττον τὸν ἐν πένθεσι σάλον καὶ τὸ κίνημα τοῦ πάθους ἐγκρατείας δεῖσθαι διαμαχομένης οὐ πρὸς τὸ φιλόστοργον, ὡς οἱ πολλοὶ νομίζουσιν, ἀλλὰ πρὸς τὸ ἀκόλαστον τῆς ψυχῆς. τῷ μὲν γὰρ φιλοστόργῳ χαριζόμεθα τὸ ποθεῖν καὶ τὸ τιμᾶν καὶ τὸ μεμνῆσθαι τῶν ἀπογενομένων, ἡ δὲ θρήνων ἄπληστος ἐπιθυμία καὶ πρὸς ὀλοφύρσεις ἐξάγουσα καὶ κοπετοὺς αἰσχρὰ μὲν οὐχ ἧττον τῆς περὶ τὰς ἡδονὰς ἀκρασίας, λόγῳ δὲ συγγνώμης ἔτυχεν, ὅτι τὸ λυπηρὸν αὐτῆς καὶ πικρὸν ἀντὶ τοῦ τερπνοῦ τῷ αἰσχρῷ πρόσεστι. τί γὰρ ἀλογώτερον ἢ τὸ γέλωτος μὲν ὑπερβολὰς καὶ περιχαρείας ἀφαιρεῖν, τοῖς δὲ κλαυθμῶν καὶ ὀδυρμῶν ῥεύμασιν ἐκ μιᾶς πηγῆς φερομένων εἰς ἅπαν ἐφιέναι; καὶ περὶ μύρου μὲν ἐνίους καὶ πορφύρας διαμάχεσθαι ταῖς γυναιξί, κουρὰς δὲ συγχωρεῖν πενθίμους καὶ βαφὰς ἐσθῆτος μελαίνας καὶ καθίσεις ἀμόρφους καὶ κατακλίσεις ἐπιπόνους; καί, ὃ δὴ πάντων ἐστὶ χαλεπώτατον, ἂν οἰκέτας ἢ θεραπαινίδας κολάζωσιν ἀμέτρως καὶ ἀδίκως, ἐνίστασθαι καὶ κωλύειν αὐτάς, ὑφ’ ἑαυτῶν δ’ ὠμῶς κολαζομένας καὶ πικρῶς περιορᾶν ἐν πάθεσι καὶ τύχαις ῥᾳστώνης καὶ φιλανθρωπίας δεομέναις; [Cons. ad ux. 5] ἀλλ’ ἡμῖν γε, γύναι, πρὸς ἀλλήλους οὔτ’ ἐκείνης ἐδέησε τῆς μάχης οὔτε ταύτης οἶμαι δεήσειν. εὐτελείᾳ μὲν γὰρ τῇ περὶ τὸ σῶμα καὶ ἀθρυψίᾳ τῇ περὶ δίαιταν οὐδείς ἐστι τῶν φιλοσόφων, ὃν οὐκ ἐξέπληξας; ἐν ὁμιλίᾳ καὶ συνηθείᾳ γενόμενον ἡμῖν· οὐδὲ τῶν πολιτῶν, ᾧ μὴ θέαμα παρέχεις ἐν ἱεροῖς καὶ θυσίαις καὶ θεάτροις τὴν σεαυτῆς ἀφέλειαν. ἤδη δὲ καὶ περὶ τὰ τοιαῦτα πολλὴν εὐστάθειαν ἐπεδείξω, τὸ πρεσβύτατον τῶν τέκνων ἀποβαλοῦσα· καὶ πάλιν, ἐκείνου τοῦ καλοῦ Χαίρωνος ἡμᾶς προλιπόντος. μέμνημαι γὰρ ἀπὸ θαλάσσης ξένους μοι συνοδεύσαντας, ἀπηγγελμένης τῆς τοῦ παιδίου τελευτῆς, καὶ συνελθόντας ἅμα τοῖς ἄλλοις ἐς τὴν οἰκίαν· ἐπεὶ δὲ πολλὴν κατάστασιν ἑώρων καὶ ἡσυχίαν, ὡς ὕστερον διηγοῦντο καὶ πρὸς ἑτέρους, ᾤοντο μηδὲν εἶναι δεινὸν ἀλλὰ κενὸν ἄλλως ἐξενηνέχθαι λόγον· οὕτω σωφρόνως κατεκόσμησας τὸν οἶκον ἐν καιρῷ πολλὴν ἀκοσμίας ἐξουσίαν διδόντι, καίτοι τῷ σεαυτῆς ἐκεῖνον μαστῷ ἐξέθρεψας καὶ τομῆς ἠνέσχου τῆς θηλῆς περίθλασιν λαβούσης· γενναῖα γὰρ ταῦτα καὶ φιλόστοργα. [Cons. ad ux. 6] τὰς δὲ πολλὰς ὁρῶμεν μητέρας, ὅταν ὑπ’ ἄλλων τὰ παιδία καθαρθῇ καὶ γανωθῇ, καθάπερ παίγνια λαμβανούσας εἰς χεῖρας, εἶτ’ ἀποθανόντων ἐκχεομένας εἰς κενὸν καὶ ἀχάριστον πένθος, οὐχ ὑπ’ εὐνοίας (εὐλόγιστον γὰρ εὔνοια καὶ καλόν)· ἀλλὰ μικρῷ τῷ φυσικῷ πάθει πολὺ συγκεραννύμενον τὸ πρὸς κενὴν δόξαν ἄγρια ποιεῖ καὶ μανικὰ καὶ δυσεξίλαστα τὰ πένθη. καὶ τοῦτο φαίνεται μὴ λαθεῖν Αἴσωπον· ἔφη γὰρ οὗτος ὅτι, τοῦ Διὸς τὰς τιμὰς διανέμοντος τοῖς θεοῖς, ᾔτει καὶ τὸ πένθος. ἔδωκεν οὖν αὐτῷ, παρὰ τοῖς αἱρουμένοις δὲ μόνοις καὶ θέλουσιν. ἐν ἀρχῇ μὲν οὖν οὕτω τοῦτο γιγνόμενόν ἐστιν· αὐτὸς γὰρ ἕκαστος εἰσάγει τὸ πένθος ἐφ’ ἑαυτόν. ὅταν δ’ ἱδρυθῇ χρόνῳ καὶ γένηται σύντροφον καὶ σύνοικον, οὐδὲ πάνυ βουλομένων ἀπαλλάττεται. διὸ δεῖ μάχεσθαι περὶ θύρας αὐτῷ καὶ μὴ προσίεσθαι, φρουρὰν δι’ ἐσθῆτος ἢ κουρᾶς ἤ τινος ἄλλου τῶν τοιούτων, ἃ καθ’ ἡμέραν ἀπαντῶντα καὶ δυσωποῦντα μικρὰν καὶ στενὴν καὶ ἀνέξοδον καὶ ἀμείλικτον καὶ ψοφοδεῆ ποιεῖ τὴν διάνοιαν, ὡς οὔτε γέλωτος αὐτῇ μετὸν οὔτε φωτὸς οὔτε φιλανθρώπου τραπέζης, τοιαῦτα περικειμένῃ καὶ μεταχειριζομένῃ διὰ τὸ πένθος. ἀμέλειαι δὲ σώματος ἕπονται τῷ κακῷ τούτῳ καὶ διαβολαὶ πρὸς ἄλειμμα καὶ λουτρὸν καὶ τὴν ἄλλην δίαιταν ὧν πᾶν τοὐναντίον ἔδει, τὴν ψυχὴν πονοῦσαν αὐτὴν βοηθεῖσθαι διὰ τοῦ σώματος ἐρρωμένου. πολὺ γὰρ ἀμβλύνεται καὶ χαλᾶται τοῦ λυποῦντος, ὥσπερ ἐν εὐδίᾳ κῦμα, τῇ γαλήνῃ τοῦ σώματος διαχεομένου. ἐὰν δ’ αὐχμὸς ἐγγένηται καὶ τραχύτης ἐκ φαύλης διαίτης, καὶ μηδὲν εὐμενὲς μηδὲ χρηστὸν ἀναπέμπῃ τὸ σῶμα τῇ ψυχῇ πλὴν ὀδύνας καὶ λύπας, ὥσπερ τινὰς πικρὰς καὶ δυσχερεῖς ἀναθυμιάσεις, οὐδὲ βουλομένοις ἔτι ῥᾳδίως ἀναλαβεῖν ἔστι. τοιαῦτα λαμβάνει πάθη τὴν ψυχὴν οὕτω κακωθεῖσαν. [Cons. ad ux. 7] καὶ μήν, ὅ γε μέγιστον ἐν τούτῳ καὶ φοβερώτατόν ἐστιν, οὐκ ἂν φοβηθείην κακῶν γυναικῶν εἰσόδους καὶ φωνὰς καὶ συνεπιθρηνήσεις, αἳ ἐκτρίβουσι καὶ παραθήγουσι τὴν λύπην, οὔθ’ ὑπ’ ἄλλων οὔτ’ αὐτὴν ἐφ’ ἑαυτῆς ἐῶσαι μαρανθῆναι. γιγνώσκω γὰρ ποίους ἔναγχος ἀγῶνας ἠγωνίσω, τῇ Θέωνος ἀδελφῇ βοηθοῦσα καὶ μαχομένη ταῖς μετ’ ὀλοφυρμῶν καὶ ἀλαλαγμῶν ἔξωθεν ἐπιούσαις, ὥσπερ ἀτεχνῶς πῦρ ἐπὶ πῦρ φερούσαις. τὰς μὲν γὰρ οἰκίας τῶν φίλων ὅταν καομένας ἴδωσι σβεννύουσιν ὡς ἔχει τάχους ἕκαστος ἢ δυνάμεως, ταῖς δὲ ψυχαῖς φλεγομέναις αὐτοὶ προσφέρουσιν ὑπεκκαύματα. καὶ τῷ μὲν ὀφθαλμιῶντι τὰς χεῖρας οὐκ ἐῶσι προσάγειν τὸν βουλόμενον οὐδ’ ἅπτονται τοῦ φλεγμαίνοντος· ὁ δὲ πενθῶν κάθηται παντὶ τῷ προστυχόντι παρέχων ὥσπερ ῥεῦμα κινεῖν καὶ διαγριαίνειν τὸ πάθος, ἐκ μικροῦ τοῦ γαργαλίζοντος καὶ κινοῦντος εἰς πολλὴν καὶ δυσχερῆ κάκωσιν ἀναξαινόμενον. ταῦτα μὲν οὖν οἶδ’ ὅτι φυλάξῃ. [Cons. ad ux. 8] πειρῶ δὲ τῇ ἐπινοίᾳ μεταφέρουσα σεαυτὴν ἀποκαθιστάναι πολλάκις εἰς ἐκεῖνον τὸν χρόνον, ἐν ᾧ, μηδέπω τοῦ παιδίου τούτου γεγονότος, μηδὲν ἔγκλημα πρὸς τὴν τύχην εἴχομεν· εἶτα τὸν νῦν καιρὸν τοῦτον ἐκείνῳ συνάπτειν, ὡς ὁμοίων πάλιν τῶν περὶ ἡμᾶς γεγονότων. ἐπεὶ τὴν γένεσιν, ὦ γύναι, τοῦ τέκνου δυσχεραίνειν δόξομεν, ἀμεμπτότερα ποιοῦντες αὑτοῖς τὰ πρὶν ἐκείνην γενέσθαι πράγματα. τὴν δ’ ἐν μέσῳ διετίαν ἐξαιρεῖν μὲν οὐ δεῖ τῆς μνήμης, ὡς δὲ χάριν καὶ ἀπόλαυσιν παρασχοῦσαν ἐν ἡδονῇ τίθεσθαι· καὶ μὴ τὸ μικρὸν ἀγαθὸν μέγα νομίζειν κακόν· μηδ’ ὅτι τὸ ἐλπιζόμενον οὐ προσέθηκεν ἡ τύχη, καὶ περὶ τοῦ δοθέντος ἀχαριστεῖν. ἀεὶ μὲν γὰρ ἡ περὶ τὸ θεῖον εὐφημία καὶ τὸ πρὸς τὴν τύχην ἵλεων καὶ ἀμεμφὲς καλὸν καὶ ἡδὺν ἀποδίδωσι καρπόν· ἐν δὲ τοῖς τοιούτοις ὁ· μάλιστα τῆς μνήμης τῶν ἀγαθῶν ἀπαρυτόμενος καὶ τοῦ βίου πρὸς τὰ φωτεινὰ καὶ λαμπρὰ μεταστρέφων καὶ μεταφέρων ἐκ τῶν σκοτεινῶν καὶ ταρακτικῶν τὴν διάνοιαν, ἢ παντάπασιν ἔσβεσε τὸ λυποῦν ἢ τῇ πρὸς τοὐναντίον μίξει μικρὸν καὶ ἀμαυρὸν ἐποίησεν. ὥσπερ γὰρ τὸ μύρον ἀεὶ μὲν εὐφραίνει τὴν ὄσφρησιν πρὸς δὲ τὰ δυσώδη φάρμακόν ἐστιν, οὕτως ἡ ἐπίνοια τῶν ἀγαθῶν ἐν τοῖς κακοῖς καὶ βοηθήματος ἀναγκαίου παρέχεται χρείαν τοῖς μὴ φεύγουσι τὸ μεμνῆσθαι τῶν χρηστῶν μηδὲ πάντα καὶ πάντως μεμφομένοις τὴν τύχην. ὅπερ ἡμῖν παθεῖν οὐ προσήκει συκοφαντοῦσι τὸν ἑαυτῶν βίον, εἰ μίαν ἔσχηκεν ὥσπερ βιβλίον ἀλοιφὴν ἐν πᾶσι καθαροῖς καὶ ἀκεραίοις τοῖς ἄλλοις. ὅτι μὲν γὰρ ἐξ ὀρθῶν ἐπιλογισμῶν εἰς εὐσταθῆ διάθεσιν τελευτώντων ἤρτηται τὸ μακάριον, αἱ δ’ ἀπὸ τῆς τύχης τροπαὶ μεγάλας ἀποκλίσεις οὐ ποιοῦσιν οὐδ’ ἐπιφέρουσι συγχυτικὰς ὀλισθήσεις τοῦ βίου, πολλάκις ἀκήκοας. [Cons. ad ux. 8b] εἰ δὲ δεῖ καὶ ἡμᾶς, καθάπερ οἱ πολλοί, τοῖς ἔξωθεν κυβερνᾶσθαι πράγμασι καὶ τὰ παρὰ τῆς τύχης ἀπαριθμεῖν καὶ κριταῖς χρῆσθαι πρὸς εὐδαιμονίαν τοῖς ἐπιτυχοῦσιν ἀνθρώποις, μὴ σκόπει τὰ νῦν δάκρυα καὶ τὰς ἐπιθρηνήσεις τῶν εἰσιόντων, ἔθει τινὶ φαύλῳ περαινομένας πρὸς ἕκαστον, ἀλλ’ ἐννόει μᾶλλον ὡς ζηλουμένη διατελεῖς; ὑπὸ τούτων ἐπὶ τέκνοις καὶ οἴκῳ καὶ βίῳ. καὶ δεινόν ἐστιν ἑτέρους μὲν ἡδέως ἂν ἑλέσθαι τὴν σὴν τύχην καὶ τούτου προσόντος ἐφ’ ᾧ νῦν ἀνιώμεθα, σὲ δ’ ἐγκαλεῖν καὶ δυσφορεῖν παρούσης, καὶ μηδ’ ἀπ’ αὐτοῦ τοῦ δάκνοντος αἰσθάνεσθαι πηλίκας ἔχει τὰ σῳζόμενα χάριτας ἡμῖν· ἀλλ’ ὥσπερ οἱ τοὺς ἀκεφάλους καὶ μειούρους Ὁμήρου στίχους ἐκλέγοντες τὰ δὲ πολλὰ καὶ μεγάλα τῶν πεποιημένων ὑπέρευ παρορῶντες, οὕτως ἐξακριβοῦν καὶ συκοφαντεῖν τοῦ βίου τὰ φαῦλα, τοῖς δὲ χρηστοῖς ἀνάρθρως καὶ συγκεχυμένως ἐπιβάλλουσαν ὅμοιόν τι τοῖς ἀνελευθέροις καὶ φιλαργύροις πάσχειν, οἳ πολλὰ συνάγοντες οὐ χρῶνται παροῦσιν ἀλλὰ θρηνοῦσι καὶ δυσφοροῦσιν ἀπολομένων. εἰ δ’ ἐκείνης ἔχεις οἶκτον ἀγάμου καὶ ἄπαιδος οἰχομένης, αὖθις ἔχεις ἐπ’ ἄλλοις ἡδίω σεαυτὴν ποιεῖν, μηδενὸς τούτων ἀτελῆ μηδ’ ἄμοιρον γενομένην οὐ γάρ· ἐστι ταῦτα μεγάλα μὲν τοῖς στερομένοις ἀγαθὰ μικρὰ δὲ τοῖς ἔχουσιν. ἐκείνη δ’ εἰς τὸ ἄλυπον ἥκουσα λυπεῖν ἡμᾶς οὐ δεῖται· τί γὰρ ἡμῖν ἀπ’ ἐκείνης κακόν, εἰ μηδὲν ἐκείνῃ νῦν ἐστι λυπηρόν; καὶ γὰρ αἱ τῶν μεγάλων στερήσεις ἀποβάλλουσι τὸ λυποῦν εἰς τὸ μὴ δεῖσθαι περιγενόμεναι. Τιμοξένα δ’ ἡ σὴ μικρῶν μὲν ἐστέρηται, μικρὰ γὰρ ἔγνω καὶ μικροῖς ἔχαιρε· ὧν δ’ οὔτ’ αἴσθησιν ἔσχεν οὔτ’ ἔλαβεν ἐπίνοιαν, πῶς ἂν στέρεσθαι λέγοιτο; [Cons. ad ux. 10] καὶ μὴν ἃ τῶν ἄλλων ἀκούεις, οἳ πείθουσι πολλοὺς λέγοντες ὡς οὐδὲν οὐδαμῇ τῷ διαλυθέντι κακὸν οὐδὲ λυπηρόν ἐστιν, οἶδ’ ὅτι κωλύει σε πιστεύειν ὁ πάτριος λόγος καὶ τὰ μυστικὰ σύμβολα τῶν περὶ τὸν Διόνυσον ὀργιασμῶν, ἃ σύνισμεν ἀλλήλοις οἱ κοινωνοῦντες. ὡς οὖν ἄφθαρτον οὖσαν τὴν ψυχὴν διανοοῦ ταὐτὸ ταῖς ἁλισκομέναις ὄρνισι πάσχειν· ἂν μὲν γὰρ πολὺν ἐντραφῇ τῷ σώματι χρόνον καὶ γένηται τῷ βίῳ τούτῳ τιθασὸς ὑπὸ πραγμάτων πολλῶν καὶ μακρᾶς συνηθείας, αὖθις καταίρουσα πάλιν ἐνδύεται καὶ οὐκ ἀνίησιν οὐδὲ λήγει τοῖς ἐνταῦθα συμπλεκομένη πάθεσι καὶ τύχαις διὰ τῶν γενέσεων. μὴ γὰρ οἴου λοιδορεῖσθαι καὶ κακῶς ἀκούειν τὸ γῆρας διὰ τὴν ῥυσότητα καὶ τὴν πολιὰν καὶ τὴν ἀσθένειαν τοῦ σώματος· ἀλλὰ τοῦτ’ αὐτοῦ τὸ χαλεπώτατόν ἐστιν, ὅτι τὴν ψυχὴν ἕωλόν τε ποιεῖ ταῖς μνήμαις τῶν ἐκεῖ καὶ λιπαρῆ περὶ ταῦτα καὶ κάμπτει καὶ πιέζει, τὸν σχηματισμόν, ὃν ἔσχεν ὑπὸ τοῦ σώματος ἐν τῷ πεπονθέναι, διαφυλάττουσαν. ἡ δὲ ληφθεῖσα μὲν … ὑπὸ κρειττόνων ἔχεται, καθάπερ ἐκ καμπῆς ὑγρᾶς καὶ μαλθακῆς ἀναχαιτίσασα πρὸς ὃ πέφυκεν. ὥσπερ γὰρ τὸ πῦρ, ἄν τις ἀποσβέσας εὐθὺς ἐξάπτῃ, πάλιν ἀναρριπίζεται καὶ ἀναλαμβάνει ταχέως [Cons. ad ux. 10b] ὅπως ὤκιστα πύλας Ἀίδαο περῆσαι [Cons. ad ux. 10c] πρὶν ἔρωτα πολὺν ἐγγενέσθαι τῶν αὐτόθι πραγμάτων καὶ μαλαχθῆναι πρὸς τὸ σῶμα καὶ συντακῆναι καθάπερ ὑπὸ φαρμάκων. [Cons. ad ux. 11] τοῖς δὲ πατρίοις καὶ παλαιοῖς ἔθεσι καὶ νόμοις ἐμφαίνεται μᾶλλον ἡ περὶ τούτων ἀλήθεια. τοῖς γὰρ αὑτῶν νηπίοις ἀποθανοῦσιν οὔτε χοὰς; ἐπιφέρουσιν, οὔτ’ ἄλλα δρῶσι περὶ αὐτὰ οἷ’ εἰκὸς ὑπὲρ θανόντων ποιεῖν τοὺς ἄλλους οὐ γὰρ μέτεστι γῆς; οὐδὲν οὐδὲ τῶν περὶ γῆν αὐτοῖς. οὐδ’ αὐτοῦ περὶ ταφὰς καὶ μνήματα καὶ προθέσεις νεκρῶν φιλοχωροῦσι καὶ παρακάθηνται τοῖς σώμασιν· οὐ γὰρ ἐῶσι θρηνεῖν οἱ νόμοι τοὺς τηλικούτους, ὡς οὐχ ὅσιον εἰς βελτίονα καὶ θειοτέραν μοῖραν ἅμα καὶ χώραν μεθεστηκότας· ἐπεὶ δὲ τὸ ἀπιστεῖν χαλεπώτερόν ἐστιν αὐτοῖς ἢ τὸ πιστεύειν, τὰ μὲν ἐκτὸς οὕτως ὡς οἱ νόμοι προστάττουσιν ἔχωμεν, τὰ δ’ ἐντὸς ἔτι μᾶλλον ἀμίαντα καὶ καθαρὰ καὶ σώφρονα. ## Βιβλίον Α [Quaest. conv. 1.0.1] τὸ μισέω μνάμονα συμπόταν ὦ Σόσσιε Σενεκίων, ἔνιοι πρὸς τοὺς ἐπιστάθμους εἰρῆσθαι λέγουσι, φορτικοὺς ἐπιεικῶς καὶ ἀναγώγους ἐν τῷ πίνειν ὄντας· οἱ γὰρ ἐν Σικελίᾳ Δωριεῖς ὡς ἔοικε τὸν ἐπίσταθμον μνάμονα προσηγόρευον. ἔνιοι δὲ τὴν παροιμίαν οἴονται τοῖς παρὰ πότον λεγομένοις καὶ πραττομένοις ἀμνηστίαν ἐπάγειν διὸ τήν τε λήθην οἱ πάτριοι λόγοι καὶ τὸν νάρθηκα τῷ θεῷ συγκαθιεροῦσιν, ὡς ἢ μηδενὸς δέον μνημονεύειν τῶν ἐν οἴνῳ πλημμεληθέντων ἢ παντελῶς ἐλαφρᾶς καὶ παιδικῆς νουθεσίας δεομένων. ἐπεὶ δὲ καὶ σοὶ δοκεῖ τῶν μὲν ἀτόπων ἡ λήθη τῷ ὄντι σοφὴ κατ’ Εὐριπίδην εἶναι· τὸ δ’ ὅλως ἀμνημονεῖν τῶν ἐν οἴνῳ μὴ μόνον τῷ φιλοποιῷ λεγομένῳ μάχεσθαι τῆς τραπέζης, ἀλλὰ καὶ τῶν φιλοσόφων τοὺς ἐλλογιμωτάτους ἀντιμαρτυροῦντας ἔχειν, Πλάτωνα καὶ Ξενοφῶντα καὶ Ἀριστοτέλην καὶ Σπεύσιππον, Ἐπίκουρόν τε καὶ Πρύτανιν καὶ Ἱερώνυμον καὶ Δίωνα τὸν ἐξ Ἀκαδημείας, ὡς ἄξιόν τινος σπουδῆς πεποιημένους ἔργον ἀναγράψασθαι λόγους παρὰ πότον γενομένους· ᾠήθης τε δεῖν ἡμᾶς τῶν σποράδην πολλάκις ἔν τε Ῥώμῃ μεθ’ ὑμῶν καὶ παρ’ ἡμῖν ἐν τῇ Ἑλλάδι, παρούσης ἅμα τραπέζης καὶ κύλικος, φιλολογηθέντων συναγαγεῖν τἀπιτήδεια· πρὸς τοῦτο γενόμενος τρία μὲν ἤδη σοι πέπομφα τῶν βιβλίων, ἑκάστου δέκα προβλήματα περιέχοντος· πέμψω δὲ καὶ τὰ λοιπὰ ταχέως, ἂν ταῦτα δόξῃ μὴ παντελῶς ἄμουσα μηδ’ ἀπροσδιόνυσ’ εἶναι. [Quaest. conv. 1.1.1] Εἰ δεῖ φιλοσοφεῖν παρὰ πότον. [Quaest. conv. 1.1.1b] πρῶτον δὲ πάντων τέτακται τὸ περὶ τοῦ φιλοσοφεῖν παρὰ πότον. μέμνησαι γὰρ ὅτι, ζητήσεως Ἀθήνησι μετὰ δεῖπνον γενομένης εἰ χρηστέον ἐν οἴνῳ φιλοσόφοις λόγοις καὶ τί μέτρον ἔστι χρωμένοις, ἀρίστων παρών εἰσὶ γάρ ἔφησε πρὸς τῶν θεῶν οἱ φιλοσόφοις χώραν ἐπ’ οἴνῳ μὴ διδόντες; ἐγὼ δ’ εἶπον ἀλλ’ οὐ γὰρ εἰσίν, ὦ ἑταῖρ’, οἳ καὶ πάνυ γε σεμνῶς κατειρωνευόμενοι λέγουσι μὴ δεῖν ὥσπερ οἰκοδέσποιναν ἐν οἴνῳ φθέγγεσθαι φιλοσοφίαν· καὶ τοὺς Πέρσας ὀρθῶς φασι μὴ ταῖς γαμεταῖς ἀλλὰ ταῖς παλλακίσι συμμεθύσκεσθαι καὶ συνορχεῖσθαι; ταὐτὸ δὴ καὶ ἡμᾶς ἀξιοῦσι ποιεῖν εἰς τὰ συμπόσια τὴν μουσικὴν καὶ τὴν ὑποκριτικὴν ἐπεισάγοντας φιλοσοφίαν δὲ μὴ κινοῦντας, ὡς οὔτε συμπαίζειν ἐκείνην ἐπιτήδειον οὖσαν οὔθ’ ἡμᾶς τηνικαῦτα σπουδαστικῶς ἔχοντας· οὐδὲ γὰρ Ἰσοκράτη τὸν σοφιστὴν ὑπομεῖναι δεομένων εἰπεῖν τι παρ’ οἶνον ἀλλ’ ἢ τοσοῦτον ἐν οἷς μὲν ἐγὼ δεινός, οὐχ ὁ νῦν καιρός· ἐν οἷς δ’ ὁ νῦν καιρός, οὐκ ἐγὼ δεινός. [Quaest. conv. 1.1.2] καὶ ὁ Κράτων ἀνακραγών εὖ γ’ εἶπε νὴ τὸν Διόνυσον ἐξώμνυτο τὸν λόγον, εἰ τοιαύτας ἔμελλε περαίνειν περιόδους, αἷς ἔμελλε Χαρίτων ἀνάστατον γενήσεσθαι συμπόσιον. οὐχ ὅμοιον δ’ οἶμαι ῥητορικὸν ἐξαιρεῖν συμποσίου λόγον καὶ φιλόσοφον· ἀλλ’ ἕτερόν ἐστι τὸ φιλοσοφίας, ἣν τέχνην περὶ βίον οὖσαν οὔτε τινὸς παιδιᾶς οὔτε τινὸς ἡδονῆς διαγωγὴν ἐχούσης ἀποστατεῖν εἰκὸς ἀλλὰ πᾶσι παρεῖναι τὸ μέτρον καὶ τὸν καιρὸν ἐπιφέρουσαν· ἢ μηδὲ σωφροσύνην μηδὲ δικαιοσύνην οἰώμεθα δεῖν εἰς τοὺς πότους δέχεσθαι, κατειρωνευόμενοι τὸ σεμνὸν αὐτῶν. εἰ μὲν οὖν, ὥσπερ οἱ τὸν Ὀρέστην ἑστιῶντες, ἐν Θεσμοθετείῳ σιωπῇ τρώγειν καὶ πίνειν ἐμέλλομεν, ἦν τι τοῦτο τῆς ἀμαθίας οὐκ ἀτυχὲς παραμύθιον· εἰ δὲ πάντων μὲν ὁ Διόνυσος Λύσιός ἐστι καὶ Λυαῖος, μάλιστα δὲ τῆς γλώττης ἀφαιρεῖται τὰ χαλινὰ καὶ πλείστην ἐλευθερίαν τῇ φωνῇ δίδωσιν, ἀβέλτερον οἶμαι καὶ ἀνόητον ἐν λόγοις πλεονάζοντα καιρὸν ἀποστερεῖν τῶν ἀρίστων λόγων, καὶ ζητεῖν μὲν ἐν ταῖς διατριβαῖς περὶ συμποτικῶν καθηκόντων καὶ τίς ἀρετὴ συμπότου καὶ πῶς οἴνῳ χρηστέον, ἐξ αὐτῶν δὲ τῶν συμποσίων ἀναιρεῖν φιλοσοφίαν ὡς ἔργῳ βεβαιοῦν ἃ διδάσκει λόγῳ μὴ δυναμένην. [Quaest. conv. 1.1.3] σοῦ δ’ εἰπόντος οὐκ ἄξιον εἶναι Κράτωνι περὶ τούτων ἀντιλέγειν, ὅρον δέ τινα καὶ χαρακτῆρα τῶν παρὰ πότον φιλοσοφουμένων ζητεῖν ἐκφεύγοντα τοῦτο δὴ τὸ παιζόμενον οὐκ ἀηδῶς πρὸς τοὺς ἐρίζοντας καὶ σοφιστιῶντας [Quaest. conv. 1.1.3b] νῦν δ’ ἔρχεσθ’ ἐπὶ δεῖπνον ἵνα ξυνάγωμεν Ἄρηα, [Quaest. conv. 1.1.3c] καὶ παρακαλοῦντος ἡμᾶς ἐπὶ τὸν λόγον· ἔφην ἐγὼ πρῶτον ὅτι μοι δοκεῖ σκεπτέον εἶναι τὸ τῶν παρόντων· ἂν μὲν γὰρ πλείονας ἔχῃ φιλολόγους τὸ συμπόσιον, ὡς τὸ Ἀγάθωνος Σωκράτας Φαίδρους Παυσανίας Ἐρυξιμάχους, καὶ τὸ Καλλίου Χαρμίδας Ἀντισθένας Ἑρμογένας, ἑτέρους τούτοις παραπλησίους, ἀφήσομεν αὐτοὺς μύθῳ φιλοσοφεῖν, οὐχ ἧττον ταῖς Μούσαις τὸν Διόνυσον ἢ ταῖς Νύμφαις κεραννύντας ἐκεῖναι μὲν γὰρ αὐτὸν τοῖς σώμασιν ἵλεων καὶ πρᾶον, αὗται δὲ ταῖς ψυχαῖς μειλίχιον ὄντως καὶ χαριδώτην ἐπεισάγουσι. καὶ γὰρ ἂν ὀλίγοι τινὲς ἰδιῶται παρῶσιν, ὥσπερ ἄφωνα γράμματα φωνηέντων ἐν μέσῳ πολλῶν τῶν πεπαιδευμένων ἐμπεριλαμβανόμενοι, φθογγῆς τινος οὐ παντελῶς ἀνάρθρου καὶ συνέσεως κοινωνήσουσιν. ἂν δὲ πλῆθος ᾖ τοιούτων ἀνθρώπων, οἳ παντὸς μὲν ὀρνέου παντὸς δὲ νεύρου καὶ ξύλου μᾶλλον ἢ φιλοσόφου φωνὴν ὑπομένουσι, τὸ τοῦ Πεισιστράτου χρήσιμον ἐκεῖνος γὰρ ἐν διαφορᾷ τινι πρὸς τοὺς υἱοὺς γενόμενος, ὡς ᾔσθετο τοὺς ἐχθροὺς χαίροντας, ἐκκλησίαν συναγαγὼν ἔφη βούλεσθαι μὲν αὐτὸς πεῖσαι τοὺς παῖδας, ἐπεὶ δὲ δυσκόλως ἔχουσιν, αὐτὸς ἐκείνοις πείσεσθαι καὶ ἀκολουθήσειν. οὕτω δὴ καὶ φιλόσοφος ἀνὴρ ἐν συμπόταις μὴ δεχομένοις τοὺς λόγους αὐτοῦ μεταθέμενος ἕψεται καὶ ἀγαπήσει τὴν ἐκείνων διατριβὴν, ἐφ’ ὅσον μὴ ἐκβαίνει τὸ εὔσχημον· εἰδὼς ὅτι ῥητορεύουσι μὲν ἄνθρωποι διὰ λόγου, φιλοσοφοῦσι δὲ καὶ σιωπῶντες καὶ παίζοντες καὶ νὴ Δία σκωπτόμενοι καὶ σκώπτοντες. οὐ γὰρ μόνον ἀδικίας ἐσχάτης ἐστίν ὥς φησι Πλάτων μὴ ὄντα δίκαιον εἶναι δοκεῖν, ἀλλὰ καὶ συνέσεως ἄκρας φιλοσοφοῦντα μὴ δοκεῖν φιλοσοφεῖν καὶ παίζοντα διαπράττεσθαι τὰ τῶν σπουδαζόντων. ὡς γὰρ αἱ παρ’ Εὐριπίδῃ μαινάδες ἄνοπλοι καὶ ἀσίδηροι τοῖς θυρσαρίοις παίουσαι τοὺς ἐπιτιθεμένους τραυματίζουσιν, οὕτω τῶν ἀληθινῶν φιλοσόφων καὶ τὰ σκώμματα καὶ οἱ γέλωτες τοὺς μὴ παντελῶς ἀτρώτους κινοῦσιν ἁμωσγέπως καὶ συνεπιστρέφουσιν. [Quaest. conv. 1.1.4] οἶμαι δὲ διηγήσεων εἶναί τι συμποτικὸν γένος, ὧν τὰς μὲν ἱστορία δίδωσι, τὰς δ’ ἐκ τῶν ἀνὰ χεῖρα πραγμάτων λαβεῖν ἔστι, πολλὰ μὲν εἰς φιλοσοφίαν παραδείγματα πολλὰ δ’ εἰς εὐσέβειαν ἐχούσας, ἀνδρικῶν τε πράξεων καὶ μεγαλοθύμων ἐνίας δὲ χρηστῶν καὶ φιλανθρώπων ζῆλον ἐπαγούσας· αἷς ἤν τις ἀνυπόπτως χρώμενος διαπαιδαγωγῇ τοὺς πίνοντας, οὐ τὰ ἐλάχιστα τῶν κακῶν ἀφαιρήσει τῆς μέθης. οἱ μὲν οὖν τὰ βούγλωσσα καταμιγνύντες εἰς τὸν οἶνον καὶ τοῖς ἀποβρέγμασι τῶν περιστερεώνων καὶ ἀδιάντων τὰ ἐδάφη ῥαίνοντες, ὡς τούτων τινὰ τοῖς ἑστιωμένοις εὐθυμίαν καὶ φιλοφροσύνην ἐνδιδόντων, ἀπομιμούμενοι τὴν Ὁμηρικὴν Ἑλένην ὑποφαρμάττουσαν τὸν ἄκρατον, οὐ συνορῶσιν ὅτι κἀκεῖνος ὁ μῦθος ἐκπεριελθὼν ἀπ’ Αἰγύπτου μακρὰν ὁδὸν εἰς λόγους ἐπιεικεῖς καὶ πρέποντας ἐτελεύτησεν ἡ γὰρ Ἑλένη πίνουσιν αὐτοῖς διηγεῖται περὶ τοῦ Ὀδυσσέως· [Quaest. conv. 1.1.4b] οἷον τόδ’ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνήρ, αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας· [Quaest. conv. 1.1.4c] τοῦτο γὰρ ἦν ὡς ἔοικε τὸ νηπενθὲς φάρμακον καὶ ἀνώδυνον, λόγος ἔχων καιρὸν ἁρμόζοντα τοῖς ὑποκειμένοις πάθεσι καὶ πράγμασιν. οἱ δὲ χαρίεντες, κἂν ἀπ’ εὐθείας φιλοσοφῶσι, τηνικαῦτα διὰ τοῦ πιθανοῦ μᾶλλον ἢ βιαστικοῦ τῶν ἀποδείξεων ἄγουσι τὸν λόγον. ὁρᾷς γὰρ ὅτι καὶ Πλάτων ἐν τῷ Συμποσίῳ περὶ τέλους διαλεγόμενος καὶ τοῦ πρώτου ἀγαθοῦ καὶ ὅλως θεολογῶν οὐκ ἐντείνει τὴν ἀπόδειξιν οὐδ’ ὑποκονίεται, τὴν λαβὴν ὥσπερ εἴωθεν εὔτονον ποιῶν καὶ ἄφυκτον, ἀλλ’ ὑγροτέροις λήμμασι καὶ παραδείγμασι καὶ μυθολογίαις προσάγεται τοὺς ἄνδρας. [Quaest. conv. 1.1.5] εἶναι δὲ δεῖ καὶ αὐτὰς τὰς ζητήσεις ὑγροτέρας καὶ γνώριμα τὰ προβλήματα καὶ τὰς πεύσεις ἐπιεικεῖς καὶ μὴ γλίσχρας, ἵνα μὴ πνίγωσι τοὺς ἀνοητοτέρους μηδ’ ἀποτρέπωσιν. ὥσπερ γὰρ τὰ σώματα πινόντων δι’ ὀρχήσεως καὶ χορείας νενόμισται σαλεύειν, ἂν δ’ ὁπλομαχεῖν ἀναστάντας ἢ δισκεύειν ἀναγκάζωμεν αὐτούς, οὐ μόνον ἀτερπὲς ἀλλὰ καὶ βλαβερὸν ἔσται τὸ συμπόσιον· οὕτω τὰς ψυχὰς αἱ μὲν ἐλαφραὶ ζητήσεις ἐμμελῶς καὶ ὠφελίμως κινοῦσιν, ἐριδαντέων δὲ κατὰ Δημόκριτον καὶ ἱμαντελικτέων λόγους ἀφετέον, οἳ αὐτούς τε κατατείνουσιν ἐν πράγμασι γλίσχροις καὶ δυσθεωρήτοις τούς τε παρατυγχάνοντας ἀνιῶσι· δεῖ γὰρ ὡς τὸν οἶνον κοινὸν εἶναι καὶ τὸν λόγον, οὗ πάντες μεθέξουσιν. οἱ δὲ τοιαῦτα προβλήματα καθιέντες οὐδὲν ἂν τῆς Αἰσωπείου γεράνου καὶ ἀλώπεκος ἐπιεικέστεροι πρὸς κοινωνίαν φανεῖεν· [Quaest. conv. 1.1.5b] ὧν ἡ μὲν ἔτνος τι λιπαρὸν κατὰ λίθου πλατείας καταχεαμένη τὴν γέρανον ἐδέξατο οὐκ εὐωχουμένην, ἀλλὰ γελοῖα πάσχουσαν· ἐξέφευγε γὰρ ὑγρότητι τὸ ἔτνος τὴν λεπτότητα τοῦ στόματος αὐτῆς. ἐν μέρει τοίνυν ἡ γέρανος αὐτῇ καταγγείλασα δεῖπνον ἐν λαγυνίδι προὔθηκε λεπτὸν ἐχούσῃ καὶ μακρὸν τράχηλον, ὥστ’ αὐτὴ μὲν καθιέναι τὸ στόμα ῥᾳδίως καὶ ἀπολαύειν, τὴν δ’ ἀλώπεκα μὴ δυναμένην κομίζεσθαι συμβολὰς πρεπούσας. οὕτω τοίνυν, ὅταν οἱ φιλόσοφοι παρὰ πότον εἰς λεπτὰ καὶ διαλεκτικὰ προβλήματα καταδύντες ἐνοχλῶσι τοῖς πολλοῖς ἕπεσθαι μὴ δυναμένοις, ἐκεῖνοι δὲ πάλιν ἐπ’ ᾠδάς τινας καὶ διηγήματα φλυαρώδη καὶ λόγους βαναύσους καὶ ἀγοραίους ἐμβάλλωσιν ἑαυτούς, οἴχεται τῆς συμποτικῆς κοινωνίας τὸ τέλος καὶ καθύβρισται ὁ Διόνυσος. ὥσπερ οὖν, Φρυνίχου καὶ Αἰσχύλου τὴν τραγῳδίαν εἰς μύθους καὶ πάθη προαγόντων, ἐλέχθη τὸ τί ταῦτα πρὸς τὸν Διόνυσον; οὕτως ἔμοιγε πολλάκις εἰπεῖν παρέστη πρὸς τοὺς ἕλκοντας εἰς τὰ συμπόσια τὸν Κυριεύοντα ὦ ἄνθρωπε, τί ταῦτα πρὸς τὸν Διόνυσον; [Quaest. conv. 1.1.5c] ᾄδειν μὲν γὰρ ἴσως τὰ καλούμενα σκόλια, κρατῆρος ἐν μέσῳ προκειμένου καὶ στεφάνων διανεμομένων, οὓς ὁ θεὸς ἐλευθερῶν ἡμᾶς ἐπιτίθησιν, οὐ καλὸν δ’ οὐδὲ συμποτικόν. ἐπεί τοι καὶ τὰ σκόλιά φασιν οὐ γένος ᾀσμάτων εἶναι πεποιημένων ἀσαφῶς, ἀλλ’ ὅτι πρῶτον μὲν ᾖδον ᾠδὴν τοῦ θεοῦ κοινῶς ἅπαντες μιᾷ φωνῇ παιανίζοντες, δεύτερον δ’ ἐφεξῆς ἑκάστῳ μυρσίνης παραδιδομένης, ἣν αἴσακον οἶμαι διὰ τὸ ᾄδειν τὸν δεξάμενον ἐκάλουν· ἐπὶ δὲ τούτῳ λύρας περιφερομένης, ὁ μὲν πεπαιδευμένος ἐλάμβανε καὶ ᾖδεν ἁρμοζόμενος, τῶν δ’ ἀμούσων οὐ προσιεμένων, σκολιὸν ὠνομάσθη τὸ μὴ κοινὸν αὐτοῦ μηδὲ ῥᾴδιον. [Quaest. conv. 1.1.5d] ἄλλοι δέ φασι τὴν μυρσίνην οὐ καθεξῆς βαδίζειν, ἀλλὰ καθ’ ἕκαστον ἀπὸ κλίνης ἐπὶ κλίνην διαφέρεσθαι· τὸν γὰρ πρῶτον ᾄσαντα τῷ πρώτῳ τῆς δευτέρας κλίνης ἀποστέλλειν, ἐκεῖνον δὲ τῷ πρώτῳ τῆς τρίτης, εἶτα τὸν δεύτερον ὁμοίως τῷ δευτέρῳ, καὶ τὸ ποικίλον καὶ πολυκαμπὲς ὡς ἔοικε τῆς περιόδου σκολιὸν ὠνομάσθη. [Quaest. conv. 1.2.1] Πότερον αὐτὸν δεῖ κατακλίνειν τοὺς ἑστιωμένους τὸν ὑποδεχόμενον ἢ ἐπ’ αὐτοῖς ἐκείνοις ποιεῖσθαι. [Quaest. conv. 1.2.1b] Τίμων ὁ ἀδελφὸς ἑστιῶν πλείονας ἕκαστον ἐκέλευε τῶν εἰσιόντων ὅποι βούλεται παρεμβάλλειν καὶ κατακλίνεσθαι, διὰ τὸ καὶ ξένους καὶ πολίτας καὶ συνήθεις καὶ οἰκείους; καὶ ὅλως παντοδαποὺς τοὺς κεκλημένους εἶναι. πολλῶν οὖν ἤδη παρόντων, ξένος τις ὥσπερ εὐπάρυφος ἐκ κωμῳδίας ἐσθῆτί τε περιττῇ καὶ ἀκολουθίᾳ παίδων ὑποσολοικότερος, ἧκεν ἄχρι τῶν θυρῶν τοῦ ἀνδρῶνος, καὶ κύκλῳ ταῖς ὄψεσιν ἐπελθὼν τοὺς κατακειμένους οὐκ ἠθέλησεν εἰσελθεῖν ἀλλ’ ᾤχετ’ ἀπιών· καὶ πολλῶν μεταθεόντων, οὐκ ἔφη τὸν ἄξιον ἑαυτοῦ τόπον ὁρᾶν λειπόμενον. ἐκεῖνον μὲν οὖν πολλῷ γέλωτι χαίροντας εὐφημοῦντας ἐκπέμπειν δόμων ἐκέλευον οἱ κατακείμενοι· καὶ γὰρ ἦσαν πολλοὶ μετρίως ὑποπεπωκότες. [Quaest. conv. 1.2.2] ἐπεὶ δὲ τὰ περὶ τὸ δεῖπνον τέλος εἶχεν, ὁ πατὴρ ἐμὲ πορρωτέρω κατακείμενον προσειπών Τίμων ἔφη κἀγὼ κριτήν σε πεποιήμεθα διαφερόμενοι· πάλαι γὰρ ἀκούει κακῶς ὑπ’ ἐμοῦ διὰ τὸν ξένον εἰ γὰρ διετάττετο ἀπ’ ἀρχῆς, ὥσπερ ἐκέλευον ἐγώ, τὰς κλίσεις, οὐκ ἂν εὐθύνας ὑπείχομεν ἀταξίας ἀνδρὶ δεινῷ· [Quaest. conv. 1.2.2b] κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας. [Quaest. conv. 1.2.2c] καὶ γὰρ δὴ Παῦλον Αἰμίλιον στρατηγὸν λέγουσιν, ὅτε Περσέα καταπολεμήσας ἐν Μακεδονίᾳ πότους συνεκρότει, κόσμῳ τε θαυμαστῷ περὶ πάντα καὶ τῇ λοιπῇ τάξει χρώμενον, εἰπεῖν ὅτι ταὐτοῦ ἀνδρός ἐστι καὶ φάλαγγα συστῆσαι φοβερωτάτην καὶ συμπόσιον ἥδιστον· ἀμφότερα γὰρ εὐταξίας εἶναι. καὶ τοὺς ἀρίστους καὶ τοὺς βασιλικωτάτους ὁ ποιητὴς εἴωθε κοσμήτορας λαῶν προσαγορεύειν. καὶ τὸν μέγαν θεὸν ὑμεῖς πού φατε τὴν ἀκοσμίαν εὐταξίᾳ μεταβαλεῖν εἰς κόσμον, οὔτ’ ἀφελόντα τῶν ὄντων οὐδὲν οὔτε προσθέντα, τῷ δ’ ἕκαστον ἐπὶ τὴν προσήκουσαν χώραν καταστῆσαι τὸ κάλλιστον ἐξ ἀμορφοτάτου σχῆμα περὶ τὴν φύσιν ἀπεργασάμενον. ἀλλὰ ταῦτα μὲν τὰ σεμνότερα καὶ μείζονα παρ’ ὑμῶν μανθάνομεν αὐτοὶ δὲ καὶ τὴν περὶ τὰ δεῖπνα δαπάνην ὁρῶμεν οὐδὲν ἔχουσαν ἐπιτερπὲς οὐδ’ ἐλευθέριον, εἰ μὴ τάξεως μετάσχοι. διὸ καὶ γελοῖόν ἐστι τοῖς μὲν ὀψοποιοῖς καὶ τραπεζοκόμοις σφόδρα μέλειν τί πρῶτον ἢ τί δεύτερον ἢ μέσον ἢ τελευταῖον ἐπάξουσι, καὶ νὴ Δία μύρου τινὰ καὶ στεφάνων καὶ ψαλτρίας, ἂν τύχῃ παροῦσα, χώραν καὶ τάξιν· εἶναι· τοὺς δ’ ἐπὶ ταῦτα καλουμένους εἰκῆ καὶ ὡς ἔτυχε κατακλίναντα χορτάζειν, μήθ’ ἡλικίᾳ μήτ’ ἀρχῇ μήτ’ ἄλλῳ τινὶ τῶν ὁμοίων τὴν ἁρμόττουσαν ἀποδιδόντα τάξιν, ἐν ᾗ τιμᾶται μὲν ὁ προύχων ἐθίζεται δ’ ὁ δευτερεύων, γυμνάζεται δ’ ὁ τάττων πρὸς διάκρισιν καὶ στοχασμὸν τοῦ πρέποντος. οὐ γὰρ ἕδρα μὲν ἔστι καὶ στάσις τοῦ κρείττονος, κατάκλισις δ’ οὐκ ἔστιν οὐδὲ προπίεται ἑτέρῳ πρὸ ἑτέρου μᾶλλον ὁ ἑστιῶν, περὶ δὲ τὰς κατακλίσεις παρόψεται τὰς διαφοράς, εὐθὺς ἐν ἀρχῇ τὴν λεγομένην μίαν Μύκονον ἀποφήνας τὸ συμπόσιον. ἡ μὲν οὖν τοῦ πατρὸς δικαιολογία τοιαύτη τις ἦν. [Quaest. conv. 1.2.3] ὁ δ’ ἀδελφὸς εἶπεν ὅτι τοῦ Βίαντος οὐκ εἴη σοφώτερος, ὥστ’, ἐκείνου δυεῖν φίλων ἀπειπαμένου δίαιταν, αὐτὸς ὁμοῦ τοσούτων μὲν οἰκείων τοσούτων δ’ ἑταίρων γίγνεσθαι κριτής, οὐ περὶ χρημάτων ἀλλὰ περὶ πρωτείων ἀποφαινόμενος, ὥσπερ οὐ φιλοφρονήσασθαι παρακεκληκὼς ἀλλ’ ἀνιᾶσαι τοὺς ἐπιτηδείους. ἄτοπος μὲν οὖν ἔφη καὶ παροιμιώδης Μενέλαος, εἴ γε σύμβουλος ἐγένετο μὴ παρακεκλημένος· ἀτοπώτερος δ’ ὁ ποιῶν ἑαυτὸν ἀνθ’ ἑστιάτορος δικαστὴν καὶ κριτὴν τῶν οὐκ ἐπιτρεπόντων οὐδὲ κρινομένων, τίς ἐστι βελτίων τίνος ἢ χείρων· οὐ γὰρ εἰς ἀγῶνα καθείκασιν ἀλλ’ ἐπὶ δεῖπνον ἥκουσιν. ἀλλ’ οὐδ’ εὐχερὴς ἡ διάκρισίς ἐστι, τῶν μὲν ἡλικίᾳ τῶν δὲ δυνάμει τῶν δὲ χρείᾳ τῶν δ’ οἰκειότητι διαφερόντων· ἀλλὰ δεῖ, καθάπερ ὑπόθεσιν μελετῶντα συγκριτικήν, τοὺς Ἀριστοτέλους τόπους ἢ τοὺς Θρασυμάχου ὑπερβάλλοντας ἔχειν προχείρους οὐδὲν τῶν χρησίμων διαπραττόμενον ἀλλὰ τὴν κενὴν δόξαν ἐκ τῆς ἀγορᾶς καὶ τῶν θεάτρων εἰς τὰ συμπόσια μετάγοντα, καὶ τὰ μὲν ἄλλα πάθη πειρώμενον ἀνιέναι συνουσίᾳ, τὸν δὲ τύχηι ἐπισκευάζοντα, … ον πολὺ μᾶλλον οἶμαι προσήκει τῆς ψυχῆς ἢ τὸν πηλὸν ἀπονιψαμένους τῶν ποδῶν ἐλαφρῶς καὶ ἀφελῶς παρὰ πότον ἀλλήλοις συμφέρεσθαι, νῦν δὲ τὴν μὲν ἐξ ὀργῆς τινος ἢ πραγμάτων ἔχθραν πειρώμεθα τῶν κεκλημένων ἀφαιρεῖν, τῇ δὲ φιλοτιμίᾳ πάλιν ὑπεκκάομεν καὶ ἀναζωπυροῦμεν, τοὺς μὲν ταπεινοῦντες τοὺς δ’ ὀγκοῦντες. καίτοι γ’, εἰ μὲν ἀκολουθήσουσι τῇ κατακλίσει προπόσεις τε συνεχέστεραι καὶ παραθέσεις ἔτι δ’ ὁμιλίαι καὶ προσαγορεύσεις, παντάπασι γενήσεται σατραπικὸν ἡμῖν ἀντὶ φιλικοῦ τὸ συμπόσιον· εἰ δὲ περὶ τἄλλα τὴν ἰσότητα τοῖς ἀνδράσι φυλάξομεν, τί οὐκ ἐντεῦθεν ἀρξάμενοι πρῶτον ἐθίζομεν ἀτύφως καὶ ἀφελῶς; κατακλίνεσθαι μετ’ ἀλλήλων, εὐθὺς ἀπὸ τῶν θυρῶν ὁρῶντας, ὅτι δημοκρατικῶς ἐπὶ τὸ δεῖπνον, καὶ οὐκ … ἐξαίρετον ὡς … πόλιν, ἐφ’ οὗ κατακλιθεὶς ὁ πλούσιος ἐν τῇ κατακλίσει τοῖς εὐτελεστάτοις; [Quaest. conv. 1.2.4] ἐπεὶ δὲ καὶ ταῦτ’ ἐρρήθη καὶ τὴν κρίσιν ἀπῄτουν οἱ παρόντες, ἔφην ἐγώ, διαιτητὴς ᾑρημένος οὐ κριτὴς, βαδιεῖσθαι διὰ μέσου. νέους μὲν γάρ εἶπον ἑστιῶντας καὶ πολίτας καὶ συνήθεις ἐθιστέον, ὥς φησι Τίμων, ἀφελῶς καὶ ἀτύφως κατανέμειν αὑτοὺς εἰς ἣν ἂν τύχωσι χώραν, καλὸν εἰς φιλίαν ἐφόδιον τὴν εὐκολίαν λαμβάνοντας· ἐν δὲ ξένοις ἢ ἄρχουσιν ἢ πρεσβυτέροις φιλοσοφοῦντες δέδια μὴ δοκῶμεν τῇ αὐλείῳ τὸν τῦφον ἀποκλείοντες εἰσάγειν τῇ παραθύρῳ μετὰ πολλῆς ἀδιαφορίας· ἐν ᾧ καὶ συνηθείᾳ τι καὶ νόμῳ δοτέον. ἢ καὶ προπόσεις καὶ προσαγορεύσεις ἀνέλωμεν, αἷς πρὸς τοὺς ἐπιτυγχάνοντας οὐδ’ ἀκρίτως ἀλλ’ ὡς ἐνδέχεται μάλιστα χρώμενοι τιμῶμεν [Quaest. conv. 1.2.4b] ἕδρῃ τε κρέασιν τ’ ἠδὲ πλείοις δεπάεσσιν [Quaest. conv. 1.2.4c] ὥς φησιν ὁ τῶν Ἑλλήνων βασιλεύς, τὴν τάξιν ἐν πρώτῃ τιμῇ τιθέμενος. ἐπαινοῦμεν δὲ καὶ τὸν Ἀλκίνουν, ὅτι τὸν ξένον ἱδρύει παρ’ αὑτὸν [Quaest. conv. 1.2.4d] υἱὸν ἀναστήσας, ἀγαπήνορα Λαοδάμαντα, ὃς οἱ πλησίον ἷζε, μάλιστα δέ μιν φιλέεσκε. [Quaest. conv. 1.2.4e] τὸ γὰρ εἰς τὴν τοῦ φιλουμένου χώραν καθίσαι τὸν ἱκέτην ἐπιδέξιον ἐμμελῶς καὶ φιλάνθρωπον. ἔστι δὲ καὶ παρὰ τοῖς θεοῖς διάκρισις τῶν τοιούτων ὁ μὲν γὰρ Ποσειδῶν, καίπερ ὕστατος εἰς τὴν ἐκκλησίαν παραγενόμενος [Quaest. conv. 1.2.4f] ἷζεν ἄρ’ ἐν μέσσοισιν [Quaest. conv. 1.2.4g] ὡς ταύτης αὐτῷ τῆς χώρας προσηκούσης. ἡ δ’ Ἀθηνᾶ φαίνεται τὸν πλησίον ἀεὶ τοῦ Διὸς τόπον ἐξαίρετον ἔχουσα καὶ τοῦτο παρεμφαίνει μὲν ὁ ποιητὴς δι’ ὧν ἐπὶ τῆς Θέτιδός φησιν [Quaest. conv. 1.2.4h] ἡ δ’ ἄρα πὰρ Διὶ πατρὶ καθέζετο, εἶξε δ’ Ἀθήνη, [Quaest. conv. 1.2.4i] διαρρήδην δ’ ὁ Πίνδαρος λέγει πῦρ πνέοντος ἅτε κεραυνοῦ ἄγχιστα ἡμένη. [Quaest. conv. 1.2.4j] καίτοι φήσει Τίμων οὐ δεῖν ἀφαιρεῖσθαι τῶν ἄλλων ἑνὶ προσνέμοντα τὴν τιμήν. ὅπερ αὐτὸς ἔοικε ποιεῖν μᾶλλον· ἀφαιρεῖται γὰρ ὁ κοινὸν ποιῶν τὸ ἴδιον ἴδιον δὲ τὸ κατ’ ἀξίαν ἑκάστου, καὶ ποιεῖ δρόμου καὶ σπουδῆς τὸ πρωτεῖον, ἀρετῇ καὶ συγγενείᾳ καὶ ἀρχῇ καὶ τοῖς τοιούτοις ὀφειλόμενον. καὶ τὸ λυπηρὸς εἶναι τοῖς κεκλημένοις φεύγειν δοκῶν μᾶλλον ἐφέλκεται καθ’ αὑτοῦ λυπεῖ γὰρ ἀποστερῶν τῆς συνήθους τιμῆς ἕκαστον. ἐμοὶ δ’ οὐ λίαν χαλεπὸν εἶναι δοκεῖ τὸ περὶ τὴν διάκρισιν· πρῶτον μὲν γὰρ ἐφάμιλλοι τοῖς ἀξιώμασι πολλοὶ πρὸς μίαν κλῆσιν οὐ ῥᾳδίως ἀπαντῶσιν ἔπειτα πλειόνων τόπων ἐν δόξῃ γεγονότων, ἀφθονία τῆς διανομῆς ἔστιν, ἄν τις εὐστοχεῖν δύνηται, τὸν μὲν ὅτι πρῶτος, τὸν δ’ ὅτι μέσος, τὸν δ’ ὅτι παρ’ αὑτὸν ἢ μετὰ φίλου τινὸς ἢ συνήθους ἢ καθηγητοῦ, διδοὺς ἑκάστῳ τῶν ἀξιωματικῶν λεγομένων τοῖς δ’ ἄλλοις δωρεὰς καὶ φιλοφροσύνην ἔλιπον ἂν ἀνάπαυλαν μᾶλλον τῆς τιμῆς. ἂν δὲ δυσδιάκριτοι μὲν αἱ ἀξίαι δύσκολοι δ’ οἱ ἄνδρες ὦσιν, ὅρα τίνα μηχανὴν ἐπάγω· κατακλίνω γὰρ εἰς τὸν ἔνδοξον μάλιστα τόπον, ἂν μὲν πατήρ, τοῦτον ἀράμενος εἰ δὲ μή, πάππον ἢ πενθερὸν ἢ πατρὸς ἀδελφόν, ἤ τινα τῶν ὁμολογουμένην καὶ ἰδίαν ἐχόντων παρὰ τῷ δεχομένῳ τιμῆς ὑπεροχήν· ἐκ τῶν Ὁμήρου τὸ θεώρημα τοῦτο λαμβάνων καθηκόντων. καὶ γὰρ ἐκεῖ δήπουθεν ὁ Ἀχιλλεὺς τὸν Μενέλεων καὶ τὸν Ἀντίλοχον περὶ τῶν δευτερείων τῆς ἱπποδρομίας ὁρῶν διαφερομένους καὶ δεδοικὼς μὴ πορρωτέρω προέλθωσιν ὀργῆς καὶ φιλονεικίας ἑτέρῳ βούλεται τὸ ἔπαθλον ἀποδιδόναι, λόγῳ μὲν Εὔμηλον οἰκτίρων καὶ τιμῶν, ἔργῳ δὲ τῆς ἐκείνων διαφορᾶς τὴν αἰτίαν ἀφαιρῶν. [Quaest. conv. 1.2.5] ἐμοῦ δὲ τοιαῦτα λέγοντος, ὁ Λαμπρίας ἐκ παραβύστου καθήμενος; καθάπερ εἰώθει μέγα φθεγξάμενος ἠρώτα τοὺς παρόντας, εἰ διδόασιν αὐτῷ νουθετῆσαι ληροῦντα δικαστὴν κελευόντων δὲ πάντων χρῆσθαι παρρησίᾳ καὶ μὴ φείδεσθαι, τίς δ’ ἄν ἔφη φείσαιτο φιλοσόφου γένεσι καὶ πλούτοις καὶ ἀρχαῖς ὥσπερ θέαν ἐν συμποσίῳ κατανέμοντος ἢ προεδρίας ψηφισμάτων ἀμφικτυονικῶν διδόντος, ὅπως μηδ’ ἐν οἴνῳ τὸν τῦφον ἀποφύγωμεν; οὔτε γὰρ πρὸς τὸ ἔνδοξον ἀλλὰ πρὸς τὸ ἡδὺ δεῖ ποιεῖσθαι τὰς κατακλίσεις, οὔτε τὴν ἑνὸς ἑκάστου σκοπεῖν ἀξίαν, ἀλλὰ τὴν ἑτέρου πρὸς ἕτερον σχέσιν καὶ ἁρμονίαν, ὥσπερ ἄλλων τινῶν εἰς μίαν κοινωνίαν παραλαμβανομένων. οὐδὲ γὰρ ὁ οἰκοδόμος τὸν Ἀττικὸν λίθον ἢ τὸν Λακωνικὸν πρὸ τοῦ βαρβαρικοῦ διὰ τὴν εὐγένειαν τίθησιν, οὐδ’ ὁ ζωγράφος τῷ πολυτελεστάτῳ χρώματι τὴν ἡγουμένην ἀποδίδωσι χώραν, οὐδ’ ὁ ναυπηγὸς προτάττει τὴν Ἰσθμικὴν πίτυν ἢ τὴν Κρητικὴν κυπάριττον, ἀλλ’ ὡς ὁὲν ἀλλήλοις ἕκαστα συντεθέντα καὶ συναρμοσθέντα μέλλῃ τὸ κοινὸν ἔργον ἰσχυρὸν καὶ καλὸν καὶ χρήσιμον παρέχειν, οὕτω κατανέμουσιν. καὶ τὸν θεὸν ὁρᾷς, ὃν ἀριστοτέχναν ἡμῶν ὁ Πίνδαρος προσεῖπεν, οὐ πανταχοῦ τὸ πῦρ ἄνω τάττοντα καὶ κάτω τὴν γῆν, ἀλλ’ ὡς ὀὲν αἱ χρεῖαι τῶν σωμάτων ἀπαιτῶσιν. [Quaest. conv. 1.2.5b] τοῦτο μὲν ἐν κόγχαισι θαλασσονόμοις βαρυνώτοις, ναὶ μὴν κηρύκων τε λιθορρίνων χελύων τε φησὶν Ἐμπεδοκλῆς, ἔνθ’ ὄψει χθόνα χρωτὸς ὑπέρτατα ναιετάουσαν [Quaest. conv. 1.2.5c] οὐχ ἣν ἡ φύσις δίδωσι χώραν, ἀλλ’ ἣν ἡ πρὸς τὸ κοινὸν ἔργον ποθεῖ σύνταξις, ταύτην ἔχουσαν. πανταχοῦ μὲν οὖν ἀταξία πονηρόν, ἐν δ’ ἀνθρώποις, καὶ ταῦτα πίνουσιν, ἐγγινομένη μάλιστα τὴν αὑτῆς ἀναδείκνυσι μοχθηρίαν ὕβρει καὶ κακοῖς ἄλλοις ἀμυθήτοις, ὁὶ προϊδέσθαι καὶ φυλάξασθαι τακτικοῦ καὶ ἁρμονικοῦ ἀνδρός ἐστιν. [Quaest. conv. 1.2.6] ὀρθῶς οὖν ἔφαμεν λέγειν αὐτὸν ἡμεῖς, καὶ τί δὴ φθονεῖς τῶν τακτικῶν ἡμῖν καὶ ἁρμονικῶν; ἐλέγομεν.οὐδείς ἔφη φθόνος, ὀὲν μέλλητε πείθεσθαι μετακινοῦντί μοι καὶ μετακοσμοῦντι τὸ συμπόσιον, ὥσπερ τῷ Ἐπαμεινώνδᾳ τὴν φάλαγγα. συνεχωροῦμεν οὂν οὕτω ποιεῖν ἅπαντες. ὁ δὲ τοὺς παῖδας ἐκ μέσου κελεύσας γενέσθαι, καταβλέψας ἕκαστον ἀκούσατ’ εἶπεν ὡς μέλλω συντάττειν ὑμᾶς ἀλλήλοις βούλομαι γὰρ προειπεῖν. δοκεῖ γάρ μοι καὶ τὸν Ὅμηρον οὐκ ἀδίκως ὁ Θηβαῖος αἰτιάσασθαι Παμμένης ὡς τῶν ἐρωτικῶν ἄπειρον, ὅτι φῦλα φύλοις συνέταξεν καὶ φρατρίας φατρίαις συνέμιξε, δέον ἐραστὴν μετ’ ἐρωμένου παρεμβάλλειν ἵν’ σύμπνους ἡ φάλαγξ δι’ ὅλης ἔμψυχον ἔχουσα δεσμόν. τοιοῦτο κἀγὼ βούλομαι ποιῆσαι τὸ συμπόσιον ἡμῶν, οὐ πλουσίῳ πλούσιον οὐδὲ νέῳ νέον οὐδ’ ἄρχοντι συγκατακλίνων ἄρχοντα καὶ φίλῳ φίλον· ἀκίνητος γὰρ αὕτη καὶ ἀργὴ πρὸς εὐνοίας ἐπίδοσιν καὶ γένεσιν ἡ τάξις· ἀλλὰ τῷ δεομένῳ τὸ οἰκεῖον προσαρμόττων κελεύω φιλολόγῳ μὲν ὑποκατακλίνεσθαι φιλομαθῆ, δυσκόλῳ δὲ πρᾶον ἀδολέσχῳ δὲ πρεσβύτῃ φιλήκοον νεανίσκον, τῷ δ’ ἀλαζόνι τὸν εἴρωνα τῷ δ’ ὀργίλῳ τὸν σιωπηλόν· ἐὰν δέ που κατίδω πλούσιον μεγαλόδωρον, ἄξω πρὸς αὐτὸν ἐκ γωνίας τινὸς ἀναστήσας πένητα χρηστόν, ἵν’ ὥσπερ ἐκ πλήρους κύλικος εἰς κενὴν ἀπορροή τις γένηται. σοφιστὴν δὲ κωλύω συγκατακλίνεσθαι σοφιστῇ καὶ ποιητὴν ποιητῇ [Quaest. conv. 1.2.6b] πτωχὸς γὰρ πτωχῷ φθονέει καὶ ἀοιδὸς ἀοιδῷ· [Quaest. conv. 1.2.6c] καίτερ Σωσικλῆς οὗτος καὶ Μόδεστος ἐνταῦθα συνερείδοντες ἔπος παρὰ … ζωπυρίων φλόγα μὲν ἀλλὰ κινδυνεύουσι τὰ κάλλιστα, διίστημι δὲ καὶ στραγγαλιῶντας καὶ φιλολοιδόρους; καὶ ὀξυθύμους … τινὰ παρεντιθεὶς μέσον, ὥσπερ μάλαγμα τῆς ἀντιτυπίας. ἀλειπτικοὺς δὲ καὶ κυνηγετικοὺς καὶ γεωργικοὺς συνάγω. τῶν γὰρ ὁμοιοτήτων ἡ μὲν μάχιμος ὥσπερ ἀλεκτρυόνων, ἡ δ’ ἐπιεικὴς ὥσπερ ἡ τῶν κολοιῶν. συνάγω δὲ καὶ ποτικοὺς εἰς ταὐτὸ καὶ ἐρωτικούς, οὐ μόνον ὅσοις ἔρωτος δῆγμα παιδικῶν πρόσεστιν ὥς φησι Σοφοκλῆς, ἀλλὰ καὶ τοὺς ἐπὶ γυναιξὶ καὶ τοὺς ἐπὶ παρθένοις δακνομένους· τῷ γὰρ αὐτῷ θαλπόμενοι πυρὶ μᾶλλον ἀλλήλων ἀντιλήψονται, καθάπερ ὁ κολλώμενος σίδηρος, ἂν μὴ νὴ Δία ταὐτοῦ τύχωσιν ἢ τῆς αὐτῆς ἐρῶντες. [Quaest. conv. 1.3.1] Διὰ τί τῶν τόπων ὁ καλούμενος ὑπατικὸς ἔσχε τιμήν. [Quaest. conv. 1.3.1b] ἐκ τούτου περὶ τῶν τόπων ἐνέπεσε ζήτησις. ἄλλοι γὰρ ἄλλοις ἔντιμοι, Πέρσαις μὲν ὁ μεσαίτατος ἐφ’ οὗ κατακλίνεται βασιλεύς, Ἕλλησι δ’ ὁ πρῶτος, Ῥωμαίοις δ’ ὁ τῆς μέσης κλίνης τελευταῖος ὃν ὑπατικὸν προσαγορεύουσι· τῶν δὲ περὶ τὸν Πόντον Ἑλλήνων ἐνίοις, ὥσπερ Ἡρακλεώταις, ἔμπαλιν ὁ τῆς μέσης πρῶτος. ἀλλὰ περὶ τοῦ γ’ ὑπατικοῦ λεγομένου μάλιστα διηποροῦμεν. οὗτος γὰρ ἐπρώτευε τῇ τιμῇ καθ’ ἡμᾶς καὶ τὴν αἰτίαν οὔθ’ ὡς ὁ πρῶτος οὔθ’ ὡς ὁ μέσος εἶχε νενομισμένην ἔτι καὶ τῶν συμβεβηκότων αὐτῷ τὰ μὲν οὐκ ἦν ἴδια τούτου μόνου, τὰ δ’ οὐδεμιᾶς ἄξια σπουδῆς ἐφαίνετο. πλὴν τρία γε τῶν λεχθέντων ἐκίνει, πρῶτον μὲν ὅτι τοὺς βασιλεῖς καταλύσαντες οἱ ὕπατοι καὶ πρὸς τὸ δημοτικώτερον ἅπαντα μετακοσμήσαντες ἐκ τῆς μέσης καὶ βασιλικῆς χώρας ὑπῆγον αὑτοὺς κάτω συγχωροῦντες, ὡς μηδὲ τοῦτο τῆς ἀρχῆς αὐτῶν καὶ ἐξουσίας ἐπαχθὲς εἴη τοῖς συνοῦσι· δεύτερον δ’ ὅτι, τῶν δυεῖν κλινῶν ἀποδεδομένων τοῖς παρακεκλημένοις, ἡ τρίτη καὶ ταύτης ὁ πρῶτος τόπος μάλιστα τοῦ ἑστιῶντός ἐστιν ἐνταῦθα γὰρ ὥσπερ ἡνίοχος ἢ κυβερνήτης ἐπὶ δεξιὰ πρὸς τὴν ἐπίβλεψιν ἐξικνεῖται τῆς ὑπηρεσίας, καὶ τοῦ φιλοφρονεῖσθαι καὶ διαλέγεσθαι τοῖς παροῦσιν οὐκ ἀπήρτηται τῶν συνέγγιστα τόπων· ὁ μὲν γὰρ ὑπ’ αὐτὸν ἢ γυναικὸς ἢ παίδων ἐστίν, ὁ δ’ ὑπὲρ αὐτὸν εἰκότως τῷ μάλιστα τιμωμένῳ τῶν κεκλημένων ἀπεδόθη, ἵν’ ἐγγὺς τοῦ ἑστιῶντος. τρίτον δ’ ἔχειν ἴδιον οὗτος ὁ τόπος ἐδόκει τὸ πρὸς τὴν πρᾶξιν εὐφυές· οὐ γάρ ἐστιν ὁ τῶν Ῥωμαίων ὕπατος οἷος Ἀρχίας ὁ Θηβαίων πολέμαρχος, ὥστε, γραμμάτων ἢ λόγων αὐτῷ μεταξὺ δειπνοῦντι φροντίδος ἀξίων προσπεσόντων, ἐπιφθεγξάμενος εἰς ἕω τὰ σπουδαῖα τὴν μὲν ἐπιστολὴν παρῶσαι λαβεῖν δὲ τὴν θηρίκλειον· ἀλλὰ μάλ’ ἐμμεμαὼς καὶ περιεσκεμμένος ἐν τοῖς τοιούτοις καιροῖς. [Quaest. conv. 1.3.1c] οὐ γὰρ μόνον ὠδῖνα τίκτει νὺξ κυβερνήτῃ σοφῷ κατὰ τὸν Αἰσχύλον, ἀλλὰ καὶ πότου πᾶσα καὶ ἀνέσεως ἡδονὴ στρατηγῷ καὶ ἄρχοντι φροντίδος ἄξιόν ἐστιν· ἵνα τοίνυν ἀκοῦσαι θ’ ἃ δεῖ καὶ προστάξαι καὶ ὑπογράψαι δύνηται, τοῦτον ἐξαίρετον ἔχει τὸν τόπον· ἐν ᾧ τῆς δευτέρας κλίνης τῇ τρίτῃ συναπτούσης, ἡ γωνία διάλειμμα ποιοῦσα τῇ καμπῇ δίδωσι καὶ γραμματεῖ καὶ ὑπηρέτῃ καὶ φύλακι σώματος; καὶ ἀγγέλῳ τῶν ἀπὸ στρατοπέδου προσελθεῖν, διαλεχθῆναι, πυθέσθαι, μήτε τινὸς ἐνοχλοῦντος αὐτῷ μήτε τινὸς ἐνοχλουμένου τῶν συμποτῶν, ἀλλὰ καὶ χεῖρα καὶ φωνὴν ὑπερδέξιον ἔχοντι καὶ ἀκώλυτον. [Quaest. conv. 1.4.1] Ποῖόν τινα δεῖ τὸν συμποσίαρχον εἶναι. [Quaest. conv. 1.4.1b] Κράτων ὁ γαμβρὸς ἡμῶν καὶ Θέων ὁ ἑταῖρος ἔν τινι πότῳ παροινίας ἀρχὴν λαβούσης εἶτα παυσαμένης, λόγον ἐποιήσαντο περὶ τῆς συμποσιαρχίας, οἰόμενοί με δεῖν στεφανηφοροῦντα μὴ περιιδεῖν ἔθος ἐκλειφθὲν παντάπασιν, ἀλλ’ ἀνακαλεῖν καὶ καταστῆσαι πάλιν τῆς ἀρχῆς τὴν νενομισμένην ἐπιστασίαν περὶ τὰ συμπόσια καὶ διακόσμησιν. ἐδόκει δὲ ταῦτα καὶ τοῖς ἄλλοις, ὥστε θόρυβον ἐκ πάντων καὶ παράκλησιν γενέσθαι. ἐπεὶ τοίνυν ἔφην ἐγὼ δοκεῖ ταῦτα πᾶσιν, ἐμαυτὸν αἱροῦμαι συμποσίαρχον ὑμῶν καὶ κελεύω τοὺς μὲν ἄλλους, ὡς βούλονται, πίνειν ἐν τῷ παρόντι, Κράτωνα δὲ καὶ Θέωνα, τοὺς εἰσηγητὰς καὶ νομοθέτας τοῦ δόγματος, ἒν τινι τύπῳ βραχέως διελθεῖν, ὁποῖον ὄντα δεῖ τὸν συμποσίαρχον αἱρεῖσθαι, καὶ τί ποιούμενος τέλος ὁ αἱρεθεὶς ἄρξει, καὶ πῶς χρήσεται τοῖς κατὰ συμπόσιον· διελέσθαι δὲ τὸν λόγον αὐτοῖς ἐπιτρέπω. [Quaest. conv. 1.4.2] μικρὰ μὲν οὖν ἠκκίσαντο παραιτούμενοι· κελευόντων δὲ πάντων πείθεσθαι τῷ ἄρχοντι καὶ ποιεῖν τὸ προσταττόμενον, ἔφη πρότερος ὁ Κράτων, ὅτι δεῖ τὸν μὲν φυλάκων ἄρχοντα φυλακικώτατον, ὥς φησιν ὁ Πλάτων, εἶναι· τὸν δὲ συμποτῶν συμποτικώτατον. ἔστι δὲ τοιοῦτος, ἂν μήτε τῷ μεθύειν εὐάλωτος μήτε πρὸς τὸ πίνειν ἀπρόθυμος· ἀλλ’ ὡς ὁ Κῦρος ἔλεγε πρὸς Λακεδαιμονίους γράφων, ὅτι τὰ τ’ ἄλλα τοῦ ἀδελφοῦ βασιλικώτερος εἴη καὶ φέροι καλῶς πολὺν ἄκρατον. ὅ τε γὰρ παροινῶν ὑβριστὴς καὶ ἀσχήμων, ὃ τ’ αὖ παντάπασι νήφων ἀηδὴς καὶ παιδαγωγεῖν μᾶλλον ἢ συμποσιαρχεῖν ἐπιτήδειος. ὁ μὲν οὖν Περικλῆς, ὁσάκις ᾑρημένος στρατηγὸς ἀναλαμβάνοι τὴν χλαμύδα, πρῶτος εἰώθει διαλέγεσθαι πρὸς αὑτὸν ὥσπερ ὑπομιμνήσκων ὅρα, Περίκλεις ἐλευθέρων ἄρχεις, Ἑλλήνων ἄρχεις, Ἀθηναίων ἄρχεις. [Quaest. conv. 1.4.2b] ὁ δὲ συμποσίαρχος ἡμῶν ἐκεῖνα λεγέτω πρὸς αὑτὸν φίλων ἄρχεις, ἵνα μήτ’ ἀσχημονεῖν ἐπιτρέπῃ μήτε τὰς ἡδονὰς ἀφαιρῇ. δεῖ δὲ καὶ σπουδῆς τὸν ἄρχοντα πινόντων οἰκεῖον εἶναι καὶ παιδιᾶς μὴ ἀλλότριον, ἀλλ’ εὖ πως συγκεκραμένον πρὸς ἀμφότερα, σμικρῷ δὲ μᾶλλον, ὥσπερ οἶνον ἀστεῖον, ἀπονεύοντα τῇ φύσει πρὸς τὸ αὐστηρόν· ὁ γὰρ οἶνος ἄξει τὸ ἦθος εἰς τὸ μέτριον μαλακώτερον ποιῶν καὶ ἀνυγραίνων. ὥσπερ γὰρ ὁ Ξενοφῶν ἔλεγε τοῦ Κλεάρχου τὸ σκυθρωπὸν καὶ ἄγροικον ἄλλως ἐν ταῖς μάχαις ἡδὺ καὶ φαιδρὸν ἐπιφαίνεσθαι διὰ τὸ θαρραλέον οὕτως ὁ μὴ φύσει πικρὸς ἀλλὰ σεμνὸς καὶ αὐστηρός, ἐν τῷ πίνειν ἀνιέμενος ἡδίων γίγνεται καὶ προσφιλέστερος, ἔτι τοίνυν αὐτῷ δεῖ προσεῖναι τὸ μάλιστα μὲν ἑκάστου τῶν συμποτῶν ἐμπείρως ἔχειν, τίνα λαμβάνει μεταβολὴν ἐν οἴνῳ καὶ πρὸς τί πάθος ἀκροσφαλής ἐστι καὶ πῶς φέρει τὸν ἄκρατον. οὐ γὰρ οἴνου μὲν ἔστι πρὸς ὕδωρ ἑτέρου ἑτέρα μῖξις, ἣν οἱ βασιλικοὶ γιγνώσκοντες οἰνοχόοι νῦν μὲν πλέον νῦν δ’ ἔλαττον ὑποχέουσιν· [Quaest. conv. 1.4.2c] ἀνθρώπου δὲ πρὸς οἶνον οὐκ ἔστ’ ἰδία κρᾶσις ἣν τῷ συμποσιάρχῳ γιγνώσκειν προσήκει καὶ γιγνώσκοντι φυλάττειν, ἵν’ ὥσπερ ἁρμονικὸς τὸν μὲν ἐπιτείνων τῇ πόσει τὸν δ’ ἀνιεὶς καὶ ὑποφειδόμενος, εἰς ὁμαλότητα καὶ συμφωνίαν ἐκ διαφορᾶς καταστήσῃ τὰς φύσεις· ὅπως μὴ κοτύλῃ μηδὲ κυάθοις τὸ ἴσον, ἀλλὰ καιροῦ τινι μέτρῳ καὶ σώματος δυνάμει τὸ οἰκεῖον ἑκάστῳ καὶ πρόσφορον ἀπονέμηται. εἰ δὲ τοῦτό δύσκολον, ἐκεῖνα γε πάντως ἐξειδέναι τῷ συμποσιάρχῳ προσήκει, τὰ κοινὰ περὶ τὰς φύσεις καὶ τὰς ἡλικίας· οἷον πρεσβῦται τάχιον μεθύσκονται νέων, σαλευόμενοι δ’ ἠρεμούντων, ἔλλυποι δὲ γιγνώσκων ἄν τις μᾶλλον τοῦ ἀγνοοῦντος εὐσχημοσύνην καὶ ὁμόνοιαν συμποσίου πρυτανεύσειε. [Quaest. conv. 1.4.2d] καὶ μὴν ὅτι γε δεῖ τὸν συμποσίαρχον οἰκείως ἔχειν καὶ φιλικῶς πρὸς ἅπαντας ὕπουλον δὲ μηδενὶ μηδ’ ἀπεχθῆ τῶν ἑστιωμένων εἶναι, παντί που δῆλον οὔτε γὰρ ἐπιτάττων ἀνεκτὸς οὔτ’ ἀπονέμων ἴσος οὔτε προσπαίζων ὅμως ἀνέγκλητος ἔσται. τοιοῦτον ἔφησοι, Θέων, ἐγὼ τὸν ἄρχοντα συμποσίου πλάσας ὥσπερ ἐκ κηροῦ τοῦ λόγου παραδίδωμι. [Quaest. conv. 1.4.3] καὶ ὁ Θέων ἀλλὰ δέχομαι μέν εἶπεν οὕτω μᾶλλον ἀπειργασμένον τὸν ἄνδρα καὶ συμποτικόν· εἰ δὲ χρήσομαι κατὰ πᾶν αὐτῷ καὶ μὴ καταισχυνῶ τοὔργον, οὐκ οἶδα· κοσμιώτατον δέ μοι δοκεῖ τοιοῦτος ὢν τὸ συμπόσιον διαφυλάξειν ἡμῖν καὶ μὴ περιόψεσθαι νῦν μὲν ἐκκλησίαν δημοκρατικὴν νῦν δὲ σχολὴν σοφιστοῦ γενομένην αὖθις δὲ κυβευτήριον, εἶτά που σκηνὴν καὶ θυμέλην. ἢ γὰρ οὐχ ὁρᾶτε τοὺς μὲν δημαγωγοῦντας καὶ δικαζομένους παρὰ δεῖπνον, τοὺς δὲ μελετῶντας καὶ ἀναγιγνώσκοντας αὑτῶν τινα συγγράμματα, τοὺς δὲ μίμοις καὶ ὀρχησταῖς ἀγωνοθετοῦντας; Ἀλκιβιάδης δὲ καὶ Θεόδωρος τελεστήριον ἐποίησαν τὸ Πολυτίωνος συμπόσιον, ἀπομιμούμενοι δᾳδουχίας καὶ ἱεροφαντίας. ὧν οὐδὲν οἶμαι τῷ ἄρχοντι περιοπτέον· ἀλλὰ καὶ λόγοις καὶ θεάμασι καὶ παιδιαῖς δώσει τόπον ἐκείνοις μόνοις, ὅσα πρὸς τὸ συμποτικὸν τέλος ἐξικνεῖται· τοῦτο δ’ ἦν φιλίας ἐπίτασιν ἢ γένεσιν δι’ ἡδονῆς ἐνεργάσασθαι τοῖς παροῦσι· διαγωγὴ γάρ ἐστιν ἐν οἴνῳ τὸ συμπόσιον εἰς φιλίαν ὑπὸ χάριτος τελευτῶσα. [Quaest. conv. 1.4.3b] ἐπεὶ δὲ πανταχοῦ τὸ πλήσμιον καὶ πολλαχοῦ βλαβερὸν τὸ ἄκρατον, ἡ δὲ μῖξις, οἷς ἂν ἐν καιρῷ καὶ μετὰ μέτρου παραγένηται πράγμασιν, ἀφαιρεῖ τἄγαν, ᾧ καὶ βλάπτει τὰ ἡδέα καὶ λυπεῖ τὰ ὠφέλιμα· δῆλον ὅτι καὶ τοῖς πίνουσιν ὁ ἐπιστάτης μεμιγμένην τινὰ παρέξει διαγωγήν. ἀκούων οὖν πολλῶν λεγόντων, ὅτι πλοῦς μὲν ὁ παρὰ γῆν περίπατος δ’ ὁ παρὰ θάλατταν ἥδιστός ἐστιν, οὕτω παραβαλεῖ τῇ σπουδῇ τὴν παιδιάν, ὅπως οἵ τε παίζοντες ἁμωσγέπως σπουδῆς τινος ἔχωνται καὶ πάλιν οἱ σπουδάζοντες ἀναθαρρῶσιν, ὥσπερ οἱ ναυτιῶντες ἐγγύθεν εἰς γῆν τὴν παιδιὰν ἀποβλέποντες. ἔστι γὰρ καὶ γέλωτι χρῆσθαι πρὸς πολλὰ τῶν ὠφελίμων καὶ σπουδὴν ἡδεῖαν παρασχεῖν, [Quaest. conv. 1.4.3c] ὡς ἀν’ ἐχινόποδας καὶ ἀνὰ τρηχεῖαν ὄνωνιν φύονται μαλακῶν ἄνθεα λευκοΐων. [Quaest. conv. 1.4.3d] ὅσαι δ’ ἄνευ σπουδῆς ἐπεισκωμάζουσι τοῖς συμποσίοις παιδιαί, ταύτας ἐπιμελῶς διακελεύσεται τοῖς συμπόταις εὐλαβεῖσθαι, μὴ λάθωσιν ὕβριν καὶ ἀσέλγειαν καθάπερ ὑοσκύαμον λαβόντες οἴνῳ τοῖς λεγομένοις προστάγμασιν ἐξυβρίζωσι, προστάττοντες ᾄδειν ψελλοῖς ἢ κτενίζεσθαι φαλακροῖς ἢ ἀσκωλιάζειν χωλοῖς. ὥσπερ Ἀγαπήστορι τῷ Ἀκαδημαϊκῷ λεπτὸν ἔχοντι καὶ κατεφθινηκὸς τὸ σκέλος ἐπηρεάζοντες οἱ ξυμπόται πάντας ἐκέλευσαν ἐπὶ τοῦ δεξιοῦ ποδὸς ἑστῶτας ἐκπιεῖν τὸ ποτήριον ἢ ζημίαν καταβαλεῖν τοῦ δὲ προστάσσειν περιελθόντος εἰς αὐτόν, ἐκέλευσε πάντας οὕτω πιεῖν, ὡς ἂν αὐτὸν ἴδωσι· καὶ κεραμίου στενοῦ κομισθέντος, εἰς τοῦτο τὸν ἀσθενῆ πόδα καθεὶς ἐξέπιε τὸ ποτήριον, οἱ δ’ ἄλλοι πάντες, ὡς ἐφαίνετο πειρωμένοις ἀδύνατον, ἀπέτισαν τὴν ζημίαν. χαρίεις οὖν Ἀγαπήστωρ καὶ ποιητέον εὐκόλους οὕτω καὶ ἱλαρὰς τὰς ἀμύνας, ἀλλὰ μὴν καὶ προστάγμασιν ἐθιστέον χρῆσθαι πρὸς ἡδονὴν καὶ ὠφέλειαν, τὰ οἰκεῖα καὶ δυνατὰ καὶ κοσμοῦντα τὸν δρῶντα προστάσσοντας, ᾠδικοῖς ᾆσαι, ῥητορικοῖς εἰπεῖν, φιλοσόφοις λῦσαί τι τῶν ἀπορουμένων, ποιηταῖς προενέγκασθαι στίχους. ἡδέως γὰρ εἰς τοῦθ’ ἕκαστος ἄγεται καὶ προθύμως, [Quaest. conv. 1.4.3e] ἵν’ αὐτὸς αὑτοῦ τυγχάνει κράτιστος ὤν [Quaest. conv. 1.4.3f] ὁ μὲν οὖν τῶν Ἀσσυρίων βασιλεὺς ἆθλον ὑπὸ κήρυκος κατήγγειλε τῷ καινὴν ἡδονὴν ἐξευρόντι· συμποσίου δὲ βασιλεὺς; ἀστεῖον ἆθλον ἂν καὶ γέρας προθείη τῷ παιδιὰν ἀνύβριστον εἰσηγησαμένῳ καὶ τέρψιν ὠφέλιμον καὶ γέλωτα μὴ μώμου μηδ’ ὕβρεων ἀλλὰ χάριτος καὶ φιλοφροσύνης ἑταῖρον· ἐν οἷς τὰ πλεῖστα ναυαγεῖ συμπόσια μὴ τυχόντα παιδαγωγίας ὀρθῆς. ἔστι δὲ σώφρονος ἀνδρὸς ἔχθραν φυλάττεσθαι καὶ ὀργήν, ἐν ἀγορᾷ τὴν ἐκ πλεονεξίας ἐν γυμνασίοις καὶ παλαίστραις ἐκ φιλονεικίας ἐν δ’ ἀρχαῖς καὶ φιλοτιμίαις ἐκ φιλοδοξίας ἐν δὲ δείπνῳ καὶ παρὰ πότον ἐκ παιδιᾶς ἐπιτιθεμένην. [Quaest. conv. 1.5.1] πῶς εἴρηται τὸ ποιητὴν δ’ ἄρα Ἔρως διδάσκει. [Quaest. conv. 1.5.1b] πῶς εἴρηται τὸ ποιητὴν δ’ ἄρα [Quaest. conv. 1.5.1c] ἔρως διδάσκει, κἂν ἄμουσος ᾖ τὸ πρίν [Quaest. conv. 1.5.1d] ἐζητεῖτο παρὰ Σοσσίῳ, Σαπφικῶν τινων ᾀσθέντων, ὅπου καὶ τὸν Κύκλωπα μούσαις εὐφώνοις ἰᾶσθαι φησὶ τὸν ἔρωτα Φιλόξενος. [Quaest. conv. 1.5.1e] ἐλέχθη μὲν οὖν, ὅτι πρὸς πάντα τόλμαν ὁ ἔρως καὶ καινοτομίαν συγχωρῆσαι δεινός ἐστιν, ὥσπερ καὶ Πλάτων ἴτην αὐτὸν καί παντὸς ἐπιχειρητὴν ὠνόμασε· καὶ γὰρ λάλον ποιεῖ τὸν σιωπηλὸν καὶ θεραπευτικὸν τὸν αἰσχυντηλόν, ἐπιμελῆ δὲ καὶ φιλόπονον τὸν ἀμελῆ καὶ ῥᾴθυμον ὃ δ’ ἄν τις μάλιστα θαυμάσειεν, φειδωλὸς ἀνήρ τε καὶ μικρολόγος ἐμπεσὼν εἰς ἔρωτα, καθάπερ εἰς πῦρ σίδηρος ἀνεθεὶς καὶ μαλαχθείς, ἁπαλὸς καὶ ὑγρὸς καὶ ἡδίων· ὥστε τουτὶ τὸ παιζόμενον μὴ πάνυ φαίνεσθαι γελοῖον, ὅτι πράσου φύλλῳ τὸ τῶν ἐρώντων δέδεται βαλλάντιον ἐλέχθη δὲ καὶ ὅτι τῷ μεθύειν τὸ ἐρᾶν ὅμοιόν ἐστι· ποιεῖ γὰρ θερμοὺς καὶ ἱλαροὺς καὶ διακεχυμένους· γενόμενοι δὲ τοιοῦτοι πρὸς τὰς ἐπῳδοὺς καὶ ἐμμέτρους μάλιστα φωνὰς ἐκφέρονται. καὶ τὸν Αἰσχύλον φασὶ τὰς τραγῳδίας πίνοντα ποιεῖν καὶ διαθερμαινόμενον. ἦν δὲ Λαμπρίας ὁ ἡμέτερος πάππος ἐν τῷ πίνειν εὑρετικώτατος αὐτὸς αὑτοῦ καὶ λογιώτατος· εἰώθει δὲ λέγειν ὅτι τῷ λιβανωτῷ παραπλησίως ὑπὸ θερμότητος; ἀναθυμιᾶται. καὶ μὴν ἥδιστα τοὺς ἐρωμένους ὁρῶντες οὐχ ἧττον ἡδέως ἐγκωμιάζουσιν ἢ ὁρῶσι· καὶ πρὸς πάντα λάλος ὢν ἔρως λαλίστατός ἐστιν ἐν τοῖς ἐπαίνοις. αὐτοί τε γὰρ οὕτω πεπεισμένοι τυγχάνουσι καὶ βούλονται πεπεῖσθαι πάντας, ὡς καλῶν κἀγαθῶν ἐρῶντες. τοῦτο καὶ τὸν Λυδὸν ἐπῆρε Κανδαύλην τῆς ἑαυτοῦ γυναικὸς ἐπισπᾶσθαι θεατὴν εἰς τὸ δωμάτιον τὸν … τὴν οὐ βούλονται γὰρ ὑπ’ ἄλλων μαρτυρεῖσθαι· διὸ καὶ γράφοντες ἐγκώμια τῶν καλῶν ἐπικοσμοῦσιν αὐτὰ μέλεσι καὶ μέτροις καὶ ᾠδαῖς, ὥσπερ εἰκόνας χρυσῷ καλλωπίζοντες, ὅπως ἀκούηταί τε μᾶλλον ὑπὸ πολλῶν καὶ μνημονεύηται· καὶ γὰρ ἂν ἵππον καὶ ἀλεκτρυόνα, κἂν ἄλλο τι τοῖς ἐρωμένοις διδῶσι, καλὸν εἶναι καὶ κεκοσμημένον ἐκπρεπῶς βούλονται καὶ περιττῶς τὸ δῶρον· μάλιστα δὲ λόγον κόλακα προσφέροντες ἡδὺν ἐθέλουσι φαίνεσθαι καὶ γαῦρον καὶ περιττόν, οἷος ὁ ποιητικός ἐστιν. [Quaest. conv. 1.5.2] ὁ μέντοι Σόσσιος ἐπαινέσας ἐκείνους, εἶπεν ὡς οὐ χεῖρον ἄν τις ἐπιχειρήσειεν ὁρμηθεὶς ἀφ’ ὧν Θεόφραστος εἴρηκε περὶ μουσικῆς· καὶ γὰρ ἔναγχος ἔφη τὸ βιβλίον ἀνέγνων. λέγει δὲ Θεόφραστος μουσικῆς ἀρχὰς τρεῖς εἶναι, λύπην, ἡδονήν, ἐνθουσιασμόν, ὡς ἑκάστου τῶν … αὐτῶν παρατρέποντος ἐκ τοῦ συνήθους καὶ παρεγκλίνοντος τὴν φωνήν. αἵ τε γὰρ λῦπαι τὸ γοερὸν καὶ θρηνητικὸν ὀλισθηρὸν εἰς ᾠδὴν ἔχουσι· διὸ καὶ τοὺς ῥήτορας ἐν τοῖς ἐπιλόγοις καὶ τοὺς ὑποκριτὰς ἐν τοῖς ὀδυρμοῖς ἀτρέμα τῷ μελῳδεῖν προσάγοντας ὁρῶμεν καὶ παρεντείνοντας τὴν φωνήν. αἵ τε σφοδραὶ περιχάρειαι τῆς ψυχῆς τῶν μὲν ἐλαφροτέρων τῷ ἤθει καὶ τὸ σῶμα πᾶν ἐπαίρουσι καὶ παρακαλοῦσιν εἰς ἔνρυθμον κίνησιν, ἐξαλλομένων καὶ κροτούντων εἴπερ ὀρχεῖσθαι μὴ δύνανται· [Quaest. conv. 1.5.2b] μανίαι τ’ ἀλαλαὶ τ’ ὀρινομένων ῥιψαύχενι σὺν κλόνῳ [Quaest. conv. 1.5.2c] κατὰ Πίνδαρον. οἱ δὲ χαρίεντες ἐν τῷ πάθει τούτῳ γενόμενοι τὴν φωνὴν μόνην εἰς τὸ ᾅδειν καὶ φθέγγεσθαι μέτρα καὶ μέλη προΐενται. μάλιστα δ’ ὁ ἐνθουσιασμὸς ἐξίστησι καὶ παρατρέπει τό τε σῶμα καὶ τὴν φωνὴν τοῦ συνήθους καὶ καθεστηκότος. ὅθεν αἵ τε βακχεῖαι ῥυθμοῖς χρῶνται καὶ τὸ χρησμῳδεῖν ἐμμέτρως παρέχεται τοῖς ἐνθεαζομένοις· τῶν τε μαινομένων ὀλίγους ἰδεῖν ἔστιν ἄνευ μέτρου καὶ ᾠδῆς ληροῦντας. οὕτω δὲ τούτων ἐχόντων, εἰ βούλοιο καθορᾶν ὑπ’ αὐγὰς διαπτύξας τὸν ἔρωτα καὶ καταμανθάνειν, οὐκ ἂν ἄλλο πάθος εὕροις οὔτε λύπας δριμυτέρας ἔχον οὔτε σφοδροτέρας περιχαρείας οὔτε μείζονας ἐκστάσεις καὶ παραφροσύνας· [Quaest. conv. 1.5.2d] ἀλλ’ ὥσπερ τὴν Σοφοκλέους πόλιν ἰδεῖν ἔστιν ἀνδρὸς ἐρωτικοῦ ψυχὴν ὁμοῦ μὲν θυμιαμάτων γέμουσαν, ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων. [Quaest. conv. 1.5.2e] οὐδὲν οὖν ἄτοπον οὐδὲ θαυμαστόν, εἰ πάσας, ὅσαι μουσικῆς εἰσιν ἀρχαί, περιέχων ὁ ἔρως ἐν αὑτῷ καὶ συνειληφώς, λύπην ἡδονὴν ἐνθουσιασμόν, τὰ τ’ ἄλλα φιλόφωνός ἐστι καὶ λάλος εἴς τε ποίησιν μελῶν καὶ μέτρων, ὡς οὐδὲν ἄλλο πάθος, ἐπίφορος καὶ κατάντης. [Quaest. conv. 1.6.1] Περὶ τῆς Ἀλεξάνδρου πολυποσίας. [Quaest. conv. 1.6.1b] λόγος ἦν περὶ Ἀλεξάνδρου τοῦ βασιλέως, ὡς οὐ πολὺ πίνοντος ἀλλὰ πολὺν χρόνον ἐν τῷ πίνειν καὶ διαλέγεσθαι τοῖς φίλοις ἕλκοντος. ἀπεδείκνυε δ’ αὐτοὺς φλυαροῦντας Φιλῖνος ἐκ τῶν βασιλικῶν ἐφημερίδων, ἐν αἷς συνεχέστατα γέγραπται καὶ πλειστάκις ὅτι τήνδε τὴν ἡμέραν ἐκ τοῦ πότου καθεύδων ἔστι δ’ ὅτε καὶ τὴν ἐφεξῆς· διὸ καὶ πρὸς τὰς συνουσίας ἀργότερος ἦν ὀξὺς δὲ καὶ θυμοειδὴς ἅπερ ἐστὶ σωματικῆς θερμότητος. λέγεται δὲ καὶ τοῦ χρωτὸς ἥδιστον ἀποπνεῖν, ὥστε καταπιμπλάναι τοὺς χιτωνίσκους εὐωδίας ἀρωματιζούσης. ὃ δοκεῖ καὶ αὐτὸ θερμότητος εἶναι· διὸ καὶ τῆς οἰκουμένης οἱ ξηρότατοι καὶ θερμότατοι τόποι τὴν τε κασίαν καὶ τὸν λιβανωτὸν ἐκφέρουσι· πέψει γάρ τινι τῶν ὑγρῶν ὁ Θεόφραστός; φησιν ἐπιγίγνεσθαι τὴν εὐωδίαν, ὅταν ἐξαιρεθῇ τὸ βλαβερὸν ὑγρὸν ὑπὸ θερμότητος. δοκεῖ δὲ καὶ Καλλισθένης ἐν διαβολῇ γενέσθαι πρὸς αὐτόν, ὡς δυσχεραίνων δειπνεῖν διὰ τὸν πότον· ἐπεὶ καὶ κύλικα λεγομένην Ἀλεξάνδρου μεγάλην, ἐλθοῦσαν ἐπ’ αὐτὸν, ἀπεώσατο φήσας οὐκ ἐθέλειν Ἀλεξάνδρου πιὼν Ἀσκληπιοῦ δεῖσθαι. ταῦτα μὲν οὖν περὶ τῆς Ἀλεξάνδρου πολυποσίας. [Quaest. conv. 1.6.2] Μιθριδάτην δὲ τὸν πολεμήσαντα Ῥωμαίοις ἐν τοῖς ἀγῶσιν, οὓς ἐπετέλει, καὶ πολυφαγίας ἆθλα θεῖναι καὶ πολυποσίας φασί· νικῆσαι δ’ αὐτὸν ἀμφότερα, καὶ ὅλως πιεῖν πλεῖστον τῶν καθ’ αὑτὸν ἀνθρώπων, διὸ καὶ Διόνυσον ἐπικληθῆναι. τοῦθ’ ἡμεῖς εἴπομεν ἕν τι τῶν εἰκῆ πεπιστευμένων εἶναι, τὸ περὶ τὴν αἰτίαν τῆς ἐπικλήσεως· νηπίου γὰρ ὄντος αὐτοῦ κεραυνὸς ἐπέφλεξε τὰ σπάργανα, τοῦ δὲ σώματος οὐχ ἥψατο, πλὴν ὅσον ἴχνος τι τοῦ πυρὸς ἐν τῷ μετώπῳ κρατουμένῳ ὑπὸ τῆς κόμης μένειν αὐτῷ παιδί· καὶ ἀνδρὸς ἤδη πάλιν ἐπὶ τὸ δωμάτιον ἐμπεσὼν κεραυνὸς αὐτοῦ μὲν κατέπεσε καθεύδοντος, τῆς δὲ φαρέτρας ὑποκρεμαμένης διεξῆλθε τὰ βέλη πυρακτώσας. οἱ μὲν οὖν μάντεις ἀπεφήναντο πλεῖστον αὐτὸν ἰσχύσειν ἀπὸ τῆς τοξικῆς καὶ κούφης στρατιᾶς, οἱ δὲ πολλοὶ Διόνυσον αὐτὸν ἀπὸ τῶν κεραυνοβολιῶν ὁμοιότητι τοῦ πάθους προσηγόρευσαν. [Quaest. conv. 1.6.3] ἐκ τούτου περὶ τῶν πολὺ πιόντων ἦν λόγος· ἐν οἷς καὶ τὸν πύκτην Ἡρακλείδην ἐτίθεσαν, ὃν Ἡρακλοῦν Ἀλεξανδρεῖς ὑπεκορίζοντο, κατὰ τοὺς πατέρας ἡμῶν γενόμενον. οὗτος ἀπορῶν συμπότου παραμένοντος, ἐκάλει τοὺς μὲν ἐπὶ πρόπωμα τοὺς δ’ ἐπ’ ἄριστον ἄλλους δ’ ἐπὶ δεῖπνον, ἐσχάτους δέ τινας ἐπὶ κῶμον· ἀπαλλαττομένων δὲ τῶν πρώτων, δεύτεροι συνῆπτον εἶτ’ ἐφεξῆς οἱ τρίτοι καὶ τέταρτοι· κἀκεῖνος οὐθὲν διάλειμμα ποιῶν ἅπασιν ἐξήρκει καὶ τοὺς τέσσαρας πότους συνδιέφερε. [Quaest. conv. 1.6.4] τῶν δὲ Δρούσῳ τῷ Τιβερίου Καίσαρος υἱῷ συμβιούντων ὁ πάντας ἐν τῷ πίνειν προτρεπόμενος ἰατρὸς ἑάλω τῶν πικρῶν ἀμυγδαλῶν πέντ’ ἢ ἓξ ἑκάστοτε προλαμβάνων ἕνεκα τοῦ μὴ μεθύσκεσθαι· κωλυθεὶς δὲ καὶ παραφυλαχθεὶς οὐδ’ ἐπὶ μικρὸν ἀντέσχεν. ἔνιοι μὲν οὖν ᾤοντο τὰς ἀμυγδαλίδας δηκτικόν τι καὶ ῥυπτικὸν ἔχειν τῆς σαρκός, ὥστε καὶ τῶν προσώπων τὰς ἐφηλίδας ἐξαιρεῖν· ὅταν οὖν προληφθῶσι, τῇ πικρότητι τοὺς πόρους ἀμύσσειν καὶ δηγμὸν ἐμποιεῖν, ὑφ’ οὗ τὸ ὑγρὸν κατασπῶσιν ἀπὸ τῆς κεφαλῆς διατμιζόμενον. ἡμῖν δὲ μᾶλλον ἡ τῆς πικρότητος ἐδόκει δύναμις ἀναξηραντικὴ καὶ δάπανος ὑγρῶν εἶναι· διὸ τῇ γεύσει πάντων ἐστὶ τῶν χυλῶν ὁ πικρὸς ἀηδέστατος· τὰ γὰρ φλέβια τῆς γλώττης, ὡς ὁ Πλάτων φησί, μαλακὰ καὶ νοτερὰ ὄντα, συντείνει παρὰ φύσιν ἡ τῆς ξηρότητος δύναμις, ἐκτηκομένων τῶν ὑγρῶν. καὶ τὰ ἕλκη τοῖς πικροῖς ἀπισχναίνουσι φαρμάκοις, ὡς ὁ ποιητής φησιν [Quaest. conv. 1.6.4b] ἐπὶ δὲ ῥίζαν βάλε πικρὴν χερσὶ διατρίψας ὀδυνήφατον, ἣ οἱ ἁπάσας ἔσχ’ ὀδύνας· τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δ’ αἷμα. [Quaest. conv. 1.6.4c] τὸ γὰρ τῇ γεύσει πικρὸν τῇ δυνάμει ξηραντικὸν ὀρθῶς προσηγόρευσε. φαίνεται δὲ καὶ τὰ διαπάσματα τῶν γυμνικῶν, οἷς ἀναρπάζουσι τοὺς ἱδρῶτας, πικρὰ τῇ γύσει καὶ στυπτικὰ ὄντα σφοδρότητι τοῦ στρυφνοῦ τὸ πικρόν. οὕτως οὖν ἔφην τούτων ἐχόντων, εἰκότως ἡ τῶν ἀμυγδαλῶν πικρότης βοηθεῖ πρὸς τὸν ἄκρατον, ἀναξηραίνουσα τοῦ σώματος τὰ ἐντὸς καὶ οὐκ ἐῶσα πίμπλασθαι τὰς φλέβας, ὧν διατάσει φασὶ καὶ ταραχῇ συμβαίνει τὸ μεθύειν. τεκμήριον δὲ τοῦ λόγου μέγα τὸ συμβαῖνον περὶ τὰς ἀλώπεκας· ἂν γὰρ ἀμυγδάλας πικρὰς φαγοῦσαι μὴ ἐπιπίωσιν, ἀποθνήσκουσι τῶν ὑγρῶν ἀθρόως ἐκλειπόντων. [Quaest. conv. 1.7.1] Διὰ τί μᾶλλον ἀκράτῳ χαίρουσιν οἱ γέροντες. [Quaest. conv. 1.7.1b] ἐζητεῖτο περὶ τῶν γερόντων, διὰ τί μᾶλλον ἀκρατοτέρῳ τῷ ποτῷ χαίρουσιν. οἱ μὲν οὖν κατεψυγμένην τὴν ἕξιν αὐτῶν καὶ δυσεκθέρμαντον οὖσαν οἰόμενοι διὰ τοῦτο τῇ σφοδρότητι τῆς κράσεως ἐναρμόττειν, ἐφαίνοντο κοινόν τι καὶ πρόχειρον οὐχ ἱκανὸν δὲ πρὸς τὴν αἰτίαν οὐδ’ ἀληθὲς λέγοντες. καὶ γὰρ ἐπὶ τῶν ἄλλων αἰσθήσεων ταὐτὸ συμβέβηκε. δυσκίνητοι γάρ εἰσι καὶ δυσμετάβλητοι πρὸς τὰς ἀντιλήψεις τῶν ποιοτήτων, ἂν μὴ κατάκοροι καὶ σφοδραὶ προσπέσωσιν αἰτία δ’ ἡ τῆς ἕξεως ἄνεσις· ἐκλυομένη γὰρ καὶ ἀτονοῦσα πλήττεσθαι φιλεῖ. διὸ τῇ τε γεύσει μάλιστα τοὺς δηκτικοὺς προσίενται χυμούς, ἣ τ’ ὄσφρησις αὐτῶν ὅμοια πέπονθε πρὸς τὰς ὀσμάς· κινεῖται γὰρ ὑπὸ τῶν ἀκράτων καὶ σφοδρῶν ἥδιον. ἡ δ’ ἁφὴ πρὸς τὰ ἕλκη δυσπαθής· τραύματα γὰρ ἐνίοτε λαμβάνοντες οὐ μάλα πονοῦσιν. ὁμοιότατον δὲ γίγνεται τὸ τῆς ἀκοῆς· οἱ γὰρ μουσικοὶ γηρῶντες ὀξύτερον ἁρμόζονται καὶ σκληρότερον, οἷον ὑπὸ πληγῆς τῆς συντόνου φωνῆς ἐγείροντες τὸ αἰσθητήριον. ὅ τι γὰρ σιδήρῳ πρὸς ἀκμὴν στόμωμα, τοῦτο σώματι πνεῦμα παρέχει πρὸς αἴσθησιν· ἐνδόντος δὲ τούτου καὶ χαλάσαντος, ἀργὸν ἀπολείπεται καὶ γεῶδες τὸ αἰσθητήριον καὶ σφοδροῦ τοῦ νύττοντος, οἷον ὁ ἄκρατός ἐστι, δεόμενον. [Quaest. conv. 1.8.1] Διὰ τί τὰ γράμματα πόρρωθεν οἱ πρεσβύτεροι μᾶλλον ἀναγιγνώσκουσιν. [Quaest. conv. 1.8.1b] ταῦτα δ’ ἡμῶν εἰς τὸ προκείμενον εὑρησιλογούντων, ἐδόκει τὸ τῆς ὄψεως ς ἀντιπίπτειν. οἱ γὰρ πρεσβύτεροι πόρρω τὰ γράμματα τῶν ὀμμάτων ἀπάγοντες ἀναγιγνώσκουσιν, ἐγγύθεν δ’ οὐ δύνανται· καὶ τοῦτο παραδηλῶν ὁ Αἰσχύλος φησὶν [Quaest. conv. 1.8.1c] οὐδὲ ἀπὸ … αὐτόν· οὐ γὰρ ἐγγύθεν [Quaest. conv. 1.8.1d] ἐνδηλότερον δὲ Σοφοκλῆς ταὐτὸ περὶ τῶν γερόντων· [Quaest. conv. 1.8.1e] βαρεῖα μὲν γὰρ ἐν λόγοισι προσβολὴ μόλις δι’ ὠτὸς ἔρχεται τρυπωμένου, πόρρω δὲ λεύσσων, ἐγγύθεν δὲ πᾶς τυφλός. [Quaest. conv. 1.8.1f] εἴπερ οὖν πρὸς τὴν ἐπίτασιν καὶ σφοδρότητα μᾶλλον ὑπακούει τὰ τῶν γερόντων αἰσθητήρια, πῶς ἐν τῷ ἀναγιγνώσκειν τὸν ἐγγύθεν ἀντιφωτισμὸν οὐ φέρουσιν, ἀλλὰ παράγοντες ἀπωτέρω τὸ βιβλίον ιο ἐκλύουσι τὴν λαμπρότητα τῷ ἀέρι καθάπερ οἶνον ὕδατι κατακεραννυμένην; [Quaest. conv. 1.8.2] ἦσαν μὲν οὖν οἳ πρὸς τοῦτ’ ἔλεγον, ὡς ἀπάγουσι τῶν ὄψεων τὸ βιβλίον, οὐ μαλακώτερον τὸ φῶς ποιοῦντες, ἀλλ’ οἷον ἐπιδραττόμενοι καὶ περιλαμβάνοντες αὐγὴν πλείονα καὶ πληροῦντες ἀέρος λαμπροῦ τὴν μεταξὺ τῶν ὀμμάτων καὶ τῶν γραμμάτων χώραν. ἕτεροι δὲ τοῖς συμβάλλουσι τὰς αὐγὰς μετεῖχον ἐπεὶ γὰρ ἀποτείνεται τῶν ὀφθαλμῶν ἑκατέρου κῶνος, πρὸς τῷ ὄμματι τὴν κορυφὴν ἔχων, ἕδραν δὲ καὶ βάσιν ἣ περιλαμβάνει τὸ ὁρώμενον, ἄχρι μέν τινος εἰκός ἐστιν ἰδίᾳ τῶν κώνων ἑκάτερον φέρεσθαι· γενόμενοι δ’ ἀπωτέρω καὶ συμπεσόντες ἀλλήλοις ἓν τὸ φῶς ποιοῦσι· διὸ καὶ τῶν ὁρωμένων ἕκαστον ἓν οὐ δύο φαίνεται, καίπερ ἀμφοτέροις ἅμα τοῖς ὄμμασι καταφαινόμενον· αἰτία γὰρ ἡ τῶν κώνων σύναψις εἰς ταὐτὸ καὶ σύλλαμψις ἐκ δυεῖν μίαν ὄψιν ἀπειργασμένη. τούτων δ’ οὕτως ἐχόντων, οἱ μὲν ἐγγὺς προσάγοντες τὰ γράμματα πρεσβῦται, μηδέπω τῶν αὐγῶν συγκεχυμένων, ἀλλ’ ἑκατέρᾳ χωρὶς ἐπιθιγγάνοντες ἀσθενέστερον ἐπιλαμβάνονται· οἱ δ’ ἀπωτέρω προθέμενοι, μεμιγμένου τοῦ φωτὸς ἤδη καὶ πολλοῦ γεγονότος, μᾶλλον ἐξακριβοῦσιν ὥσπερ οἱ ταῖς δυσὶν ὁμοῦ χερσὶ κατέχοντες, ὃ τῇ ἑτέρᾳ μὴ δύνανται. [Quaest. conv. 1.8.3] Λαμπρίας δ’ ὁ ἀδελφὸς τὴν Ἱερωνύμου … οὐκ ἀνέγνωκεν … εὐφυΐαν ἐμπεσὼν, ὅτι τοῖς προσπίπτουσιν ἀπὸ τῶν ὁρατῶν εἴδεσι πρὸς τὴν ὄψιν ὁρῶμεν, ἃ πρῶτον μὲν ἀπέρχεται μεγάλα καὶ παχυμερῆ· διὸ τοὺς γέροντας ἐγγύθεν ἐπιταράττει βραδυπόρον καὶ σκληρὰν ἔχοντας τὴν ὅρασιν ἀνενεχθέντων δ’ εἰς τὸν ἀέρα καὶ λαβόντων διαστήματα, τὰ μὲν γεώδη περιθραύεται καὶ ἀποπίπτει, τὰ δὲ λεπτὰ προσπελάζοντα ταῖς ὄψεσιν ἀλύπως καὶ ὁμαλῶς ἐναρμόττει τοῖς πόροις, ὥσθ’ ἧττον ταραττομένους μᾶλλον ἀντιλαμβάνεσθαι. καὶ γὰρ αἱ τῶν ἀνθέων ὀσμαὶ πόρρωθεν εὐωδέστεραι προσπίπτουσιν· ἂν δ’ ἐγγύθεν ἄγαν προσάγῃς, οὐχ οὕτω καθαρὸν οὐδ’ ἄκρατον ὀδώδασιν. αἴτιον δ’ ὅτι πολλὰ τῶν γεωδῶν καὶ θολερῶν συναποφέρεται τῇ ὀσμῇ καὶ διαφθείρει τὴν εὐωδίαν ἐγγύθεν λαμβανομένην· ἂν δ’ ἄπωθεν, τὰ μὲν θολερὰ καὶ γεώδη περιρρεῖ καὶ ὑποπίπτει, τὸ δ’ εἰλικρινὲς καὶ θερμὸν αὐτοῦ ὑπὸ λεπτότητος διασῴζεται πρὸς τὴν αἴσθησιν. [Quaest. conv. 1.8.4] ἡμεῖς δὲ τὴν Πλατωνικὴν φυλάττοντες ἀρχὴν ἐλέγομεν ὅτι πνεῦμα τῶν ὀμμάτων αὐγοειδὲς ἐκπίπτον ἀνακίρναται τῷ περὶ τὰ σώματα φωτὶ καὶ λαμβάνει σύμπηξιν, ὥσθ’ ἓν ἐξ ἀμφοῖν σῶμα δι’ ὅλου συμπαθὲς γενέσθαι. κεράννυται δ’ ἕτερον ἑτέρῳ συμμετρίας τε λόγῳ καὶ ποσότητος· οὐ γὰρ ἀναιρεθῆναι δεῖ θάτερον ὑπὸ θατέρου κρατηθέν, ἀλλ’ ἀπ’ ἀμφοῖν ἔς τι μέσον ἁρμονίᾳ καὶ κοινωνίᾳ συναχθέντων μίαν δύναμιν ἀποτελεσθῆναι. ὄντος οὖν τοῦ τῶν παρηλίκων, εἴτε ῥεῦμα χρὴ προσαγορεύειν τὸ διὰ τῆς κόρης φερόμενον εἴτε πνεῦμα φωτοειδὲς εἴτ’ αὐγήν, ἀσθενοῦς καὶ ἀδρανοῦς, οὐ γίγνεται κρᾶσις πρὸς αὐτὸ τῷ ἐκτὸς οὐδὲ μῖξις ἀλλὰ φθορὰ καὶ σύγκρισις, ἂν μὴ μακρὰν τὰ γράμματα τῶν ὀμμάτων ἀπάγοντες ἐκλύωσι τὴν ἄγαν λαμπρότητα τοῦ φωτός, ὥστε μὴ πολλὴν μηδ’ ἄκρατον ἀλλ’ ὁμοιοπαθῆ καὶ σύμμετρον ἀπαντῆσαι πρὸς τὴν ὄψιν. ὃ δὴ καὶ τοῦ περὶ τὰ νυκτίνομα τῶν ζῴων παθήματος αἴτιόν ἐστιν ἡ γὰρ ὄψις αὐτῶν ὑπὸ τοῦ μεθημερινοῦ φωτὸς ἀδρανὴς οὖσα κατακλύζεται καὶ κρατεῖται, μὴ δυναμένη πρὸς πολὺ καὶ ἰσχυρὸν ἀπ’ ἀσθενοῦς καὶ ὀλίγης ἀρχῆς κεράννυσθαι· πρὸς δὲ τὸ ἀμαυρὸν καὶ λεπτὸν οἷον ἀστέρος φῶς αὐγὴν διαρκῆ καὶ σύμμετρον ἐξίησιν, ὥστε κοινωνεῖν καὶ συνεργεῖσθαι τὴν αἴσθησιν. [Quaest. conv. 1.9.1] Διὰ τί τῷ ποτίμῳ μᾶλλον ὕδατι ἢ τῷ θαλαττίῳ πλύνεται τὰ ἱμάτια. [Quaest. conv. 1.9.2] Θέων ὁ γραμματικός, ἑστιωμένων ἡμῶν παρὰ Μεστρίῳ Φλώρῳ, πρὸς Θεμιστοκλέα τὸν Στωικὸν διηπόρησε, τί δήποτε Χρύσιππος ἐν πολλοῖς τῶν παραλόγων καὶ ἀτόπων ἐπιμνησθείς, οἷόν ἐστι τὸ τάριχος, ἂν ἅλμῃ βρέχηται, γλυκύτερον γίγνεσθαι καὶ τὸ τῶν ἐρίων τοὺς πόκους ἧττον ὑπακούειν τοῖς βίᾳ διασπῶσιν ἢ τοῖς ἀτρέμα διαλύουσι καὶ τὸ νηστεύσαντας ἀργότερον ἐσθίειν ἢ προφαγόντας· οὐδενὸς αὐτῶν αἰτίαν ἀπέδωκεν. ὁ δὲ Θεμιστοκλῆς εἰπὼν, ὅτι ταῦτα Χρύσιππος ἄλλως ἐν παραδείγματος λόγῳ προύθετο, ῥᾳδίως ἡμῶν καὶ ἀλόγως ὑπὸ τοῦ εἰκότος ἁλισκομένων καὶ πάλιν ἀπιστούντων τῷ παρὰ τὸ εἰκός, ἐπιστρέφων σοὶ δ’ ἔφη βέλτιστε, τί πρᾶγμα περὶ τούτων διαπορεῖν; εἰ γὰρ ἡμῖν αἰτίων ζητητικὸς καὶ θεωρητικὸς γέγονας, μὴ μακρὰν οὕτως ἀποσκήνου τῶν ἰδίων, ἀλλ’ εἰπὲ δι’ ἣν αἰτίαν Ὅμηρος ἐν τῷ ποταμῷ πλύνουσαν οὐκ ἐν τῇ θαλάττῃ, καίπερ ἐγγὺς οὔσῃ, τὴν Ναυσικάαν πεποίηκε, καίτοι θερμοτέραν γε καὶ διαφανεστέραν εἰκὸς καὶ ῥυπτικωτέραν εἶναι. καὶ ὁ Θέων ἀλλὰ τοῦτο γ’ εἶπε τῶν γεωδῶν Ἀριστοτέλης πάλαι διαλέλυκεν, ὃ προβέβληκας ἡμῖν. καὶ γὰρ τῇ θαλάττῃ τὸ ραχὺ καὶ γεῶδες ἐνδιέσπαρται καὶ τοῦτο ποιεῖ τὴν ἁλυκότητα μεμιγμένον· ᾗ καὶ μᾶλλον ἡ θάλαττα τούς τε νηχομένους ἐξαναφέρει καὶ στέγει τὰ βάρη, τοῦ γλυκέος ἐνδιδόντος διὰ κουφότητα καὶ ἀσθένειαν ἔστι γὰρ ἄμικτον καὶ καθαρόν· ὅθεν ἐνδύεται διὰ λεπτότητα καὶ διεξιὸν τοῦ θαλαττίου μᾶλλον ἐκτήκει τὰς κηλῖδας. ἢ οὐ δοκεῖ σοι τοῦτο πιθανῶς λέγειν Ἀριστοτέλης; [Quaest. conv. 1.9.3] πιθανῶς ἔφην ἐγὼ οὐ μὴν ἀληθῶς· ὁρῶ γὰρ ὅτι καὶ τέφρᾳ καὶ λίθοις, κἂν μὴ παρῇ δὲ ταῦτα, κονιορτῷ πολλάκις παχύνουσι τὸ ὕδωρ, ὡς μᾶλλον τῶν γεωδῶν τῇ παχύτητι καταπλύνειν δυναμένων τὸν ῥύπον, αὐτοῦ δὲ τοῦ ὕδατος διὰ λεπτότητα καὶ ἀσθένειαν οὐχ ὁμοίως τοῦτο δρῶντος. τὸ μὲν οὖν παχυμερὲς τῆς … θαλάττης οὐ πετουτόποτε … πρὸς τήν κα … δὲ τὴν δριμύτητα· καὶ γὰρ αὕτη τοὺς πόρους ἀναστομοῦσα καὶ ἀνοίγουσα κατασύρει τὸν ῥύπον. ἐπεὶ δὲ πᾶν τὸ λιπαρὸν δυσέκπλυτόν ἐστι καὶ κηλῖδα ποιεῖ, λιπαρὰ δ’ ἡ θάλασσα, τοῦτ’ ἂν αἴτιον εἴη μάλιστα τοῦ μὴ καλῶς πλύνειν. ὅτι δ’ ἐστὶ λιπαρά, καὶ αὐτὸς εἴρηκεν Ἀριστοτέλης· οἵ τε γὰρ ἅλες λίπος ἔχουσι καὶ τοὺς λύχνους βέλτιον παρέχουσι καομένους· αὐτή θ’ ἡ θάλαττα προσραινομένη ταῖς φλοξὶ συνεκλάμπει, καὶ κάεται μάλιστα τῶν ὑδάτων τὸ θαλάττιον· ὡς δ’ ἐγᾦμαι, διὰ τοῦτο καὶ θερμότατόν ἐστιν. οὐ μὴν ἀλλὰ καὶ κατ’ ἄλλον τρόπον ἐπεὶ τῆς πλύσεως τέλος ἡ ψῦξίς ἐστι καὶ μάλιστα φαίνεται καθαρὸν τὸ μάλιστα ξηρὸν γιγνόμενον· δεῖ δὴ τὸ πλῦνον ὑγρὸν τῷ ῥύπῳ ταχέως συνεξελθεῖν, ὥσπερ τῷ νοσήματι τὸν ἐλλέβορον. τὸ μὲν οὖν γλυκὺ ῥᾳδίως ὁ ἥλιος ἐξάγει διὰ κουφότητα, τὸ δ’ ἁλμυρὸν ἐνισχόμενον τοῖς πόροις διὰ τραχύτητα δυσξήραντόν ἐστι. [Quaest. conv. 1.9.4] καὶ ὁ Θέων ὑπολαβών οὐδέν ἔφη λέγεις· Ἀριστοτέλης γὰρ ἐν ταὐτῷ βιβλίῳ φησὶ τοὺς ἐν θαλάττῃ λουσαμένους τάχιον ἀποξηραίνεσθαι τῶν γλυκέσι χρησαμένων, ἂν ἐν ἡλίῳ στῶσι.λέγει γάρ εἶπον· ἀλλ’ ᾤμην σε μᾶλλον Ὁμήρῳ τἀναντία λέγοντι πιστεύσειν. ὁ γὰρ Ὀδυσσεὺς μετὰ τὸ ναυάγιον ἐντυγχάνει τῇ Ναυσικάᾳ σμερδαλέος ὀφθῆναι, κεκακωμένος ἅλμῃ, καὶ πρὸς τὰς θεραπαινίδας φησὶν [Quaest. conv. 1.9.4b] ἀμφίπολοι, στῆθ’ οὕτω ἀπόπροθεν, ὄφρ’ ἂν ἐγὼ αὐτὸς ἅλμην ὤμοιιν ἀπολούσομαι. καταβὰς δ’ εἰς τὸν ποταμὸν ἐκ κεφαλῆς ἔσμηχεν ἁλὸς χνόον, [Quaest. conv. 1.9.4c] ὑπερφυῶς τοῦ ποιητοῦ τὸ γιγνόμενον συνεωρακότος. ὅταν γὰρ ἐκ τῆς θαλάττης ἀναδύντες ἐν τῷ ἡλίῳ στῶσι, τὸ λεπτότατον καὶ κουφότατον τῆς ὑγρασίας ἡ θερμότης διεφόρησε· τὸ δ’ ἁλμυρὸν αὐτὸ καὶ τραχὺ καταλειφθὲν ἐφίσταται καὶ παραμένει τοῖς σώμασιν ἁλώδης ἐπίπαγος, μέχρι ἂν αὐτὸ ποτίμῳ καὶ γλυκεῖ κατακλύσωσιν. [Quaest. conv. 1.10.1] Διὰ τί τῆς Αἰαντίδος φυλῆς Ἀθήνησιν οὐδέποτε τὸν χορὸν ἔκρινον ὕστατον. [Quaest. conv. 1.10.1b] ἐν δὲ τοῖς Σαραπίωνος ἐπινικίοις, ὅτε τῇ Λεοντίδι φυλῇ τὸν χορὸν διατάξας ἐνίκησεν, ἑστιωμένοις ἡμῖν ἅτε δὴ καὶ φυλέταις οὖσι δημοποιήτοις, οἰκεῖοι λόγοι τῆς ἐν χειρὶ φιλοτιμίας παρῆσαν. ἔσχε γὰρ ὁ ἀγὼν ἐντονωτάτην ἅμιλλαν, ἀγωνοθετοῦντος ἐνδόξως καὶ μεγαλοπρεπῶς Φιλοπάππου τοῦ βασιλέως ταῖς φυλαῖς ὁμοῦ πάσαις χορηγοῦντος. ἐτύγχανε δὲ συνεστιώμενος ἡμῖν καὶ τῶν παλαιῶν τὰ μὲν λέγων τὰ δ’ ἀκούων διὰ φιλανθρωπίαν οὐχ ἧττον ἢ φιλομάθειαν. [Quaest. conv. 1.10.2] Προεβλήθη δέ τι τοιοῦτον ὑπὸ Μάρκου τοῦ γραμματικοῦ. Νεάνθη τὸν Κυζικηνὸν ἔφη λέγειν ἐν τοῖς κατὰ πόλιν μυθικοῖς, ὅτι τῇ Αἰαντίδι φυλῇ γέρας ὑπῆρχε τὸ μὴ κρίνεσθαι τὸν αὐτῆς χορὸν ἔσχατον· εἰ μὲν οὖν ἔφη πρὸς ἀπόδειξιν ἱστορίας ὁ ἀνα εἰ δὲ τοῦτο γ’ οὐ νοθεύει, προκείσθω τῆς αἰτίας ἐν κοινῷ πᾶσιν ἡ ζήτησις εἰπόντος δὲ τοῦ ἑταίρου Μίλωνος ἂν οὖν ψεῦδος ᾖ τὸ λεγόμενον; οὐδέν ἔφη δεινόν ὁ Φιλόπαππος εἰ ταὐτὸ πεισόμεθα Δημοκρίτῳ τῷ σοφῷ διὰ φιλολογίαν. καὶ γὰρ ἐκεῖνος ὡς ἔοικε τρώγων σίκυον, ὡς ἐφάνη μελιτώδης ὁ χυμός, ἠρώτησε τὴν διακονοῦσαν, ὁπόθεν πρίαιτο· τῆς δὲ κῆπόν τινα φραζούσης, ἐκέλευσεν ἐξαναστὰς ἡγεῖσθαι καὶ δεικνύναι τὸν τόπον· θαυμάζοντος δὲ τοῦ γυναίου καὶ πυνθανομένου τί βούλεται, τὴν αἰτίαν ἔφη δεῖ με τῆς γλυκύτητος εὑρεῖν, εὑρήσω δὲ τοῦ χωρίου γενόμενος θεατής· κατάκεισο δή τὸ γύναιον εἶπε μειδιῶν, ἐγὼ γὰρ ἀγνοήσασα τὸ σίκυον εἰς ἀγγεῖον ἐθέμην μεμελιτωμένον· ὁ δ’ ὥσπερ ἀχθεσθεὶς ἀπέκναισας εἶπε καὶ οὐδὲν ἧττον ἐπιθήσομαι τῷ λόγῳ καὶ ζητήσω τὴν αἰτίαν, ὡς ἂν οἰκείου καὶ συγγενοῦς οὔσης τῷ σικύῳ τῆς γλυκύτητος. οὐκοῦν μηδ’ ἡμεῖς τὴν Νεάνθους ἐν ἐνίοις εὐχέρειαν ἀποδράσεως ποιησώμεθα πρόφασιν ἐγγυμνάσασθαι γάρ, εἰ μηδὲν ἄλλο χρήσιμον, ὁ λόγος παρέξει. [Quaest. conv. 1.10.3] πάντες οὖν ὁμαλῶς ἐρρύησαν πρὸς τὸ τὴν φυλὴν ἐγκωμιάζειν, εἴ τι καλὸν πρὸς δόξαν αὐτῇ ὑπῆρχεν ἀναλεγόμενοι. καὶ γὰρ ὁ Μαραθὼν εἰς, μέσον εἵλκετο, δῆμος ὢν ἐκείνης τῆς φυλῆς· καὶ τοὺς περὶ Ἁρμόδιον Αἰαντίδας ἀπέφαινον, Ἀφιδναίους γε δὴ τῶν δήμων γεγονότας. Γλαυκίας δ’ ὁ ῥήτωρ καὶ τὸ δεξιὸν κέρας Αἰαντίδαις τῆς ἐν Μαραθῶνι παρατάξεως ἀποδοθῆναι, ταῖς Αἰσχύλου εἰς τὴν μεθορίαν ἐλεγείαις πιστούμενος, ἠγωνισμένου τὴν μάχην ἐκείνην ἐπιφανῶς· ἔτι δὲ καὶ Καλλίμαχον ἀπεδείκνυε τὸν πολέμαρχον ἐξ ἐκείνης ὄντα τῆς φυλῆς, ὃς αὑτόν τε παρέσχεν ἄριστον ἄνδρα καὶ τῆς μάχης μετά γε Μιλτιάδην αἰτιώτατος κατέστη, σύμψηφος ἐκείνῳ γενόμενος. ἐγὼ δὲ τῷ Γλαυκίᾳ προσετίθην, ὅτι καὶ τὸ ψήφισμα, καθ’ ὃ τοὺς Ἀθηναίους ἐξήγαγε, τῆς Αἰαντίδος φυλῆς πρυτανευούσης γραφείη, καὶ ὅτι περὶ τὴν ἐν Πλαταιαῖς μάχην εὐδοκιμήσειεν ἡ φυλὴ μάλιστα· διὸ καὶ ταῖς Σφραγίτισι Νύμφαις τὴν ἐπινίκιον καὶ πυθόχρηστον ἀπῆγον Αἰαντίδαι θυσίαν εἰς Κιθαιρῶνα, τῆς πόλεως τὸ ἱερεῖον καὶ τἄλλα παρεχούσης αὐτοῖς. ἀλλ’ ὁρᾷς ἔφην ὅτι πολλὰ καὶ ταῖς ἄλλαις φυλαῖς ὑπάρχει, καὶ πρώτην γε τὴν ἐμὴν ἴστε δὴ τὴν Λεοντίδα μηδεμιᾷ δόξης ὑφιεμένην. σκοπεῖτε δὲ δή, μὴ πιθανώτερον λέγεται τὸ παραμύθιον τοῦ ἐπωνύμου τῆς φυλῆς καὶ παραίτησιν εἶναι τὸ γιγνόμενον· οὐ γὰρ εὔκολος ἐνεγκεῖν ἧτταν ὁ Τελαμώνιος, ἀλλ’ οἷος ἀφειδεῖν πάντων ὑπ’ ὀργῆς καὶ φιλονεικίας· ἵν’ οὖν μὴ χαλεπὸς μηδ’ ἀπαραμύθητος, ἔδοξε τῆς ἥττης ἀφελεῖν τὸ δυσχερέστατον, εἰς τὴν ἐσχάτην χώραν μηδέποτε τὴν φυλὴν αὐτοῦ καταβαλόντας. ## Βιβλίον Β [Quaest. conv. 2.0.1] τῶν εἰς τὰ δεῖπνα καὶ τὰ συμπόσια παρασκευαζομένων, ὦ Σόσσιε Σενεκίων, τὰ μὲν ἀναγκαίαν ἔχει τάξιν, ὥσπερ οἶνος καὶ σιτία καὶ ὄψα καὶ στρωμναὶ δηλαδὴ καὶ τράπεζαι· τὰ δ’ ἐπεισόδια γέγονεν ἡδονῆς ἕνεκεν, χρείας μὴ συναγομένης, ὥσπερ ἀκροάματα καὶ θεάματα καὶ γελωτοποιός τις ἐκ Καλλίου Φίλιππος οἷς παροῦσι μὲν ἥδονται, μὴ παρόντα δ’ οὐ πάνυ ποθοῦσιν οὐδ’ αἰτιῶνται τὴν συνουσίαν ὡς ἐνδεέστερον ἔχουσαν. οὕτω δὴ καὶ τῶν λόγων τοὺς μὲν ἐπὶ χρείᾳ τῇ περὶ τὰ συμπόσια παραλαμβάνουσιν οἱ μέτριοι, τοὺς δ’ ἄλλους δέχονται θεωρίαν πιθανὴν καὶ τῷ καιρῷ μᾶλλον αὐλοῦ καὶ βαρβίτου πρέπουσαν ἔχοντας. ὧν καὶ τὸ πρῶτον ἡμῖν βιβλίον εἶχε μεμιγμένα δείγματα, τοῦ μὲν προτέρου γένους τὸ περὶ τοῦ φιλοσοφεῖν παρὰ πότον καὶ περὶ τοῦ διανέμειν αὐτὸν ἢ τοῖς δειπνοῦσιν ἐφιέναι τὰς κλίσεις καὶ τὰ τοιαῦτα· τοῦ δευτέρου περὶ τοῦ τοὺς ἐρῶντας ποιητικοὺς εἶναι καὶ περὶ τῆς Αἰαντίδος φυλῆς. … καλῶ δῆτα καὶ … τὰ συμποτικά· τὰ δ’ … τερα κοινῶς συμποσιακά. σποράδην δ’ ἀναγέγραπται καὶ οὐ διακεκριμένως ἀλλ’ ὡς ἕκαστον εἰς μνήμην ἦλθεν. οὐ δεῖ δὲ θαυμάζειν τοὺς ἀναγιγνώσκοντας, εἴ σοὶ προσφωνοῦντές τινα τῶν προρρηθέντων ὑπὸ σοῦ συνηγάγομεν· καὶ γὰρ ἂν αἱ μαθήσεις ἀναμνήσεις μὴ ποιῶσι, πολλάκις εἰς ταὐτὸ τῷ μανθάνειν τὸ ἀναμιμνήσκεσθαι καθίστησι. [Quaest. conv. 2.1.1] Τίν’ ἐστὶν ἃ Ξενοφῶν παρὰ πότον ἥδιον ἐρωτᾶσθαί φησι καὶ σκώπτεσθαι ἢ μή. [Quaest. conv. 2.1.1b] δέκα δὲ προβλημάτων εἰς ἕκαστον νενεμημένων βιβλίον, ἐν τούτῳ πρῶτόν ἐστιν ὃ τρόπον τινὰ Ξενοφῶν ὁ Σωκρατικὸς ἡμῖν προβέβληκε. τὸν γὰρ Γωβρύαν φησὶ συνδειπνοῦντα τῷ Κύρῳ τὰ τ’ ἄλλα θαυμάζειν τῶν Περσῶν, καὶ ὅτι τοιαῦτα μὲν ἀλλήλους ἐπηρώτων ἃ ἥδιον ἦν ἐρωτηθῆναι ἢ μή, ἔσκωπτον δ’ ἃ σκωφθῆναι κάλλιον ἢ μὴ· εἰ γὰρ ἐπαινοῦντες ἕτεροι πολλάκις λυποῦσι καὶ προσίστανται, πῶς οὐκ ἄξιον ἦν ἄγασθαι· τὴν εὐτραπελίαν ἐκείνων καὶ τὴν σύνεσιν, ὧν καὶ τὰ σκώμματα τοῖς σκωπτομένοις ἡδονὴν καὶ χάριν παρεῖχε; δεχόμενος οὖν ἡμᾶς ἐν Πάτραις, ἡδέως ἂν ἔφης πυθέσθαι τὰ τοιαῦτα ἐρωτήματα ποίου γένους εἴη καί τίς αὐτῶν τύπος· οὐ γάρ τι μικρόν ἔφης τῆς ὁμιλητικῆς μόριον ἡ περὶ τὰς ἐρωτήσεις καὶ τὰς παιδιὰς τοῦ ἐμμελοῦς ἐπιστήμη καὶ τήρησις. [Quaest. conv. 2.1.2] μέγα μὲν οὖν ἔφην ἐγώ, ἀλλ’ ὅρα καὶ αὐτὸς ὁ Ξενοφῶν ἔν τε τῷ Σωκρατικῷ καὶ τοῖς Περσικοῖς ἐπιδείκνυσι συμποσίοις τὸ γένος. εἰ δὲ δοκεῖ καὶ ἡμᾶς ἐπιθέσθαι τινὶ λόγῳ, πρῶτον ἡδέως ἐρωτᾶσθαί μοι δοκοῦσιν ἃ ῥᾳδίως ἀποκρίνασθαι δύνανται· ταῦτα δ’ ἐστὶν ὧν ἐμπειρίαν ἔχουσιν. ὁἱ γὰρ ἀγνοοῦσιν, ἢ μὴ λέγοντες ἄχθονται καθάπερ αἰτηθέντες ὃ δοῦναι μὴ δύνανται, ἢ λέγοντες ἀπὸ δόξης καὶ εἰκασίας οὐ βεβαίου διαταράσσονται καὶ κινδυνεύουσιν. ἂν δὲ μὴ μόνον ἔχῃ τὸ ῥᾴδιον ἀλλὰ καὶ περιττὸν ἡ ἀπόκρισις, ἡδίων ἐστὶ τῷ ἀποκρινομένῳ περιτταὶ δ’ εἰσὶν αἱ τῶν ἐπισταμένων ἃ μὴ πολλοὶ γιγνώσκουσιν μηδ’ ἀκηκόασιν; οἷον ἀστρολογικῶν, διαλεκτικῶν, ἄνπερ ἕξιν ἐν αὐτοῖς ἔχωσιν. οὐ γὰρ πράττων μόνον ἕκαστος οὐδὲ διημερεύων, ὡς Εὐριπίδης φησίν, ἀλλὰ καὶ διαλεγόμενος [Quaest. conv. 2.1.2b] ἵν’ αὐτὸς αὑτοῦ τυγχάνει κράτιστος ὤν [Quaest. conv. 2.1.2c] ἡδέως διατίθεται· καὶ χαίρουσι τοῖς ἐρωτῶσιν ἃ γιγνώσκοντες ἀγνοεῖσθαι καὶ λανθάνειν οὐ θέλουσι. διὸ καὶ περὶ χώρας ἀποίκου καὶ ξένης θαλάττης ἐθῶν τε βαρβαρικῶν καὶ νόμων οἱ πεπλανημένοι καὶ πεπλευκότες ἥδιον ἐρωτῶνται, καὶ προθύμως διηγοῦνται καὶ διαγράφουσι κόλπους καὶ τόπους, οἰόμενοι καὶ χάριν τινὰ τῶν πόνων ταύτην καὶ παραμυθίαν κομίζεσθαι. καθόλου δ’ ὅσα μηδενὸς ἐρωτῶντος αὐτοὶ διηγεῖσθαι καὶ λέγειν ἀφ’ ἑαυτῶν εἰώθαμεν, ἥδιον ἐρωτώμεθα, χαρίζεσθαι τούτοις δοκοῦντες; ὧν ἔργον ἦν ἐνοχλουμένων ἀποσχέσθαι. καὶ τοῦτο μὲν ἐν τοῖς πλωτικοῖς μάλιστα φύεται τὸ γένος τοῦ νοσήματος· οἱ δὲ κομψότεροι ταῦτ’ ἐρωτᾶσθαι θέλουσιν ἃ βουλόμενοι λέγειν αἰδοῦνται καὶ φείδονται τῶν παρόντων· οἷον ὅσα τυγχάνουσιν αὐτοὶ διαπεπραγμένοι καὶ κατωρθωκότες. ὀρθῶς γοῦν ὁ Νέστωρ τὴν φιλοτιμίαν τοῦ Ὀδυσσέως ἐπιστάμενος [Quaest. conv. 2.1.2d] εἴπ’ ἄγε μ’, ὦ πολύαιν’ Ὀδυσεῦ (φησί), μέγα κῦδος Ἀχαιῶν, ὅππως τούσδ’ ἵππους λάβετον. [Quaest. conv. 2.1.2e] ἄχθονται γὰρ τοῖς αὑτοὺς ἐπαινοῦσι καὶ τὰς ἑαυτῶν εὐτυχίας διεξιοῦσιν, ἂν μὴ κελεύσῃ ἄλλος τις τῶν παρόντων καὶ οἷον βιαζόμενοι λέγωσι. ἡδέως γοῦν ἐρωτῶνται περὶ πρεσβειῶν καὶ περὶ πολιτειῶν εἰ μέγα τι καὶ λαμπρὸν εἰργασμένοι τυγχάνουσιν. ὅθεν ἥκιστα περὶ τούτων οἱ φθονεροὶ καὶ κακοήθεις ἐρωτῶσι, κἂν ἄλλος τις ἔρηται τὰ τοιαῦτα, διακρούονται καὶ παρατρέπουσι, χώραν τῇ διηγήσει μὴ, διδόντες μηδὲ βουλόμενοι λόγου τὸν λέγοντα κοσμοῦντος ἀφορμὰς προέσθαι. καὶ ταῦτ’ οὖν ἐρωτῶντες χαρίζεσθαι τοῖς ἀποκρινομένοις, ἃ τοὺς ἐχθροὺς καὶ δυσμενεῖς αἰσθάνονται μὴ βουλομένους ἀκούειν. [Quaest. conv. 2.1.3] καὶ μὴν ὃ γ’ Ὀδυσσεὺς τῷ Ἀλκινόῳ [Quaest. conv. 2.1.3b] σοὶ δ’ ἐμὰ κήδεα θυμὸς ἐπετράπετο στονόεντα εἴρεσθ’, ὄφρ’ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω. [Quaest. conv. 2.1.3c] καὶ πρὸς τὸν χορὸν ὁ Οἰδίπους δεινὸν μὲν τὸ πάλαι κείμενον ἤδη κακόν, ὦ ξεῖν’, ἐπεγείρειν. [Quaest. conv. 2.1.3d] ὁ δ’ Εὐριπίδης τοὐναντίον [Quaest. conv. 2.1.3e] ὡς ἡδὺ μεμνῆσθαι πόνων … οὐ τοῖς ἔτι πλανωμένοις καὶ κακὰ φέρουσι. [Quaest. conv. 2.1.3f] τῶν οὖν κακῶν φυλακτέον ἐστὶ τὰς ἐρωτήσεις· ἀνιῶνται γὰρ διηγούμενοι καταδίκας αὑτῶν ἢ ταφὰς παίδων ἤ τινας κατὰ γῆν οὐκ εὐτυχεῖς ἢ κατὰ θάλατταν ἐμπορίας. τὸ δὲ πῶς εὐημέρησαν ἐπὶ βήματος ἢ προσηγορεύθησαν ὑπὸ τοῦ βασιλέως ἢ τῶν ἄλλων περιπεσόντων χειμῶσιν ἢ λῃσταῖς αὐτοὶ διέφυγον τὸν κίνδυνον, ἡδέως ἐρωτῶνται πολλάκις, καὶ τρόπον τινὰ τῷ λόγῳ τοῦ πράγματος ἀπολαύοντες ἀπλήστως ἔχουσι τοῦ διηγεῖσθαι καὶ μνημονεύειν. χαίρουσι δὲ καὶ περὶ φίλων εὐτυχούντων ἐρωτώμενοι καὶ περὶ παίδων προκοπτόντων ἐν μαθήμασιν ἢ συνηγορίαις ἢ φιλίαις βασιλέων. ἐχθρῶν δὲ καὶ δυσμενῶν ὀνείδη καὶ βλάβας καὶ καταδίκας ἐξελεγχθέντων καὶ σφαλέντων ἥδιον ἐρωτώμενοι καὶ προθυμότερον ἐξαγγέλλουσιν αὐτοὶ δ’ ἀφ’ αὑτῶν ὀκνοῦσι φυλαττόμενοι δόξαν ἐπιχαιρεκακίας. ἥδιον δὲ καὶ περὶ κυνῶν ἄνδρα θηρευτικὸν ἐρωτᾶν καὶ φιλαθλητὴν περὶ γυμνικῶν ἀγώνων καὶ περὶ καλῶν ἐρωτικόν. ὁ δ’ εὐσεβὴς καὶ φιλοθύτης διηγηματικὸς ὀνείρων, καὶ ὅσα χρησάμενος ἢ φήμαις ἢ ἱεροῖς ἢ θεῶν εὐμενείᾳ κατώρθωσεν, ἡδέως ἂν καὶ περὶ τούτων ἐρωτῷτο. τοῖς δὲ πρεσβύταις, κἂν μηδὲν ἡ διήγησις ᾖ προσήκουσα, πάντως οἱ ἐρωτῶντες χαρίζονται καὶ κινοῦσι βουλομένους. [Quaest. conv. 2.1.3g] ὦ Νέστορ Νηληιάδη, σὺ δ’ ἀληθὲς ἐνίσπες, πῶς ἔθαν’ Ἀτρείδης; … ποῦ Μενέλαος ἔην; … ἦ οὐκ Ἄργεος ἦεν Ἀχαιικοῦ; [Quaest. conv. 2.1.3h] πολλὰ ἐρωτῶν ἅμα καὶ πολλῶν λόγων ἀφορμὰς προσιέμενος, οὐχ, ὥσπερ ἔνιοι, συστέλλοντες εἰς τἀναγκαῖον αὐτὸ καὶ συνελαύνοντες τὰς ἀποκρίσεις ἀφαιροῦνται τῆς γεροντικῆς διατριβῆς τὸ ἥδιστον. ὅλως δ’ οἱ θέλοντες εὐφραίνειν μᾶλλον ἢ λυπεῖν τοιαύτας ἐρωτήσεις προφέρονται, ὧν ταῖς ἀποκρίσεσιν οὐ ψόγος ἀλλ’ ἔπαινος, οὐδὲ μῖσος ἢ νέμεσις ἀλλ’ εὔνοια καὶ χάρις ἕπεται παρὰ τῶν ἀκουσάντων. ταῦτα μὲν οὖν τὰ περὶ τὰς ἐρωτήσεις. [Quaest. conv. 2.1.4] σκώμματος δὲ τῷ μὴ δυναμένῳ μετ’ εὐλαβείας καὶ τέχνης κατὰ καιρὸν ἅπτεσθαι παντάπασιν ἀφεκτέον ὥσπερ γὰρ οἱ ἐν ὀλισθηρῷ τόπῳ, κἂν θίγωσιν ἐκ παραδρομῆς μόνον, ἀνατρέπουσιν, οὕτως ἐν οἴνῳ πρὸς πᾶσαν ἀφορμὴν λόγου μὴ κατὰ σχῆμα γιγνομένην ἐπισφαλῶς ἔχομεν. τοῖς δὲ σκώμμασιν ἔστιν ὅτε μᾶλλον ἢ ταῖς λοιδορίαις ἐκκινούμεθα, τὸ μὲν ὑπ’ ὀργῆς πολλάκις ἀβουλήτως ὁρῶντες γιγνόμενον, τὸ δ’ ὡς οὐκ ἀναγκαῖον ἀλλ’ ἔργον ὕβρεως καὶ κακοηθείας προβαλλόμενοι· καὶ καθόλου διαλέγεσθαι τοῖς … νοις μᾶλλον ἢ τοῖς … φλυαροῦσι χαλεπαίνομεν δῆλον γὰρ ὅτι δόλος τῷ σχήματι προσέσται τῷ κατὰ τὸ σκῶμμα, λοιδόρημα δὲ … εἶναι καὶ πεποιημένον ἐκ παρασκευῆς. ὁ γὰρ εἰπὼν ταριχοπώλην αὐτόθεν ἐλοιδόρησεν, ὁ δὲ φήσας, μεμνήμεθά σε τῷ βραχίονι ἀπομυττόμενον ἔσκωψε. καὶ Κικέρων πρὸς Ὀκταούιον, ἐκ Λιβύης εἶναι δοκοῦντα λέγοντος δ’ αὐτοῦ φάσκοντα μὴ ἀκούειν, καὶ μὴν τετρυπημένον ἔφη ἔχεις τὸ οὖς. καὶ Μελάνθιος ὑπὸ τοῦ κωμῳδιοποιοῦ καταγελώμενος ἔφη οὐκ ὀφειλόμενόν μοι ἀποδίδως ἔρανον μᾶλλον οὖν τὰ σκώμματα δάκνει, καθάπερ τὰ παρηγκιστρωμένα βέλη πλείονα χρόνον ἐμμένοντα, καὶ λυπεῖ τοὺς σκωφθέντας ἡ τέρψις τῇ κομψότητι καὶ ἡδύνει τοὺς παρόντας· ἡδόμενοι γὰρ ἐπὶ τῷ λεγομένῳ, πιστεύειν δοκοῦσι καὶ συνδιασύρειν τῷ λέγοντι. ὀνειδισμὸς γάρ ἐστι τῆς ἁμαρτίας παρεσχηματισμένος τὸ σκῶμμα κατὰ τὸν Θεόφραστον· ὅθεν ἐξ αὑτοῦ τῇ ὑπονοίᾳ προστίθησιν ὁ ἀκούσας τὸ ἐλλεῖπον ὡς εἰδὼς καὶ πιστεύων. ὁ γὰρ γελάσας καὶ ἡσθείς, τοῦ Θεοκρίτου πρὸς τὸν δοκοῦντα λωποδυτεῖν ἐρωτῶντα δ’ αὐτὸν εἰ ἐπὶ δεῖπνον βαδίζει φήσαντος βαδίζειν ἐκεῖ μέντοι καθεύδειν, βεβαιοῦντι τὴν διαβολὴν ὅμοιός ἐστι. διὸ καὶ προσαναπίμπλησι τοὺς παρόντας ὁ σκώπτων παρὰ μέλος κακοηθείας, ὡς ἐφηδομένους καὶ συνυβρίζοντας. ἓν δὲ τῇ καλῇ Λακεδαίμονι τῶν μαθημάτων ἐδόκει, τὸ σκώπτειν ἀλύπως καὶ σκωπτόμενον φέρειν· εἰ δέ τις ἀπείποι σκωπτόμενος, εὐθὺς ὁ σκώπτων ἐπέπαυτο. πῶς οὖν οὐ χαλεπὸν εὑρεῖν σκῶμμα τῷ σκωπτομένῳ κεχαρισμένον, ὅπου καὶ τὸ μὴ λυποῦν τοῦ σκώμματος οὐ τῆς τυχούσης ἐμπειρίας καὶ δεξιότητός ἐστιν; [Quaest. conv. 2.1.5] οὐ μὴν ἀλλὰ πρῶτά μοι δοκεῖ τὰ λυποῦντα τοὺς ἐνόχους σκώμματα τοῖς μακρὰν οὖσι τῆς διαβολῆς ἡδονήν τινα καὶ χάριν ποιεῖν· οἷον ὁ Ξενοφῶν τὸν ὑπέραισχρον καὶ ὑπέρδασυν ἐκεῖνον ὡς παιδικὰ τοῦ Σαμβαύλα σκωπτόμενον εἰσάγει μετὰ παιδιᾶς. καὶ Κυήτου τοῦ ἡμετέρου μέμνησαι γάρ ἐν ἀσθενείᾳ τὰς χεῖρας ἔχειν ψυχρὰς λέγοντος, Αὐφίδιος Μόδεστος ἀλλὰ μήν ἔφη θερμὰς ἀπὸ τῆς ἐπαρχίας κεκόμικας αὐτάς· τοῦτο γὰρ ἐκείνῳ μὲν γέλωτα καὶ διάχυσιν παρέσχε, κλέπτῃ δ’ ἀνθυπάτῳ λοιδόρημα καὶ ὄνειδος ἦν. διὸ καὶ Κριτόβουλον ὁ Σωκράτης εὐπροσωπότατον ὄντα προκαλούμενος εἰς σύγκρισιν εὐμορφίας ἔπαιζεν οὐκ ἐχλεύαζεν. καὶ Σωκράτην πάλιν Ἀλκιβιάδης ἔσκωπτεν εἰς ζηλοτυπίαν τὴν περὶ Ἀγάθωνος. ἥδονται δὲ καὶ βασιλεῖς τοῖς λεγομένοις ὡς εἰς πένητας αὐτοὺς καὶ ἰδιώτας, ὥσπερ ὑπὸ Φιλίππου σκωφθεὶς ὁ παράσιτος εἶπεν οὐκ ἐγώ σε τρέφω; τὰ γὰρ οὐ προσόντα φαῦλα λέγοντες ἐμφαίνουσι τὰ προσόντα χρηστά. δεῖ δ’ ὁμολογουμένως καὶ βεβαίως προσεῖναί τι χρηστόν· εἰ δὲ μή, τὸ λεγόμενον τοὐναντίον ἀμφισβητήσιμον ἔχει τὴν ὑπόνοιαν. ὁ γὰρ τῷ πάνυ πλουσίῳ τοὺς δανειστὰς ἐπάξειν λέγων, ἢ τὸν ὑδροπότην καὶ σώφρονα παροινεῖν καὶ μεθύειν, ἢ τὸν εὐδάπανον καὶ μεγαλοπρεπῆ καὶ χαριστικὸν κίμβικα καὶ κυμινοπρίστην προσαγορεύων, ἢ τὸν ἐν συνηγορίαις καὶ πολιτείαις μέγαν ἀπειλῶν ἐν ἀγορᾷ λήψεσθαι, διάχυσιν καὶ μειδίαμα παρέσχεν. οὕτως ὁ Κῦρος ἐν οἷς ἐλείπετο τῶν ἑταίρων, εἰς ταῦτα προκαλούμενος ἐγίγνετο προσηνὴς καὶ κεχαρισμένος. καὶ τοῦ Ἰσμηνίου τῇ θυσίᾳ προσαυλοῦντος, ὡς οὐκ ἐκαλλιέρει, παρελόμενος τοὺς αὐλοὺς ὁ μισθωτὴς ηὔλησε γελοίως· αἰτιωμένων δὲ τῶν παρόντων, ἐκεῖνος καλλιερήσας ἔστιν ἔφη τὸ κεχαρισμένως αὐλεῖν θεόθεν· ὁ δ’ Ἰσμηνίας γελάσας ἀλλ’ ἐμοῦ μὲν εἶπεν αὐλοῦντος ἡδόμενοι διέτριβον οἱ θεοί, σοῦ δ’ ἀπαλλαγῆναι σπεύδοντες ἐδέξαντο τὴν θυσίαν. [Quaest. conv. 2.1.6] ἔτι τοίνυν οἱ τὰ χρηστὰ τῶν πραγμάτων τοῖς λοιδορουμένοις ὀνόμασι μετὰ παιδιᾶς καλοῦντες, ἂν ἐμμελῶς ποιῶσιν, αὐτῶν μᾶλλον εὐφραίνουσι τῶν ἀπ’ εὐθείας ἐπαινούντων. καὶ γὰρ δάκνουσι μᾶλλον οἱ διὰ τῶν εὐφήμων ὀνειδίζοντες, ὡς οἱ τοὺς πονηροὺς Ἀριστείδας καὶ τοὺς δειλοὺς Ἀχιλλεῖς καλοῦντες, καὶ ὁ τοῦ Σοφοκλέους Οἰδίπους … [Quaest. conv. 2.1.6b] ταύτης Κρέων ὁ πιστὸς οὑξ ἀρχῆς φίλος. [Quaest. conv. 2.1.6c] ἀντίστροφον οὖν ἔοικε γένος εἰρωνείας εἶναι τὸ περὶ τοὺς ἐπαίνους· ᾧ καὶ Σωκράτης ἐχρήσατο, τοῦ Ἀντισθένους τὸ φιλοποιὸν καὶ συναγωγὸν ἀνθρώπων εἰς εὔνοιαν μαστροπείαν καὶ συναγωγίαν καὶ προαγωγείαν ὀνομάσας. … Κράτητα δὲ τὸν φιλόσοφον, εἰς πᾶσαν οἰκίαν εἰσιόντα μετὰ τιμῆς καὶ φιλοφροσύνης δεχομένων, θυρεπανοίκτην ἐκάλουν. [Quaest. conv. 2.1.7] ποιεῖ δ’ εὔχαρι σκῶμμα καὶ μέμψις ἐμφαίνουσα χάριν, ὡς Διογένης περὶ Ἀντισθένους ἔλεγεν [Quaest. conv. 2.1.7b] ὅς με ῥάκη τ’ ἤμπισχε κἀξηνάγκασεν πτωχὸν γενέσθαι κἀκ δόμων ἀνάστατον. [Quaest. conv. 2.1.7c] οὐ γὰρ ἂν ὁμοίως πιθανὸς ἦν λέγων ὅς με σοφὸν καὶ αὐτάρκη καὶ μακάριον ἐποίησε καὶ ὁ Λάκων ἄκαπνα ξύλα τῷ γυμνασιάρχῳ παρασχόντι προσποιούμενος ἐγκαλεῖν, ἔλεγε δι’ ὃν οὐδ’ ἀποδακρῦσαι γέγονεν ἡμῖν. καὶ ὁ τὸν δειπνίζοντα καθ’ ἡμέραν ἀνδραποδιστὴν καλῶν καὶ τύραννον, δι’ ὃν ἐτῶν τοσούτων οὐχ ἑώρακε τὴν ἑαυτοῦ τράπεζαν. καὶ ὁ λέγων ὑπὸ τοῦ βασιλέως ἐπιβεβουλευμένος ἀφῃρῆσθαι τὴν σχολὴν καὶ τὸν ὕπνον, πλούσιος γεγονὼς ἐκ πένητος. καὶ εἴ τις ἀντιστρέψας αἰτιῷτο τοὺς Αἰσχύλου Καβείρους ὄξους σπανίζειν δῶμα ποιήσαντας, ὥσπερ αὐτοὶ παίζοντες ἠπείλησαν. ἅπτεται γὰρ ταῦτα μᾶλλον ἔχοντα δριμυτέραν χάριν, ὥστε μὴ προσίστασθαι μηδὲ λυπεῖν τοὺς ἐπαινουμένους. [Quaest. conv. 2.1.8] δεῖ δὲ τὸν ἐμμελῶς σκώμματι χρησόμενον εἰδέναι καὶ νοσήματος διαφορὰν πρὸς ἐπιτήδευμα, λέγω δὲ φιλαργυρίας καὶ φιλονεικίας πρὸς φιλομουσίαν καὶ φιλοθηρίαν· ἐπ’ ἐκείνοις μὲν γὰρ ἄχθονται σκωπτόμενοι, πρὸς ταῦτα δ’ ἡδέως ἔχουσιν. οὐκ ἀηδῶς γοῦν Δημοσθένης ὁ Μιτυληναῖος, φιλῳδοῦ τινος καὶ φιλοκιθαριστοῦ θύραν κόψας, ὑπακούσαντος αὐτοῦ καὶ κελεύσαντος εἰσελθεῖν ἂν πρῶτον ἔφη τὴν κιθάραν δήσῃς. ἀηδῶς δ’ ὁ τοῦ Λυσιμάχου παράσιτος, ἐμβαλόντος αὐτοῦ σκορπίον ξύλινον εἰς τὸ ἱμάτιον, ἐκταραχθεὶς καὶ ἀναπηδήσας, ὡς ᾔσθετο τὴν παιδιάν, κἀγώ σε φησὶν ἐκφοβῆσαι βούλομαι, ὦ βασιλεῦ· δός μοι τάλαντον. [Quaest. conv. 2.1.9] εἰσὶ δὲ καὶ περὶ τὰ σωματικὰ τοιαῦται διαφοραὶ τῶν πολλῶν· οἷον εἰς γρυπότητα καὶ σιμότητα σκωπτόμενοι γελῶσιν, ὡς ὁ Κασάνδρου φίλος; οὐκ ἠχθέσθη τοῦ Θεοφράστου πρὸς αὐτὸν εἰπόντος θαυμάζω σου τοὺς ὀφθαλμοὺς, ὅτι οὐκ ᾄδουσι, τοῦ μυκτῆρος; αὐτοῖς ἐνδεδωκότος καὶ ὁ Κῦρος ἐκέλευσε τὸν γρυπὸν σιμὸν ἀγαγέσθαι γύναιον, οὕτω γὰρ ἐφαρμόσειν. εἰς δὲ δυσωδίαν μυκτῆρος ἢ στόματος ἄχθονται σκωπτόμενοι· καὶ πάλιν εἰς φαλακρότητα πράως φέρουσιν, εἰς δὲ πήρωσιν ὀφθαλμῶν ἀηδῶς. καὶ γὰρ Ἀντίγονος αὐτὸς μὲν ἑαυτὸν εἰς τὸν ὀφθαλμὸν ἔσκωπτε· καί ποτε λαβὼν ἀξίωμα μεγάλοις γράμμασι γεγραμμένον ταυτὶ μέν ἔφη καὶ τυφλῷ δῆλα Θεόκριτον δὲ τὸν Χῖον ἀπέκτεινεν, ὅτι φήσαντός τινος τοῖς ὀφθαλμοῖς ἂν βασιλέως παραγένῃ, σωθήσῃ· ἀλλά μοι εἶπεν ἀδύνατον λέγεις τοῦτ’ αὐτὸ τὴν σωτηρίαν. Λέων ὁ Βυζάντιος, εἰπόντος Πασιάδου πρὸς αὐτὸν, ὀφθαλμισθῆναι δι’ αὐτοῦ τοὺς ὀφθαλμούς ἀσθένειαν ἔφη σώματος ὀνειδίζεις, νέμεσιν οὐχ ὁρῶν ἐπὶ τῶν ὤμων βαστάζοντά σου τὸν υἱόν· εἶχε δὲ κυρτὸν ὁ Πασιάδης υἱόν. ἠγανάκτησε δὲ καὶ Ἄρχιππος, ὁ δημαγωγὸς τῶν Ἀθηναίων, ὑπὸ Μελανθίου σκωφθεὶς εἰς τὸ κυρτόν· ἔφη γὰρ αὐτὸν ὁ Μελάνθιος οὐ προεστάναι τῆς πόλεως ἀλλὰ προκεκυφέναι. τινὲς δὲ ταῦτα πράως καὶ μετρίως φέρουσιν, ὥσπερ ὁ φίλος τοῦ Ἀντιγόνου τάλαντον αἰτήσας καὶ μὴ λαβὼν ᾔτησε προπομποὺς καὶ φύλακας ὅπως ἔφη μὴ ἐπιβουλευθῶ προστάξας κατ’ ὤμου τὸ τάλαντον φέρειν. οὕτω μὲν περὶ τὰ ἐκτὸς ἔχουσι διὰ τὴν ἀνωμαλίαν ἄλλοι γὰρ ἐπ’ ἄλλοις ἄχθονται. Ἐπαμεινώνδας μετὰ τῶν συναρχόντων ἑστιώμενος ἐπέπινεν ὄξος, καὶ πυνθανομένων εἰ πρὸς ὑγίειαν ἀγαθόν, οὐκ οἶδ’ εἶπεν, ὅτι μέντοι πρὸς τὸ μεμνῆσθαι τῆς οἴκοι διαίτης ἀγαθόν, ἐπίσταμαι. διὸ δεῖ καὶ πρὸς τὰς φύσεις καὶ τὰ ἤθη σκοποῦντα ταῖς παιδιαῖς χρῆσθαι, πειρώμενον ἀλύπως καὶ κεχαρισμένως ἑκάστοις ὁμιλεῖν. [Quaest. conv. 2.1.10] ὁ δ’ ἔρως τὰ τ’ ἄλλα ποικιλώτατός ἐστι, καὶ τοῖς σκώμμασιν οἱ μὲν ἄχθονται καὶ ἀγανακτοῦσιν οἱ δὲ χαίρουσι. δεῖ δ’ εἰδέναι τὸν καιρόν· ὡς γὰρ τὸ πῦρ ἐν ἀρχῇ μὲν ἀποσβέννυσι τὸ πνεῦμα διὰ τὴν ἀσθένειαν αὐξηθέντι δὲ τροφὴν παρέχει καὶ ῥώμην, οὕτω φυόμενος ὁ ἔρως ἔτι καὶ λανθάνων δυσκολαίνει καὶ ἀγανακτεῖ πρὸς τοὺς ἀποκαλύπτοντας, ἐκλάμψας δὲ καὶ διαφανεὶς τρέφεται καὶ προσγελᾷ τοῖς σκώμμασι φυσώμενος. ἥδιστα δὲ σκώπτονται, παρόντων τῶν ἐρωμένων, εἰς αὐτὸ τὸ ἐρᾶν εἰς ἄλλο δ’ οὐδέν. ἐὰν δὲ καὶ γυναικῶν ἐρῶντες ἰδίων τύχωσιν ἢ νεανίσκων φιλοκάλων ἔρωτα γενναῖον, παντάπασι γάνυνται καὶ καλλωπίζονται τῷ σκώπτεσθαι πρὸς αὐτούς. διὸ καὶ Ἀρκεσίλαος, ἐν τῇ σχολῇ τοιαύτης μεταδόσεως αὐτῷ γενομένης ὑπό τινος τῶν ἐρωτικῶν δοκεῖ μοι μηδὲν ἅπτεσθαι μηδενός· οὐδὲ σὺ τοίνυν ἔφη τοῦδ’ ἅπτῃ; δείξας τινὰ τῶν καλῶν καὶ ὡραίων παρακαθήμενον. [Quaest. conv. 2.1.11] ἤδη δὲ καὶ τὸ τῶν παρόντων σκεπτέον· ἃ γὰρ ἐν φίλοις καὶ συνήθεσιν ἀκούοντες γελῶσι, ταῦτα δυσχεραίνουσιν, ἂν λέγηται πρὸς αὐτοὺς τῆς γαμετῆς παρούσης ἢ τοῦ πατρὸς ἢ τοῦ καθηγητοῦ, πλὴν ἂν μή τι κεχαρισμένον τῶν λεγομένων ἐκείνοις· οἷον ἄν τις σκώπτηται τοῦ φιλοσόφου παρόντος εἰς ἀνυποδησίαν ἢ νυκτογραφίαν, ἢ τοῦ πατρὸς ἀκούοντος εἰς μικρολογίαν, ἢ τῆς γυναικὸς παρούσης εἰς τὸ ἀνέραστον ἑτέρων ἐκείνης δὲ δοῦλον καὶ θεραπευτικόν, ὡς ὁ Τιγράνης ὑπὸ τοῦ Κύρου τί δ’, ἂν σ’ ἡ γυνὴ σκευοφοροῦντα ἀκούσῃ; ἀλλ’ οὐκ ἀκούσεται εἶπεν ὄψεται δ’ αὐτὴ παροῦσα. [Quaest. conv. 2.1.12] ποιεῖ δ’ ἀλυπότερα τὰ σκώμματα καὶ τὸ κοινωνεῖν ἁμωσγέπως τοὺς λέγοντας· ὅταν εἰς πενίαν λέγῃ πένης ἢ δυσγενὴς εἰς δυσγένειαν ἢ ἐρῶν εἰς ἔρωτα· δοκεῖ δ’ οὐχ ὕβρει παιδιᾷ δέ τινι γίγνεσθαι μᾶλλον ὑπὸ τῶν ὁμοίων εἰ δὲ μή, παροξύνει καὶ λυπεῖ. τὸν γοῦν ἀπελεύθερον τοῦ βασιλέως νεόπλουτον ὄντα φορτικῶς δὲ καὶ σοβαρῶς ἐπιπολάζοντα τοῖς συνδειπνοῦσι φιλοσόφοις, καί τέλος ἐρωτῶντα πῶς ἔκ τε τῶν λευκῶν καὶ τῶν μελάνων κυάμων ὁμοίως χλωρὸν γίγνεται τὸ ἔτνος, ἀντερωτήσας ὁ Ἀριδίκης, πῶς ἐκ τῶν λευκῶν καὶ μελάνων ἱμάντων φοινικοῖ γίγνονται μώλωπες, ἐποίησεν ἀναστῆναι περίλυπον γενόμενον. ὁ δὲ Ταρσεὺς Ἀμφίας ἐκ κηπουροῦ δοκῶν γεγονέναι, σκώψας δὲ τὸν φίλον τοῦ ἡγεμόνος εἰς δυσγένειαν εἶθ’ ὑπολαβὼν εὐθὺς ἀλλὰ καὶ ἡμεῖς ἐκ τῶν αὐτῶν σπερμάτων γεγόναμεν γέλωτ’ ἐποίησε. κομψῶς δὲ καὶ τοῦ Φιλίππου τὴν ὀψιμαθίαν ἅμα καὶ περιεργίαν ὁ ψάλτης ἐπέσχεν οἰομένου γὰρ αὐτὸν ἐξελέγχειν τοῦ Φιλίππου περὶ κρουμάτων καὶ ἁρμονιῶν μὴ γένοιτό σοι εἶπεν ὦ βασιλεῦ, κακῶς οὕτως, ἵν’ ἐμοῦ σὺ ταῦτ’ εἰδῇς βέλτιον σκώπτειν γὰρ ἑαυτὸν δοκῶν, ἐκεῖνον ἀλύπως ἐνουθέτησε. διὸ καὶ τῶν κωμικῶν ἔνιοι τὴν πικρίαν ἀφαιρεῖν δοκοῦσι τῷ σκώπτειν ἑαυτούς, ὡς Ἀριστοφάνης εἰς τὴν φαλακρότητα καὶ τὴν Ἀγάθωνος ἀπόλειψιν· Κρατῖνος δὲ τὴν πυτίνην εἰς τὴν φιλοινίαν ἐδίδαξεν. [Quaest. conv. 2.1.13] οὐχ ἥκιστα δὲ δεῖ προσέχειν καὶ φυλάττειν, ὅπως ἐκ τοῦ παρατυχόντος ἔσται τὸ σκῶμμα πρὸς τινας ἐρωτήσεις αὐτόθεν ἢ παιδιὰς γιγνόμενον, ἀλλὰ μὴ πόρρωθεν οἷον ἐκ παρασκευῆς ἐπεισόδιον. ὡς γὰρ ὀργὰς καὶ μάχας τὰς ἐκ τῶν συμποσίων πραότερον φέρουσιν, ἐὰν δ’ ἐπελθών τις ἔξωθεν λοιδορῆται καὶ ταράττῃ, τοῦτον ἐχθρὸν ἡγοῦνται καὶ μισοῦσιν οὕτω μέτεστι συγγνώμης σκώμματι καὶ παρρησίας, ἂν ἐκ τῶν παρόντων ἔχῃ τὴν γένεσιν, ἀφελῶς καὶ ἀπλάστως φυόμενον· ἂν δ’ μὴ πρὸς λόγον ἀλλ’ ἔξωθεν, ἐπιβουλῇ καὶ ὕβρει προσέοικεν· οἷον τὸ Τιμαγένους πρὸς τὸν ἄνδρα τῆς ἐμετικῆς κακῶν γὰρ ἄρχεις τήνδε μοῦσαν εἰσάγων· καὶ πρὸς Ἀθηνόδωρον τὸν φιλόσοφον, εἰ φυσικὴ ἡ πρὸς τὰ ἔκγονα φιλοστοργία ἡ γὰρ ἀκαιρία καὶ τὸ μὴ πρὸς λόγον ὕβριν ἐμφαίνει καὶ δυσμένειαν. οὗτοι μὲν οὖν κατὰ Πλάτωνα κουφοτάτου πράγματος, λόγων, βαρυτάτην ζημίαν ἔτισαν· οἱ δὲ τὸν καιρὸν εἰδότες καὶ φυλάττοντες αὐτῷ τῷ Πλάτωνι μαρτυροῦσιν, ὅτι τοῦ πεπαιδευμένου καλῶς ἔργον ἐστὶ τὸ παίζειν ἐμμελῶς καὶ κεχαρισμένως. [Quaest. conv. 2.2.1] Διὰ τί βρωτικώτεροι γίγνονται περὶ τὸ μετόπωρον. [Quaest. conv. 2.2.1b] ἐν Ἐλευσῖνι μετὰ τὰ μυστήρια τῆς πανηγύρεως ἀκμαζούσης, εἱστιώμεθα παρὰ Γλαυκίᾳ τῷ ῥήτορι. πεπαυμένων δὲ δειπνεῖν τῶν ἄλλων, Ξενοκλῆς ὁ Δελφὸς ὥσπερ εἰώθει τὸν ἀδελφὸν ἡμῶν Λαμπρίαν εἰς ἀδδηφαγίαν Βοιώτιον ἐπέσκωπτεν. ἐγὼ δ’ ἀμυνόμενος ὑπὲρ αὐτοῦ τὸν Ξενοκλέα τοῖς Ἐπικούρου λόγοις χρώμενον οὐ γὰρ ἅπαντες εἶπον ὦ βέλτιστε, ποιοῦνται τὴν τοῦ ἀλγοῦντος ὑπεξαίρεσιν ὅρον ἡδονῆς καὶ πέρας· Λαμπρίᾳ δὲ καὶ ἀνάγκη, πρὸ τοῦ κήπου κυδαίνοντι τὸν περίπατον καὶ τὸ Λύκειον ἔργῳ μαρτυρεῖν Ἀριστοτέλει· φησι γὰρ ὁ ἀνὴρ βρωτικώτατον ἕκαστον αὐτὸν αὑτοῦ περὶ τὸ φθινόπωρον εἶναι, καὶ τὴν αἰτίαν ἐπείρηκεν ἐγὼ δ’ οὐ μνημονεύω βέλτιον εἶπεν ὁ Γλαυκίας αὐτοὶ γὰρ ἐπιχειρήσομεν ζητεῖν, ὅταν παυσώμεθα δειπνοῦντες. ὡς οὖν ἀφῃρέθησαν αἱ τράπεζαι, γλαυκίας μὲν καὶ Ξενοκλῆς ᾐτιάσαντο τὴν ὀπώραν διαφόρως, ὁ μὲν ὡς τὴν κοιλίαν ὑπεξάγουσαν καὶ τῷ κενοῦσθαι τὸ σῶμα νεαρὰς ὀρέξεις ἀεὶ παρασκευάζουσαν· ὁ δὲ Ξενοκλῆς ἔλεγεν εὔστομόν τι καὶ δηκτικὸν ἔχοντα τῶν ὡραίων τὰ πλεῖστα τὸν στόμαχον ἐπὶ τὴν βρῶσιν ἐκκαλεῖσθαι παντὸς μᾶλλον ὄψου καὶ ἡδύσματος· καὶ γὰρ τοῖς ἀποσίτοις τῶν ἀρρώστων ὀπώρας τι προσενεχθὲν ἀναλαμβάνει τὴν ὄρεξιν. ὁ δὲ Λαμπρίας εἶπεν, ὅτι τὸ οἰκεῖον καὶ τὸ σύμφυτον θερμὸν ἡμῶν, ᾧ τρέφεσθαι πεφύκαμεν, ἐν μὲν τῷ θέρει διέσπαρται καὶ γέγονεν ἀσθενέστερον καὶ μανόν, ἐν δὲ τῷ φθίνοντι καιρῷ συναγείρεται πάλιν καὶ ἰσχύει, κατακρυπτόμενον ἐντὸς διὰ τὴν περίψυξιν καὶ τὴν πύκνωσιν τοῦ σώματος. ἐγὼ δ’ ὑπὲρ τοῦ μὴ δοκεῖν ἀσύμβολος τοῦ λόγου μετασχεῖν εἶπον, ὅτι τοῦ θέρους διψητικώτεροι γιγνόμεθα καὶ πλείονι χρώμεθα τῷ ὑγρῷ διὰ τὸ καῦμα· νῦν οὖν ἡ φύσις ἐν τῇ μεταβολῇ ζητοῦσα τοὐναντίον, ὥσπερ εἴωθε, πεινητικωτέρους ποιεῖ, καὶ τὴν ξηρὰν τροφὴν τῇ κράσει τοῦ σώματος· ἀνταποδίδωσιν. οὐ μὴν οὐδὲ τὰ σιτία φήσαι τις ἂν αἰτίας ἀμοιρεῖν παντάπασιν, ἀλλ’ ἐκ νέων καὶ προσφάτων γενόμενα καρπῶν οὐ μόνον μάζας καὶ ὄσπρια καὶ ἄρτους καὶ πυροὺς, ἀλλὰ καὶ κρέα ζῴων εὐωχουμένων τὰ ἐπέτεια τοῖς τε χυμοῖς διαφέρειν τῶν παλαιῶν καὶ μᾶλλον ἐπάγεσθαι τοὺς χρωμένους καὶ ἀπολαύοντας. [Quaest. conv. 2.3.1] Πότερον ἡ ὄρνις πρότερον ἢ τὸ ᾠὸν ἐγένετο. [Quaest. conv. 2.3.1b] ἐξ ἐνυπνίου τινὸς ἀπειχόμην ᾠῶν πολὺν ἤδη χρόνον παρὰ τοῦτο ποιούμενος, ἐν καθάπερ ἐν Καρὶ διάπειραν λαβεῖν τῆς ὄψεως ἐναργῶς μοι πολλάκις γενομένης· ὑπόνοιαν μέντοι παρέσχον, ἑστιῶντος ἡμᾶς Σοσσίου Σενεκίωνος, ἐνέχεσθαι δόγμασιν Ὀρφικοῖς ἢ Πυθαγορικοῖς, καὶ τὸ ᾠόν, ὥσπερ ἔνιοι καρδίαν καὶ ἐγκέφαλον, ἀρχὴν ἡγούμενος γενέσεως ἀφοσιοῦσθαι· καὶ προὔφερεν Ἀλέξανδρος ὁ Ἐπικούρειος ἐπὶ γέλωτι τὸ [Quaest. conv. 2.3.1c] ἶσόν τοι κυάμους ἔσθειν κεφαλάς τε τοκήων [Quaest. conv. 2.3.1d] ὡς δὴ κυάμους τὰ ᾠὰ διὰ τὴν κύησιν αἰνιττομένων τῶν ἀνδρῶν, διαφέρειν δὲ μηδὲν οἰομένων τὸ ἐσθίειν ᾠὰ τοῦ χρῆσθαι τοῖς τίκτουσι τὰ ᾠὰ ζῴοις. ἐγίγνετο δὴ τὸ τῆς αἰτίας ἀπολόγημα τῆς αἰτίας αὐτῆς ἀλογώτερον, Ἐπικουρείῳ λέγειν ἐνύπνιον. ὅθεν οὐ παρῃτούμην τὴν δόξαν ἅμα προσπαίζων τι τῷ Ἀλεξάνδρῳ καὶ γὰρ ἦν χαρίεις καὶ φιλόλογος ἐπιεικῶς. [Quaest. conv. 2.3.2] ἐκ δὲ τούτου τὸ ἄπορον καὶ πολλὰ πράγματα τοῖς ζητητικοῖς παρέχον εἰς μέσον εἷλκε πρόβλημα περὶ τοῦ ᾠοῦ καὶ τῆς ὄρνιθος, ὁπότερον γένοιτο πρότερον αὐτῶν. καὶ Σύλλας μὲν ὁ ἑταῖρος εἰπὼν ὅτι μικρῷ προβλήματι καθάπερ ὀργάνῳ μέγα καὶ βαρὺ σαλεύομεν τὸ περὶ τῆς τοῦ κόσμου γενέσεως, ἀπηγόρευσε. τοῦ δ’ Ἀλεξάνδρου τῆς ζητήσεως ὡς μηδὲν προσφυὲς φερούσης καταγελάσαντος, ὁ γαμβρὸς ἡμῶν Φίρμος ἐμοὶ τοίνυν ἔφη χρῆσον ἐν τῷ παρόντι τὰς ἀτόμους. εἰ γὰρ τὰ μικρὰ δεῖ στοιχεῖα τῶν μεγάλων ἀρχὰς ὑποτίθεσθαι, πρῶτον εἰκὸς ἐστι τὸ ᾠὸν γεγονέναι τῆς ὄρνιθος· ἔστι γὰρ καὶ ἁπλοῦν, ὡς ἐν αἰσθητοῖς· ποικίλον δὲ καὶ μεμιγμένον μᾶλλον ἡ ὄρνις. καθόλου δ’ ἡ μὲν ἀρχὴ πρῶτον ἀρχὴ δὲ τὸ σπέρμα, τὸ δ’ ᾠὸν σπέρματος μὲν πλέον ζῴου δὲ μικρότερον. ὡς γὰρ ἡ προκοπὴ μέσον εὐφυΐας εἶναι δοκεῖ καὶ ἀρετῆς, οὕτω τὸ ᾠὸν προκοπὴ τίς ἐστι τῆς φύσεως ἐπὶ τὸ ἔμψυχον ἀπὸ τοῦ σπέρματος πορευομένης. [Quaest. conv. 2.3.2b] ἔτι δ’, ὥσπερ ἐν τῷ ζῴῳ πρῶτα γίγνεσθαι λέγουσιν ἀρτηρίας καὶ φλέβας, οὕτω λόγον ἔχει καὶ τοῦ ζῴου τὸ ᾠὸν γεγονέναι πρῶτον, ὡς περιέχον ἐμπεριεχομένου. καὶ γὰρ αἱ τέχναι πρῶτον ἀτύπωτα καὶ ἄμορφα πλάττουσιν, εἶθ’ ὕστερον ἕκαστα τοῖς εἴδεσι διαρθροῦσιν ᾕ Πολύκλειτος ὁ πλάστης εἶπε χαλεπώτατον εἶναι τοὔργον, ὅταν ἐν ὄνυχι ὁ πηλὸς γένηται. διὸ καὶ τῇ φύσει τὸ πρῶτον εἰκός ἐστιν ἀτρέμα κινούσῃ τὴν ὕλην ἀργοτέραν ὑπακούειν, τύπους ἀμόρφους καὶ ἀορίστους ἐκφέρουσαν ὥσπερ τὰ ᾠά· μορφουμένων δὲ τούτων καὶ διαχαρασσομένων, ὕστερον ἐνδημιουργεῖσθαι τὸ ζῷον. ὡς δὲ κάμπη γίγνεται τὸ πρῶτον, εἶτ’ ἐκπαγεῖσα διὰ ξηρότητα καὶ περιρραγεῖσα ἕτερον πτερωθὲν δι’ αὑτῆς τὴν καλουμένην ψυχὴν μεθίησι, τὸν αὐτὸν τρόπον ἐνταῦθα προϋφίσταται τὸ ᾠὸν οἷον ὕλη τῆς γενέσεως. ἀνάγκη γὰρ ἐν πάσῃ μεταβολῇ πρότερον εἶναι τοῦ μεταβάλλοντος τὸ ἐξ οὗ μετέβαλε. [Quaest. conv. 2.3.2c] σκόπει δ’ ὅτι σκνῖπες ἐν δένδρῳ καὶ τερηδόνες ἐμφύονται ξύλῳ κατὰ σῆψιν ὑγρότητος ἢ πέψιν· ὧν οὐδεὶς ἂν ἀξιώσειεν μὴ προϋποκεῖσθαι μηδὲ πρεσβύτερον εἶναι φύσει τὸ γεννῶν. ἡ γὰρ ὕλη λόγον ἔχει πρὸς τὰ γιγνόμενα μητρὸς ὥς φησι Πλάτων καὶ τιθήνης ὕλη δὲ πᾶν, ἐξ οὗ σύστασιν ἔχει τὸ γεννώμενον τὸ δ’ ἐπὶ τούτοις ἔφη γελάσας ἀείσω ξυνετοῖσι τὸν Ὀρφικὸν καὶ ἱερὸν λόγον, ὃς οὐκ ὄρνιθος μόνον τὸ ᾠὸν ἀποφαίνει πρεσβύτερον, ἀλλὰ καὶ συλλαβὼν ἅπασαν αὐτῷ τὴν ἁπάντων ὁμοῦ πρεσβυγένειαν ἀνατίθησι. καὶ τἄλλα μὲν εὔστομα κείσθω καθ’ Ἡρόδοτον· ἔστι γὰρ μυστικώτερα· ζῴων δὲ πολλὰς φύσεις τοῦ κόσμου περιέχοντος, οὐδὲν ὡς εἰπεῖν γένος ἄμοιρόν ἐστι τῆς ἐξ ᾠοῦ γενέσεως· ἀλλὰ καὶ πτηνὰ γεννᾷ καὶ νηκτὰ μυρία καὶ χερσαῖα, σαύρας, καὶ ἀμφίβια, κροκοδείλους, καὶ δίποδα, τὸν ὄρνιν, καὶ ἄποδα, τὸν ὄφιν, καὶ πολύποδα, τὸν ἀττέλεβον· ὅθεν οὐκ ἀπὸ τρόπου τοῖς περὶ τὸν Διόνυσον ὀργιασμοῖς ὡς μίμημα τοῦ τὰ πάντα γεννῶντος καὶ περιέχοντος ἐν ἑαυτῷ συγκαθωσίωται. [Quaest. conv. 2.3.3] ταῦτα τοῦ Φίρμου διεξιόντος, ὁ Σενεκίων ἔφη τὴν τελευταίαν τῶν εἰκόνων αὐτῷ πρώτην ἀντιπίπτειν. ἔλαθες γάρ εἶπεν ὦ Φίρμε, τὸν κόσμον ἀντὶ τῆς παροιμιακῆς θύρας ἐπὶ σεαυτὸν ἀνοίξας· ὁ γὰρ κόσμος προϋφέστηκε πάντων τελειότατος ὤν· καὶ λόγον ἔχει τοῦ ἀτελοῦς φύσει πρότερον εἶναι τὸ τέλειον, ὡς τοῦ πεπηρωμένου τὸ ὁλόκληρον καὶ τοῦ μέρους τὸ ὅλον· οὐδὲ γὰρ ἔχει λόγον εἶναι μέρος οὗ μέρος; ἐστὶ μὴ γεγονότος. ὅθεν οὐθεὶς λέγει τοῦ σπέρματος εἶναι τὸν ἄνθρωπον οὐδὲ τοῦ ᾠοῦ τὴν ἀλεκτορίδα, τῆς δ’ ἀλεκτορίδος τὸ ᾠὸν εἶναι καὶ τὸ σπέρμα τοῦ ἀνθρώπου λέγομεν, ὡς τούτων ἐπιγιγνομένων ἐκείνοις καὶ τὴν γένεσιν ἐν ἐκείνοις λαμβανόντων εἶθ’ ὥσπερ ὄφλημα τῇ φύσει τὴν γένεσιν ἀποδιδόντων. ἐνδεᾶ γάρ ἐστι, τοῦ οἰκείου· διὸ καὶ βούλεσθαι ποιεῖν πέφυκεν ἄλλο τοιοῦτον, οἷον ἦν ἐξ οὗ ἀπεκρίθη. καὶ τὸν σπερματικὸν λόγον ὁρίζονται γόνον ἐνδεᾶ γενέσεως· [Quaest. conv. 2.3.3b] ἐνδεὲς δ’ οὐδέν ἐστι τοῦ μὴ γενομένου μηδ’ ὄντος· τὰ δ’ ᾠὰ καὶ παντάπασι βλέπεται τὴν φύσιν ἔχοντα τῆς ἔν τινι ζῴῳ πήξεως καὶ συστάσεως ὀργάνων τε τοιούτων καὶ ἀγγείων δεομένην. ὅθεν οὐδ’ ἱστόρηται γηγενὲς ᾠόν· ἀλλὰ καὶ τὸ Τυνδάρειον οἱ ποιηταὶ λέγουσιν οὐρανοπετὲς ἀναφανῆναι. ζῷα δ’ αὐτοτελῆ καὶ ὁλόκληρα μέχρι νῦν ἀναδίδωσιν ἡ γῆ, μῦς ἐν Αἰγύπτῳ πολλαχοῦ δ’ ὄφεις καὶ βατράχους καὶ τέττιγας, ἀρχῆς ἔξωθεν ἑτέρας καὶ δυνάμεως ἐγγενομένης. ἐν δὲ Σικελίᾳ περὶ τὸν δουλικὸν πόλεμον, αἵματος πολλοῦ καὶ νεκρῶν ἀτάφων ἐν τῇ γῇ κατασαπέντων, πλῆθος ἀττελέβων ἐξήνθησε καὶ τὸν σῖτον ἔφθειρον πανταχοῦ σκεδασθέντες ἐπὶ τὴν νῆσον. ταῦτα τοίνυν ἐκ γῆς φύεται καὶ τρέφεται καὶ τροφῆς περίσσωμα ποιεῖ γόνιμον, ᾧ καθ’ ἡδονὰς πρὸς ἄλληλα τρέπεται, καὶ συνδυαζόμενα τῇ μίξει τὰ μὲν ᾠοτοκεῖν τὰ δὲ ζῳοτοκεῖν πέφυκε. καὶ τούτῳ μάλιστα δῆλόν ἐστιν, ὅτι τὴν πρώτην γένεσιν ἐκ γῆς λαβόντα καθ’ ἕτερον τρόπον ἤδη καὶ δι’ ἀλλήλων ποιεῖται τὰς τεκνώσεις. [Quaest. conv. 2.3.3c] καθόλου δ’ ὅμοιόν ἐστι τῷ λέγειν, πρὸ τῆς γυναικὸς ἡ μήτρα γέγονεν· ὡς γὰρ ἡ μήτρα πρὸς τὸ ᾠόν, οὕτω πάλιν τὸ ᾠὸν πρὸς τὸν νεοσσὸν πέφυκε, κυόμενον ἐν αὐτῷ καὶ λοχευόμενον ὥστε μηδὲν διαφέρειν τὸν διαποροῦντα, πῶς ὄρνιθες ἐγένοντο μὴ γενομένων ᾠῶν, τοῦ πυνθανομένου, πῶς ἄνδρες ἐγένοντο καὶ γυναῖκες πρὶν αἰδοῖα γενέσθαι καὶ μήτρας. καίτοι τῶν μερῶν τὰ πλεῖστα συνυφίσταται τοῖς ὅλοις, αἱ δὲ δυνάμεις ἐπιγίνονται τοῖς μέρεσιν αἱ δ’ ἐνέργειαι ταῖς δυνάμεσι, τὰ δ’ ἀποτελέσματα ταῖς ἐνεργείαις· ἀποτέλεσμα δὲ τῆς γεννητικῆς τῶν μορίων δυνάμεως τὸ σπέρμα καὶ τὸ ᾠόν· ὥστε τῆς τῶν ὅλων καθυστερεῖν γενέσεως. σκόπει δὲ μή, καθάπερ οὐ δυνατόν ἐστι πέψιν τροφῆς εἶναι πρὶν ἢ γενέσθαι ζῷον, οὕτως οὐδ’ ᾠὸν οὐδὲ σπέρμα· καὶ γὰρ ταῦτα πέψεσί τισι καὶ μεταβολαῖς ἐπιγενέσθαι ἔοικεν· καὶ οὐχ οἷόν τε, πρὶν ἢ γενέσθαι ζῷον, ἔχειν ζῴου τροφῆς περίττωμα τὴν φύσιν. [Quaest. conv. 2.3.3d] οὐ μὴν ἀλλὰ τὸ σπέρμα μὲν ἁμωσγέπως ἀρχῆς τινος ἀντιποιεῖται, τὸ δ’ ᾠὸν οὔτ’ ἀρχῆς ἔχει λόγον, οὐ γὰρ ὑφίσταται πρῶτον· οὔθ’ ὅλου φύσιν, ἀτελὲς γάρ ἐστιν. ὅθεν ἀρχῆς μὲν ἄνευ γεγονέναι ζῷον οὐ λέγομεν, ἀρχὴν δ’ εἶναι ζῳογονίας, ὑφ’ ἧς πρῶτον ἡ ὕλη μετέβαλε, δυνάμεως κρᾶσίν τινα καὶ μῖξιν ἐνεργασαμένης γόνιμον· τὸ δ’ ᾠὸν ἐπιγέννημα εἶναι, καθάπερ τὸ αἷμα καὶ τὸ γάλα, τοῦ ζῴου μετὰ τροφὴν καὶ πέψιν· οὐ γὰρ ὦπται συνιστάμενον ᾠὸν ἐκ τῆς ἰλύος, ἀλλ’ ἐν μόνῳ ζῴῳ τοῦτο τὴν σύστασιν ἔχει καὶ γένεσιν· ζῷα δὲ καθ’ αὑτὰ μυρία συνίσταται. καὶ τί δεῖ λέγειν τἄλλα; πολλῶν γὰρ ἐγχέλεων ἁλισκομένων, οὐδεὶς ἑώρακεν οὔτε θορὸν οὔτ’ ᾠὸν ἔγχελυν ἔχουσαν· ἀλλὰ κἂν τὸ ὕδωρ τις ἐξαρύσῃ καὶ τὴν ἰλὺν ἀναξύσῃ πᾶσαν, εἰς τὸν τόπον ὕδατος συρρυέντος ἐγχέλεις ζῳογονοῦνται. [Quaest. conv. 2.3.3e] δεῖ οὖν ὕστερον ἀνάγκῃ γεγονέναι τὸ θατέρου δεόμενον πρὸς γένεσιν δὲ καὶ νῦν θατέρου χωρὶς ἄλλως ὑπάρχει συνίστασθαι, τοῦτο προτερεῖν τῇ ἀρχῇ τῆς γενέσεως. περὶ ἐκείνης γὰρ ἔστι τῆς πρώτης ὁ λόγος· ἐπεὶ νῦν γε καὶ νεοττιὰς συντίθησι τὰ πτηνὰ πρὸ τῆς ᾠοτοκίας, καὶ σπάργανα παρασκευάζουσιν αἱ γυναῖκες· ἀλλ’ οὐκ ἂν εἴποις καὶ νεοττιὰν ᾠοῦ γεγονέναι πρότερον καὶ σπάργανα παίδων. οὐ γὰρ γῆ φησὶν ὁ Πλάτων γυναῖκα, γῆν δὲ γυνὴ μιμεῖται καὶ τῶν ἄλλων θηλέων ἕκαστον. διὸ πρώτην γένεσιν εἰκός ἐστιν ἐκ γῆς τελειότητι καὶ ῥώμῃ τοῦ γεννῶντος αὐτοτελῆ καὶ ἀπροσδεᾶ γενέσθαι, τοιούτων ὀργάνων καὶ στεγασμάτων καὶ ἀγγείων μὴ δεομένην, ἃ νῦν ἡ φύσις ἐν τοῖς τίκτουσιν ἐργάζεται καὶ μηχανᾶται δι’ ἀσθένειαν. [Quaest. conv. 2.4.1] Εἰ πρεσβύτατον ἡ πάλη τῶν ἀγωνισμάτων. [Quaest. conv. 2.4.1b] Σωσικλέα τὸν Κορωνῆθεν, Πυθίοις νενικηκότα ποιητάς, εἱστιῶμεν τὰ ἐπινίκια. τοῦ δὲ γυμνικοῦ ἀγῶνος ἐγγὺς ὄντος, ὁ πλεῖστος ἦν λόγος περὶ τῶν παλαιστῶν πολλοὶ γὰρ ἐτύγχανον ἀφιγμένοι καὶ ἔνδοξοι. παρὼν οὖν ὁ Λυσίμαχος, εἷς τῶν Ἀμφικτυόνων ἐπιμελητής, ἔναγχος ἔφη γραμματικοῦ τινος ἀκοῦσαι τὴν πάλην ἀρχαιοτάτην ἀθλημάτων πάντων ἀποφαίνοντος, ὡς καὶ τοὔνομα μαρτυρεῖν ἐπιεικῶς γὰρ ἀπολαύειν τὰ νεώτερα πράγματα κειμένων ἐν τοῖς παλαιοτέροις ὀνομάτων· ὥς που καὶ τὸν αὐλὸν ἡρμόσθαι λέγουσι καὶ κρούματα τὰ αὐλήματα καλοῦσιν, ἀπὸ τῆς λύρας λαμβάνοντες τὰς προσηγορίας. τὸν, οὖν τόπον, ἐν ᾧ γυμνάζονται πάντες οἱ ἀθληταί, παλαίστραν καλοῦσι, τῆς πάλης τοὔνομα κτησαμένης τὸ πρῶτον· εἶτα καὶ τοῖς αὖθις ἐφευρεθεῖσιν ἐμπαρασχεῖν. τοῦτ’ ἔφην ἐγὼ τὸ μαρτύριον οὐκ ἰσχυρὸν εἶναι· κεκλῆσθαι γὰρ ἀπὸ τῆς πάλης τὴν παλαίστραν, οὐχ ὅτι πρεσβύτατόν ἐστι τῶν ἄλλων, ἀλλ’ ὅτι μόνον τῶν τῆς ἀγωνίας εἰδῶν πηλοῦ καὶ κονίστρας καὶ κηρώματος τυγχάνει δεόμενον· οὔτε γὰρ δρόμον οὔτε πυγμὴν ἐν παλαίστραις διαπονοῦσιν, ἀλλὰ πάλης καὶ παγκρατίου τὸ περὶ τὰς κυλίσεις ὅτι γὰρ μέμικται τὸ παγκράτιον ἔκ τε πυγμῆς καὶ πάλης, δῆλόν ἐστιν. ἄλλως δὲ πῶς ἔφην λόγον ἔχει τεχνικώτατον καὶ πανουργότατον τῶν ἀθλημάτων τὴν πάλην οὖσαν ἅμα καὶ πρεσβύτατον εἶναι; τὸ γὰρ ἁπλοῦν καὶ ἄτεχνον καὶ βίᾳ μᾶλλον ἢ μεθόδῳ περαινόμενον αἱ χρεῖαι πρῶτον ἐκφέρουσιν ἐμοῦ δὲ ταῦτ’ εἰπόντος, ὁ Σωσικλῆς ὀρθῶς ἔφη λέγεις, καὶ συμβάλλομαί σοι πίστιν ἀπὸ τοῦ ὀνόματος· ἡ γὰρ πάλη μοι δοκεῖ τῷ παλεύειν, ὅπερ ἐστὶ δολοῦν καὶ καταβάλλειν δι’ ἀπάτης κεκλῆσθαι καὶ ὁ Φιλῖνος ἐμοὶ δ’ εἶπεν ἀπὸ τῆς παλαιστῆς· τούτῳ γὰρ μάλιστα τῷ μέρει τοῖν χεροῖν ἐνεργοῦσιν οἱ παλαίοντες, ὥσπερ οἱ πυκτεύοντες αὖ πάλιν τῇ πυγμῇ· διὸ κἀκεῖνο πυγμὴ καὶ τοῦτο πάλη προσηγόρευται τοὔργον. οὐ μὴν ἀλλὰ καὶ τὸ συμπάσαι τῶν ποιητῶν καὶ καταπάσαι παλῦναι λεγόντων, ᾧ μάλιστα χρωμένους τοὺς παλαιστὰς ὁρῶμεν, ἔστι καὶ ταύτῃ προσάγειν τὴν ἐτυμότητα τοῦ ὀνόματος. σκόπει δ’ ἔτι εἶπε μὴ τοῖς μὲν δρομεῦσιν ἔργον ἐστὶν ὅτι πλεῖστον ἀπολιπεῖν καὶ πορρωτάτω διαστῆναι, τοὺς δὲ πύκτας οὐδὲ πάνυ βουλομένους ἐῶσιν οἱ βραβευταὶ συμπλέκεσθαι· μόνους δὲ τοὺς παλαιστὰς ὁρῶμεν ἀλλήλους ἀγκαλιζομένους καὶ περιλαμβάνοντας· καὶ τὰ πλεῖστα τῶν ἀγωνισμάτων, ἐμβολαί, παρεμβολαί, συστάσεις, παραθέσεις, συνάγουσιν αὐτοὺς καὶ ἀναμιγνύουσιν ἀλλήλοις. διὸ τῷ πλησιάζειν μάλιστα καὶ γίγνεσθαι πέλας οὐκ ἄδηλόν ἐστι τὴν πάλην ὠνομάσθαι. [Quaest. conv. 2.5.1] Διὰ τί τῶν ἀθλημάτων Ὅμηρος πρῶτον ἀεὶ τάττει τὴν πυγμὴν εἶτα τὴν πάλην καὶ τελευταῖον τὸν δρόμον. [Quaest. conv. 2.5.1b] ῥηθέντων δὲ τούτων καὶ τὸν Φιλῖνον ἡμῶν ἐπαινεσάντων, αὖθις ὁ Λυσίμαχος ἔφη ποῖον οὖν φαίη τις ἂν τῶν ἀγωνισμάτων γεγονέναι πρῶτον ἢ τὸ στάδιον, ὥσπερ Ὀλυμπίασιν … ἐνταῦθα δὲ παρ’ ἡμῖν καθ’ ἕκαστον ἄθλημα τοὺς ἀγωνιζομένους εἰσάγουσιν ἐπὶ παισὶ παλαισταῖς ἄνδρας παλαιστὰς καὶ πύκτας ἐπὶ πύκταις ὁμοίως καὶ παγκρατιαστάς· ἐκεῖ δ’, ὅταν οἱ παῖδες διαγωνίσωνται, τότε τοὺς ἄνδρας καλοῦσι. σκόπει δὲ μὴ μᾶλλον ἔφη τὴν κατὰ χρόνον τάξιν Ὅμηρος ἀποδείκνυσι· πρῶτον γὰρ ἀεὶ πυγμὴ παρ’ αὐτῷ, δεύτερον πάλη, καὶ τελευταῖον ὁ δρόμος τῶν γυμνικῶν ἀεὶ τέτακται θαυμάσας οὖν Μενεκράτης ὁ Θεσσαλὸς ὦ Ἡράκλεις εἶπεν ὅσα λανθάνει ἡμᾶς· εἰ δέ τινα τῶν ἐπῶν ἐστί σοι πρόχειρα, μὴ φθονήσῃς ἀναμνῆσαι. καὶ ὁ Τίμων ἀλλ’ ὅτι μέν εἶπεν αἱ Πατρόκλου ταφαὶ ταύτην ἔχουσι τῶν ἀγωνισμάτων τὴν τάξιν, ἅπασιν ὡς ἔπος εἰπεῖν ἔναυλόν ἐστι. διατηρῶν δὲ τὴν τάξιν ὁμαλῶς ὁ ποιητὴς τὸν μὲν Ἀχιλλέα λέγοντα τῷ Νέστορι πεποίηκε [Quaest. conv. 2.5.1c] δίδωμι δέ σοι τόδ’ ἄεθλον αὔτως· οὐ γὰρ πύξ γε μαχήσεαι οὐδὲ παλαίσεις, οὐδὲ τ’ ἀκοντιστὺν ἐνδύσεαι οὐδὲ πόδεσσι θεύσεαι· [Quaest. conv. 2.5.1d] τὸν δὲ πρεσβύτην ἐν τῷ ἀποκρίνεσθαι παραδολεσχοῦντα γεροντικῶς, ὅτι [Quaest. conv. 2.5.1e] πὺξ μὲν ἐνίκησα Κλυτομήδεα, Οἴνοπος υἱόν, Ἀγκαῖον δὲ πάλῃ Πλευρώνιον, Ἴφικλον δὲ πόδεσσι παρέδραμον· [Quaest. conv. 2.5.1f] αὖθις δὲ τὸν μὲν Ὀδυσσέα τοὺς Φαίακας προκαλούμενον ἢ πύξ ἠὲ πάλῃ ἢ καὶ ποσίν, τὸν δ’ Ἀλκίνουν ὑποτιμώμενον [Quaest. conv. 2.5.1g] οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες οὐδὲ παλαισταί, ἀλλὰ ποσὶ κραιπνοῖς θέομεν· [Quaest. conv. 2.5.1h] ὡς οὐ κατὰ τύχην ἐκ τοῦ παρισταμένου τῇ τάξει χρώμενος ἄλλοτ’ ἄλλως, ἀλλὰ τοῖς εἰθισμένοις τότε καὶ δρωμένοις κατὰ νόμον ἐπακολουθῶν ἐδρᾶτο δ’ οὕτως, τὴν παλαιὰν ἔτι τάξιν αὐτῶν διαφυλαττόντων. [Quaest. conv. 2.5.2] παυσαμένου δὲ τἀδελφοῦ, τἄλλα μὲν ἔφην ἀληθῶς λέγεσθαι, τὴν δ’ αἰτίαν τῆς τάξεως οὐκ ἐπενόουν. ἐδόκει δὲ καὶ τῶν ἄλλων τισὶ μὴ πιθανὸν εἶναι γεγονέναι τὸ πυκτεύειν καὶ παλαίειν πρότερον ἐν ἀγῶνι καὶ ἁμίλλῃ τοῦ τροχάζειν, καὶ παρεκάλουν ἐξάγειν εἰς τὸ ἀνώτερον. ἔφην δ’ ἐκ τοῦ παραστάντος, ὅτι ταῦτά μοι πάντα μιμήματα δοκεῖ καὶ γυμνάσματα τῶν πολεμικῶν εἶναι· καὶ γὰρ ὁπλίτης ἐπὶ πᾶσιν εἰσάγεται, μαρτυρούμενος ὅτι τοῦτο τὸ τέλος ἐστὶ τῆς σωμασκίας καὶ τῆς ἁμίλλης καὶ τὸ τοῖς νικηφόροις εἰσελαύνουσι τῶν τειχῶν ἐφίεσθαι μέρος διελεῖν καὶ καταβαλεῖν, τοιαύτην ἔχει διάνοιαν, ὡς οὐ μέγα πόλει τειχῶν ὄφελος ἄνδρας ἐχούσῃ μάχεσθαι δυναμένους καὶ νικᾶν. ἐν δὲ Λακεδαίμονι τοῖς νενικηκόσι στεφανίτας ἀγῶνας ἐξαίρετος ἦν ἐν ταῖς παρατάξεσι χώρα, περὶ αὐτὸν τὸν βασιλέα τεταγμένους μάχεσθαι· καὶ τῶν ζῴων μόνῳ τῷ ἵππῳ μετουσία στεφάνου καὶ ἀγῶνος ἔστιν, ὅτι μόνος καὶ πέφυκε καὶ ἤσκηται μαχομένοις παρεῖναι καὶ συμπολεμεῖν. εἰ δὲ δὴ ταῦτα λέγεται μὴ κακῶς, ἤδη σκοπῶμεν ἔφην ὅτι τῶν μαχομένων πρῶτον ἔργον ἐστὶ τὸ πατάξαι καὶ φυλάξασθαι, δεύτερον δὲ συμπεσόντας ἤδη καὶ γενομένους ἐν χερσὶν ὠθισμοῖς τε χρῆσθαι καὶ περιτροπαῖς ἀλλήλων, ᾧ δὴ μάλιστά φασιν ἐν Λεύκτροις τοὺς Σπαρτιάτας ὑπὸ τῶν ἡμετέρων, παλαιστρικῶν ὄντων, καταβιασθῆναι· διὸ καὶ παρ’ Αἰσχύλῳ τις τῶν πολεμικῶν ὀνομάζεται [Quaest. conv. 2.5.2b] βριθύς, ὁπλιτοπάλας καὶ Σοφοκλῆς εἴρηκέ που περὶ τῶν Τρώων ὡς [Quaest. conv. 2.5.2c] φίλιπποι καὶ κερουλκοί, σὺν σάκει δὲ κωδωνοκρότῳ παλαισταί· [Quaest. conv. 2.5.2d] καὶ μὴν ἐπὶ πᾶσί γε τὸ τρίτον ἐστὶ νικωμένους φεύγειν ἢ διώκειν νικῶντας. εἰκότως οὖν ἡ πυγμὴ προῆγε, δευτέραν δ’ εἶχεν ἡ πάλη τάξιν, καὶ τελευταίαν ὁ δρόμος· ὅτι πυγμὴ μέν ἐστι μίμημα πληγῆς καὶ φυλακῆς, πάλη δὲ συμπλοκῆς καὶ ὠθισμοῦ, δρόμῳ δὲ μελετῶσι φεύγειν καὶ διώκειν. [Quaest. conv. 2.6.1] Διὰ τί πεύκη καὶ πίτυς καὶ τὰ ὅμοια τούτοις οὐκ ἐνοφθαλμιάζεται. [Quaest. conv. 2.6.1b] Σώκλαρος ἑστιῶν ἡμᾶς ἐν κήποις ὑπὸ τοῦ Κηφισοῦ ποταμοῦ περιρρεομένοις ἐπεδείκνυτο δένδρα παντοδαπῶς πεποικιλμένα τοῖς λεγομένοις ἐνοφθαλμισμοῖς· καὶ γὰρ ἐκ σχίνων ἐλαίας ἀναβλαστανούσας ἑωρῶμεν καὶ ῥοιὰς ἐκ μυρρίνης· ἦσαν δὲ καὶ δρύες ἀπίους ἀγαθὰς ἐκφέρουσαι καὶ πλάτανοι μηλεῶν δεδεγμέναι καὶ συκαῖ μορεῶν ἐμβολάδας, ἄλλαι τε μίξεις φυτῶν κεκρατημένων ἄχρι καρπογονίας. οἱ μὲν οὖν ἄλλοι πρὸς τὸν Σώκλαρον ἔπαιζον, ὡς τῶν ποιητικῶν σφιγγῶν καὶ χιμαιρῶν τερατωδέστερα γένη καὶ θρέμματα βόσκοντα· Κράτων δὲ προὔβαλεν ἡμῖν διαπορῆσαι περὶ τῆς αἰτίας, δι’ ἣν μόνα τῶν φυτῶν τὰ, ἐλαιώδη δέχεσθαι τὰς τοιαύτας ἐπιμιξίας οὐ πέφυκεν· οὔτε γὰρ κῶνον οὔτε κυπάριττον ἢ πίτυν ἢ πεύκην ἐκτρέφουσάν τι τῶν ἑτερογενῶν ὁρᾶσθαι. [Quaest. conv. 2.6.2] ὑπολαβὼν δὲ Φίλων ἔφη λόγος τις ἔστιν, ὧ Κράτων, παρὰ τοῖς σοφοῖς, βεβαιούμενος ὑπὸ τῶν γεωργικῶν. τὸ γὰρ ἔλαιον εἶναί φασι τοῖς φυτοῖς πολέμιον καὶ τάχιστ’ ἂν ἀπολέσθαι φυτὸν ὃ βούλοιο χριόμενον ἐλαίῳ, καθάπερ τὰς μελίττας. τὰ δ’ εἰρημένα δένδρα πίονα καὶ πέπειραν ἔχει τὴν φύσιν, ὥστε πίσσαν ἀποδακρύειν καὶ ῥητίνην· ὅταν δὲ πληγῇ, ταῖς διακοπαῖς ὥσπερ ἑλκωθέντ’ ἰχῶρα συνάγει; ἥ τε δᾲς αὐτῶν ἐλαιηρὰν ἀφίησιν ἰκμάδα καὶ περιστίλβει τὸ λιπαρὸν αὐτῇ· διὸ καὶ πρὸς τἄλλα γένη δυσμίκτως ἔχει, καθάπερ αὐτὸ τοὔλαιον παυσαμένου δὲ τοῦ Φίλωνος, ὁ μὲν Κράτων ᾤετο καὶ τὴν τοῦ φλοιοῦ φύσιν πρὸς τοῦτο συνεργεῖν λεπτὸν γὰρ ὄντα καὶ ξηρὸν οὐ παρέχειν ἕδραν οὐδ’ ἐμβίωσιν τοῖς ἐνθεμένοις, ὥσθ’ ὥσπερ τὰ φλοιώδη καὶ νοτερὰ καὶ τὰ μαλακὰ τοῖς ὑπὸ τὸν φλοιὸν μέρεσι προσδεχομένοις περιπτύσσεσθαι κολλώμενον. [Quaest. conv. 2.6.3] αὐτὸς δὲ Σώκλαρος ἔφη καὶ τὸν ταῦτα λέγοντα μὴ κακῶς προσεννοεῖν, ὅτι δεῖ τὸ δεχόμενον ἑτέραν φύσιν εὔτρεπτον εἶναι, ἵνα κρατηθὲν ἐξομοιωθῇ καὶ μεταβάλῃ τὴν ἐν ἑαυτῷ τροφὴν πρὸς τὸ ἐμφυτευόμενον. καὶ γὰρ τὴν γῆν προδιαλύομεν καὶ μαλάσσομεν, ἵνα κοπεῖσα μεταβάλῃ δι’ εὐπάθειαν καὶ ἅψηται τῶν ἐμφυτευομένων ἡ γὰρ ἀτενὴς καὶ σκληρὰ δυσμετάβλητος. ταῦτα δὲ τὰ δένδρα κοῦφα τοῖς ξύλοις ὄντα κρᾶσιν οὐ ποιεῖ διὰ τὸ μὴ κρατεῖσθαι μηδὲ μεταβάλλειν. ἔτι δ’ εἶπεν οὐκ ἄδηλον ὅτι δεῖ πρὸς τὸ ἐμφυτευόμενον χώρας λόγον ἔχειν τὸ δεξόμενον τὴν δὲ χώραν ἀεὶ θήλειαν ἔχειν καὶ γόνιμον· ὅθεν τὰ πολυκαρπότατα τῶν φυτῶν ἐκλεγόμενοι παραπηγνύουσιν, ὥσπερ γυναιξὶ πολυγαλακτούσαις ἕτερα βρέφη προσβάλλοντες. πεύκην δὲ καὶ κυπάριττον καὶ τὰ τοιαῦτα πάντα γλίσχρα καὶ ἀγεννῆ τοῖς καρποῖς ὁρῶμεν. ὥσπερ γὰρ οἱ πολυσαρκίᾳ κεχρημένοι καὶ ὄγκῳ ὡς ἐπὶ τὸ πλεῖστον ἄτεκνοι· τὴν γὰρ τροφὴν εἰς τὸ σῶμα καταναλίσκοντες οὐ ποιοῦσιν αὐτῆς περίττωμα σπερματικόν οὕτω τὰ τοιαῦτα δένδρα τῆς τροφῆς ἀπολαύοντα, πάσης εἰς αὐτὰ δαπανωμένης, εὐσωματεῖ τοῖς μεγέθεσι καὶ αὐξάνεται, καρπὸν δὲ τὰ μὲν οὐ φέρει τὰ δὲ φέρει μικρὸν καὶ συντελούμενον βραδέως· ὥστ’ οὐ δεῖ θαυμάζειν, εἰ μὴ φύεται τἀλλότριον, ἐν ᾧ κακῶς τρέφεται καὶ τὸ οἰκεῖον. [Quaest. conv. 2.7.1] Περὶ τῆς ἐχενηίδος. [Quaest. conv. 2.7.1b] Χαιρημονιανὸς ὁ Τραλλιανός, ἰχθυδίων ποτὲ παντοδαπῶν παρατεθέντων, ἓν ἐπιδείξας ἡμῖν ὀξὺ τῷ κεφαλίῳ καὶ πρόμηκες ἔλεγε τούτῳ προσεοικέναι τὴν ἐχενηίδα· θεάσασθαι γὰρ πλέων ἐν τῷ Σικελικῷ καὶ θαυμάσαι τὴν δύναμιν, οὐκ ὀλίγην βραδυτῆτα καὶ διατριβὴν παρὰ τὸν πλοῦν ἀπεργασαμένης· τῆς ἐχενηίδος, ἕως ὑπὸ τοῦ πρῳρέως ἑάλω προσεχομένη τῷ τοίχῳ τῆς νεὼς ἔξωθεν. ἦσαν μὲν οὖν οἱ καταγελῶντες τοῦ Χαιρημονιανοῦ ὡς πλάσμα μυθῶδες παραδεδεγμένου καὶ ἄπιστον, ἦσαν δὲ καὶ οἱ τὰς ἀντιπαθείας θρυλοῦντες, καὶ ἄλλα πολλὰ παρόντων ἦν ἀκούειν, ὅτι μαινόμενον ἐλέφαντα καταπαύει κριὸς ὀφθείς, ἔχιδναν δὲ φηγοῦ κλωνίον ἐὰν προσαγάγῃς καὶ θίγῃς, ἵστησιν· ἄγριος δὲ ταῦρος ἀτρεμεῖ καὶ πραΰνεται συκῇ προσδεθείς· τὸ δ’ ἤλεκτρον πάντα κινεῖ καὶ προσάγεται τὰ κοῦφα, πλὴν ὠκίμου καὶ τῶν ἐλαίῳ βρεχομένων· ἡ δὲ σιδηρῖτις λίθος οὐκ ἄγει τὸν σίδηρον, ἂν σκορόδῳ χρισθῇ. τούτων γὰρ ἐμφανῆ τὴν πεῖραν ἐχόντων, χαλεπὸν εἶναι τὴν αἰτίαν, εἰ μὴ καὶ παντελῶς ἀδύνατον, καταμαθεῖν. [Quaest. conv. 2.7.2] ἐγὼ δὲ τοῦτο μὲν ἔφην ἀπόδρασιν εἶναι τῆς ἐρωτήσεως μᾶλλον ἢ τῆς αἰτίας ἀπόδοσιν. σκοπῶμεν δ’ εἶπον ὅτι πολλὰ συμπτώματ’ ἐνόντα πάθεσιν αἰτιῶν λαμβάνει δόξαν οὐκ ὀρθῶς ὅμοιον ὡς εἴ τις οἴοιτο τῇ ἀνθήσει τοῦ ἄγνου πεπαίνεσθαι τὸν τῆς ἀμπέλου καρπόν, ὅτι δή, τοῦτο τὸ λεγόμενον, [Quaest. conv. 2.7.2b] ἡ τ’ ἄγνος ἀνθεῖ χὠ βότρυς πεπαίνεται [Quaest. conv. 2.7.2c] ἢ τοῖς ἐπὶ τῶν λύχνων φαινομένοις μύκησι συγχεῖσθαι καὶ συννεφεῖν τὸ περιέχον· ἢ τὴν γρυπότητα τῶν ὀνύχων αἴτιον ἀλλὰ μὴ συμβεβηκὸς εἶναι τοῦ περὶ σπλάγχνον ἕλκους. ὥσπερ οὖν τούτων ἕκαστον ἐπακολούθημα τοῦ πάθους ἐστὶν ἐκ τῶν αὐτῶν γεννώμενον αἰτιῶν, οὕτως ἔφην ἐγὼ μίαν αἰτίαν εἶναι δι’ ἣν βραδέως τε πλεῖ καὶ προσάγεται τὴν ἐχενηίδα τὸ πλοῖον· ξηρᾶς μὲν γὰρ οὔσης καὶ μὴ σφόδρα βαρείας ὑγρότητι τῆς νεώς, εἰκὸς ὑπολισθάνουσαν ὑπὸ κουφότητος τῇ θαλάττῃ τὴν τρόπιν διαλαβεῖν τὸ κῦμα ξύλῳ καθαρῷ διαιρούμενον καὶ ἀφιστάμενον εὐπετῶς· ὅταν δὲ νοτερὰ σφόδρα καὶ διάβροχος οὖσα φυκία τε πολλὰ καὶ βρυώδεις ἐπιπάγους προσάγηται, τοῦ τε ξύλου τὸν τόμον ἀμβλύτερον ἴσχει τό τε κῦμα τῇ γλισχρότητι προσπῖπτον οὐ ῥᾳδίως ἀπολύεται. διὸ καὶ παραψήχουσι τοὺς τοίχους, τὰ, βρύα καὶ τὰ φυκία τῶν ξύλων ἀποκαθαίροντες, οἷς εἰκός ἐστι τὴν ἐχενηίδα προσισχομένην ὑπὸ τῆς γλισχρότητος αἴτιον τῆς βραδυτῆτος ἀλλ’ οὐκ ἐπακολούθημα τοῦ τὴν βραδυτῆτα ποιοῦντος αἰτίου νομισθῆναι. [Quaest. conv. 2.8.1] Διὰ τί τοὺς λυκοσπάδας ἵππους θυμοειδεῖς εἶναι λέγουσιν. [Quaest. conv. 2.8.1b] ἵππους λυκοσπάδας οἱ μὲν ἀπὸ τῶν χαλινῶν τῶν λύκων ἔφασαν ὠνομάσθαι, διὰ τὸ θυμοειδὲς καὶ δυσκάθεκτον οὕτω σωφρονιζομένους· ὁ δὲ πατὴρ ἡμῶν ἥκιστα περὶ τὰς ἰσηγορίας αὐτοσχέδιος ὢν καὶ κεχρημένος ἀεὶ κρατιστεύουσιν ἵπποις ἔλεγε τοὺς ὑπὸ λύκων ἐπιχειρηθέντας ἐν πώλοις, ἄνπερ ἐκφύγωσιν, ἀγαθοὺς μὲν ἀποβαίνειν καὶ ποδώκεις, καλεῖσθαι δὲ λυκοσπάδας. ταῦτα δὲ πλειόνων αὐτῷ μαρτυρούντων, ἀπορίαν αἰτίας παρεῖχε, δι’ ἣν τὸ σύμπτωμα τοῦτο θυμικωτέρους καὶ γοργοτέρους ποιεῖ τοὺς ἵππους. καὶ ὁ μὲν πλεῖστος ἦν λόγος τῶν παρόντων, ὅτι φόβον τὸ πάθος οὐ θυμὸν ἐνεργάζεται τοῖς ἵπποις, καὶ γιγνόμενοι ψοφοδεεῖς καὶ πρὸς ἅπαν εὐπτόητοι τὰς ὁρμὰς ὀξυρρόπους καὶ ταχείας ἴσχουσιν, ὥσπερ τὰ λινόπληκτα τῶν θηρίων. ἐγὼ δὲ σκοπεῖν ἔφην χρῆναι, μὴ τοὐναντίον ἐστὶ τοῦ δοκοῦντος· οὐ γὰρ γίγνεσθαι δρομικωτέρους τοὺς πώλους, ὅταν ἐκφύγωσι τὰς βλάβας τῶν θηρίων ἐπιχειρηθέντες, ἀλλ’ οὐκ ἂν ἐκφυγεῖν, εἰ μὴ φύσει θυμικοὶ καὶ ταχεῖς ἦσαν οὔτε γὰρ τὸν Ὀδυσσέα γενέσθαι φρόνιμον ὑπεκδράντα τοῦ Κύκλωπος, ἀλλ’, ὅτι τοιοῦτος ἦν, ὑπεκδρᾶναι. [Quaest. conv. 2.9.1] Διὰ τί τὰ λυκόβρωτα τῶν προβάτων τὸ κρέας μὲν γλυκύτερον τὸ δ’ ἔριον φθειροποιὸν ἴσχει. [Quaest. conv. 2.9.1b] μετὰ τοῦτο περὶ τῶν λυκοβρώτων ἐζητεῖτο προβάτων, ἃ λέγεται τὸ μὲν κρέας γλυκύτατον παρέχειν τὸ δ’ ἔριον φθειροποιόν. οὐ φαύλως οὖν ἐδόκει Πατροκλέας ὁ γαμβρὸς ἐπιχειρεῖν περὶ τῆς γλυκύτητος, ὡς τοῦ θηρίου τῷ δήγματι τὴν σάρκα τακερὰν ποιοῦντος· καὶ γὰρ εἶναι τὸ πνεῦμα τοῦ λύκου περίθερμον οὕτω καὶ πυρῶδες, ὥστε τὰ σκληρότατα τῶν ὀστῶν ἐν τῇ κοιλίᾳ τήκειν καὶ καθυγραίνειν διὸ καὶ σήπεσθαι τὰ λυκόβρωτα τῶν ἄλλων τάχιον. περὶ δὲ τῶν ἐρίων διηποροῦμεν, μήποτ’ οὐ γεννᾷ τοὺς φθεῖρας ἀλλ’ ἐκκαλεῖται, τραχύτητός τινος ἀμυκτικῆς ἢ θερμότητος ἰδιότητι διακρίνοντα τὴν σάρκα· ταύτην δὲ τοῖς ἐρίοις τὴν δύναμιν ἐγγίγνεσθαι πρὸς τὸ τοῦ λύκου δῆγμα καὶ τὸ πνεῦμα, μεταβάλλοντος ἄχρι τῶν τριχῶν τοῦ σφαττομένου. καὶ συνεβάλλετο τῷ λόγῳ πίστιν ἡ ἱστορία τῶν γὰρ κυνηγῶν καὶ τῶν μαγείρων ἐπιστάμεθα τοὺς μὲν μιᾷ πληγῇ καταβάλλοντας, ὥστ’ ἀπνευστὶ τὰ πληγέντα κεῖσθαι, τοὺς δὲ πολλαῖς μόγις καὶ χαλεπῶς ἀναιροῦντας· ὃ δὲ τούτου θαυμασιώτερόν ἐστι, τοὺς μὲν τοιαύτην ἐνιέντας μετὰ τοῦ σιδήρου τῷ τιτρωσκομένῳ δύναμιν, ὥστε ταχὺ σήπεσθαι καὶ μηδὲ πρὸς μίαν ἡμέραν ἀντέχειν, τοὺς δ’ ἀποκτείνοντας μὲν οὐ βράδιον ἐκείνων, οὐδὲν δὲ τοιοῦτο γιγνόμενον περὶ τὴν σάρκα τῶν σφαγέντων ἀλλ’ ἐπὶ χρόνον διαμένουσαν. [Quaest. conv. 2.9.1c] ὅτι δ’ αἱ κατὰ τὰς σφαγὰς καὶ τοὺς θανάτους τῶν ζῴων μεταβολαὶ μέχρι δερμάτων καὶ τριχῶν καὶ ὀνύχων διατείνουσιν, ἀποδηλοῦν εἴωθε τῷ λέγειν καὶ Ὅμηρος ἐπὶ τῶν δερμάτων καὶ τῶν ἱμάντων, ὅτι φησὶν ἱμὰς βοὸς ἶφι κταμένοιο· [Quaest. conv. 2.9.1d] τῶν γὰρ μὴ νόσῳ μηδὲ γήρᾳ διαλυομένων ἀλλ’ ὑπὸ σφαγῆς εὔτονον τὸ δέρμα καὶ στιφρὸν γίγνεσθαι· τὰ δ’ ὑπὸ θηρίων δηχθέντα καὶ τοὺς ὄνυχας μελαίνεσθαι καὶ τριχορροεῖν καὶ τοῖς δέρμασι φλιδᾶν καὶ ῥακοῦσθαι. [Quaest. conv. 2.10.1] Πότερον οἱ παλαιοὶ βέλτιον ἐποίουν πρὸς μερίδας ἢ οἱ νῦν ἐκ κοινοῦ δειπνοῦντες. [Quaest. conv. 2.10.1b] ὅτε τὴν ἐπώνυμον ἀρχὴν ἦρχον οἴκοι, τὰ πλεῖστα τῶν δείπνων δαῖτες ἦσαν, ἐν ταῖς θυσίαις ἑκάστῳ μερίδος ἀποκληρουμένης· ὅ τισι μὲν ἤρεσκε θαυμαστῶς, οἱ δ’ ὡς ἀκοινώνητον καὶ ἀνελεύθερον ρο ψέγοντες ᾤοντο δεῖν ἅμα τῷ καταθέσθαι τὸν στέφανον ἐπὶ τὴν συνήθη δίαιταν αὖθις μεθαρμόσασθαι τὰς τραπέζας. οὐ γὰρ τοῦ φαγεῖν ὁ Ἁγίας ἔφη χάριν οὐδὲ τοῦ πιεῖν, ἀλλὰ τοῦ συμπιεῖν καὶ συμφαγεῖν ὡς ἐγᾦμαι καλοῦμεν ἀλλήλους, ἡ δ’ εἰς μερίδας αὕτη κρεωδαισία τὴν κοινωνίαν ἀναιροῦσα, πολλὰ δεῖπνα ποιεῖ καὶ πολλοὺς δειπνοῦντας, οὐδένα δὲ σύνδειπνον οὐδενός, ὅταν ὥσπερ ἀπὸ κρεοπωλικῆς; τραπέζης σταθμῷ λαβὼν ἕκαστος μοῖραν ἑαυτῷ πρόθηται. καίτοι τίν’ ἔχει διαφορὰν ἢ κύλικα καταθέντα τῶν κεκλημένων ἑκάστῳ καὶ χοῦν, ἐμπλησάμενον οἴνου, καὶ τράπεζαν ἰδίαν ὥσπερ οἱ Δημοφωντίδαι τῷ Ὀρέστῃ λέγονται, πίνειν κελεῦσαι μὴ προσέχοντα τοῖς ἄλλοις· ἢ τοῦθ’ ὅπερ νῦν γίγνεται, κρέας προθέμενον καὶ ἄρτον, ὥσπερ ἐκ φάτνης ἰδίας ἕκαστον εὐωχεῖσθαι, πλὴν ὅτι μὴ πρόσκειται σιωπῆς ἡμῖν ἀνάγκη, καθάπερ τοῖς τὸν Ὀρέστην ξενίζουσιν; [Quaest. conv. 2.10.1c] ἀλλὰ καὶ τοῦτ’ ἴσως αὐτὸ πρὸς τὴν ἁπάντων κοινωνίαν ἐκκαλεῖται τοὺς συνόντας, ὅτι καὶ λόγῳ κοινῷ πρὸς ἀλλήλους χρώμεθα καὶ ᾠδῇ, ψαλτρίας τε τερπούσης; καὶ αὐλητρίδος ὁμοίως μετέχομεν· καὶ ὁ κρατὴρ οὗτος ὅρον οὐκ ἔχων ἐν μέσῳ πρόκειται, πηγὴ φιλοφροσύνης ἄφθονος καὶ μέτρον ἔχουσα τῆς ἀπολαύσεως τὴν ὄρεξιν οὐχ ὥσπερ ἡ τοῦ κρέως καὶ τοῦ ἄρτου μερὶς ἀδικωτάτη μέτρῳ καλλωπίζεται τῷ ἴσῳ πρὸς ἀνίσους· τὸ γὰρ αὐτὸ τῷ μικροῦ δεομένῳ πλέον ἐστὶ τῷ δὲ μείζονος ἔλαττον. ὥσπερ οὖν, ὦ ἑταῖρ’, ὁ κάμνουσι πολλοῖς ἴσα φάρμακα μέτροις ἀκριβέσι καὶ σταθμοῖς διανέμων παγγέλοιος, οὕτω τοιοῦτος ἑστιάτωρ οἷος ἀνθρώπους οὔτε διψῶντας ὡσαύτως οὔτε πεινῶντας εἰς ταὐτὸ συναγαγὼν ἀπὸ τῶν ἴσων θεραπεύειν ἅπαντας, ἀριθμητικῶς οὐ γεωμετρικῶς ὁρίζων τὸ δίκαιον καὶ μέτριον. [Quaest. conv. 2.10.1d] εἰς καπήλου μὲν οὖν φοιτῶμεν ἑνὶ χρώμενοι μέτρῳ τῷ δημοσίῳ πάντες· ἐπὶ δεῖπνον δ’ ἕκαστος ἰδίαν ἥκει γαστέρα κομίζων, ἣν οὐ τὸ ἴσον ἀλλὰ τὸ ἀρκοῦν ἐμπίπλησι. τὰς δ’ Ὁμηρικὰς ἐκείνας δαῖτας οὐ χρὴ μεταφέρειν ἐκ τῶν στρατιωτικῶν καὶ παρεμβολικῶν ἐνταῦθα δείπνων, ἀλλὰ μᾶλλον τὴν τῶν παλαιῶν φιλανθρωπίαν ζηλοῦν, οὐ μόνον ὁμεστίους οὐδ’ ὁμωροφίους ἀλλὰ καὶ ὁμοχοίνικας καὶ ὁμοσίτους τῷ πᾶσαν σέβεσθαι κοινωνίαν ἐν τιμῇ τιθεμένους. τὰ μὲν οὖν Ὁμήρου δεῖπνα χαίρειν ἐῶμεν ὑπολιμώδη γάρ ἐστι καὶ διψαλέα καὶ τοὺς ἑστιάρχας βασιλεῖς ἔχοντα τῶν Ἰταλικῶν δεινοτέρους καπήλων ὥστε παρὰ τὰς μάχας, ἐν χερσὶ τῶν πολεμίων ὄντων, ἀπομνημονεύειν ἀκριβῶς, πόσον ἕκαστος τῶν δεδειπνηκότων παρ’ αὐτοῖς πέπωκε. τὰ δὲ Πινδαρικὰ βελτίω δήπουθεν, ἐν οἷς [Quaest. conv. 2.10.1e] ἥρωες αἰδοίαν ἐμίγνυντ’ ἀμφὶ τράπεζαν θαμά [Quaest. conv. 2.10.1f] τῷ κοινωνεῖν ἁπάντων ἀλλήλοις. ἐκεῖνο γὰρ ἦν οἷον ἀνάμιξις καὶ σύγκρασις ἀληθῶς, τοῦτο δὲ διαίρεσις καὶ διαβολὴ τῶν φιλτάτων εἶναι δοκούντων, ὡς μηδ’ ὄψου κοινωνεῖν δυναμένων. [Quaest. conv. 2.10.2] ἐπὶ τούτοις εὐδοκιμήσαντι τῷ Ἁγίᾳ παρώξυνάν μ’ ἐπιθέσθαι. ἔλεγον οὖν οὐ ξένον τι πεπονθέναι πάθος Ἁγίαν, εἰ τὴν ἴσην μερίδα λαμβάνων δυσκολαίνει, γαστέρα φορῶν τηλικαύτην καὶ γὰρ αὐτὸς εἶναι τῶν ἀδδηφαγίᾳ χαιρόντων ἐν γάρ ξυνῷ ἰχθύι ἄκανθαι οὐκ ἔνεισιν ὥς φησιν ὁ Δημόκριτος. ἀλλὰ τοῦτ’ αὐτό ἔφην καὶ μάλιστα τὴν μοῖραν ὑπὲρ εἱμαρμένην ἡμῖν ἐπήγαγεν. ἰσότητος γάρ, ἣν [Quaest. conv. 2.10.2b] πόλεις τε πόλεσι συμμάχοις τε συμμάχους [Quaest. conv. 2.10.2c] ἡ Εὐριπίδειος γραῦς φησι συνδεῖν, οὐδὲν οὕτως ὡς ἡ περὶ τράπεζαν κοινωνία δεῖται, φύσει κοὐ νόμῳ καὶ ἀναγκαίαν οὐ καινὴν οὐδ’ ἐπείσακτον ὑπὸ δόξης ἔχουσα χρείαν· τῷ πλέονα δ’ ἐκ τῶν κοινῶν ἐσθίοντι πολέμιον καθίσταται τὸ καθυστεροῦν καὶ ἀπολειπόμενον, ὥσπερ ἐν ῥοθίῳ ταχυναυτούσης τριήρους. οὐ γὰρ φιλικὸν οὐδὲ συμποτικὸν οἶμαι προοίμιον εὐωχίας ὑφόρασις καὶ ἁρπασμὸς καὶ χειρῶν ἅμιλλα καὶ διαγκωνισμός, ἀλλ’ ἄτοπα καὶ κυνικὰ καὶ τελευτῶντα πολλάκις εἰς λοιδορίας καὶ ὀργὰς οὐ κατ’ ἀλλήλων μόνον ἀλλὰ καὶ κατὰ τῶν τραπεζοκόμων καὶ κατὰ τῶν ἑστιώντων. ὅσον δὲ χρόνον ἡ Μοῖρα καὶ ἡ Λάχεσις ἰσότητι τὴν περὶ τὰ δεῖπνα καὶ συμπόσια κοινωνίαν ἐβράβευον, οὐθὲν ἰδεῖν ἄκοσμον ἦν οὐδ’ ἀνελεύθερον ἀλλὰ καὶ τὰ δεῖπνα δαῖτας ἐκάλουν καὶ τοὺς ἑστιωμένους δαιτυμόνας δαιτροὺς δὲ τοὺς τραπεζοκόμους ἀπὸ τοῦ διαιρεῖν καὶ διανέμειν. [Quaest. conv. 2.10.2d] Λακεδαιμόνιοι δὲ κρεοδαίτας εἶχον οὐ τοὺς τυχόντας ἀλλὰ τοὺς πρώτους ἄνδρας, ὥστε καὶ Λύσανδρον ὑπ’ Ἀγησιλάου τοῦ βασιλέως ἐν Ἀσίᾳ κρεοδαίτην ἀποδειχθῆναι. τότ’ οὖν αἱ νεμήσεις ἐξέπεσον, ὅτ’ ἐπεισῆλθον αἱ πολυτέλειαι τοῖς δείπνοις· οὐ γὰρ ἦν οἶμαι πέμματα καὶ κανδύλους καὶ καρυκείας ἄλλας τε παντοδαπὰς ὑποτριμμάτων καὶ ὄψων παραθέσεις διαιρεῖν, ἀλλ’ ἐξηττώμενοι τῆς περὶ ταῦτα λιχνείας καὶ ἡδυπαθείας προήκαντο τὴν ἰσομοιρίαν. τεκμήριον δὲ τοῦ λόγου καὶ νῦν ἔτι τὰς θυσίας καὶ τὰ δημόσια δεῖπνα πρὸς μερίδα γίγνεσθαι διὰ τὴν ἀφέλειαν καὶ καθαριότητα τῆς διαίτης· ὥσθ’ ὁ τὴν νέμησιν ἀναλαμβάνων ἅμα συνανασῴζει τὴν εὐτέλειαν. ἀλλ’ ὅπου τὸ ἴδιον ἔστιν, ἀπόλλυται τὸ κοινόν; [Quaest. conv. 2.10.2e] ὅπου μὲν οὖν μὴ ἴσον ἔστιν· οὐ γὰρ οἰκείου κτῆσις ἀλλ’ ἀφαίρεσις ἀλλοτρίου καὶ πλεονεξία περὶ τὸ κοινὸν ἀδικίας; ἦρξε καὶ διαφορᾶς, ἣν ὅρῳ καὶ μέτρῳ τοῦ ἰδίου καταπαύοντες οἱ νόμοι τῆς ἴσα νεμούσης εἰς τὸ κοινὸν ἀρχῆς καὶ δυνάμεως ἐπώνυμοι γεγόνασιν. ἐπεὶ μηδὲ στέφανον ἀξίου διανέμειν ἡμῶν ἑκάστῳ τὸν ἑστιῶντα μηδὲ κλισίας καὶ χώρας· ἀλλὰ κἂν ἐρωμένην τις ἢ ψάλτριαν ἥκῃ κομίζων, κοινὰ τὰ φίλων, ἵνα τό ὁμοῦ πάντα χρήματα γίγνηται κατὰ τὸν Ἀναξαγόραν. εἰ δ’ οὐδὲν ἡ τούτων ἰδίωσις ἐπιταράττει τὴν κοινωνίαν τῷ τὰ μέγιστα καὶ πλείστης ἄξια σπουδῆς εἶναι κοινά, λόγους, προπόσεις, φιλοφροσύνας, παυσώμεθα τὰς Μοίρας ἀτιμάζοντες; καὶ τὸν τῆς τύχης παῖδα κλῆρον’ ὡς Εὐριπίδης φησίν, ὃς οὔτε πλούτῳ νέμων οὔτε δόξῃ τὸ πρωτεῖον, ἀλλ’ ὅπως ἔτυχεν ἄλλως ἄλλοτε συμφερόμενος τὸν μὲν πένητα καὶ ταπεινὸν ἐπιγαυροῖ καὶ συνεξαίρει γευόμενόν τινος αὐτονομίας, τὸν δὲ πλούσιον καὶ μέγαν ἐθίζων ἰσότητι μὴ δυσκολαίνειν ἀλύπως σωφρονίζει. ## Βιβλίον Γ [Quaest. conv. 3.0.1] Σιμωνίδης ὁ ποιητής, ὦ Σόσσιε Σενεκίων, ἔν τινι πότῳ ξένον ἰδὼν κατακείμενον σιωπῇ καὶ μηδενὶ διαλεγόμενον, ὦ ἄνθρωπ’ εἶπεν εἰ μὲν ἠλίθιος εἶ, σοφὸν πρᾶγμα ποιεῖς εἰ δὲ σοφός, ἠλίθιον.ἀμαθίην γὰρ ἄμεινον ὥς φησιν Ἡράκλειτος κρύπτειν, ἔργον δὲ ἐν ἀνέσει καὶ παρ’ οἶνον [Quaest. conv. 3.0.1b] ὅστ’ ἐφέηκε πολύφρονά περ μάλ’ ἀεῖσαι, καὶ θ’ ἁπαλὸν γελάσαι καὶ τ’ ὀρχήσασθαι ἀνῆκε· καί τι ἔπος προέηκεν, ὅπερ τ’ ἄρρητον ἄμεινον· [Quaest. conv. 3.0.1c] οἰνώσεως ἐνταῦθα τοῦ ποιητοῦ καὶ μέθης, ὡς ἐμοὶ δοκεῖ, διαφορὰν ὑποδεικνύντος. ᾠδὴ μὲν γὰρ καὶ γέλως καὶ ὄρχησις οἰνωμένοις μετρίως ἔπεισι· τὸ δὲ λαλεῖν καὶ λέγειν, ἃ βέλτιον ἦν σιωπᾶν, παροινίας ἤδη καὶ μέθης ἔργον ἐστί. διὸ καὶ Πλάτων ἐν οἴνῳ μάλιστα καθορᾶσθαι τὰ ἤθη τῶν πολλῶν νομίζει, καὶ Ὅμηρος εἰπὼν [Quaest. conv. 3.0.1d] οὐδὲ τραπέζῃ γνώτην ἀλλήλων [Quaest. conv. 3.0.1e] δῆλός ἐστιν εἰδὼς τὸ πολύφωνον τοῦ οἴνου καὶ λόγων πολλῶν γόνιμον. οὐ γὰρ ἔστι τρωγόντων σιωπῇ καὶ πινόντων γνῶσις· ἀλλ’ ὅτι τὸ πίνειν εἰς τὸ λαλεῖν προάγεται, τῷ δὲ λαλεῖν ἐμφαίνεται καὶ τῷ ἀπογυμνοῦσθαι πολλὰ τῶν ἄλλως λανθανόντων, παρέχει τινὰ τὸ συμπίνειν καὶ κατανόησιν ἀλλήλων· ὥστε μὴ φαύλως ἂν ἐπιτιμῆσαι τῷ Αἰσώπῳ, τί τὰς θυρίδας, ὦ μακάριε, ζητεῖς ἐκείνας, δι’ ὧν ἄλλος; ἄλλου κατόψεται τὴν διάνοιαν; ὁ γὰρ οἶνος ἡμᾶς ἀνοίγει καὶ δείκνυσιν οὐκ ἐῶν ἡσυχίαν ἄγειν, ἀλλ’ ἀφαιρῶν τὸ πλάσμα καὶ τὸν σχηματισμόν, ἀπωτάτω τοῦ νόμου καθάπερ παιδαγωγοῦ γεγονότων. Αἰσώπῳ μὲν οὖν καὶ Πλάτωνι, καὶ εἴ τις ἄλλος ἐξετάσεως τρόπου δεῖται, πρὸς τοῦτο χρήσιμον ὁ ἄκρατος· οἱ δὲ μηδὲν ἀλλήλους βασανίζειν δεόμενοι μηδὲ καταφωρᾶν ἀλλ’ ἢ χρῆσθαι φιλοφρόνως, τὰ τοιαῦτα προβλήματα καὶ τοὺς λόγους ἄγουσι συνιόντες, οἷς ἀποκρύπτεται τὰ φαῦλα τῆς ψυχῆς, τὸ δὲ βέλτιστον ἀναθαρρεῖ καὶ τὸ μουσικώτατον, ὥσπερ ἐπὶ λειμῶνας οἰκείους καὶ νομὰς ὑπὸ φιλολογίας προερχόμενον. ὅθεν καὶ ἡμεῖς τρίτην δεκάδα ταύτην σοι πεποιήμεθα συμποτικῶν ζητημάτων, τὸ περὶ τῶν στεφάνων πρῶτον ἔχουσαν. [Quaest. conv. 3.1.1] Εἰ χρηστέον ἀνθίνοις στεφάνοις παρὰ πότον. [Quaest. conv. 3.1.1b] ἐγένοντο γάρ ποτε καὶ περὶ στεφάνων λόγοι τὸ δὲ συμπόσιον ἦν Ἀθήνησιν, Ἐράτωνος τοῦ ἁρμονικοῦ ταῖς Μούσαις τεθυκότος καὶ πλείονας ἑστιῶντος, παντοδαπῶν γὰρ μετὰ τὸ δειπνῆσαι στεφάνων περιφερομένων, ὁ Ἀμμώνιος ἐπέσκωψέ πως ἡμᾶς ἀντὶ τοῦ δαφνίνου τοῖς ῥοδίνοις ἀναδησαμένους ὅλως γὰρ εἶναι τοὺς ἀνθίνους κορασιώδεις καὶ παιζούσαις μᾶλλον ἐπιτηδείους; παρθένοις καὶ γυναιξὶν ἢ συνουσίαις φιλοσόφων καὶ μουσικῶν ἀνδρῶν. θαυμάζω δὲ καὶ Ἐράτωνα τουτονὶ τὰς μὲν ἐν τοῖς μέλεσι παραχρώσεις βδελυττόμενον καὶ κατηγοροῦντα τοῦ καλοῦ Ἀγάθωνος, ὃν πρῶτον εἰς τραγῳδίαν φασὶν ἐμβαλεῖν καὶ ὑπομῖξαι τὸ χρωματικὸν, ὅτε τοὺς Μυσοὺς ἐδίδασκεν, αὐτὸς δ’ ἡμῖν ὁρᾶτε ὡς ποικίλων χρωμάτων καὶ ἀνθηρῶν τὸ συμπόσιον ἐμπέπληκε, καὶ τὴν διὰ τῶν ὤτων ἀποκλείει τρυφὴν καὶ ἡδυπάθειαν τῇ αὐλείῳ, τὴν κατὰ τὰ ὄμματα καὶ τὰς ῥῖνας, ὥσπερ καθ’ ἑτέρας θύρας, ἐπεισάγων τῇ ψυχῇ καὶ τὸν στέφανον ἡδονῆς ποιῶν οὐκ εὐσεβείας. καίτοι τό γε μύρον τοῦτο τῆς ἀνθίνης ταύτης καὶ μαραινομένης ἐν ταῖς χερσὶ τῶν στεφανηπλόκων σπουδαιοτέραν ἀναδίδωσιν εὐωδίαν. ἀλλ’ οὐκ ἔχει χώραν ἐν συμποσίῳ φιλοσόφων ἀνδρῶν ἡδονὴ πρὸς μηδεμίαν συμπεπλεγμένη χρείαν μηδ’ ἀκολουθοῦσα φυσικῆς ὀρέξεως ἀρχῇ. καθάπερ γὰρ οἱ μὲν ὑπὸ τῶν κεκλημένων ἀγόμενοι φίλων ἐπὶ τὸ δεῖπνον ἔθει φιλανθρώπῳ τυγχάνουσι τῶν αὐτῶν, ὥσπερ Ἀριστόδημος ὑπὸ Σωκράτους εἰς Ἀγάθωνος ἀχθεὶς ἑστιῶντος· εἰ δέ τις ἀφ’ αὑτοῦ βαδίζοι, τούτῳ δεῖ τὴν θύραν κεκλεῖσθαι· οὕτως αἱ μὲν περὶ τὴν ἐδωδὴν καὶ πόσιν ἡδοναὶ κεκλημέναι ὑπὸ τῆς φύσεως ταῖς ὀρέξεσιν ἑπόμεναι τόπον ἔχουσι, ταῖς δ’ ἄλλαις ἀκλήτοις καὶ σὺν οὐδενὶ λόγῳ φιληδονίαις ἀπηλλάχθαι προσήκει. [Quaest. conv. 3.1.2] πρὸς ταῦθ’ οἱ μὲν ἀήθεις τοῦ Ἀμμωνίου νεανίσκοι διαταραχθέντες ἡσυχῆ παρελύοντο τοὺς στεφάνους· ἐγὼ δ’ εἰδὼς ὅτι γυμνασίας ἕνεκα καὶ ζητήσεως καταβέβληκεν ἐν μέσῳ τὸν λόγον ὁ Ἀμμώνιος, προσαγορεύσας Τρύφωνα τὸν ἰατρὸν ὦ τᾶν εἶπον ἢ καταθέσθαι δίκαιος εἶ μεθ’ ἡμῶν τουτονὶ τὸν καλὸν ἄνθεσι φλέγοντα τοῖς ῥοδίνοις στέφανον, ἢ λέγειν, ὥσπερ εἴωθας ἑκάστοτε πρὸς ἡμᾶς, ὅσας ἔχουσιν οἱ ἄνθινοι στέφανοι πρὸς τὸ πίνειν βοηθείας. ὑπολαβὼν δ’ ὁ Ἐράτων οὕτω γάρ εἶπε δέδοκται μηδεμίαν ἡδονὴν ἀσύμβολον δέχεσθαι, ἀλλ’ εὐφραινομένους δυσκολαίνειν, ἂν μὴ μετά τινος μισθοῦ τοῦτο πάσχωμεν ἢ τὸ μὲν μύρον εἰκότως ὑποδυσωπούμεθα καὶ τὴν πορφύραν διὰ τὴν ἐπίθετον πολυτέλειαν ὡς δολερὰ εἵματα καὶ χρίματα κατὰ τὴν τοῦ βαρβάρου φωνήν, αἱ δ’ αὐτοφυεῖς χρόαι καὶ ὀσμαὶ τὸ ἀφελὲς ἔχουσι καὶ καθαρὸν καὶ οὐδὲν ὀπώρας διαφέρουσι; μὴ γὰρ εὔηθες ᾖ τοὺς μὲν χυμοὺς δρέπεσθαι καὶ ἀπολαύειν τῆς φύσεως διδούσης, ὀσμὰς δὲ καὶ χρόας ἃς ὧραι φέρουσι, διὰ τὴν ἐπανθοῦσαν ἡδονὴν ταῦτα καὶ χάριν ἀτιμάζειν, ἂν μή τι χρειῶδες ἔξωθεν ἄλλο συνεπιφέρωσιν. … ἓν γὰρ αὐτὸ δοκεῖ τοὐναντίον, εἰ μηδὲν ἡ φύσις, ὡς ὑμεῖς φατε … μάτην πεποίηκε, ταῦτα τῆς ἡδονῆς πεποιῆσθαι χάριν, ἃ μηδὲν ἄλλο χρήσιμον ἔχοντα μόνον εὐφραίνειν πέφυκε. σκόπει δ’ ὅτι τοῖς φυομένοις καὶ βλαστάνουσι τὰ μὲν φύλλα σωτηρίας ἕνεκα τοῦ καρποῦ καὶ ὅπως ὑπ’ αὐτῶν τὰ δένδρα θαλπόμενα καὶ ψυχόμενα μετρίως φέρῃ τὰς μεταβολὰς; γέγονε· τοῦ δ’ ἄνθους ὄφελος οὐδὲν ἐπιμένοντος, πλὴν εἴ τι χρωμένοις ἡμῖν ἐπιτερπὲς ὀσφρέσθαι καὶ ἰδεῖν ἡδὺ παρέχει, θαυμαστὰς μὲν ὀσμὰς ἀφιέντα, ποικιλίαν δ’ ἀμιμήτοις χρώμασι καὶ βαφαῖς ἀνοιγόμενα. διὸ τῶν μὲν φύλλων ἀποσπωμένων οἷον ἀλγεῖ καὶ δάκνεται τὰ φυτὰ καὶ γίγνεται περὶ αὐτὰ βλάβη τις ἑλκώδης καὶ ψίλωσις ἀπρεπής· [Quaest. conv. 3.1.2b] καὶ οὐ μόνης ὡς ἔοικε κατ’ Ἐμπεδοκλέα τῆς δάφνης τῶν φύλλων ἀπὸ πάμπαν ἔχεσθαι χρή, ἀλλὰ καὶ τῶν ἄλλων φείδεσθαι δένδρων ἁπάντων καὶ μὴ κοσμεῖν ἑαυτοὺς ταῖς ἐκείνων ἀκοσμίαις, βίᾳ καὶ παρὰ φύσιν τὰ φύλλα συλῶντας; αὐτῶν. [Quaest. conv. 3.1.2c] αἱ δὲ τῶν ἀνθέων ἀφαιρέσεις τρυγήσεσιν ἐοίκασι καὶ βλάπτουσιν οὐδέν, ἀλλὰ κἂν μὴ λάβῃ τις ἐν ὥρᾳ, περιερρύη μαρανθέντα. καθάπερ οὖν οἱ βάρβαροι τῶν θρεμμάτων τοῖς δέρμασιν ἀντὶ τῶν ἐρίων ἀμφιέννυνται, οὕτω μοι δοκοῦσιν οἱ μᾶλλον ἐκ τῶν φύλλων ἢ τῶν ἀνθέων ὑφαίνοντες τοὺς στεφάνους οὐ κατὰ λόγον χρῆσθαι τοῖς φυτοῖς. ἐγὼ μὲν οὖν ταῦτα συμβάλλομαι ταῖς στεφανοπώλισιν οὐ γάρ εἰμι γραμματικός, ὥστ’ ἀπομνημονεύειν ποιημάτων, ἐν οἷς τοὺς παλαιοὺς ἱερονίκας ἀναγιγνώσκομεν ἀνθινοῖς; ἀναδουμένους στεφάνοις· πλὴν ὅτι γε ταῖς Μούσαις ὁ τῶν ῥόδων στέφανος ἐπιπεφήμισται, μεμνῆσθαί μοι δοκῶ Σαπφοῦς λεγούσης πρός τινα τῶν ἀμούσων καὶ ἀμαθῶν γυναικῶν [Quaest. conv. 3.1.2d] κατθάνοισα δὲ κείσεαι· οὐ γὰρ πεδέχεις ῥόδων τῶν ἐκ Πιερίας. [Quaest. conv. 3.1.2e] εἰ δέ τινα καὶ Τρύφων ἀπὸ τῆς ἰατρικῆς δίδωσι μαρτυρίαν, ἀκουστέον. [Quaest. conv. 3.1.3] ἐκ τούτου δεξάμενος ὁ τρύφων τὸν λόγον οὐδενὸς ἔφη τούτων ἀσκέπτους γεγονέναι τοὺς παλαιούς, ἅτε δὴ πλείστῃ κεχρημένους ἀπὸ φυτῶν ἰατρικῇ· τεκμήρια δ’ ἔστι τιν’ ἔτι νῦν. Τύριοι μὲν Ἀγηνορίδῃ Μάγνητες δὲ Χείρωνι, τοῖς πρώτοις ἰατρεῦσαι λεγομένοις, ἀπαρχὰς κομίζουσι· ῥίζαι γάρ εἰσι καὶ βοτάναι, δι’ ὧν ἰῶντο τοὺς κάμνοντας. ὁ δὲ Διόνυσος οὐ μόνον τῷ τὸν οἶνον εὑρεῖν, ἰσχυρότατον φάρμακον καὶ ἥδιστον, ἰατρὸς ἐνομίσθη μέτριος, ἀλλὰ καὶ τῷ τὸν κιττὸν ἀντιταττόμενον μάλιστα τῇ δυνάμει πρὸς τὸν οἶνον εἰς τιμὴν προαγαγεῖν καὶ στεφανοῦσθαι διδάξαι τοὺς βακχεύοντας ὡς ἧττον ὑπὸ τοῦ οἴνου ἀνιῷντο, τοῦ κιττοῦ κατασβεννύντος τὴν μέθην τῇ ψυχρότητι. δηλοῖ δὲ καὶ τῶν ὀνομάτων ἔνια τὴν περὶ ταῦτα πολυπραγμοσύνην τῶν παλαιῶν· τήν τε γὰρ καρύαν οὕτως ὠνόμασαν, ὅτι πνεῦμα βαρὺ καὶ καρωτικὸν ἀφιεῖσα λυπεῖ τοὺς ὑπ’ αὐτῆς παρακεκλιμένους· καὶ τὸν νάρκισσον ὡς ἀμβλύνοντα τὰ νεῦρα καὶ βαρύτητας ἐμποιοῦντα ναρκώδεις· διὸ καὶ ὁ Σοφοκλῆς αὐτόν ἀρχαῖον μεγάλων θεῶν στεφάνωμα τουτέστι τῶν χθονίων, προσηγόρευκε. [Quaest. conv. 3.1.3b] φασὶ δὲ καὶ τὸ πήγανον ἀπὸ τῆς δυνάμεως ὠνομάσθαι· πήγνυσι γὰρ ξηρότητι διὰ θερμότητα τὸ σπέρμα καὶ ὅλως πολέμιόν ἐστι ταῖς κυούσαις. οἱ δὲ καὶ τὴν ἀμέθυστον οἰόμενοι τῷ πρὸς τὰς οἰνώσεις βοηθεῖν αὐτήν τε καὶ τὴν ἐπώνυμον αὐτῆς λίθον οὕτω κεκλῆσθαι διαμαρτάνουσι· κέκληται γὰρ ἀπὸ τῆς χρόας ἑκατέρα· οὐ γάρ ἐστιν αὐτῆς τὸ φύλλον ἀκράτῳ, ἀλλ’ ἀοίνῳ καὶ ὑδαρεῖ τὴν κρᾶσιν οἴνῳ προσεοικός. ἄλλα μέντοι πάμπολλα λαβεῖν ἔστιν, οἷς παρέσχον τὰς κλήσεις αἱ δυνάμεις· ἀρκεῖ δὲ κἀκεῖνα τὴν τῶν παλαιῶν ἐπιμέλειαν ὑποδηλῶσαι καὶ πολυπειρίαν, ἀφ’ ἧς ἐχρήσαντο τοῖς παροίνοις στεφάνοις. [Quaest. conv. 3.1.3c] μάλιστα μὲν γὰρ ὁ ἄκρατος, ὅταν τῆς κεφαλῆς καθάψηται καὶ τονώσῃ τὰ σώματα πρὸς τὰς τῶν αἰσθήσεων ἀρχάς, ἐπιταράσσει τὸν ἄνθρωπον αἱ δὲ τῶν ἀνθέων ἀπορροαὶ πρὸς τοῦτο θαυμασίως βοηθοῦσι καὶ ἀποτειχίζουσι τὴν κεφαλὴν ἀπὸ τῆς μέθης ὡς ἀκρόπολιν, τῶν μὲν θερμῶν μαλακῶς ἀναχαλώντων τοὺς πόρους καὶ ἀναπνοὴν τῷ οἴνῳ διδόντων, ὅσα δ’ ἡσυχῆ ψυχρὰ τῷ μετρίως ἐπιψαύειν ἀνακρουομένων τὰς ἀναθυμιάσεις, ὥσπερ ὁ τῶν ἴων καὶ ῥόδων στέφανος· στύφει γὰρ ἀμφότερα καὶ συστέλλει τῇ ὀσμῇ τὰς καρηβαρίας. τὸ δὲ τῆς κύπρου ἄνθος καὶ ὁ κρόκος καὶ ἡ βάκκαρις εἰς ὕπνον ἄλυπον ὑπάγει τοὺς πεπωκότας· ἔχει γὰρ ἀπορροὴν λείαν καὶ προσηνῆ καὶ τὰς περὶ τὸ σῶμα τῶν μεθυσκομένων ἀνωμαλίας καὶ τραχύτητας ἡσυχῆ διαχέουσαν, ὥστε, γιγνομένης γαλήνης, ἀμβλύνεσθαι καὶ συνεκπέττεσθαι τὸ κραιπαλῶδες. ἐνίων δ’ ἀνθέων ὀσμαῖς ἄνω σκιδναμέναις περὶ τὸν ἐγκέφαλον, οἵ τε πόροι τῶν αἰσθητηρίων ἐκκαθαίρονται καὶ λεπτύνεται τὰ ὑγρὰ πράως ἄνευ πληγῆς καὶ σάλου τῇ θερμότητι διακρινόμενα, καὶ φύσει ψυχρὸς ὢν ὁ ἐγκέφαλος ἀναθάλπεται. διὸ μάλιστα τοὺς ἀνθίνους ἐκ τῶν τραχήλων καθάπτοντες ὑποθυμίδας ἐκάλουν, καὶ τοῖς ἀπὸ τούτων μύροις ἔχριον τὰ στήθη· [Quaest. conv. 3.1.3d] μαρτυρεῖ δ’ Ἀλκαῖος κελεύων καταχέαι τὸ μύρον αὐτοῦ κατὰ τᾶς πόλλα παθοίσας κεφάλας καὶ τῶ πολίω στήθεος. [Quaest. conv. 3.1.3e] οὕτω καὶ ἐντεῦθεν αἱ ὀσμαὶ τοξεύουσιν ὑπὸ θερμότητος; εἰς τὸν ἐγκέφαλον ἁρπαζόμεναι ταῖς ὀσφρήσεσιν. οὐ γάρ, ὅτι τῇ καρδίᾳ τὸν θυμὸν ἐνστρατοπεδεύειν ᾤοντο, τοὺς περιδεραίους τῶν στεφάνων ὑποθυμίδας ἐκάλουν ἐπιθυμίδας γὰρ αὐτοῖς διὰ γε τοῦτο μᾶλλον ἦν καλεῖσθαι προσῆκον, ἀλλ’ ὡς λέγω διὰ τὴν ἀποφορὰν καὶ ὑποθυμίασιν. μὴ θαυμάζωμεν δ’ εἰ τοσαύτην αἱ τῶν στεφάνων ἀποφοραὶ δύναμιν ἔχουσιν· ἱστοροῦσι γάρ, ὅτι καὶ σκιὰ σμίλακος ἀποκτίννυσιν ἀνθρώπους ἐγκαταδαρθόντας, ὅταν ὀργᾷ μάλιστα πρὸς τὴν ἄνθησιν· καὶ τὸ τῆς μήκωνος ἀπορρέον πνεῦμα μὴ φυλαξαμένοις τοῖς τὸν ὀπὸν τρυγῶσι συνέβη καταπεσεῖν. τὴν δ’ ἄλυσσον καλουμένην βοτάνην καὶ λαβόντες εἰς τὴν χεῖρα μόνον, οἱ δὲ καὶ προσβλέψαντες, ἀπαλλάττονται λυγμοῦ· λέγεται δὲ καὶ ποιμνίοις ἀγαθὴ καὶ αἰπολίοις, παραφυτευομένη ταῖς μάνδραις. τὸ δὲ ῥόδον ὠνόμασται δήπουθεν, ὅτι ῥεῦμα πολὺ τῆς ὀδωδῆς ἀφίησι· διὸ καὶ τάχιστα μαραίνεται. ψυκτικὸν δ’ ἐστὶ δυνάμει τῇ δ’ ὄψει πυρωπόν, οὐκ ἀλόγως· λεπτὸν γὰρ αὐτῷ περιανθεῖ τὸ θερμὸν ἐπιπολῆς ἐξωθούμενον ὑπὸ τῆς ψυχρότητος. [Quaest. conv. 3.2.1] Περὶ τοῦ κιττοῦ πότερον τῇ φύσει θερμὸς ἢ ψυχρός ἐστιν. [Quaest. conv. 3.2.1b] ἐπαινεσάντων δ’ ἡμῶν, τὸν Τρύφωνα, μειδιῶν ὁ Ἀμμώνιος οὐκ ἄξιον ἔφη ποικίλον οὕτω καὶ ἀνθηρὸν λόγον ὥσπερ στέφανον ἀντιλέγοντα διαλακτίζειν· πλὴν ὅ τε κιττὸς οὐκ οἶδ’ ὅπως συγκαταπέπλεκται ψυχρότητι συγκατασβεννύναι λεγόμενος τὸν ἄκρατον· ἔστι γὰρ ἔμπυρος καὶ θερμότερος, καὶ ὅ γε καρπὸς; αὐτοῦ μιγνύμενος εἰς τὸν οἶνον μεθυστικὸν ποιεῖ καὶ ταρακτικὸν τῷ πυροῦθαι· τὸ δὲ κλῆμα λέγουσιν αὐτοῦ σπώμενον ὥσπερ τἀν πυρὶ ξύλα συνδιαστρέφεσθαι. χιὼν δὲ πολλάκις ἡμέρας συχνὰς ἐπιμένουσα τοῖς ἄλλοις φυτοῖς φεύγει τάχιστα τὸν κιττόν· μᾶλλον δ’ ὅλως εὐθὺς ἀπόλλυται καὶ περιτήκεται περὶ αὐτὸν ὑπὸ θερμότητος. ὃ δὲ μέγιστόν ἐστιν ὑπὸ Θεοφράστου δ’ ἱστόρηται, Ἀλεξάνδρου κελεύσαντος Ἑλληνικὰ δένδρα τοῖς ἐν Βαβυλῶνι παραδείσοις ἐμβαλεῖν Ἅρπαλον, μάλιστα δέ, τῶν τόπων ἐμπύρων ὄντων καὶ περιφλεγόντων, τὰ ἀλσώδη καὶ εὐπέταλα καὶ σκιερὰ δ καταμῖξαι τοῖς φυτοῖς, μόνον οὐκ ἐδέξατο τὸν κιττὸν ἡ χώρα, καίτοι πολλὰ τοῦ Ἁρπάλου πραγματευομένου καὶ προσφιλονεικοῦντος· ἀλλ’ ἀπώλλυτο καὶ κατεξηραίνετο τῷ πυρώδης μὲν αὐτὸς εἶναι, πρὸς πυρώδη δὲ μίγνυσθαι γῆν οὐ λαμβάνων κρᾶσιν ἀλλ’ ἐξιστάμενος, αἱ γὰρ ὑπερβολαὶ φθείρουσι τὰς δυνάμεις· διὸ τῶν ἐναντίων μᾶλλον ὀρέγονται; καὶ φιλόθερμόν ἐστι τὸ ψυχρὸν καὶ φιλόψυχρον τὸ θερμόν ὅθεν οἱ ὄρειοι καὶ πνευματώδεις καὶ νιφόμενοι τόποι τὰ δᾳδώδη καὶ πισσοτρόφα τῶν φυτῶν, μάλιστα πεύκας καὶ στροβίλους, ἐκφέρουσιν. ἄνευ δὲ τούτων, ὦ φίλε Τρύφων, τὰ δύσριγα καὶ ψυχρὰ φυλλορροεῖ, μικρότητι τοῦ θερμοῦ καὶ ἀσθενείᾳ συστελλομένου καὶ προλείποντος τὸ φυτόν· ἐλαίαν δὲ καὶ δάφνην καὶ κυπάριττον ἀειθαλῆ διαφυλάσσει τὸ λιπαρὸν καὶ τὸ θερμὸν ὥσπερ τὸν κιττόν. ὅθεν ὁ φίλτατος Διόνυσος οὐχ ὡς βοηθὸν ἐπὶ τὴν μέθην οὐδ’ ὡς πολέμιον τῷ οἴνῳ τὸν κιττὸν ἐπήγαγεν· ὅς γε τὸν ἄκρατον ἄντικρυς μέθυ καὶ μεθυμναῖον αὐτὸς αὑτὸν ὠνόμασεν. ἀλλά μοι δοκεῖ καθάπερ οἱ φίλοινοι, μὴ παρόντος ἀμπελίνου, κριθίνῳ χρῶνται πώματι, καὶ μηλίτας τινάς, οἱ δὲ φοινικίνους οἴνους ποιοῦσιν· οὕτω καὶ ὁ ποθῶν χειμῶνος ὥρᾳ τὸν ἀπὸ τῆς ἀμπέλου στέφανον, ὡς ἐκείνην ἑώρα γυμνὴν καὶ ἄφυλλον, ἀγαπῆσαι τὴν ὁμοιότητα τοῦ κιττοῦ. καὶ γὰρ τοῦ κλήματος τὸ ἑλικῶδες τοῦτο καὶ σφαλλόμενον ἐν τῇ πορείᾳ καὶ τοῦ πετάλου τὸ ὑγρὸν καὶ περικεχυμένον ἀτάκτως, μάλιστα δ’ αὐτὸς ὁ κόρυμβος ὄμφακι πυκνῷ καὶ περκάζοντι προσεοικώς, ἐκμεμίμηται τὴν τῆς ἀμπέλου διάθεσιν. οὐ μὴν ἀλλὰ κἂν βοηθῇ τι πρὸς μέθην ὁ κιττός, θερμότητι τοῦτο ποιεῖν φήσομεν αὐτὸν ἀνοίγοντα τοὺς πόρους ἢ συνεκπέττοντα μᾶλλον τὸν ἄκρατον, ἵνα καὶ μένῃ σὴν χάριν, ὦ Τρύφων, ἰατρὸς ὁ Διόνυσος. [Quaest. conv. 3.2.2] πρὸς ταῦθ’ ὁ μὲν Τρύφων ἄφωνος; ἦν, ὅπως ἀντείποι σκεπτόμενος· ὁ δ’ Ἐράτων ἕκαστον ἡμῶν τῶν νέων ἀνακαλούμενος ἐκέλευε βοηθεῖν τῷ Τρύφωνι περὶ τῶν στεφάνων ἢ τοὺς στεφάνους ἀποτίθεσθαι· καὶ Ἀμμώνιος; ἔφη παρέχειν ἄδειαν, οὐ γὰρ ἀντερεῖν οἷς ἂν ἡμεῖς; εἴπωμεν. οὕτω δὴ καὶ τοῦ Τρύφωνος ἐπικελεύοντος εἰπεῖν ἔφην ὅτι τὸ μὲν ἀποδεῖξαι ψυχρὸν εἶναι τὸν κιττὸν οὐκ ἐμὸν ἦν ἔργον, ἀλλὰ Τρύφωνος· οὗτος γὰρ αὐτῷ ψύχοντι καὶ στύφοντι πολλὰ χρῆται· τῶν δ’ εἰρημένων ἔφην τὸ μὲν μεθύσκειν κιττὸν οἴνῳ μιγνύμενον οὐκ ἀληθές ἐστιν· ὃ γὰρ ἐμποιεῖ τοῖς πιοῦσι πάθος οὐ μέθην ἄν τις εἴποι, ταραχὴν δὲ καὶ παραφροσύνην, οἷον ὑοσκύαμος ἐμποιεῖ καὶ πολλὰ ἄλλα τοιαῦτα κινοῦντα μανικῶς τὴν διάνοιαν. ὁ δὲ τοῦ κλήματος σπασμὸς; ἄλογός ἐστι· τοιαῦτα γὰρ παρὰ φύσιν ἔργα τῶν κατὰ φύσιν δυνάμεων οὐκ ἔστιν· [Quaest. conv. 3.2.2b] ἀλλὰ καὶ τὰ ξύλα διαστρέφεται, τοῦ πυρὸς τὸ ὑγρὸν ἕλκοντος ἐξ αὐτῶν βίᾳ, κυρτότητας ἴσχοντα καὶ παραβάσεις· τὸ δὲ συγγενὲς θερμὸν αὔξειν καὶ τρέφειν πέφυκε. σκόπει δὲ μὴ μᾶλλον ἀρρωστία τις καὶ ψυχρότης σώματος τὸ πολυκαμπὲς καὶ χαμαιπετὲς πέφυκεν, προσκρούσεις πυκνὰς καὶ ἀντικοπὰς λαμβάνοντος, ὥσπερ ὁδοιπόρου δι’ ἀσθένειαν πολλάκις ἀποκαθίζοντος εἶτα πάλιν ἐρχομένου· διὸ καὶ περιπλοκῆς δεῖται καὶ στηρίγματος, αὐτὸς ἑαυτὸν ἀνέχειν καὶ ποδηγεῖν ἀδυνατῶν δι’ ἔνδειαν θερμότητος, ἧς; τὸ ἀνωφερὲς δύναμίς ἐστιν. ἡ δὲ χιὼν ἀπορρεῖ καὶ περιτήκεται δι’ ὑγρότητα τοῦ φύλλου τὸ γὰρ ὕδωρ σβέννυσιν αὐτῆς καὶ κόπτει τὴν χαυνότητα διὰ τὸ μικρῶν εἶναι καὶ πυκνῶν ἄθροισμα πομφολύγων ὅθεν οὐχ ἧττον ἐν τοῖς περιψύκτοις σφόδρα καὶ νοτεροῖς τόποις ἢ τοῖς προσείλοις αἱ χιόνες ῥέουσι. [Quaest. conv. 3.2.2c] τὸ δ’ ἀειθαλὲς τοῦτο καὶ ὥς φησιν Ἐμπεδοκλῆς ἐμπεδόφυλλον οὐκ ἔστι θερμότητος· οὐδὲ γὰρ ψυχρότητος τὸ φυλλορροεῖν. ἡ γοῦν μυρρίνη καὶ τὸ ἀδίαντον οὐκ ὄντα τῶν θερμῶν ἀλλὰ τῶν ψυχρῶν ἀεὶ τέθηλεν. ἔνιοι μὲν οὖν ὁμαλότητι κράσεως οἴονται παραμένειν τὸ φύλλον· Ἐμπεδοκλῆς δὲ πρὸς τούτῳ καὶ πόρων τινὰ συμμετρίαν αἰτιᾶται, τεταγμένως καὶ ὁμαλῶς τὴν τροφὴν διιέντων, ὥστ’ ἀρκούντως ἐπιρρεῖν. τοῖς δὲ φυλλορροοῦσιν οὐκ ἔστι διὰ μανότητα τῶν ἄνω καὶ στενότητα τῶν κάτω πόρων, ὅταν οἱ μὲν μὴ ἐπιπέμπωσιν οἱ δὲ μὴ φυλάττωσιν ἀλλ’ ὀλίγην λαβόντες ἄθρουν ἐκχέωσιν, ὥσπερ ἐν ἀνδήροις τισὶν οὐχ ὁμαλοῖς· τὰ δ’ ὑδρευόμενα ἀεὶ τὴν τροφὴν διαρκῆ καὶ σύμμετρον ἀντέχει καὶ παραμένει ἀγήρω καὶ χλοερά. [Quaest. conv. 3.2.2d] ἀλλ’ ἐν Βαβυλῶνι φυτευόμενος ἐξίστατο καὶ ἀπηγόρευεν, εὖ γε ποιῶν ὁ γενναῖος οὗτος, ὅτι Βοιωτίου θεοῦ πελάτης καὶ παράσιτος ὢν οὐκ ἐβούλετο μετοικεῖν ἐν βαρβάροις, οὐδ’ Ἀλέξανδρον ἐζήλωσεν ἐξοικειούμενον ἐκείνοις τοῖς ἔθνεσιν, ἀλλ’ ἔφευγε καὶ διεμάχετο πρὸς τὴν ἀποξένωσιν. αἰτία δ’ οὐχ ἡ θερμότης ἦν, ἀλλὰ μᾶλλον ἡ ψυχρότης, οὐχ ὑποφέρουσα τὴν ἐναντίαν κρᾶσιν· οὐ γὰρ φθείρει τὸ οἰκεῖον, ἀλλὰ προσίεται καὶ φέρει, καθάπερ τὸ θύμον ἡ ξηρὰ γῆ, καίτοι θερμὸν ὄν, τὴν δὲ Βαβυλωνίαν οὕτω φασὶν ἀέρα πνιγώδη καὶ βαρὺν περιέχειν, ὥστε πολλοὺς τῶν εὐπόρων, ὅταν ἐμπλήσωσιν ἀσκοὺς ὕδατος, ἐπὶ τούτων καθεύδειν ἀναψυχομένους. [Quaest. conv. 3.3.1] Διὰ τί γυναῖκες ἥκιστα μεθύσκονται τάχιστα δ’ οἱ γέροντες. [Quaest. conv. 3.3.1b] ἐθαύμαζε δὲ Φλῶρος, εἰ γεγραφὼς Ἀριστοτέλης ἐν τῷ περὶ μέθης, ὅτι μάλιστα μὲν οἱ γέροντες ἥκιστα δ’ αἱ γυναῖκες ὑπὸ μέθης ἁλίσκονται, τὴν αἰτίαν οὐκ ἐξειργάσατο, μηδὲν εἰωθὼς προΐεσθαι τῶν τοιούτων. εἶτα μέντοι προὔβαλεν ἐν μέσῳ σκοπεῖν τοῖς παροῦσιν. ἦν δὲ τῶν συνήθων τὸ δεῖπνον. ἔφη τοίνυν ὁ Σύλλας θατέρῳ θάτερον ἐμφαίνεσθαι· κἂν εἰ περὶ τῶν γυναικῶν ὀρθῶς τὴν αἰτίαν λάβοιμεν, οὐκ ἔτι πολλοῦ λόγου δεήσεσθαι περὶ τῶν γερόντων· ἐναντίας γὰρ εἶναι μάλιστα τὰς φύσεις τῇ θ’ ὑγρότητι καὶ ξηρότητι καὶ λειότητι καὶ τραχύτητι καὶ μαλακότητι καὶ σκληρότητι. καὶ τοῦτ’ ἔφη λαμβάνειν κατὰ τῶν γυναικῶν πρῶτον, ὅτι τὴν κρᾶσιν ὑγρὰν ἔχουσιν, ἣ καὶ τὴν ἁπαλότητα τῆς σαρκὸς ἐμμεμιγμένη παρέχει καὶ τὸ στίλβον ἐπὶ λειότητι καὶ τὰς καθάρσεις· ὅταν οὖν ὁ οἶνος εἰς ὑγρότητα πολλὴν ἐμπέσῃ, κρατούμενος ἀποβάλλει τὴν βαφὴν καὶ γίγνεται παντάπασιν ἀβαφὴς καὶ ὑδατώδης. [Quaest. conv. 3.3.1c] ἔστι δέ τι καὶ παρ’ αὐτοῦ λαβεῖν Ἀριστοτέλους· τοὺς γὰρ ἄθρουν καὶ ἀπνευστὶ πίνοντας, ὅπερ ἀμυστίζειν ὠνόμασαν οἱ παλαιοί, φησὶν ἥκιστα περιπίπτειν μέθαις· οὐ γὰρ ἐνδιατρίβειν τὸν ἄκρατον αὐτοῖς, ἀλλ’ ἐξωθούμενον ῥύμῃ διαπορεύεσθαι διὰ τοῦ σώματος. ἐπιεικῶς δὲ τὰς γυναῖκας ὁρῶμεν οὕτω πινούσας. εἰκὸς δ’ αὐτῶν καὶ τὸ σῶμα, διὰ τὸν ἐνδελεχῆ τῶν ὑγρῶν κατασπασμὸν ἐπὶ τὰς ἀποκαθάρσεις πολύπορον γεγονέναι καὶ τετμῆσθαι καθάπερ ἀνδήροις καὶ ὀχετοῖς· εἰς οὓς ἐμπίπτοντα τὸν ἄκρατον ὑπάγειν ταχέως καὶ μὴ προσίστασθαι τοῖς κυρίοις μέρεσιν, ὧν διαταραττομένων συμβαίνει τὸ μεθύειν. οἱ δὲ γέροντες ὅτι μέν εἰσιν ἐνδεεῖς ἰκμάδος οἰκείας, τοὔνομά μοι δοκεῖ φράζειν πρῶτον· οὐ γὰρ ὡς ῥέοντες εἰς γῆν, ἀλλ’ ὡς γεώδεις καὶ γεηροί τινες, ἤδη γιγνόμενοι τὴν ἕξιν οὕτω προσαγορεύονται. [Quaest. conv. 3.3.1d] δηλοῖ δὲ καὶ τὸ δυσκαμπὲς αὐτῶν καὶ σκληρόν, ἔτι δ’ ἡ τραχύτης, τὴν ξηρότητα τῆς φύσεως. ὅταν οὖν ἐμπίνωσιν, εἰκὸς ἀναλαμβάνεσθαι τὸν οἶνον, τοῦ σώματος σπογγώδους διὰ τὸν αὐχμὸν ὄντος· εἶτ’ ἐμμένοντα πληγὰς καὶ βαρύτητας ἐμποιεῖν. ὡς γὰρ τὰ ῥεύματα τῶν μὲν πυκνῶν ἀποκλύζεται χωρίων καὶ πηλὸν οὐ ποιεῖ τοῖς δ’ ἀραιοῖς ἀναμίγνυται μᾶλλον, οὕτως ὁ οἶνος ἐν τοῖς τῶν γερόντων σώμασιν ἔχει διατριβὴν ἑλκόμενος ὑπὸ τῆς ξηρότητος, ἄνευ δὲ τούτων ἰδεῖν ἔστι τὰ συμπτώματα τῆς μέθης τὴν τῶν γερόντων φύσιν ἐξ ἑαυτῆς ἔχουσαν· ἔστι γὰρ συμπτώματα μέθης ἐπιφανέστατα, τρόμοι μὲν ἄρθρων ψελλισμοὶ δὲ γλώσσης, πλεονασμοὶ δὲ λαλιᾶς ὀξύτητες δ’ ὀργῆς, λῆθαί τε καὶ παραφοραὶ διανοίας· ὧν τὰ πολλὰ καὶ περὶ τοὺς ὑγιαίνοντας ὄντα πρεσβύτας ὀλίγης ῥοπῆς δεῖται καὶ σάλου τοῦ τυχόντος· ὥστε μὴ γένεσιν ἰδίων ἀλλὰ κοινῶν ἐπίτασιν συμπτωμάτων γίγνεσθαι τὴν μέθην τῷ γέροντι· τεκμήριον δὲ τούτου τὸ μηδὲν εἶναι γέροντι νέου μεθυσθέντος ὁμοιότερον. [Quaest. conv. 3.4.1] Πότερον ψυχρότεραι τῇ κράσει τῶν ἀνδρῶν ἢ θερμότεραί εἰσιν αἱ γυναῖκες. [Quaest. conv. 3.4.1b] ὁ μὲν οὖν Σύλλας ταῦτ’ εἶπεν. ὁ δὲ τακτικὸς Ἀπολλωνίδης ἔφη τὸν μὲν περὶ τῶν γερόντων ἀποδέχεσθαι λόγον· ἐν δὲ ταῖς γυναιξὶν αὐτῷ δοκεῖν παραλελεῖφθαι τὸ τῆς ψυχρότητος, ᾗ θερμότατον ἄκρατον ἀποσβέννυσθαι καὶ ἀποβάλλειν τὸ πλῆττον καὶ πυρῶδες. πιθανοῦ δὲ καὶ τούτου δοκοῦντος, Ἀθρΐλατος ὁ Θάσιος; ἰατρὸς ἐμβαλών τινα τῇ ζητήσει διατριβὴν εἶναί τινας ἔφησεν, οἳ τὰς γυναῖκας οὐ ψυχρὰς ἀλλὰ θερμοτέρας τῶν ἀνδρῶν ὑπολαμβάνουσιν, ἑτέρους δὲ μᾶλλον οἳ τὸν οἶνον οὐ θερμὸν ἀλλὰ καὶ ψυχρὸν ἡγοῦνται. [Quaest. conv. 3.4.2] θαυμάσαντος δὲ τοῦ Φλώρου, τὸν μὲν περὶ τοῦ οἴνου λόγον εἶπεν ἀφίημι τούτῳ δείξας ἐμέ· καὶ γὰρ ἐτυγχάνομεν ὀλίγαις ἡμέραις πρότερον εἰς τοῦτο διειλεγμένοι· τῶν δὲ γυναικῶν ἔφη τὴν θερμότητα πρῶτον ἀπὸ τῆς ψιλότητος οἴονται δεικνύναι, καταναλισκομένου τοῦ περιττώματος ὑπὸ τῆς θερμότητος, ὃ πλεονάζον εἰς τρίχας τρέπεται· δεύτερον δὲ τῷ πλήθει τοῦ αἵματος, ὃ πηγὴ μὲν εἶναι τῆς ἐν τῷ σώματι θερμότητος, ἔστι δὲ τοσοῦτον ταῖς γυναιξίν, ὥστ’ αὐτὰς καταπιμπράναι καὶ περιφλέγειν, εἰ μὴ πολλαὶ καὶ ταχεῖαι συμβαίνοιεν καθάρσεις. τρίτον τοῦτο τὸ περὶ τὰς ταφὰς αἱρεῖ θερμότερα τὰ θήλεα τῶν ἀρρένων εἶναι· λέγεται γὰρ ὑπὸ τῶν σκευωρουμένων τάδε συντίθεσθαι παρὰ δέκα νεκροὺς; ἀνδρῶν ἕνα γυναικὸς καὶ συνεξάπτειν, δᾳδῶδές τι καὶ λιπαρὸν αὐτῶν τῆς σαρκὸς ἐχούσης, ὥσθ’ ὑπέκκαυμα γίγνεσθαι τῶν ἄλλων. ἔτι δ’, εἰ θερμότερον τὸ γονιμώτερον αἱ δὲ παρθένοι τῶν παίδων ὀργῶσι πρότερον καὶ σαλεύονται πρὸς τὸ γεννᾶν, οὐδ’ αὕτη τις ἀσθενὴς ἀπόδειξις ἂν εἴη τῆς θερμότητος. ἔτι δὲ μείζων καὶ πιθανωτέρα τὸ πρὸς τὰ κρύη καὶ τοὺς χειμῶνας εὐφόρως ἔχειν· ἧττον γὰρ αἱ πλεῖσται ῥιγοῦσι τῶν ἀνδρῶν καὶ παντάπασιν ἱματίων ὀλίγων δέονται. [Quaest. conv. 3.4.3] ἀλλ’ ἀπ’ αὐτῶν οἶμαι τούτων ὁ Φλῶρος ἔφη τῶν ἐπιχειρημάτων ἐλέγχεσθαι τὸ δόγμα. πρῶτον μὲν γὰρ ἀντέχουσι τῷ ψύχει μᾶλλον, ὅτι πολλάκις τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου δυσπαθέστερόν ἐστιν· ἔπειτα μέντοι καὶ τὸ σπέρμα μὴ προγεγονέναι τὸ γόνιμον διὰ κατάψυξιν, ἀλλ’ ὕλην μόνον καὶ τροφὴν παρέχειν τῷ ἀπὸ τοῦ ἄρρενος. ἔπειτα λήγουσι τίκτουσαι πολὺ πρότερον ἢ γεννῶντες οἱ ἄνδρες. κάονται δὲ βέλτιον ὑπὸ πιμελῆς, ὃ δοκεῖ ψυχρότερον εἶναι τοῦ σώματος· ἥκιστα γοῦν οἱ νέοι· καὶ γυμναστικοὶ πιμελώδεις. ἡ δ’ ἔμμηνος κάθαρσις οὐ πλήθους ἀλλὰ διαφθορᾶς καὶ φαυλότητός ἐστιν αἵματος· τὸ γὰρ ἄπεπτον αὐτοῦ καὶ περιττωματικὸν οὐκ ἔχον ἵδρυσιν οὐδὲ σύστασιν ἐν τῷ σώματι δι’ ἀσθένειαν ἐκπίπτει, παντάπασιν ἀμβλὺ καὶ θολερὸν ἀρρωστίᾳ τοῦ θερμοῦ γιγνόμενον. δηλοῖ γοῦν καὶ τὸ ῥιγοῦν καὶ τὸ ὑποφρίττειν ὡς ἐπὶ πολὺ τὰς καθαιρομένας, ὅτι ψυχρόν ἐστι καὶ ἄπεπτον τὸ κεκινημένον καὶ ἀποχωροῦν ἐκ τοῦ σώματος. τὴν δὲ ψιλότητα τίς ἂν εἴποι, ὅτι θερμότητος οὐχὶ μᾶλλον ψυχρότητός ἐστι τὸ πάθος, ὁρῶν τὰ θερμότατα τοῦ σώματος μέρη δασυνόμενα; πάντα γὰρ ἐξωθεῖται τὰ τοιαῦτα τῷ θερμῷ, χαράσσοντι καὶ ἀναστομοῦντι τὴν ἐπιφάνειαν. ἡ δὲ λειότης πυκνότητι γέγονεν ὑπὸ ψυχρότητος· ὅτι δ’ εἰσὶ πυκνότεραι τῶν ἀνδρῶν, ὦ φίλ’ Ἀθρυΐλατε, πυθοῦ παρὰ τῶν ἔτι συναναπαυομένων γυναιξὶν ἢ μύρον ἀληλιμμέναις ἢ ἔλαιον· ἀναπίμπλανται γὰρ αὐτοῦ τοῦ χρίσματος ἐν τῷ συγκαθεύδειν, κἂν μὴ θίγωσι μηδὲ προσάψωνται τῶν γυναικῶν, διὰ θερμότητα καὶ μανότητα τοῦ σώματος ἕλκοντος. … [Quaest. conv. 3.5.1] Εἰ ψυχρότερος τῇ δυνάμει ὁ οἶνος. οὐ μὴν ἀλλὰ τὸ μὲν περὶ τῶν γυναικῶν ἔφη καὶ πρὸς τοὐναντίον ἀνδρικῶς ἐπικεχείρηται. [Quaest. conv. 3.5.1b] τὸν δ’ οἶνον ἐπιθυμῶ μαθεῖν, ὁπόθεν ὑπόνοιαν ἡμῖν τοῦ ψυχρὸς εἶναι παρέσχεν οἴει γάρ ἔφην ἐγὼ τοῦτον ἡμέτερον εἶναι τὸν λόγον; ἀλλὰ τίνος εἶπεν ἑτέρου; μέμνημαι μὲν οὖν ἔφην ἐγὼ καὶ Ἀριστοτέλους ἐντυχὼν οὐ νεωστὶ λόγῳ περὶ τούτου τοῦ προβλήματος ἀλλ’ ἱκανῶς πάλαι. διείλεκται δὲ καὶ Ἐπίκουρος ἐν τῷ Συμποσίῳ πολλοὺς λόγους, ὧν τὸ κεφάλαιόν ἐστιν ὡς ἐγᾦμαι τοιόνδε. φησὶ γὰρ οὐκ εἶναι θερμὸν αὐτοτελῶς τὸν οἶνον, ἀλλ’ ἔχειν τινὰς ἀτόμους ἐν αὑτῷ θερμασίας ἀποτελεστικὰς ἑτέρας δ’ αὖ ψυχρότητος· ὧν τὰς μὲν ἀποβάλλειν, ὅταν εἰς τὸ σῶμα παραγένηται, τὰς δὲ προσλαμβάνειν ἐκ τοῦ σώματος, ὡς ἂν ἔχωσι κράσεως ἡμῖν ἢ φύσεως ὁμιλῆσαι, ὡς τοὺς μὲν ἐκθερμαίνεσθαι τοὺς δὲ τοὐναντίον πάσχειν μεθυσκομένους. [Quaest. conv. 3.5.2] ταῦτ’ εἶπεν ὁ Φλῶρος ἄντικρυς εἰς τὸν Πύρρωνα διὰ τοῦ Πρωταγόρου φέρει ἡμᾶς· δῆλον γὰρ ὅτι καὶ περὶ ἐλαίου καὶ περὶ γάλακτος μέλιτός τε καὶ ὁμοίως τῶν ἄλλων διεξιόντες ἀποδρασόμεθα τὸ λέγειν περὶ ἑκάστου, ὁποῖον τῇ φύσει ἐστί, μίξεσι ταῖς πρὸς ἄλληλα καὶ κράσεσιν ἕκαστον γίγνεσθαι φάσκοντες. ἀλλὰ σὺ πῶς ἐπιχειρεῖς τὸ ψυχρὸν εἶναι τὸν οἶνον; οὕτως ἔφην ὑπὸ δυεῖν τότε προσηναγκασμένος αὐτοσχεδιάσαι. πρῶτον δ’ ὑπῄει μοι τὸ γιγνόμενον ὑπὸ τῶν ἰατρῶν· τοῖς γὰρ ἐκλελυμένοις καὶ τόνου τινὸς δεομένοις κατὰ τὰς ἀρρωστίας στομάχου θερμὸν μὲν οὐδὲν προσφέρουσιν οἶνον δὲ διδόντες βοηθοῦσιν· ὡς δ’ αὕτως καὶ τὰς ῥύσεις καὶ ἐφιδρώσεις οἴνῳ καταπαύουσιν, ὡς οὐδὲν ἧττον ἀλλὰ καὶ μᾶλλον τῆς χιόνος ἱστάντι καὶ κρατύνοντι τῷ ψύχειν καὶ περιστέλλειν φερομένην τὴν ἕξιν. εἰ δὲ καὶ φύσιν καὶ δύναμιν εἶχε θερμαντικήν, ὅμοιον ἦν οἶμαι χιόνι πῦρ καὶ καρδίᾳ προσφέρειν ἄκρατον. [Quaest. conv. 3.5.2b] ἔπειτα τὸν μὲν ὕπνον οἱ πλεῖστοι περιψύξει γίγνεσθαι λέγουσι καὶ ψυκτικὰ τὰ πλεῖστα τῶν ὑπνωτικῶν φαρμάκων ἐστίν, ὡς ὁ μανδραγόρας καὶ τὸ μηκώνιον· ἀλλὰ ταῦτα μὲν σφόδρα καὶ βίᾳ πολλῇ συνωθεῖ καὶ πήγνυσιν, ὁ δ’ οἶνος ἠρέμα καταψύχων ἵστησι μεθ’ ἡδονῆς καὶ ἀναπαύει τὴν κίνησιν ἐν τῷ μᾶλλον καὶ ἧττον οὔσης πρὸς ἐκεῖνα τῆς διαφορᾶς. ἔτι δὲ τὸ μὲν θερμὸν γόνιμον· εὔροιαν γὰρ ἡ ὑγρότης ἴσχει, καὶ τόνον τὸ πνεῦμα καὶ δύναμιν ὑπὸ τῆς θερμότητος ἐξοργῶσαν. οἱ δὲ πίνοντες πολὺν ἄκρατον ἀμβλύτεροι πρὸς τὰς συνουσίας εἰσὶ καὶ σπείρουσιν οὐθὲν εἰς γένεσιν ἰσχυρὸν οὐδὲ κεκρατημένον, ἀλλ’ ἐξίτηλοι καὶ ἀτελεῖς εἰσιν αἱ πρὸς τὰς γυναῖκας ὁμιλίαι αὐτῶν διὰ φαυλότητα καὶ κατάψυξιν τοῦ σπέρματος. καὶ μὴν ὅσα πάσχουσιν ἄνθρωποι ὑπὸ κρύους, πάντα συμβαίνει τοῖς μεθυσκομένοις, τρόμοι, βαρύτητες, ὠχριάσεις, σάλοι τοῦ περὶ τὰ γυῖα πνεύματος, ἀσάφεια γλώττης, ἔντασις τῶν περὶ τοῖς ἄκροις νεύρων καὶ ἀπονάρκησις· τοῖς δὲ πλείστοις εἰς πάρεσιν αἱ μέθαι τελευτῶσιν, ὅταν ἐκπλήξῃ παντάπασι καὶ κατασβέσῃ τὸ θερμὸν ὁ ἄκρατος. ἰῶνταί γε μὴν τὰς περὶ τὸ σῶμα τῶν μεθυσκομένων καὶ κραιπαλώντων κακώσεις, εὐθὺς μὲν ὡς ἔοικε περιστολῇ καὶ κατακλίσει συνθάλποντες, μεθ’ ἡμέραν δὲ λουτρῷ καὶ ἀλείμματι καὶ σιτίοις, ὅσα μὴ ταράττοντα τὸν ὄγκον ἅμα πράως ἀνακαλεῖται τὸ θερμὸν ὑπὸ τοῦ οἴνου διεσπασμένον καὶ πεφυγαδευμένον ἐκ τοῦ σώματος. ὅλως δ’ εἰπεῖν, ἐν τοῖς φαινομένοις καὶ ὁμοιότητας ἀδήλους ἐξιχνεύομεν καὶ δυνάμεις. οὐδὲν δὲ περὶ τῆς μέθης δεῖ διαπορεῖν, ὁποῖόν ποτ’ ἐστίν· ὡς γὰρ ἔοικε, μάλιστα, ὡς εἰρήκαμεν, ἐοίκασι τοῖς πρεσβύταις οἱ μεθύοντες· διὸ καὶ πρωιαίτατα γηρῶσιν οἱ φίλοινοι· τοὺς δὲ πολλοὺς αὐτῶν καὶ φαλακρώσεις ἄωροι καὶ πολιαὶ πρὸ ἡλικίας; ἔχουσι· πάντα δὲ ταῦτα δοκεῖ θερμότητος ἐνδείᾳ καταλαμβάνειν τὸν ἄνθρωπον. ἔτι τοίνυν τὸ ὄξος οἴνου τινός ἐστι φύσις καὶ δύναμις· οὐδὲν δὲ τῶν σβεστηρίων ὄξους πυρὶ μαχιμώτερον, ἀλλὰ μάλιστα πάντων ἐπικρατεῖ καὶ συμπιέζει τὴν φλόγα δι’ ὑπερβολὴν ψυχρότητος· καὶ τῶν ἄλλων δὲ καρπῶν τοῖς οἰνώδεσι μᾶλλον ὡς ψυκτικοῖς χρωμένους τοὺς ἰατροὺς ὁρῶμεν ὥσπερ ῥόαις καὶ μήλοις. αὐτὴν δὲ τὴν τοῦ μέλιτος φύσιν οὐχὶ πρὸς ὄμβριον ὕδωρ καὶ χιόνα συμμιγνύοντες οἰνοποιοῦσι, τοῦ ψυχροῦ τὸ γλυκὺ διὰ συγγένειαν εἰς τὸ αὐστηρόν, ὅταν κρατήσῃ, φθείροντος; οἱ παλαιοὶ δ’ οὐχὶ διὰ τοῦτο τῶν ἑρπετῶν τὸν δράκοντα καὶ τῶν φυτῶν τὸν κιττὸν ἀνέθεσαν τῷ θεῷ καὶ καθιέρωσαν, ὥς τινος ψυχρᾶς; καὶ κρυώδους δυνάμεως; ἐὰν δέ, ὅτι τὸ κώνειον ἐπιπινόμενος ἰᾶσθαι δοκεῖ πολὺς ἄκρατος, οἴωνται τοῦτο θερμότητος εἶναι τεκμήριον, ἡμεῖς αὖ φήσομεν ἀναστρέψαντες, ὅτι συγκραθὲν αὐτῷ τοῦτο φάρμακον ἀνίατόν ἐστι καὶ καθάπαξ ἀποκτείνει τοὺς πίνοντας ὥστε μηδὲν μᾶλλον εἶναι δοκεῖν τῷ ἀντιπράττειν θερμὸν ἢ τῷ συνεργεῖν ψυχρόν, εἴ γε δὴ ψυχρότητι τὸ κώνειον οὐκ ἄλλῃ τινὶ φύσει καὶ δυνάμει μᾶλλον πιθανόν ἐστιν ἀναιρεῖν τοὺς πιόντας. [Quaest. conv. 3.6.1] Περὶ καιροῦ συνουσίας. [Quaest. conv. 3.6.1b] νεανίσκοι τινὲς οὐ πάλαι τοῖς παλαιοῖς λόγοις προσπεφοιτηκότες ἐσπάραττον τὸν Ἐπίκουρον, ὡς οὐ καλὸν οὐδ’ ἀναγκαῖον ἐμβεβληκότα λόγον περὶ καιροῦ συνουσίας εἰς τὸ Συμπόσιον μιμνήσκεσθαι γὰρ ἀφροδισίων ἄνδρα πρεσβύτερον ἐν δείπνῳ μειρακίων παρόντων καὶ διαπορεῖν, πότερον μετὰ δεῖπνον ἢ πρὸ δείπνου χρηστέον, ἐσχάτης ἀκολασίας εἶναι, πρὸς ταῦθ’ οἱ μὲν τὸν Ξενοφῶντα παρέλαβον ὡς ἀπάγοντα τοὺς συμπότας μετὰ δεῖπνον οὐχὶ πεζοὺς ἀλλ’ ἐφ’ ἵππων ἐπὶ συνουσίας πρὸς τὰς γυναῖκας. Ζώπυρος δ’ ὁ ἰατρός, εὖ μάλα τοῖς Ἐπικούρου λόγοις ἐνωμιληκώς, οὐκ ἔφη προσέχοντας αὐτοὺς ἀνεγνωκέναι τὸ Ἐπικούρου Συμπόσιον· οὐ γὰρ ὥσπερ ἐξ ἀρχῆς τινος καὶ καταστάσεως τοῦτο πρόβλημα ποιησάμενον εἶτα λόγους ἐπ’ αὐτῷ περαίνειν, ἀλλὰ τοὺς νέους ἀνιστάντα μετὰ δεῖπνον εἰς περίπατον ἐπὶ σωφρονισμῷ διαλέγεσθαι καὶ ἀνακρούειν ἀπὸ τῶν ἐπιθυμιῶν, ὡς ἀεὶ μὲν ἐπισφαλοῦς εἰς βλάβην τοῦ πράγματος ὄντος, κάκιστα δὲ τοὺς παρὰ πότον καὶ ἐδωδὴν χρωμένους αὐτῷ διατιθέντος. εἰ δὲ δὴ καὶ προηγουμένως εἶπεν ἐζητεῖτο περὶ τούτου, πότερον οὐδ’ ὅλως ἐσκέφθαι καλῶς εἶχε τὸν φιλόσοφον περὶ συνουσίας καιροῦ καὶ ὥρας, ἢ βέλτιον μὲν ἐν καιρῷ καὶ μετὰ λογισμοῦ τὰ τοιαῦτα πράττειν, τὸν δὲ καιρὸν ἄλλως μὲν ἐπισκοπεῖν οὐκ ἄτοπον ἐν δὲ συμποσίῳ καὶ περὶ τράπεζαν αἰσχρόν; ἐμοὶ γὰρ δοκεῖ τοὐναντίον ἄν τις ἐγκαλέσαι φιλοσόφῳ, μεθ’ ἡμέραν ἐν τῇ διατριβῇ πολλῶν καὶ παντοδαπῶν ἀνθρώπων παρόντων περὶ τούτου διαλεγομένῳ· κύλικος δὲ προκειμένης ἐν συνήθεσι καὶ φίλοις, ἔνθα καὶ τὸ παραλέξαι μῦθον ἀμβλὺν ὄντα καὶ ψυχρὸν ἐν οἴνῳ συμφέρει, πῶς αἰσχρὸν εἰπεῖν τι καὶ ἀκοῦσαι εἰς συνουσίας χρῆσιν ὠφελίμως λεγόμενον; ὡς ἔγωγε, νὴ τὸν κύνα, καὶ τοὺς Ζήνωνος ἂν ἐβουλόμην ἔφη διαμηρισμοὺς ἐν συμποσίῳ τινὶ καὶ παιδιᾷ μᾶλλον ἢ σπουδῆς τοσαύτης ἐχομένῳ συγγράμματι, τῇ Πολιτείᾳ, κατατετάχθαι. [Quaest. conv. 3.6.2] πρὸς τοῦτο πληγέντες οἱ νεανίσκοι σιωπῇ κατέκειντο· τῶν δ’ ἄλλων τὸν Ζώπυρον ἀξιούντων τοὺς περὶ τούτου λόγους Ἐπικούρου διελθεῖν, ἔφη τῶν μὲν κατὰ μέρος οὐκ ἀκριβῶς μνημονεύειν, οἴεσθαι δὲ τὸν ἄνδρα τὰς ἐκ τῆς συνουσίας πληγὰς δεδιέναι διὰ τὸν τῶν σωμάτων παλμὸν εἰς ταραχὴν καὶ σάλον ἐν τῷ τοιούτῳ βαδιζόντων. καθόλου μὲν γὰρ ἐξ ἕδρας τὰ σώματα μεθιστάναι πλήκτην ὄντα καὶ κινητικὸν ταραχῆς τὸν ἄκρατον· ἂν δ’ οὕτως ἔχοντα τὸν ὄγκον ἡμῶν γαλήνη μὴ παραλάβῃ καὶ ὕπνος, ἀλλ’ ἕτεραι διὰ τῶν ἀφροδισίων κινήσεις, ἐκθλιβομένων καὶ μοχλευομένων τῶν μάλιστα συνδεῖν καὶ κολλᾶν τὸ σῶμα πεφυκότων, κίνδυνός ἐστιν ἀνέδραστον γίγνεσθαι τὸν ὄγκον, ὥσπερ ἐκ θεμελίων γιγνόμενον· οὐδὲ γὰρ εὖ ῥεῖν τηνικαῦτα τὴν γονήν, σφηνώσεως διὰ τὴν πλησμονὴν οὔσης, ἀλλὰ βίᾳ καὶ συμπεφυρμένην ἀποσπᾶσθαι· διὸ χρῆναί φησιν ὁ ἀνήρ, ὅταν ἡσυχία γένηται περὶ τὸ σῶμα καὶ λωφήσωσιν αἱ τῆς τροφῆς ἀναδόσεις καὶ τὰ ῥεύματα διεξιούσης καὶ φευγούσης, τὰ τοιαῦτα πράττειν, πρὶν ἑτέρας αὖ πάλιν τροφῆς ἐνδεὲς γενέσθαι τὸ σῶμα· συμβάλλοιτο δ’ ἄν τις· τῷ Ἐπικούρῳ καὶ τὸν ἰατρικὸν λόγον. ὁ γὰρ μεθ’ ἡμέραν καιρός, ἤδη τῆς πέψεως κρίσιν ἐχούσης, ἀσφαλέστερός ἐστιν· ἡ δὲ μετὰ τὸ δεῖπνον ὁρμὴ πρὸς τὴν συνουσίαν οὐκ ἀκίνδυνος· ἄδηλον γὰρ εἰ, τῆς τροφῆς μὴ κρατηθείσης, ἀπεψία δέξαιτο τὸν ἐκ τῆς συνουσίας ἄραδον καὶ παλμόν, ὥστε διττὴν τὴν βλάβην γενέσθαι. ὑπολαβὼν δ’ Ὀλύμπιχος ἐμοὶ μέν ἔφη τὸ τοῦ Πυθαγορικοῦ Κλεινίου λίαν ἀρέσκει· λέγεται γὰρ ἐρωτηθείς, ὁπηνίκα δεῖ μάλιστα γυναικὶ προσιέναι· ὅταν φάναι μάλιστα τυγχάνῃς βλαβῆναι βουλόμενος. καὶ γὰρ ὃ Ζώπυρος εἴρηκε νῦν, ἔχει τινὰ λόγον· καὶ τὸν ἕτερον καιρὸν ἄλλας ἀκαιρίας ἔχοντα πρὸς τὸ πρᾶγμα καὶ δυσχερείας ὁρῶ. καθάπερ οὖν Θαλῆς ὁ σοφὸς ὑπὸ τῆς μητρὸς ἐνοχλούμενος γῆμαι κελευούσης, ὑπεξέφυγε πῶς καὶ παρήγαγε λέγων πρὸς ταύτην ἐν ἀρχῇ μὲν οὔπω καιρὸς ὦ μῆτερ; ὕστερον δ’ οὐκέτι καιρὸς ὦ μῆτερ οὕτως ἄρα καὶ πρὸς ἀφροδίσια κράτιστον ἔσται ἔχειν ἕκαστον, ὥστε κατακλινόμενον λέγειν οὔπω καιρός ἀνιστάμενον δ’ οὐκέτι καιρός. [Quaest. conv. 3.6.4] Ἀθλητικὰ ταῦτ’ εἶπεν ὁ Σώκλαρος ὦ Ὀλύμπιχε, παντάπασιν ἔτι τῆς κοτταβίσεως ὄζοντα καὶ τῶν κρεοφαγιῶν ἐκείνων, οὐκ ἐν δέοντι. [Quaest. conv. 3.6.4b] νέοι τε γὰρ πάρεισι γεγαμηκότες, ὑφ’ ὧν δεῖ φιλοτήσια ἔργα τελεῖσθαι· [Quaest. conv. 3.6.4c] καὶ ἡμᾶς οὔπω παντάπασιν ἡ Ἀφροδίτη πέφευγεν, ἀλλὰ καὶ προσευχόμεθα δήπουθεν αὐτῇ λέγοντες ἐν τοῖς τῶν θεῶν ὕμνοις [Quaest. conv. 3.6.4d] ἀνάβαλλ’ ἄνω τὸ γῆρας, ὦ καλὰ Ἀφροδίτα. [Quaest. conv. 3.6.4e] σκοπῶμεν οὖν, εἰ δοκεῖ, πότερον ἐμμελῶς καὶ προσηκόντως ὁ Ἐπίκουρος ἢ παρὰ πᾶν δίκαιον ἀφαιρεῖ τὴν Ἀφροδίτην τῆς νυκτός· καίτοι κράτιστον αὐτῇ θεῶν μετεῖναί φησιν ἐρωτικὸς ἀνὴρ Μένανδρος. συνετέθη γὰρ οἶμαι καλῶς παρακάλυμμα τῆς ἡδονῆς τὸ σκότος προθεμένους ταῦτα πράσσειν, καὶ μὴ διὰ φωτὸς ἐντυγχάνοντας ἐξελαύνειν τῶν ὀμμάτων τὸ αἰδούμενον καὶ τῷ ἀκολάστῳ θάρσος ἐμποιεῖν καὶ μνήμας ἐναργεῖς, αἷς τὸ ἐνδιατρίβειν αὖθις ἐκριπίζει τὰς ἐπιθυμίας. ὄψις γὰρ ἡμῖν ὀξυτάτη τῶν διὰ τοῦ σώματος ἔρχεται κατὰ τὸν Πλάτωνα παθημάτων, καὶ σφόδρα ταῖς ἐγγὺς φαντασίαις τὴν ψυχὴν ἐγείρουσα πρὸς τὰ εἴδωλα τῆς ἡδονῆς, καινὴν ἀεὶ ποιεῖ καὶ πρόσφατον ἐπιθυμίαν. ἡ δὲ νὺξ τὰ πλεῖστα καὶ μανιωδέστατα τῶν ἔργων ἀφαιροῦσα παράγει καὶ κατευνάζει τὴν φύσιν, οὐκ ἐξοκέλλουσ’ ὑπὸ τῆς ὄψεως εἰς ὕβριν. ἄνευ δὲ τούτων, τίν’ ἔχει λόγον ἀπὸ δείπνου μὲν ἥκοντα γεγανωμένον, ἂν οὕτω τύχῃ, στέφανον κομίζοντα καὶ μύρῳ κεχριμένον, ἀποστραφέντα καὶ συγκαλυψάμενον καθεύδειν· ἡμέρας δὲ καὶ διὰ μέσου τῶν πράξεων ἐκ τῆς γυναικωνίτιδος τὴν γυναῖκα μεταπέμπεσθαι πρός τι τοιοῦτον ἢ πρωὶ δίκην ἀλεκτρυόνος συμπλέκεσθαι; τὴν γὰρ ἑσπέραν, ὦ ἑταῖρε, τῶν πόνων ἀνάπαυσιν τὸν δ’ ὄρθρον ἀρχήν· καὶ τὴν μὲν ὁ Λύσιος ἐπισκοπεῖ Διόνυσος μετὰ τῆς Τερψιχόρης καὶ Θαλείας, ὁ δὲ πρὸς τὴν ἐργάνην Ἀθηνᾶν καὶ τὸν ἀγοραῖον Ἑρμῆν ἐπανίστησι. διὸ τὴν μὲν ᾠδαὶ κατέχουσι καὶ χορεῖαι καὶ ὑμέναιος κῶμοί τ’ εἰλαπίναι τε καὶ ἠχήεις θρόος αὐλῶν· τὸν δὲ κτύποι ῥαιστήρων καὶ τρισμοὶ πριόνων καὶ τελωνικῶν ἐπορθρισμοὶ κεκραγμῶν καὶ κηρύγματα καλουμένων ἐπὶ δίκας ἢ θεραπείας τινῶν βασιλέων ἢ ἀρχόντων· [Quaest. conv. 3.6.4f] ἐν ᾧ καιρῷ φροῦδα τὰ τῆς ἡδονῆς, λήγει δὲ Κύπρις θαλίαι τε νέων, οὐδέ τι, θύρσος φύλλα Βακχείου· [Quaest. conv. 3.6.4g] συντείνουσι γὰρ αἱ φροντίδες. ἔπειτα δὲ καὶ ὁ ποιητὴς τῶν ἡρώων οὔτε γαμετῇ τινα μεθ’ ἡμέραν οὔτε παλλακίδι συγκατέκλινε, πλὴν ἢ τὸν Πάριν δραπετεύσαντα ποιήσας καταδυόμενον εἰς τοὺς κόλπους τῆς γυναικός, ὡς οὐκ ἀνδρὸς ἀλλὰ μοιχοῦ λυσσῶντος οὖσαν τὴν μεθημερινὴν ἀκρασίαν. καὶ μὴν οὐδὲ τὸ σῶμα βλάπτοιτ’ ἂν ὑπὸ τῆς συνουσίας μᾶλλον, ὡς Ἐπίκουρος οἴεται, μετὰ τὸ δεῖπνον, ἄν γε μὴ μεθύων τις ἢ ῥηγνύμενος ὑπὸ πλησμονῆς ἅπτηται καὶ βεβαρημένος· ἀμέλει γὰρ οὕτως ἐπισφαλὲς τὸ πρᾶγμα καὶ βλαβερόν. ἂν δ’ ἱκανῶς ἔχων τις αὑτοῦ καὶ μετρίως διακεχυμένος, τοῦ τε σώματος αὐτοῦ μαλακοῦ γεγονότος καὶ τῆς ψυχῆς παρεστώσης, διὰ χρόνου ποιῆται τὴν ἔντευξιν, οὔτε ταραχὴν ἀπεργάζεται μεγάλην διὰ τὸν ὄγκον οὔτ’ ἄλλο τι ὧν ἐπήγαγεν ἢ ψῦξις ἢ μετάθεσις ἐξ ἕδρας ἀτόμων, φησιν Ἐπίκουρος· ἀλλὰ τῇ φύσει τὸ οἰκεῖον ἀποδούς, ἑαυτὸν δέ πως ἀπογαληνίσας ἀναπληρώσει, νέας ἐπιρροῆς τοῖς κενώμασι γιγνομένης. [Quaest. conv. 3.6.4h] ἐκεῖνο δὲ μᾶλλον ἄξιον εὐλαβείας, τὸ σύνεγγυς ὄντα τῶν πράξεων ἀφροδισίοις χρῆσθαι, μήποτ’ ἄρα μετέωρον τὸ σῶμα καὶ κεκλονημένον αἵ τε τῆς ψυχῆς φροντίδες αἵ τε περὶ τὰς χρείας πραγματεῖαι καὶ κόποι παραλαβόντες εὐθὺς ἐκτραχύνωσιν, οὐχ ἱκανὸν ἐν μέσῳ διάλειμμα τῆς φύσεως εἰς ἀνάπαυσιν λαβούσης. οὐ γὰρ πάντες, ὦ ἑταῖρε, τὴν Ἐπικούρου σχολὴν καὶ ῥᾳστώνην ὑπὸ λόγου καὶ φιλοσοφίας ἄφθονον εἰς ἀεὶ παρεσκευασμένην ἔχουσι· πολλοὶ δ’ ἕκαστον ἀγῶνες ἐκδέχονται δι’ ἡμέρας, γυμνάσια δ’ ὡς ἔπος εἰπεῖν ἅπαντας· οἷς οὔτε καλὸν οὔτε συμφέρον οὕτω διακείμενον τὸ σῶμα παρέχειν λυσσώσῃ συνουσίᾳ διακεχυμένον. τὸ δὲ μακάριον καὶ ἄφθαρτον ἔστω μὲν ὂν οἷον αὐτῷ, μὴ φροντίζον τῶν καθ’ ἡμᾶς· ἡμῖν δέ που νόμῳ πόλεως συνεπομένοις ἐξευλαβητέον ἐστὶν εἰς θέρος ἐμβαλεῖν καὶ κατάρχεσθαι θυσιῶν, ὀλίγον ἔμπροσθεν διαπεπραγμένοις τι τοιοῦτον. ὅθεν εὖ ἔχει τὸ τὴν νύκτα καὶ τὸν ὕπνον ἐν μέσῳ θεμένους καὶ ποιήσαντας ἱκανὸν διάλειμμα καὶ διάστημα καθαροὺς αὖθις ὥσπερ ἐξ ὑπαρχῆς καὶ νέα ἐφ’ ἡμέρῃ φρονέοντας κατὰ Δημόκριτον ἀνίστασθαι. [Quaest. conv. 3.7.1] Διὰ τί γλεῦκος ἥκιστα μεθύσκει. [Quaest. conv. 3.7.1b] τοῦ νέου οἴνου Ἀθήνησι μὲν ἑνδεκάτῃ μηνὸς κατάρχονται, Πιθοίγια τὴν ἡμέραν καλοῦντες· καὶ πάλαι γ’ ὡς ἔοικεν εὔχοντο, τοῦ οἴνου πρὶν ἢ πιεῖν ἀποσπένδοντες, ἀβλαβῆ καὶ σωτήριον αὐτοῖς τοῦ φαρμάκου τὴν χρῆσιν γενέσθαι. παρ’ ἡμῖν δ’ ὁ μὲν μὴν καλεῖται Προστατήριος, ἕκτῃ δ’ ἱσταμένου νομίζεται θύσαντας ἀγαθῷ Δαίμονι γεύεσθαι τοῦ οἴνου μετὰ ζέφυρον· οὗτος γὰρ μάλιστα τῶν ἀνέμων ἐξίστησι καὶ κινεῖ τὸν οἶνον, καὶ ὁ τοῦτον διαφυγὼν ἤδη δοκεῖ παραμένειν βέβαιος. ἔθυσεν οὖν ὁ πατὴρ ὥσπερ εἰώθει τὴν θυσίαν, καὶ μετὰ τὸ δεῖπνον, ἐπαινουμένου τοῦ οἴνου, τοῖς φιλοσοφοῦσι μειρακίοις μεθ’ ἡμῶν προύβαλε ζητεῖν λόγον, ὡς τὸ γλεῦκος ἥκιστα μεθύσκει. τοῖς μὲν οὖν πολλοῖς παράδοξον ἐφάνη καὶ ἄπιστον· ὁ δ’ Ἁγίας ἔφη τὸ γλυκὺ πανταχοῦ προσίστασθαι καὶ πλήσμιον εἶναι· διὸ καὶ γλεύκους οὐκ ἄν τινα πιεῖν ῥᾳδίως; ὅσον εἰς μέθην ἱκανόν ἐστιν· ἀπαγορεύειν γὰρ ἀηδίᾳ τὴν ὄρεξιν ἄχρι τοῦ μὴ διψῆν προελθοῦσαν. ὅτι δὲ τοῦ γλυκέος διαφέρει τὸ ἡδὺ καὶ τὸν ποιητὴν ἐπιστάμενον λέγειν [Quaest. conv. 3.7.1c] τυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέι οἴνῳ· [Quaest. conv. 3.7.1d] τὸν γὰρ οἶνον ἐν ἀρχῇ μὲν εἶναι γλυκύν, γίγνεσθαι δ’ ἡδὺν ὅταν εἰς τὸ αὐστηρὸν τῇ πέψει μεταβάλῃ παλαιούμενος. [Quaest. conv. 3.7.2] Ἀρισταίνετος δ’ ὁ Νικαεὺς ἔν τισιν ἐνίοις γράμμασιν ἀνεγνωκὼς ἔφη μνημονεύειν, ὅτι γλεῦκος μιχθὲν οἴνῳ παύει μέθην· τῶν δ’ ἰατρῶν τινας λέγει τοὺς πλέον πιόντας κελεύειν ἐμεῖν, εἶθ’, ὅταν μέλλωσι καθεύδειν, ἄρτον εἰς μέλι καταβάψαντας ἐμφαγεῖν ἔδοσαν. εἴ τι οὖν αἱ γλυκύτητες ἀμβλύνουσι τὸν ἄκρατον, εἰκότως ὁ νέος οἶνος οὐ μεθύσκει, πρὶν ἂν ἡ γλυκύτης μεταβάλῃ. [Quaest. conv. 3.7.3] σφόδρ’ οὖν ἀπεδεξάμεθα τὴν εὑρησιλογίαν τῶν νεανίσκων, ὅτι τοῖς ἐμποδὼν οὐκ ἐπιπεσόντες ἰδίων εὐπόρησαν ἐπιχειρημάτων. ἐπεὶ τά γε πρόχειρα καὶ ῥᾴδια λαβεῖν ἥ τε βαρύτης ἐστὶ τοῦ γλεύκους, ὡς Ἀριστοτέλης φησίν, ἡ διακόπτουσα τὴν κοιλίαν, καὶ τὸ πολὺ συμμένειν πνευματῶδες καὶ ὑδατῶδες· ὧν τὸ μὲν εὐθὺς ἐκπίπτει βιαζόμενον, τὸ δὲ πέφυκε τὸ ὑδατῶδες ἀμβλύτερον ποιεῖν τὸν οἶνον· παλαίωσις δ’ ἐπίτασιν ποιεῖ, ἐκκρινομένου τοῦ ὑδατώδους· καὶ γίγνεται μέτρῳ μὲν ἐλάττων ὁ οἶνος δυνάμει δὲ σφοδρότερος. [Quaest. conv. 3.8.1] Διὰ τί τῶν ἀκροθωράκων λεγομένων οἱ σφόδρα μεθύοντες ἧττον παρακινητικοὶ εἰσιν. [Quaest. conv. 3.8.1b] οὐκοῦν εἶπεν ὁ πατήρ ἐπεὶ παρακεκινήκαμεν τὸν Ἀριστοτέλη, καὶ περὶ τῶν ἀκροθωράκων τι καλουμένων ἴδιον ἐπιχειρήσομεν εἰπεῖν· οὐ γὰρ ἱκανῶς μοι δοκεῖ, καίπερ ὀξύτατος ὢν ἐν τοῖς τοιούτοις ζητήμασι, διηκριβωκέναι τὴν αἰτίαν. φησὶ γὰρ οἶμαι τοῦ μὲν νήφοντος εὖ καὶ κατὰ τὰ ὄντα κρίνειν τὸν λογισμόν, τοῦ δ’ ἄγαν μεθύοντος ἐκλελυμένην κατέχεσθαι τὴν αἴσθησιν, τοῦ δ’ ἀκροθώρακος ἔτι μὲν ἰσχύειν τὸ φανταστικὸν ἤδη δὲ τεταράχθαι τὸ λογιστικόν· διὸ καὶ κρίνειν καὶ κακῶς κρίνειν ἐπακολουθοῦντα ταῖς φαντασίαις. ἀλλὰ πῶς εἶπεν ὑμῖν δοκεῖ περὶ τούτων; [Quaest. conv. 3.8.2] ἐμοὶ μέν ἔφην ἐπισκοποῦντι κατ’ ἐμαυτὸν ἀποχρῶν οὗτος ἦν πρὸς τὴν αἰτίαν ὁ λόγος· εἰ δὲ κελεύεις ἴδιόν τι κινεῖν, ὅρα πρῶτον εἰ τὴν εἰρημένην διαφορὰν ἐπὶ τὸ σῶμα μετοιστέον ἐστί. τῶν γὰρ ἀκροθωράκων ἡ διάνοια μόνον τετάρακται, τὸ δὲ σῶμα ταῖς ὁρμαῖς ἐξυπηρετεῖν δύναται, μήπω βεβαπτισμένον· ὅταν δὲ κατασεισθῇ καὶ πιεσθῇ, προδίδωσι τὰς ὁρμὰς καὶ παρεῖται· μέχρι γὰρ ἔργων οὐ πρόεισιν· ἐκεῖνοι δὲ τὸ συνεξαμαρτάνον ἔχοντες οὐ τῷ μᾶλλον ἀλογιστεῖν ἀλλὰ τῷ μᾶλλον ἰσχύειν ἐλέγχονται. ἀπ’ ἄλλης δ’ εἶπον ἀρχῆς σκοποῦντι τοῦ οἴνου τὴν δύναμιν, οὐδὲν κωλύει ποικίλην εἶναι καὶ τῇ ποσότητι συμμεταβάλλουσαν. ὥσπερ τὸ πῦρ τὸν κέραμον, ἂν μὲν μέτριον, συγκρατύνει καὶ πήγνυσιν· ἂν δ’ ὑπερβολῇ πλήξῃ, συνέτηξε καὶ ῥεῖν ἐποίησεν ἀνάπαλιν δ’ ἡ ὥρα τοὺς πυρετοὺς ἀρχομένη μὲν ἀνακινεῖ καὶ ἐκκάει, προϊούσης δέ, μᾶλλον καθίστανται καὶ ἀπολήγουσι· τί οὖν κωλύει καὶ τὴν διάνοιαν ὑπὸ τοῦ οἴνου φυσικῶς κινουμένην, ὅταν ταραχθῇ καὶ παροξυνθῇ, πάλιν ἀνίεσθαι καὶ καθίστασθαι πλεονάζοντος; ὁ γοῦν ἐλλέβορος ἀρχὴν τοῦ καθαίρειν ἔχει τὸ ταράττειν τὸν ὄγκον· ἀλλ’ ἢν ἐλάττων τοῦ μετρίου δοθῇ, ταράττει μὲν οὐδὲν δὲ καθαίρει. καὶ τῶν ὑπνωτικῶν ἔνιοι λαβόντες ἐνδοτέρω τοῦ μετρίου θορυβωδέστερον διατίθενται, πλέον δὲ λαβόντες ἔνιοι καθεύδουσιν. εἰκὸς δέ που καὶ ταύτην τὴν περὶ τὸν ἀκροθώρακα ταραχήν, ὅταν ἀκμὴν λάβῃ, μαραίνεσθαι, καὶ πρὸς τοῦτο συνεργεῖν τὸν οἶνον πολὺς γὰρ εἰσελθὼν τὸ σῶμα συνεξέκαυσε καὶ κατανάλωσε τὸ μανιῶδες τῆς ψυχῆς. ὥσπερ γὰρ ἡ θρηνῳδία καὶ ὁ ἐπικήδειος αὐλὸς ἐν ἀρχῇ πάθος κινεῖ καὶ δάκρυον ἐκβάλλει, προάγων δὲ τὴν ψυχὴν εἰς οἶκτον οὕτω κατὰ μικρὸν ἐξαιρεῖ καὶ ἀναλίσκει τὸ λυπητικόν ὁμοίως; ἴδοις ἂν καὶ τὸν οἶνον, ὅταν σφόδρα ταράξῃ καὶ παροξύνῃ τὸ ἀκμαῖον καὶ θυμοειδές, αὖθις καταδύοντα καὶ καθιστάντα τὴν διάνοιαν, ὡς πορρωτέρω μέθης προϊοῦσαν ἡσυχάζειν. [Quaest. conv. 3.9.1] Περὶ τοῦ ἢ πέντε πίνειν ἢ τρί’ ἢ μὴ τέσσαρα. [Quaest. conv. 3.9.2] ἐμοῦ δὲ ταῦτ’ εἰπόντος, Ἀρίστων ἀναβοήσας ὥσπερ εἰώθει πέφανται εἶπεν εἰς τὰ συμπόσια τῷ δικαιοτάτῳ καὶ δημοκρατικωτάτῳ τῶν μέτρων κάθοδος, ὑπὸ δή τινος καιροῦ νήφοντος ὥσπερ τυράννου πεφυγαδευμένῳ πολὺν χρόνον. καθάπερ γὰρ οἱ περὶ λύραν κανονικοὶ τῶν λόγων φασὶ τὸν μὲν ἡμιόλιον τὴν διὰ πέντε συμφωνίαν παρασχεῖν τὸν δὲ διπλάσιον τὴν διὰ πασῶν, τὴν δὲ διὰ τεσσάρων ἀμυδροτάτην οὖσαν ἐν ἐπιτρίτῳ συνίστασθαι· οὕτως οἱ περὶ τὸν Διόνυσον ἁρμονικοὶ τρεῖς κατεῖδον οἴνου συμφωνίας πρὸς ὕδωρ, διὰ πέντε καὶ διὰ τριῶν καὶ διὰ τεσσάρων, οὕτω μὲν λέγοντες καὶ ᾄδοντες ἢ πέντε πίνειν ἢ τρί’ ἢ μὴ τέσσαρα. πέντε γὰρ … ἐν ἡμιολίῳ λόγῳ, τριῶν ὕδατος κεραννυμένων πρὸς δύ’ οἴνου· τρία δ’ ἐν διπλασίῳ πρὸς ἕνα μιγνυμένων δυεῖν· τέσσαρα δ’, εἰς ἕνα τριῶν ὕδατος ἐπιχεομένων, οὗτός ἐστιν ἐπίτριτος λόγος, ἀρχόντων τινῶν ἐν πρυτανείῳ νοῦν ἐχόντων ἢ διαλεκτικῶν τὰς ὀφρῦς ἀνεσπακότων, ὅταν τὰς μεταπτώσεις τῶν λόγων ἀνασκοπῶσι, νηφάλιος καὶ ἀδρανὴς κρᾶσις. ἐκείνων δὲ τῶν ἄλλων ἡ μὲν δυεῖν πρὸς ἕνα τὸν ταρακτικὸν τοῦτον καὶ ἀκροθώρακα τῆς μέθης ἐπάγει τόνον κινοῦντα χορδὰς τὰς ἀκινήτους φρενῶν οὔτε γὰρ ἐᾷ νήφειν οὔτε καταδύειν παντάπασι τὸ ἀνόητον εἰς τὸν ἄκρατον· ἡ δὲ δυεῖν πρὸς τρία μουσικωτάτη, πᾶσ’ ὑπνοφόρος; καὶ λαθικηδὴς καὶ κατὰ τὴν Ἡσιόδειον ἐκείνην ἀλεξιάρην παίδων εὐκηλήτειραν τῶν ἐν ἡμῖν ἀγερώχων καὶ ἀκόσμων παθῶν διὰ βάθους ποιοῦσα γαλήνην καὶ ἡσυχίαν; πρὸς ταῦτα τῷ Ἀρίστωνι ἀντεῖπε μὲν οὐδείς· δῆλος γὰρ ἦν παίζων· ἐγὼ δ’ ἐκέλευσα λαβόντα ποτήριον ὥσπερ λύραν ἐντείνεσθαι τὴν ἐπαινουμένην κρᾶσιν καὶ ἁρμονίαν, καὶ προσελθὼν ὁ παῖς ὑπήχει τὴν ἄκρατον· ὁ δ’ ἀνεδύετο, λέγων ἅμα γέλωτι τῶν λογικῶν εἶναι περὶ μουσικὴν οὐ τῶν ὀργανικῶν. ὁ μέντοι πατὴρ τοσοῦτον ἐπεῖπε τοῖς εἰρημένοις, ὅτι δοκοῦσιν αὐτῷ καὶ οἱ παλαιοὶ τοῦ μὲν Διὸς δύο ποιεῖν τιθήνας, τὴν Ἴτην καὶ τὴν Ἀδράστειαν, τῆς δ’ Ἥρας μίαν, τὴν Εὔβοιαν ἀμέλει δὲ καὶ τοῦ Ἀπόλλωνος δύο, τὴν Ἀλήθειαν καὶ τὴν Κορυθάλειαν τοῦ δὲ Διονύσου πλείονας, ὅτι δεῖ τὸν θεὸν τοῦτον ἐν πλείοσι μέτροις νυμφῶν τιθασευόμενον καὶ παιδευόμενον ἡμερώτερον ποιεῖν καὶ φρονιμώτερον. [Quaest. conv. 3.10.1] Διὰ τί τὰ κρέα σήπεται μᾶλλον ὑπὸ τὴν σελήνην ἢ τὸν ἥλιον. [Quaest. conv. 3.10.1b] Εὐθύδημος ὁ Σουνιεὺς ἑστιῶν ἡμᾶς σῦν ἄγριον εὐμεγέθη παρέθηκεν ἐπιθαυμασάντων δὲ τῶν παρόντων, ἄλλον ἔφη πολὺ μείζονα κομιζόμενον ὑπὸ τῆς σελήνης διαφθαρῆναι καὶ σφόδρα γε περὶ τῆς αἰτίας διαπορεῖν οὐ γὰρ εἰκὸς εἶναι μὴ τὸν ἥλιον μᾶλλον τὰ κρέα σήπειν θερμότερον ὄντα τῆς σελήνης. ὁ δὲ Σάτυρος οὐ τοῦτ’ ἔφη μάλιστα θαυμάσειεν ἄν τις, ἀλλὰ μᾶλλον τὸ ὑπὸ τῶν κυνηγῶν γιγνόμενον· ὅταν γὰρ ἢ σῦν ἢ ἔλαφον καταβαλόντες πόρρωθεν εἰς πόλιν ἀποστέλλωσι, χαλκοῦν ἐμπηγνύουσιν ἧλον ὡς βοηθοῦντα πρὸς τὴν σῆψιν. [Quaest. conv. 3.10.2] ὡς οὖν ἐπαυσάμεθα δειπνοῦντες, καὶ πάλιν ὁ Εὐθύδημος ἐπιμνησθεὶς τοῦ διαπορηθέντος Μοσχίων ἔφη φησὶν ὁ ἰατρὸς τὴν σῆψιν τῆξιν καὶ ῥύσιν σαρκὸς εἰς ὑγρὸν φθορᾷ μεταβαλούσης, καὶ ὅλως ὑγραίνεσθαι τὰ σηπόμενα· θερμασίαν δὲ πᾶσαν, ἂν μὲν ᾖ μαλακὴ καὶ πραεῖα, κινεῖν τὰ ὑγρὰ καὶ κωλύειν· ἂν δ’ πυρώδης, τοὐναντίον ἀπισχναίνειν τὰς σάρκας. ἐκ δὲ τούτων φανερὸν εἶναι τὸ ζητούμενον τὴν γὰρ σελήνην ἠρέμα χλιαίνουσαν ἀνυγραίνειν τὰ σώματα, τὸν δ’ ἥλιον ἀναρπάζειν μᾶλλον ἐκ τῶν σωμάτων τὸ νοτερὸν διὰ τὴν πύρωσιν πρὸς ὃ καὶ τὸν Ἀρχίλοχον εἰρηκέναι φυσικῶς [Quaest. conv. 3.10.2b] ἔλπομαι, πολλοὺς μὲν αὐτῶν Σείριος καθαυανεῖ ὀξὺς ἐλλάμπων· [Quaest. conv. 3.10.2c] ἔτι δὲ σαφέστερον Ὅμηρον ἐπὶ τοῦ Ἕκτορος, ᾧ κειμένῳ νεφέλην τινὰ σκιερὰν ὁ Ἀπόλλων ἐπήγαγε, [Quaest. conv. 3.10.2d] μὴ πρὶν μένος ἠελίοιο σκήλῃ ἀμφὶ περὶ χρόα ἴνεσιν ἠδὲ μέλεσσιν· [Quaest. conv. 3.10.2e] τὴν δὲ σελήνην ἀδρανεστέρας ἀφιέναι τὰς αὐγάς μέλας γὰρ. αὐταῖς οὐ πεπαίνεται βότρυς κατὰ τὸν Ἴωνα. [Quaest. conv. 3.10.3] λεχθέντων δὲ τούτων, ἐγὼ τἄλλα μέν ἔφην εἴρηται καλῶς· τῇ δὲ ποσότητι καὶ τῷ μᾶλλον καὶ ἧττον τῆς θερμασίας κρίνειν τὸ σύμπαν οὐ δεῖ· καὶ γὰρ ἥλιον ὁρῶμεν ἧττον ἐν τῷ χειμῶνι θάλποντα καὶ μᾶλλον ἐν τῷ θέρει σήποντα τὰ σώματα· τοὐναντίον δ’ ὤφειλε ποιεῖν, εἰ μαλακότητι τῆς θερμασίας αἱ σήψεις ἐγίνοντο· νυνὶ δέ, ὅτε μᾶλλον ἐντείνει τὸ καῦμα, θᾶσσον διαφθείρει τὰς σάρκας. οὐκοῦν οὐδ’ ἡ σελήνη δι’ ἔνδειαν ἀλέας καὶ ἀσθένειαν εἰς σῆψιν ἄγει τὰ νεκρὰ τῶν σωμάτων, ἀλλ’ ἰδιότητα μᾶλλον αἰτιατέον τοῦ φερομένου ῥεύματος ἀπ’ αὐτῆς. ὅτι γὰρ οὐ μίαν ἔχει ποιότητα πᾶν τὸ θερμόν, αὐτῷ μόνῳ τῷ μᾶλλον καὶ ἧττον διαφέρουσαν, ἀλλ’ εἰσὶ πάμπολλαι τοῦ πυρὸς δυνάμεις οὐδὲν ἀλλήλαις ἐοικυῖαι, δῆλον ἀπὸ τῶν προχειροτάτων. οἱ μὲν γὰρ χρυσοχόοι διὰ τῆς ἀχυρίνης φλογὸς ἐργάζονται τὸν χρυσόν, οἱ δ’ ἰατροὶ μάλιστα τῇ κληματίνῃ τὰ συνεψόμενα τῶν φαρμάκων ὑποχλιαίνουσι· πρὸς δὲ τὴν τοῦ ὑέλου μάλαξιν καὶ τύπωσιν εὐάρμοστον εἶναι δοκεῖ τὸ μυρίκινον· τὸ δ’ ἀπὸ τῆς ἐλαίας τὰ μὲν σώματα ταῖς πυρίαις εὖ διατίθησι, τοῖς δὲ βαλανείοις πολέμιόν ἐστι καὶ λυμαίνεται τὴν πινάκωσιν αὐτῶν καὶ τοὺς θεμελίους ὑποκαόμενον. ὅθεν οἱ χαρίεντες ἀγορανόμοι τοὺς ἐργολαβοῦντας οὐκ ἐῶσιν ἐλαΐνοις ξύλοις χρῆσθαι, καθάπερ οὐδ’ αἴρας ἐμβαλεῖν εἰς τὴν ὑπόκαυσιν· αἱ γὰρ ἀπὸ τούτων ἀναθυμιάσεις καρηβαρίας; καὶ σκοτώματα τοῖς λουομένοις ἐμποιοῦσιν. οὐδὲν οὖν θαυμαστόν ἐστι καὶ τὴν σελήνην τοῦ ἡλίου διαφέρειν, τοῦ μὲν ξηραντικὰ τῆς δὲ χαλαστικὰ καὶ κινητικὰ τῶν ἐν τοῖς σώμασιν ὑγρῶν ἀφιείσης ῥεύματα. διὸ τὰ μὲν νήπια παντάπασιν αἱ τίτθαι δεικνύναι πρὸς τὴν σελήνην φυλάττονται· πλήρη γὰρ ὑγρότητος ὄντα, καθάπερ τὰ χλωρὰ τῶν ξύλων, σπᾶται καὶ διαστρέφεται. τοὺς δὲ κατακοιμηθέντας ἐν αὐγῇ σελήνης μόλις ἐξανισταμένους οἷον ἐμπλήκτους ταῖς αἰσθήσεσι καὶ ναρκώδεις ὁρῶμεν ἡ γὰρ ὑγρότης ὑπὸ τῆς σελήνης διαχεομένη βαρύνει τὰ σώματα. λέγεται δὲ καὶ πρὸς εὐτοκίαν συνεργεῖν, ὅταν ᾖ διχόμηνος, ἀνέσει τῶν ὑγρῶν μαλακωτέρας παρέχουσα τὰς ὠδῖνας. ὅθεν οἶμαι καὶ τὴν Ἄρτεμιν λοχείαν καὶ Εἰλείθυιαν, οὐκ οὖσαν ἑτέραν ἢ τὴν σελήνην, ὠνομάσθαι. Τιμόθεος δ’ ἄντικρυς [Quaest. conv. 3.10.3b] διὰ κυάνεον πόλον ἄστρων, διὰ τ’ ὠκυτόκοιο σελάνας. [Quaest. conv. 3.10.3c] γίγνεται δὲ καὶ περὶ τὰ ἄψυχα τῶν σωμάτων ἐπίδηλος ἡ τῆς σελήνης δύναμις· τῶν τε γὰρ ξύλων τὰ τεμνόμενα ταῖς πανσελήνοις ἀποβάλλουσιν οἱ τέκτονες ὡς ἁπαλὰ καὶ μυδῶντα ταχέως δι’ ὑγρότητα· τοὺς δὲ πυροὺς οἱ γεωργοῦντες σπεύδουσι φθίνοντος τοῦ μηνὸς ἐκ τῆς ἅλω συναίρειν, ἵνα παγέντες τῇ ξηρότητι μᾶλλον πρὸς τὸν χρόνον ἀντέχωσιν· οἱ δ’ ἀκμῇ τῆς σελήνης διακομιζόμενοι κόπτονται μάλιστα· διὰ τὴν ὑγρότητα μαλακώτεροι γιγνόμενοι. λέγουσι δὲ καὶ τἄλευρον ἐν ταῖς πανσελήνοις ζυμοῦσθαι βέλτιον· ἡ γὰρ ζύμωσις ὀλίγον ἀποδεῖ σῆψις εἶναι· κἂν ἀποβάλῃ τὸ μέτρον, ἐπὶ τὴν αὐτὴν φθορὰν ἀραιοῦσα καὶ λεπτύνουσα τὸ φύραμα προήγαγεν. αἱ δὲ σηπόμεναι σάρκες οὐδὲν ἄλλο πάσχουσιν, ἢ, τοῦ συνεκτικοῦ πνεύματος μεταβάλλοντος εἰς ὑγρόν, ἐξαραιοῦνται καὶ ῥέουσι. τοῦτο δὲ καὶ τὸν ἀέρα πάσχοντα θεωροῦμεν δροσοβολεῖ γὰρ ταῖς πανσελήνοις μάλιστα διατηκόμενος, ὥς που καὶ Ἀλκμὰν ὁ μελοποιὸς αἰνιττόμενος τὴν δρόσον ἀέρος θυγατέρα καὶ σελήνης [Quaest. conv. 3.10.3d] οἷα φησί Διὸς θυγάτηρ ἔρσα τρέφει καὶ δίας σελάνας. [Quaest. conv. 3.10.3e] οὕτω πανταχόθεν μαρτυρεῖται τὸ τῆς σελήνης φῶς ἄγαν ὑγραντικὴν ἔχον καὶ μαλακτικὴν δύναμιν. ὁ δὲ χαλκοῦς ἧλος, εἴ γε διελαυνόμενος, ὥς φασιν, ἀσηπτότερα διατηρεῖ τὰ κρέα, φαίνεται μὲν ἔχων τι στυπτικὸν ἐν αὑτῷ· τῷ γὰρ ἰῷ πρὸς τὰ τοιαῦτα χρῶνται τῶν φαρμάκων ἰατροί, καὶ τούς γε διατρίβοντας ἐν τοῖς χαλκωρυχείοις ἱστοροῦσιν ὠφελεῖσθαι τὰ ὄμματα καὶ βλεφαρίδας ἐκφύειν τοὺς ἀποβεβληκότας· ἡ γὰρ ἀπιοῦσα τῆς χαλκίτιδος ἄχνη καὶ προσπίπτουσα τοῖς βλεφάροις ἀδήλως ἀναστέλλει τὰ ῥεύματα καὶ περιστύφει τὸ δάκρυον. διὸ καί φασιν εὐήνορα καὶ νώροπα χαλκὸν ὑπὸ τοῦ ποιητοῦ προσαγορεύεσθαι. Ἀριστοτέλης δὲ καὶ τὰ τραύματά φησι τἀπὸ τῶν χαλκῶν ἐπιδορατίδων καὶ μαχαιρῶν ἧττον εἶναι δυσαλγῆ καὶ ῥᾴον’ ἰᾶσθαι τῶν ἀπὸ τοῦ σιδήρου διὰ τὸ φαρμακῶδες ἔχειν τι τὸν χαλκὸν ἐν ἑαυτῷ καὶ τοῦτο ταῖς πληγαῖς εὐθὺς ἐναπολείπειν. ὅτι δὲ καὶ τῷ σήποντι τὸ στῦφον καὶ τὸ θεραπεῦον τῷ φθείροντι τὴν ἐναντίαν ἔχει δύναμιν, οὐκ ἄδηλον· εἰ μή τις ἄρα τῇ διελάσει φαίη τὸν ἧλον ἐφ’ ἑαυτὸν τὰ ὑγρὰ συνάγειν, ἐπιφορᾶς ἀεὶ γιγνομένης πρὸς τὸ πάσχον. διὸ καὶ περὶ αὐτὸν ἐκεῖνον τὸν τόπον οἷόν τινα μώλωπα καὶ σπῖλον ὁρᾶσθαί φασι· καὶ λόγον ἔχει τὴν ἄλλην σάρκα διαμένειν ἀπαθῆ, τῆς φθορᾶς ἐκεῖ συντρεχούσης. ## Βιβλίον Δ [Quaest. conv. 4.0.1] ὦ Σόσσιε Σενεκίων, τοῦ Πολυβίου Σκιπίωνι παραινοῦντος Ἀφρικανῷ μὴ πρότερον ἐξ ἀγορᾶς ἀπελθεῖν ἢ φίλον τινὰ ποιήσασθαι τῶν πολιτῶν· φίλον δὲ δεῖ μὴ πικρῶς μηδὲ σοφιστικῶς ἀκούειν ἐκεῖνον τὸν ἀμετάπτωτον καὶ βέβαιον, ἀλλὰ κοινῶς τὸν εὔνουν· ὥσπερ ᾤετο χρῆναι Δικαίαρχος εὔνους μὲν αὑτῷ παρασκευάζειν ἅπαντας, φίλους δὲ ποιεῖσθαι τοὺς ἀγαθούς. φιλία γὰρ ἐν χρόνῳ πολλῷ καὶ δι’ ἀρετῆς ἁλώσιμον· εὔνοιαν δὲ καὶ χρεία καὶ ὁμιλία καὶ παιδιὰ πολιτικῶν ἀνδρῶν ἐπάγεται, καιρὸν λαβοῦσα πειθοῦς φιλανθρώπου καὶ χάριτος συνεργόν. ἀλλ’ ὅρα τὸ τῆς παραινέσεως, εἰ μὴ μόνον ἔχει δεξιῶς; πρὸς ἀγορὰν ἀλλὰ καὶ πρὸς συμπόσιον· ὥστε δεῖν μὴ πρότερον ἀναλύειν ἢ κτήσασθαί τινα τῶν συγκατακειμένων καὶ παρόντων εὔνουν ἑαυτῷ καὶ φίλον. εἰς ἀγορὰν μὲν γὰρ ἐμβάλλουσι πραγμάτων εἵνεκεν καὶ χρειῶν ἑτέρων, εἰς δὲ συμπόσιον οἵ γε νοῦν ἔχοντες ἀφικνοῦνται κτησόμενοι φίλους οὐχ ἧττον ἢ τοὺς ὄντας εὐφρανοῦντες. διότι τῶν μὲν ἄλλων ζητεῖν ἐκφορὰν κἀνελεύθερον ἂν εἴη καὶ φορτικόν, τὸ δὲ φίλων πλέον ἔχοντας ἀπιέναι καὶ ἡδὺ καὶ σεμνόν ἐστι. καὶ τοὐναντίον ὁ τούτου παραμελῶν ἄχαριν αὑτῷ καὶ ἀτελῆ τὴν συνουσίαν ποιεῖ καὶ ἄπεισι τῇ γαστρὶ σύνδειπνος οὐ τῇ ψυχῇ γεγονώς· ὁ γὰρ σύνδειπνος οὐκ ὄψου καὶ οἴνου καὶ τραγημάτων μόνον, ἀλλὰ καὶ λόγων κοινωνὸς ἥκει καὶ παιδιᾶς καὶ φιλοφροσύνης εἰς εὔνοιαν τελευτώσης. αἱ μὲν γὰρ παλαιόντων ἐπιβολαὶ καὶ ἕλξεις κονιορτοῦ δέονται, ταῖς δὲ φιλικαῖς λαβαῖς ὁ οἶνος ἁφὴν ἐνδίδωσι μιγνύμενος λόγῳ λόγος γὰρ αὐτῷ τὸ φιλάνθρωπον καὶ ἠθοποιὸν ἐπὶ τὴν ψυχὴν ἐκ τοῦ σώματος ἐποχετεύει καὶ συνδίδωσιν· εἰ δὲ μή, πλανώμενος ἐν τῷ σώματι πλησμονῆς οὐδὲν σπουδαιότερον παρέσχεν. ὅθεν ὥσπερ ὁ μάρμαρος, τοῦ διαπύρου σιδήρου τῷ καταψύχειν τὴν ἄγαν ὑγρότητα καὶ ῥύσιν ἀφαιρῶν, εὔτονον ποιεῖ τὸ μαλασσόμενον αὐτοῦ καὶ τυπούμενον ὁ· οὕτως ὁ συμποτικὸς λόγος οὐκ ἐᾷ διαφορεῖσθαι παντάπασιν ὑπὸ τοῦ οἴνου τοὺς πίνοντας; ἀλλ’ ἐφίστησι καὶ ποιεῖ τῇ ἀνέσει τὸ ἱλαρὸν καὶ φιλάνθρωπον ἐγκέραστον καὶ κεχαρισμένον, ἄν τις ἐμμελῶς ἅπτηται, καθάπερ σφραγῖδι φιλίας εὐτυπώτων καὶ ἁπαλῶν διὰ τὸν οἶνον ὄντων. [Quaest. conv. 4.1.1] Εἰ ἡ ποικίλη τροφὴ τῆς ἁπλῆς εὐπεπτοτέρα. [Quaest. conv. 4.1.1b] τῆς οὖν τετάρτης τῶν συμποτικῶν ζητημάτων δεκάδος ἡμῖν πρῶτον ἔσται τὸ περὶ τῆς ποικίλης τροφῆς ζητηθέν. Ἐλαφηβολίων γὰρ ὄντων, εἰς Ὑάμπολιν ἐπὶ τὴν ἑορτὴν ἀφικνουμένους ἡμᾶς εἱστία Φίλων ὁ ἰατρὸς ἐκ παρασκευῆς τινος, ὡς ἐφαίνετο, νεανικῆς. ἰδὼν δὲ τῶν παιδίων τῶν ἅμα τῷ Φιλίνῳ τὸ νέον ἄρτῳ χρώμενον ἄλλου δὲ μηδενὸς δεόμενον, ὦ Ἡράκλεις ἔφη τοῦτ’ ἄρ’ ἦν τὸ λεγόμενον [Quaest. conv. 4.1.1c] ἐν δὲ λίθοις ἐμάχοντο, λίθον δ’ οὐκ ἦν ἀνελέσθαι· [Quaest. conv. 4.1.1d] καὶ ἀνεπήδησεν οἰσόμενός τι τῶν χρησίμων ἐκείνοις, εἶθ’ ἧκε μετὰ χρόνον συχνὸν ἰσχάδας αὐτοῖς τινας καὶ τυρὸν κομίζων. ἐμοῦ δ’ εἰπόντος, ὅτι τοῦτο συμβαίνει τοῖς τὰ περιττὰ καὶ πολυτελῆ παρασκευαζομένοις ἀμελεῖν καὶ σπανίζειν τῶν ἀναγκαίων καὶ χρησίμων οὐ γὰρ ἐμεμνήμην εἶπεν ὁ Φίλων ὅτι Σώσαστρον ἡμῖν ὑποτρέφει ὁ Φιλῖνος, ὅν φασι μήτε ποτῷ χρησάμενον ἄλλῳ μήτ’ ἐδέσματι πλὴν γάλακτος διαβιῶσαι πάντα τὸν βίον· ἀλλ’ ἐκείνῳ μὲν ἐκ μεταβολῆς ἀρχὴν γενέσθαι τῆς τοιαύτης διαίτης εἰκός· τὸν δ’ ἡμέτερον ἀντιστρόφως τῷ Ἀχιλλεῖ τρέφων ὁ Χείρων οὗτος, εὐθὺς ἀπὸ τῆς γενέσεως ἀναιμάκτοις καὶ ἀψύχοις τροφαῖς, οὐκ ἂν εἰς μακρὰν ἀποδείξειεν ἀέρι καὶ δρόσῳ, ὡς λέγουσι, καθάπερ οἱ τέττιγες σιτούμενον.ἡμεῖς μὲν οὖν ὁ Φιλῖνος εἶπεν ἠγνοοῦμεν Ἑκατομφόνια δειπνήσοντες, ὥσπερ ἐπ’ Ἀριστομένους· ἐπεὶ παρῆμεν ἂν ὄψα τῶν λιτῶν καὶ ὑγιαινόντων, ὥσπερ ἀλεξιφάρμακα, πρὸς οὕτω πολυτελεῖς καὶ φλεγμαινούσας τραπέζας περιαψάμενοι, καὶ ταῦτα, σοῦ πολλάκις ἀκηκοότες ὅτι τῶν ποικίλων τὰ ἁπλᾶ μᾶλλον εὔπεπτ’ ἐστὶ καὶ εὐπόριστα καὶ ὁ Μαρκίων πρὸς τὸν Φίλωνα διαφθείρει σου Φιλῖνος ἔφη τὴν παρασκευήν, ἀποτρέπων καὶ δεδιττόμενος τοὺς δαιτυμόνας· ἀλλ’ ἂν ἐμοῦ δεηθῇς, ἐγγυήσομαι πρὸς αὐτοὺς ὑπέρ σοῦ τὴν ποικίλην τροφὴν εὐπεπτοτέραν εἶναι τῆς ἁπλῆς, ὥστε θαρροῦντας ἀπολαύειν τῶν παρακειμένων. ὁ μὲν οὖν Φίλων ἐδεῖτο τοῦ Μαρκίωνος οὕτω ποιεῖν. [Quaest. conv. 4.1.2] ἐπεὶ δ’ ἡμεῖς παυσάμενοι τοῦ δειπνεῖν προσεκαλούμεθα τὸν Φιλῖνον ἐπιθέσθαι τῇ κατηγορίᾳ τῆς ποικίλης τροφῆς, οὐκ ἐμός εἶπεν ὁ μῦθος ἀλλ’ οὑτοσὶ Φίλων ἑκάστοτε λέγει πρὸς ἡμᾶς, ὅτι πρῶτον μὲν τὰ θηρία τροφαῖς μονοειδέσι καὶ ἁπλαῖς χρώμενα μᾶλλον ὑγιαίνει τῶν ἀνθρώπων· ὅσα δὲ σιτεύουσι καθείρξαντες, ἐπισφαλῆ πρὸς τὰς νόσους ἐστὶ καὶ ῥᾳδίως ταῖς ὠμότησιν ἁλίσκεται διὰ τὸ μικτήν τινα καὶ συνηδυσμένην τροφὴν προσφέρεσθαι. δεύτερον, οὐδεὶς γέγονεν οὕτω τῶν ἰατρῶν παράτολμος ἐν καινοτομίᾳ καὶ ἀνδρεῖος, ὥστε ποικίλην τροφὴν πυρέττοντι προσενεγκεῖν ἀλλὰ τὴν ἁπλῆν καὶ ἄκνισον ὡς ὑπήκοον μάλιστα τῇ πέψει προσφέρουσι. δεῖ γὰρ παθεῖν τὴν τροφὴν καὶ μεταβαλεῖν κρατηθεῖσαν ὑπὸ τῶν ἐν ἡμῖν δυνάμεων. κρατεῖ δὲ καὶ βαφὴ τῶν ἁπλῶν χρωμάτων μᾶλλον, καὶ μυρεψικοῖς φαρμάκοις τρέπεται τάχιστα τὸ ἀωδέστατον ἔλαιον, καὶ τροφῆς εὐπαθέστατον ὑπὸ πέψεως μεταβάλλειν τὸ ἀφελὲς καὶ μονοειδές. αἱ δὲ πολλαὶ καὶ ποικίλαι ποιότητες ὑπεναντιώσεις ἔχουσαι καὶ δυσμαχοῦσαι φθείρονται πρότερον προσπίπτουσαι, καθάπερ ἐν πόλει μιγάδων καὶ συγκλύδων ἀνθρώπων πλῆθος, οὐ ῥᾳδίως μίαν οὐδ’ ὁμοπαθοῦσαν ἴσχουσαι κατάστασιν, ἀλλ’ ἑκάστη πρὸς τὸ οἰκεῖον ἀντιτείνουσα καὶ δυσσύμβατος οὖσα πρὸς τὸ ἀλλόφυλον. ἐμφανὲς δὲ τεκμήριον τὸ περὶ τὸν οἶνον· αἱ γὰρ ἀλλοινίαι λεγόμεναι τάχιστα μεθύσκουσιν, ἀπεψίᾳ δ’ οἴνου προσέοικεν ἡ μέθη. διὸ φεύγουσι τὸν μεμιγμένον οἶνον οἱ πίνοντες, οἱ δὲ μιγνύοντες πειρῶνται λανθάνειν ὡς ἐπιβουλεύοντες· ἐκστατικὸν γὰρ ἡ μεταβολὴ καὶ τὸ ἀνώμαλον. ὅθεν που καὶ τὰς πολυχορδίας μετὰ πολλῆς οἱ μουσικοὶ κινοῦσιν εὐλαβείας, αἷς οὐδὲν ἄλλο κακὸν ἢ τὸ μικτόν ἐστι καὶ ποικίλον. ἐγὼ δ’ ἐκεῖνο ἔχω εἰπεῖν, ὅτι μᾶλλον ἂν … ἐκ λόγων ὑπεναντίων γένοιτ’ ἂν πίστις καὶ συγκατάθεσις ἢ πέψις ἐκ διαφόρων ποιοτήτων. εἰ δὲ δὴ δοκῶ παίζειν, ταῦτ’ ἐάσας ἐπὶ τὰ Φίλωνος ἄνειμι. πολλάκις γὰρ ἀκούομεν αὐτοῦ λέγοντος, ὡς, ἐπεὶ ποικίλῃ ποιότητι τροφῆς γίγνεται τὸ δύσπεπτον, ἥ τε πολυμιγία βλαβερὸν καὶ γόνιμον ἀλλοκότων ποιοτήτων, δεῖ τὸ σύμφυλον ἐκ πείρας λαβόντα χρῆσθαι καὶ στέργειν· [Quaest. conv. 4.1.2b] εἰ δὲ φύσει δύσπεπτον οὐδέν, ἀλλὰ πλῆθός ἐστι τὸ ταράσσον καὶ φθεῖρον, ἔτι μᾶλλον οἶμαι τὰ παντοδαπὰ ταῦτα καὶ ποικίλα φευκτέον, οἷς ἀρτίως ἡμᾶς ὁ Φίλωνος ὀψοποιὸς ὥσπερ ἀντίτεχνος αὐτοῦ κατεφάρματτεν, ἐξαλλάττων τῇ καινότητι καὶ μεταβολῇ τὴν ὄρεξιν οὐκ ἀπαγορεύουσαν, ἀλλ’ ἀγομένην ἐπ’ ἄλλα καὶ παρεκβαίνουσαν ἐν τῷ ποικίλῳ τὸ μέτριον καὶ αὔταρκες, ὥσπερ ὁ τῆς Ὑψιπύλης τρόφιμος … νος [Quaest. conv. 4.1.2c] ἕτερον ἀφ’ ἑτέρας ἰέμενος ἄγρευμ’ ἀνθέων ἡδομένᾳ ψυχᾷ, τὸ νήπιον ἄπληστος ἐών ἐπὶ πλεῖστον ἐξανθίζεται τοῦ λειμῶνος. [Quaest. conv. 4.1.2d] ἐνταῦθα δὲ καὶ τοῦ Σωκράτους ἅμα μνημονευτέον, παρακελευομένου φυλάττεσθαι τῶν βρωμάτων, ὅσα τοὺς μὴ πεινῶντας ἐσθίειν ἀναπείθει, ὡς οὐδὲν ἀλλ’ ἢ τὸ παντοδαπὸν καὶ ποικίλον εὐλαβεῖσθαι καὶ δεδιέναι τῶν σιτίων παραινοῦντος. τοῦτο γὰρ πορρωτέρω ἐξάγει τῆς χρείας τὴν ἀπόλαυσιν ἐν θεάμασιν, ἐν ἀκροάμασιν, ἐν ἀφροδισίοις, ἐν παιδιαῖς ἁπάσαις καὶ διατριβαῖς, ἀναλαμβανομένην ὑπὸ τοῦ περιττοῦ πολλὰς ἀρχὰς ἔχοντος· ἐν δὲ ταῖς ἁπλαῖς καὶ μονοτρόποις ἡδοναῖς οὐ παρεκβαίνει τὴν φύσιν ἡ θέλξις. ὅλως δέ μοι δοκεῖ μᾶλλον ἄν τις ὑπομεῖναι πολυχορδίαν μουσικὸν ἐπαινοῦντα καὶ μυραλοιφίαν ἀλείπτην ἢ πολυοψίαν ἰατρόν· αἱ γὰρ ἐκτροπαὶ καὶ μεταβολαὶ τῆς εἰς ὑγίειαν εὐθείας ἐκβιβάζουσι. [Quaest. conv. 4.1.3] τοῦ δὲ Φιλίνου ταῦτ’ εἰπόντος, ὁ Μαρκίων ἔφη δοκεῖν αὐτῷ τῇ Σωκράτους ἐνέχεσθαι κατάρᾳ μὴ μόνον τοὺς τὸ λυσιτελὲς ἀπὸ τοῦ καλοῦ χωρίζοντας, ἀλλὰ καὶ τοὺς ἡδονὴν διιστάντας ἀπὸ τῆς ὑγιείας, ὡς ἀντιταττομένην αὐτῇ καὶ πολεμοῦσαν οὐχὶ μᾶλλον συνεργοῦσαν σμικρὰ γάρ ἔφη καὶ ἄκοντες ὡς βιαιοτάτῳ τῶν ὀργάνων ἀλγηδόνι προσχρώμεθα· τῶν δ’ ἄλλων οὐδεὶς ἂν οὐδὲ βουλόμενος ἀπώσαιτο τὴν ἡδονήν· ἀλλὰ καὶ τροφαῖς καὶ ὕπνοις καὶ περὶ λουτρὰ καὶ ἀλείμματα καὶ κατακλίσεις ἀεὶ πάρεστι καὶ συνεκδέχεται καὶ συνεκτιθηνεῖται τὸν κάμνοντα, πολλῷ τῷ οἰκείῳ καὶ κατὰ φύσιν ἐξαμαυροῦσα τἀλλότριον. ποία γὰρ ἀλγηδών, τίς ἔνδεια, ποῖον δηλητήριον οὕτω ῥᾳδίως καὶ ἀφελῶς νόσον ἔλυσεν, ὡς λουτρὸν ἐν καιρῷ γενόμενον καὶ οἶνος δοθεὶς δεομένοις; καὶ τροφὴ παρελθοῦσα μεθ’ ἡδονῆς εὐθὺς ἔλυσε τὰ δυσχερῆ πάντα καὶ κατέστησεν εἰς τὸ οἰκεῖον τὴν φύσιν, ὥσπερ εὐδίας καὶ γαλήνης γενομένης. αἱ δὲ διὰ τῶν ἐπιπόνων βοήθειαι μόγις καὶ κατὰ μικρὸν ἀνύουσι, χαλεπῶς ἐκμοχλεύουσαι καὶ προσβιαζόμεναι τὴν φύσιν. οὐκ ἂν οὖν ἡμᾶς διαβάλλοι Φιλῖνος, εἰ μὴ τὰ ἱστία ἑκάτερα δἐπαράμενοι τὴν ἡδονὴν φεύγοιμεν, ἀλλὰ πειρῴμεθα τὸ ἡδέως καὶ ὑγιεινῶς ἐμμελέστερον, ἢ ὡς ἔνιοι φιλόσοφοι τὸ ἡδέως καὶ καλῶς, συνοικειοῦν. εὐθὺς οὖν περὶ τὸ πρῶτον, ὦ Φιλῖνε, τῶν ἐπιχειρημάτων δοκεῖς μοι διεψεῦσθαι, τὰ θηρία τῶν ἀνθρώπων ἁπλουστέραις τροφαῖς χρῆσθαι καὶ μᾶλλον ὑγιαίνειν ὑποτιθέμενος. οὐδέτερον γὰρ ἀληθές ἐστιν· ἀλλὰ τῷ μὲν αἱ παρ’ Εὐπόλιδος αἶγες ἀντιμαρτυροῦσιν, ὑμνοῦσαι τὴν τροφὴν ὡς παμμιγῆ καὶ ποικίλην οὖσαν, οὕτω πως λέγουσαι [Quaest. conv. 4.1.3b] βοσκόμεθ’ ὕλης ἀπὸ παντοδαπῆς, ἐλάτης, πρίνου, κομάρου τε πτόρθους ἁπαλοὺς ἀποτρώγουσαι, καὶ πρὸς τούτοισιν ἔτ’ ἄλλα κύτισόν τ’ ἠδὲ σφάκον εὐώδη καὶ σμίλακα τὴν πολύφυλλον, κότινον, σχῖνον, μελίαν, λεύκην, ἀρίαν, δρῦν, κιττόν, ἐρίκην, πρόμαλον, ῥάμνον, φλόμον, ἀνθέρικον, κισθόν, φηγόν, θύμα, θύμβραν. [Quaest. conv. 4.1.3c] τὰ γὰρ κατηριθμημένα μυρίας δήπου διαφορὰς ἔχει χυμῶν καὶ ὀδμῶν καὶ δυνάμεων· πλείονα δὲ τῶν εἰρημένων παραλέλειπται. τὸ δὲ δεύτερον Ὅμηρος ἀθετεῖ μᾶλλον ἐμπείρως, τὰ λοιμικὰ πάθη πρῶτον ἅπτεσθαι τῶν ἀλόγων ἀποφαινόμενος. κατηγορεῖ δ’ αὐτῶν καὶ ἡ βραχύτης τοῦ βίου τὸ ἐπίκηρον καὶ νοσῶδες οὐδὲν γὰρ ὡς εἰπεῖν πολυχρόνιόν ἐστι, πλὴν εἰ φαίη τις κόρακα καὶ κορώνην, ἃ δὴ παμφάγα τ’ ὄντα καὶ πάσης ἁπτόμενα τροφῆς ὁρῶμεν. καὶ μὴν καὶ τῇ τῶν νοσούντων διαίτῃ καλῶς; ἐποίεις τὰ εὔπεπτα καὶ δύσπεπτα τεκμαιρόμενος· καὶ γὰρ πόνος καὶ γυμνάσια καὶ τὸ διαιρεῖν τὴν τροφὴν εὔπεπτα μέν ἐστιν, οὐχ ἁρμόζει δὲ τοῖς πυρέττουσι. τὴν δὲ μάχην καὶ τὴν διαφορὰν τῆς ποικίλης τροφῆς ἀλόγως ἐδεδίεις· εἴτε γὰρ ἐξ ὁμοίων ἀναλαμβάνει τὸ οἰκεῖον ἡ φύσις εἰς τὸν ὄγκον αὐτόθεν, ἡ ποικίλη τροφὴ πολλὰς μεθιεῖσα ποιότητας ἐξ ἑαυτῆς ἑκάστῳ μέρει τὸ πρόσφορον ἀναδίδωσιν· ὥστε γίγνεσθαι τὸ τοῦ Ἐμπεδοκλέους [Quaest. conv. 4.1.3d] ὡς γλυκὺ μὲν γλυκὺ μάρπτε, πικρὸν δ’ ἐπὶ πικρὸν ὄρουσεν, ὀξὺ δ’ ἐπ’ ὀξύ, δαλερὸν δαλεροῦ λαβέτω [Quaest. conv. 4.1.3e] … δὲ καὶ ἄλλου … ἐπὶ πρόσφορον μένοντος τῇ θερμότητι ἐν τῷ πνεύματι τοῦ μίγματος σκεδασθέντος, τὰ οἰκεῖα τοῖς συγγενέσιν ἕπεται· τὸ γὰρ οὕτω παμμιγὲς σῶμα καὶ πανηγυρικόν, ὡς τὸ ἡμέτερον, ἐκ ποικίλης ὕλης λόγον ἔχει μᾶλλον ἢ ἁπλῆς συνερανίζεσθαι καὶ ἀναπληροῦν τὴν κρᾶσιν. εἴτε μὴ τοῦτ’ ἐστίν, ἀλλ’ ἡ καλουμένη πέψις ἀλλοιοῦν πέφυκε καὶ μεταβάλλειν τὴν τροφήν, ἐν τῷ ποικίλῳ τοῦτο συμβήσεται θᾶττον καὶ κάλλιον· ἀπαθὲς γὰρ ὑπὸ τοῦ ὁμοίου τὸ ὅμοιον, ἡ δ’ ἀντίταξις καὶ διαφορὰ μᾶλλον ἐξίστησι τῇ πρὸς τοὐναντίον μίξει τὰς ποιότητας ἀπομαραινομένας. εἰ δ’ ὅλως τὸ μικτὸν ἀθετεῖς καὶ ποικίλον, ὦ Φιλῖνε, μὴ δειπνίζοντα μηδ’ ὀψοποιοῦντα μόνον λοιδόρει Φίλωνα τοῦτον, ἀλλὰ πολὺ μᾶλλον, ὅταν μιγνύῃ τὰς βασιλικὰς καὶ ἀλεξιφαρμάκους ἐκείνας δυνάμεις, ἃς θεῶν χεῖρας ὠνόμαζεν Ἐρασίστρατος, διέλεγχε τὴν ἀτοπίαν καὶ περιεργίαν, ὁμοῦ μεταλλικὰ καὶ βοτανικὰ καὶ θηριακὰ καὶ τἀπὸ γῆς καὶ θαλάττης εἰς ταὐτὸ συγκεραννύντος καλὸν γὰρ ταῦτ’ ἐάσαντας ἐν πτισάνῃ καὶ σικύᾳ καὶ ἐν ὑδρελαίῳ τὴν ἰατρικὴν ἀπολιπεῖν. [Quaest. conv. 4.1.3f] ἀλλὰ νὴ Δία τὸ ποικίλον ἐξάγει καὶ γοητεύει τὴν ὄρεξιν οὐ κρατοῦσαν ἑαυτῆς καὶ γὰρ τὸ καθάριον, ὦ δαιμόνιε, καὶ τὸ εὐστόμαχον καὶ τὸ εὐῶδες καὶ ὅλως τὸ ἥδιον ἐφέλκεται καὶ ποιεῖ βρωτικωτέρους ἡμᾶς καὶ ποτικωτέρους. τί οὖν οὐχὶ κρίμνον μὲν ἡμεῖς ἀντὶ πόλτου μάττομεν ἀντὶ δ’ ἀσπαράγου γήτεια καὶ σκολύμους παρασκευάζομεν, τὸν δ’ ἀνθοσμίαν ἀπωσάμενοι τουτονὶ καὶ ἡμερίδην ἀγριώτερον πίνομεν ἐκ πίθου, κωνώπων χορῷ περιᾳδόμενον; ὅτι φαίης ἂν οὐ φυγὴν οὐδ’ ἀπόδρασιν ἡδονῆς εἶναι τὴν ὑγιεινὴν δίαιταν, ἀλλὰ περὶ ἡδονὰς μετριότητα καὶ τάξιν ὑπηκόῳ χρωμένην ὀρέξει τοῦ συμφέροντος. ὡς δὲ λάβρον πνεῦμα κυβερνῆται πολλαῖς μηχαναῖς ὑποφεύγουσι, παυσάμενον δὲ καὶ μαρανθὲν οὐδεὶς πάλιν ἐκριπίσαι καὶ διασεῖσαι δυνατός ἐστιν· οὕτω πρὸς ὄρεξιν ἐνστῆναι μὲν καὶ κολάσαι τὸ πλεονάζον αὐτῆς οὐ μέγ’ ἔργον, ἤδη δὲ κάμνουσαν πρὸ καιροῦ καὶ μαλθακιζομένην καὶ ἀπολείπουσαν τὸ οἰκεῖον ἐντεῖναι καὶ ἀναζωπυρῆσαι παγχάλεπον, ὦ ἑταῖρε, καὶ δύσεργον. [Quaest. conv. 4.1.3g] ὅθεν ἡ ποικίλη τροφὴ βελτίων τῆς ἁπλῆς καὶ τὸ μονοειδὲς ἐχούσης πλήσμιον, ὅσῳ ῥᾷον ἱστάναι φερομένην τὴν φύσιν ἢ κινεῖν ἀπειποῦσαν. καὶ μήν, ὅ γε λέγουσί τινες ὡς πλησμονὴ φευκτότερον ἐνδείας, οὐκ ἀληθὲς ἐστιν ἀλλὰ τοὐναντίον· εἴ γε πλησμονὴ μέν, ὅταν εἰς φθοράν τινα τελευτήσῃ καὶ νόσον, ἔβλαψεν· ἔνδεια δέ, κἂν ἄλλο μηδὲν ἐξεργάσηται κακόν, αὐτὴ καθ’ αὑτὴν παρὰ φύσιν ἐστί. καὶ ταῦτα μὲν ὡς ἀντίχορδα κείσθω τοῖς ὑπὸ σοῦ πεφιλοσοφημένοις. ἐκεῖνο δέ πως ὑμᾶς λέληθε τοὺς περὶ ἅλα καὶ κύαμον, ὅτι τὸ μὲν ποικίλον ἥδιόν ἐστι, τὸ δ’ ἥδιον εὐορεκτότερον ἂν τὴν ὑπερβολὴν καὶ τἄγαν ἀφέλῃς· προσφύεται γὰρ ὀργῶντι καὶ δεχομένῳ τῷ σώματι τῆς ὄψεως προοδοποιούσης τὸ δ’ ἀνόρεκτον πλανώμενον καὶ ῥεμβόμενον ἢ παντάπασιν ἐξέβαλεν ἡ φύσις ἢ μόλις ὑπ’ ἐνδείας ἔστερξεν. ἐκεῖνό μοι μόνον φύλαττε καὶ μέμνησο, τὸ ποικίλον ὡς οὐκ ἐν ἀβυρτάκαις καὶ κανδύλοις καὶ καρύκαις ἐστίν· ἀλλὰ ταῦτα μὲν περίεργα καὶ σπερμολογικά· ποικιλίαν δὲ καὶ Πλάτων παρέχει τοῖς καλοῖς καὶ γενναίοις ἐκείνοις πολίταις, παρατιθεὶς βολβούς, ἐλαίας, λάχανα, τυρόν, ἑψήματα παντοδαπά· πρὸς δὲ τούτοις οὐδὲ τραγημάτων ἀμοίρους περιορᾷ δειπνοῦντας. [Quaest. conv. 4.2.1] Διὰ τί τὰ ὕδνα δοκεῖ τῇ βροντῇ γίγνεσθαι, καὶ διὰ τί τοὺς καθεύδοντας οἴονται μὴ κεραυνοῦσθαι. [Quaest. conv. 4.2.1b] ὕδνα παμμεγέθη δειπνοῦσιν ἡμῖν Ἀγέμαχος παρέθηκεν ἐν Ἤλιδι. θαυμαζόντων δὲ τῶν παρόντων, ἔφη τις ὑπομειδιάσας ἄξιά γε τῶν βροντῶν τῶν ἔναγχος γενομένων ὡς δὴ καταγελῶν τῶν λεγόντων τὰ ὕδνα τὴν γένεσιν ἐκ βροντῆς λαμβάνειν. ἦσαν οὖν οἱ φάσκοντες ὑπὸ βροντῆς τὴν γῆν διίστασθαι, καθάπερ ἥλῳ τῷ ἀέρι χρωμένην, εἶτα ταῖς ῥωγμαῖς τεκμαίρεσθαι τοὺς τὰ ὕδνα μετιόντας· ἐκ δὲ τούτου δόξαν ἐγγενέσθαι τοῖς πολλοῖς, ὅτι τὸ ὕδνον αἱ βρονταὶ γεννῶσιν οὐ δεικνύουσιν· ὥσπερ εἴ τις οἴοιτο τοὺς κοχλίας ποιεῖν τὸν ὄμβρον, ἀλλὰ μὴ προάγειν μηδ’ ἀναφαίνειν. ὁ δ’ Ἀγέμαχος ἰσχυρίζετο τῇ ἱστορίᾳ καὶ τὸ θαυμαστὸν ἠξίου μὴ ἄπιστον ἡγεῖσθαι. καὶ γὰρ ἄλλα πολλὰ θαυμάσια βροντῆς ἔργα καὶ κεραυνοῦ καὶ τῶν περὶ ταῦτα διοσημιῶν εἶναι, χαλεπὰς καταμαθεῖν ἢ παντελῶς ἀδυνάτους τὰς αἰτίας ἔχοντα. καὶ γὰρ ὁ γελώμενος οὑτοσὶ καὶ παροιμιώδης ἔφη βολβὸς οὐ μικρότητι διαφεύγει τὸν κεραυνὸν, ἀλλ’ ἔχων δύναμιν ἀντιπαθῆ, καθάπερ ἡ συκῆ καὶ τὸ δέρμα τῆς φώκης ὥς φασι καὶ τὸ τῆς ὑαίνης, οἷς τὰ ἄκρα τῶν ἱστίων οἱ ναύκληροι, καταδιφθεροῦσι. τὰ δ’ ἀστραπαῖα τῶν ὑδάτων εὐαλδῆ καλοῦσιν οἱ γεωργοὶ καὶ νομίζουσι. καὶ ὅλως εὔηθές ἐστι ταῦτα θαυμάζειν τὸ πάντων ἀπιστότατον ἐν τοῖς πάθεσι τούτοις καθορῶντας, ἐκ μὲν ὑγρῶν φλόγας, ἐκ δὲ μαλακῶν νεφῶν ψόφους σκληροὺς ἀναδιδομένους. ταῦτα δ’ εἶπεν ἀδολεσχῶ, παρακαλῶν ὑμᾶς ἐπὶ τὴν ζήτησιν τῆς αἰτίας, ἵνα μὴ πικρὸς γένωμαι συμβολὰς τῶν ὕδνων πρασσόμενος. [Quaest. conv. 4.2.2] αὐτὸν μὲν οὖν ἐγὼ ἔφην τρόπον τινὰ τῷ λόγῳ δεξιὰν ὀρέγειν τὸν Ἀγέμαχον· οὐδὲν γὰρ ἒν γε τῷ παρόντι φαίνεσθαι πιθανώτερον, ἢ ὅτι ταῖς βρονταῖς πολλάκις ὕδωρ συνεκπίπτει γόνιμον. αἰτία δ’ ἡ τῆς θερμότητος ἀνάμιξις· τὸ μὲν γὰρ ὀξὺ καὶ καθαρὸν τοῦ πυρὸς ἄπεισιν ἀστραπὴ γενόμενον, τὸ δ’ ἐμβριθὲς καὶ πνευματῶδες ἐνειλούμενον τῷ νέφει καὶ συμμεταβάλλον ἐξαιρεῖ τὴν ψυχρότητα καὶ συνεκπονεῖ τὸ ὑγρόν· ὥστε μάλιστα τὸ προσηνὲς ἐνδύεσθαι τοῖς βλαστάνουσι καὶ ταχὺ παχύνειν. ἐπεὶ δὲ καὶ κράσεων ἰδιότητα καὶ χυμοῦ διαφορὰν ἐμποιεῖ τὰ τοιαῦτα τοῖς ἀρδομένοις· ὥσπερ αἵ τε δρόσοι γλυκυτέραν ποιοῦσι τοῖς θρέμμασι τὴν πόαν, καὶ τὰ τὴν ἶριν ἐξανθοῦντα νέφη, καθ’ ὧν ἂν ἐπερείσῃ ξύλων, εὐωδίας ἀναπίμπλησι· καὶ ταύτῃ γνωρίζοντες οἱ παρ’ ἡμῖν ἰρίσκηπτα καλοῦσι, τὴν ἶριν ὑπολαμβάνοντες ἐπισκήπτειν πολλῷ μᾶλλον εἰκός ἐστι τοῖς ἀστραπαίοις καὶ κεραυνίοις ὕδασι καὶ πνεύμασι καὶ θερμότησιν εἰς βάθος ἐλαυνομέναις τὴν γῆν στρέφεσθαι καὶ συστροφὰς ἴσχειν τοιαύτας καὶ χαυνότητας, ὥσπερ ἐν τοῖς σώμασι τὰ χοιραδώδη καὶ ἀδενώδη φύματα θερμότητές τινες καὶ ὑγρότητες αἱματώδεις ἐνδημιουργοῦσιν. οὐ γὰρ ἔοικε φυτῷ τὸ ὕδνον οὐδ’ ἄνευ ὕδατος ἔχει τὴν γένεσιν, ἀλλ’ ἄρριζον καὶ ἀβλαστές ἐστι καὶ ἀπολελυμένον, τῷ καθ’ ἑαυτὸ σύστασιν ἐκ τῆς γῆς ἔχειν παθούσης τι καὶ μεταβαλούσης. εἰ δέ γε γλίσχρος ἔφην ὁ λόγος ὑμῖν δοκεῖ, τοιαῦτά τοι τὰ πλεῖστα τῶν βρονταῖς καὶ κεραυνοῖς συνεπομένων· διὸ καὶ μάλιστα τοῖς πάθεσι τούτοις δόξα θειότητος πρόσεστι. [Quaest. conv. 4.2.3] παρὼν δ’ ὁ ῥήτωρ Δωρόθεος ὀρθῶς ἔφη λέγεις· οὐ γὰρ μόνον οἱ πολλοὶ καὶ ἰδιῶται τοῦτο πεπόνθασιν, ἀλλὰ καὶ τῶν φιλοσόφων τινές. ἐγὼ γοῦν οἶδα, κεραυνοῦ παρ’ ἡμῖν εἰς οἰκίαν ἐμπεσόντος καὶ πολλὰ θαυμαστὰ δράσαντος οἶνόν τε γὰρ ἐκ πίθων διεφόρησε τοῦ κεράμου μηδὲν παθόντος, ἀνθρώπου τε καθεύδοντος διαπτάμενος οὔτ’ αὐτὸν ἠδίκησεν οὔτε τῆς ἐσθῆτος ἔθιγε, ζώνην δὲ χαλκοῦς ἔχουσαν ὑπεζωσμένου διέτηξε τὸ νόμισμα πᾶν καὶ συνέχεε· φιλοσόφῳ δὲ παρεπιδημοῦντι Πυθαγορικῷ προσελθόντα καὶ διαπυνθανόμενον· τὸν δ’ ἀφοσιωσάμενον καὶ κελεύσαντα τὰ καθ’ ἑαυτὸν δρᾶν καὶ προσεύχεσθαι τοῖς θεοῖς. ἀκούω δὲ καὶ στρατιώτου φυλάττοντος ἱερὸν ἐν Ῥώμῃ κεραυνὸν ἐγγὺς πεσόντα διακαῦσαι τῶν ὑποδημάτων τοὺς ἱμάντας, ἄλλο δὲ μηδὲν κακὸν ἐργάσασθαι· καὶ κυλιχνίων ἀργυρῶν ξυλίνοις ἐγκειμένων ἐλύτροις τὸν μὲν ἄργυρον συνιζῆσαι τακέντα, τὸ δὲ ξύλον ἄθικτον καὶ ἀπαθὲς εὑρεθῆναι. καὶ ταῦτα μὲν ἔξεστι πιστεύειν καὶ μή· πάντων δὲ θαυμασιώτατον, ὃ πάντες ὡς ἔπος εἰπεῖν ἴσμεν, ὅτι τῶν ὑπὸ κεραυνοῦ διαφθαρέντων ἄσηπτα τὰ σώματα διαμένει· πολλοὶ γὰρ οὔτε κάουσιν οὔτε κατορύττουσιν, ἀλλ’ ἐῶσι περιφράξαντες, ὥσθ’ ὁρᾶσθαι τοὺς νεκροὺς ἀσήπτους ἀεί· τὴν Εὐριπίδου Κλυμένην ἐλέγχοντας ἐπὶ τοῦ Φαέθοντος εἰποῦσαν [Quaest. conv. 4.2.3b] φίλος δέ μοι ἄλουτος ἐν φάραγξι σήπεται νέκυς. [Quaest. conv. 4.2.3c] ὅθεν οἶμαι καὶ τὸ θεῖον ὠνομάσθαι τῇ ὁμοιότητι τῆς ὀσμῆς, ἣν τὰ παιόμενα τοῖς κεραυνοῖς ἀφίησιν ἐκτριβομένην πυρώδη καὶ δριμεῖαν ὑφ’ ἧς ἐμοὶ δοκοῦσι καὶ κύνες καὶ ὄρνιθες ἀπέχεσθαι τῶν διοβλήτων σωμάτων. ἐμοὶ γὰρ ἄχρι τούτου τῆς αἰτίας ὥσπερ δάφνης παρατετρώχθω· τὰ δὲ λοιπὰ τοῦτον ἔφη παρακαλῶμεν, ἐπεὶ καὶ τοῖς ὕδνοις ἐνευημέρηκεν, ἵνα μὴ πάθωμεν τὸ τοῦ Ἀνδροκύδους. ἐκεῖνος γὰρ ὧν ἐποίησε πάντων ἐναργέστατα καὶ κάλλιστα τοὺς περὶ τὴν Σκύλλαν ἰχθῦς ζωγραφήσας ἔδοξε τῷ πάθει μᾶλλον ἢ τέχνῃ κεχρῆσθαι· φύσει γὰρ ἦν φίλοψος· οὕτω φήσει τις καὶ ἡμᾶς ὑφ’ ἡδονῆς φιλοσοφήσαντας περὶ τῶν ὕδνων ἀμφισβητήσιμον ἐχόντων τὴν γένεσιν, ὡς ὁρᾶς … ἐν δὲ τούτοις ὑποκειμένης τῷ λόγῳ τῆς εὐπειθείας, καὶ τὴν αἰτίαν … προδήλῳ τῷ εἶναι πειθούσης. [Quaest. conv. 4.2.4] ἐμοῦ δὲ παρακελευομένου καὶ λέγοντος καιρὸν εἶναι καθάπερ ἐν κωμῳδίᾳ μηχανὰς αἴροντα καὶ βροντὰς ἐμβάλλοντας παρὰ πότον διαλέγεσθαι περὶ κεραυνῶν, τὰ μὲν ἄλλα παρίεσαν συνομολογοῦντες, περὶ δὲ τῶν ἐν τοῖς καθεύδουσι μὴ κεραυνουμένων ἀκοῦσαί τι βουλόμενοι λιπαρεῖς ἦσαν. ἐμοὶ δὲ πλέον οὐδὲν ἐγίγνετο τῆς αἰτίας ἁψαμένῳ κοινὸν ἐχούσης τὸν λόγον· ὅμως δ’ οὖν ἔφην ὡς τὸ κεραύνιον πῦρ ἀκριβείᾳ καὶ λεπτότητι θαυμαστὸν ἐστιν, αὐτόθεν περὶ τὴν γένεσιν ἐκ καθαρᾶς καὶ ἁγνῆς ἔχον οὐσίας, καὶ πᾶν εἴ τι συμμίγνυται νοτερὸν ἢ γεῶδες αὐτῷ τῆς περὶ τὴν κίνησιν ὀξύτητος; ἀποσειομένης καὶ διακαθαιρούσης. διόβλητον μὲν οὐδέν ὥς φησι Δημόκριτος … παρ’ αἰθρίης στέγειν … σέλας. τὰ μὲν οὖν πυκνὰ τῶν σωμάτων, σίδηρος, χαλκός, ἄργυρος, χρυσός, ἀποστέγει καὶ φθείρεται καὶ τήκεται, πάσχοντα τῷ προσμάχεσθαι καὶ ἀντερείδειν τῶν δ’ ἀραιῶν καὶ πολυπόρων καὶ χαλώντων ὑπὸ μανότητος ἀψαυστὶ διεκθεῖ, καθάπερ ἱματίων καὶ ξύλων αὔων· τὰ δὲ χλωρὰ κάει, τῆς ὑγρότητος ἀντιλαμβανομένης καὶ συνεξαπτομένης. εἴπερ οὖν τὸ τοὺς καθεύδοντας μὴ ἀποθνήσκειν ὑπὸ κεραυνῶν ἀληθές ἐστιν, ἐνταῦθα δεῖ ζητεῖν οὐκ ἀλλαχόθι τὴν αἰτίαν. μᾶλλον γὰρ ἔρρωται καὶ συνέστηκε καὶ ἀντερείδει τὰ σώματα τῶν ἐγρηγορότων, ἅτε δὴ πᾶσι τοῖς μέρεσι πεπληρωμένα πνεύματος· ὑφ’ οὗ καὶ τὰς αἰσθήσεις ἐπιστρέφοντος ὥσπερ ἐν ὀργάνῳ καὶ σφίγγοντος εὔτονον γέγονε καὶ συνεχὲς αὑτῷ καὶ πυκνὸν τὸ ζῷον. ἐν δὲ τοῖς ὕπνοις ἐξανεῖται, καὶ μανὸν καὶ ἀνώμαλον καὶ ἄτονον καὶ διακεχυμένον, καὶ πόρους ἔσχηκε πολλούς, τοῦ πνεύματος ἐνδιδόντος; καὶ ἀπολείποντος, δι’ ὧν φωναί τε καὶ ὀσμαὶ διεκθέουσι μηδεμίαν αἴσθησιν ἑαυτῶν παρέχουσαι. τὸ γὰρ ἀντερεῖδον καὶ τῷ ἀντερείδειν πάσχον οὐκ ἀπαντᾷ τοῖς προσφερομένοις, ἥκιστα δὲ τοῖς ὑπὸ λεπτότητος καὶ ὠκύτητος τοιαύτης ὥσπερ ὁ κεραυνὸς διιπταμένοις. τὰ μὲν γὰρ ἧττον ἰσχυρὰ δυσπαθείαις ἡ φύσις ἀμύνεται, σκληρότητας προβαλλομένη καὶ πυκνότητας· ὧν δ’ ἄμαχος ἡ δύναμίς ἐστιν, ὑπὸ τούτων ἧττον ἀδικεῖται τὰ εἴκοντα τῶν ἀνθισταμένων. πρόσλαβε δὲ τούτοις ἔφην οὔτι μικρὰν ἔκπληξιν πρὸς τὰ τοιαῦτα καὶ φόβον καὶ τάρβος, ὑφ’ ὧν πολλοὶ μηδὲν ἄλλο παθόντες αὐτῷ τῷ δεῖσαι ἀποθανεῖν ἀπέθανον. καὶ γὰρ τὰ θρέμματα διδάσκουσι βροντῆς γενομένης οἱ ποιμένες εἰς ταὐτὸ συνθεῖν καὶ συννεύειν· τὰ γὰρ σποράδην ἀπολειφθέντα διὰ τὸν φόβον ἐκτιτρώσκει. καὶ μυρίους ἤδη τεθνηκότας ἰδεῖν ἔστιν ὑπὸ βροντῆς, οὐδὲν οὔτε πληγῆς; ἴχνος οὔτε καύσεως ἔχοντας, ἀλλ’ ὑπὸ φόβου τῆς ψυχῆς ὡς ἔοικεν ὄρνιθος δίκην ἀποπταμένης τοῦ σώματος [Quaest. conv. 4.2.4b] πολλοὺς γάρ ὡς ὁ Εὐριπίδης φησὶ βροντῆς πνεῦμ’ ἄναιμον ὤλεσε [Quaest. conv. 4.2.4c] καὶ γὰρ ἄλλως τῶν αἰσθητηρίων ἡ ἀκοὴ παθητικώτατόν ἐστι, καὶ μεγίστας οἱ διὰ ψόφου θόρυβοι καὶ φόβοι ταραχὰς ἐπιφέρουσιν ὧν τῷ καθεύδοντι πρόβλημα τὸ ἀναίσθητόν ἐστιν. οἱ δ’ ἐγρηγορότες καὶ ταῖς προπαθείαις ἀναλίσκονται καί, τοῦ δέους τὸ σῶμα συνδέοντος ὡς ἀληθῶς καὶ συνάγοντος καὶ πυκνοῦντος, ἰσχυρὰν ποιοῦσι τὴν πληγὴν τῷ ἀντερείδειν. [Quaest. conv. 4.3.1] Διὰ τί πλείστους ἐν γάμοις ἐπὶ δεῖπνον καλοῦσιν. [Quaest. conv. 4.3.1b] ἐν τοῖς Αὐτοβούλου τοῦ υἱοῦ γάμοις συνεώρταζεν ἡμῖν παρὼν ἐκ Χαιρωνείας ὁ Σόσσιος Σενεκίων· καὶ πολλῶν … ἄλλων τε τῇ τόθ’ ἑορτῇ μάλα πρεπόντων παρέσχεν ἀφορμὰς καὶ περὶ τῆς αἰτίας, δι’ ἣν πλεῖστοι τῶν ἄλλων ἐπὶ τὰ γαμικὰ δεῖπνα παραλαμβάνονται, διηπόρησε. καὶ γὰρ τῶν νομοθετῶν τοὺς τῇ πολυτελείᾳ κατὰ κράτος πολεμήσαντας ὁρίσαι μάλιστα τῶν εἰς τοὺς γάμους καλουμένων τὸ πλῆθος. ὁ γὰρ εἰπών ἔφη περὶ τῆς αἰτίας αὐτῆς τῶν παλαιῶν φιλοσόφων οὐδέν, ἐμοὶ γοῦν κριτῇ, πιθανὸν εἴρηκεν, Ἑκαταῖος ὁ Ἀβδηρίτης λέγει δὲ τοὺς ἀγομένους γυναῖκας πολλοὺς; παρακαλεῖν ἐπὶ τὴν ἑστίασιν, ἵνα πολλοὶ συνειδῶσι καὶ μαρτυρῶσιν ἐλευθέροις οὖσι καὶ παρ’ ἐλευθέρων γαμοῦσι. τοὐναντίον γὰρ οἱ κωμικοὶ τοὺς πολυτελῶς καὶ σοβαρῶς λαμπρότητι δείπνων καὶ παρασκευῆς γαμοῦντας, ὡς οὐ βεβαίως οὐδὲ θαρραλέως ἐπισυνάπτουσιν· [Quaest. conv. 4.3.1c] ὡς ὁ Μένανδρος πρὸς τὸν κελεύοντα ταῖς λοπάσι περιφράττειν … ωπον δεινῶς … οὐ πρᾶγμα νύμφης λέγεις. [Quaest. conv. 4.3.2] ἀλλ’ ὅπως μή, τὸ ῥᾷστον, ἐγκαλεῖν ἑτέροις δοκῶμεν αὐτοὶ μηδὲν λέγοντες, ἀποφαίνομαι πρῶτος εἶπεν ἐγώ, οὐδεμίαν ἑστιάσεως πρόφασιν οὕτως ἔκδηλον εἶναι καὶ περιβόητον, ὡς τὴν τῶν γαμούντων· [Quaest. conv. 4.3.2b] καὶ γὰρ θύοντας θεοῖς καὶ προπέμποντας φίλον καὶ ξενίζοντας ἔστι πολλοὺς διαλαθεῖν τῶν ἐπιτηδείων ἡ δὲ γαμήλιος τράπεζα κατήγορον ἔχει τὸν ὑμέναιον μέγα βοῶντα καὶ τὴν δᾷδα καὶ τὸν αὐλόν, ἅ φησιν Ὅμηρος καὶ τὰς γυναῖκας ἱσταμένας ἐπὶ ταῖς θύραις θαυμάζειν καὶ θεᾶσθαι. [Quaest. conv. 4.3.2c] διὸ μηδενὸς ἀγνοοῦντος τὴν ὑποδοχὴν καὶ τὴν κλῆσιν, αἰσχυνόμενοι παραλιπεῖν πάντας τοὺς συνήθεις καὶ οἰκείους καὶ ἁμωσγέπως προσήκοντας αὑτοῖς παραλαμβάνουσιν. [Quaest. conv. 4.3.3] ἀποδεξαμένων δ’ ἡμῶν, ὑπολαβὼν ὁ Θέων καὶ τοῦτ’ ἔφη κείσθω· οὐκ ἀπίθανον γάρ ἐστι· κἀκεῖνο πρόσθες, εἰ βούλει, τὰς τοιαύτας ἑστιάσεις μὴ μόνον φιλικὰς ἀλλὰ καὶ συγγενικὰς εἶναι, καταμιγνυμένης εἰς τὸ γένος ἑτέρας οἰκειότητος. ὃ δὲ τούτου μεῖζόν ἐστιν, οἴκων εἰς ταὐτὸ συνιόντων δυεῖν, ὅ τε λαμβάνων τοὺς τοῦ διδόντος οἰκείους καὶ φίλους ὅ τε διδοὺς τοὺς τοῦ λαμβάνοντος οἰόμενοι δεῖν φιλοφρονεῖσθαι διπλασιάζουσι τὴν ὑποδοχήν. ἔτι πολλὰ τῶν γαμικῶν ἢ τὰ πλεῖστα δρᾶται διὰ γυναικῶν· ὅπου δὲ γυναῖκες πάρεισι, καὶ τοὺς ἄνδρας ἀναγκαῖόν ἐστι παραλαμβάνεσθαι. [Quaest. conv. 4.4.1] Εἰ ἡ θάλασσα τῆς γῆς εὐοψοτέρα. [Quaest. conv. 4.4.1b] τῆς Εὐβοίας ὁ Αἰδηψός, οὗ τὰ Θερμὰ χωρίον ἐστὶν αὐτοφυὲς πολλὰ πρὸς ἡδονὰς ἔχον ἐλευθερίους καὶ κατεσκευασμένον οἰκήσεσι καὶ διαίταις, κοινὸν οἰκητήριον ἀποδέδεικται τῆς Ἑλλάδος· πολλῶν δὲ καὶ πτηνῶν καὶ χερσαίων ἁλισκομένων, οὐχ ἧττον ἡ θάλαττα παρέχει τὴν ἀγορὰν εὐτράπεζον, ἐν τόποις καθαροῖς καὶ ἀγχιβαθέσι γενναῖον ἰχθὺν καὶ πολὺν ἐκτρέφουσα. μάλιστα δ’ ἀνθεῖ τὸ χωρίον ἀκμάζοντος ἔαρος· πολλοὶ γὰρ ἀφικνοῦνται τὴν ὥραν αὐτόθι καὶ συνουσίας ποιοῦνται μετ’ ἀλλήλων ἐν ἀφθόνοις πᾶσι, καὶ πλείστας περὶ λόγους ὑπὸ σχολῆς διατριβὰς ἔχουσι. Καλλιστράτου δὲ τοῦ σοφιστοῦ παρόντος, ἔργον ἦν ἀλλαχόθι δειπνεῖν· ἄμαχος γὰρ ἡ φιλοφροσύνη, καὶ τὸ πάντας εἰς ταὐτὸ συνάγειν ἐπιεικῶς τοὺς χαρίεντας ἥδιστον παρεῖχε πολλάκις μὲν γὰρ ἐμιμεῖτο τῶν παλαιῶν τὸν Κίμωνα, πολλοὺς καὶ παντοδαποὺς ἑστιῶν ἡδέως· ἀεὶ δ’ ὡς ἔπος εἰπεῖν τὸν Κελεόν, ὃν πρῶτον ἱστοροῦσιν εὐδοκίμων καὶ ἀγαθῶν ἀνδρῶν κατασκευάσαντα σύνοδον καθημερινὴν ὀνομάσαι πρυτανεῖον. [Quaest. conv. 4.4.2] ἐγίγνοντο δὴ λόγοι τοιαύτῃ συνουσίᾳ πρέποντες ἑκάστοτε· καί ποτε παρέσχον αἱ τράπεζαι, ποικιλώταται γενόμεναι, ζήτησιν ὑπὲρ ὄψων, πότερον τὰ ἐκ γῆς ἢ τὰ ἐκ θαλάττης ἐπιτηδειότερα καὶ τῶν ἄλλων σχεδὸν ἁπάντων ὑμνούντων τὰ ἐκ γῆς πολλὰ καὶ παντοδαπὰ καὶ δυσεξαρίθμητα τοῖς γένεσι καὶ ταῖς διαφοραῖς, τὸν Σύμμαχον ὁ Πολυκράτης προσαγορεύσας σὺ δ’ εἶπεν ἀμφίαλον ὢν ζῷον καὶ τοσαύταις ἐντεθραμμένος θαλάτταις, αἳ τὴν ἱερὰν πέριξ ὑμῶν ἑλίττουσι Νικόπολιν, οὐκ ἀμύνεις τῷ Ποσειδῶνι; βούλομαί γε νὴ Δί’ ὁ Σύμμαχος εἶπε, καὶ σὲ παραλαμβάνω καὶ παρακαλῶ, τὰ ἥδιστα τῆς Ἀχαϊκῆς καρπούμενον θαλάττης. οὐκοῦν ἔφη πρῶτον ὁ Πολυκράτης ἴωμεν ἐπὶ τὴν συνήθειαν. ὡς γὰρ πολλῶν ὄντων ποιητῶν ἕνα τὸν κράτιστον ἐξαιρέτως ποιητὴν καλοῦμεν, οὕτω πολλῶν ὄντων ὄψων ἐκνενίκηκεν ὁ ἰχθὺς μόνος ἢ μάλιστα γ’ ὄψον καλεῖσθαι διὰ τὸ πολὺ πάντων ἀρετῇ κρατεῖν. καὶ γὰρ ὀψοφάγους καὶ φιλόψους λέγομεν οὐχὶ τοὺς βοείοις χαίροντας, ὥσπερ Ἡρακλῆς ὃς τοῖς κρέασι χλωρὰ σῦκ’ ἐπήσθιεν οὐδὲ τὸν φιλόσυκον οἷος ἦν Πλάτων, οὐ φιλόβοτρυν οἷος Ἀρκεσίλαος· ἀλλὰ τοὺς περὶ τὴν ἰχθυοπωλίαν ἀναδιδόντας ἑκάστοτε καὶ τοῦ κώδωνος ὀξέως ἀκούοντας. καὶ ὁ Δημοσθένης τὸν Φιλοκράτην φησὶν ἐκ τοῦ προδοτικοῦ χρυσίου πόρνας καὶ ἰχθῦς ἀγοράζειν, ἐπ’ ὀψοφαγίᾳ καὶ ἀσελγείᾳ τὸν ἄνδρα λοιδορῶν. ὁ δὲ Κτησιφῶν οὐ κακῶς, ὀψοφάγου τινὸς ἐν τῇ βουλῇ βοῶντος ῥαγήσεσθαι, μηδαμῶς εἶπεν ὦ ἄνθρωπε ποιήσῃς ἡμᾶς ἰχθυοβρώτους. ὁ δὲ τὸ στιχίδιον τοῦτο ποιήσας [Quaest. conv. 4.4.2b] πρὸς καππάριον ζῇς δυνάμενος πρὸς ἀνθίαν [Quaest. conv. 4.4.2c] τί ποτε βούλεται; τί δ’ οἱ πολλοὶ βούλονται, πρὸς θεῶν, ὅταν ἡδέως γενέσθαι παρακαλοῦντες ἀλλήλους λέγωσι σήμερον ἀκτάσωμεν οὐχὶ τὸ παρ’ ἀκτῇ δεῖπνον ἥδιστον ἀποφαίνουσιν ὥσπερ ἔστιν; οὐ διὰ τὰ κύματα καὶ τὰς ψηφῖδας τί γάρ; ἐπ’ ἀκτῆς τις λέκυθον ὀψᾶται καὶ κάππαριν;’ ἀλλ’ ὡς ἰχθύος ἀφθόνου καὶ νεαροῦ τὴν παράλιον τράπεζαν εὐποροῦσαν. καὶ μέντοι καὶ πιπράσκεται παρὰ λόγον ἁπάντων τιμιώτατον τὸ θαλάττιον ὄψον· ὁ γοῦν Κάτων οὐχ ὑπερβολικῶς ἀλλ’ ἀληθῶς πρὸς τὴν τρυφὴν καὶ πολυτέλειαν τῆς πόλεως δημηγορῶν εἶπεν, ὅτι πλείονος πιπράσκεται ἐν Ῥώμῃ ἰχθὺς ἢ βοῦς. κεράμιόν τε γὰρ πωλοῦσι τιμῆς, ὅσην οὐκ ἂν ἑκατόμβη βούπρῳρος ἄλφοι κατακοπεῖσα. καίτοι φαρμάκων δυνάμεως ὁ ἰατρικώτατος ἄριστος κριτὴς καὶ μελῶν ἀρετῆς ὁ φιλομουσότατος, οὐκοῦν καὶ ἀρετῆς ὄψων ὁ φιλοψότατος· οὐ γὰρ Πυθαγόρᾳ γε τούτων οὐδὲ Ξενοκράτει διαιτητῇ χρηστέον, Ἀνταγόρᾳ δὲ τῷ ποιητῇ καὶ Φιλοξένῳ τῷ Ἐρύξιδος καὶ τῷ ζωγράφῳ Ἀνδροκύδει, ὅν φασι τὴν Σκύλλαν ζωγραφοῦντα τοὺς περὶ αὐτὴν ἰχθῦς ἐμπαθέστατα καὶ ζωτικώτατα δι’ ὀψοφαγίαν ἐξεργάσασθαι. Ἀνταγόρᾳ δ’ ὁ βασιλεὺς Ἀντίγονος ἐν τῷ στρατοπέδῳ λοπάδα γόγγρων ἕψοντι περιεζωσμένῳ παραστὰς ἆρά γ’ εἶπε τὸν Ὅμηρον οἴει τὰς τοῦ Ἀγαμέμνονος πράξεις ἀναγράφειν γόγγρους ἕψοντα; κἀκεῖνος οὐ φαύλως σὺ δ’ οἴει ἔφησε τὸν Ἀγαμέμνονα τὰς πράξεις ἐκείνας ἐργάσασθαι πολυπραγμονοῦντα, τίς ἐν τῷ στρατοπέδῳ γόγγρον ἕψει; ταῦτ’ εἶπεν ὁ Πολυκράτης ἔγωγε συμβάλλομαι καὶ ὑμῖν καὶ νὴ Δία τοῖς ἰχθυοπώλαις ἀπὸ τῶν μαρτύρων καὶ τῆς συνηθείας. [Quaest. conv. 4.4.3] ἐγὼ δ’ ὁ Σύμμαχος ἔφη τῷ πράγματι μετὰ σπουδῆς πρόσειμι καὶ διαλεκτικώτερον. εἰ γὰρ ὄψον ἐστὶ τὸ τὴν τροφὴν ἐφηδῦνον, ἄριστον ἂν ὄψον εἴη τὸ μάλιστα τὴν ὄρεξιν ἐπὶ τῷ σίτῳ κατασχεῖν δυνάμενον. ὥσπερ οὖν οἱ προσαγορευθέντες Ἐλπιστικοὶ φιλόσοφοι συνεκτικώτατον εἶναι τοῦ βίου τὸ ἐλπίζειν ἀποφαίνονται τῷ ἀπούσης ἐλπίδος οὐδ’ ἡδυνούσης οὐκ ἀνεκτὸν εἶναι τὸν βίον, οὕτω καὶ τῆς ἐπὶ τὴν τροφὴν ὀρέξεως συνεκτικὸν θετέον, οὗ μὴ παρόντος ἄχαρις γίγνεται τροφὴ πᾶσα καὶ δυσπρόσοιστος. [Quaest. conv. 4.4.3b] τῶν μὲν οὖν ἐκ γῆς τοιοῦτον οὐδὲν εὑρήσεις, τῶν δὲ θαλαττίων τὸν ἅλα πρῶτον, οὗ χωρὶς οὐδὲν ὡς ἔπος εἰπεῖν ἐστιν ἐδώδιμον· ἀλλὰ καὶ τὸν ἄρτον οὗτος ἐμμιγνύμενος συνηδύνει· διὸ καὶ Δήμητρος σύνναος ὁ Ποσειδῶν, καὶ τῶν ἄλλων ὄψων οἱ ἅλες ἥδιστον ὄψον εἰσίν. οἱ γοῦν ἥρωες εὐτελοῦς καὶ λιτῆς ἐθάδες ὥσπερ ἀσκηταὶ διαίτης ὄντες καὶ τῆς τροφῆς πᾶσαν ἡδονὴν ἐπίθετον καὶ περίεργον ἀφελόντες, ὡς μηδ’ ἰχθύσι χρῆσθαι παρὰ τὸν Ἑλλήσποντον στρατοπεδεύοντες, οὐχ ὑπέμενον τὰ κρέα χωρὶς ἁλῶν προσφέρεσθαι, μαρτυροῦντες ὅτι τοῦτο τῶν ὄψων μόνον ἀπαραίτητόν ἐστιν. ὡς γὰρ τὰ χρώματα τοῦ φωτός, οὕτως οἱ χυμοὶ τοῦ ἁλὸς δέονται πρὸς τὸ κινῆσαι τὴν αἴσθησιν εἰ δὲ μή, βαρεῖς τῇ γεύσει προσπίπτουσι καὶ ναυτιώδεις. νέκυες γὰρ κοπρίων ἐκβλητότεροι καθ’ Ἡράκλειτον, κρέας δὲ πᾶν νεκρόν ἐστι καὶ νεκροῦ μέρος· ἡ δὲ τῶν ἁλῶν δύναμις, ὥσπερ ψυχὴ παραγενομένη, χάριν αὐτῷ καὶ ἡδονὴν προστίθησι. [Quaest. conv. 4.4.3c] διὸ καὶ προλαμβάνουσι τῆς ἄλλης τροφῆς τὰ δριμέα καὶ τὰ ἁλμυρά, καὶ ὅλως ὅσα μάλιστα τῶν ἁλῶν μετέσχηκε· γίγνεται γὰρ φίλτρα ταῦτα τῇ ὀρέξει πρὸς τἄλλα ὄψα, καὶ δελεασθεῖσα διὰ τούτων ἐπ’ ἐκεῖνα πρόσεισι νεαλὴς καὶ πρόθυμος· ἐὰν δ’ ἀπ’ ἐκείνων ἄρξηται, ταχέως ἀπαγορεύει. οὐ μόνον τοίνυν πρὸς τὴν τροφὴν ἀλλὰ καὶ πρὸς ποτὸν ὄψον εἰσὶν οἱ ἅλες. τὸ μὲν γὰρ Ὁμηρικὸν ἐκεῖνο κρόμυον ποτῷ ὄψον ναύταις καὶ κωπηλάταις μᾶλλον ἢ βασιλεῦσιν ἐπιτήδειον ἦν· τὰ δ’ ὑφαλμυρίζοντα μετρίως τῶν σιτίων δι’ εὐστομίαν πᾶν μὲν οἴνου γένος ἡδὺ τῇ γεύσει καὶ λεῖον ἐπάγει, πᾶν δ’ ὕδωρ προσφιλὲς παρέχεσθαι ἄλκιμον· ἀηδίας δὲ καὶ δυσχερείας, ἣν ἐμποιεῖ τὸ κρόμμυον, οὐδ’ ὀλίγον μετέσχηκεν ἀλλὰ καὶ διαφορεῖ τὴν ἄλλην τροφὴν καὶ παραδίδωσιν εὐπειθῆ καὶ μαλακωτέραν τῇ πέψει, εὔχαριν μὲν χάριν ὄψου δύναμιν δὲ φαρμάκου τῷ σώματι τῶν ἁλῶν προσφερομένων. [Quaest. conv. 4.4.3d] καὶ μὴν τὰ γ’ ἄλλα θαλάττης ὄψα πρὸς τῷ ἡδίστῳ καὶ τὸ ἀβλαβέστατον ἔχει· κρεώδη μὲν γάρ ἐστιν οὐ βαρύνει δ’ ὁμοίως, ἀλλὰ καταπέττεται καὶ διαφορεῖται ῥᾳδίως. μαρτυρήσει δ’ οὑτοσὶ Ζήνων καὶ νὴ Δία Κράτων, οἳ τοὺς ἀσθενοῦντας πρὸ τῶν ἄλλων ἁπάντων ἐπὶ τὸν ἰχθὺν ἄγουσιν ὡς κουφότατον ὄψων. καὶ λόγον ἔχει τὴν θάλατταν ὑγιεινὰ καὶ διαπεπονημένα τοῖς σώμασιν ἐκτρέφειν, εἴ γε καὶ ἡμῖν ἀέρα λεπτότητι καὶ καθαρότητι πρόσφορον ἀναδίδωσιν. [Quaest. conv. 4.4.4] ὀρθῶς ἔφη λέγεις ὁ Λαμπρίας, ἀλλ’ ἔτι τῷ λόγῳ προσφιλοσοφήσωμεν. ὁ γὰρ ἐμὸς πάππος εἰώθει λέγειν ἑκάστοτε τοὺς Ἰουδαίους ἐπισκώπτων, ὅτι τὸ δικαιότατον κρέας οὐκ ἐσθίουσιν· ἡμεῖς δὲ φήσομεν δικαιότατον ὄψον εἶναι τὸ ἐκ θαλάττης· πρὸς μὲν γὰρ ταυτὶ τὰ χερσαῖα κἂν ἄλλο μηδὲν ἡμῖν δίκαιον, ἀλλὰ τρέφεταί γε τοῖς αὐτοῖς καὶ λαμβάνει τὸν αὐτὸν ἀέρα, καὶ λουτρὰ καὶ ποτὸν αὐτοῖς ἅπερ ἡμῖν ἔστιν· καὶ σφάττοντες ἐδυσωποῦντο φωνὴν ἀφιέντα γοερὰν καὶ τὰ πλεῖστα πεποιημένοι συνήθη καὶ σύντροφα ταῖς διαίταις. τὸ δὲ τῶν ἐναλίων γένος ἔκφυλον ὅλως καὶ ἄποικον ἡμῶν, ὥσπερ ἐν ἄλλῳ τινὶ κόσμῳ γεγονότων καὶ ζώντων, οὔτ’ ὄψις οὔτε φωνή τις οὔθ’ ὑπουργία παραιτεῖται τῆς προσφορᾶς, οὐδὲν γὰρ ἄν τις ἔχοι χρήσασθαι ζῶσιν, ἃ μηδ’ ὅλως ζῇ παρ’ ἡμῖν· οὐδὲ δεῖ τινος ἐπ’ αὐτὰ στοργῆς, ἀλλ’ ὥσπερ Ἅιδης αὐτοῖς ἐστιν οὗτος ὁ παρ’ ἡμῖν τόπος· ἐλθόντα γὰρ εἰς αὐτὸν εὐθέως τέθνηκεν. [Quaest. conv. 4.5.1] Πότερον οἱ Ἰουδαῖοι σεβόμενοι τὴν ὗν ἢ δυσχεραίνοντες ἀπέχονται τῶν κρεῶν. [Quaest. conv. 4.5.1b] ἐπεὶ δὲ ταῦτ’ ἐρρήθη, βουλομένων τινῶν ἀντικατατείνειν, τὸν ἕτερον λόγον ἐκκρούων ὁ Καλλίστρατος ἔφη πῶς ὑμῖν δοκεῖ λελέχθαι τὸ πρὸς τοὺς Ἰουδαίους, ὅτι τὸ δικαιότατον κρέας οὐκ ἐσθίουσιν; ὑπερφυῶς ἔφη ὁ Πολυκράτης, ἐγὼ δὲ καὶ προσδιαπορῶ, πότερον οἱ ἄνδρες τιμῇ τινι τῶν ὑῶν ἢ μυσαττόμενοι τὸ ζῷον ἀπέχονται τῆς βρώσεως αὐτοῦ· τὰ γὰρ παρ’ ἐκείνοις λεγόμενα μύθοις ἔοικεν, εἰ μή τινας ἄρα λόγους σπουδαίους ἔχοντες οὐκ ἐκφέρουσιν. [Quaest. conv. 4.5.2] ἐγὼ μὲν τοίνυν εἶπεν ὁ Καλλίστρατος οἶμαί τινα τιμὴν τὸ ζῷον ἔχειν παρὰ τοῖς ἀνδράσιν· εἰ δὲ δύσμορφον ἡ ὗς καὶ θολερόν, ἀλλ’ οὐ κανθάρου καὶ γυπὸς καὶ κροκοδείλου καὶ αἰλούρου τὴν ὄψιν ἀτοπώτερον ἢ τὴν φύσιν ἀμουσότερον οἷς ὡς ἁγιωτάτοις ἱερεῖς Αἰγυπτίων ἄλλοις ἄλλοι προσφέρονται. τὴν δ’ ὗν ἀπὸ χρηστῆς αἰτίας τιμᾶσθαι λέγουσι· πρώτη γὰρ σχίσασα τῷ προύχοντι τῆς ὀρυχῆς, ὥς φασι, τὴν γῆν ἴχνος ἀρόσεως ἔθηκε καὶ τὸ τῆς ὕνεως ὑφηγήσατο ἔργον· ὅθεν καὶ τοὔνομα γενέσθαι τῷ ἐργαλείῳ λέγουσιν ἀπὸ τῆς ὑός. οἱ δὲ τὰ μαλθακὰ καὶ κοῖλα τῆς χώρας Αἰγύπτιοι γεωργοῦντες οὐδ’ ἀρότρου δέονται τὸ παράπαν ἀλλ’ ὅταν ὁ Νεῖλος ἀπορρέῃ καταβρέξας τὰς ἀρούρας, ἐπακολουθοῦντες τὰς ὗς κατέβαλον αἱ δὲ χρησάμεναι πάτῳ καὶ ὀρυχῇ ταχὺ τὴν γῆν ἔστρεψαν ἐκ βάθους καὶ τὸν σπόρον ἀπέκρυψαν. [Quaest. conv. 4.5.2b] οὐ δεῖ δὲ θαυμάζειν, εἰ διὰ τοῦτό τινες ὗς οὐκ ἐσθίουσιν, ἑτέρων ζῴων μείζονας ἐπ’ αἰτίαις γλίσχραις, ἐνίων δὲ καὶ πάνυ γελοίαις, τιμὰς ἐχόντων παρὰ τοῖς βαρβάροις. τὴν μὲν γὰρ μυγαλῆν ἐκτεθειάσθαι λέγουσιν ὑπ’ Αἰγυπτίων τυφλὴν οὖσαν, ὅτι τὸ σκότος τοῦ φωτὸς ἡγοῦντο πρεσβύτερον τίκτεσθαι δ’ αὐτὴν ἐκ μυῶν πέμπτῃ γενεᾷ νουμηνίας οὔσης· ἔτι δὲ μειοῦσθαι τὸ ἧπαρ ἐν τοῖς ἀφανισμοῖς τῆς σελήνης. τὸν δὲ λέοντα τῷ ἡλίῳ συνοικειοῦσιν, ὅτι τῶν γαμψωνύχων τετραπόδων βλέποντα τίκτει μόνος· κοιμᾶται δ’ ἀκαρὲς χρόνου καὶ ὑπολάμπει τὰ ὄμματα καθεύδοντος· κρῆναι δὲ κατὰ χασμάτων λεοντείων ἐξιᾶσι κρουνούς, ὅτι Νεῖλος ἐπάγει νέον ὕδωρ ταῖς Αἰγυπτίων ἀρούραις, ἡλίου τὸν λέοντα παροδεύοντος. τὴν δ’ ἶβίν φασιν ἐκκολαφθεῖσαν εὐθὺς ἕλκειν δύο δραχμάς, ὅσον ἄρτι παιδίου γεγονότος καρδίαν· ποιεῖ δὲ τῇ τῶν ποδῶν ἀποτάσει πρὸς ἀλλήλους καὶ πρὸς τὸ ῥύγχος ἰσόπλευρον τρίγωνον. [Quaest. conv. 4.5.2c] καὶ τί ἄν τις Αἰγυπτίους αἰτιῷτο τῆς τοσαύτης ἀλογίας, ὅπου καὶ τοὺς Πυθαγορικοὺς ἱστοροῦσι καὶ ἀλεκτρυόνα λευκὸν σέβεσθαι καὶ τῶν θαλαττίων μάλιστα τρίγλης καὶ ἀκαλήφης ἀπέχεσθαι, τοὺς δ’ ἀπὸ Ζωροάστρου μάγους τιμᾶν μὲν ἐν τοῖς μάλιστα τὸν χερσαῖον ἐχῖνον, ἐχθαίρειν δὲ τοὺς ἐνύδρους μῦς καὶ τὸν ἀποκτείνοντα πλείστους θεοφιλῆ καὶ μακάριον νομίζειν; οἶμαι δὲ καὶ τοὺς Ἰουδαίους, εἴπερ ἐβδελύττοντο τὴν ὗν, ἀποκτείνειν ἄν, ὥσπερ οἱ μάγοι τοὺς μῦς ἀποκτείνουσι· νῦν δ’ ὁμοίως τῷ φαγεῖν τὸ ἀνελεῖν ἀπόρρητόν ἐστιν αὐτοῖς. καὶ ἴσως ἔχει λόγον, ὡς τὸν ὄνον ἀναφήναντα πηγὴν αὐτοῖς ὕδατος τιμῶσιν, οὕτω καὶ τὴν ὗν σέβεσθαι σπόρου καὶ ἀρότου διδάσκαλον γενομένην εἰ μή, νὴ Δία, καὶ τοῦ λαγωοῦ φήσει τις ἀπέχεσθαι τοὺς ἄνδρας, ὡς μυσαρὸν καὶ ἀκάθαρτον δυσχεραίνοντας τὸ ζῷον. [Quaest. conv. 4.5.3] οὐ δῆτ’ ἔφη ὁ Λαμπρίας ὑπολαβών ἀλλὰ τοῦ μὲν λαγωοῦ φείδονται διὰ τὴν πρὸς τὸν μένον ὑπ’ αὐτῶν μυ … στα θηρίον ἐμφερέστατον. ὁ γὰρ λαγὼς μεγέθους ἔοικε καὶ πάχους ἐνδεὴς ὄνος εἶναι· καὶ γὰρ ἡ χρόα καὶ τὰ ὦτα καὶ τῶν ὀμμάτων ἡ λιπαρότης καὶ τὸ λαμυρὸν ἔοικε θαυμασίως· ὥστε μηδὲν οὕτω μηδὲ μικρὸν μεγάλῳ τὴν μορφὴν ὅμοιον γεγονέναι. εἰ μὴ νὴ Δία, καὶ πρὸς τὰς ὁμοιότητας αἰγυπτιάζοντες τὴν ὠκύτητα τοῦ ζῴου θεῖον ἡγοῦνται καὶ τὴν ἀκρίβειαν τῶν αἰσθητηρίων· ὅ τε γὰρ ὀφθαλμὸς ἄτρυτός ἐστιν αὐτῶν, ὥστε καὶ καθεύδειν ἀναπεπταμένοις τοῖς ὄμμασιν ὀξυηκοΐᾳ δὲ δοκεῖ διαφέρειν, ἣν Αἰγύπτιοι θαυμάσαντες ἐν τοῖς ἱεροῖς γράμμασιν ἀκοὴν σημαίνουσιν οὖς λαγωοῦ γράφοντες. τὸ δ’ ὕειον κρέας οἱ ἄνδρες ἀφοσιοῦσθαι δοκοῦσιν, ὅτι μάλιστα … οἱ βάρβαροι τὰς ἐπιλευκίας καὶ λέπρας δυσχεραίνουσι, καὶ τῇ προσβολῇ τὰ τοιαῦτα καταβόσκεσθαι πάθη τοὺς ἀνθρώπους οἴονται. πᾶσαν δ’ ὗν ὑπὸ τὴν γαστέρα λέπρας ἀνάπλεων καὶ ψωρικῶν ἐξανθημάτων ὁρῶμεν· ἃ δή, καχεξίας τινὸς ἐγγενομένης τῷ σώματι καὶ φθορᾶς, ἐπιτρέχειν δοκεῖ τοῖς σώμασιν. οὐ μὴν ἀλλὰ καὶ τὸ θολερὸν περὶ τὴν δίαιταν τοῦ θρέμματος ἔχει τινὰ πονηρίαν οὐδὲν γὰρ ἄλλο βορβόρῳ χαῖρον οὕτω καὶ τόποις ῥυπαροῖς καὶ ἀκαθάρτοις ὁρῶμεν, ἔξω λόγου τιθέμενοι τὰ τὴν γένεσιν καὶ τὴν φύσιν ἐν αὐτοῖς ἔχοντα τούτοις. λέγουσι δὲ καὶ τὰ ὄμματα τῶν ὑῶν οὕτως ἐγκεκλάσθαι καὶ κατεσπάσθαι ταῖς ὄψεσιν, ὥστε μηδενὸς ἀντιλαμβάνεσθαι μηδέποτε τῶν ἄνω μηδὲ προσορᾶν τὸν οὐρανόν, ἂν μὴ φερομένων ὑπτίων ἀναστροφήν τινα παρὰ φύσιν αἱ κόραι λάβωσι· διὸ καὶ μάλιστα κραυγῇ χρώμενον τὸ ζῷον ἡσυχάζειν, ὅταν οὕτω φέρηται, καὶ σιωπᾶν κατατεθαμβημένον ἀηθίᾳ τὰ οὐράνια καὶ κρείττονι, φόβῳ τοῦ βοᾶν συνεχόμενον. εἰ δὲ δεῖ καὶ τὰ μυθικὰ προσλαβεῖν, λέγεται μὲν ὁ Ἄδωνις ὑπὸ τοῦ συὸς διαφθαρῆναι· τὸν δ’ Ἄδωνιν οὐχ ἕτερον ἀλλὰ Διόνυσον εἶναι νομίζουσι, καὶ πολλὰ τῶν τελουμένων ἑκατέρῳ περὶ τὰς ἑορτὰς βεβαιοῖ τὸν λόγον. οἱ δὲ παιδικὰ τοῦ Διονύσου γεγονέναι· καὶ Φανοκλῆς, ἐρωτικὸς ἀνήρ, ὧδέ που πεποίηκεν [Quaest. conv. 4.5.3b] εἰδὼς θεῖον Ἄδωνιν ὀρειφοίτης Διόνυσος ἥρπασεν, ἠγαθέην Κύπρον ἐποιχόμενος. [Quaest. conv. 4.6.1] Τίς ὁ παρ’ Ἰουδαίοις θεός. [Quaest. conv. 4.6.1b] θαυμάσας δὲ τὸ ἑπιρρηθὲν ὁ Σύμμαχος ἆρ’ ἔφη σὺ τὸν πατριώτην θεόν, ὦ Λαμπρία εὔιον, ὀρσιγύναικα, μαινομέναις ἀνθέοντα τιμαῖσι Διόνυσον ἐγγράφεις καὶ ὑποποιεῖς τοῖς Ἑβραίων ἀπορρήτοις; ἢ τῷ ὄντι λόγος ἔστι τις ὁ τοῦτον ἐκείνῳ τὸν αὐτὸν ἀποφαίνων; ὁ δὲ Μοιραγένης ὑπολαβών ἔα τοῦτον εἶπεν· ἐγὼ γὰρ Ἀθηναῖος ὢν ἀποκρίνομαί σοι καὶ λέγω μηδέν’ ἄλλον εἶναι· καὶ τὰ μὲν πολλὰ τῶν εἰς τοῦτο τεκμηρίων μόνοις ἐστὶ ῥητὰ καὶ διδακτὰ τοῖς μυουμένοις παρ’ ἡμῖν εἰς τὴν τριετηρικὴν παντέλειαν· ἃ δὲ λόγῳ διελθεῖν οὐ κεκώλυται πρὸς φίλους ἄνδρας, ἄλλως τε καὶ παρ’ οἶνον ἐπὶ τοῖς τοῦ θεοῦ δώροις, ἂν οὗτοι κελεύωσι, λέγειν ἕτοιμος. [Quaest. conv. 4.6.2] πάντων οὖν κελευόντων καὶ δεομένων πρῶτον μέν ἔφη τῆς μεγίστης καὶ τελειοτάτης ἑορτῆς παρ’ αὐτοῖς ὁ καιρός ἐστι καὶ ὁ τρόπος Διονύσῳ προσήκων. τὴν γὰρ λεγομένην νηστείαν ἄγοντες ἀκμάζοντι τρυγητῷ τραπέζας τε προτίθενται παντοδαπῆς ὀπώρας ὑπὸ σκηναῖς καὶ καλιάσιν ἐκ κλημάτων μάλιστα καὶ κιττοῦ διαπεπλεγμέναις· καὶ τὴν προτέραν τῆς ἑορτῆς σκηνὴν ὀνομάζουσιν. ὀλίγαις δ’ ὕστερον ἡμέραις ἄλλην ἑορτήν, οὐκ ἂν δι’ αἰνιγμάτων ἀλλ’ ἄντικρυς Βάκχου καλουμένην, τελοῦσιν. ἔστι δὲ καὶ κραδηφορία τις ἑορτὴ καὶ θυρσοφορία παρ’ αὐτοῖς, ἐν θύρσους ἔχοντες εἰς τὸ ἱερὸν εἰσίασιν. εἰσελθόντες δέ, ὅ τι δρῶσιν, οὐκ ἴσμεν· εἰκὸς δὲ βακχείαν εἶναι τὰ ποιούμενα· καὶ γὰρ σάλπιγξι μικραῖς, ὥσπερ Ἀργεῖοι τοῖς Διονυσίοις, ἀνακαλούμενοι τὸν θεὸν χρῶνται· [Quaest. conv. 4.6.2b] καὶ κιθαρίζοντες ἕτεροι προΐασιν, οὓς αὐτοὶ Λευίτας προσονομάζουσιν, εἴτε παρὰ τὸν Λύσιον εἴτε μᾶλλον παρὰ τὸν Εὔιον τῆς ἐπικλήσεως γεγενημένης. οἶμαι δὲ καὶ τὴν τῶν σαββάτων ἑορτὴν μὴ παντάπασιν ἀπροσδιόνυσον εἶναι. Σάβους γὰρ καὶ νῦν ἔτι πολλοὶ τοὺς Βάκχους καλοῦσι καὶ ταύτην ἀφιᾶσι τὴν φωνὴν ὅταν ὀργιάζωσι τῷ θεῷ· βεβαίωσιν δ’ ἔστι δήπου καὶ παρὰ Δημοσθένους λαβεῖν καὶ παρὰ Μενάνδρου. καὶ οὐκ ἀπὸ τρόπου τις ἂν φαίη τοὔνομα πεποιῆσθαι πρός τινα σόβησιν, ἣ κατέχει τοὺς βακχεύοντας. αὐτοὶ δὲ τῷ λόγῳ μαρτυροῦσιν, ὅταν σάββατον τιμῶσι, μάλιστα μὲν πίνειν καὶ οἰνοῦσθαι παρακαλοῦντες ἀλλήλους· ὅταν δὲ κωλύῃ τι μεῖζον, ἀπογεύεσθαί γε πάντως ἀκράτου νομίζοντες. καὶ ταῦτα μὲν εἰκότα φαίη τις ἂν εἶναι· [Quaest. conv. 4.6.2c] κατὰ κράτος δὲ τοὺς ἐναντίους πρῶτον μὲν ὁ ἀρχιερεὺς ἐλέγχει, μιτρηφόρος τε προϊὼν ἐν ταῖς ἑορταῖς καὶ νεβρίδα χρυσόπαστον ἐνημμένος, χιτῶνα δὲ ποδήρη φορῶν καὶ κοθόρνους· κώδωνες δὲ πολλοὶ κατακρέμανται τῆς ἐσθῆτος, ὑποκομποῦντες ἐν τῷ βαδίζειν, ὡς καὶ παρ’ ἡμῖν· ψόφοις δὲ χρῶνται περὶ τὰ νυκτέλια, καὶ χαλκοκρότους τὰς τοῦ θεοῦ τιθήνας προσαγορεύουσι· καὶ ὁ δεικνύμενος ἐν τοῖς ἐναντίοις τοῦ νεὼ θύρσος ἐντετυπωμένος καὶ τύμπανα· ταῦτα γὰρ οὐδενὶ δήπουθεν ἄλλῳ θεῶν ἢ Διονύσῳ προσήκει. ἔτι τοίνυν μέλι μὲν οὐ προσφέρουσι ταῖς ἱερουργίαις, ὅτι δοκεῖ φθείρειν τὸν οἶνον κεραννύμενον, καὶ τοῦτ’ ἦν σπονδὴ καὶ μέθυ, πρὶν ἄμπελον φανῆναι. [Quaest. conv. 4.6.2d] καὶ μέχρι νῦν τῶν τε βαρβάρων οἱ μὴ ποιοῦντες οἶνον μελίτειον πίνουσιν, ὑποφαρμάσσοντες τὴν γλυκύτητα οἰνώδεσι ῥίζαις καὶ αὐστηραῖς Ἕλληνές τε νηφάλια ταὐτὰ καὶ μελίσπονδα θύουσιν, ὡς ἀντίθετον φύσιν μάλιστα τοῦ μέλιτος πρὸς τὸν οἶνον ἔχοντος, ὅτι δὲ τοῦτο νομίζουσι, κἀκεῖνο σημεῖον οὐ μικρόν ἐστι, τὸ πολλῶν τιμωριῶν οὐσῶν παρ’ αὐτοῖς μίαν εἶναι μάλιστα διαβεβλημένην, τὴν οἴνου τοὺς κολαζομένους ἀπείργουσαν, ὅσον ἂν τάξῃ χρόνον ὁ κύριος τῆς κολάσεως· τοὺς δ’ οὕτω κολα … [Quaest. conv. 4.6.2e] λείπει τὰ λοιπὰ τοῦ τετάρτου. [Quaest. conv. 4.7] Διὰ τί τὰς ὁμωνύμους τοῖς πλάνησιν ἡμέρας οὐ κατὰ τὴν ἐκείνων τάξιν ἀλλ’ ἐνηλλαγμένως ἀριθμοῦσιν· ἐν ᾧ καὶ περὶ ἡλίου τάξεως. … [Quaest. conv. 4.8] Διὰ τί τῶν δακτύλων μάλιστα τῷ παραμέσῳ σφραγῖδας φοροῦσιν. … [Quaest. conv. 4.9] Εἰ δεῖ θεῶν εἰκόνας ἐν ταῖς σφραγῖσιν ἢ σοφῶν ἀνδρῶν φορεῖν. … [Quaest. conv. 4.10] Διὰ τί τὸ μέσον τῆς θρίδακος αἱ γυναῖκες οὐ τρώγουσιν. … ## Βιβλίον Ε [Quaest. conv. 5.0.1] περὶ τῶν τῆς ψυχῆς καὶ σώματος ἡδονῶν, ὦ Σόσσιε Σενεκίων, ἣν σὺ νῦν ἔχεις γνώμην, ἐμοὶ γοῦν ἄδηλόν ἐστιν, [Quaest. conv. 5.0.1b] ἐπειὴ μάλα πολλὰ μεταξὺ οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα· [Quaest. conv. 5.0.1c] πάλαι γε μὴν ἐδόκεις μὴ πάνυ τι συμφέρεσθαι μηδ’ ἐπαινεῖν τοὺς οὐδὲν ἴδιον τῇ ψυχῇ τερπνὸν οὐδὲ χαρτὸν οὐδ’ αἱρετὸν ὅλως ἀλλ’ ἀτεχνῶς τῷ σώματι παραζῶσαν αὐτὴν οἰομένους τοῖς ἐκείνου συνεπιμειδιᾶν πάθεσι καὶ πάλιν αὖ συνεπισκυθρωπάζειν, ὥσπερ ἐκμαγεῖον ἢ κάτοπτρον εἰκόνας καὶ εἴδωλα τῶν ἐν σαρκὶ γιγνομένων αἰσθήσεων ἀναδεχομένην. ἄλλοις τε γὰρ πολλοῖς ἁλίσκεται ψεύδους τὸ ἀφιλόκαλον τοῦ δόγματος, ἔν τε τοῖς πότοις οἱ ἀστεῖοι καὶ χαρίεντες εὐθὺς μετὰ τὸ δεῖπνον ἐπὶ τοὺς λόγους ὥσπερ δευτέρας τραπέζας φερόμενοι καὶ διὰ λόγων εὐφραίνοντες ἀλλήλους, ὧν σώματι μέτεστιν οὐδὲν ἢ βραχὺ παντάπασιν, ἴδιόν τι τοῦτο τῇ ψυχῇ ταμιεῖον εὐπαθειῶν ἀποκεῖσθαι μαρτυροῦσι, καὶ ταύτας ἡδονὰς μόνας εἶναι τῆς ψυχῆς, ἐκείνας δ’ ἀλλοτρίας, προσαναχρωννυμένας τῷ σώματι. ὥσπερ οὖν αἱ τὰ βρέφη ψωμίζουσαι τροφοὶ μικρὰ μετέχουσι τῆς ἡδονῆς ὅταν δ’ ἐκεῖνα κορέσωσι καὶ κοιμίσωσι παυσάμενα κλαυθμυρισμῶν, τηνικαῦτα καθ’ ἑαυτὰς γιγνόμεναι τὰ πρόσφορα σιτία καὶ ποτὰ λαμβάνουσι καὶ ἀπολαύουσιν· οὕτως ἡ ψυχὴ τῶν περὶ πόσιν καὶ βρῶσιν ἡδονῶν μετέχει, ταῖς τοῦ σώματος ὀρέξεσι δίκην τίτθης ὑπηρετοῦσα καὶ χαριζομένη δεομένῳ καὶ πραΰνουσα τὰς ἐπιθυμίας ὅταν δ’ ἐκεῖνο μετρίως ἔχῃ καὶ ἡσυχάσῃ, πραγμάτων ἀπαλλαγεῖσα καὶ λατρείας ἤδη τὸ λοιπὸν ἐπὶ τὰς αὑτῆς ἡδονὰς τρέπεται, λόγοις εὐωχουμένη καὶ μαθήμασι καὶ ἱστορίαις καὶ τῷ ζητεῖν τι ἀκούειν τῶν περιττῶν. καί τί ἄν τις λέγοι περὶ τούτων, ὁρῶν ὅτι καὶ οἱ φορτικοὶ καὶ ἀφιλόλογοι μετὰ τὸ δεῖπνον ἐφ’ ἡδονὰς ἑτέρας τοῦ σώματος ἀπωτάτω τὴν διάνοιαν ἀπαίρουσιν, αἰνίγματα καὶ γρίφους καὶ θέσεις ὀνομάτων ἐν ἀριθμοῖς ὑποσύμβολα προβάλλοντες; ἐκ τούτου δὲ καὶ μίμοις καὶ ἠθολόγοις καὶ Μενάνδρῳ καὶ τοῖς Μενάνδρῳ ὑποκρινομένοις τὰ συμπόσια χώραν ἔδωκεν, οὐδεμίαν ἀλγηδόνα τοῦ σώματος ὑπεξαιρουμένοις οὐδὲ ποιοῦσι λείαν ἐν σαρκὶ καὶ προσηνῆ κίνησιν, ἀλλ’ ὅτι τὸ φύσει φιλοθέαμον ἐν ἑκάστῳ καὶ φιλόσοφον τῆς ψυχῆς ἰδίαν χάριν ζητεῖ καὶ τέρψιν, ὅταν τῆς περὶ τὸ σῶμα θεραπείας καὶ ἀσχολίας ἀπαλλαγῶμεν. [Quaest. conv. 5.1.1] Διὰ τί τῶν μιμουμένων τοὺς ὀργιζομένους καὶ λυπουμένους ἡδέως ἀκούομεν, αὐτῶν δὲ τῶν ἐν τοῖς πάθεσιν ὄντων ἀηδῶς. [Quaest. conv. 5.1.1b] περὶ ὧν ἐγένοντο λόγοι καὶ σοῦ παρόντος ἐν Ἀθήναις ἡμῖν, ὅτε Στράτων ὁ κωμῳδὸς εὐημέρησεν ἦν γὰρ αὐτοῦ πολὺς λόγος, ἑστιωμένων ἡμῶν παρὰ Βοήθῳ τῷ Ἐπικουρείῳ συνεδείπνουν δ’ οὐκ ὀλίγοι τῶν ἀπὸ τῆς αἱρέσεως. εἶθ’ οἱονεὶ φιλολόγοις περιέστησεν ἡ τῆς κωμῳδίας μνήμη τὸν λόγον εἰς ζήτησιν αἰτίας, δι’ ἣν ὀργιζομένων ἢ λυπουμένων ἢ δεδιότων φωνὰς ἀκούοντες ἀχθόμεθα. καὶ δυσκολαίνομεν, οἱ δ’ ὑποκρινόμενοι ταῦτα τὰ πάθη καὶ μιμούμενοι τὰς φωνὰς αὐτῶν καὶ τὰς διαθέσεις εὐφραίνουσιν ἡμᾶς. ἐκείνων μὲν οὖν ἁπάντων σχεδὸν εἷς ἦν λόγος· ἔφασαν γάρ, ἐπειδὴ κρείττων ὁ μιμούμενός ἐστι τοῦ πάσχοντος ἀληθῶς καὶ τῷ μὴ πεπονθέναι διαφέρει, συνιέντας ἡμᾶς τούτου τέρπεσθαι καὶ χαίρειν. [Quaest. conv. 5.1.2] ἐγὼ δέ, καίπερ ἐν ἀλλοτρίῳ χορῷ πόδα τιθείς, εἶπον ὅτι φύσει λογικοὶ καὶ φιλότεχνοι γεγονότες πρὸς τὸ λογικῶς καὶ τεχνικῶς πραττόμενον οἰκείως διακείμεθα καὶ θαυμάζομεν, ἂν ἐπιτυγχάνηται. καθάπερ γὰρ ἡ μέλιττα τῷ φιλόγλυκυς εἶναι πᾶσαν ὕλην, ᾗ τι μελιτῶδες ἐγκέκραται, περιέπει καὶ διώκει· οὕτως ὁ ἄνθρωπος, γεγονὼς φιλότεχνος καὶ φιλόκαλος, πᾶν ἀποτέλεσμα καὶ πρᾶγμα νοῦ καὶ λόγου μετέχον ἀσπάζεσθαι καὶ ἀγαπᾶν πέφυκεν. εἰ γοῦν παιδίῳ μικρῷ προθείη τις ὁμοῦ μικρὸν μὲν ἄρτον, ὁμοῦ δὲ πεπλασμένον ἐκ τῶν αὐτῶν ἀλεύρων κυνίδιον ἢ βοΐδιον, ἐπὶ τοῦτ’ ἂν ἴδοις φερόμενον καὶ ὁμοίως εἴ τις ἀργύριον ἄσημον, ἕτερος δὲ ζῴδιον ἀργυροῦν ἢ ἔκπωμα παρασταίη διδούς, τοῦτ’ ἂν λάβοι μᾶλλον, ᾧ τὸ τεχνικὸν καὶ λογικὸν ἐνορᾷ καταμεμιγμένον. ὅθεν καὶ τῶν λόγων τοῖς ᾐνιγμένοις χαίρουσι μᾶλλον οἱ τηλικοῦτοι καὶ τῶν παιδιῶν ταῖς περιπλοκήν τινα καὶ δυσκολίαν ἐχούσαις ἕλκει γὰρ ὡς οἰκεῖον ἀδιδάκτως τὴν φύσιν τὸ γλαφυρὸν καὶ πανοῦργον. [Quaest. conv. 5.1.2b] ἐπεὶ τοίνυν ὁ μὲν ἀληθῶς ὀργιζόμενος ἢ λυπούμενος ἔν τισι κοινοῖς πάθεσι καὶ κινήμασιν ὁρᾶται, τῇ δὲ μιμήσει πανουργία τις ἐμφαίνεται καὶ πιθανότης ἄνπερ ἐπιτυγχάνηται, τούτοις μὲν ἥδεσθαι πεφύκαμεν ἐκείνοις δ’ ἀχθόμεθα. καὶ γὰρ ἐπὶ τῶν θεαμάτων ὅμοια πεπόνθαμεν ἀνθρώπους μὲν γὰρ ἀποθνήσκοντας. καὶ νοσοῦντας ἀνιαρῶς ὁρῶμεν· τὸν δὲ γεγραμμένον Φιλοκτήτην καὶ τὴν πεπλασμένην Ἰοκάστην, ἧς φασιν εἰς τὸ πρόσωπον ἀργύρου τι συμμῖξαι τὸν τεχνίτην, ὅπως ἐκλείποντος ἀνθρώπου καὶ μαραινομένου λάβῃ περιφάνειαν ὁ χαλκός, ἡδόμεθα καὶ θαυμάζομεν. τοῦτο δ’ εἶπον ἄνδρες Ἐπικούρειοι, καὶ τεκμήριόν ἐστι μέγα τοῖς Κυρηναϊκοῖς πρὸς ὑμᾶς τοῦ μὴ περὶ τὴν ὄψιν εἶναι μηδὲ περὶ τὴν ἀκοὴν ἀλλὰ περὶ τὴν διάνοιαν ἡμῶν τὸ ἡδόμενον ἐπὶ τοῖς ἀκούσμασι καὶ θεάμασιν. ἀλεκτορὶς γὰρ βοῶσα συνεχῶς καὶ κορώνη λυπηρὸν ἄκουσμα καὶ ἀηδές ἐστιν, ὁ δὲ μιμούμενος ἀλεκτορίδα βοῶσαν καὶ κορώνην εὐφραίνει. [Quaest. conv. 5.1.2c] καὶ φθισικοὺς μὲν ὁρῶντες δυσχεραίνομεν, ἀνδριάντας δὲ καὶ γραφὰς φθισικῶν ἡδέως θεώμεθα τῷ τὴν διάνοιαν ὑπὸ τῶν μιμημάτων ἄγεσθαι κατὰ τὸ οἰκεῖον. ἐπεὶ τί πάσχοντες ἢ τίνος ἔξωθεν γενομένου πάθους τὴν ὗν τὴν Παρμένοντος οὕτως ἐθαύμασαν, ὥστε παροιμιώδη γενέσθαι; καίτοι φασὶ τοῦ Παρμένοντος εὐδοκιμοῦντος ἐπὶ τῇ μιμήσει, ζηλοῦντας ἑτέρους ἀντεπιδείκνυσθαι· προκατειλημμένων δὲ τῶν ἀνθρώπων καὶ λεγόντων εὖ μὲν ἀλλ’ οὐδὲν πρὸς τὴν Παρμένοντος ὗν, ἕνα λαβόντα δελφάκιον ὑπὸ μάλης, προελθεῖν· ἐπεὶ δὲ καὶ τῆς ἀληθινῆς φωνῆς ἀκούοντες ὑπεφθέγγοντο τί οὖν αὕτη πρὸς τὴν Παρμένοντος ὗν; ἀφεῖναι τὸ δελφάκιον εἰς τὸ μέσον, ἐξελέγχοντα τῆς κρίσεως τὸ πρὸς δόξαν οὐ πρὸς ἀλήθειαν. ᾧ μάλιστα δῆλόν ἐστιν, ὅτι ταὐτὸ τῆς αἰσθήσεως πάθος οὐχ ὁμοίως διατίθησι τὴν ψυχήν, ὅταν μὴ προσῇ δόξα τοῦ λογικῶς ἢ φιλοτίμως περαίνεσθαι τὸ γενόμενον. [Quaest. conv. 5.2.1] Ὅτι παλαιὸν ἦν ἀγώνισμα τὸ τῆς ποιητικῆς. [Quaest. conv. 5.2.1b] ἐν Πυθίοις ἐγίγνοντο λόγοι περὶ τῶν ἐπιθέτων ἀγωνισμάτων, ὡς ἀναιρετέα. παραδεξάμενοι γὰρ ἐπὶ τρισὶ τοῖς καθεστῶσιν ἐξ ἀρχῆς, αὐλητῇ Πυθικῷ καὶ κιθαριστῇ καὶ κιθαρῳδῷ, τὸν τραγῳδόν, ὥσπερ πύλης ἀνοιχθείσης οὐκ ἀντέσχον ἀθρόοις συνεπιτιθεμένοις καὶ συνεισιοῦσι παντοδαποῖς ἀκροάμασιν ὑφ’ ὧν ποικιλίαν μὲν ἔσχεν οὐκ ἀηδῆ καὶ πανηγυρισμὸν ὁ ἀγών, τὸ δ’ αὐστηρὸν καὶ μουσικὸν οὐ διεφύλαξεν, ἀλλὰ καὶ πράγματα τοῖς κρίνουσι παρέσχε καὶ πολλὰς ὡς εἰκὸς ἡττωμένων πολλῶν ἀπεχθείας. οὐχ ἥκιστα δὲ τὸ τῶν λογογράφων καὶ ποιητῶν ἔθνος ᾤοντο δεῖν ἀποσκευάσασθαι τοῦ ἀγῶνος, οὐχ ὑπὸ μισολογίας, ἀλλὰ πολὺ πάντων τῶν ἀγωνιστῶν γνωριμωτάτους ὄντας ἐδυσωποῦντο τούτους καὶ ἤχθοντο, πάντας ἡγούμενοι χαρίεντας, οὐ πάντων δὲ νικᾶν δυναμένων. [Quaest. conv. 5.2.1c] ἡμεῖς οὖν ἐν τῷ συνεδρίῳ παρεμυθούμεθα τοὺς τὰ καθεστῶτα κινεῖν βουλομένους καὶ τῷ ἀγῶνι καθάπερ ὀργάνῳ πολυχορδίαν καὶ πολυφωνίαν ἐπικαλοῦντας. καὶ παρὰ τὸ δεῖπνον, ἐστιῶντος ἡμᾶς Πετραίου τοῦ ἀγωνοθέτου, πάλιν ὁμοίων λόγων προσπεσόντων, ἠμύνομεν τῇ μουσικῇ· τήν τε ποιητικὴν ἀπεφαίνομεν οὐκ ὄψιμον οὐδὲ νεαρὰν ἐπὶ τοὺς ἱεροὺς ἀγῶνας ἀφιγμένην, ἀλλὰ πρόπαλαι στεφάνων ἐπινικίων τυγχάνουσαν. ἐνίοις μὲν οὖν ἐπίδοξος ἤμην ἕωλα παραθήσειν πράγματα, τὰς Οἰολύκου τοῦ Θετταλοῦ ταφὰς καὶ τὰς Ἀμφιδάμαντος τοῦ Χαλκιδέως ἐν αἷς Ὅμηρον καὶ Ἡσίοδον ἱστοροῦσιν ἔπεσι διαγωνίσασθαι. καταβαλὼν δὲ ταῦτα τῷ διατεθρυλῆσθαι πάνθ’ ὑπὸ τῶν γραμματικῶν, καὶ τοὺς ἐπὶ ταῖς Πατρόκλου ταφαῖς ἀναγιγνωσκομένους ὑπό τινων οὐχ ἥμονας ἀλλὰ ῥήμονας, ὡς δὴ καὶ λόγων ἆθλα τοῦ Ἀχιλλέως προθέντος, ἀφείς, εἶπον ὅτι καὶ Πελίαν θάπτων Ἄκαστος ὁ υἱὸς ἀγῶνα ποιήματος παράσχοι καὶ Σίβυλλα νικήσειεν. [Quaest. conv. 5.2.1d] ἐπιφυομένων δὲ πολλῶν καὶ τὸν βεβαιωτὴν ὡς ἀπίστου καὶ παραλόγου τῆς ἱστορίας ἀπαιτούντων, ἐπιτυχῶς ἀναμνησθεὶς ἀπέφαινον Ἀκέσανδρον ἐν τῷ περὶ Λιβύης ταῦθ’ ἱστοροῦντα. καὶ τοῦτο μέν ἔφην τὸ ἀνάγνωσμα τῶν οὐκ ἐν μέσῳ ἐστί· τοῖς δὲ Πολέμωνος τοῦ Ἀθηναίου περὶ τῶν ἐν Δελφοῖς θησαυρῶν οἶμαι ὅτι πολλοῖς ὑμῶν ἐντυγχάνειν ἐπιμελές ἐστι, καὶ χρή, πολυμαθοῦς καὶ οὐ νυστάζοντος ἐν τοῖς Ἑλληνικοῖς πράγμασιν ἀνδρός· ἐκεῖ τοίνυν εὑρήσετε γεγραμμένον, ὡς ἐν τῷ Σικυωνίῳ θησαυρῷ χρυσοῦν ἀνέκειτο βιβλίον Ἀριστομάχης ἀνάθημα τῆς Ἐρυθραίας ἐπικῷ ποιήματι δὶς Ἴσθμια νενικηκυίας. οὐ μὴν οὐδὲ τὴν Ὀλυμπίαν ἔφην ἄξιόν ἐστιν ὥσπερ εἱμαρμένην ἀμετάστατον καὶ, ἀμετάθετον ἐν τοῖς ἀθλήμασιν ἐκπεπλῆχθαι. τὰ μὲν γὰρ Πύθια τῶν μουσικῶν ἔσχε τρεῖς ἢ τέτταρας ἐπεισοδίους ἀγῶνας, ὁ δὲ γυμνικὸς ἀπ’ ἀρχῆς ὡς ἐπὶ τὸ πλεῖστον οὕτω κατέστη, τοῖς δ’ Ὀλυμπίοις πάντα προσθήκη πλὴν τοῦ δρόμου γέγονε· [Quaest. conv. 5.2.1e] πολλὰ δὲ καὶ θέντες ἔπειτ’ ἀνεῖλον, ὥσπερ τὸν τῆς κάλπης ἀγῶνα καὶ τὸν τῆς ἀπήνης· ἀνῃρέθη δὲ καὶ παισὶ πεντάθλοις στέφανος τεθείς· καὶ ὅλως πολλὰ περὶ τὴν πανήγυριν νενεωτέρισται. δέδια δ’ εἰπεῖν ὅτι πάλαι καὶ μονομαχίας ἀγὼν περὶ Πῖσαν ἤγετο μέχρι φόνου καὶ σφαγῆς τῶν ἡττωμένων καὶ ὑποπιπτόντων, μή με πάλιν ἀπαιτῆτε τῆς ἱστορίας βεβαιωτήν, κἂν διαφύγῃ τὴν μνήμην ἐν οἴνῳ τοὔνομα, καταγέλαστος γένωμαι. [Quaest. conv. 5.3.1] Τίς αἰτία δι’ ἣν ἡ πίτυς ἱερὰ Ποσειδῶνος ἐνομίσθη καὶ Διονύσου· καὶ ὅτι τὸ πρῶτον ἐστεφάνουν τῇ πίτυι τοὺς Ἴσθμια νικῶντας, ἔπειτα σελίνῳ, νυνὶ δὲ πάλιν τῇ πίτυι. [Quaest. conv. 5.3.2] ἡ πίτυς ἐζητεῖτο καθ’ ὃν λόγον ἐν Ἰσθμίοις στέμμα γέγονε· καὶ γὰρ ἦν τὸ δεῖπνον ἐν Κορίνθῳ, Ἰσθμίων ἀγομένων ἑστιῶντος ἡμᾶς Λουκανίου τοῦ ἀρχιερέως. Πραξιτέλης μὲν οὖν ὁ περιηγητὴς τὸ μυθῶδες ἐπῆρεν, ὡς· λεγόμενον εὑρεθῆναι τὸ σῶμα τοῦ Μελικέρτου πίτυι προσβεβρασμένον ὑπὸ τῆς θαλάττης καὶ γὰρ οὐ πρόσω Μεγάρων εἶναι τόπον, ὃς καλῆς δρόμος ἐπονομάζεται, δι’ οὗ φάναι Μεγαρεῖς τὴν Ἰνὼ τὸ παιδίον ἔχουσαν δραμεῖν ἐπὶ τὴν θάλασσαν. κοινῶς δ’ ὑπὸ πολλῶν λεγόμενον ὡς ἴδιόν ἐστι στέμμα Ποσειδῶνος ἡ πίτυς, Λουκανίου δὲ προστιθέντος ὅτι καὶ τῷ Διονύσῳ καθωσιωμένον τὸ φυτὸν οὐκ ἀπὸ τρόπου ταῖς περὶ τὸν Μελικέρτην συνῳκείωται τιμαῖς, αὐτὸ τοῦτο ζήτησιν παρεῖχεν, ᾧτινι λόγῳ Ποσειδῶνι καὶ Διονύσῳ τὴν πίτυν οἱ παλαιοὶ καθωσίωσαν. ἐδόκει δ’ ἡμῖν μηδὲν εἶναι παράλογον· ἀμφότεροι γὰρ οἱ θεοὶ τῆς ὑγρᾶς καὶ γονίμου κύριοι δοκοῦσιν ἀρχῆς εἶναι· καὶ Ποσειδῶνί γε Φυταλμίῳ Διονύσῳ δὲ Δενδρίτῃ πάντες ὡς ἔπος εἰπεῖν Ἕλληνες θύουσιν. οὐ μὴν ἀλλὰ κατ’ ἰδίαν τῷ Ποσειδῶνι φαίη τις ἂν τὴν πίτυν προσήκειν, οὐχ ὡς Ἀπολλόδωρος οἴεται παράλιον φυτὸν οὖσαν οὐδ’ ὅτι φιλήνεμός ἐστιν ὥσπερ ἡ θάλασσα καὶ γὰρ τοῦτό τινες λέγουσιν, ἀλλὰ διὰ τὰς ναυπηγίας μάλιστα, καὶ γὰρ αὐτὴ καὶ τὰ ἀδελφὰ δένδρα, πεῦκαι καὶ στρόβιλοι, τῶν τε ξύλων παρέχει τὰ πλοϊμώτατα, πίττης τε καὶ ῥητίνης ἀλοιφήν, ἧς ἄνευ τῶν συμπαγέντων ὄφελος οὐδὲν ἐν τῇ θαλάττῃ. τῷ δὲ Διονύσῳ τὴν πίτυν ἀνιέρωσαν, ὡς ἐφηδύνουσαν τὸν οἶνον· τὰ γὰρ πιτυώδη χωρία λέγουσιν ἡδύοινον τὴν ἄμπελον φέρειν. καὶ τὴν θερμότητα τῆς γῆς Θεόφραστος αἰτιᾶται· καθόλου γὰρ ἐν ἀργιλώδεσι τόποις φύεσθαι τὴν πίτυν· εἶναι δὲ τὴν ἄργιλον θερμήν, διὸ καὶ συνεκπέττειν τὸν οἶνον, ὥσπερ καὶ τὸ ὕδωρ ἐλαφρότατον καὶ ἥδιστον ἡ ἄργιλος ἀναδίδωσιν. ἔτι δὲ καὶ καταμιγνυμένη πρὸς σῖτον ἐπίμετρον ποιεῖ δαψιλές, ἁδρύνουσα καὶ διογκοῦσα τῇ θερμότητι τὸν πυρόν. οὐ μὴν ἀλλὰ καὶ τῆς πίτυος αὐτῆς εἰκὸς ἀπολαύειν τὴν ἄμπελον, ἐχούσης ἐπιτηδειότητα πολλὴν πρὸς σωτηρίαν οἴνου καὶ διαμονήν· τῇ τε γὰρ πίττῃ πάντες ἐξαλείφουσι τὰ ἀγγεῖα, καὶ τῆς ῥητίνης ὑπομιγνύουσι πολλοὶ τῷ οἴνῳ καθάπερ Εὐβοεῖς τῶν Ἑλλαδικῶν καὶ τῶν Ἰταλικῶν οἱ περὶ τὸν Πάδον οἰκοῦντες· ἐκ δὲ τῆς περὶ Βίενναν Γαλατίας ὁ πισσίτης οἶνος κατακομίζεται, διαφερόντως; τιμώμενος ὑπὸ Ῥωμαίων, οὐ γὰρ μόνον εὐωδίαν τινὰ τὰ τοιαῦτα προσδίδωσιν, ἀλλὰ καὶ τὸν οἶνον εὔποτον παρίστησι ταχέως ἐξαιροῦντα τῇ θερμότητι τοῦ οἴνου τὸ νεαρὸν καὶ ὑδατῶδες. ὡς δὲ ταῦτ’ ἐρρήθη, τῶν ῥητόρων ὁ μάλιστα δοκῶν ἀναγνώσμασιν ἐντυγχάνειν ἐλευθερίοις ὦ πρὸς θεῶν εἶπεν, οὐ γὰρ ἐχθὲς ἡ πίτυς ἐνταῦθα καὶ πρῴην στέμμα γέγονε τῶν Ἰσθμίων, πρότερον δὲ τοῖς σελίνοις ἐστέφοντο; καὶ τοῦτ’ ἔστι μὲν ἐν τῇ κωμῳδίᾳ φιλαργύρου τινὸς ἀκοῦσαι λέγοντος [Quaest. conv. 5.3.2b] τὰ δ’ Ἴσθμι’ ἀποδοίμην ἂν ἡδέως ὅσου ὁ τῶν σελίνων στέφανός ἐστιν ὤνιος. [Quaest. conv. 5.3.2c] ἱστορεῖ δὲ καὶ Τίμαιος ὁ συγγραφεύς, ὅτι Κορίνθιοι ὁπηνίκα μαχούμενοι πρὸς Καρχηδονίους ἐβάδιζον ὑπὲρ τῆς Σικελίας, ἐνέβαλόν τινες οὐ σέλινα κομίζοντες· οἰωνισαμένων δὲ τῶν πολλῶν τὸ σύμβολον ὡς οὐ χρηστόν, ὅτι δοκεῖ τὸ σέλινον ἐπικήδειον εἶναι, καὶ τοὺς ἐπισφαλῶς νοσοῦντας δεῖσθαι τοῦ σελίνου φαμένων, ὁ Τιμολέων ἐθάρρυνεν αὐτοὺς καὶ ἀνεμίμνησκε τῶν Ἰσθμοῖ σελίνων, οἷς ἀναστέφουσι Κορίνθιοι τοὺς νικῶντας. ἔτι τοίνυν ἡ Ἀντιγόνου ναυαρχὶς ἀναφύσασα περὶ πρύμναν αὐτομάτως σέλινον Ἰσθμία ἐπωνομάσθη. καὶ τοῦτο δὴ τὸ σκολιὸν ἐπίγραμμα δῆλον κεραμέα νομίζει διαβεβυσμένην σελίνῳ· σύγκειται δ’ οὕτω [Quaest. conv. 5.3.2d] χθὼν ἡ παλὰς γῆ, πυρὶ κατῃθαλωμένη κεύθει κελαινὸν αἷμα Διονύσου θεοῦ, ἔχουσα κλῶνας Ἰσθμικοὺς ἀνὰ στόμα. [Quaest. conv. 5.3.2e] ἦ ταῦθ’ εἶπεν οὐκ ἀνεγνώκαθ’ ὑμεῖς οἱ τὴν πίτυν ὡς οὐκ ἐπείσακτον οὐδὲ νέον ἀλλὰ πάτριον καὶ παλαιὸν δὴ στέμμα τῶν Ἰσθμίων σεμνύνοντες; ἐκίνησεν οὖν τοὺς νέους ὡς ἂν πολυμαθὴς ἀνὴρ καὶ πολυγράμματος [Quaest. conv. 5.3.3] ὁ μέντοι Λουκάνιος εἰς ἐμὲ βλέψας ἅμα καὶ μειδιῶν ὦ Πόσειδον· ἔφη τοῦ πλήθους τῶν γραμμάτων· ἕτεροι δ’ ἡμῶν τῆς ἀμαθίας ὡς ἔοικε καὶ τῆς ἀνηκοΐας ἀπέλαυον ἀναπείθοντες τοὐναντίον, ὡς ἡ μὲν πίτυς ἦν στέμμα τῶν ἀγώνων πάτριον, ἐκ δὲ Νεμέας κατὰ ζῆλον ὁ τοῦ σελίνου στέφανος ξένος ὢν ἐπεισῆλθε δι’ Ἡρακλέα, καὶ κρατήσας ἠμαύρωσεν ἐκεῖνον ὡς ἱερὸν ἐπιτήδειον· εἶτα μέντοι χρόνῳ πάλιν ἀνακτησαμένη τὸ πάτριον γέρας ἡ πίτυς ἀνθεῖ τῇ τιμῇ. ἐγὼ γοῦν ἀνεπειθόμην καὶ προσεῖχον, ὥστε καὶ τῶν μαρτυρίων ἐκμαθεῖν πολλὰ καὶ μνημονεύειν, Εὐφορίωνα μὲν οὕτω πως περὶ Μελικέρτου λέγοντα [Quaest. conv. 5.3.3b] κλαίοντες δέ τε κοῦρον ἐπ αἰλίσι πιτύεσσι κάτθεσαν, ὁκκότε δὴ στεφάνων ἄθλοις φορέονται. οὐ γάρ πω τρηχεῖα λαβὴ κατεμήσατο χειρῶν μήνης παῖδα χάρωνα παρ’ Ἀσωποῦ γενετείρῃ, ἐξότε πυκνὰ σέλινα κατὰ κροτάφων ἐβάλοντο· [Quaest. conv. 5.3.3c] Καλλίμαχον δὲ μᾶλλον διασαφοῦντα· λέγει δ’ ὁ Ἡρακλῆς αὐτῷ περὶ τοῦ σελίνου [Quaest. conv. 5.3.3d] καί μιν Ἀλητιάδαι, πουλὺ γεγειότερον τοῦδε παρ’ Αἰγαίωνι θεῷ τελέοντες ἀγῶνα, θήσουσιν νίκης σύμβολον Ἰσθμιάδος, ζήλῳ τῶν Νεμέηθε· πίτυν δ’ ἀποτιμήσουσιν, ἣ πρὶν ἀγωνιστὰς ἔστεφε τοὺς Ἐφύρῃ. [Quaest. conv. 5.3.3e] ἔτι δ’ οἶμαι Προκλέους ἐντετυχηκέναι γραφῇ, περὶ τῶν Ἰσθμίων ἱστοροῦντος, ὅτι τὸν πρῶτον ἀγῶνα ἔθεσαν περὶ στεφάνου πιτυΐνου· ὕστερον δέ, τοῦ ἀγῶνος ἱεροῦ γενομένου, ἐκ τῆς Νεμεακῆς πανηγύρεως; μετήνεγκαν ἐνταῦθα τὸν τοῦ σελίνου στέφανον. ὁ δὲ Προκλῆς οὗτος ἦν εἷς τῶν ἐν Ἀκαδημείᾳ Ξενοκράτει συσχολασάντων. [Quaest. conv. 5.4.1] Περὶ τοῦ ζωρότερον δὲ κέραιε. [Quaest. conv. 5.4.1b] γελοῖος ἐδόκει τισὶ τῶν συνδειπνούντων ὁ Ἀχιλλεύς, ἀκρατότερον ἐγχεῖν τὸν Πάτροκλον κελεύων, εἶτ’ αἰτίαν τοιαύτην ἐπιλέγων [Quaest. conv. 5.4.1c] οἱ γὰρ φίλτατοι ἄνδρες ἐμῷ ὑπέασι μελάθρῳ. [Quaest. conv. 5.4.1d] Νικήρατος μὲν οὖν ὁ ἑταῖρος ἡμῶν, ὁ Μακεδὼν, ἄντικρυς ἀπισχυρίζετο μὴ ἄκρατον ἀλλὰ θερμὸν εἰρῆσθαι τὸ ζωρόν ἀπὸ τοῦ ζωτικοῦ καὶ τῆς ζέσεως, ὃ δὴ καὶ λόγον ἔχειν, ἀνδρῶν ἑταίρων παρόντων, νέον ἐξ ὑπαρχῆς κεράννυσθαι κρατῆρα· καὶ γὰρ ἡμᾶς, ὅταν τοῖς θεοῖς ἀποσπένδειν μέλλωμεν, νεοκρᾶτα ποιεῖν. Σωσικλῆς δ’ ὁ ποιητὴς, τοῦ Ἐμπεδοκλέους ἐπιμνησθεὶς εἰρηκότος ἐν τῇ καθόλου μεταβολῇ γίγνεσθαι ζωρά τε τὰ πρὶν ἄκρητα, μᾶλλον ἔφη τὸ εὔκρατον ἢ τὸ ἄκρατον ὑπὸ τἀνδρὸς ζωρὸν λέγεσθαι, καὶ μηδέν γε κωλύειν ἐπικελεύεσθαι τῷ Πατρόκλῳ τὸν Ἀχιλλέα παρασκευάζειν ᾖ εὔκρατον εἰς πόσιν τὸν οἶνον· εἰ δ’ ἀντὶ τοῦ ζωροῦ ζωρότερον εἶπεν, ὥσπερ δεξιτερὸν ἀντὶ τοῦ δεξιοῦ καὶ θηλύτερον ἀντὶ τοῦ θήλεος, οὐκ ἄτοπον εἶναι χρῆσθαι γὰρ ἐπιεικῶς ἀντὶ τῶν ἁπλῶν τοῖς συγκριτικοῖς, Ἀντίπατρος δ’ ὁ ἑταῖρος ἔφη τοὺς μὲν ἐνιαυτοὺς ἀρχαϊκῶς ὥρους λέγεσθαι, τὸ δὲ ζα μέγεθος εἰωθέναι σημαίνειν· ὅθεν τὸν πολυετῆ καὶ οἶνον ὑπὸ τοῦ Ἀχιλλέως ζωρὸν ὠνομάσθαι. [Quaest. conv. 5.4.2] ἐγὼ δ’ ἀνεμίμνησκον αὐτούς, ὅτι τῷ ζωρότερον τὸ θερμὸν ἔνιοι σημαίνεσθαι λέγουσι τῷ δὲ θερμοτέρῳ τὸ τάχιον· ὥσπερ ἡμεῖς ἐγκελευόμεθα πολλάκις τοῖς διακονοῦσι θερμότερον ἅπτεσθαι τῆς διακονίας. ἀλλὰ μειρακιώδη τὴν φιλοτιμίαν αὐτῶν ἀπέφαινον, δεδιότων ὁμολογεῖν ἀκρατότερον εἰρῆσθαι τὸ ζωρότερον, ὡς ἐν ἀτόπῳ τινὶ τοῦ Ἀχιλλέως; ἐσομένου καθάπερ ὁ Ἀμφιπολίτης Ζωίλος ὑπελάμβανεν, ἀγνοῶν ὅτι πρῶτον μὲν ὁ Ἀχιλλεὺς τὸν Φοίνικα καὶ τὸν Ὀδυσσέα πρεσβυτέρους ὄντας εἰδὼς οὐχ ὑδαρεῖ χαίροντας ἀλλ’ ἀκρατοτέρῳ καθάπερ οἱ ἄλλοι γέροντες, ἐπιτεῖναι κελεύει τὴν κρᾶσιν. ἔπειτα Χείρωνος ὢν μαθητὴς καὶ τῆς περὶ τὸ σῶμα διαίτης οὐκ ἄπειρος ἐλογίζετο δήπουθεν, ὅτι τοῖς ἀργοῦσι καὶ σχολάζουσι παρὰ τὸ εἰωθὸς σώμασιν ἀνειμένη καὶ μαλακωτέρα κρᾶσις ἁρμόζει. καὶ γὰρ τοῖς ἵπποις ἐμβάλλει μετὰ τῶν ἄλλων χορτασμάτων τὸ σέλινον οὐκ ἀλόγως, ἀλλ’ ὅτι βλάπτονται μὲν οἱ σχολάζοντες ἀσυνήθως; ἵπποι τοὺς πόδας· ἔστι δὲ τούτου μάλιστ’ ἴαμα τὸ σέλινον. ἄλλοις γοῦν οὐκ ἂν εὕροις παραβαλλόμενον ἵπποις ἐν Ἰλιάδι σέλινον ἤ τινα. τοιοῦτον χιλόν. ἀλλ’ ἰατρὸς ὢν ὁ Ἀχιλλεὺς τῶν θ’ ἵππων πρὸς τὸν καιρὸν οἰκείως ἐπεμέλετο καὶ τῷ σώματι τὴν ἐλαφροτάτην δίαιταν, ὡς ὑγιεινοτάτην ἐν τῷ σχολάζειν, παρεσκεύαζεν· ἄνδρας δ’ ἐν μάχῃ καὶ ἀγῶνι δι’ ἡμέρας γεγενημένους οὐχ ὁμοίως ἀξιῶν διαιτᾶν τοῖς ἀργοῦσιν ἐπιτεῖναι τὴν κρᾶσιν ἐκέλευσε. καὶ μὴν οὐδὲ φύσει φαίνεται φίλοινος ἀλλ’ ἀπηνὴς ὁ Ἀχιλλεύς [Quaest. conv. 5.4.2b] οὐ γάρ τι γλυκύθυμος ἀνὴρ ἦν οὐδ’ ἀγανόφρων, ἀλλὰ μάλ’ ἐμμεμαώς· [Quaest. conv. 5.4.2c] καί που παρρησιαζόμενος ὑπὲρ αὑτοῦ πολλάς φησὶν ἀύπνους νύκτας ἰαῦσαι· [Quaest. conv. 5.4.2d] βραχὺς δ’ ὕπνος οὐκ ἐξαρκεῖ τοῖς χρωμένοις ἀκράτῳ. λοιδορούμενος δὲ τῷ Ἀγαμέμνονι πρῶτον αὐτὸν οἰνοβαρῆ προσείρηκεν, ὡς μάλιστα τῶν νοσημάτων τὴν οἰνοφλυγίαν προβαλλόμενος. διὰ ταῦτα δὴ πάντα λόγον· εἶχεν αὐτὸν ἐννοῆσαι, τῶν ἀνδρῶν ἐπιφανέντων, μή ποτε ἡ συνήθης κρᾶσις αὐτῷ τοῦ οἴνου πρὸς ἐκείνους ἀνειμένη καὶ ἀνάρμοστός ἐστιν. [Quaest. conv. 5.5.1] Περὶ τῶν πολλοὺς ἐπὶ δεῖπνον καλούντων. [Quaest. conv. 5.5.1b] τὸ περὶ τὰς κατακλίσεις φαινόμενον ἄτοπον πλείονα λόγον παρέσχεν ἐν ταῖς ὑποδοχαῖς, ἃς ἐποιεῖτο τῶν φίλων ἕκαστος ἑστιῶν ἡμᾶς ἥκοντας ἀπὸ τῆς Ἀλεξανδρείας· ἐκαλοῦντο γὰρ ἀεὶ πολλοὶ τῶν ὁπωσοῦν προσήκειν δοκούντων, καὶ τὰ συμπόσια θορυβώδεις εἶχε τὰς συμπεριφορὰς καὶ τὰς διαλύσεις ταχείας. ἐπειδὴ δ’ Ὀνησικράτης ὁ ἰατρὸς οὐ πολλοὺς ἀλλὰ τοὺς σφόδρα συνήθεις καὶ οἰκειοτάτους παρέλαβεν ἐπὶ τὸ δεῖπνον, ἐφάνη μοι τὸ λεγόμενον ὑπὸ Πλάτωνος αὐξομένην πόλιν οὐ πόλιν συμποσίῳ δεδόσθαι. καὶ γὰρ συμποσίου μέγεθος ἱκανόν ἐστιν, ἄχρι οὗ συμπόσιον ἐθέλει μένειν· ἐὰν δ’ ὑπερβάλῃ διὰ πλῆθος, ὡς μηκέτι προσήγορον ἑαυτῷ μηδὲ συμπαθὲς εἶναι ταῖς φιλοφροσύναις μηδὲ γνώριμον, οὐδὲ συμπόσιόν ἐστι. δεῖ γὰρ οὐχ ὥσπερ ἐν στρατοπέδῳ διαγγέλοις οὐδ’ ὥσπερ ἐν τριήρει χρῆσθαι κελευσταῖς· αὐτοὺς δὲ δι’ ἑαυτῶν ἐντυγχάνειν ἀλλήλοις, ὥσπερ χοροῦ τοῦ συμποσίου τὸν κρασπεδίτην τῷ κορυφαίῳ συνήκοον ἔχοντος. [Quaest. conv. 5.5.2] ἐμοῦ δὲ ταῦτ’ εἰπόντος, εἰς μέσον ἤδη φθεγξάμενος ὁ πάππος ἡμῶν Λαμπρίας ἆρ’ οὖν εἶπεν οὐ περὶ τὰ δεῖπνα μόνον, ἀλλὰ καὶ περὶ τὰς κλήσεις δεόμεθα τῆς ἐγκρατείας; ἔστι γάρ τις οἶμαι καὶ φιλανθρωπίας ἀκρασία, μηδένα παρερχομένης τῶν συμποτῶν ἀλλὰ πάντας ἑλκούσης ὡς ἐπὶ θέαν ἢ ἀκρόασιν. ἔμοιγ’ οὖν οὔτ’ ἄρτος οὔτ’ οἶνος ἐπιλείπων τοῖς κεκλημένοις οὕτω δοκεῖ τὸν κεκληκότα ποιεῖν γελοῖον, ὡς χώρα καὶ τόπος· ὧν καὶ μὴ κεκλημένοις ἀλλ’ ἐπελθοῦσιν αὐτομάτως ξένοις καὶ ἀλλοτρίοις ἀεὶ παρεσκευασμένην ἀφθονίαν ὑπάρχειν δεῖ. ἔτι δ’ ἄρτου μὲν καὶ οἴνου ἐπιλιπόντων, ἔστι καὶ τοὺς οἰκέτας ὡς κλέπτοντας αἰτιᾶσθαι· τόπου δὲ πενία καὶ κατανάλωσις εἰς πλῆθος ὀλιγωρία τίς ἐστι τοῦ καλοῦντος. εὐδοκιμεῖ δὲ θαυμαστῶς καὶ Ἡσίοδος εἰπών [Quaest. conv. 5.5.2b] ἤτοι μὲν πρώτιστα χάος γένετ’· [Quaest. conv. 5.5.2c] χώραν γὰρ ἔδει καὶ τόπον προϋποκεῖσθαι τοῖς γενομένοις, οὐχ ὡς χθὲς οὑμὸς υἱός ἔφη τὸ Ἀναξαγόρειον ἦν ὁμοῦ πάντα χρήματα τὸ σύνδειπνον ἐποίησεν. [Quaest. conv. 5.5.2d] οὐ μὴν ἀλλὰ κἂν τόπος ὑπάρχῃ καὶ παρασκευή, τὸ πλῆθος αὐτὸ φυλακτέον, ὡς ἄμικτον τὴν συνουσίαν ποιοῦν καὶ ἀπροσήγορον· οἴνου γὰρ ἀνελεῖν ἧττόν ἐστι κακὸν ἢ λόγου κοινωνίαν ἐκ δείπνου. διὸ καὶ Θεόφραστος ἄοινα συμπόσια παίζων ἐκάλει τὰ κουρεῖα διὰ τὴν λαλιὰν τῶν προσκαθιζόντων. λόγων δὲ κοινωνίαν ἀναιροῦσιν οἱ πολλοὺς εἰς ταὐτὸ συμφοροῦντες, μᾶλλον δ’ ὀλίγους ποιοῦσιν ἀλλήλοις συνεῖναι· καὶ κατὰ δύο γὰρ ἢ τρεῖς ἀπολαμβάνοντες ἐντυγχάνουσι καὶ προσδιαλέγονται, τοὺς δὲ πόρρω κατακειμένους οὐδ’ ἴσασιν οὐδὲ προσορῶσιν ἵππου δρόμον ἀπέχοντας [Quaest. conv. 5.5.2e] ἠμὲν ἐπ’ Αἴαντος κλισίας Τελαμωνιάδαο ἠδ’ ἐπ’ Ἀχιλλῆος. [Quaest. conv. 5.5.2f] ὅθεν οὐκ ὀρθῶς οἱ πλούσιοι νεανιεύονται κατασκευάζοντες οἴκους τριακοντακλίνους καὶ μείζους· ἀμίκτων γὰρ αὕτη καὶ ἀφίλων δείπνων ἡ παρασκευὴ καὶ πανηγυριάρχου μᾶλλον ἢ συμποσιάρχου δεομένων. ἀλλ’ ἐκείνοις μὲν ταῦτα συγγνώμη ποιεῖν· ἄπλουτον γὰρ οἴονται τὸν πλοῦτον καὶ τυφλὸν ἀληθῶς καὶ ἀνέξοδον, ἂν μὴ μάρτυρας ἔχῃ, καθάπερ τραγῳδία, θεατάς· ἡμῖν δ’ ἂν ἴαμα γένοιτο τοῦ πολλοὺς ὁμοῦ συνάγειν τὸ πολλάκις κατ’ ὀλίγους παραλαμβάνειν. οἱ γὰρ σπανίως καί δι’ Ἅρματος ὥς φασιν ἑστιῶντες ἀναγκάζονται τὸν ὁπωσοῦν ἐπιτήδειον ἢ γνώριμον καταγράφειν οἱ δὲ συνεχέστερον κατὰ τρεῖς ἤ τέτταρας ἀναλαμβάνοντες, ὥσπερ πορθμεῖα τὰ συμπόσια κοῦφά τε ποιοῦσι. ποιεῖ δέ τινα τοῦ πολλοῦ τῶν φίλων πλήθους διάκρισιν καὶ ὁ τῆς αἰτίας διηνεκὴς ἐπιλογισμός· ὡς γὰρ ἐπὶ τὰς χρείας οὐ πάντας ἀλλὰ τοὺς ἁρμόττοντας ἑκάστῃ παρακαλοῦμεν, βουλευόμενοι μὲν τοὺς φρονίμους δικαζόμενοι δὲ τοὺς λέγοντας, ἀποδημοῦντες δὲ τοὺς ἐλαφροὺς μάλιστα τοῖς βιωτικοῖς καὶ σχολὴν ἄγοντας· οὕτως ἐν ταῖς ὑποδοχαῖς ἑκάστοτε τοὺς ἐπιτηδείους παραληπτέον. ἐπιτήδειοι δὲ τῷ μὲν ἡγεμόνι δειπνίζοντι συνδειπνεῖν οἵ τ’ ἄρχοντες, ἐὰν ὦσι φίλοι, καὶ οἱ πρῶτοι τῆς πόλεως ἐν δὲ γάμοις ἢ καὶ γενεθλίοις οἱ κατὰ γένος προσήκοντες καὶ Διὸς ὁμογνίου κοινωνοῦντες· ἐν δὲ ταῖς τοιαύταις ὑποδοχαῖς ἢ προπομπαῖς τοὺς ἐκείνων μάλιστα κεχαρισμένους εἰς ταὐτὸ συνακτέον. οὐδὲ γὰρ θεῷ θύοντες πᾶσι τοῖς ἄλλοις θεοῖς, μάλιστα καὶ συννάοις καὶ συμβώμοις, κατευχόμεθα, ἀλλὰ τριῶν κρατήρων κιρναμένων, τοῖς μὲν ἀπὸ τοῦ πρώτου σπένδομεν τοῖς δ’ ἀπὸ τοῦ δευτέρου τοῖς δ’ ἀπὸ τοῦ τελευταίου· φθόνος γὰρ ἔξω θείου χοροῦ ἵσταται· θεῖος δέ που καὶ ὁ τῶν φίλων χορὸς εὐγνωμόνως διανεμόμενος ἐν ταῖς συμπεριφοραῖς. [Quaest. conv. 5.6.1] Τίς αἰτία τῆς ἐν ἀρχῇ στενοχωρίας τῶν δειπνούντων εἶθ’ ὕστερον εὐρυχωρίας. [Quaest. conv. 5.6.1b] ῥηθέντων δὲ τούτων, εὐθὺς ἐζητεῖτο περὶ τῆς ἐν ἀρχῇ στενοχωρίας τῶν κατακειμένων εἶτ’ ἀνέσεως· οὗ τοὐναντίον εἰκὸς ἦν συμβαίνειν διὰ τὴν ἀπὸ τοῦ δείπνου πλήρωσιν. ἔνιοι μὲν οὖν ἡμῶν τὸ σχῆμα τῆς κατακλίσεως ᾐτιῶντο πλατεῖς γὰρ ὡς ἐπίπαν κατακειμένους δειπνεῖν, ἅτε δὴ τὴν δεξιὰν προτείνοντας ἐπὶ τὰς τραπέζας· δειπνήσαντας δ’ ἀναστρέφειν αὑτοὺς μᾶλλον ἐπὶ πλευράν, ὀξὺ τὸ σχῆμα ποιοῦντας τοῦ σώματος καὶ οὐκέθ’ ὡς εἰπεῖν κατ’ ἐπίπεδον, ἀλλὰ κατὰ γραμμὴν τῆς χώρας ἁπτομένους· ὥσπερ οὖν οἱ ἀστράγαλοι τόπον ἐλάττω κατέχουσιν ὀρθοὶ πίπτοντες ἢ πρηνεῖς, οὕτως ἡμῶν ἕκαστον ἐν ἀρχῇ μὲν ἐπὶ στόμα προνεύειν ἀποβλέποντα πρὸς τὴν τράπεζαν ὕστερον δὲ μετασχηματίζειν ἐπὶ βάθος ἐκ πλάτους τὴν κατάκλισιν. οἱ δὲ πολλοὶ τὴν συνένδοσιν τῆς στρωμνῆς προυφέροντο· θλιβομένην γὰρ ἐν τῇ κατακλίσει πλατύνεσθαι καὶ διαχωρεῖν, ὥσπερ τῶν ὑποδημάτων τὰ τριβόμενα, κατὰ μικρὸν ἐνδιδόντα καὶ χαλῶντα τοῖς πόροις, εὐρυχωρίαν τῷ ποδὶ καὶ ἀναστροφὴν παρέχει. ὁ δὲ πρεσβύτης ἅμα παίζων δύ’ ἔφη ταὐτὸ συμπόσιον ἀνομοίους ἔχειν ἐπιστάτας τε καὶ ἡγεμόνας, ἐν ἀρχῇ μὲν τὸν λιμὸν ᾧ τῶν τακτικῶν οὐδὲν μέτεστιν, ὕστερον δὲ τὸν Διόνυσον ὃν πάντες ἄριστον γεγονέναι στρατηγὸν ὁμολογοῦσιν ὥσπερ οὖν ὁ Ἐπαμεινώνδας, εἴς τινα δυσχωρίαν τῶν στρατηγῶν ὑπ’ ἀπειρίας εἰσβαλλόντων τὴν φάλαγγα περιπίπτουσαν ἑαυτῇ καὶ ταρασσομένην ὑπολαβών, ἐξέλυσε καὶ κατέστησεν εἰς τάξιν· οὕτως ἡμᾶς ἐν ἀρχῇ συμπεφορημένους ὑπὸ τοῦ λιμοῦ κυνηδὸν ἄρτι παραλαμβάνων ὁ Λυαῖος θεὸς καὶ Χορεῖος εἰς τάξιν ἱλαρὰν καὶ φιλάνθρωπον καθίστησιν. [Quaest. conv. 5.7.1] περὶ τῶν καταβασκαίνειν λεγομένων. [Quaest. conv. 5.7.1b] περὶ τῶν καταβασκαίνειν, καὶ βάσκανον ἔχειν ὀφθαλμὸν ἐμπεσόντος λόγου παρὰ δεῖπνον, οἱ μὲν ἄλλοι παντάπασιν ἐξεφλαύριζον τὸ πρᾶγμα καὶ κατεγέλων· ὁ δ’ ἑστιῶν ἡμᾶς Μέστριος Φλῶρος ἔφη τὰ μὲν γιγνόμενα τῇ φήμῃ θαυμαστῶς βοηθεῖν· τῷ δ’ αἰτίας ἀπορεῖν ἀπιστεῖσθαι τὴν ἱστορίαν οὐ δικαίως, ὅπου, μυρίων ἐμφανῆ τὴν οὐσίαν ἐχόντων, ὁ τῆς αἰτίας λόγος ἡμᾶς διαπέφευγεν· ὅλως δ’ εἶπεν ὁ ζητῶν ἐν ἑκάστῳ τὸ εὔλογον ἐκ πάντων ἀναιρεῖ τὸ θαυμάσιον. ὅπου γὰρ ὁ τῆς αἰτίας ἐπιλείπει λόγος, ἐκεῖθεν ἄρχεται τὸ ἀπορεῖν, τουτέστι τὸ φιλοσοφεῖν· ὥστε τρόπον τινὰ φιλοσοφίαν ἀναιροῦσιν οἱ τοῖς θαυμασίοις ἀπιστοῦντες. δεῖ δ’ ἔφη τὸ μὲν διὰ τί γίγνεται τῷ λόγῳ μετιέναι, τὸ δ’ ὅτι γίγνεται παρὰ τῆς ἱστορίας λαμβάνειν. ἱστορεῖται δὲ πολλὰ τοιαῦτα· γιγνώσκομεν γὰρ ἀνθρώπους τῷ καταβλέπειν τὰ παιδία μάλιστα βλάπτοντας, ὑγρότητι τῆς ἕξεως καὶ ἀσθενείᾳ τρεπομένης ὑπ’ αὐτῶν καὶ κινουμένης ἐπὶ τὸ χεῖρον, ἧττον δὲ τῶν στερεῶν καὶ πεπηγότων ἤδη τοῦτο πασχόντων. καίτοι τούς γε περὶ τὸν Πόντον οἰκοῦντας πάλαι Θιβεῖς προσαγορευομένους ἱστορεῖ Φύλαρχος οὐ παιδίοις μόνον ἀλλὰ καὶ τελείοις ὀλεθρίους εἶναι· καὶ γὰρ τὸ βλέμμα καὶ τὴν ἀναπνοὴν καὶ τὴν διάλεκτον αὐτῶν παραδεχομένους τήκεσθαι καὶ νοσεῖν· ᾔσθοντο δ’ ὡς ἔοικε τὸ γιγνόμενον οἱ μιγάδες, οἰκέτας ἐκεῖθεν ὠνίους ἐξάγοντες. ἀλλὰ τούτων τὸ μὲν ἴσως ἧττόν ἐστι θαυμαστὸν ἡ γὰρ ἐπαφὴ καὶ συνανάχρωσις ἔχει τινὰ φαινομένην πάθους ἀρχήν· καὶ καθάπερ τὰ τῶν ἄλλων ὀρνέων πτερὰ τοῖς τοῦ ἀετοῦ συντεθέντα διόλλυται ψηχόμενα καὶ ἀπανθεῖ τῶν πτίλων μυδώντων, οὕτως οὐδὲν ἀπέχει καὶ ἀνθρώπου ψαῦσιν τὴν μὲν ὠφέλιμον εἶναι τὴν δ’ ἀπηνῆ καὶ βλαβεράν· τὸ δὲ καὶ προσβλεφθέντας ἀδικεῖσθαι συμβαίνει μὲν ὥσπερ εἴρηκα, τῷ δὲ τὴν αἰτίαν ἔχειν δυσθήρατον ἀπιστεῖται. [Quaest. conv. 5.7.2] καὶ μήν ἔφην ἐγώ τρόπον τινὰ τῆς αἰτίας αὐτὸς ἴχνος τι καὶ τρίβον ἀνεύρηκας, ἐπὶ τὰς ἀπορροὰς τῶν σωμάτων ἀφικόμενος· καὶ γὰρ ἡ ὀσμὴ καὶ ἡ φωνὴ καὶ τὸ ῥεῦμα τῆς ἀναπνοῆς ἀποφοραὶ τινές εἰσι τῶν ζῴων καὶ μέρη κινοῦντα τὰς αἰσθήσεις, ὅταν ὑπ’ αὐτῶν προσπεσόντων πάθωσι. πολὺ δὲ μᾶλλον εἰκός ἐστι τῶν ζῴων ἀποφέρεσθαι τὰ τοιαῦτα διὰ τὴν θερμότητα καὶ τὴν κίνησιν, οἱονεί τινα σφυγμὸν καὶ κλόνον ἔχοντος τοῦ πνεύματος, ὑφ’ οὗ τὸ σῶμα κρουόμενον ἐνδελεχῶς ἐκπέμπει τινὰς ἀπορροάς. μάλιστα δὲ τοῦτο γίγνεσθαι διὰ τῶν ὀφθαλμῶν εἰκός ἐστι· πολυκίνητος γὰρ ἡ ὄψις οὖσα μετὰ πνεύματος αὐγὴν ἀφιέντος πυρώδη θαυμαστήν τινα διασπείρει δύναμιν, ὥστε πολλὰ καὶ πάσχειν καὶ ποιεῖν δι’ αὐτῆς τὸν ἄνθρωπον. ἡδοναῖς τε γὰρ συμμέτροις καὶ ἀηδίαις ὑπὸ τῶν ὁρατῶν τρεπόμενος συνέχεται· καὶ τῶν ἐρωτικῶν, ἃ δὴ μέγιστα καὶ σφοδρότατα παθήματα τῆς ψυχῆς ἐστιν, ἀρχὴν ἡ ὄψις ἐνδίδωσιν ὥστε ῥεῖν καὶ λείβεσθαι τὸν ἐρωτικόν, ὅταν ἐμβλέπῃ τοῖς καλοῖς, οἷον ἑλκόμενον εἰς αὐτούς. διὸ καὶ θαυμάσειεν ἄν· τις οἶμαι μάλιστα τῶν πάσχειν μὲν καὶ κακοῦσθαι τὸν ἄνθρωπον διὰ τῆς ὄψεως οἰομένων, οὐκέτι δὲ δρᾶν καὶ βλάπτειν. αἱ γὰρ ἀντιβλέψεις τῶν ἐν ὥρᾳ καὶ τὸ διὰ τῶν ὀμμάτων ἐκπῖπτον, εἴτ’ ἄρα φῶς εἴτε ῥεῦμα, τοὺς ἐρῶντας ἐκτήκει καὶ ἀπόλλυσι μεθ’ ἡδονῆς ἀλγηδόνι μεμιγμένης, ἣν αὐτοὶ γλυκύπικρον ὀνομάζουσιν· οὔτε γὰρ ἁπτομένοις οὔτ’ ἀκούουσιν οὕτω τιτρώσκεσθαι συμβαίνει καὶ πάσχειν, ὡς προσβλεπομένοις καὶ προσβλέπουσι. τοιαύτη γὰρ γίγνεται διάδοσις καὶ ἀνάφλεξις ἀπὸ τῆς ὄψεως, ὥστε παντελῶς ἀπειράτους ἔρωτος ἡγεῖσθαι τοὺς τὸν Μηδικὸν νάφθαν θαυμάζοντας ἐκ διαστήματος ὑπὸ τοῦ πυρὸς ἀναφλεγόμενον αἱ γὰρ τῶν καλῶν ὄψεις, κἂν πάνυ πόρρωθεν ἀντιβλέπωσι, πῦρ ἐν ταῖς τῶν ἐρωτικῶν ψυχαῖς ἀνάπτουσι. καὶ μὴν τό γε τῶν ἰκτερικῶν βοήθημα πολλάκις ἱστοροῦμεν· ἐμβλέποντες γὰρ τῷ χαραδριῷ θεραπεύονται· τοιαύτην ἔοικε τὸ ζῷον φύσιν καὶ κρᾶσιν ἔχειν, ὥσθ’ ἕλκειν καὶ δέχεσθαι τὸ πάθος ἐκπίπτον, ὥσπερ ῥεῦμα, διὰ τῆς ὄψεως· ὅθεν οὐ προσβλέπουσιν οἱ χαραδριοὶ τοὺς τὸν ἴκτερον ἔχοντας οὐδὲ καρτεροῦσιν, ἀλλ’ ἀποστρέφονται καὶ τὰ ὄμματα συγκλείσαντες ἔχουσιν· οὐ φθονοῦντες, ὡς ἔνιοι νομίζουσι, τῆς ἀπ’ αὐτῶν ἰάσεως ἀλλ’ ὥσπερ ὑπὸ πληγῆς τιτρωσκόμενοι. τῶν δ’ ἄλλων νοσημάτων μάλιστα καὶ τάχιστα τὰς ὀφθαλμίας ἀναλαμβάνουσιν οἱ συνόντες· οὕτω δύναμιν ἔχει ὀξεῖαν ἡ ὄψις ἐνδοῦναι καὶ προσβαλεῖν ἑτέρῳ πάθους ἀρχήν. [Quaest. conv. 5.7.3] καὶ μάλ’ ἔφη λέγεις ὀρθῶς ὁ Πατροκλέας ἐπί γε τῶν σωματικῶν τὰ δὲ τῆς ψυχῆς, ὧν ἐστι καὶ τὸ βασκαίνειν, τίνα τρόπον καὶ πῶς διὰ τῆς ὄψεως τὴν βλάβην εἰς τοὺς ὁρωμένους διαδίδωσιν; οὐκ οἶσθ’ ἔφην ὅτι πάσχουσ’ ἡ ψυχὴ τὸ σῶμα συνδιατίθησιν; ἐπίνοιαι γὰρ ἀφροδισίων ἐγείρουσιν αἰδοῖα, καὶ θυμοὶ κυνῶν ἐν ταῖς πρὸς τὰ θηρία γιγνομέναις ἁμίλλαις ἀποσβεννύουσι τὰς ὁράσεις πολλάκις καὶ τυφλοῦσι· λῦπαι δὲ καὶ φιλαργυρίαι καὶ ζηλοτυπίαι τὰ χρώματα τρέπουσι καὶ καταξαίνουσι τὰς ἕξεις· ὧν οὐδενὸς ὁ φθόνος ἧττον ἐνδύεσθαι τῇ ψυχῇ πεφυκὼς ἀναπίμπλησι καὶ τὸ σῶμα πονηρίας, ἣν οἱ ζωγράφοι καλῶς ἐπιχειροῦσιν ἀπομιμεῖσθαι τὸ τοῦ φθόνου πρόσωπον ὑπογράφοντες. ὅταν οὖν οὕτως ὑπὸ τοῦ φθονεῖν διατεθέντες ἀπερείδωσι τὰς ὄψεις, αἱ δ’ ἔγγιστα τεταγμέναι τῆς ψυχῆς σπάσασαι τὴν κακίαν ὥσπερ πεφαρμαγμένα βέλη προσπίπτωσιν, οὐδὲν οἶμαι συμβαίνει παράλογον οὐδ’ ἄπιστον, εἰ κινοῦσι τοὺς προσορωμένους· καὶ γὰρ τὰ δήγματα τῶν κυνῶν χαλεπώτερα γίγνεται μετ’ ὀργῆς δακνόντων· καὶ τὰ σπέρματα τῶν ἀνθρώπων μᾶλλον ἅπτεσθαί φασιν, ὅταν ἐρῶντες πλησιάζωσι· καὶ ὅλως τὰ πάθη τὰ τῆς ψυχῆς ἐπιρρώννυσι καὶ ποιεῖ σφοδροτέρας τὰς τοῦ σώματος δυνάμεις. διὸ καὶ τὸ τῶν λεγομένων προβασκανίων γένος οἴονται πρὸς τὸν φθόνον ὠφελεῖν, ἑλκομένης διὰ τὴν ἀτοπίαν τῆς ὄψεως, ὥσθ’ ἧττον ἐπερείδειν τοῖς πάσχουσιν. αὗταί σοι εἶπον ὦ Φλῶρε, συμβολαὶ τῆς εὐωχίας ἀπηριθμήσθωσαν. [Quaest. conv. 5.7.4] καὶ ὁ Σώκλαρος ἂν γ’ ἔφη πρότερον ἡμεῖς αὐτὰ δοκιμάσωμεν· ἔστι γὰρ ὅ τι τοῦ λόγου καταφαίνεται κίβδηλον. εἰ γὰρ ἃ λέγουσι πολλοὶ περὶ τῶν βασκαινομένων ὡς ἀληθῆ τίθεμεν, οὐκ ἀγνοεῖς δήπουθεν ὅτι καὶ φίλους καὶ οἰκείους, ἔνιοι δὲ καὶ πατέρας ἔχειν ὀφθαλμὸν βάσκανον ὑπολαμβάνουσιν, ὥστε μὴ δεικνύναι τὰς γυναῖκας αὐτοῖς τὰ παιδία μηδὲ πολὺν ἐᾶν χρόνον ὑπὸ τῶν τοιούτων καταβλέπεσθαι· πῶς οὖν ἔτι δόξει φθόνου τὸ πάθος εἶναι; τί δ’, πρὸς τοῦ Διός, ἐρεῖς περὶ τῶν ἑαυτοὺς καταβασκαίνειν λεγομένων; καὶ γὰρ τοῦτ’ ἀκήκοας· εἰ δὲ μή, πάντως ταῦτ’ ἀνέγνωκας [Quaest. conv. 5.7.4b] καλαὶ μέν ποτ’ ἔσαν, καλαί, φόβαι Εὐτελίδαο· ἀλλ’ αὑτὸν βάσκαινεν ἰδὼν ὀλοφώιος ἀνὴρ δίνῃ ἐν ποταμῷ· τὸν δ’ αὐτίκα νοῦσος ἀεικής … [Quaest. conv. 5.7.4c] ὁ γὰρ Εὐτελίδας λέγεται, καλὸς ἑαυτῷ φανεὶς· καὶ παθών τι πρὸς τὴν ὄψιν, ἐκ τούτου νοσῆσαι καὶ τὴν εὐεξίαν μετὰ τῆς ὥρας ἀποβαλεῖν. ἀλλ’ ὅρα πῶς ἔχεις εὑρησιλογίας πρὸς τὰς τοιαύτας ἀτοπίας. [Quaest. conv. 5.7.5] ἄλλως μέν ἔφην οὐ μάλ’ ἱκανῶς· πίνων δ’ ὡς ὁρᾷς ἐκ τῆς τηλικαύτης κύλικος, οὐκ ἀτόλμως· λέγω δ’ ὅτι τὰ μὲν πάθη πάντα, ταῖς ψυχαῖς ἐμμείναντα πολὺν χρόνον, ἕξεις ἐνεργάζεται πονηράς· αὗται δ’, ὅταν ἰσχὺν φύσεως λάβωσιν, ὑπὸ τῆς τυχούσης κινούμεναι προφάσεως, πολλάκις καὶ ἄκοντας ἐπὶ τὰ οἰκεῖα καὶ συνήθη καταφέρουσι πάθη. σκόπει δὲ τοὺς δειλοὺς ὅτι καὶ τὰ σῴζοντα φοβοῦνται, καὶ τοὺς ὀργίλους ὅτι καὶ τοῖς φιλτάτοις δυσκολαίνουσι, καὶ τοὺς ἐρωτικοὺς καὶ ἀκολάστους ὅτι τελευτῶντες οὐδὲ τῶν ἁγιωτάτων ἀπέχεσθαι δύνανται σωμάτων. ἡ γὰρ συνήθεια δεινὴ πρὸς τὸ οἰκεῖον ἐξάγειν τὴν διάθεσιν, καὶ τὸν ἀκροσφαλῶς ἔχοντα πᾶσι προσπταίειν ἀνάγκη τοῖς ὑποπίπτουσιν· ὥστ’ οὐκ ἄξιον θαυμάζειν τοὺς τὴν φθονητικὴν καὶ βασκαντικὴν ἀπειργασμένους ἐν ἑαυτοῖς ἕξιν, εἰ καὶ πρὸς τὰ οἰκεῖα κατὰ τὴν τοῦ πάθους ἰδιότητα κινοῦνται· κινούμενοι δ’ οὕτως ὃ πεφύκασιν οὐχ ὃ βούλονται ποιοῦσιν. ὡς γὰρ ἡ σφαῖρα κινεῖσθαι σφαιρικῶς καὶ κυλινδρικῶς ὁ κύλινδρος ἀναγκάζετει κατὰ τὴν τοῦ σχήματος διαφοράν, οὕτως τὸν οὕτω φθονερὸν ἡ διάθεσις φθονητικῶς πρὸς ἅπαντα κινεῖ. οὐ μὴν ἀλλὰ καὶ καταβλέπειν εἰκός ἐστιν αὐτοὺς τὰ οἰκεῖα καὶ ποθούμενα μᾶλλον· διὸ καὶ βλάπτουσι μᾶλλον. ὁ δὲ βέλτιστος Εὐτελίδας καὶ ὅσοι λέγονται καταβασκαίνειν ἑαυτοὺς οὐκ ἀλόγως μοι δοκοῦσι τοῦτο πάσχειν. σφαλερὸν γὰρ ἡ ἐπ’ ἄκρον εὐεξία κατὰ τὸν Ἱπποκράτην, καὶ τὰ σώματα προελθόντα μέχρι τῆς ἄκρας ἀκμῆς οὐχ ἕστηκεν, ἀλλὰ ῥέπει καὶ ταλαντεύεται πρὸς τοὐναντίον· ὅταν οὖν ἐπίδοσιν ἀθρόαν λάβωσι καὶ βέλτιον ἢ προσεδόκων ἔχοντας ἑαυτοὺς; ἐπιβλέπωσιν, ὥστε θαυμάζειν καὶ κατασκοπεῖν τὸ σῶμα τῆς μεταβολῆς, ἐγγὺς εἰσι καταφερόμενοι ταῖς ἕξεσι πρὸς τὸ χεῖρον, ἑαυτοὺς καταβασκαίνειν. τοῦτο δὲ γίγνεται μᾶλλον ἀπὸ τῶν πρὸς ὕδασιν ἤ τισιν ἄλλοις ἐσόπτροις ὑφισταμένων ῥευμάτων ἀναπνεῖ γὰρ ἐπ’ αὐτοὺς τοὺς ὁρῶντας, ὥσθ’ οἷς ἑτέρους ἔβλαπτον, αὐτοὺς κακοῦσθαι. τοῦτο δ’ ἴσως καὶ περὶ τὰ παιδία γιγνόμενον καταψεύδεται πολλάκις τὴν αἰτίαν τῶν ἐνορώντων. [Quaest. conv. 5.7.6] ἐμοῦ δὲ παυσαμένου, Γάιος ὁ Φλώρου γαμβρὸς τῶν δὲ Δημοκρίτου ἔφη εἰδώλων, ὥσπερ Αἰγιέων ἢ Μεγαρέων, ἀριθμὸς οὐδεὶς οὐδὲ λόγος· ἅ φησιν ἐκεῖνος ἐξιέναι τοὺς φθονοῦντας, οὔτ’ αἰσθήσεως ἄμοιρα παντάπασιν οὔτθ’ ὁρμῆς, ἀνάπλεά τε τῆς ἀπὸ τῶν προϊεμένων μοχθηρίας καὶ βασκανίας· μεθ’ ἧς ἐμπλασσόμενα καὶ παραμένοντα καὶ συνοικοῦντα τοῖς βασκαινομένοις ἐπιταράττειν καὶ κακοῦν αὐτῶν τό τε σῶμα καὶ τὴν διάνοιαν; οὕτω γὰρ οἶμαί πως τὸν ἄνδρα τῇ δόξῃ, τῇ δὲ λέξει δαιμονίως λέγειν καὶ μεγαλοπρεπῶς.πάνυ μὲν οὖν ἔφην ἀλλὰ θαυμάζω, πῶς ἔλαθον ὑμᾶς οὐδὲν ἄλλο τῶν ῥευμάτων τούτων ἢ τὸ ἔμψυχον ἀφελὼν καὶ προαιρετικὸν ἵνα μή με δόξητε πόρρω νυκτῶν ὑμῖν ἐπάγοντα φάσματα καὶ εἴδωλα πεπνυμένα καὶ φρονοῦντα μορμολύττεσθαι καὶ διαταράττειν. ἕωθεν οὖν, ἐὰν δοκῇ, περὶ τούτων σκεψώμεθα. [Quaest. conv. 5.8.1] Διὰ τί τὴν μηλέαν ἀγλαόκαρπον ὁ ποιητὴς εἶπεν, Ἐμπεδοκλῆς δ’ ὑπέρφλοια τὰ μῆλα. [Quaest. conv. 5.8.1b] ἑστιωμένων ἡμῶν ποτ’ ἐν Χαιρωνείᾳ καὶ παρατεθείσης παντοδαπῆς ὀπώρας, ἐπῆλθέ τινι τῶν κατακειμένων ἀναφθέγξασθαι τὸν στίχον ἐκεῖνον [Quaest. conv. 5.8.1c] συκέαι τε γλυκεραὶ καὶ μηλέαι ἀγλαόκαρποι [Quaest. conv. 5.8.1d] καὶ ἐλαῖαι τηλεθόωσαι ζήτησις οὖν ἦν, διὰ τί τὰς μηλέας ὁ ποιητὴς ἀγλαοκάρπους ἐξαιρέτως προσεῖπεν. καὶ Τρύφων μὲν ὁ ἰατρὸς ἔλεγε κατὰ τὴν πρὸς τὸ δένδρον εἰρῆσθαι σύγκρισιν, ὅτι μικρὸν ὂν κομιδῇ καὶ τὴν ὄψιν εὐτελὲς καλὸν καὶ μέγαν ἐκφέρει τὸν καρπόν. ἄλλος δέ τις ἔφη τὸ καλὸν ἐκ πάντων συντεθὲν μόνῳ τούτῳ τῶν ἀκροδρύων ὁρᾶν ὑπάρχον καὶ γὰρ τὴν ψαῦσιν ἔχει καθάριον, ὥστε μὴ μολύνειν ἀλλ’ εὐωδίας ἀναπιμπλάναι τὸν ἁπτόμενον, καὶ τὴν γεῦσιν ἡδεῖαν, ὀσφραίνεσθαί τε καὶ ἰδεῖν ἐπιτερπέστατόν ἐστι· διὸ καὶ πάσας ὁμοῦ τι τὰς αἰσθήσεις προσαγόμενον εἰκότως ἐπαινεῖσθαι. [Quaest. conv. 5.8.2] ταῦτα μὲν οὖν ἔφαμεν ἡμεῖς μετρίως λέγεσθαι· τοῦ δ’ Ἐμπεδοκλέους εἰρηκότος [Quaest. conv. 5.8.2b] οὕνεκεν ὀψίγονοί τε σίδαι καὶ ὑπέρφλοια μῆλα, [Quaest. conv. 5.8.2c] τὸ μὲν τῶν σιδῶν ἐπίθετον νοεῖν, ὅτι, τοῦ φθινοπώρου λήγοντος ἤδη καὶ τῶν καυμάτων μαραινομένων, ἐκπέττουσι τὸν καρπόν· ἀσθενῆ γὰρ αὐτῶν τὴν ὑγρότητα καὶ γλίσχραν οὖσαν οὐκ ἐᾷ λαβεῖν σύστασιν ὁ ἥλιος, ἂν μὴ μεταβάλλειν ὁ ἀὴρ ἐπὶ τὸ ψυχρότερον ἄρχηται· διὸ καὶ μόνον τοῦτό φησι Θεόφραστος τὸ δένδρον ἐν τῇ σκιᾷ βέλτιον ἐκπέττειν τὸν καρπὸν καὶ τάχιον. τὰ δὲ μῆλα καθ’ ἥντινα διάνοιαν ὁ σοφὸς ὑπέρφλοια προσειρήκοι, διαπορεῖν, καὶ μάλιστα τἀνδρὸς οὐ καλλιγραφίας ἕνεκα τοῖς εὐπροσωποτάτοις τῶν ἐπιθέτων, ὥσπερ ἀνθηροῖς χρώμασι, τὰ πράγματα γανοῦν εἰωθότος, ἀλλ’ ἕκαστον οὐσίας τινὸς ἢ δυνάμεως δήλωμα ποιοῦντος, οἷον ἀμφιβρότην χθόνα τὸ τῇ ψυχῇ περικείμενον σῶμα, καί νεφεληγερέτην τὸν ἀέρα καὶ πολυαίματον τὸ ἧπαρ, [Quaest. conv. 5.8.3] εἰπόντος οὖν ἐμοῦ ταῦτα, γραμματικοί τινες ἔφασαν ὑπέρφλοια λελέχθαι τὰ μῆλα διὰ τὴν ἀκμήν· τὸ γὰρ ἄγαν ἀκμάζειν καὶ τεθηλέναι φλοίειν ὑπὸ τῶν ποιητῶν λέγεσθαι. καὶ τὸν Ἀντίμαχον οὕτω πως φλοίουσαν ὀπώραις εἰρηκέναι τὴν τῶν Καδμείων πόλιν· ὁμοίως τὸν Ἄρατον ἐπὶ τοῦ Σειρίου λέγοντα [Quaest. conv. 5.8.3b] καὶ τὰ μὲν ἔρρωσεν, τῶν δὲ φλόον ὤλεσε πάντα, [Quaest. conv. 5.8.3c] τὴν χλωρότητα καὶ τὸ ἄνθος τῶν καρπῶν φλόον προσαγορεύειν εἶναι δὲ καὶ τῶν Ἑλλήνων τινάς, οἳ Φλοίῳ Διονύσῳ θύουσιν. ἐπεὶ τοίνυν μάλιστα τῶν καρπῶν ἡ χλωρότης καὶ τὸ τεθηλέναι τῷ μήλῳ παραμένει, ὑπέρφλοιον αὐτὸ τὸν φιλόσοφον προσαγορεῦσαι. Λαμπρίας δ’ ὁ πάππος ἡμῶν ἔφη τὴν ὑπὲρ φωνὴν οὐ μόνον τἄγαν καὶ τὸ σφοδρὸν δηλοῦν, ἀλλὰ καὶ τὸ ἔξωθεν καὶ τὸ ἄνωθεν· οὕτω γάρ ὑπέρθυρον καὶ ὑπερῷον καλεῖν ἡμᾶς, τὸν δὲ ποιητὴν καὶ κρέ’ ὑπέρτερα τὰ ἔξω τοῦ ἱερείου, ὥσπερ ἔγκατα τὰ ἐντός. ὅρα τοίνυν ἔφη μὴ πρὸς τοῦτο μᾶλλον ὁ Ἐμπεδοκλῆς πεποίηκε τὸ ἐπίθετον, ὅτι, τῶν ἄλλων καρπῶν τὸ ἔξωθεν ὑπὸ τοῦ φλοιοῦ περιεχομένων καὶ τὰ καλούμενα λεπύχανα καὶ κελύφη καὶ ὑμένας καὶ λοβοὺς ἐπιπολῆς; ἐχόντων, ὁ τοῦ μήλου φλοιὸς ἐντός ἐστι κολλώδης χιτὼν καὶ λιπαρός, ᾧ προσίσχεται τὸ σπέρμα· τὸ δ’ ἐδώδιμον, ἔξωθεν αὐτῷ περικείμενον, εἰκότως ὑπέρφλοιον ὠνόμασται. [Quaest. conv. 5.9.1] Τίς ἡ αἰτία, δι’ ἣν ἡ συκῆ δριμύτατον οὖσα δένδρον γλυκύτατον παρέχει τὸν καρπόν. [Quaest. conv. 5.9.1b] μετὰ δὲ ταῦτα περὶ τῶν σύκων διηπορήθη, τί δήποτε πίων καὶ γλυκὺς οὕτω καρπὸς ἀπὸ δένδρου φύεται πικροτάτου· τῆς γὰρ συκῆς καὶ τὸ φύλλον διὰ τὴν τραχύτητα θρῖον ὠνόμασται, καὶ τὸ ξύλον ὀπῶδές; ἐστιν, ὥστε καόμενον μὲν ἐκδιδόναι δριμύτατον καπνὸν κατακαυθὲν δὲ τὴν ἐκ τῆς τέφρας κονίαν ῥυπτικωτάτην παρέχειν ὑπὸ δριμύτητος. ὃ δ’ ἐστὶ θαυμασιώτατον, ἀνθούντων ἁπάντων ὅσα βεβλάστηκε καὶ καρπογονεῖ, μόνον ἀνανθές ἐστι τὸ τῆς συκῆς φυτόν· εἰ δ’, ὥς φασιν, οὐ κεραυνοῦται, καὶ τοῦτ’ ἄν τις ἀναθείη τῇ πικρότητι καὶ καχεξίᾳ τοῦ στελέχους· τῶν γὰρ τοιούτων οὐ δοκοῦσιν ἐπιθιγγάνειν οἱ κεραυνοί, καθάπερ οὐδὲ τῆς φώκης τοῦ δέρματος οὐδὲ τῆς ὑαίνης. ὑπολαβὼν οὖν ὁ πρεσβύτης ἔφη, ὅσον ἂν ἐνῇ τῷ φυτῷ γλυκύτητος, ἅπαν τοῦτο συνθλιβόμενον εἰς τὸν καρπὸν. εἰκότως δριμὺ ποιεῖν καὶ ἄκρατον τὸ λειπόμενον· ὥσπερ γὰρ τὸ ἧπαρ, εἰς ἕνα τόπον τοῦ χολώδους ἀποκριθέντος, αὐτὸ γίγνεται γλυκύτατον οὕτω τὴν συκῆν εἰς τὸ σῦκον ἅπαν τὸ λιπαρὸν καὶ νόστιμον ἀφιεῖσαν αὐτὴν ἄμοιρον εἶναι γλυκύτητος. ἐπεί, ὅτι γε μετέχει τινὸς εὐχυμίας τὸ ξύλον, ἐκεῖνο ἔφη ποιοῦμαι σημεῖον, ὃ λέγουσιν οἱ κηπουροί· λέγουσι δὲ τοῦ πηγάνου τὸ φυόμενον ὑπ’ αὐτῇ καὶ παραφυτευόμενον ἥδιον εἶναι καὶ τῷ χυμῷ μαλακώτερον, ὡς ἂν ἀπολαῦόν τινὸς γλυκύτητος, κατασβέννυται τἄγαν βαρὺ καὶ κατάκορον, εἰ μὴ νὴ Δία τοὐναντίον ἡ συκῆ περισπῶσα τὴν τροφὴν ἐξαιρεῖ τὸ τῆς δριμύτητος. [Quaest. conv. 5.10.1] Τίνες οἱ περὶ ἅλα καὶ κύαμον· ἐν ᾧ καὶ διὰ τί τὸν ἅλα θεῖον ὁ ποιητὴς εἶπεν. [Quaest. conv. 5.10.1b] ἐζήτει Φλῶρος, ἑστιωμένων ἡμῶν παρ’ αὐτῷ, τίνες ἂν εἶεν· οἱ περὶ ἅλα καὶ κύαμον ἐν τῇ παροιμίᾳ λεγόμενοι. καὶ τοῦτο μὲν ἐκ προχείρου διέλυσεν Ἀπολλοφάνης ὁ γραμματικός· οἱ γὰρ οὕτω συνήθεις ἔφη τῶν φίλων, ὥστε καὶ πρὸς ἅλα δειπνεῖν καὶ κύαμον, ὑπὸ τῆς παροιμίας προβάλλονται. τὴν δὲ τῶν ἁλῶν τιμὴν ἀφ’ ὅτου γένοιτο διηποροῦμεν, Ὁμήρου μὲν ἄντικρυς λέγοντος [Quaest. conv. 5.10.1c] πάσσε δ’ ἁλὸς θείοιο· [Quaest. conv. 5.10.1d] Πλάτωνος δὲ τῶν ἁλῶν σῶμα κατὰ νόμον ἀνθρώπων θεοφιλέστατον εἶναι φάσκοντος· ἐπέτεινε δὲ τὴν ἀπορίαν τὸ τοὺς Αἰγυπτίους ἱερέας ἁγνεύοντας ἀπέχεσθαι τὸ πάμπαν ἁλῶν, ὥστε καὶ τὸν ἄρτον ἄναλον προσφέρεσθαι. πῶς γάρ, εἰ θεοφιλὲς καὶ θεῖον, ἀφωσιώσαντο; [Quaest. conv. 5.10.2] Φλῶρος μὲν οὖν ἐᾶν ἐκέλευσε τοὺς Αἰγυπτίους, Ἑλληνιστὶ δ’ αὐτοὺς εἰπεῖν τι πρὸς τὸ ὑποκείμενον. ἐγὼ δ’ ἔφην οὐδὲ τοὺς Αἰγυπτίους μάχεσθαι τοῖς Ἕλλησιν· αἱ γὰρ ἁγνεῖαι καὶ παιδοποιίαν καὶ γέλωτα καὶ οἶνον καὶ πολλὰ τῶν ἄλλως ἀξίων σπουδῆς ἀφαιροῦσι· τοὺς δ’ ἅλας τάχα μὲν ὡς ἐπὶ συνουσίαν ἄγοντας ὑπὸ θερμότητος, ὡς ἔνιοι λέγουσι, φυλάττονται καθαρεύοντες· εἰκὸς δὲ καὶ ὡς ὄψον ἥδιστον παραιτεῖσθαι. κινδυνεύουσι γὰρ οἱ ἅλες τῶν ἄλλων ὄψων ὄψον εἶναι καὶ ἥδυσμα διὸ καὶ χάριτας ἔνιοι προσαγορεύουσιν αὐτούς, ὅτι τῆς τροφῆς τὸ ἀναγκαῖον ἡδὺ ποιοῦσιν. [Quaest. conv. 5.10.3] ἆρ’ οὖν ὁ Φλῶρος ἔφη διὰ τοῦτο θεῖον εἰρῆσθαι τὸν ἅλα φῶμεν; ἔστι μὲν δή εἶπον οὐδὲ τοῦτ’ ἐλάχιστον. οἱ γὰρ ἄνθρωποι τὰ κοινὰ καὶ διήκοντα ταῖς χρείαις ἐπὶ τὸ πλεῖστον ἐκθειάζουσιν, ὡς τὸ ὕδωρ, τὸ φῶς, τὰς ὥρας· τὴν δὲ γῆν οὐ μόνον θεῖον, ἀλλὰ καὶ θεὸν ὑπολαμβάνουσιν· ὧν οὐδενὸς λείπεται χρείᾳ τὸ τῶν ἁλῶν, θρίγκωμα τῆς τροφῆς γιγνόμενον εἰς τὸ σῶμα καὶ παρέχον εὐαρμοστίαν αὐτῇ πρὸς τὴν ὄρεξιν. οὐ μὴν ἀλλὰ καὶ σκόπει, μὴ κἀκεῖνο θεῖον αὐτῷ συμβέβηκεν, ὅτι τῶν σωμάτων τὰ νεκρὰ διατηροῦν ἄσηπτα καὶ μόνιμα πολὺν χρόνον ἀντιτάττεται τῷ θανάτῳ καὶ οὐκ ἐᾷ παντελῶς ἐξολέσθαι καὶ ἀφανισθῆναι τὸ θνητόν· ἀλλ’ ὥσπερ ἡ ψυχή, θειότατον οὖσα τῶν ἡμετέρων, τὰ ζῷα συνέχει καὶ ῥεῖν οὐκ ἐᾷ τὸν ὄγκον, οὕτως ἡ τῶν ἁλῶν φύσις τὰ νεκρὰ παραλαμβάνουσα καὶ μιμουμένη τὸ τῆς ψυχῆς ἔργον ἀντιλαμβάνεται φερομένων ἐπὶ τὴν φθορὰν καὶ κρατεῖ καὶ ἵστησιν, ἁρμονίαν παρέχουσα καὶ φιλίαν πρὸς ἄλληλα τοῖς μέρεσι. διὸ καὶ τῶν Στωικῶν ἔνιοι τὴν ὗν σάρκα νεκρὰν γεγονέναι λέγουσι, τῆς ψυχῆς, ὥσπερ ἁλῶν, παρεσπαρμένης ὑπὲρ τοῦ διαμένειν. ὁρᾷς δ’ ὅτι καὶ τὸ κεραύνιον πῦρ ἱερὸν ἡγούμεθα καὶ θεῖον, ὅτι τὰ σώματα τῶν διοβλήτων ἄσηπτα πρὸς πολὺν ἀντέχοντα χρόνον ὁρῶμεν. τί οὖν θαυμαστόν, εἰ ὁ καὶ τὸν ἅλα, τὴν αὐτὴν ἔχοντα τῷ θείῳ δύναμιν πυρί, θεῖον ὑπέλαβον οἱ παλαιοί. [Quaest. conv. 5.10.4] σιωπήσαντος δ’ ἐμοῦ, Φιλῖνος ὑπολαβών τὸ δὲ γόνιμον οὐ δοκεῖ σοι ἔφη θεῖον εἶναι, εἴπερ ἄρχει ὁ θεὸς πάντων; ὁμολογήσαντος δ’ ἐμοῦ καὶ μήν ἔφη τὸν ἅλα οὐκ ὀλίγον πρὸς γένεσιν συνεργεῖν οἴονται, καθάπερ αὐτὸς ἐμνήσθης τῶν Αἰγυπτίων· οἱ γοῦν τὰς κύνας φιλοτροφοῦντες, ὅταν ἀργότεραι πρὸς συνουσίαν ὦσιν, ἄλλοις τε βρώμασιν ἁλμυροῖς καὶ ταριχευτοῖς κρέασι κινοῦσι καὶ παροξύνουσι τὸ σπερματικὸν αὐτῶν ἡσυχάζον. τὰ δ’ ἁληγὰ πλοῖα πλῆθος ἐκφύει μυῶν ἄπλετον, ὡς μὲν ἔνιοι λέγουσι, τῶν θηλειῶν καὶ δίχα συνουσίας κυουσῶν, ὅταν τὸν ἅλα λείχωσιν· εἰκὸς δὲ μᾶλλον ἐμποιεῖν τὴν ἁλμυρίδα τοῖς μορίοις ὀδαξησμοὺς καὶ συνεξορμᾶν τὰ ζῷα πρὸς τοὺς συνδυασμούς. διὰ τοῦτο δ’ ἴσως καὶ κάλλος γυναικὸς τὸ μήτ’ ἀργὸν μήτ’ ἀπίθανον, ἀλλὰ μεμιγμένον χάριτι καὶ κινητικόν, ἁλμυρὸν καὶ δριμὺ καλοῦσιν. οἶμαι δὲ καὶ τὴν Ἀφροδίτην ἁλιγενῆ τοὺς ποιητὰς προσαγορεύειν καὶ μῦθον ἐπ’ αὐτῇ πεπλασμένον ἐξενεγκεῖν, ὡς ἀπὸ θαλάττης ἐχούσης τὴν γένεσιν, εἰς τὸ τῶν ἁλῶν γόνιμον αἰνιττομένους. καὶ γὰρ αὐτὸν τὸν Ποσειδῶνα καὶ ὅλως τοὺς πελαγικοὺς θεοὺς πολυτέκνους καὶ πολυγόνους ἀποφαίνουσιν. αὐτῶν δὲ τῶν ζῴων οὐδὲν ἂν χερσαῖον ἢ πτηνὸν εἰπεῖν ἔχοις οὕτω γόνιμον, ὡς πάντα τὰ θαλάττια· πρὸς ὃ καὶ πεποίηκεν ὁ Ἐμπεδοκλῆς [Quaest. conv. 5.10.4b] φῦλον ἄμουσον ἄγουσα πολυσπερέων καμασήνων. ## Βιβλίον Ϛ [Quaest. conv. 6.0.1] Τιμόθεον τὸν Κόνωνος, ὦ Σόσσιε Σενεκίων, ὡς ἐκ τῶν πολυτελῶν καὶ στρατηγικῶν δείπνων ἀναλαβὼν ὁ Πλάτων ἐδείπνισεν ἐν Ἀκαδημείᾳ μουσικῶς καὶ ἀφελῶς ταῖς ἀφλεγμάντοις ὥς φησιν ὁ Ἴων τραπέζαις αἷς ὕπνοι τε καθαροὶ καὶ βραχυόνειροι φαντασίαι, τοῦ σώματος εὐδίαν καὶ γαλήνην ἔχοντος, ἕπονται· μεθ’ ἡμέραν ὁ Τιμόθεος αἰσθόμενος τῆς διαφορᾶς ἔφη τοὺς παρὰ Πλάτωνι δειπνήσαντας καὶ τῇ ὑστεραίᾳ καλῶς γίγνεσθαι. μέγα γὰρ ὡς ἀληθῶς εὐημερίας ἐφόδιον εὐκρασία σώματος ἀβαπτίστου καὶ ἐλαφροῦ καὶ παρεστῶτος ἀνυπόπτως ἐπὶ πᾶσαν ἐνέργειαν. ἀλλ’ ἕτερον οὐκ ἔλαττον ὑπῆρχε τοῦτο τοῖς παρὰ Πλάτωνι δειπνήσασιν, ἡ τῶν λαληθέντων παρὰ πότον ἀναθεώρησις· αἱ μὲν γὰρ τῶν ποθέντων ἢ βρωθέντων ἡδοναὶ τὴν ἀνάμνησιν ἀνελεύθερον ἔχουσι καὶ ἄλλως ἐξίτηλον, ὥσπερ ὀσμὴν ἕωλον κνῖσαν ἐναπολειπομένην προβλημάτων δὲ καὶ λόγων φιλοσόφων ὑποθέσεις αὐτοὺς τοὺς μεμνημένους εὐφραίνουσιν, ἀεὶ πρόσφατοι παροῦσαι· καὶ τοὺς ἀπολειφθέντας οὐχ ἧττον ἑστιᾶν παρέχουσι τοῖς αὐτοῖς ἀκούοντας καὶ μεταλαμβάνοντας· ὅπου καὶ νῦν τῶν Σωκρατικῶν συμποσίων μετουσία καὶ ἀπόλαυσίς ἐστι τοῖς φιλολόγοις, ὥσπερ αὐτοῖς ἐκείνοις τοῖς τότε δειπνοῦσι. καίτοι, εἰ τὰ σωματικὰ τὰς ἡδονὰς παρεῖχεν, ἔδει καὶ Ξενοφῶντα καὶ Πλάτωνα μὴ τῶν λαληθέντων ἀλλὰ παρατεθέντων ἐν Καλλίου καὶ Ἀγάθωνος ὄψων καὶ πεμμάτων καὶ τραγημάτων ἀπογραφὴν ἀπολιπεῖν· νῦν δ’ ἐκεῖνα μὲν οὐδέποτε, καίπερ ὡς εἰκὸς ἐκ παρασκευῆς γενόμενα καὶ δαπάνης, λόγου τινὸς ἠξιώθη· τὰ δὲ φιλοσοφηθέντα μετὰ παιδιᾶς σπουδάζοντες εἰς γραφὴν ἀπετίθεντο, καὶ κατέλειπον παραδείγματα τοῦ μὴ μόνον συνεῖναι διὰ λόγων ἀλλήλοις παρὰ πότον ἀλλὰ καὶ μεμνῆσθαι τῶν λαληθέντων. [Quaest. conv. 6.1.1] Τίς ἡ αἰτία, δι’ ἣν οἱ νηστεύοντες διψῶσι μᾶλλον ἢ πεινῶσιν. [Quaest. conv. 6.1.1b] ἕκτον οὖν τοῦτό σοι πέμπω τῶν Συμποσιακῶν, ἐν ᾧ πρῶτόν ἐστι τὸ περὶ τοῦ διψῆν μᾶλλον ἢ πεινῆν τοὺς νηστεύοντας. ἄλογον γὰρ ἐφαίνετο διψῆν μᾶλλον ἢ πεινῆν τοὺς ἐκνηστεύσαντας· ἡ γὰρ ἔνδεια τῆς ξηρᾶς τροφῆς ἀναπλήρωσιν οἰκείαν ἐδόκει καὶ κατὰ φύσιν ἐπιζητεῖν. ἔλεγον οὖν ἐγὼ τοῖς παροῦσιν, ὅτι τῶν ἐν ἡμῖν ἢ μόνον ἢ μάλιστα δεῖται τροφῆς τὸ θερμόν ὥσπερ ἀμέλει βλέπομεν ἔξω μήτ’ ἀέρα μήθ’ ὕδωρ μήτε γῆν ἐφιέμενα τοῦ τρέφεσθαι μηδ’ ἀναλίσκοντα τὸ πλησιάζον, ἀλλὰ μόνον τὸ πῦρ. ᾗ καὶ τὰ νέα βρωτικώτερα τῶν πρεσβυτέρων ὑπὸ θερμότητος· καὶ τοὐναντίον οἱ γέροντες ῥᾷστα νηστείαν φέρουσιν· ἀμβλὺ γὰρ ἐν αὐτοῖς καὶ μικρὸν ἤδη τὸ θερμόν ἐστιν, ὥσπερ ἐν τοῖς ἀναίμοις τῶν ζῴων, ἃ δὴ καὶ τροφῆς ἥκιστα προσδεῖται δι’ ἔνδειαν θερμότητος· αὐτὸν θ’ ἕκαστον αὑτοῦ γυμνάσια καὶ κραυγαὶ καὶ ὅσα τῷ κινεῖν αὔξει τὸ θερμόν, ἥδιον φαγεῖν ποιεῖ καὶ προθυμότερον τροφὴ δὲ τῷ θερμῷ, καθάπερ νομίζω, ὃ πρῶτον κατὰ φύσιν, μάλιστα τὸ ὑγρόν ἐστιν, ὡς αἵ τε φλόγες αὐξανόμεναι τῷ ἐλαίῳ δηλοῦσι καὶ τὸ πάντων ξηρότατον εἶναι τέφραν· ἐκκέκαυται γὰρ τὸ νοτερόν, τὸ δὲ γεῶδες ἔρημον ἰκμάδος λέλειπται· καὶ ὁμοίως διίστησι καὶ διαιρεῖ τὰ σώματα τὸ πῦρ τῷ ἐξαιρεῖν τὴν κολλῶσαν ὑγρότητα καὶ συνδέουσαν. ὅταν οὖν νηστεύσωμεν, ἐκ τῶν ὑπολειμμάτων τῆς ἐν τῷ σώματι τροφῆς ἀποσπᾶται βίᾳ τὸ ὑγρὸν ὑπὸ τοῦ θερμοῦ τὸ πρῶτον, εἶτ’ ἐπ’ αὐτὴν βαδίζει τὴν σύμφυτον λιβάδα τῆς σαρκὸς ἡ πύρωσις διώκουσα τὸ νοτερόν· γενομένης οὖν ὥσπερ ἐν πηλῷ ξηρότητος, ποτοῦ μᾶλλον τὸ σῶμα δεῖσθαι πέφυκεν, ἄχρι οὗ πιόντων ἀναρρωσθὲν καὶ ἰσχῦσαν τὸ θερμὸν ἐμβριθοῦς τροφῆς ὄρεξιν ἐργάσηται. [Quaest. conv. 6.2.1] Πότερον ἔνδεια ποιεῖ τὸ πεινῆν καὶ διψῆν ἢ πόρων μετασχηματισμός. [Quaest. conv. 6.2.1b] λεχθέντων δὲ τούτων, οἱ περὶ Φίλωνα ἰατροὶ τὴν πρώτην θέσιν ἐκίνουν· ἐνδείᾳ γὰρ οὐ γίγνεσθαι τὸ δίψος, ἀλλὰ πόρων τινῶν μετασχηματισμῷ. τοῦτο μὲν γὰρ οἱ νύκτωρ διψῶντες, ἂν ἐπικαταδάρθωσι, παύονται τοῦ διψῆν μὴ πιόντες· τοῦτο δ’ οἱ πυρέττοντες, ἐνδόσεως γενομένης ἢ παντάπασι τοῦ πυρετοῦ λωφήσαντος, καὶ ἅμα τοῦ διψῆν ἀπαλλάττονται· πολλοῖς δὲ λουσαμένοις καὶ νὴ Δί’ ἐμέσασιν ἑτέροις λήγει τὸ δίψος. ὧν ὑπ’ οὐδενὸς αὔξεται τὸ ὑγρόν, ἀλλὰ μόνον οἱ πόροι παρέχουσι, πάσχοντές τι τῷ μετασχηματίζεσθαι, τάξιν ἑτέραν καὶ διάθεσιν. ἐκδηλότερον δὲ τοῦτο γίγνεται περὶ τὴν πεῖναν· ἐνδεεῖς γὰρ ἅμα πολλοὶ γίνονται καὶ ἀνόρεκτοι τῶν νοσούντων· ἐνίοις δ’ ἐμπιπλαμένοις οὐδὲ ἓν αἱ ὀρέξεις χαλῶσιν, ἀλλὰ καὶ κατατείνουσι καὶ παραμένουσιν. ἤδη δὲ πολλοὶ τῶν ἀποσίτων ἐλαίαν ἁλμάδα λαμβάνοντες ἢ κάππαριν γευσάμενοι ταχέως ἀνέλαβον καὶ παρεστήσαντο τὴν ὄρεξιν. ᾧ καὶ μάλιστα δῆλόν ἐστιν, ὅτι πάθει τινὶ πόρων οὐχ ὑπ’ ἐνδείας ἐγγίγνεται τὸ πεινῆν ἡμῖν· τὰ γὰρ τοιαῦτα βρώματα τὴν μὲν ἔνδειαν ἐλαττοῖ προστιθεμένης τροφῆς, τὸ δὲ πεινῆν ποιοῦσιν· οὕτως αἱ τῶν ἐφάλμων βρωμάτων εὐστομίαι καὶ δριμύτητες ἐπιστρέφουσαι καὶ πυκνοῦσαι τὸν στόμαχον ἢ πάλιν ἀνοίγουσαι καὶ χαλῶσαι δεκτικήν τινα τροφῆς εὐαρμοστίαν περιειργάσαντο περὶ αὐτόν, ἣν ὄρεξιν καλοῦμεν. [Quaest. conv. 6.2.2] ἐδόκει δή μοι ταῦτα πιθανῶς μὲν ἐπικεχειρῆσθαι, πρὸς δὲ τὸ μέγιστον ἐναντιοῦσθαι τῆς φύσεως τέλος, ἐφ’ ὃ πᾶν ἄγει ζῷον ὄρεξις, ἀναπλήρωσιν τοῦ ἐνδεοῦς ποθοῦσα καὶ τὸ ἐκλεῖπον ἀεὶ τοῦ οἰκείου διώκουσα· τὸ γὰρ ᾧ διαφέρει μάλιστα τὸ ζῷον τοῦ ἀψύχου, τοῦτο μὴ φάναι πρὸς σωτηρίαν καὶ διαμονὴν ὑπάρχειν ἡμῖν, ὥσπερ ὄμμα τῶν οἰκείων τῷ σώματι καὶ δεόντων ἐγγεγενημένον, ἀλλὰ πάθος εἶναι καὶ τροπήν τινα πόρων οἴεσθαι μεγέθεσι καὶ μικρότησι συμβαίνουσαν, εἰς οὐδέν’ ἦν λόγον ἁπλῶς τιθεμένων τὴν φύσιν. ἔπειτα ῥιγοῦν ἐνδείᾳ θερμότητος οἰκείας τὸ σῶμα, μηκέτι δὲ διψῆν μηδὲ πεινῆν ὑγρότητος ἐνδείᾳ τῆς κατὰ φύσιν καὶ τροφῆς, ἄλογόν ἐστι· τούτου δ’ ἀλογώτερον, εἰ κενώσεως μὲν ἐφίεται διὰ πλήρωσιν ἡ φύσις, πληρώσεως δ’ οὐ διὰ κένωσιν, ἀλλ’ ἑτέρου τινὸς πάθους ἐγγενομένου. καὶ μὴν αἵ γε τοιαῦται περὶ τὰ ζῷα χρεῖαι καὶ ἀναπληρώσεις οὐθέν τι τῶν περὶ τὰς γεωργίας γιγνομένων διαφέρουσι· πολλὰ γὰρ ὅμοια πάσχει καὶ βοηθεῖται· πρὸς μὲν γὰρ τὰς ξηρότητας ἀρδείαις ποτιζόμενα, καὶ ψυχόμενα μετρίως, ὅταν φλέγηται· ῥιγοῦντα δ’ αὐτὰ θάλπειν πειρώμεθα καὶ σκέπειν πόλλ’ ἄττα περιβάλλοντες· καὶ ὅσα μὴ παρ’ ἡμᾶς ἐστιν, εὐχόμεθα τὸν θεὸν διδόναι, δρόσους μαλακὰς καὶ εἰλήσεις ἐν πνεύμασι μετρίοις, ὡς ἀεὶ τοῦ ἀπολείποντος ἀναπλήρωσιν ἡ φύσις ἔχοι, διατηροῦσα τὴν κρᾶσιν. οὕτω γὰρ οἶμαι καὶ τροφὴν ὠνομάσθαι τὸ τηροῦν τὴν φύσιν· τηρεῖται δὲ τοῖς μὲν φυτοῖς ἀναισθήτως ἐκ τοῦ περιέχοντος, ὥς φησιν Ἐμπεδοκλῆς, ὑδρευομένοις τὸ πρόσφορον· ἡμᾶς δ’ ἡ ὄρεξις ζητεῖν διδάσκει καὶ διώκειν τὸ ἐκλεῖπον τῆς κράσεως. [Quaest. conv. 6.2.2b] οὐ μὴν ἀλλὰ καὶ τῶν εἰρημένων ἕκαστον ἴδωμεν ὡς οὐκ ἀληθές ἐστι. τὰ μὲν γὰρ εὐστομίαν ἔχοντα καὶ δριμύτητα τάχα μὲν οὐκ ὄρεξιν, ἀλλὰ δηγμὸν ἐμποιεῖ τοῖς δεκτικοῖς μέρεσι τῆς τροφῆς, οἷον κνησμοὶ κατὰ θίξιν ἐνίων ἀμυσσόντων· εἰ δὲ καὶ τοῦτο τὸ πάθος ὀρεκτικόν ἐστιν, εἰκός ἐστιν ὑπὸ τῶν τοιούτων βρωμάτων λεπτυνόμενα διακρίνεσθαι τὰ προϋπόντα, καὶ ποιεῖν μὲν ἔνδειαν, οὐ μεταρρυθμιζομένων δὲ τῶν πόρων ἀλλὰ κενουμένων καὶ καθαιρομένων τὰ γὰρ ὀξέα καὶ δριμέα καὶ ἁλμυρὰ θρύπτοντα τὴν ὕλην διαφορεῖ καὶ σκίδνησιν, ὥστε νεαρὰν ποιεῖν τὴν ὄρεξιν ἐκθλιβομένων τῶν ἑώλων καὶ χθιζῶν. [Quaest. conv. 6.2.2c] τῶν δὲ λουομένων οὐ μετασχηματιζόμενοι παύουσιν οἱ πόροι τὸ δίψος, ἀλλ’ ἰκμάδα διὰ τῆς σαρκὸς ἀναλαμβάνοντες καὶ ἀναπιμπλάμενοι νοτερᾶς ἀτμίδος. οἱ δ’ ἔμετοι τἀλλότριον ἐκβάλλοντες ἀπόλαυσιν τῇ φύσει τοῦ οἰκείου παρέσχον. οὐ γὰρ ἁπλῶς τοῦ ὑγροῦ τὸ δίψος, ἀλλὰ τοῦ κατὰ φύσιν καὶ οἰκείου διό, κἂν πολὺ παρῇ τὸ ἀλλόφυλον, ἐνδεὴς ὁ ἄνθρωπός ἐστιν· ἐνίσταται γὰρ τοῖς κατὰ φύσιν ὑγροῖς, ὧν ἡ ὄρεξίς ἐστι, καὶ οὐ δίδωσιν ἀνάμιξιν οὐδὲ κατάκρασιν, ἄχρι ἂν ἐκστῇ καὶ ἀποχωρήσῃ· τότε δ’ οἱ πόροι τὸ σύμφυλον ἀναλαμβάνουσιν. οἱ δὲ πυρετοὶ τὸ ὑγρὸν εἰς βάθος ἀπωθοῦσι· [Quaest. conv. 6.2.2d] καὶ τῶν μέσων φλεγομένων, ἐκεῖ πᾶν ἀποκεχώρηκε καὶ κρατεῖται πεπιεσμένον ὅθεν ἐμεῖν τε πολλοὺς ἅμα συμβαίνει, πυκνότητι τῶν ἐντὸς ἀναθλιβόντων τὰ ὑγρά, καὶ διψῆν δι’ ἔνδειαν καὶ ξηρότητα τοῦ λοιποῦ σώματος. ὅταν οὖν ἄνεσις γένηται καὶ τὸ θερμὸν ἐκ τῶν μέσων ἀπίῃ, σκιδνάμενον αὖθις ὑπονοστεῖ καὶ διιόν, ὡς πέφυκε, πάντῃ τὸ νοτερὸν ἅμα τοῖς τε μέσοις ῥᾳστώνην παρέσχε, καὶ τὴν σάρκα λείαν καὶ ἁπαλὴν ἀντὶ τραχείας καὶ αὐχμώδους γενομένην ἐμάλαξε, πολλάκις δὲ καὶ ἱδρῶτας ἐπήγαγεν· ὅθεν ἡ ποιοῦσα διψῆν ἔνδεια λήγει καὶ παύεται, τῆς ὑγρότητος ἀπὸ τοῦ βαρυνομένου καὶ δυσαναβλαυτοῦντος ἐπὶ τὸν δεόμενον καὶ ποθοῦντα μεθισταμένης τόπον. ὡς γὰρ ἐν κήπῳ, φρέατος ἄφθονον ὕδωρ ἔχοντος, εἰ μὴ τις ἐπαντλοῖ καὶ ἄρδοι τὰ φυτά, διψῆν καὶ ἀτροφεῖν ἀναγκαῖόν ἐστιν· οὕτως ἐν σώματι, τῶν ὑγρῶν εἰς ἕνα κατασπωμένων τόπον, οὐ θαυμαστὸν ἔνδειαν εἶναι περὶ τὰ λοιπὰ καὶ ξηρότητα, μέχρι οὗ πάλιν ἐπιρροὴ καὶ διάχυσις γένηται· [Quaest. conv. 6.2.2e] καθάπερ καὶ ἐπὶ τῶν πυρεττόντων, ὅταν ἀνεθῶσι, συμβαίνει καὶ τῶν ἐγκαταδαρθανόντων τῷ διψῆν· καὶ γὰρ τούτοις ὁ ὕπνος ἐκ μέσων ἐπανάγων τὰ ὑγρὰ καὶ διανέμων πάντῃ τοῖς μέρεσιν ὁμαλισμὸν ἐμποιεῖ καὶ ἀναπλήρωσιν. ὁ γὰρ δὴ λεγόμενος τῶν πόρων μετασχηματισμὸς οὗτος, ᾧ τὸ πεινῆν ἢ τὸ διψῆν ἐγγίνηται, ποῖος τίς ἐστιν; ἐγὼ μὲν γὰρ οὐχ ὁρῶ περὶ πόρους διαφορὰς ἄλλας κατὰ πάθος ἢ τὸ συμπίπτειν καὶ τὸ διίστασθαι· καὶ συμπίπτοντες μὲν· οὔτε ποτὸν οὔτε τροφὴν δέχεσθαι δύνανται, διιστάμενοι δὲ κενότητα καὶ χώραν ποιοῦσιν, ἔνδειαν οὖσαν τοῦ κατὰ φύσιν καὶ οἰκείου. καὶ γὰρ αἱ στύψεις, ὦ βέλτιστε, τῶν βαπτομένων ἔφην τόπων ἔχουσι τὸ δριμὺ καὶ ῥυπτικόν, ᾧ τῶν περισσῶν ἐκκρινομένων καὶ ἀποτηκομένων, οἱ πόροι δέχονται μᾶλλον καὶ στέγουσι δεξάμενοι τὴν βαφὴν ὑπ’ ἐνδείας καὶ κενότητος. [Quaest. conv. 6.3.1] Διὰ τί πεινῶντες μὲν, ἐὰν πίωσι, παύονται· διψῶντες δέ, ἐὰν φάγωσιν, ἐπιτείνονται. [Quaest. conv. 6.3.1b] ῥηθέντων δὲ τούτων, ὁ ἑστιῶν ἡμᾶς καὶ ταῦτ’ ἔφη μετρίως λέγεσθαι καὶ πρὸς τὴν ἄλλην ἀπορίαν, τὰς τῶν πόρων κενώσεις καὶ ἀναπληρώσεις, ἐν τῷ παραυτίκα … τοῖς δὲ διψῶσι τοὐναντίον, ἐὰν ἐμφάγωσιν, ἐπιτείνειν συμβαίνει τὸ δίψος. τοῦτο δὲ τὸ πάθος οἱ τοὺς πόρους διαφόρους ὑποτιθέμενοι ῥᾷστα καὶ πιθανώτατά μοι δοκοῦσιν, εἰ καὶ μὴ τἄλλα μόνον πιθανῶς, αἰτιολογεῖν. πᾶσι γὰρ ὄντων πόρων, ἄλλος πόρος ἄλλας συμμετρίας ἔχει· ὧν οἱ μὲν εὐρύτεροι τὴν ξηρὰν ἅμα καὶ τὴν ὑγρὰν τροφὴν ἀναλαμβάνουσιν, οἱ δ’ ἰσχνότεροι τὸ μὲν ποτὸν παραδέχονται, ποιεῖ δὲ τὴν μὲν δίψαν ἡ τούτων κένωσις, ἡ δ’ ἐκείνων τὴν πεῖναν. ὅθεν, ἐὰν μὲν φάγωσιν οἱ διψῶντες, οἱ μὲν οὐ βοηθοῦνται, τῶν πόρων διὰ λεπτότητα τὴν ξηρὰν τροφὴν μὴ δεχομένων, ἀλλ’ ἐπιδεῶν τοῦ οἰκείου διαμενόντων· οἱ δὲ πεινῶντες ἐὰν πίνωσιν, ἐνδυόμενα τὰ ὑγρὰ τοῖς μείζοσι πόροις καὶ ἀναπληροῦντα τὰς κενότητας αὐτῶν ἀνίησι τὸ σφοδρὸν ἄγαν τῆς πείνης. [Quaest. conv. 6.3.2] ἐμοὶ δὲ τὸ μὲν συμβαῖνον ἀληθὲς ἐφαίνετο, τῇ δ’ ὑποθέσει τῆς αἰτίας οὐ προσεῖχον. καὶ γὰρ εἰ τοῖς πόροις τούτοις ἔφην, ὧν ἔνιοι περιέχονται καὶ ἀγαπῶσι, κατατρήσειέ τις τὴν σάρκα, πλαδαρὰν καὶ τρομώδη καὶ σαθρὰν ποιήσει· τό γε μὴ ταὐτὰ τοῦ σώματος μόρια τὸ ποτὸν προσδέχεσθαι καὶ τὸ σιτίον ἀλλ’ ὥσπερ ἠθμοῖς καταρρεῖσθαι καὶ ἀποκρίνεσθαι, κομιδῇ πλασματῶδες καὶ ἀλλόκοτον. αὕτη γὰρ ἡ πρὸς τὸ ὑγρὸν ἀνάμιξις, θρύπτουσα τὰ σιτία καὶ συνεργὰ λαμβάνουσα τὸ θερμὸν τὸ ἐντὸς καὶ τὸ πνεῦμα, πάντων ὀργάνων ἀκριβέστατα πάσαις τομαῖς καὶ διαιρέσεσι λεπτύνει τὴν τροφὴν ὥστε πᾶν μόριον αὐτῆς παντὶ μορίῳ γίγνεσθαι φίλον καὶ οἰκεῖον, οὐκ ἐναρμόττον ὥσπερ ἀγγείοις καὶ τρήμασιν ἀλλ’ ἑνούμενον καὶ προσφυόμενον. ἄνευ δὲ τούτων οὐδὲ λέλυται τῆς ἀπορίας τὸ μέγιστον· [Quaest. conv. 6.3.2b] οἱ γὰρ ἐμφαγόντες, ἂν μὴ πίωσιν, οὐ μόνον οὐ λύουσιν ἀλλὰ καὶ προσεπιτείνουσι τὸ δίψος πρὸς τοῦτο δ’ οὐδὲν εἴρηται. σκόπει δὲ καὶ τὰ παρ’ ἡμῶν ἔφην εἰ φαινομένας ὑποθέσεις λαμβάνομεν, πρῶτον μὲν λαμβάνοντες τὸ ὑγρὸν ὑπὸ τοῦ ξηροῦ διαφθείρεσθαι δαπανώμενον, τῷ δ’ ὑγρῷ τὸ ξηρὸν βρεχόμενον καὶ μαλασσόμενον διαχύσεις ἴσχειν καὶ ἀναθυμιάσεις· δεύτερον δὲ μὴ νομίζοντες ἔκθλιψιν εἶναι παντάπασι μήτε τῆς ξηρᾶς τροφῆς τὴν πεῖναν μήτε τῆς ὑγρᾶς τὴν δίψαν, ἀλλὰ τοῦ μετρίου καὶ ἀρκοῦντος ἔνδειαν· οἷς γὰρ ὅλως ἂν ἐλλίπῃ θάτερον, οὔτε πεινῶσιν οὔτε διψῶσιν ἀλλ’ εὐθὺς ἀποθνήσκουσιν. ὑποκειμένων δὲ τούτων, οὐ χαλεπὸν ἤδη τὴν αἰτίαν συνιδεῖν. ἡ μὲν γὰρ δίψα τοῖς φαγοῦσιν ἐπιτείνεται, τῶν σιτίων τῇ ξηρότητι, εἴ τι διεσπαρμένον ὑγρὸν καὶ ἀπολειπόμενον ἀσθενὲς καὶ ὀλίγον ἐν τῷ σώματι, συλλεγόντων καὶ προσεξικμαζόντων ὥσπερ ἔξω γῆν ὁρῶμεν καὶ κόνιν καὶ ἄμμον τὰ μιγνύμενα τῶν ὑγρῶν ἀναλαμβάνουσαν εἰς ἑαυτὴν καὶ ἀφανίζουσαν. [Quaest. conv. 6.3.2c] τὴν δὲ πεῖναν αὖ πάλιν ἀναγκαίως; τὸ ποτὸν ἀνίησιν· ἡ γὰρ ὑγρότης τὰ ὑπόντα σιτία περισκελῆ καὶ γλίσχρα βρέξασα καὶ διαχέασα, χυμῶν ἐγγενομένων καὶ ἀτμῶν, ἀναφέρει τούτους εἰς τὸ σῶμα καὶ προστίθησι τοῖς δεομένοις. ὅθεν οὐ κακῶς ὄχημα τῆς τροφῆς τὸ ὑγρὸν ὁ Ἐρασίστρατος προσεῖπε· τὰ γὰρ ὑπὸ ξηρότητος ἢ πάθους ἀργὰ καὶ βαρέα μιγνύμενον ἀναπέμπει καὶ συνεξαίρει. πολλοὶ δὲ καὶ μὴ πιόντες ἀλλὰ λουσάμενοι μόνον ἐπαύσαντο συντόνως σφόδρα πεινῶντες· ἐνδυομένη ἔξωθεν ἡ εὐχυμότερα ποιεῖ καὶ τροφιμώτερα τῷ ἐγχαλᾶσθαι τὰ ἐντός, ὥστε τῆς πείνης τὸ σφόδρα πικρὸν καὶ θηριῶδες ἐνδιδόναι καὶ παρηγορεῖσθαι. διὸ καὶ πολὺν ζῶσιν ἔνιοι τῶν ἀποκαρτερούντων χρόνον, ἂν ὕδωρ μόνον λαμβάνωσιν, ἄχρι ἂν οὗ πᾶν ἐξικμασθῇ τὸ τρέφειν καὶ προστίθεσθαι τῷ σώματι δυνάμενον. [Quaest. conv. 6.4.1] Διὰ τίν’ αἰτίαν τὸ φρεατιαῖον ὕδωρ ἀρυσθέν, ἐὰν ἐν αὐτῷ τῷ τοῦ φρέατος ἀέρι νυκτερεύσῃ, ψυχρότερον γίγνεται. [Quaest. conv. 6.4.1b] Ψυχροπότῃ ξένῳ τρυφῶντι παρεσκεύασαν οἱ θεράποντες τοῦ ἐκ φρέατος ὕδωρ ψυχρότερον ἀρυσάμενοι γὰρ ἀγγείῳ καὶ κρεμάσαντες τὸ ἀγγεῖον ἐν τῷ φρέατι τῆς πηγῆς μὴ ἁπτόμενον εἴασαν ἐπινυκτερεῦσαι, καὶ πρὸς τὸ δεῖπνον ἐκομίζετο τοῦ προσφάτου ψυχρότερον. ἦν δ’ ὁ ξένος φιλόλογος ἐπιεικῶς, καὶ τοῦτ’ ἔφη λαβεῖν ἐκ τῶν Ἀριστοτέλους; μετὰ λόγου κείμενον· εἶναι δὲ τοιόνδε τὸν λόγου. πᾶν ὕδωρ προθερμανθὲν ψύχεται μᾶλλον, ὥσπερ τὸ τοῖς βασιλεῦσι παρασκευαζόμενον ὅταν γὰρ ἑψηθῇ μέχρι ζέσεως, περισωρεύουσι τῷ ἀγγείῳ χιόνα πολλὴν καὶ γίγνεται ψυχρότερον ὥσπερ ἀμέλει καὶ τὰ ἡμέτερα σώματα λουσαμένων περιψύχεται μᾶλλον· ἡ γὰρ ὑπὸ τῆς θερμότητος ἄνεσις πολύπορον τὸ σῶμα καὶ μανὸν ἀπειργασμένη πολὺν δέχεται τὸν ἔξωθεν ἀέρα καὶ βιαιοτέραν ποιεῖ τὴν μεταβολὴν ὅταν οὖν ὑποπλασθῇ ὑπὸ τῆς πηγῆς τὸ ὕδωρ, ἐν τῷ ἀέρι, προθερμανθέν, περιψύχεται ταχέως. [Quaest. conv. 6.4.2] τὸν μὲν οὖν ξένον ἐπῃνέσαμεν ὡς ἀνδρικῶς καταμνημονεύσαντα· περὶ δὲ τοῦ λόγου διηποροῦμεν. ὁ γὰρ ἀήρ, ἐν ᾧ κρέμαται τὸ ἀγγεῖον, εἰ μὲν ψυχρός ἐστι, πῶς θερμαίνει τὸ ὕδωρ; εἰ δὲ θερμός, πῶς περιψύχει πάλιν; ἄλογον γὰρ ὑπὸ ταὐτοῦ ταὐτὸ πάσχειν τἀναντία, μηδεμιᾶς διαφορᾶς γενομένης. σιωπῶντος δ’ αὐτοῦ καὶ διαποροῦντος, οὐδὲν ἔφην δεῖν περὶ τοῦ ἀέρος διαπορεῖν ἡ γὰρ αἴσθησις λέγει ὅτι ψυχρός ἐστι, καὶ μάλιστά τῶν ἐν βάθει φρεάτων ὥστ’ ἀμήχανον ὑπ’ ἀέρος ψυχροῦ θερμαίνεσθαι τὸ ὕδωρ· ἀλλὰ μᾶλλον ὁ ψυχρὸς οὗτος ἀὴρ τὴν μὲν πηγὴν διὰ πλῆθος οὐ δύναται μεταβάλλειν ἂν δέ τις ἀφαιρῇ κατ’ ὀλίγον, μᾶλλον κρατῶν περιψύξει. [Quaest. conv. 6.5.1] Διὰ τίν’ αἰτίαν οἱ χάλικες καὶ αἱ μολιβδίδες ἐμβαλλόμεναι ψυχρότερον τὸ ὕδωρ ποιοῦσιν. [Quaest. conv. 6.5.1b] ἀλλὰ μὴν περὶ τῶν χαλίκων ἔφην ἢ τῶν ἀκμόνων, οὓς ἐμβάλλοντες εἰς τὸ ὕδωρ ψύχειν αὐτὸ καὶ στομοῦν δοκοῦσιν, εἰρημένον Ἀριστοτέλει μνημονεύεις.αὐτὸ τοῦτ’ ἔφη μόνον ἐν προβλήμασιν εἴρηκε τὸ γιγνόμενον· εἰς δὲ τὴν αἰτίαν ἐπιχειρήσομεν ἡμεῖς· ἔστι γὰρ μάλιστα δυσθεώρητος.πάνυ μὲν οὖν ἔφην καὶ θαυμάσαιμ’ ἄν, εἰ μὴ διαφύγοι ὁ λόγος ἡμᾶς· ὅρα δ’ ὅμως. πρῶτον οὐ δοκεῖ σοι περιψύχεσθαι μὲν ὑπὸ τοῦ ἀέρος τὸ ὕδωρ ἔξωθεν ἐμπίπτοντος, ὁ δ’ ἀὴρ μᾶλλον ἰσχύειν πρὸς τοὺς λίθους καὶ τοὺς ἄκμονας ἀπερειδόμενος; οὐ γὰρ ἐῶσιν αὐτόν, ὥσπερ τὰ χαλκᾶ καὶ τὰ κεραμεᾶ τῶν ἀγγείων, διεκπίπτειν, ἀλλὰ τῇ πυκνότητι στέγοντες ἀνακλῶσιν εἰς τὸ ὕδωρ ἀπ’ αὐτῶν, ὥστε δι’ ὅλου καὶ ἰσχυρὰν γίγνεσθαι τὴν περίψυξιν. διὸ καὶ χειμῶνος οἱ ποταμοὶ ψυχρότεροι γίγνονται τῆς θαλάττης· ἰσχύει γὰρ ἐν αὐτοῖς ὁ ψυχρὸς ἀὴρ ἀνακλώμενος, ἐν δὲ τῇ θαλάττῃ διὰ βάθος ἐκλύεται πρὸς μηδὲν ἀντερείδων. κατ’ ἄλλον δὲ τρόπον εἰκός ἐστι τὰ λεπτότερα τῶν ὑδάτων περιψύχεσθαι μᾶλλον ὑπὸ τοῦ ψυχροῦ· κρατεῖται γὰρ δι’ ἀσθένειαν. αἱ δ’ ἀκόναι καὶ οἱ χάλικες λεπτύνουσι τὸ ὕδωρ, ὅ τι θολερὸν καὶ γεῶδες ἀναμέμικται, τοῦτο συνάγοντες καὶ κατασπῶντες ἀπ’ αὐτοῦ, ὥστε λεπτότερον καὶ ἀσθενέστερον τὸ ὕδωρ γενόμενον μᾶλλον ὑπὸ περιψύξεως κρατεῖσθαι. καὶ μὴν ὅ τε μόλιβδος τῶν φύσει ψυχρῶν ἐστιν, ὅς γε τριβόμενος ὄξει τὸ ψυκτικώτατον τῶν θανασίμων φαρμάκων ἐξανίησι ψιμύθιον οἵ τε χάλικες τῇ πυκνότητι τὸ ψυχρὸν διὰ βάθους ποιοῦσι· πᾶς μὲν γὰρ λίθος κατεψυγμένης καὶ πεπιλημένης ὑπὸ κρύους γῆς πάγος ἐστί, μᾶλλον δ’ ὁ μᾶλλον πεπυκνωμένος· ὥστ’ οὐκ ἄτοπον, εἰ τὴν ψυχρότητα τοῦ ὕδατος ἀντερείδων συνεπιτείνει καὶ ὁ λίθος καὶ ὁ μόλιβδος. [Quaest. conv. 6.6.1] Διὰ τίν’ αἰτίαν ἀχύροις καὶ ἱματίοις τὴν χιόνα διαφυλάττουσι. [Quaest. conv. 6.6.1b] μικρὸν οὖν ὁ ξένος διαλιπών οἱ ἐρῶντες ἔφη μάλιστα μὲν αὐτοῖς τοῖς παιδικοῖς, εἰ δὲ μή, περὶ αὐτῶν ἐπιθυμοῦσι διαλέγεσθαι· τοῦτο πέπονθα περὶ τῆς χιόνος. ἐπεὶ γὰρ οὐ πάρεστιν οὐδ’ ἔχομεν, ἐπιθυμοίην ἂν μαθεῖν τίς αἰτία, δι’ ἣν ὑπὸ τῶν θερμοτάτων φυλάσσεται. καὶ γὰρ ἀχύροις σπαργανοῦντες αὐτὴν καὶ περιστέλλοντες ἱματίοις ἀγνάπτοις ἐπὶ πολὺν χρόνον ἄπταιστον διατηροῦσι. θαυμαστὸν οὖν, εἰ συνεκτικὰ τὰ θερμότατα τῶν ψυχροτάτων ἐστί. [Quaest. conv. 6.6.2] κομιδῇ γ’ ἔφην εἴπερ ἀληθές ἐστιν· οὐκ ἔχει δ’ οὕτως, ἀλλ’ αὑτοὺς παραλογιζόμεθα, θερμὸν εὐθὺς εἶναι τὸ θερμαῖνον ὑπολαμβάνοντες· καὶ ταῦθ’ ὁρῶντες ὅτι ταὐτὸν ἱμάτιον ἐν χειμῶνι θερμαίνειν ἐν δ’ ἡλίῳ ψύχειν γέγονεν· ὥσπερ ἡ τραγικὴ τροφὸς ἐκείνη τὰ τῆς Νιόβης τέκνα τιθηνεῖται [Quaest. conv. 6.6.2b] λεπτοσπαθήτων χλανιδίων ἐρειπίοις θάλπουσα καὶ ψύχουσα. [Quaest. conv. 6.6.2c] Γερμανοὶ μὲν οὖν κρύους πρόβλημα ποιοῦνται τὴν ἐσθῆτα μόνον, Αἰθίοπες δὲ θάλπους μόνον, ἡμεῖς δ’ ἀμφοῖν. ὥστε τί μᾶλλον, εἰ θάλπει, θερμὴν ἤπερ ψυχρὰν ἀπὸ τοῦ περιψύχειν λεκτέον; εἰ δὲ δεῖ τῇ αἰσθήσει τεκμαίρεσθαι, μᾶλλον ἂν ψυχρὰ γένοιτο· καὶ γὰρ ὁ χιτὼν ψυχρὸς ἡμῖν προσπίπτει τὸ πρῶτον ἐνδυσαμένοις καὶ τὰ στρώματα κατακλινεῖσιν εἶτα μέντοι συναλεαίνει τῆς ἀφ’ ἡμῶν πιμπλάμενα θερμασίας, καὶ ἅμα μὲν περιστέλλοντα καὶ κατέχοντα τὸ θερμόν, ἅμα δ’ ἀπείργοντα τὸ κρύος καὶ τὸν ἔξωθεν ἀέρα τοῦ σώματος. οἱ μὲν οὖν πυρέττοντες καυματιζόμενοι συνεχῶς ἀλλάττουσι τὰ ἱμάτια τῷ ψυχρὸν εἶναι τὸ ἐπιβαλλόμενον ἂν δ’ ἐπιβληθῇ, παραχρῆμα γίγνεται θερμὸν ὑπὸ τοῦ σώματος. ὥσπερ οὖν ἡμᾶς θερμαινόμενον θερμαίνει θοἰμάτιον, οὕτω τὴν χιόνα ψυχόμενον ἀντιπεριψύχει· ψύχεται δ’ ὑπ’ αὐτῆς ἀφιείσης πνεῦμα λεπτόν· τοῦτο γὰρ συνέχει τὴν πῆξιν αὐτῆς ἐγκατακεκλεισμένον· ἀπελθόντος δὲ τοῦ πνεύματος, ὕδωρ οὖσα ῥεῖ καὶ διατήκεται, καὶ ἀπανθεῖ τὸ λευκὸν ὅπερ ἡ τοῦ πνεύματος πρὸς τὸ ὑγρὸν ἀνάμιξις ἀφρώδης; γενομένη παρεῖχεν ἅμα τ’ οὖν τὸ ψυχρὸν ἐγκατέχεται περιστεγόμενον τῷ ἱματίῳ, καὶ ὁ ἔξωθεν ἀὴρ ἀπειργόμενος οὐ τέμνει τὸν πάγον οὐδ’ ἀνίησιν. ἀγνάπτοις δὲ τούτοις πρὸς τοῦτο διὰ τὴν τραχύτητα καὶ ξηρότητα τῆς κροκύδος οὐκ ἐώσης ἐπιπεσεῖν βαρὺ θοἰμάτιον οὐδὲ συνθλῖψαι τὴν χαυνότητα τῆς χιόνος· ὥσπερ καὶ τὸ ἄχυρον διὰ κουφότητα μαλακῶς περιπῖπτον οὐ θρύπτει τὸν πάγον, ἄλλως δὲ πυκνόν ἐστι καὶ στεγανόν, ὥστε καὶ τὴν θερμότητα τοῦ ἀέρος ἀπείργειν καὶ τὴν ψυχρότητα κωλύειν ἀπιέναι τῆς χιόνος. ὅτι δ’ ἡ τοῦ πνεύματος διάκρισις ἐμποιεῖ τὴν τῆξιν, ἐμφανές ἐστι τῇ αἰσθήσει τηκομένη γὰρ ἡ χιὼν πνεῦμα ποιεῖ. [Quaest. conv. 6.7.1] Εἰ δεῖ τὸν οἶνον ἐνδιηθεῖν. [Quaest. conv. 6.7.1b] Νίγρος ὁ πολίτης ἡμῶν ἀπὸ σχολῆς ἀφῖκτο συγγεγονὼς ἐνδόξῳ φιλοσόφῳ χρόνον οὐ πολύν, ἀλλ’ ἐν ὅσῳ τὰ τἀνδρὸς οὐ καταλαμβάνοντες ἀνεπίμπλαντο τῶν ἐπαχθῶν ἀπ’ αὐτοῦ μιμούμενοι τὸ ἐπιτιμητικὸν καὶ ἐλέγχοντες ἐπὶ παντὶ πράγματι τοὺς συνόντας. ἑστιῶντος οὖν ἡμᾶς Ἀριστίωνος, τὴν τ’ ἄλλην χορηγίαν ὡς πολυτελῆ καὶ περίεργον ἐμέμφετο καὶ τὸν οἶνον οὐκ ἔφη δεῖν ἐγχεῖσθαι διηθημένον, ἀλλ’, ὥσπερ Ἡσίοδος ἐκέλευσεν, ἀπὸ τοῦ πίθου πίνεσθαι τὴν σύμφυτον ἔχοντα ῥώμην καὶ δύναμιν. ἡ δὲ τοιαύτη κάθαρσις αὐτοῦ πρῶτον μὲν ἐκτέμνει τὰ νεῦρα καὶ τὴν θερμότητα κατασβέννυσιν· ἐξανθεῖ γὰρ καὶ ἀποπνεῖ διερωμένου πολλάκις· ἔπειτα περιεργίαν καὶ καλλωπισμὸν ἐμφαίνει καὶ τρυφὴν εἰς τὸ ἡδὺ καταναλίσκουσα τὸ χρήσιμον. ὥσπερ γὰρ τὸ τοὺς ἀλεκτρυόνας ἐκτεμεῖν καὶ τοὺς χοίρους, ἁπαλὴν αὐτῶν παρὰ φύσιν τὴν σάρκα ποιοῦντας καὶ θήλειαν, οὐχ ὑγιαινόντων ἐστὶν ἀνθρώπων ἀλλὰ διεφθαρμένων ὑπὸ λιχνείας· οὕτως, εἰ δεῖ μεταφορᾷ χρησάμενον λέγειν, ἐξευνουχίζουσι τὸν ἄκρατον καὶ ἀποθηλύνουσιν οἱ διηθοῦντες, οὔτε φορεῖν ὑπ’ ἀσθενείας οὔτε πίνειν τὸν μέτριον δυνάμενοι διὰ τὴν ἀκρασίαν· ἀλλὰ σόφισμα τοῦτ’ ἐστὶν αὐτοῖς καὶ μηχάνημα πολυποσίας ἐξαιροῦσι δὲ τοῦ οἴνου τὸ ἐμβριθές, τὸ λεῖον ἀπολιπόντες, ὥσπερ οἱ τοῖς ἀκρατῶς ἔχουσι πρὸς ψυχροποσίαν ἀρρώστοις ἀφεψημένον διδόντες· ὅ τι γὰρ στόμωμα τοῦ οἴνου καὶ κράτος ἐστί, τοῦτ’ ἐν τῷ διυλίζειν ἐξαιροῦσι καὶ ἀποκρίνουσι. μέγα δὲ τεκμήριον ἡ διαφθορὰ καὶ τὸ μὴ διαμένειν, ἀλλ’ ἐξίστασθαι καὶ μαραίνεσθαι, καθάπερ ἀπὸ ῥίζης κοπέντα τῆς τρυγός· οἱ δὲ παλαιοὶ καὶ τρύγα τὸν οἶνον ἄντικρυς ἐκάλουν, ὥσπερ ψυχὴν καὶ κεφαλὴν τὸν ἄνθρωπον εἰώθαμεν ἀπὸ τῶν κυριωτάτων ὑποκορίζεσθαι, καὶ τρυγᾶν λέγομεν τοὺς δρεπομένους τὴν ἀμπελίνην ὀπώραν, καὶ διατρύγιόν που Ὅμηρος εἴρηκεν, αὐτὸν δὲ τὸν οἶνον αἴθοπα καί ἐρυθρὸν εἴωθε· καλεῖν· οὐχ ὡς Ἀριστίων ἡμῖν ὠχριῶντα καὶ χλωρὸν ὑπὸ τῆς πολλῆς καθάρσεως παρέχεται. [Quaest. conv. 6.7.2] καὶ ὁ Ἀριστίων γελάσας οὐκ ὠχριῶντ’ εἶπεν ὦ τᾶν, οὐδ’ ἀναίμον’, ἀλλὰ μειλίχιον καὶ ἡμερίδην, ἀπὸ τῆς ὄψεως αὐτῆς πρῶτον. σὺ δ’ ἀξιοῖς τοῦ νυκτερινοῦ καὶ μελαναιγίδος ἐμφορεῖσθαι, καὶ ψέγεις τὴν κάθαρσιν ὥσπερ χολημεσίαν δι’ ἧς τὸ βαρὺ καὶ μεθυστικὸν ἀφιεὶς καὶ νοσῶδες ἐλαφρὸς καὶ ἄνευ ὀργῆς; ἀναμίγνυται ἡμῖν, οἷον Ὅμηρός φησι πίνειν τοὺς ἥρωας αἴθοπα γὰρ οὐ καλεῖ τὸν ζοφερόν, ἀλλὰ τὸν διαυγῆ καὶ λαμπρόν· οὐ γὰρ ἂν ὁ λέγων εὐήνορα καὶ νώροπα χαλκὸν αἴθοπα προσηγόρευεν. ὥσπερ οὖν ὁ σοφὸς Ἀνάχαρσις ἄλλ’ ἄττα τῶν Ἑλλήνων μεμφόμενος ἐπῄνει τῶν ἀνθρακέων ὅτι τὸν καπνὸν ἔξω καταλιπόντες οἴκαδε πῦρ κομίζουσιν· οὕτως ἡμᾶς ἐφ’ ἑτέροις ἂν ψέγοιτε μᾶλλον οἱ σοφοὶ ὑμεῖς. εἰ δὲ τοῦ οἴνου τὸ ταρακτικὸν καὶ ὀχλῶδες ἐξωθούμενοι καὶ ἀποσκεδάσαντες, αὐτὸν δ’ εὐφραίνοντες οὐ καλλωπίσαντες οὐδ’ ὥσπερ σιδήρου στόμωμα καὶ ἀκμὴν ἀποκόψαντες, ἀλλὰ μᾶλλον ὥσπερ ἰὸν ἢ ῥύπον ἀποκαθήραντες προσφερόμεθα, τί πλημμελοῦμεν; ὅτι νὴ Δία πλέον ἰσχύει μὴ διηθούμενος. καὶ γὰρ ἄνθρωπος, ὦ φίλε, φρενετίζων καὶ μαινόμενος· ἀλλ’ ὅταν ἐλλεβόρῳ χρησάμενος ἢ διαίτῃ καταστῇ, τὸ μὲν σφοδρὸν ἐκεῖνο καὶ σύντονον οἴχεται καὶ γέγονεν ἐξίτηλον, ἡ δ’ ἀληθινὴ δύναμις καὶ σωφροσύνη παραγίγνεται τῷ σώματι· οὕτω δὴ καὶ ἡ κάθαρσις τοῦ οἴνου τὸ πληκτικὸν ἀφαιροῦσα καὶ μανικόν, εἰς πραεῖαν ἕξιν καὶ ὑγιαίνουσαν καθίστησι. περιεργίαν δ’ οἶμαι πάμπολυ διαφέρειν καθαριότητος· καὶ γὰρ αἱ γυναῖκες φυκούμεναι καὶ μυριζόμεναι καὶ χρυσὸν φοροῦσαι καὶ πορφύραν περίεργοι δοκοῦσι· λουτρὸν δὲ καὶ ἄλειμμα καὶ κόμης θρύψιν οὐδεὶς αἰτιᾶται. χαριέντως δὲ τὴν διαφορὰν ὁ ποιητὴς ἐπιδείκνυσιν ἐπὶ τῆς κοσμουμένης Ἥρας [Quaest. conv. 6.7.2b] ἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἀθανάτοιο λύματα πάντα κάθηρεν, ἀλείψατο δὲ λίπ’ ἐλαίῳ [Quaest. conv. 6.7.2c] μέχρι τούτων ἐπιμέλεια καὶ καθαριότης ἐστιν· ὅταν δὲ τὰς χρυσᾶς περόνας ἀναλαμβάνῃ καὶ τὰ διηκριβωμένα τέχνῃ ἐλλόβια καὶ τελευτῶσα τῆς περὶ τὸν κεστὸν ἅπτηται γοητείας, περιεργία τὸ χρῆμα καὶ λαμυρία μὴ πρέπουσα γαμετῇ γέγονεν. οὐκοῦν καὶ τὸν οἶνον οἱ μὲν ἀλόαις χρωτίζοντες ἢ κινναμώμοις καὶ κρόκοις ἐφηδύνοντες ὥσπερ γυναῖκα καλλωπίζουσιν εἰς τὰ συμπόσια καὶ προαγωγεύουσιν οἱ δ’ ἀφαιροῦντες τὸ ῥυπαρὸν καὶ ἄχρηστον ἐξ αὐτοῦ θεραπεύουσι καὶ καθαίρουσιν. ἐπεὶ πάντ’ ἂν εἴποις ταῦτα περιεργίαν, ἀρξάμενος ἀπὸ τοῦ οἴκου· τί γὰρ οὕτω κεκονίαται; τί δ’ ἀνέῳγε τοῦ περιέχοντος ὅθεν ἂν μάλιστα πνεῦμα λαμβάνοι καθαρὸν καὶ τοῦ φωτὸς ἀπολαύοι περιιόντος ἐπὶ τὰς δύσεις; τί δὲ τῶν ἐκπωμάτων ἕκαστον ἐκτέτριπται καὶ διέσμηκται πανταχόθεν ὥστε λάμπειν καὶ περιστίλβειν; ἢ τὸ μὲν ἔκπωμ’ ἔδει μὴ ῥύπου μηδὲ μοχθηρίας ὀδωδὸς εἶναι, τὸ δ’ ἐξ αὐτοῦ πινόμενον εὐρῶτος ἢ κηλίδων ἀναπεπλῆσθαι; καὶ τί δεῖ τἄλλα λέγειν; ἡ γὰρ αὐτοῦ τοῦ πυροῦ διαπόνησις εἰς τὸν ἄρτον οὐδὲν ἕτερον ἢ κάθαρσις οὖσα, θέασαι μεθ’ ὅσης γίγνεται πραγματείας· οὐ γὰρ μόνον ὑποσκαφισμοὶ καὶ διαττήσεις καὶ ἀποκρίσεις καὶ διακρίσεις εἰσὶ τῶν σιτίων καὶ τῶν ἀλλοτρίων, ἀλλ’ ἡ τρῖψις ἐκθλίβουσα τοῦ φυράματος τὸ τραχὺ καὶ ἡ πέψις ἐξικμάζουσα τὸ ὑγρὸν καθαίρουσι καὶ συστέλλουσι τὴν ὕλην εἰς αὐτὸ τὸ ἐδώδιμον. τί οὖν ἄτοπον, εἰ καὶ τοῦ οἴνου τὸ τρυγῶδες ὡς κρίμνον ἢ σκύβαλον ἡ διήθησις ἐξαιρεῖ, μήτε δαπάνης τινὸς τῇ καθάρσει μήτ’ ἀσχολίας πολλῆς προσούσης; [Quaest. conv. 6.8.1] Τίς αἰτία βουλίμου. [Quaest. conv. 6.8.1b] θυσία τις ἔστι πάτριος, ἣν ὁ μὲν ἄρχων ἐπὶ τῆς κοινῆς ἑστίας δρᾷ τῶν δ’ ἄλλων ἕκαστος ἐπ’ οἴκου· καλεῖται δὲ βουλίμου ἐξέλασις· καὶ τῶν οἰκετῶν ἕνα τύπτοντες ἀγνίναις ῥάβδοις διὰ θυρῶν ἐξελαύνουσιν, ἐπιλέγοντες ἔξω Βούλιμον ἔσω δὲ πλοῦτον καὶ ὑγίειαν ἄρχοντος οὖν ἐμοῦ, πλείονες ἐκοινώνουν τῆς θυσίας· κᾆθ’ ὡς ἐποιήσαμεν τὰ νενομισμένα καὶ πάλιν κατεκλίνημεν, ἐζητεῖτο πρῶτον ὑπὲρ αὐτοῦ τοῦ ὀνόματος ἔπειτα τῆς φωνῆς, ἣν ἐπιλέγουσι τῷ διωκομένῳ, μάλιστα δ’ ὑπὲρ τοῦ πάθους καὶ τῶν κατ’ αὐτὸ γιγνομένων. τὸ μὲν οὖν βούλιμον λιμὸν ἐδόκει μέγαν ἢ δημόσιον ἀποσημαίνειν, καὶ μάλιστα παρ’ ἡμῖν τοῖς Αἰολεῦσιν ἀντὶ τοῦ β τῷ π χρωμένοις· οὐ γὰρ βούλιμον, ἀλλὰ πούλιμον, οἷον πολὺν ὄντα λιμόν, ὀνομάζομεν. ἐδόκει δ’ ἡ βούβρωστις ἕτερον εἶναι· τὸ δὲ τεκμήριον ἐλαμβάνομεν ἐκ τῶν Μητροδώρου Ἰωνικῶν· ἱστορεῖ γάρ, ὅτι Σμυρναῖοι τὸ παλαιὸν Αἰολεῖς ὄντες θύουσι Βουβρώστει ταῦρον μέλανα, καὶ κατακόψαντες αὐτόδορον ὁλοκαυτοῦσιν. ἐπεὶ δὲ πᾶς μὲν ἔοικεν ὁ λιμὸς νόσῳ, μάλιστα δ’ ὁ βούλιμος, ἐπιγίγνεσθαι, παθόντος παρὰ φύσιν τοῦ σώματος, εἰκότως ἀντιτάττουσιν ὡς μὲν ἐνδείᾳ τὸν πλοῦτον ὡς δὲ νόσῳ τὴν ὑγίειαν. ὡς δὲ ναυτιᾶν ὠνομάσθη μὲν ἐπὶ τῶν ἐν νηὶ καὶ κατὰ πλοῦν τὸν στόμαχον ἐκλυομένων, ἔθει δ’ ἴσχυκεν ἤδη καὶ κατὰ τῶν ὁπωσοῦν τοῦτο πασχόντων ὄνομα τοῦ πάθους εἶναι· οὕτως ἄρα καὶ τὸ βουλιμιᾶν ἐκεῖθεν ἀρξάμενον ἐνταῦθα διέτεινε. ταῦτα μὲν οὖν ἔρανον κοινὸν ἐκ πάντων συνεπλήρουν λόγων. [Quaest. conv. 6.8.2] ἐπειδὴ δ’ ἡπτόμεθα τῆς αἰτίας τοῦ πάθους, πρῶτον μὲν ἠπορήθη τὸ μάλιστα βουλιμιᾶν τοὺς διὰ χιόνος πολλῆς βαδίζοντας, ὥσπερ καὶ Βροῦτος ἐκ Δυρραχίου πρὸς Ἀπολλωνίαν ἰὼν ἐκινδύνευσεν ὑπὸ τοῦ πάθους· ἦν δὲ νιφετὸς πολὺς καὶ τῶν τὰ σιτία κομιζόντων οὐδεὶς ἐξηκολούθει· λιποθυμοῦντος οὖν αὐτοῦ καὶ ἀπολιπόντος, ἠναγκάσθησαν οἱ στρατιῶται προσδραμόντες τοῖς τείχεσιν ἄρτον αἰτῆσαι παρὰ τῶν τειχοφυλάκων πολεμίων· καὶ λαβόντες εὐθὺς ἀνεκτήσαντο τὸν Βροῦτον· διὸ καὶ φιλανθρώπως ἐχρήσατο πᾶσι κύριος τῆς πόλεως γενόμενος. πάσχουσι δὲ τοῦτο καὶ ἵπποι καὶ ὄνοι, καὶ μάλισθ’ ὅταν ἰσχάδας ἢ μῆλα κομίζωσιν. ὃ δὲ θαυμασιώτατόν ἐστιν, οὐκ ἀνθρώπους μόνον ἀλλὰ καὶ κτήνη μάλιστα πάντων ἐδωδίμων ἀναρρώννυσιν ἄρτος ὥστε, κἂν ἐλάχιστον ἐμφάγωσιν, ἰῶνται καὶ βαδίζουσι. [Quaest. conv. 6.8.3] γενομένης δὲ σιωπῆς, ἐγὼ συννοῶν ὅτι τὰ τῶν πρεσβυτέρων ἐπιχειρήματα τοὺς μὲν ἀργοὺς καὶ ἀφυεῖς οἷον ἀναπαύει καὶ ἀναπίμπλησι, τοῖς δὲ φιλοτίμοις καὶ φιλολόγοις ἀρχὴν ἐνδίδωσιν οἰκείαν καὶ τόλμαν ἐπὶ τὸ ζητεῖν καὶ ἀνιχνεύειν τὴν ἀλήθειαν, ἐμνήσθην τῶν Ἀριστοτελικῶν ἐν οἷς λέγεται, ὅτι, πολλῆς περιψύξεως γενομένης ἔξωθεν, ἐκθερμαίνεται σφόδρα τὰ ἐντὸς καὶ πολὺ σύντηγμα ποιεῖ· τοῦτο δ’, ἐὰν μὲν ἐπὶ τὰ σκέλη ῥυῇ, κόπους ἀπεργάζεται καὶ βαρύτητας, ἐὰν δ’ ἐπὶ τὰς τῆς κινήσεως καὶ τῆς ἀναπνοῆς ἀρχάς, ἀψυχίαν ἢ καὶ ἀσθένειαν. ὅπερ οὖν εἰκός, τοῦ λόγου λεχθέντος, ἐπεραίνετο, τῶν μὲν ἐπιφυομένων τῷ δόγματι τῶν δ’ ὑπερδικούντων. [Quaest. conv. 6.8.4] Σώκλαρος δὲ τὴν ἀρχὴν ἔφη τοῦ λόγου κάλλιστα κεῖσθαι· περιψύχεσθαι γὰρ ἱκανῶς καὶ πυκνοῦσθαι τὰ σώματα τῶν βαδιζόντων διὰ χιόνος· τὸ δὲ σύντηγμα τὴν θερμότητα ποιεῖν καὶ τοῦτο καταλαμβάνειν τὰς ἀρχὰς τῆς ἀναπνοῆς αἰτηματῶδες εἶναι μᾶλλον οὖν δοκεῖν αὐτῷ τὴν θερμότητα συστελλομένην καὶ πλεονάζουσαν ἐντὸς ἀναλίσκειν τὴν τροφήν, εἶτ’, ἐπιλειπούσης καὶ αὐτὴν, ὥσπερ πῦρ ἀπομαραίνεσθαι· διὸ πεινῶσι σφόδρα καὶ βραχὺ παντελῶς ἐμφαγόντες εὐθὺς ἀναλάμπουσι· γίγνεται γὰρ ὥσπερ ὑπέκκαυμα τῆς θερμότητος τὸ προσφερόμενον. [Quaest. conv. 6.8.5] Κλεομένης δ’ ὁ ἰατρὸς ἄλλως ἔφη τῷ ὀνόματι τὸν λιμὸν συντετάχθαι δίχα τοῦ πράγματος, ὥσπερ τῷ καταπίνειν τὸ πίνειν καὶ τῷ ἀνακύπτειν τὸ κύπτειν· οὐ γὰρ εἶναι λιμόν, ὥσπερ δοκεῖ, τὴν βουλιμίαν, ἀλλὰ πάθος ἐν τῷ στομάχῳ διὰ συνδρομὴν θερμοῦ λιποψυχίαν ποιοῦν. ὥσπερ οὖν τὰ ὀσφραντὰ πρὸς τὰς λιποθυμίας βοηθεῖν, καὶ τὸν ἄρτον ἀναλαμβάνειν τοὺς βουλιμιῶντας, οὐχ ὅτι τροφῆς ἐνδεεῖς εἰσι μικρὸν γοῦν παντάπασι λαβόντες ἀναζωπυροῦσιν, ἀλλ’ ὅτι τὸ πνεῦμα καὶ τὴν δύναμιν ἀνακαλεῖται καταφερομένην. ὅτι δ’ ἔστι λιποθυμία καὶ οὐ πεῖνα, μηνύει τὸ τῶν ὑποζυγίων· ἥ τε γὰρ τῶν ἰσχάδων ἀποφορὰ καὶ ἡ τῶν μήλων ἔνδειαν μὲν οὐ ποιεῖ, καρδιωγμὸν δέ τινα μᾶλλον καὶ νὴ Δί’ εἴλιγγον. [Quaest. conv. 6.8.6] ἡμῖν δὲ καὶ ταῦτα μετρίως ἐδόκει λέγεσθαι, καὶ ἀπὸ τῆς ἐναντίας ἀρχῆς δυνατὸν εἶναι, μὴ πύκνωσιν ἀλλ’ ἀραίωσιν ὑποθεμένοις, διασῶσαι τὸ πιθανόν· τὸ γὰρ ἀπορρέον πνεῦμα τῆς χιόνος ἐστὶ μὲν οἷον ἀθὴρ τοῦ πάγου καὶ ψῆγμα λεπτομερέστατον, ἔχει δέ τι τομὸν καὶ διαιρετικὸν οὐ σαρκὸς μόνον ἀλλὰ καὶ ἀργυρῶν καὶ χαλκῶν ἀγγείων ὁρῶμεν γὰρ ταῦτα μὴ στέγοντα τὴν χιόνα· πνεομένη γὰρ ἀναλίσκεται καὶ τὴν ἐκτὸς ἐπιφάνειαν τοῦ ἀγγείου νοτίδος ἀναπίμπλησι λεπτῆς καὶ κρυσταλλοειδοῦς, ἣν ἀπολείπει τὸ πνεῦμα διὰ τῶν πόρων ἀδήλως ἀπερχόμενον τοῦτο δὴ τοῖς βαδίζουσι διὰ χιόνος ὀξὺ καὶ φλογοειδὲς προσπῖπτον ἐπικάειν δοκεῖ τὰ ἄκρα τῷ τέμνειν καὶ παρελθεῖν τῇ σαρκί, καθάπερ πῦρ· ὅθεν ἀραίωσις γίγνεται περὶ τὸ σῶμα πολλὴ καὶ ῥεῖ τὸ θερμὸν ἔξω διὰ τὴν ψυχρότητα τοῦ πνεύματος, καὶ περὶ τὴν ἐπιφάνειαν σβεννύμενον ἱδρῶτα δροσώδη διατμίζει καὶ λεπτόν, ὥστε τήκεσθαι καὶ ἀναλίσκεσθαι τὴν δύναμιν. ἐὰν μὲν οὖν ἡσυχάζῃ τις, οὐ πολλὴ τοῦ σώματος ἀπέρχεται θερμότης· ὅταν δὲ τὴν μὲν τροφὴν τοῦ σώματος ἡ κίνησις εἰς τὸ θερμὸν ὀξέως μεταβάλλῃ τὸ δὲ θερμὸν ἔξω φέρηται, διακρινομένης τῆς σαρκός, ἀθρόαν ἀνάγκη τῆς δυνάμεως ἐπίλειψιν γενέσθαι. ὅτι δὲ τὸ ἐκψύχεσθαι οὐ πήγνυσι μόνον ἀλλὰ καὶ τήκει τὰ σώματα, δῆλόν ἐστιν ἐν μὲν γὰρ τοῖς μεγάλοις χειμῶσιν ἀκόναι μολίβδου διατηκόμεναι τό τε τῆς ἐφιδρώσεως καὶ τὸ πολλοῖς μὴ πεινῶσι συμπίπτειν τὴν βουλιμίασιν ἀραίωσιν κατηγορεῖ μᾶλλον καὶ ῥύσιν ἢ πύκνωσιν τοῦ σώματος. ἀραιοῦνται δὲ χειμῶνος μέν, ὥσπερ εἴρηται, τῇ λεπτότητι, ἄλλως δὲ τοῦ κόπου καὶ τῆς κινήσεως ἀποξυνούσης τὴν ἐν τῷ σώματι θερμότητα· λεπτὴ γὰρ γενομένη καὶ κοπιῶσα ῥεῖ πολλὴ καὶ διασπείρεται διὰ τοῦ σώματος. τὰ δὲ μῆλα καὶ τὰς ἰσχάδας εἰκὸς ἀποπνεῖν τι τοιοῦτον, ὥστε τῶν ὑποζυγίων τὸ θερμὸν ἀπολεπτύνειν καὶ κατακερματίζειν· ἄλλα γὰρ ἄλλοις ὥσπερ ἀναλαμβάνειν καὶ καταλύεσθαι πέφυκεν. [Quaest. conv. 6.9.1] Διὰ τί ὁ ποιητὴς ἐπὶ μὲν τῶν ἄλλων ὑγρῶν τοῖς ἰδίοις ἐπιθέτοις χρῆται, μόνον δὲ τοὔλαιον ὑγρὸν καλεῖ. [Quaest. conv. 6.9.1b] ἠπορήθη ποτὲ καὶ διὰ τί πολλῶν ὑγρῶν ὄντων τὰ μὲν ἄλλα τοῖς ἰδίοις ἐπιθέτοις ὁ ποιητὴς εἰώθει κοσμεῖν, τὸ γάλα τε λευκὸν καὶ τὸ μέλι χλωρὸν καὶ τὸν οἶνον ἐρυθρὸν καλῶν, τὸ δ’ ἔλαιον ἀπὸ κοινοῦ τοῦ πᾶσι συμβεβηκότος μόνον ἐπιεικῶς ὑγρὸν προσαγορεύει. εἰς τοῦτ’ ἐλέχθη, ὅτι ὡς γλυκύτατόν ἐστι τὸ δι’ ὅλου γλυκύ, καὶ λευκότατον τὸ δι’ ὅλου λευκόν· δι’ ὅλου δὲ τοιοῦτόν ἐστιν, ᾧ μηδὲν ἐμμέμικται τῆς ἐναντίας φύσεως· οὕτω δὴ καὶ τὸ ὑγρὸν μάλιστα ῥητέον, οὗ μηθὲν μέρος ξηρόν ἐστι· τοῦτο δὲ τῷ ἐλαίῳ συμβέβηκε. [Quaest. conv. 6.9.2] πρῶτον μὲν ἡ λειότης αὐτοῦ τὴν ὁμαλότητα τῶν μορίων ἐπιδείκνυται· δι’ ὅλου γὰρ αὑτῷ συμπαθεῖ πρὸς τὴν ψαῦσιν. ἔπειτα τῇ ὄψει παρέχει καθαρώτατον ἐνοπτρίσασθαι· τραχὺ γὰρ οὐδέν ἐστιν ὥστε διασπᾶν τὴν ἀνταύγειαν, ἀλλ’ ἀπὸ παντὸς μέρους δι’ ὑγρότητα καὶ σμικρότατον ἀνακλᾷ τὸ φῶς ἐπὶ τὴν ὄψιν· ὥσπερ αὖ τοὐναντίον, τὸ γάλα τῶν ὑγρῶν μόνον οὐκ ἐσοπτρίζει, πολλῆς ἀναμεμιγμένης αὐτῷ γεώδους συστάσεως. ἔτι δὲ κινούμενον, ἥκιστα ψοφεῖ τῶν ὑγρῶν· ὑγρὸν γάρ ἐστι δι’ ὅλου· τῶν δ’ ἄλλων ἐν τῷ ῥεῖν καὶ φέρεσθαι τὰ σκληρὰ καὶ γεώδη μέρη προσκρούσεις λαμβάνοντα καὶ πληγὰς ψοφεῖ διὰ τραχύτητα. καὶ μὴν μόνον ἄκρατητον διαμένει καὶ ἄμικτον· ἔστι γὰρ πυκνότατον οὐ γὰρ ἔχει μεταξὺ τῶν ξηρῶν καὶ γεωδῶν ἐν αὑτῷ μερῶν κενώματα καὶ πόρους, οἷς δέξεται τὸ παρεμπῖπτον ἀλλὰ δι’ ὁμοιότητα τῶν μερῶν εὐάρμοστόν ἐστι καὶ συνεχές· ὅταν δ’ ἀφρίζῃ τοὔλαιον, οὐ δέχεται τὸ πνεῦμα διὰ λεπτότητα καὶ συνέχειαν. τοῦτο δ’ αἴτιον καὶ τοῦ τρέφεσθαι τὸ πῦρ ὑπ’ αὐτοῦ· τρέφεται μὲν γὰρ οὐδενὶ πλὴν ὑγρῷ, καὶ τοῦτο μόνον καυστόν ἐστιν· ἐκ γοῦν τῶν ξύλων ὁ μὲν ἀὴρ ἄπεισι καπνὸς γενόμενος, τὸ δὲ γεῶδες ἐκτεφρωθὲν ὑπολείπεται· μόνον δ’ ὑπὸ τοῦ πυρὸς τὸ νοτερὸν ἀναλοῦται· τούτῳ γὰρ τρέφεσθαι πέφυκεν. ὕδωρ μὲν οὖν καὶ οἶνος καὶ τὰ λοιπά, πολλοῦ μετέχοντα τοῦ θολεροῦ καὶ γεώδους, ἐμπίπτοντα τὴν φλόγα διασπᾷ καὶ τῇ τραχύτητι, καὶ τῷ βάρει θλίβει καὶ κατασβέννυσι· τὸ δ’ ἔλαιον, ὅτι μάλιστα εἰλικρινῶς ὑγρόν ἐστι, διὰ λεπτότητα μεταβάλλει καὶ κρατούμενον ἐκπυροῦται. [Quaest. conv. 6.9.3] μέγιστον δ’ αὐτοῦ τῆς ὑγρότητος τεκμήριον ἡ ἐπὶ πλεῖστον ἐξ ὀλιγίστου διανομὴ καὶ χύσις· οὔτε γὰρ μέλιτος οὔθ’ ὕδατος οὔτ’ ἄλλου τινὸς ὑγροῦ βραχὺς οὕτως ὀπὸς ἐπίδοσιν λαμβάνει τοιαύτην, ἀλλ’ εὐθὺς ἐπιλείπων καταναλίσκεται διὰ ξηρότητα. τὸ δ’ ἔλαιον, ὅλκιμον πανταχῆ καὶ μαλακόν, ἄγεται περὶ τὸ σῶμα χριομένοις καὶ συνεπιρρεῖ πορρωτάτω δι’ ὑγρότητα τῶν μερῶν μηκυνομένων, ὥστε καὶ παραμένειν δυσεξίτηλον. ὕδατι μὲν γὰρ βρεχθὲν ἱμάτιον ἀποξηραίνεται ῥᾳδίως, ἐλαίου δὲ κηλῖδας οὐ τῆς τυχούσης ἐστὶ πραγματείας ἐκκαθῆραι· μάλιστα γὰρ ἐνδύεται τῷ μάλιστα λεπτὸν καὶ ὑγρὸν εἶναι. καὶ γὰρ οἶνον κεκραμένον δυσχερέστερον ἐξαιροῦσι τῶν ἱματίων, ὡς Ἀριστοτέλης φησίν, ὅτι λεπτότερός ἐστι καὶ μᾶλλον ἐνδύεται τοῖς πόροις. [Quaest. conv. 6.10.1] Τίς αἰτία, δι’ ἣν ψαθυρὰ γίγνεται ταχὺ τὰ ἐκ συκῆς κρεμαννύμενα τῶν ἱερείων. [Quaest. conv. 6.10.1b] ὁ Ἀριστίωνος εὐημέρει παρὰ τοῖς δειπνοῦσι μάγειρος, ὡς τὰ τ’ ἄλλα χαριέντως ὀψοποιήσας καὶ τὸν ἄρτι τῷ Ἡρακλεῖ τεθυμένον ἀλεκτρυόνα παραθεὶς ἁπαλὸν ὥσπερ χθιζόν, νεαρὸν ὄντα καὶ πρόσφατον. εἰπόντος οὖν τοῦ Ἀριστίωνος, ὅτι τοῦτο γίγνεται ταχέως, εἰ σφαγεὶς εὐθὺς ἀπὸ τῆς συκῆς κρεμασθείη, τὴν αἰτίαν ἐζητοῦμεν. ὅτι μὲν δὴ πνεῦμα τῆς συκῆς ἄπεισιν ἰσχυρὸν καὶ σφοδρόν, ἥ τ’ ὄψις ἐκμαρτυρεῖ καὶ τὸ περὶ τῶν ταύρων λεγόμενον, ὡς ἄρα συκῇ προσδεθεὶς ὁ χαλεπώτατος, ἡσυχίαν ἄγει καὶ ψαύσεως ἀνέχεται, καὶ ὅλως ἀφίησι τὸν θυμὸν ὥσπερ ἀπομαραινόμενον. τὴν δὲ πλείστην αἰτίαν καὶ δύναμιν ἡ δριμύτης εἶχε· τὸ γὰρ φυτὸν ἁπάντων ὀπωδέστατον, ὥστε καὶ τὸ σῦκον αὐτὸ καὶ τὸ ξύλον καὶ τὸ θρῖον ἀναπεπλῆσθαι· διὸ καόμενόν τε τῷ καπνῷ δάκνει μάλιστα καὶ κατακαυθέντος ἡ τέφρα ῥυπτικωτάτην παρέχει κόνιν· ταὐτὰ δὲ πάντα θερμότητος. καὶ τὴν πῆξιν ἐμποιεῖν τῷ γάλακτι τὸν ὀπὸν οἴονταί τινες, οὐ σκαληνίᾳ σχημάτων περιπλέκοντα καὶ κολλῶντα τὰ μέρη τοῦ γάλακτος, ἐκθλιβομένων ἐπιπολῆς τῶν λείων καὶ περιφερῶν, ἀλλὰ καὶ ὑπὸ θερμότητος ἐκτήκοντα τοῦ ὑγροῦ τὸ ἀσύστατον καὶ ὑδατῶδες. τεκμήριον δὲ καὶ τὸ ἄχρηστον γλυκὺ εἶναι τὸν ὀπόν, ἀλλὰ πωμάτων φαυλότατον· οὐ γὰρ τὸ λεῖον ὑπὸ τῶν σκαληνῶν, ἀλλὰ τὸ ψυχρὸν ἔστη καὶ ἄπεπτον ὑπὸ τῆς θερμότητος. καὶ πρὸς τοῦτο συνεργοῦσιν οἱ ἅλες· θερμοὶ γάρ εἰσι· πρὸς δὲ τὴν λεγομένην περιπλοκὴν καὶ σύνδεσιν ἀντιπράττουσι διάλυσιν διαλύειν γὰρ μάλιστα πεφύκασι. θερμὸν οὖν πνεῦμα καὶ δριμὺ καὶ τμητικὸν ἀφίησιν ἡ συκῆ· καὶ τοῦτο θρύπτει καὶ πεπαίνει τὴν σάρκα τοῦ ὄρνιθος. ταὐτὸ δὲ πάσχει καὶ πυρῶν ἐντεθεὶς σιρῷ καὶ νίτρῳ συνημμένος, ὑπὸ θερμότητος. ὅτι δ’ ὁ πυρὸς ἔχει τι θερμόν, τεκμαίρονται τοῖς ἀμφορεῦσιν, ὧν ἐντιθεμένων εἰς σιρὸν ἐξαναλίσκεται ταχέως ὁ οἶνος. ## Βιβλίον Ζ [Quaest. conv. 7.0.1] χαρίεντος ἀνδρός, ὦ Σόσσιε Σενεκίων, καὶ φιλανθρώπου λόγον ἔχουσι Ῥωμαῖοι διὰ στόματος, ὅστις ἦν ὁ εἰπών, ἐπεὶ μόνος ἐδείπνησε, βεβρωκέναι, μὴ δεδειπνηκέναι σήμερον· ὡς τοῦ δείπνου κοινωνίαν καὶ φιλοφροσύνην ἐφηδύνουσαν ἀεὶ ποθοῦντος. Εὔηνος μὲν γὰρ ἔλεγε τὸ πῦρ ἥδιστον εἶναι ἡδυσμάτων, καὶ τὸν ἅλα θεῖον Ὅμηρος οἱ δὲ πολλοὶ χάριτας καλοῦσιν, ὅτι ἐπὶ τὰ πλεῖστα μιγνύμενος εὐάρμοστα τῇ γεύσει καὶ προσφιλῆ ποιεῖ καὶ κεχαρισμένα· δείπνου δὲ καὶ τραπέζης θειότατον ὡς ἀληθῶς ἥδυσμα φίλος ἐστὶ παρὼν καὶ συνήθης καὶ γνώριμος οὐ τῷ συνεσθίειν καὶ συμπίνειν, ἀλλ’ ὅτι λόγου μεταλαμβάνει καὶ μεταδίδωσιν, ἄν γε δὴ χρήσιμον ἐνῇ τι καὶ πιθανὸν καὶ οἰκεῖον τοῖς λεγομένοις· ἐπεὶ τούς γε πολλοὺς αἱ παρ’ οἶνον ἀδολεσχίαι ληροῦντας ἐμβάλλουσι πρὸς τὰ πάθη καὶ προσδιαστρέφουσιν. ὅθεν ἄξιόν ἐστι μηδὲν ἧττον λόγους ἢ φίλους δεδοκιμασμένους παραλαμβάνειν ἐπὶ τὰ δεῖπνα, τοὐναντίον ἢ Λακεδαιμόνιοι φρονοῦντας καὶ λέγοντας· ἐκεῖνοι μὲν γάρ, ὅταν νέον ἢ ξένον εἰς τὸ φιδίτιον παραλάβωσι, τὰς θυρίδας δείξαντες ταύτῃ φασὶν οὐκ ἐξέρχεται λόγος· ἡμεῖς, δ’ ἑαυτοὺς χρῆσθαι λόγοις συνεθίζομεν, ὧν πᾶσίν ἐστι καὶ πρὸς πάντας ἐξαγωγή, διὰ τὰς ὑποθέσεις μηδὲν ἀκόλαστον μηδὲ βλάσφημον μηδὲ κακόηθες ἐχούσας μηδ’ ἀνελεύθερον. ἔξεστι δὲ κρίνειν τοῖς παραδείγμασιν, ὧν τὴν ἑβδόμην δεκάδα τουτὶ περιέχει τὸ βιβλίον. [Quaest. conv. 7.1.1] Πρὸς τοὺς ἐγκαλοῦντας Πλάτωνι τὸ ποτὸν εἰπόντι διὰ τοῦ πνεύμονος ἐξιέναι. [Quaest. conv. 7.1.1b] εἰσῆλθέ τινι τῶν συμποτῶν ὥρᾳ θέρους τουτὶ τὸ πρόχειρον ἅπασιν ἀναφθέγξασθαι τέγγε πλεύμονας οἴνῳ· τὸ γὰρ ἄστρον περιτέλλεται· [Quaest. conv. 7.1.1c] καὶ Νικίας ὁ Νικοπολίτης ἰατρὸς οὐδὲν ἔφη θαυμαστόν, εἰ ποιητικὸς ἀνὴρ Ἀλκαῖος ἠγνόησεν ὃ καὶ Πλάτων ὁ φιλόσοφος. καίτοι τὸν μὲν Ἀλκαῖον ἁμωσγέπως εὐπορήσειν βοηθείας, ἀπολαύειν ἰκμάδος τὸν πλεύμονα, γειτνιῶντα τῷ στομάχῳ, καὶ διὰ τοῦτο τέγγεσθαι πιθανόν ἐστιν· ὁ δὲ φιλόσοφος οὑτωσὶ σαφῶς ἔφη γράψας διεξιέναι τὰ ποτὰ διὰ τοῦ πλεύμονος οὐδὲ τοῖς προθυμοτάτοις ἀμύνειν ἐπιχείρησιν ὑπὲρ αὑτοῦ πιθανὴν ἀπολέλοιπε. τὸ γὰρ ἀγνόημα μέγα. πρῶτον μέν, ὅτι τῆς ὑγρᾶς τροφῆς πρὸς τὴν ξηρὰν ἀναγκαίαν ἐχούσης τὴν ἀνάμιξιν, εἰκός ἐστι ταὐτὸν ἀμφοτέραις ἀγγεῖον ὑποκεῖσθαι τὸν στόμαχον εἰς τὴν κάτω κοιλίαν ἐκδιδόντα μαλακὸν καὶ διάβροχον τὸ σιτίον· ἔπειτα, τοῦ πλεύμονος λείου καὶ πυκνοῦ παντάπασι γεγονότος, πῶς τὸ σὺν κυκεῶνι πινόμενον ἄλφιτον διέξεισι καὶ οὐκ ἐνίσχεται; τουτὶ γὰρ Ἐρασίστρατος ὀρθῶς πρὸς αὐτὸν ἠπόρησε. καὶ μὴν ἐπί γε τῶν πλείστων τοῦ σώματος μορίων τὸ οὗ ἕνεκα τῷ λόγῳ μετιὼν, καὶ πρὸς ἣν ἕκαστον ἡ φύσις χρείαν πεποίηκε βουλόμενος, ὥσπερ καὶ προσήκει τῷ φιλοσόφῳ, φρονεῖν, οὐκ εὖ παρίησι τὸ τῆς ἐπιγλωττίδος ἔργον, ἐπὶ τούτῳ τεταγμένον, ὅπως ἐν τῇ καταπόσει τῆς τροφῆς τὴν ἀρτηρίαν πιέζουσα κωλύῃ παρεμπεσεῖν ὁτιοῦν εἰς τὸν πλεύμονα· δεινὰς γὰρ ὑπὸ βηχὸς· ἴσχει τραχύτητας καὶ χαράξεις, ὅταν παρολίσθῃ, φερομένου τοῦ πνεύματος· ἡ δὲ μέταυλος αὕτη κλίσιν ἐπ’ ἀμφότερα λαμβάνουσα, φθεγγομένων μέν, ἐπιπίπτει τῷ στομάχῳ· σιτουμένων δὲ καὶ πινόντων, τῇ ἀρτηρίᾳ, καθαρὸν τῷ πνεύματι τὸν δρόμον φυλάττουσα καὶ τὴν ἀναπνοήν. ἔτι τοίνυν ἔφη καὶ τοὺς ἀτρέμα πίνοντας ἴσμεν τὰς κοιλίας ὑγροτέρας ἴσχοντας τῶν ἄθρουν ἐφελκομένων τὸ ὑγρόν· ὠθεῖ γὰρ εὐθὺς εἰς κύστιν ὑπὸ ῥύμης διεξιόν· ἐκείνως δὲ μᾶλλον ἐνδιατρίβει τοῖς σιτίοις καὶ μαλάσσει, ὥστ’ ἀναμίγνυσθαι καὶ παραμένειν. οὐκ ἂν δὲ ταῦτα συνέβαινε διακρινομένων εὐθὺς ἐν τῇ καταπόσει τῶν ὑγρῶν ἀλλ’ οὐ συμπλεκομένων ἡμῶν ἅμα καὶ συμπαραπεμπόντων τὸ σιτίον, οἷον ὀχήματι τῷ ὑγρῷ χρώμενον, ὡς ἔλεγεν Ἐρασίστρατος. [Quaest. conv. 7.1.2] τοιαῦτα τοῦ Νικίου διεξιόντος, ὁ γραμματικὸς πρωτογένης ἔφη συνεωρακέναι πρῶτον Ὅμηρον, ὅτι τῆς μὲν τροφῆς ὁ στόμαχος ἀγγεῖόν ἐστι, τοῦ δὲ πνεύματος ὁ βρόγχος, ὃν ἀσφάραγον ἐκάλουν οἱ παλαιοί· διὸ καὶ τοὺς μεγαλοφώνους ἐρισφαράγους ἐπονομάζειν εἰώθασιν· εἰπὼν οὖν ὅτι τοῦ Ἕκτορος ὁ Ἀχιλλεὺς ἤλασε [Quaest. conv. 7.1.2b] λευκανίην, ἵνα τε ψυχῆς ὤκιστος ὄλεθρος· οὐδ’ ἄρ’ ἀπ’ ἀσφάραγον μελίη τάμε χαλκοβάρεια, ὄφρα τί μιν προτιείποι ἀμειβόμενος ἐπέεσσιν. [Quaest. conv. 7.1.2c] ὡς τὸν ἀσφάραγον ὄντα φωνῆς ἴδιον ὀχετὸν καὶ πνεύματος, τὴν δὲ λευκανίην· ἐσέθηκα. [Quaest. conv. 7.1.3] γενομένης οὖν ἐπὶ τῷ λόγῳ σιωπῆς, ὁ Φλῶρος εἶπεν οὕτως ὑφησόμεθα τοῦ Πλάτωνος ἐρήμην ὀφλισκάνοντος; οὐχ ἡμεῖς γ’ ἔφην ἐγώ· προησόμεθα γὰρ ἅμα τῷ Πλάτωνι καὶ τὸν Ὅμηρον, ὃς τοσοῦτον ἀποδεῖ τοῦ τὸ ὑγρὸν ἀπελαύνειν καὶ ἀποστρέφειν τῆς ἀρτηρίας, ὥστε καὶ τὸ σιτίον ὁμοῦ συνεκβαλεῖν ἐνταῦθα. [Quaest. conv. 7.1.3b] φάρυγος (γάρ φησιν) ἐξέσσυτο οἶνος, ψωμοὶ τ’ ἀνδρόμεοι· [Quaest. conv. 7.1.3c] χωρὶς εἰ μὴ τὸν Κύκλωπα φήσει τις ὥσπερ ὀφθαλμὸν σχεῖν ἕνα καὶ πόρον τροφῆς καὶ φωνῆς τὸν αὐτόν· ἢ τὸν φάρυγγα φήσει στόμαχον εἰρῆσθαι καὶ μὴ βρόγχον, ὥσπερ ὑπὸ πάντων καὶ πάλαι καὶ νῦν ὠνόμασται. ταῦτα δ’ οὐκ ἀπορίᾳ μαρτύρων, ἀλλ’ ὑπὸ τῆς ἀληθείας ἐπηγαγόμην ἐπεὶ μάρτυρές γε τῷ Πλάτωνι πολλοί τε κἀγαθοὶ πάρεισιν. Εὔπολιν μὲν γάρ, εἰ βούλει, πάρες ἐν Κόλαξιν εἰπόντα [Quaest. conv. 7.1.3d] πίνειν γὰρ ὁ Πρωταγόρας ἐκέλευσ’, ἵνα πρὸ τοῦ κυνὸς τὸν πλεύμον’ ἔκκλυστον φορῇ· [Quaest. conv. 7.1.3e] πάρες δὲ καὶ τὸν κομψὸν Ἐρατοσθένην λέγοντα καὶ βαθὺν ἀκρήτῳ πνεύμονα τεγγόμενος· Εὐριπίδης δὲ σαφῶς δήπου λέγων οἶνος περάσας πλευμόνων διαρροάς [Quaest. conv. 7.1.3f] δῆλός ἐστιν Ἐρασιστράτου βλέπων τι ὀξύτερον· εἶδε γὰρ ὅτι σήραγγας ὁ πλεύμων ἔχει καὶ πόροις κατατέτρηται, δι’ ὧν τὸ ὑγρὸν διίησιν. οὐ γὰρ τὸ πνεῦμα πόρων ἐδεῖτο πρὸς τὴν ἐξαγωγήν, ἀλλ’ ἕνεκα τῶν ὑγρῶν καὶ τῶν τοῖς ὑγροῖς συμπαρολισθαινόντων γέγονεν ἠθμοειδὴς καὶ πολύπορος. καὶ οὐδὲν ἧττον, ὦ μακάριε, τῷ πλεύμονι προσῆκόν ἐστιν ἢ τῷ στομάχῳ συνεκδιδόναι τὸ ἄλφιτον καὶ τὸ κρίμνον οὐδὲ γὰρ ὁ στόμαχος ἡμῶν λεῖος, ὥς τινες, οὐδ’ ὀλισθηρός, ἀλλ’ ἔχει τραχύτητας, αἷς εἰκός ἐστι τὰ λεπτὰ καὶ μικρὰ περιπίπτοντα καὶ προσισχόμενα διαφεύγειν τὴν κατάποσιν. ἀλλ’ οὔτε τοῦτο λέγειν οὔτ’ ἐκεῖνο καλῶς ἔχον ἐστίν· ἡ γὰρ φύσις οὐκ ἐφικτὸν ἔχει τῷ λόγῳ τὸ περὶ τὰς ἐνεργείας εὐμήχανον· οὐδ’ ἔστι τῶν ὀργάνων αὐτῆς τὴν ἀκρίβειαν οἷς χρῆται λέγω δὲ τὸ πνεῦμα καὶ τὸ θερμόν ἀξίως διελθεῖν. ἔτι δὴ τῶν μαρτύρων τῷ Πλάτωνι προσκαλοῦμαι Φιλιστίωνά τε τὸν Λοκρόν, εὖ μάλα παλαιὸν ἄνδρα καὶ λαμπρὸν ἀπὸ τῆς τέχνης ὑμῶν γενόμενον; καὶ Ἱπποκράτη καὶ Διώξιππον τὸν Ἱπποκράτειον οὗτοι γὰρ οὐχ ἑτέραν ὁδόν, ἀλλ’ ἣν Πλάτων, ὑφηγοῦνται τοῦ πώματος. ἥ γε μὴν πολυτίμητος ἐπιγλωττὶς οὐκ ἔλαθε τὸν Διώξιππον, ἀλλὰ περὶ ταύτην φησὶ τὸ ὑγρὸν ἐν τῇ καταπόσει διακρινόμενον εἰς τὴν ἀρτηρίαν ἐπιρρεῖν, τὸ δὲ σιτίον εἰς τὸν στόμαχον ἐπικυλινδεῖσθαι καὶ τῇ μὲν ἀρτηρίᾳ τῶν ἐδωδίμων μηδὲν παρεμπίπτειν, τὸν δὲ στόμαχον ἅμα τῇ ξηρᾷ τροφῇ καὶ τῆς ὑγρᾶς ἀναμιγνύμενόν τι μέρος ὑποδέχεσθαι, πιθανὸν γάρ ἐστι τὴν μὲν ἐπιγλωττίδα τῆς ἀρτηρίας προκεῖσθαι διάφραγμα καὶ ταμιεῖον, ὅπως ἀτρέμα καὶ κατ’ ὀλίγον διηθῆται τὸ ποτόν, ἀλλὰ μὴ ταχὺ μηδ’ ἄθρουν ἐπιρρακτὸν ἀποβιάζηται τὸ πνεῦμα καὶ διαταράττῃ. διὸ τοῖς ὄρνισιν οὐ γέγονεν ἐπιγλωσσὶς οὐδ’ ἔστιν· οὐδὲ γὰρ σπῶντες οὐδὲ λάπτοντες, ἀλλὰ κάπτοντες καὶ κατ’ ὀλίγον διιέντες τὸ ποτὸν ἡσυχῆ τὴν ἀρτηρίαν διαίνουσι καὶ τέγγουσι. [Quaest. conv. 7.1.3g] μαρτύρων μὲν οὖν ἅλις. ὁ δὲ λόγος τῷ Πλάτωνι πρῶτον ἐκ τῆς αἰσθήσεως ἔχει τὴν πίστιν. τῆς γὰρ ἀρτηρίας τρωθείσης, οὐ καταπίνεται τὸ ὑγρόν, ἀλλ’ ὥσπερ ὀχετοῦ διακοπέντος, ἐκπῖπτον ἔξω καὶ ἀποκρουνίζον ὁρᾶται, καίπερ ὑγιοῦς καὶ ἀκεραίου τοῦ στομάχου μένοντος. ἔπειτα πάντες ἴσμεν, ὅτι τοῖς περιπλευμονικοῖς πάθεσι δίψος ἕπεται περιφλεγέστατον ὑπὸ ξηρότητος ἢ θερμότητος, ἤ τινος ἄλλης αἰτίας ἅμα τῇ φλεγμονῇ τὴν ὄρεξιν ἐμποιούσης· ὃ δὲ τούτου μεῖζόν ἐστι τεκμήριον, ὅσοις πλεύμων οὐκ ἐμπέφυκε τῶν ζῴων ἢ σφόδρα μικρὸς ἐμπέφυκε, ταῦτ’ οὐ δεῖται ποτοῦ τὸ παράπαν οὐδ’ ὀρέγεται, διὰ τὸ τῶν μορίων ἑκάστῳ σύμφυτον ὑπάρχειν τὴν πρὸς τοὔργον ἐπιθυμίαν· οἷς δ’ οὐκ ἔστι μόρια, μηδὲ χρείαν παρεῖναι μηδὲ προθυμίαν τῆς δι’ αὐτῶν ἐνεργείας. ὅλως δὲ δόξει μάτην ἡ κύστις γεγονέναι τοῖς ἔχουσιν· εἰ γὰρ ὁ στόμαχος ἅμα τῷ σιτίῳ τὸ ποτὸν ἀναλαμβάνει καὶ τῇ κοιλίᾳ παραδίδωσιν, οὐθὲν ἰδίου πόρου δεῖται τὸ περίττωμα τῆς ὑγρᾶς τροφῆς, ἀλλ’ εἷς ἀρκεῖ καὶ κοινὸς ὥσπερ εὐδιαῖος ἀμφοτέροις εἰς ταὐτὸ διὰ ταὐτοῦ συνεισκομιζομένοις· νῦν δὲ χωρὶς μὲν ἡ κύστις γέγονε, χωρὶς δὲ τὸ ἔντερον· ὅτι τὸ μὲν ἐκ τοῦ πλεύμονος βαδίζει, τὸ δ’ ἐκ τοῦ στομάχου, διακρινόμενον εὐθὺς· περὶ τὴν κατάποσιν. ὅθεν οὐδ’ ἐπιφαίνεται τῷ ὑγρῷ τοῦ ξηροῦ περιττώματος οὐδέν, οὔτε χρόᾳ προσεοικὸς οὔτ’ ὀσμῇ τὸ παράπαν καίτοι φύσιν εἶχεν ἀναμιγνύμενον ἐν τῇ κοιλίᾳ καὶ ἀναδευόμενον ἀναπίμπλασθαι τῶν ἐκείνου ποιοτήτων καὶ μὴ καθαρὸν οὕτως ἀπηθεῖσθαι καὶ ἄχραντον. ἀλλ’ οὐδὲ λίθος ἐν κοιλίᾳ πώποτε συνέστη· καίτοι λόγον εἶχε μηδὲν ἧττον ἢ ἐν κύστει συνίστασθαι καὶ πήγνυσθαι τὸ ὑγρόν, εἴπερ εἰς κοιλίαν ἐχώρει διὰ στομάχου πᾶν τὸ πινόμενον. ἀλλ’ ἔοικεν ὁ μὲν στόμαχος ἐκ τῆς ἀρτηρίας εὐθὺς ἕλκων τοῦ παροδεύοντος ὑγροῦ τὸ ἱκανὸν καὶ τὸ μέτριον ἀποχρῆσθαι πρὸς μάλαξιν καὶ χύλωσιν τῆς τροφῆς, διὸ μηδὲν ὑγροῦ περίττωμα ποιεῖν· ὁ δὲ πλεύμων ὡσπερεὶ τὸ πνεῦμα καὶ τὸ ὑγρὸν ἐξ αὑτοῦ διανέμων τοῖς δεομένοις τὸ λοιπὸν ἐκκρίνειν εἰς τὴν κύστιν. εἰκότα γὰρ μακρῷ ταῦτα μᾶλλον ἐκείνων. τὸ δ’ ἀληθὲς ἴσως ἄληπτον ἔν γε τούτοις, καὶ οὐκ ἔδει πρὸς φιλόσοφον δόξῃ τε καὶ δυνάμει πρῶτον οὕτως ἀπαυθαδίσασθαι περὶ πράγματος ἀδήλου καὶ τοσαύτην ἀντιλογίαν ἔχοντος. [Quaest. conv. 7.2.1] Τίς ὁ παρὰ τῷ Πλάτωνι κερασβόλος, καὶ διὰ τί τῶν σπερμάτων ἀτεράμονα γίγνεται τὰ προσπίπτοντα τοῖς κέρασι τῶν βοῶν. [Quaest. conv. 7.2.1b] ἐν ταῖς Πλατωνικαῖς συναναγνώσεσιν ὁ λεγόμενος κερασβόλος καὶ ἀτεράμων ζήτησιν ἀεὶ παρεῖχεν, οὐχ ὅστις εἴη· δῆλον γὰρ ἦν, ὅτι τῶν σπερμάτων τὰ προσπίπτοντα τοῖς τῶν βοῶν κέρασιν ἀτεράμονα τὸν καρπὸν ἐκφύειν νομίζοντες, οὕτω τὸν αὐθάδη καὶ σκληρὸν ἄνθρωπον ἐκ μεταφορᾶς κερασβόλον καὶ ἀτεράμονα προσηγόρευον ἀλλὰ περὶ αὐτῆς διηπορεῖτο τῆς αἰτίας, καθ’ ἣν τοῦτο πάσχει τὰ προσπίπτοντα τοῖς κέρασι τῶν βοῶν σπέρματα. καὶ πολλάκις ἀπειπάμεθα τοῖς φίλοις, οὐχ ἥκιστα Θεοφράστου δεδιττόμενοι τὸν λόγον, ἐν οἷς πολλὰ συναγήοχε καὶ ἱστόρηκε τῶν τὴν αἰτίαν ἀνεύρετον ἡμῖν ἐχόντων· οἷός ἐστιν ὁ τῶν ἀλεκτορίδων ὅταν τέκωσι περικαρφισμός, ἥ τε καταπίνουσα φώκη τὴν πιτύαν ἁλισκομένη, καὶ τὸ κατορυσσόμενον ὑπὸ τῶν ἐλάφων κέρας καὶ τὸ ἠρύγγιον, ὃ μιᾶς αἰγὸς εἰς τὸ στόμα λαβούσης, ἅπαν ἐφίσταται τὸ αἰπόλιον· ἐν τούτοις γὰρ καὶ τὰ κερασβόλα τῶν σπερμάτων προτίθεται, πρᾶγμα πίστιν ἔχον ὅτι γίγνεται, τὴν δ’ αἰτίαν ἔχον ἄπορον ἢ παγχάλεπον. ἀλλ’ ἔν γε Δελφοῖς παρὰ δεῖπνον ἐπέθεντό τινες ἡμῖν τῶν ἑταίρων, ὡς οὐ μόνον γαστρὸς ἀπὸ πλείης βουλὴν καὶ μῆτιν ἀμείνω γιγνομένην ἀλλὰ καὶ τὰς ζητήσεις πολὺ προθυμοτέρας καὶ θρασυτέρας τὰς ἀποφάνσεις τοῦ οἴνου ποιοῦντος, ἀξιοῦντες εἰπεῖν τι περὶ τοῦ προβλήματος. [Quaest. conv. 7.2.2] εἶχον μὲν οὖν ἀρνούμενος οὐ φαύλους συνηγόρους, Εὐθύδημον τὸν συνιερέα καὶ Πατροκλέα τὸν γαμβρόν, οὐκ ὀλίγα τοιαῦτα τῶν ἀπὸ γεωργίας καὶ κυνηγίας προφέροντας· οἷον ἐδόκει τὸ περὶ τὴν χάλαζαν εἶναι τὴν ὑπὸ χαλαζοφυλάκων αἵματι σπάλακος ἢ ῥακίοις γυναικείοις ἀποτρεπομένην καὶ τὸ τῶν ἀγρίων ἐρινεῶν, ἃ ταῖς ἡμέροις περιαπτόμενα συκαῖς ἀπορρεῖν οὐκ ἐᾷ τὸν καρπὸν ἀλλὰ συνέχει καὶ συνεκπεπαίνει· καὶ τὸ τὰς ἐλάφους ἁλμυρὸν ἀφιέναι, τοὺς δὲ σῦς γλυκὺ τὸ δάκρυον ἁλισκομένους. ἀλλ’ ἐὰν ταῦτ’ ἔφη ζητῇς ὁ Εὐθύδημος, αὐτίκα δεήσει σε καὶ περὶ τοῦ σελίνου καὶ περὶ τοῦ κυμίνου διδόναι λόγον, ὧν τὸ μὲν ἐν τῷ βλαστάνειν καταπατοῦντες καὶ συντρίβοντες οἴονται βέλτιον αὐξάνεσθαι, τὸ δ’ ἂν καταρώμενοι σπείρωσι καὶ λοιδοροῦντες. [Quaest. conv. 7.2.3] ἐπεὶ δὲ τοῦτο μὲν ὁ Φλῶρος ᾤετο παιδιὰν εἶναι καὶ φλύαρον, ἐκείνων δ’ οὐκ ἄν τινα τῆς αἰτίας ὡς ἀλήπτου προέσθαι τὴν ζήτησιν ἐξεύρηκα ἔφην φάρμακον, ᾧ πρὸς τὸν λόγον ἐφ’ ἡμᾶς προσάξεις τουτονί, ἐὰν καὶ σὺ διαλύσῃς ἔνια τῶν ἐκκειμένων. [Quaest. conv. 7.2.3b] δοκεῖ δή μοι ἡ ψυχρότης· τὸ ἀτέραμον ἐμποιεῖν τοῖς τε πυροῖς καὶ τοῖς χέδροψι, πιέζουσα καὶ πηγνύουσα τὴν ἕξιν ἄχρι σκληρότητος· ἡ δὲ θερμότης εὐδιάλυτον καὶ μαλακόν; ὅθεν οὐκ ὀρθῶς οἱ λέγοντες [Quaest. conv. 7.2.3c] ἔτος φέρει οὔτις ἄρουρα [Quaest. conv. 7.2.3d] τὰ καθ’ Ὁμήρου λέγουσι· τὰ γὰρ ἔνθερμα φύσει χωρία, κρᾶσιν εὐμενῆ τοῦ ἀέρος ἐνδιδόντος, ἐκφέρει μαλακωτέρους τοὺς καρπούς. ὅσα τοίνυν ἐκ τῆς χειρὸς εὐθὺς εἰς τὴν γῆν ἀφιέμενα ἐμπίπτει τῶν σπερμάτων, ἐνδυόμενα καὶ λοχευόμενα τῇ κρύψει μᾶλλον ἀπολαύει τῆς ἐν τῇ γῇ θερμότητος καὶ ὑγρότητος· τὰ δὲ προσκρούοντα τοῖς κέρασι τῶν βοῶν οὐ τυγχάνει τῆς ἀρίστης καθ’ Ἡσίοδον εὐθημοσύνης, ἀλλὰ σφαλλόμενα καὶ παρολισθαίνοντα ῥιπτομένοις μᾶλλον ἢ σπειρομένοις προσέοικεν ὅθεν ἢ φθείρουσιν αὐτὰ παντάπασιν αἱ ψυχρότητες, ἢ δύστηκτα καὶ ἄχυμα καὶ ξυλώδη τοῖς χιτῶσι γυμνοῖς ἐπισκήπτουσαι ποιοῦσιν. ὁρᾷς γὰρ ὅτι καὶ τῶν λίθων τὰ ἔγγαια καὶ ζῳόφυτα μέρη μαλακώτερα τῶν ἐπιπολῆς ἡ ἀλέα φυλάττει· διὸ καὶ κατορύττουσιν οἱ τεχνῖται τοὺς ἐργασίμους λίθους, ὥσπερ ἐκπεπαινομένους ὑπὸ τῆς θερμότητος· οἱ δ’ ὕπαιθροι καὶ γυμνοὶ διὰ ψῦχος ἀντίτυποι καὶ δυσμετάβλητοι καὶ ἀτεράμονες ἀπαντῶσι τοῖς ἔργοις. τοὺς δὲ καρπούς, κἂν ἐπὶ τῆς ἅλω διαμείνωσι πλείω χρόνον ὑπαίθριοι καὶ γυμνοί, μᾶλλον ἀτεράμονας γίγνεσθαι λέγουσι τῶν εὐθὺς αἰρομένων. ἐνιαχοῦ δὲ καὶ πνεῦμα λικμωμένοις ἐπιγιγνόμενον ἀτεράμονας ποιεῖ διὰ τὸ ψῦχος, ὥσπερ ἐν Φιλίπποις τῆς Μακεδονίας ἱστοροῦσι· τοῖς δ’ ἀποκειμένοις βοηθεῖ τὸ ἄχυρον. οὐ δεῖ δὲ θαυμάζειν ἀκούοντας τῶν γεωργῶν, ὅτι καὶ δυεῖν αὐλάκων παραλλήλων ἡ μὲν ἀτεράμονας, ἡ δὲ τεράμονας ἐκφέρει τοὺς καρπούς· καὶ ὃ μέγιστόν ἐστι, τοῦ κυάμου τῶν λοβῶν οἱ μὲν τοίους οἱ δὲ τοίους, δηλονότι τοῖς μὲν ἧττον τοῖς δὲ μᾶλλον ἢ πνεύματος ψυχροῦ προσπεσόντος ἢ ὕδατος. [Quaest. conv. 7.3.1] Διὰ τί τοῦ μὲν οἴνου τὸ μέσον, τοῦ δ’ ἐλαίου τὸ ἐπάνω, τοῦ δὲ μέλιτος τὸ κατώτατον γίγνεται βέλτιον. [Quaest. conv. 7.3.2] Ἀλεξίων ὁ πενθερὸς κατεγέλα τοῦ Ἡσιόδου παραινοῦντος ἀρχομένου πίθου καὶ λήγοντος ἐμφορεῖσθαι, μεσσόθι δὲ φείδεσθαι ὅπου τὸ χρηστότατον οἰνάριον ἔστι. τίς γάρ ἔφη οὐκ οἶδεν, ὅτι τοῦ μὲν οἴνου τὸ μέσον γίγνεται βέλτιστον, τοῦ δ’ ἐλαίου τὸ ἀνωτάτω, τὸ δὲ κατωτάτω τοῦ μέλιτος; ὁ δ’ ἐᾶν ἐκέλευε τὸν ἐν μέσῳ οἶνον καὶ περιμένειν, ἄχρι ἂν μεταβάλῃ πρὸς τὸ χεῖρον, ἀποδεοῦς τοῦ πίθου γενομένου. ῥηθέντων δὲ τούτων, χαίρειν ἐάσαντες; τὸν Ἡσίοδον ἐπὶ τὸ ζητεῖν τὴν αἰτίαν τῆς διαφορᾶς ὥρμησαν. ὁ μὲν οὖν τοῦ μέλιτος λόγος οὐ πάνυ πολλὰ πράγματα παρέσχεν ἡμῖν, πάντων ὡς ἔπος εἰπεῖν ἐπισταμένων, ὅτι τὸ κουφότατον ὑπὸ μανότητος κουφότατόν ἐστι, τὸ δὲ πυκνὸν καὶ συνεχὲς διὰ βάρος ὑφίσταται τῷ λοιπῷ· κἂν περιτρέψῃς τὸ ἀγγεῖον, αὖθις ὀλίγῳ χρόνῳ τὴν προσήκουσαν ἑκάτερον ἀπολαμβάνει χώραν, τοῦ μὲν κάτω φερομένου τοῦ δ’ ἐπιπολάζοντος. οὐ μὴν οὐδ’ ὁ οἶνος ἀπελείφθη πιθανῶν ἐπιχειρημάτων· πρῶτον μὲν γὰρ ἡ δύναμις αὐτοῦ, θερμότης οὖσα, πρὸς τὸ μέσον εὐλόγως δοκεῖ συνῆχθαι μάλιστα, καὶ τοῦτο διατηρεῖν βέλτιστον· ἔπειτα τὸ μὲν κάτω διὰ τὴν τρύγα φαῦλον εἶναι, τὸ δ’ ἐξ ἐπιπολῆς τοῦ ἀέρος φθείρεσθαι πλησιάζοντος. ὅτι γὰρ ἐξίστησιν ὁ ἀὴρ τῆς ποιότητος τὸν οἶνον ἴσμεν ἐπισφαλέστατον ὄντα· διὸ καὶ κατορύττουσι τοὺς πίθους καὶ σκεπάζουσιν, ὅπως ὅτι σμικρότατος ἀὴρ αὐτῶν ἐπιψαύῃ. τὸ δὲ μέγιστον, οὐ φθείρει πλῆρες ἀγγεῖον οὕτω ῥᾳδίως οἶνον ὡς ἀποδεὲς γενόμενον· πολὺς γὰρ εἰς τὸ κενούμενον ἐπεισρέων ὁ ἀὴρ ἐξίστησι μᾶλλον· ἐν δὲ τοῖς μεστοῖς ὁ οἶνος αὐτὸς ὑφ’ αὑτοῦ συνέχεται, πολὺ τοῦ φθείροντος ἔξωθεν μὴ παραδεχόμενος· [Quaest. conv. 7.3.3] τὸ δ’ ἔλαιον οὐ φαύλην διατριβὴν παρέσχεν. ὁ μὲν γάρ τις ἔφη τὸ κάτω τοῦ ἐλαίου γίγνεσθαι χεῖρον, ὑπὸ τῆς ἀμόργης ἀναθολούμενον, οὐ τὸ ἄνω βέλτιον ὂν ἀλλὰ δοκοῦν, ὅτι πορρωτάτω τοῦ βλάπτοντός ἐστιν. ἄλλος ᾐτιᾶτο τὴν πυκνότητα, δι’ ἣν ἀμικτότατόν ἐστι καὶ τῶν ἄλλων ὑγρῶν οὐδὲν εἰς αὑτὸ δέχεται, πλὴν βίᾳ καὶ ὑπὸ πληγῆς ἀνακοπτόμενον· ὅθεν οὐδὲ τῷ ἀέρι δίδωσιν ἀνάμιξιν, ἀλλ’ ἀποστατεῖ διὰ λεπτότητα τῶν μορίων καὶ συνέχειαν, ὥσθ’ ἧττον ὑπ’ αὐτοῦ τρέπεσθαι μὴ κρατοῦντος. ἐδόκει δὲ πρὸς τοῦτον ὑπεναντιοῦσθαι τὸν λόγον Ἀριστοτέλης, τετηρηκώς, ὥς φησιν, εὐωδέστερόν τε γιγνόμενον καὶ βέλτιον ὅλως τὸ ἐν τοῖς ἀποκενουμένοις ἀγγείοις ἔλαιον· εἶτα τῷ ἀέρι τὴν αἰτίαν τῆς βελτιώσεως ἀνατίθησι· πλείων γάρ ἐστι καὶ κρατεῖ μᾶλλον εἰς ἀποδεὲς κατερχόμενος τὸ ἀγγεῖον. [Quaest. conv. 7.3.4] μήποτ’ οὖν ἔφην ἐγώ καὶ τοὔλαιον ὁ ἀὴρ ὠφελεῖ καὶ βλάπτει τὸν οἶνον ὑπὸ τῆς αὐτῆς δυνάμεως. οἴνῳ μὲν γὰρ ὠφέλιμον, ἐλαίῳ δ’ ἀσύμφορον παλαίωσις, ἣν ἑκατέρου προσπίπτων ὁ ἀὴρ ἀφαιρεῖ· τὸ γὰρ ψυχόμενον νεαρὸν διαμένει, τὸ δ’ οὐκ ἔχον διαπνοὴν ὑπὸ συνεχείας ταχὺ παλαιοῦται καὶ ἀπογηράσκει· λελέχθαι πιθανῶς, ὅτι τοῖς ἐπιπολῆς πλησιάζων ὁ ἀὴρ νεαροποιεῖ. διὸ τοῦ μὲν οἴνου τὸ ἄνω φαυλότατον τοῦ δ’ ἐλαίου βέλτιστον ἡ γὰρ παλαίωσις τῷ μὲν τὴν ἀρίστην τῷ δὲ τὴν κακίστην ἐμποιεῖ διάθεσιν. [Quaest. conv. 7.4.1] Διὰ τί τοῖς πάλαι Ῥωμαίοις ἔθος ἦν μήτε τράπεζαν αἰρομένην περιορᾶν κενὴν μήτε λύχνον σβεννύμενον. [Quaest. conv. 7.4.1b] Φιλάρχαιος ὢν ὁ Φλῶρος οὐκ εἴα κενὴν ἀπαίρειν τὴν τράπεζαν, ἀλλ’ ἀεὶ τῶν ἐδωδίμων ἐπ’ αὐτῇ ὑπέλειπε. καὶ οὐ τοῦτο μόνον ἔφη οἶδα τὸν πατέρα καὶ τὸν πάππον εὖ μάλα παραφυλάττοντας, ἀλλὰ μηδὲ λύχνον ἐῶντας ἀποσβεννύναι· καὶ γὰρ τοῦτο τοὺς παλαιοὺς; Ῥωμαίους ἐξευλαβεῖσθαι· τοὺς δὲ νῦν εὐθὺς ἀποσβεννύναι μετὰ τὸ δεῖπνον, ὅπως μὴ μάτην τοὔλαιον ἀναλίσκωσι. παρὼν οὖν Εὔστροφος Ἀθηναῖος εἶτ’ ἔφη τί πλέον αὐτοῖς, ἂν μὴ τὸ Πολυχάρμου τοῦ ἡμετέρου σοφὸν ἐκμάθωσιν, ὃς πολὺν ἔφη σκεπτόμενος χρόνον, ὅπως οὐ κλέψουσι τοὔλαιον οἱ παῖδες, ἐξευρεῖν μόλις· εὐθὺς γὰρ ἀποπληροῦν τοὺς λύχνους ἀποσβεσθέντας, εἶτ’ ἐπισκοπεῖν τῇ ὑστεραίᾳ πάλιν, εἰ πλήρεις διαμένουσι. γελάσας δ’ ὁ Φλῶρος οὐκοῦν εἶπεν ἐπεὶ τοῦτο τὸ πρόβλημα λέλυται, σκεψώμεθα τὸν λόγον, τοὺς παλαιοὺς εἰκός ἐστι καὶ περὶ τοὺς λύχνους καὶ περὶ τὰς τραπέζας οὕτως εὐλαβεῖς γεγονέναι. [Quaest. conv. 7.4.2] πρότερον οὖν ἐζητεῖτο περὶ τῶν λύχνων καὶ ὁ μὲν γαμβρὸς αὐτοῦ Καισέρνιος ᾤετο τῇ πρὸς τὸ ἄσβεστον καὶ ἱερὸν πῦρ συγγενείᾳ παντὸς φθορὰν πυρὸς ἀφοσιώσασθαι τοὺς πρεσβυτέρους· δύο γὰρ εἶναι φθοράς, ὥσπερ ἀνθρώπου, τὴν μὲν βίαιον σβεννυμένου, τὴν δ’ ὥσπερ κατὰ φύσιν ἀπομαραινομένου· τῷ μὲν οὖν ἱερῷ πρὸς ἀμφοτέρας ἀρήγειν, ἀεὶ τρέφοντας καὶ φυλάττοντας· τὸ δ’ ἄλλο δι’ αὑτοῦ περιορᾶν μαραινόμενον αὐτοὺς μηδὲ βιάζεσθαι μηδὲ φθονεῖν, ὥσπερ θρέμματος ἀφαιρουμένους τὸ ζῆν, ἵνα μὴ μάτην τρέφοιτο. [Quaest. conv. 7.4.3] Λεύκιος δ’ ὁ τοῦ Φλώρου υἱὸς τἄλλα μὲν ἔφη καλῶς λέγεσθαι, τὸ δ’ ἱερὸν πῦρ οὐκ ἄμεινον αἱρουμένους ἑτέρου πυρὸς οὐδὲ σεμνότερον οὕτω σέβεσθαι καὶ περιέπειν· ἀλλ’ ὥσπερ Αἰγυπτίων ἐνίους μὲν τὸ κυνῶν γένος ἅπαν σέβεσθαι καὶ τιμᾶν, ἐνίους δὲ τῶν λύκων ἢ κροκοδείλων, ἕνα μέντοι τρέφειν τοὺς μὲν κύνα τοὺς δὲ κροκόδειλον τοὺς δὲ λύκον· οὐ γὰρ οἷόν τ’ ἦν ἅπαντας· οὕτως ἐνταῦθα τὴν περὶ ἐκεῖνο θεραπείαν καὶ φυλακὴν τὸ πῦρ τῆς πρὸς ἅπαν εὐλαβείας εἶναι σύμβολον. οὐδὲν γὰρ ἄλλο μᾶλλον ἐμψύχῳ προσέοικεν ἢ πῦρ, κινούμενόν τε καὶ τρεφόμενον δι’ αὑτοῦ καὶ τῇ λαμπρότητι δηλοῦν, ὥσπερ ἡ ψυχή, καὶ σαφηνίζον ἅπαντα· μάλιστα δὲ ταῖς σβέσεσιν αὐτοῦ καὶ φθοραῖς ἐμφαίνεται δύναμις οὐκ ἀμοιροῦσα ζωτικῆς ἀρχῆς· βοᾷ γὰρ καὶ φθέγγεται καὶ ἀμύνεται, καθάπερ ἔμψυχον ἀποθνῆσκον βίᾳ καὶ φονευόμενον· εἰ μή τι σὺ λέγεις ἔφη πρὸς ἐμὲ βλέψας βέλτιον. [Quaest. conv. 7.4.4] οὐδέν εἶπον ἐγώ τῶν εἰρημένων αἰτιῶμαι· προσθείην δ’ ἄν, ὅτι καὶ φιλανθρωπίας διδασκαλία τὸ ἔθος ἐστίν οὔτε γὰρ τροφὴν ἀφανίζειν ὅσιον αὐτοὺς ἄδην ἔχοντας, οὔτε νάματος ἐμφορηθέντας πηγὴν ἀποτυφλοῦν καὶ ἀποκρύπτειν, οὔτε πλοῦ σημεῖα καὶ ὁδοῦ διαφθείρειν χρησαμένους, ἀλλ’ ἐᾶν καὶ ἀπολείπειν τὰ χρήσιμα τοῖς δεησομένοις μεθ’ ἡμᾶς. ὅθεν οὐδὲ φῶς λύχνου μὴ δεομένους ἀπολλύναι διὰ μικρολογίαν καλόν, ἀλλὰ τηρεῖν καὶ ἀπολείπειν, εἴ τις ἔλθοι δεόμενος παρόντος ἔτι καὶ λάμποντος· καὶ γὰρ ὄψιν, εἰ δυνατὸν ἦν, καὶ ἀκοὴν χρῆσαι καλῶς; εἶχεν ἑτέρῳ, καὶ νὴ Δία τὴν φρόνησιν καὶ τὴν ἀνδρείαν, μέλλοντας αὐτοὺς καθεύδειν καὶ ἡσυχάζειν. ὅρα δέ, εἰ καὶ μελέτης ἕνεκα τοῦ εὐχαρίστου τὰς τοιαύτας ἐφιέντες ὑπερβολὰς οὐκ ἀτόπως οἱ παλαιοὶ καὶ δρῦς ἐσέβοντο καρποφόρους, καὶ συκῆν τινα προσηγόρευσαν ἱερὰν Ἀθηναῖοι καὶ μορίαν ἐκκόπτειν ἀπαγορεύουσι· ταῦτα γὰρ οὐ ποιεῖ πρὸς δεισιδαιμονίαν ἐπιφόρους, ὡς ἔνιοί φασιν, ἀλλὰ προσεθίζει τὸ εὐχάριστον ἡμῶν καὶ κοινωνικὸν ἐν τοῖς ἀναισθήτοις καὶ ἀψύχοις πρὸς ἀλλήλους. ὅθεν ὀρθῶς μὲν Ἡσίοδος οὐδ’ ἀπὸ χυτροπόδων ἀνεπιρρέκτων ἐᾷ παρατίθεσθαι σῖτον ἢ ὄψον, ἀλλ’ ἀπαρχὰς τῷ πυρὶ καὶ γέρα τῆς διακονίας ἀποδιδόντας· εὖ δὲ Ῥωμαῖοι χρησάμενοι τοῖς λύχνοις, ἣν ἔδοσαν οὐκ ἀφῃροῦντο τροφήν, ἀλλὰ χρῆσθαι ζῶντας εἴων καὶ λάμποντας. [Quaest. conv. 7.4.5] ἐμοῦ δὲ ταῦτ’ εἰπόντος, ὁ Εὔστροφος ἆρ’ οὖν ἔφη τοῦτο καὶ τῷ περὶ τῆς τραπέζης λόγῳ πάροδον οἰκείαν δίδωσιν, οἰομένῳ δεῖν ἀεί τι καταλιπεῖν οἰκέταις ἀπὸ δείπνου καὶ παισὶν οἰκετῶν; χαίρουσι γὰρ οὐχ οὕτω λαμβάνοντες ὡς μεταλαμβάνοντες. διὸ καὶ τοὺς Περσῶν βασιλεῖς φασιν οὐ μόνον φίλοις καὶ ἡγεμόσι καὶ σωματοφύλαξιν ἀποπέμπειν ἀεὶ μερίδας, ἀλλὰ καὶ τὸ τῶν δούλων καὶ τὸ τῶν κυνῶν ἀεὶ δεῖπνον ἐπὶ τῆς ἐκείνων προτίθεσθαι τραπέζης, ὡς ἀνυστὸν ἦν, πάντας οἷς ἐχρῶντο ποιουμένων ὁμοτραπέζους καὶ ὁμεστίους. ἡμεροῦνται γὰρ τῇ τῆς τροφῆς μεταδόσει καὶ τὰ σκυθρωπότατα τῶν θηρίων. [Quaest. conv. 7.4.6] ἐγὼ δὲ γελάσας ἐκεῖνον δ’ εἶπον ὦ ἑταῖρε, τὸν ἐκ τῆς παροιμίας ἀποκείμενον ἰχθῦν διὰ τί οὐχ ἕλκομεν εἰς μέσον μετὰ τῆς Πυθαγορικῆς χοίνικος, ἐφ’ ἧς ἀπηγόρευε καθῆσθαι, διδάσκων ἡμᾶς ἀεί τι τοῦ παρόντος εἰς τὸ μέλλον ὑπολείπειν καὶ τῆς αὔριον ἐν τῇ σήμερον μνημονεύειν; ἡμῖν μὲν οὖν τοῖς Βοιωτοῖς τὸ λεῖπέ τι καὶ Μήδοις διὰ στόματός ἐστιν, ἐξ οὗ Μῆδοι τήν τε Φωκίδα, καὶ τὰ ἔσχατα τῆς Βοιωτίας ἄγοντες καὶ φέροντες ἐπέτρεχον ἀεὶ δὲ καὶ πανταχοῦ δεῖ πρόχειρον εἶναι τὸ λεῖπέ τι καὶ ξένοις ἐπελθοῦσιν ὡς ἔγωγε καὶ τοῦ Ἀχιλλέως κενὴν ἀεὶ καὶ λιμώδη καταλαμβανομένην αἰτιῶμαι τὴν τράπεζαν· τῶν τε γὰρ περὶ τὸν Αἴαντα καὶ τὸν Ὀδυσσέα πρέσβεων ἀφικομένων, οὐδὲν ἔχων ἕτοιμον ἀναγκάζεται μαγειρεύειν ἐξ ὑπαρχῆς καὶ ὀψοποιεῖν τόν τε Πρίαμον φιλοφρονεῖσθαι βουλόμενος πάλιν ἀναΐξας ὄιν ἄργυφον σφάττει καὶ διαιρεῖ καὶ ὀπτᾷ, πολὺ μέρος περὶ ταῦτ’ ἀναλίσκων τῆς νυκτός. ὁ δ’ Εὔμαιος, ἅτε δὴ θρέμμα γεγονὼς σοφοῦ σοφόν, οὐ πράγματ’ εἶχε, τοῦ Τηλεμάχου ἐπιφανέντος, ἀλλ’ εὐθὺς ἑστιᾷ καθίσαντα, πίνακας κρεῶν παρατιθεὶς [Quaest. conv. 7.4.6b] ὀπταλέων, ἃ ῥα τῇ προτέρῃ κατέλειπον ἔδοντες. [Quaest. conv. 7.4.6c] εἰ δὲ τοῦτο δόξει μικρόν, ἐκεῖνό γ’ οὐ μικρόν, τὸ συστέλλειν καὶ ἀνέχειν τὴν ὄρεξιν ἔτι παρούσης τῆς ἀπολαύσεως· ἧττον γὰρ ἐπιθυμοῦσι τῶν ἀπόντων οἱ ἐθισθέντες ἀπέχεσθαι τῶν παρόντων. [Quaest. conv. 7.4.7] ὑπολαβὼν δ’ ὁ Λεύκιος ἔφη τῆς μάμμης ἀκηκοὼς μνημονεύειν, ὡς ἱερὸν μὲν ἡ τράπεζα, δεῖ δὲ τῶν ἱερῶν μηδὲν εἶναι κενόν. ἐμοὶ δ’ εἶπεν ἐδόκει καὶ μίμημα τῆς γῆς ἡ τράπεζ’ εἶναι· πρὸς γὰρ τῷ τρέφειν ἡμᾶς καὶ στρογγύλη καὶ μόνιμός ἐστι καὶ καλῶς ὑπ’ ἐνίων ἑστία καλεῖται. καθάπερ γὰρ τὴν γῆν ἀεί τι χρήσιμον ἔχειν καὶ φέρειν ἡμῖν ἀξιοῦμεν, οὕτως οὐδὲ τὴν τράπεζαν οἰόμεθα δεῖν κενὴν ὁρᾶν καὶ ἀνερμάτιστον ἀπολειπομένην. [Quaest. conv. 7.5.1] ὅτι δεῖ μάλιστα τὰς διὰ κακομουσίας ἡδονὰς φυλάττεσθαι, καὶ πῶς φυλακτέον. [Quaest. conv. 7.5.1b] ἐν Πυθίοις Καλλίστρατος, τῶν Ἀμφικτυόνων ὢν ἐπιμελητής, αὐλῳδόν τινα πολίτην καὶ φίλον ὑστερήσαντα τῆς ἀπογραφῆς τοῦ μὲν ἀγῶνος εἶρξε κατὰ τὸν νόμον· ἑστιῶν δ’ ἡμᾶς παρήγαγεν εἰς τὸ συμπόσιον ἐσθῆτι καὶ στεφάνοις, ὥσπερ ἐν ἀγῶνι, μετὰ τοῦ χοροῦ κεκοσμημένον ἐκπρεπῶς. καὶ νὴ Δία κομψὸν ἦν ἀκρόαμα τὸ πρῶτον· ἔπειτα διασείσας καὶ διακωδωνίσας τὸ συμπόσιον, ὡς ᾐσθάνετο τοὺς πολλοὺς ἐγκεκλικότας καὶ παρέχοντας ὑφ’ ἡδονῆς ὅ τι βούλοιτο χρῆσθαι, καὶ καταυλεῖν καὶ ἀκολασταίνειν, ἀποκαλυψάμενος παντάπασιν, ἐπεδείξατο τὴν μουσικὴν παντὸς οἴνου μᾶλλον μεθύσκουσαν τοὺς ὅπως ἔτυχε καὶ ἀνέδην αὐτῆς ἐμφορουμένους οὐδὲ γὰρ κατακειμένοις ἔτι βοᾶν ἐξήρκει καὶ κροτεῖν, ἀλλὰ τελευτῶντες ἀνεπήδων οἱ πολλοί, καὶ συνεκινοῦντο κινήσεις ἀνελευθέρους, πρεπούσας δὲ τοῖς κρούμασιν ἐκείνοις καὶ τοῖς μέλεσιν. ἐπεὶ δ’ ἐπαύσαντο καὶ κατάστασιν αὖθις ὥσπερ ἐκ μανίας ὁ πότος ἐλάμβανεν, ἐβούλετο μὲν ὁ Λαμπρίας εἰπεῖν τι καὶ παρρησιάσασθαι πρὸς τοὺς νέους ὀρρωδοῦντι δ’ ὅμως αὐτῷ μὴ λίαν ἀηδὴς γένηται καὶ λυπηρός, οὕτως ὁ Καλλίστρατος ὥσπερ ἐνδόσιμον παρέσχε τοιαῦτά τινα διαλεχθείς· [Quaest. conv. 7.5.2] ἀκρασίας μέν ἔφη καὶ αὐτὸς ἀπολύω τὸ φιλήκοον καὶ φιλοθέαμον οὐ μὴν Ἀριστοξένῳ γε συμφέρομαι παντάπασι, ταύταις μόναις φάσκοντι ταῖς ἡδοναῖς τὸ καλῶς ἐπιλέγεσθαι. καὶ γὰρ ὄψα καλὰ καὶ μύρα καλοῦσι καὶ καλῶς γεγονέναι λέγουσι δειπνήσαντες ἡδέως καὶ πολυτελῶς. δοκεῖ δέ μοι μηδ’ Ἀριστοτέλης αἰτίᾳ δικαίᾳ τὰς περὶ θέαν καὶ ἀκρόασιν εὐπαθείας ἀπολύειν ἀκρασίας, ὡς μόνας ἀνθρωπικὰς οὔσας· ταῖς δ’ ἄλλαις καὶ τὰ θηρία φύσιν ἔχοντα χρῆσθαι καὶ κοινωνεῖν. ὁρῶμεν γὰρ ὅτι καὶ μουσικῇ πολλὰ, κηλεῖται τῶν ἀλόγων, ὥσπερ ἔλαφοι σύριγξιν, ἵπποις δὲ μιγνυμέναις ἐπαυλεῖται νόμος, ὃν ἱππόθορον ὀνομάζουσιν ὁ δὲ Πίνδαρός φησι κεκινῆσθαι πρὸς ᾠδήν [Quaest. conv. 7.5.2b] ἁλίου δελφῖνος ὑπόκρισιν· τὸν μὲν ἀκύμονος ἐν πόντου πελάγει αὐλῶν ἐκίνησ’ ἐρατὸν μέλος. [Quaest. conv. 7.5.2c] ὀρχούμενοι δὲ τοὺς σκῶπας αἱροῦσι, χαίροντας τῇ ὄψει καὶ μιμητικῶς ἅμα δεῦρο κἀκεῖσε τοὺς ὤμους συνδιαφέροντας. οὐδὲν οὖν ὁρῶ τὰς τοιαύτας ἡδονὰς ἴδιον ἐχούσας, ἢ ὅτι μόναι τῆς ψυχῆς εἰσιν, αἱ δ’ ἄλλαι τοῦ σώματος καὶ περὶ τὸ σῶμα καταλήγουσι· μέλος δὲ καὶ ῥυθμὸς καὶ ὄρχησις καὶ ᾠδὴ παραμειψάμεναι τὴν αἴσθησιν, ἐν τῷ χαίροντι τῆς ψυχῆς ἀπερείδονται τὸ ἐπιτερπὲς καὶ γαργαλίζον. ὅθεν οὐδεμία τῶν τοιούτων ἡδονῶν ἀπόκρυφός ἐστιν οὐδὲ σκότους δεομένη καὶ τῶν τοίχων περιθεόντων, ὡς οἱ Κυρηναϊκοὶ λέγουσιν· ἀλλὰ καὶ στάδια ταύταις καὶ θέατρα ποιεῖται· καὶ τὸ μετὰ πολλῶν θεάσασθαί τι καὶ ἀκοῦσαι ἐπιτερπέστερόν ἐστι καὶ σεμνότερον, οὐκ ἀκρασίας δήπου καὶ ἡδυπαθείας ἀλλ’ ἐλευθερίου διατριβῆς καὶ ἀστείας μάρτυρας ἡμῶν ὅτι πλείστους λαμβανόντων. [Quaest. conv. 7.5.3] ταῦτα τοῦ Καλλιστράτου εἰπόντος, ὁ Λαμπρίας ὁρῶν ἔτι μᾶλλον ἐκείνους τοὺς τῶν ἀκροαμάτων χορηγοὺς θρασυνομένους οὐ τοῦτ’ ἔφη τὸ αἴτιον, ὦ παῖ Λέοντος, ἀλλά μοι δοκοῦσιν οὐκ ὀρθῶς οἱ παλαιοὶ παῖδα Λήθης τὸν Διόνυσον ἔδει γὰρ πατέρα προσαγορεύειν ὑφ’ οὗ καὶ σὺ νῦν ἀμνημονεῖν ἔοικας, ὅτι τῶν περὶ τὰς ἡδονὰς ἁμαρτανομένων τὰ μὲν ἀκρασία τὰ δ’ ἄγνοια ποιεῖ καὶ παρόρασις. ὅπου μὲν γὰρ ἡ βλάβη πρόδηλός ἐστι, ταῦτ’ ἀκρασίᾳ καταβιαζόμενοι τὸν λογισμὸν ἐξαμαρτάνουσιν· ὅσα δ’ οὐκ εὐθὺς οὐδὲ παραχρῆμα τῆς ἀκολασίας τὸν μισθὸν ἐπιτίθησι, ταῦθ’ ὑπ’ ἀγνοίας τοῦ βλάπτοντος αἱροῦνται καὶ πράττουσι. διὸ τοὺς μὲν περὶ ἐδωδὰς καὶ ἀφροδίσια καὶ πότους ἀστοχοῦντας, οἷς νόσοι τε πολλαὶ καὶ χρημάτων ὄλεθροι συνακολουθοῦσι καὶ τὸ κακῶς ἀκούειν, ἀκρατεῖς προσαγορεύομεν ὡς Θεοδέκτην ἐκεῖνον εἰπόντα χαῖρε φίλον φῶς ὀφθαλμιῶντα, τῆς ἐρωμένης ἐπιφανείσης· [Quaest. conv. 7.5.3b] ἢ τὸν Ἀβδηρίτην Ἀνάξαρχον, [Quaest. conv. 7.5.3c] ὅς ῥα καὶ εἰδώς, ὡς φάσαν, ἄθλιος ἔσκε· φύσις δέ μιν ἔμπαλιν ἦγεν ἡδονοπλήξ, τῇ πλεῖστοι ὑποτρείουσι σοφιστῶν. [Quaest. conv. 7.5.3d] ὅσαι δὲ τῶν ἡδονῶν τοὺς περὶ γαστέρα καὶ αἰδοῖα καὶ γεῦσιν καὶ ὄσφρησιν ἀντιτεταγμένους αὐταῖς καὶ ὅπως οὐχ ἁλώσονται προσέχοντας, ἐκπεριοδεύουσαι περὶ τὰ ὄμματα καὶ τὰ ὦτα λανθάνουσιν ἐνῳκισμέναι καὶ λοχῶσαι, τούτους ἐκείνων οὐδὲν ἧττον ἐμπαθεῖς ὄντας καὶ ἀκολάστους ἀκρατεῖς ὁμοίως οὐ καλοῦμεν· οὐ γὰρ εἰδότες ἀλλὰ δι’ ἀπειρίαν ὑποφέρονται, καὶ νομίζουσι τῶν ἡδονῶν εἶναι κρείττονες, ἂν ἐν θεάτροις ἄσιτοι καὶ ἄποτοι διημερεύσωσιν ὥσπερ εἰ τῶν κεραμίων μέγα φρονοίη τὸ μὴ ἀπὸ τῆς γαστρὸς αἰρόμενον ἢ τοῦ πυθμένος, ἐκ δὲ τῶν ὤτων ῥᾳδίως μεταφερόμενον. ὅθεν Ἀρκεσίλαος οὐδὲν ἔφη διαφέρειν τοῖς ὄπισθεν εἶναι κίναιδον ἢ τοῖς ἔμπροσθεν. δεῖ δὲ καὶ τὴν ἐν ὄμμασι καὶ τὴν ἐν ὠσὶ γαργαλίζουσαν μαλακίαν καὶ ἡδυπάθειαν φοβεῖσθαι, καὶ μήτε πόλιν ἀνάλωτον νομίζειν τὴν τὰς ἄλλας πύλας βαλανάγραις καὶ μοχλοῖς καὶ καταρράκταις ὀχυρὰς ἔχουσαν, ἂν διὰ μιᾶς οἱ πολέμιοι παρελθόντες ἔνδον εἰσίν· μήθ’ ἑαυτὸν ἀήττητον ὑφ’ ἡδονῆς, εἰ μὴ κατὰ τὸ Ἀφροδίσιον ἀλλὰ κατὰ τὸ Μουσεῖον ἑάλωκεν ἢ τὸ θέατρον· ὁμοίως γὰρ ἐγκέκλικε καὶ παρέδωκε ταῖς ἡδοναῖς ἄγειν καὶ φέρειν τὴν ψυχήν· αἱ δὲ παντὸς ὀψοποιοῦ καὶ μυρεψοῦ καὶ δριμύτερα καὶ ποικιλώτερα φάρμακα τῶν μελῶν καὶ τῶν ῥυθμῶν καταχεόμεναι τούτοις ἄγουσιν ἡμᾶς καὶ διαφθείρουσιν, αὑτῶν τρόπον τινὰ καταμαρτυροῦντας τῶνδε γὰρ οὔτε τι μεμπτὸν οὔτ’ ὦν μεταλλάττον ὡς Πίνδαρος ἔφη τῶν ἐπὶ ταῖς τραπέζαις, ὅσσ’ ἀγλαὰ χθὼν πόντου τε ῥιπαὶ φέρουσιν ἄρτι παρακειμένων. ἀλλ’ οὔτ’ ὄψον οὐδὲν οὔτε σιτίον οὔθ’ ὁ βέλτιστος οὑτοσὶ πινόμενος οἶνος ἐξήγαγεν ὑφ’ ἡδονῆς φωνήν, οἵων ἄρτι τὰ αὐλήματα καὶ τὰ κρούματα τὴν οἰκίαν, εἰ μὴ καὶ τὴν πόλιν ἅπασαν, ἐμπέπληκε θορύβων καὶ κρότων καὶ ἀλαλαγμῶν. διὸ δεῖ μάλιστα ταύτας εὐλαβεῖσθαι τὰς ἡδονάς· ἰσχυρόταται γάρ εἰσιν, ἅτε δὴ μή, καθάπερ αἱ περὶ γεῦσιν καὶ ἁφὴν καὶ ὄσφρησιν, εἰς τὸ ἄλογον καὶ φυσικὸν ἀποτελευτῶσαι τῆς ψυχῆς, ἀλλὰ τοῦ κρίνοντος ἁπτόμεναι καὶ τοῦ φρονοῦντος· ἔπειτα ταῖς μὲν ἄλλαις ἡδυπαθείαις κἂν ὁ λογισμὸς ἐλλίπῃ διαμαχόμενος, ἀλλὰ τῶν παθῶν ἔνια πολλάκις ἐμποδών ἐστι· καὶ γὰρ ἐν ἰχθύων ἀγορᾷ μικρολογία καθαιρεῖ δάκτυλον ὀψοφάγου καὶ πολυτελοῦς ἑταίρας ἀπέστρεψε φιλαργυρία φιλογυνίαν· ὥσπερ ἀμέλει παρὰ τῷ Μενάνδρῳ τῶν συμποτῶν ἕκαστος ἐπιβουλευόμενος ὑπὸ τοῦ πορνοβοσκοῦ σοβαράν τινα παιδίσκην ἐπάγοντος αὐτοῖς [Quaest. conv. 7.5.3e] κύψας καθ’ ἑαυτὸν τῶν τραγημάτων ἔφλα· [Quaest. conv. 7.5.3f] χαλεπὸν γὰρ ὁ δανεισμὸς τῆς ἀκρασίας κόλασμα καὶ τὸ λῦσαι βαλλάντιον οὐ πάνυ ῥᾴδιον· ταύταις δὲ ταῖς ἐλευθερίαις λεγομέναις περὶ ὦτα καὶ ὄμματα φιλομούσοις καὶ φιλαύλοις μουσομανίαις προῖκα καὶ ἀμισθὶ τῶν ἡδονῶν πάρεστι πολλαχόθεν ἀρύτεσθαι καὶ ἀπολαύειν, ἐν ἀγῶσιν, ἐν θεάτροις, ἐν συμποσίοις, ἑτέρων χορηγούντων· ὅθεν ἕτοιμον τὸ διαφθαρῆναι τοῖς μὴ βοηθοῦντα καὶ παιδαγωγοῦντα τὸν λογισμὸν ἔχουσι. [Quaest. conv. 7.5.4] γενομένης οὖν σιωπῆς τί οὖν ἔφη ποιοῦντα τὸν λογισμὸν ἢ τί λέγοντα βοηθεῖν ἀξιοῦμεν; οὐ γὰρ ἀμφωτίδας γε περιθήσει τὰς Ξενοκράτους ἡμῖν οὐδ’ ἀναστήσει μεταξὺ δειπνοῦντας, ἐὰν αἰσθώμεθα λύραν ἁρμοζομένην ἢ κινούμενον αὐλόν.οὐ γὰρ οὖν εἶπεν ὁ Λαμπρίας ἀλλ’ ὁσάκις ἂν εἰς τὰς Σειρῆνας ἐμπέσωμεν, ἐπικαλεῖσθαι δεῖ τὰς Μούσας καὶ καταφεύγειν εἰς τὸν Ἑλικῶνα τὸν τῶν παλαιῶν. ἐρῶντι μὲν γὰρ πολυτελοῦς οὐκ ἔστι τὴν Πηνελόπην προσαγαγεῖν οὐδὲ συνοικίσαι τὴν Πάνθειαν· ἡδόμενον δὲ μίμοις καὶ μέλεσι καὶ ᾠδαῖς κακοτέχνοις καὶ κακοζήλοις ἔξεστι μετάγειν ἐπὶ τὸν Εὐριπίδην καὶ τὸν Πίνδαρον καὶ τὸν Μένανδρον, ποτίμῳ λόγῳ ἁλμυρὰν ἀκοήν ὥς φησιν ὁ Πλάτων ἀποκλυζόμενον. ὥσπερ γὰρ οἱ μάγοι τοὺς δαιμονιζομένους κελεύουσι τὰ Ἐφέσια γράμματα πρὸς αὑτοὺς καταλέγειν καὶ ὀνομάζειν, οὕτως ἡμεῖς ἐν τοῖς τοιούτοις τερετίσμασι καὶ σκιρτήμασι [Quaest. conv. 7.5.4b] μανίαις τ’ ἀλαλαῖς τ’ ὀρινόμενοι ῥιψαύχενι σὺν κλόνῳ [Quaest. conv. 7.5.4c] τῶν ἱερῶν καὶ σεμνῶν ἐκείνων γραμμάτων ἀναμιμνησκόμενοι καὶ παραβάλλοντες ᾠδὰς καὶ ποιήματα καὶ λόγους κοινοὺς οὐκ ἐκπλαγησόμεθα παντάπασιν ὑπὸ τούτου, οὐδὲ πλαγίους παραδώσομεν ἑαυτοὺς ὥσπερ ὑπὸ ῥεύματος λείου φέρεσθαι. [Quaest. conv. 7.6.1] Περὶ τῶν λεγομένων σκιῶν, καὶ εἰ δεῖ βαδίζειν καλούμενον πρὸς ἑτέρους ὑφ’ ἑτέρων ἐπὶ δεῖπνον, καὶ πότε, καὶ παρὰ τίνας. [Quaest. conv. 7.6.1b] τὸν Μενέλαον Ὅμηρος πεποίηκεν αὐτόματον ἑστιῶντι τοὺς ἀριστεῖς τῷ Ἀγαμέμνονι παραγιγνόμενον· [Quaest. conv. 7.6.1c] ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο· [Quaest. conv. 7.6.1d] καὶ τὴν ἄγνοιαν οὐ περιεῖδεν αὐτοῦ καταφανῆ γενομένην οὐδ’ ἤλεγξε τῷ μὴ ἐλθεῖν ὥσπερ οἱ φιλομεμφεῖς καὶ δύσκολοι ταῖς τοιαύταις τῶν φίλων παροράσεσι καὶ ἀγνοίαις ἐπιτίθενται, τῷ ἀμελεῖσθαι μᾶλλον ἢ τῷ τιμᾶσθαι χαίροντες, ὅπως ἐγκαλεῖν ἔχωσιν. τὸ δὲ τῶν ἐπικλήτων ἔθος, οὓς νῦν σκιὰς καλοῦσιν, οὐ κεκλημένους αὐτοὺς ἀλλ’ ὑπὸ τῶν κεκλημένων ἐπὶ τὸ δεῖπνον ἀγομένους, ἐζητεῖτο πόθεν ἔσχε τὴν ἀρχήν· ἐδόκει δ’ ἀπὸ Σωκράτους, Ἀριστόδημον ἀναπείσαντος οὐ κεκλημένον εἰς Ἀγάθωνος ἰέναι σὺν αὐτῷ, καὶ παθόντα τι γελοῖον· ἔλαθε γὰρ κατὰ τὴν ὁδὸν ὑπολειφθεὶς ὁ Σωκράτης, ὁ δὲ προεισῆλθεν, ἀτεχνῶς σκιὰ προβαδίζουσα σώματος ἐξόπισθεν τὸ φῶς ἔχοντος. ὕστερον μέντοι περὶ τὰς τῶν ξένων ὑποδοχάς, μάλιστα τῶν ἡγεμονικῶν, ἀναγκαῖον ἐγίγνετο τοῖς ἀγνοοῦσι τοὺς ἑπομένους καὶ τιμωμένους ἐπὶ τῷ ξένῳ ποιεῖσθαι τὴν κλῆσιν, ἀριθμὸν δ’ ὁρίζειν, ὅπως μὴ πάθωσιν ὃ παθεῖν συνέπεσε τῷ δεχομένῳ τὸν βασιλέα Φίλιππον ἐπὶ τῆς χώρας· ἧκε γὰρ ἄγων πολλούς, τὸ δὲ δεῖπνον οὐ πολλοῖς ἦν παρεσκευασμένον· ἰδὼν οὖν θορυβούμενον τὸν ξένον περιέπεμπε πρὸς τοὺς φίλους ἀτρέμα, χώραν πλακοῦντι καταλιπεῖν κελεύων οἱ δὲ προσδοκῶντες ὑπεφείδοντο τῶν παρακειμένων καὶ πᾶσιν οὕτως ἐξήρκεσε τὸ δεῖπνον. [Quaest. conv. 7.6.2] ἐμοῦ δὲ ταῦτα πρὸς τοὺς παρόντας ἀδολεσχοῦντος, ἔδοξε Φλώρῳ καὶ σπουδάσαι τι περὶ τῶν σκιῶν λεγομένων, διαπορήσαντας εἰ προσήκει τοῖς καλουμένοις οὕτω βαδίζειν καὶ συνακολουθεῖν. ὁ μὲν οὖν γαμβρὸς αὐτοῦ Καισέρνιος ὅλως ἀπεδοκίμαζε τὸ πρᾶγμα. μάλιστα μὲν γὰρ τῷ Ἡσιόδῳ πειθομένους ἔφη χρῆναι [Quaest. conv. 7.6.2b] τὸν φιλέοντ’ ἐπὶ δαῖτα καλεῖν· [Quaest. conv. 7.6.2c] εἰ δὲ μή, γνωρίμους αὑτῶν καὶ ἐπιτηδείους παρακαλεῖν ἐπὶ κοινωνίαν σπονδῆς καὶ τραπέζης καὶ λόγων ἐν οἴνῳ γιγνομένων καὶ φιλοφροσύνης. νῦν δ’ ὥσπερ εἶπεν οἱ τὰ πλοῖα ναυλοῦντες, ὅ τι ἂν φέρῃ τις, ἐμβάλλεσθαι παρέχουσιν, οὕτως ἡμεῖς τὰ συμπόσια παραδόντες ἑτέροις πληροῦν ἀφίεμεν ἐκ τῶν προστυχόντων, ἄν τε χαρίεντες ὦσιν, ἄν τε φαῦλοι. θαυμάσαιμι δ’ ἄν, εἰ χαρίεις ἀνὴρ ἐπίκλητος ἀφίκοιτο, μᾶλλον δ’ ἄκλητος, ὅν γε πολλάκις οὐδὲ γιγνώσκει τὸ παράπαν ὁ δειπνίζων· εἰ δὲ γιγνώσκων καὶ χρώμενος οὐ κέκληκεν, ἔτι γε μᾶλλον αἰσχύνη βαδίζειν πρὸς τοῦτον, ὥσπερ ἐξελέγχοντα μετέχειν τῶν ἐκείνου, τρόπον τινὰ βίᾳ καὶ ἄκοντος· ἔτι καὶ προτερεῖν ἢ ἀπολείπεσθαι τοῦ κεκληκότος πρὸς ἕτερον ἔχει τινὰ δυσωπίαν, καὶ οὐκ ἀστεῖόν ἐστι μαρτύρων δεόμενον πρὸς τοὺς ὑποδεχομένους βαδίζειν, ὡς οὐ κλητὸς ἀλλὰ σκιὰ τοῦ δεῖνος ἐπὶ τὸ δεῖπνον ἥκει· καὶ πάλιν τὸ παρέπεσθαι καὶ παραφυλάττειν ἄλειμμα καὶ λουτρὸν ἑτέρου καὶ ὥραν βραδύνοντος ἢ ταχύνοντος ἀνελεύθερον εὖ μάλα καὶ Γναθώνειον, εἰ δὴ Γνάθων γέγονε δεινότατος ἄνθρωπος τἀλλότρια δειπνεῖν. εἴ γε μὴν οὐκ ἔστιν ὅτε μᾶλλον ἀνθρώποις ἐφιᾶσιν εἰπεῖν [Quaest. conv. 7.6.2d] ὦ γλῶσσα, μέτριον εἴ τι κομπάσαι θέλεις, ἔξειπε, [Quaest. conv. 7.6.2e] καὶ παρρησία πλείστη μετὰ παιδιᾶς ἀναμέμικται τοῖς λεγομένοις ἐν οἴνῳ καὶ πραττομένοις· ἐνταῦθα δὴ πῶς ἄν τις ἑαυτὸν μεταχειρίσαιτο μὴ γνήσιος ὢν μηδ’ αὐτόκλητος, ἀλλὰ τρόπον τινὰ νόθος καὶ παρεγγεγραμμένος εἰς τὸ συμπόσιον; καὶ γὰρ τὸ χρῆσθαι καὶ τὸ μὴ χρῆσθαι παρρησίᾳ πρὸς τοὺς παρόντας εὐσυκοφάντητον. οὐ μικρὸν δὲ κακὸν οὐδ’ ἡ τῶν ὀνομάτων εὐχέρεια καὶ βωμολοχία τοῖς μὴ δυσχεραίνουσιν ἀλλ’ ὑπομένουσι σκιὰς καλεῖσθαι καὶ ὑπακούειν· προσεθίζει γὰρ εἰς τὰ ἔργα τῷ αἰσχρῷ τὸ ῥᾳδίως ὑπὸ τῶν ῥημάτων ἄγεσθαι. διὸ καλῶν μὲν ἑταίρους ἔδωκά ποτε σκιάς· ἰσχυρὰ γὰρ ἡ τῆς πόλεως συνήθεια καὶ δυσπαραίτητος· αὐτὸς δὲ κληθεὶς ὑφ’ ἑτέρου πρὸς ἕτερον ἄχρι γε νῦν ἀντέχω μὴ ὑπακοῦσαι. [Quaest. conv. 7.6.3] γενομένης δὲ μετὰ τοὺς λόγους τούτους ἡσυχίας, ὁ Φλῶρος τοῦτ’ ἔφη τὸ δεύτερον ἔχει μᾶλλον ἀπορίαν· τὸ δὲ καλεῖν οὕτως ἀναγκαῖόν ἐστιν ἐν ταῖς τῶν ξένων ὑποδοχαῖς, ὥσπερ εἴρηται πρότερον οὔτε γὰρ ἄνευ φίλων ἐστὶ δὴ ἐπιεικὲς οὔτε γιγνώσκειν οὓς ἔχων ἥκει ῥᾴδιον κἀγὼ πρὸς αὐτόν ὅρα τοίνυν ἔφην μὴ οἱ καλεῖν οὕτω δεδωκότες τοῖς ἑστιῶσι καὶ τὸ πείθεσθαι τοῖς καλουμένοις καὶ βαδίζειν δεδώκασιν οὔτε γὰρ διδόναι καλὸν οὔτ’· αἰτεῖν ὃ διδόναι μὴ καθῆκεν, οὔθ’ ὅλως παρακαλεῖν ἃ μὴ δεῖ παρακαλεῖσθαι μηδ’ ὁμολογεῖν μηδὲ πράττειν. τὰ μὲν οὖν πρὸς ἡγεμόνας ἢ ξένους οὐκ ἔχει κλῆσιν οὐδ’ αἵρεσιν, ἀλλὰ δεῖ δέχεσθαι τοὺς μετ’ αὐτῶν παραγιγνομένους. [Quaest. conv. 7.6.3b] ἄλλως δὲ φίλον ἑστιῶντα φιλικώτερον μέν ἐστι τὸ καλεῖν αὐτόν, ὡς οὐκ ἀγνοοῦντα τοὺς γνωρίμους αὐτοῦ καὶ συνήθεις ἢ οἰκείους· μείζων γὰρ ἡ τιμὴ καὶ ἡ χάρις, ὡς μὴ λανθάνοντος, ὅτι τούτους ἀσπάζεται μάλιστα καὶ τούτοις ἥδιστα σύνεστι καὶ χαίρει τιμωμένοις ὁμοίως καὶ παρακαλουμένοις. οὐ μὴν ἀλλ’ ἔστιν ὅτε ποιητέον ἐπ’ αὐτῷ, καθάπερ οἱ θεῷ θύοντες ἅμα συμβώμοις καὶ συννάοις κοινῶς συνεπεύχονται καὶ καθ’ ἕκαστον ἐκείνων μὴ ὀνομάζοντες· οὔτε γὰρ ὄψον οὔτ’ οἶνος οὔτε μύρον οὕτως ἡδέως διατίθησιν, ὡς σύνδειπνος εὔνους καὶ προσηνής. ἀλλὰ τὸ μὲν ὄψοις καὶ πέμμασιν οἵοις ὁ μέλλων ἑστιᾶσθαι μάλιστα χαίρει, καὶ περὶ οἴνων διαφορᾶς καὶ μύρων ἐρωτᾶν καὶ διαπυνθάνεσθαι, φορτικὸν κομιδῇ καὶ νεόπλουτον· ᾧ δὲ πολλοὶ φίλοι καὶ οἰκεῖοι καὶ συνήθεις εἰσίν, αὐτὸν παρακαλεῖν ἐκείνων, οἷς ἂν ἥδιστα συγγίγνοιτο καὶ μεθ’ ὧν εὐφραίνεται παρόντων, μάλιστα τούτους ἄγειν οὐκ ἀηδὲς οὐδ’ ἄτοπον. [Quaest. conv. 7.6.3c] οὔτε γὰρ τὸ συμπλεῖν οὔτε τὸ συνοικεῖν οὔτε τὸ συνδικάζειν, μεθ’ ὧν οὐ βούλεταί τις, οὕτως ἀηδές, ὡς τὸ συνδειπνεῖν, καὶ τοὐναντίον ἡδύ· κοινωνία γάρ ἐστι καὶ σπουδῆς καὶ παιδιᾶς καὶ λόγων καὶ πράξεων τὸ συμπόσιον. ὅθεν οὐ τοὺς τυχόντας ἀλλὰ τοὺς προσφιλεῖς εἶναι δεῖ καὶ συνήθεις ἀλλήλοις, ὡς ἡδέως συνεσομένους. ὄψα μὲν γὰρ οἱ μάγειροι σκευάζουσιν ἐκ χυμῶν διαφόρων, αὐστηρὰ καὶ λιπαρὰ καὶ γλυκέα καὶ δριμέα συγκεραννύντες· σύνδειπνον δὲ χρηστὸν οὐκ ἂν γένοιτο καὶ κεχαρισμένον ἀνθρώπων ὁμοφύλων μηδ’ ὁμοιοπαθῶν εἰς ταὐτὸ συμφθαρέντων. ἐπεὶ δέ, ὥσπερ οἱ Περιπατητικοὶ λέγουσι, τὸ μὲν πρῶτον φύσει κινοῦν μὴ κινούμενον δ’ εἶναι, τὸ δ’ ἔσχατον κινούμενον μηδὲ ἓν δὲ κινοῦν· μεταξὺ δ’ ἀμφοῖν τὸ καὶ κινοῦν ἕτερα καὶ κινούμενον ὑφ’ ἑτέρων· οὕτως ἔφην ὁ λόγος, τριῶν ὄντων ὦν ὁ μὲν καλῶν μόνον ὁ δὲ καλούμενος, ὁ δὲ καὶ καλῶν καὶ καλούμενός ἐστιν, εἴρηται μὲν περὶ τοῦ καλοῦντος· [Quaest. conv. 7.6.3d] οὐ χεῖρον δ’ ἐστὶ καὶ περὶ τῶν ἄλλων ἔφην ἅ γ’ ἐμοὶ δοκεῖ, διελθεῖν. ὁ μὲν οὖν καλούμενος ὑφ’ ἑτέρου καὶ καλῶν ἑτέρους πρῶτον, οἶμαι, τοῦ πλήθους φείδεσθαι δίκαιός ἐστι, μὴ καθάπερ ἐκ πολεμίας ὁμοῦ πᾶσι τοῖς περὶ αὑτὸν ἐπισιτιζόμενος μηδ’, ὥσπερ οἱ χώρας καταλαμβάνοντες ἐν τῷ πεττεύειν, ἀεὶ τοῖς ἰδίοις φίλοις τοὺς τοῦ καλέσαντος ἐκκρούων καὶ ἀποκρούων ἅπαντας· ὥστε πάσχειν τοὺς δειπνίζοντας, ἃ πάσχουσιν οἱ τῇ Ἑκάτῃ καὶ τοῖς ἀποτροπαίοις ἐκφέροντες; τὰ δεῖπνα, μὴ γευομένους αὐτοὺς μηδὲ τοὺς οἴκοι, πλὴν καπνοῦ καὶ θορύβου μετέχοντας. ἄλλως γὰρ ἡμῖν προσπαίζουσιν οἱ λέγοντες [Quaest. conv. 7.6.3e] Δελφοῖσι θύσας αὐτὸς ὀψωνεῖ κρέας· [Quaest. conv. 7.6.3f] ἀληθῶς δὲ τοῦτο συμβαίνει τοῖς ξένους ἀγνώμονας ἢ φίλους δεχομένοις μετὰ σκιῶν πολλῶν ὥσπερ Ἁρπυιῶν διαφοροῦντας τὰ δεῖπνα καὶ προνομεύοντας. ἔπειτα δεῖ μὴ μεθ’ ὧν ἔτυχε βαδίζειν πρὸς ἑτέρους ἐπὶ δεῖπνον, ἀλλὰ μάλιστα μὲν καλεῖν τοὺς τοῦ δειπνίζοντος οἰκείους καὶ συνήθεις, πρὸς αὐτὸν ἐκεῖνον ἁμιλλώμενον καὶ προκαταλαμβάνοντα ταῖς κλήσεσιν εἰ δὲ μή, τῶν ἰδίων φίλων οὓς ἂν καὶ ἤθελεν αὐτὸς ἑλέσθαι ὁ δειπνίζων, ἐπιεικὴς ὢν ἐπιεικεῖς, καὶ φιλόλογος φιλολόγους ὄντας, ἢ δυνατοὺς; δυνάμενος, πάλαι ζητῶν ἁμωσγέπως αὐτοῖς ἐν προσηγορίᾳ καὶ κοινωνίᾳ γενέσθαι. τὸ γὰρ οὕτως ἔχοντι παραδοῦναι καὶ παρασχεῖν ὁμιλίας ἀρχὴν καὶ φιλοφροσύνης εὔστοχον ἐπιεικῶς· καὶ ἀστεῖον· ὁ δ’ ἀσυμφύλους καὶ ἀσυναρμόστους ἐπάγων, οἷον νηπτικῷ πολυπότας, καὶ λιτῷ περὶ δίαιταν ἀκολάστους καὶ πολυτελεῖς, ἢ νέῳ πάλιν ποτικῷ καὶ φιλοπαίγμονι πρεσβύτας σκυθρωποὺς ἢ βαρὺ φθεγγομένους ἐκ πώγωνος σοφιστάς, ἄκαιρός ἐστιν ἀηδίᾳ φιλοφροσύνην ἀμειβόμενος. δεῖ γὰρ οὐχ ἧττον ἡδὺν εἶναι τῷ δειπνίζοντι τὸν κεκλημένον ἢ τῷ κεκλημένῳ τὸν ὑποδεχόμενον· ἔσται δ’ ἡδύς, ἐὰν μὴ μόνον ἑαυτὸν ἀλλὰ καὶ τοὺς σὺν αὑτῷ καὶ δι’ αὑτὸν ἥκοντας ἐπιδεξίους παρέχῃ καὶ προσηνεῖς. [Quaest. conv. 7.6.3g] ὅ γε μὴν λοιπὸς; ἔτι τῶν τριῶν οὗτος ὁ καλούμενος ὑφ’ ἑτέρου πρὸς ἕτερον, τὸ μὲν τῆς σκιὰν· ἀναινόμενος ὄνομα καὶ δυσχεραίνων, ἀληθῶς σκιὰν δόξει φοβεῖσθαι, δεῖται δὲ πλείστης εὐλαβείας. οὔτε γὰρ τοῖς τυχοῦσιν ἀκολουθεῖν ἑτοίμως καλὸν οὔθ’ ὅπως ἔτυχεν· ἀλλὰ δεῖ σκοπεῖν πρῶτον τίς ὁ καλῶν ἐστιν. εἰ μὲν γὰρ οὐ σφόδρα συνήθης, ἀλλ’ ἢ τῶν πλουσίων τις ἢ σατραπικῶν, ὡς ἐπὶ σκηνῆς δορυφορήματος λαμπροῦ δεόμενος ἢ πάνυ χαρίζεσθαι τῇ κλήσει πεπεισμένος καὶ τιμᾶν, ἐπάγεται, παραιτητέος εὐθύς. εἰ δὲ φίλος καὶ συνήθης, οὐκ εὐθὺς ὑπακουστέον· ἀλλ’ ἐὰν δοκῇ δεῖσθαί τινος ἀναγκαίας ὁμιλίας καὶ κοινωνίας καιρὸν ἄλλον οὐκ ἐχούσης, ἢ διὰ χρόνου ποθὲν ἀφιγμένος ἢ μέλλων ἀπαίρειν φανερὸς δι’ εὔνοιαν ἐπιθυμῶν καὶ ποθῶν συμπεριενεχθῆναι, καὶ μήτε πολλοὺς μήτ’ ἀλλοτρίους, ἀλλ’ αὐτὸν ἢ μετ’ ὀλίγων ἑταίρων ἐπαγόμενος, ἢ μετὰ ταῦτα πάντα πραγματευόμενος ἀρχήν τινα συνηθείας καὶ φιλίας δι’ αὑτοῦ γενέσθαι τῷ καλουμένῳ πρὸς τὸν καλοῦντα χρηστὸν ὄντα καὶ φιλίας ἄξιον. ἐπεὶ τοὺς γε μοχθηρούς, ὅσῳ μᾶλλον ἐπιλαμβάνονται καὶ συμπλέκονται, καθάπερ βάτους καὶ ἀπαρίνας ὑπερβατέον ἐστί· κἂν ἐπιεικεῖς οἱ ἄγοντες ὦσι πρὸς ἐπιεικῆ δὲ μὴ ἄγωσιν, οὐ δεῖ συνακολουθεῖν οὐδ’ ὑπομένειν, ὥσπερ διὰ μέλιτος φάρμακον λαμβάνοντας, μοχθηρὸν διὰ χρηστοῦ φίλον. ἄτοπον δὲ καὶ τὸ πρὸς ἀγνῶτα κομιδῇ καὶ ἀσυνήθη βαδίζειν, ἂν μή τις ᾖ διαφέρων ἀρετῇ, καθάπερ εἴρηται, καὶ τοῦτο φιλίας ποιησόμενος ἀρχὴν καὶ ἀγαπήσων τὸ ῥᾳδίως καὶ ἀφελῶς ἀφικέσθαι σὺν ἑτέρῳ πρὸς αὐτόν. καὶ μὴν τῶν συνήθων πρὸς τούτους μάλιστα βαδιστέον ὑφ’ ἑτέρου καλούμενον, οἷς ἐφίεται μεθ’ ἑτέρων καὶ αὐτοῖς βαδίζειν πρὸς ἡμᾶς. Φιλίππῳ μὲν γὰρ ἐδόκει τῷ γελωτοποιῷ τὸ αὐτόκλητον ἐπὶ δεῖπνον ἐλθεῖν γελοιότερον εἶναι τοῦ κεκλημένον· ἀγαθοῖς δὲ καὶ φίλοις ἀνδράσι παρὰ φίλους καὶ ἀγαθοὺς σεμνότερόν ἐστι καὶ ἥδιον, ἂν μὴ καλέσασι μηδὲ προσδοκῶσιν ἐν καιρῷ παραγίγνωνται μετὰ φίλων ἑτέρων, εὐφραίνοντες ἅμα τοὺς δεχομένους καὶ τιμῶντες τοὺς ἀγαγόντας. ἥκιστα δὲ πρὸς ἡγεμόνας ἢ πλουσίους ἢ δυνάστας μὴ καλουμένους ὑπ’ αὐτῶν ἀλλ’ ὑφ’ ἑτέρων πρέπει βαδίζειν, ἀναιδείας καὶ ἀπειροκαλίας καὶ φιλοτιμίας ἀκαίρου δόξαν οὐκ ἄλογον φυλαττομένους. [Quaest. conv. 7.7.1] Εἰ δεῖ παρὰ πότον αὐλητρίσι χρῆσθαι. [Quaest. conv. 7.7.1b] περὶ ἀκροαμάτων ἐν Χαιρωνείᾳ λόγοι παρὰ πότον ἐγένοντο Διογενιανοῦ τοῦ Περγαμηνοῦ παρόντος, καὶ πράγματ’ εἴχομεν ἀμυνόμενοι βαθυπώγωνα σοφιστὴν ἀπὸ τῆς Στοᾶς, ὃς ἐπήγαγε τὸν Πλάτωνα κατηγοροῦντα τῶν αὐλητρίσι χρωμένων παρ’ οἶνον, ἀλλήλοις δὲ συγγίγνεσθαι διὰ λόγου μὴ δυναμένων. καίτοι παρὼν ἀπὸ τῆς αὐτῆς παλαίστρας Φίλιππος ὁ Προυσιεὺς ἐᾶν ἐκέλευσε τοὺς παρ’ Ἀγάθωνι δαιτυμόνας ἐκείνους παντὸς αὐλοῦ καὶ πηκτίδων ἐπιτερπέστερα φθεγγομένους οὐ γὰρ αὐλητρίδα, παρόντων ἐκείνων, ἐκπεσεῖν θαυμαστὸν ἦν, ἀλλ’ εἰ μὴ καὶ πότου καὶ σίτου λήθη κατελάμβανεν ὑφ’ ἡδονῆς καὶ κηλήσεως τὸ συμπόσιον. καίτοι Ξενοφῶν οὐκ ᾐσχύνθη, Σωκράτους καὶ Ἀντισθένους καὶ ἄλλων παρόντων τοιούτων, τὸν γελωτοποιὸν φέρων Φίλιππον, ὥσπερ Ὅμηρος τὸ κρόμυον ποτῷ ὄψον, ὑποδεῖξαι τοῖς ἀνδράσι. [Quaest. conv. 7.7.1c] Πλάτων δὲ τὸν τ’ Ἀριστοφάνους λόγον περὶ τοῦ ἔρωτος ὡς κωμῳδίαν ἐμβέβληκεν εἰς τὸ Συμπόσιον, καὶ τελευτῶν ἔξωθεν ἀναπετάσας τὴν αὔλειον ἐπάγει δρᾶμα τῶν ποικιλωτάτων, μεθύοντα καὶ κώμῳ χρώμενον ἐστεφανωμένον Ἀλκιβιάδην. εἶθ’ οἱ πρὸς Σωκράτην διαπληκτισμοὶ περὶ Ἀγάθωνος καὶ Σωκράτους ἐγκώμιον, ὦ φίλαι Χάριτες, ἆρά γ’ εἰπεῖν ὅσιόν ἐστιν, ὅτι, τοῦ Ἀπόλλωνος ἥκοντος εἰς τὸ συμπόσιον ἡρμοσμένην τὴν λύραν ἔχοντος, ἱκέτευσαν ἂν οἱ παρόντες ἐπισχεῖν τὸν θεόν, ἕως ὁ λόγος συμπερανθῇ καὶ λάβῃ τέλος; εἶτ’ ἐκεῖνοι μὲν οἱ ἄνδρες ἔφη τοσαύτην ἐν τῷ διαλέγεσθαι χάριν ἔχοντες, ὅμως ἐχρῶντο τοῖς ἐπεισοδίοις καὶ διεποίκιλλον τὰ συμπόσια παιδιαῖς τοιαύταις· ἡμεῖς δὲ μεμιγμένοι πολιτικοῖς καὶ ἀγοραίοις ἀνδράσι, πολλοῖς δ’, ὅταν οὕτω τύχωμεν, ἰδιώταις καὶ ὑπαγροικοτέροις ἐκβάλωμεν τὴν τοιαύτην χάριν καὶ διατριβὴν ἐκ τῶν συμποσίων ἢ ἀπίωμεν, ὥσπερ τὰς Σειρῆνας ἐπιούσας φεύγοντες; [Quaest. conv. 7.7.1d] ἀλλὰ Κλειτόμαχος μὲν ὁ ἀθλητὴς ἐξανιστάμενος καὶ ἀπιών, εἴ τις ἐμβάλοι λόγον ἐρωτικόν, ἐθαυμάζετο· φιλόσοφος δ’ ἀνὴρ αὐλὸν ἐκ συμποσίου φεύγων καὶ ψαλτρίας ἁρμοζομένης ὑποδεῖσθαι βοῶν ταχὺ καὶ τὸν λυχνοῦχον ἅπτειν οὐ καταγέλαστός ἐστι, τὰς ἀβλαβεστάτας ἡδονάς, ὥσπερ οἱ κάνθαροι τὰ μύρα, βδελυττόμενος; εἰ γὰρ ἄλλοτε, μάλιστα δήπου παρὰ πότον, προσπαιστέον ἐστὶ τούτοις καὶ δοτέον εἰς ταῦτα τῷ θεῷ τὴν ψυχήν. ὡς τὰ γ’ ἄλλα φίλος ὢν Εὐριπίδης ἐμὲ γοῦν οὐ πέπεικε, περὶ μουσικῆς νομοθετῶν, ὡς ἐπὶ τὰ πένθη καὶ τὰς βαρυφροσύνας μετακομιστέας οὔσης· ἐκεῖ μὲν γὰρ ὥσπερ ἰατρὸν ἐφιστάναι δεῖ νοσοῦσιν ἐσπουδακότα καὶ νήφοντα τὸν λόγον, τὰς δὲ τοιαύτας ἡδονὰς τῷ Διονύσῳ καταμίξαντας ἐν παιδιᾶς μέρει τίθεσθαι. [Quaest. conv. 7.7.1e] χάριεν γάρ τοι τὸ τοῦ Λάκωνος, ὃς, Ἀθήνησι καινῶν ἀγωνιζομένων τραγῳδῶν, θεώμενος τὰς παρασκευὰς τῶν χορηγῶν καὶ τὰς σπουδὰς τῶν διδασκάλων καὶ τὴν ἅμιλλαν οὐκ ἔφη σωφρονεῖν τὴν πόλιν μετὰ τοσαύτης; σπουδῆς παίζουσαν· τῷ γὰρ ὄντι παίζοντα δεῖ· παίζειν καὶ μήτε δαπάνης πολλῆς μήτε τῶν πρὸς ἄλλα χρησίμων καιρῶν ὠνεῖσθαι τὸ ῥᾳθυμεῖν, ἀλλ’ ἐν πότῳ καὶ ἀνέσει τῶν τοιούτων ἀπογεύεσθαι καὶ σκοπεῖν ἅμα τερπόμενον, εἴ τι χρήσιμον ἐξ αὐτῶν λαβεῖν ἔστιν. [Quaest. conv. 7.8.1] Τίσι μάλιστα χρηστέον ἀκροάμασι παρὰ δεῖπνον. [Quaest. conv. 7.8.1b] ἐπεὶ δὲ ταῦτ’ ἐρρήθη, βουλόμενον αὖθις ἀντιλέγειν τὸν σοφιστὴν ἐγὼ διακρουόμενος ἐκεῖνο μᾶλλον ἔφην σκέψαιτ’ ἄν τις, ὦ· Διογενιανέ, πολλῶν ἀκροαμάτων ὄντων ποῖον ἂν μάλιστα γένος εἰς πότον ἐναρμόσειε, καὶ παρακαλῶμεν ἐπικρῖναι τουτονὶ τὸν σοφόν· ἀπαθὴς γὰρ ὢν πρὸς ἅπαντα καὶ ἀκήλητος οὐκ ἂν σφαλείη πρὸ τοῦ βελτίονος ἑλέσθαι τὸ ἥδιον ὡς οὖν ὅ τε Διογενιανὸς παρεκάλει καὶ ἡμεῖς, οὐδὲν μελλήσας ἐκεῖνος ἔφη τἄλλα μὲν ἐπὶ τὴν θυμέλην καὶ τὴν ὀρχήστραν ἐξελαύνειν, εἰσάγειν δὲ τὸ νεωστὶ μὲν ἐν Ῥώμῃ παρεισηγμένον εἰς τὰ συμπόσια, μήπω δ’ ἀναλάμπον ἐν τοῖς πολλοῖς. ἴστε γάρ εἶπεν ὅτι τῶν Πλάτωνος διαλόγων διηγηματικοὶ τινὲς εἰσιν οἱ δὲ δραματικοί· τούτων οὖν τῶν δραματικῶν τοὺς ἐλαφροτάτους ἐκδιδάσκονται παῖδες, ὥστ’ ἀπὸ στόματος λέγειν πρόσεστι δ’ ὑπόκρισις πρέπουσα τῷ ἤθει τῶν ὑποκειμένων προσώπων καὶ φωνῆς πλάσμα καὶ σχῆμα καὶ διαθέσεις ἑπόμεναι τοῖς λεγομένοις. ταῦθ’ οἱ μὲν αὐστηροὶ καὶ χαρίεντες ἠγάπησαν ὑπερφυῶς, οἱ δ’ ἄνανδροι καὶ διατεθρυμμένοι τὰ ὦτα δι’ ἀμουσίαν καὶ ἀπειροκαλίαν, οὕς φησιν Ἀριστόξενος χολὴν ἐμεῖν, ὅταν ἐναρμονίου ἀκούσωσιν, ἐξέβαλον· καὶ οὐ θαυμάσαιμ’ ἄν, εἰ τὸ πάμπαν ἐκβάλλουσιν· ἐπικρατεῖ γὰρ ἡ θηλύτης. [Quaest. conv. 7.8.2] καὶ ὁ Φίλιππος ὁρῶν ὑποδυσχεραίνοντας ἐνίους φείδου εἶπεν ὦ τᾶν, καὶ παραβάλλου λοιδορῶν ἡμᾶς· ἡμεῖς γάρ ἐσμεν οἱ πρῶτοι τοῦ πράγματος εἰσαγομένου δυσχεράναντες ἐν Ῥώμῃ καὶ καθαψάμενοι τῶν ἀξιούντων Πλάτωνα διαγωγὴν ἐν οἴνῳ ποιεῖσθαι, καὶ τῶν Πλάτωνος διαλόγων ἐπὶ τραγήμασι καὶ μύροις ἀκούειν διαπίνοντας· ὅτε, καὶ Σαπφοῦς ἀναλεγομένης καὶ τῶν Ἀνακρέοντος, ἐγὼ μοι δοκῶ καταθέσθαι τὸ ποτήριον αἰδούμενος. πολλὰ δ’ εἰπεῖν ἐπιόν μοι δέδια μὴ μετὰ σπουδῆς τινος οὐ παιδιᾶς διαλέγεσθαι πρός σε δόξω· ὅθεν, ὡς ὁρᾷς, ποτίμῳ λόγῳ ἁλμυρὰν ἀκοὴν κατακλύσαι τῷ φίλῳ Διογενιανῷ μετὰ τῆς κύλικος δίδωμι. [Quaest. conv. 7.8.3] δεξάμενος οὖν ὁ Διογενιανὸς ἀλλὰ καὶ τούτους ἔφη νήφοντας ἀκούω λόγους· ὥσθ’ ὁ οἶνος ἡμᾶς ἀδικεῖν οὐκ ἔοικεν οὐδὲ κρατεῖν. δέδια δὴ μὴ καὶ αὐτὸς εὐθύνας ὑπόσχω· καίτοι τὰ πολλὰ περικοπτέα τῶν ἀκροαμάτων ἐστί· πρώτην τραγῳδίαν, ὡς οὐ πάνυ τι συμποτικὸν ἀλλὰ σεμνότερον βοῶσαν καὶ σκευωρουμένην πραγμάτων ὑποκρίσεις πάθος ἐχόντων καὶ οἶκτον. ἀποπέμπω δὲ τῆς ὀρχήσεως τὴν Πυλάδειον, ὀγκώδη καὶ παθητικὴν καὶ πολυπρόσωπον οὖσαν· αἰδοῖ δὲ τῶν ἐγκωμίων ἐκείνων, ἃ Σωκράτης περὶ ὀρχήσεως διῆλθε, δέχομαι τὴν Βαθύλλειον αὐτόθεν πέζαν τοῦ κόρδακος ἁπτομένην, Ἠχοῦς ἤ τινος Πανὸς ἢ Σατύρου σὺν Ἔρωτι κωμάζοντος ὑπόρχημά τι διατιθεμένην. [Quaest. conv. 7.8.3b] τῶν δὲ κωμῳδιῶν ἡ μὲν ἀρχαία διὰ τὴν ἀνωμαλίαν ἀνάρμοστος ἀνθρώποις πίνουσιν· ἥ τε γὰρ ἐν ταῖς λεγομέναις παραβάσεσιν αὐτῶν σπουδὴ καὶ παρρησία λίαν ἄκρατός ἐστι καὶ σύντονος, ἥ τε πρὸς τὰ σκώμματα καὶ βωμολοχίας εὐχέρεια δεινῶς κατάκορος καὶ ἀναπεπταμένη καὶ γέμουσα ῥημάτων ἀκόσμων καὶ ἀκολάστων ὀνομάτων· ἔτι δ’ ὥσπερ ἐν τοῖς ἡγεμονικοῖς δείπνοις ἑκάστῳ παρέστηκε τῶν κατακειμένων οἰνοχόος, οὕτω δεήσει γραμματικὸν ἑκάστῳ τὸ καθ’ ἕκαστον ἐξηγεῖσθαι, τίς ὁ Λαισποδίας παρ’ Εὐπόλιδι καὶ ὁ Κινησίας παρὰ Πλάτωνι καὶ ὁ Λάμπων παρὰ Κρατίνῳ, καὶ τῶν κωμῳδουμένων ἕκαστος· ὥστε γραμματοδιδασκαλεῖον ἡμῖν γενέσθαι τὸ συμπόσιον ἢ κωφὰ καὶ ἄσημα τὰ σκώμματα διαφέρεσθαι. περὶ δὲ τῆς νέας κωμῳδίας τί ἂν ἀντιλέγοι τις; οὕτω γὰρ ἐγκέκραται τοῖς συμποσίοις, ὡς μᾶλλον ἂν οἴνου χωρὶς ἢ Μενάνδρου διακυβερνῆσαι τὸν πότον. ἥ τε γὰρ λέξις ἡδεῖα καὶ πεζὴ κατέσπαρται τῶν πραγμάτων, ὡς μήθ’ ὑπὸ νηφόντων καταφρονεῖσθαι μήτ’ οἰνωμένους ἀνιᾶν· [Quaest. conv. 7.8.3c] γνωμολογίαι τε χρησταὶ καὶ ἀφελεῖς ὑπορρέουσαι καὶ τὰ σκληρότατα τῶν ἠθῶν ὥσπερ ἐν πυρὶ τῷ οἴνῳ μαλάττουσι καὶ κάμπτουσι πρὸς τὸ ἐπιεικέστερον· ἥ τε τῆς σπουδῆς πρὸς τὴν παιδιὰν ἀνάκρασις ἐπ’ οὐδὲν ἂν πεποιῆσθαι δόξειεν ἀλλ’ ἢ πεπωκότων καὶ διακεχυμένων ἡδονὴν ὁμοῦ καὶ ὠφέλειαν. ἔχει δὲ καὶ τὰ ἐρωτικὰ παρ’ αὐτῷ καιρὸν πεπωκόσιν ἀνθρώποις, καὶ ἀναπαυσομένοις μετὰ μικρὸν ἀπιοῦσι παρὰ τὰς ἑαυτῶν γυναῖκας· οὔτε παιδὸς ἔρως ἄρρενός ἐστιν ἐν τοσούτοις δράμασιν, αἵ τε φθοραὶ τῶν παρθένων εἰς γάμον ἐπιεικῶς καταστρέφουσι· τὰ δὲ πρὸς ἑταίρας, ἂν μὲν ὦσιν ἰταμαὶ καὶ θρασεῖαι, διακόπτεται σωφρονισμοῖς τισιν ἢ μετανοίαις τῶν νέων· ταῖς δὲ χρησταῖς καὶ ἀντερώσαις ἢ πατήρ τις ἀνευρίσκεται γνήσιος, ἢ χρόνος τις ἐπιμετρεῖται τῷ ἔρωτι, συμπεριφορὰν αἰδοῦς· [Quaest. conv. 7.8.3d] ἔχων φιλάνθρωπον. ταῦτα δ’ ἀνθρώποις ἄλλο μὲν τι πράττουσιν ἴσως οὐδεμιᾶς σπουδῆς ἄξιά ἐστίν· ἐν δὲ τῷ πίνειν οὐ θαυμάσαιμ’ ἄν, εἰ τὸ τερπνὸν αὐτῶν καὶ γλαφυρὸν ἅμα καὶ πλάσιν τινὰ καὶ κατακόσμησιν ἐπιφέρει, συνεξομοιοῦσαν τὰ ἤθη τοῖς ἐπιεικέσι καὶ φιλανθρώποις. [Quaest. conv. 7.8.4] ὁ μὲν οὖν Διογενιανὸς ἢ παυσάμενος ἢ διαλιπὼν ἐσιώπησεν ἐπιφυομένου δ’ αὐτῷ τοῦ σοφιστοῦ πάλιν καὶ ῥήσεις τινὰς οἰομένου δεῖν τῶν Ἀριστοφανείων περαίνειν, ὁ Φίλιππος ἐμὲ προσαγορεύσας οὗτος μέν ἔφη τὴν ἐπιθυμίαν ἐμπέπληκε, τὸν ἥδιστον αὐτῷ Μένανδρον ἐπαινέσας, καὶ τῶν ἄλλων οὐδὲν ἔτι φροντίζειν ἔοικε. λείπεται δὲ πολλὰ τῶν ἀκροαμάτων ἡμῖν ἀνεξέταστα, περὶ ὧν ἂν ἡδέως ἀκούσαιμί σου· τὸν δὲ τῶν ζῳδιογλύφων ἀγῶνα βραβεύσομεν αὔριον, ἂν δοκῇ τῷ ξένῳ καὶ Διογενιανῷ, νήφοντες.οὐκοῦν ἔφην ἐγὼ μῖμοί τινες εἰσιν, ὧν τοὺς μὲν ὑποθέσεις τοὺς δὲ παίγνια καλοῦσιν· ἁρμόζειν δ’ οὐδέτερον οἶμαι συμποσίῳ γένος, τὰς μὲν ὑποθέσεις διὰ τὰ μήκη τῶν δραμάτων καὶ τὸ δυσχορήγητον τὰ δὲ παίγνια, πολλῆς γέμοντα βωμολοχίας καὶ σπερμολογίας, οὐδὲ τοῖς τὰ ὑποδήματα κομίζουσι παιδαρίοις, ἄν γε δὴ δεσποτῶν τῶν ᾖ σωφρονούντων, θεάσασθαι προσήκει. [Quaest. conv. 7.8.4b] οἱ δὲ πολλοί, καὶ γυναικῶν συγκατακειμένων καὶ παίδων ἀνήβων, ἐπιδείκνυνται μιμήματα πραγμάτων καὶ λόγων, ἃ πάσης μέθης ταραχωδέστερον τὰς ψυχὰς; διατίθησιν. ἀλλ’ ἥ γε κιθάρα πάλαι που καὶ καθ’ Ὅμηρον ἔτι τοῖς χρόνοις γνωρίμη τῆς δαιτός ἐστι, καὶ μακρὰν οὕτω φιλίαν καὶ συνήθειαν οὐ πρέπει διαλύειν, ἀλλὰ δεῖσθαι τῶν κιθαρῳδῶν μόνον, ὅπως τὸν πολὺν θρῆνον καὶ γόον ἐξαιρῶσι τῶν ᾠδῶν, εὔφημα καὶ πρέποντα θαλιάζουσιν ἀνθρώποις ᾄδοντες. τὸν δ’ αὐλὸν οὐδὲ βουλομένοις ἀπώσασθαι τῆς τραπέζης ἔστιν· αἱ γὰρ σπονδαὶ ποθοῦσιν αὐτὸν ἅμα τῷ στεφάνῳ καὶ συνεπιφθέγγεται τῷ παιᾶνι τὸ θεῖον, εἶτ’ ἀπελίγανε καὶ διεξῆλθε τῶν ὤτων καταχεόμενος φωνὴν ἡδεῖαν ἄχρι τῆς ψυχῆς ποιοῦσαν γαλήνην· ὥστ’, εἴ τι τῶν ἀσηρῶν καὶ πεφροντισμένων ὁ ἄκρατος οὐκ ἐξέσεισεν οὐδὲ διέλυσε, τοῦτο τῇ χάριτι καὶ πραότητι τοῦ μέλους ὑποκατακλινόμενον ἡσυχάζειν, ἄν γε δὴ καὶ αὐτὸς τὸ μέτριον αὖ διαφυλάττῃ μὴ παθαινόμενος μηδ’ ἀνασοβῶν καὶ παρεξιστὰς βόμβυξι καὶ πολυχορδίαις τὴν διάνοιαν ὑγρὰν ὑπὸ τῆς μέθης καὶ ἀκροσφαλῆ γεγενημένην. ὡς· [Quaest. conv. 7.8.4c] γὰρ τὰ θρέμματα λόγου μὲν οὐ συνίησι διάνοιαν ἔχοντος, σιγμοῖς δὲ καὶ ποππυσμοῖς ἀμελέσιν ἢ σύριγξι καὶ στρόμβοις ἐγείρουσι καὶ κατευνάζουσι πάλιν οἱ νέμοντες, οὕτως, ὅσον ἔνεστι τῇ ψυχῇ φορβαδικὸν καὶ ἀγελαῖον καὶ ἀξύνετον λόγου καὶ ἀνήκοον, μέλεσι καὶ ῥυθμοῖς; ἐπιψάλλοντες καὶ καταυλοῦντες εὖ τίθενται καὶ καταπραΰνουσιν. οὐ μὴν ἀλλ’ εἰ δεῖ τὸ γ’ ἐμοὶ φαινόμενον εἰπεῖν, οὔτ’ ἂν αὐλοῦ ποτε καθ’ αὑτὸν οὔτε λύρας μέλει χωρὶς λόγου καὶ ᾠδῆς ἐπιτρέψαιμι τὸ συμπόσιον, ὥσπερ ῥεύματι φέρειν ὑπολαμβάνοντι· δεῖ γὰρ οὕτως ἐθίζειν καὶ σπουδάζοντας καὶ παίζοντας, ὥστε καὶ τὰς ἡδονὰς ἐκ λόγου λαμβάνειν καὶ τὰς διατριβὰς ἐν λόγῳ ποιεῖσθαι· τὸ δὲ μέλος καὶ τὸν ῥυθμὸν ὥσπερ ὄψον ἐπὶ τῷ λόγῳ καὶ μὴ καθ’ αὑτὰ προσφέρεσθαι μηδὲ λιχνεύειν. ὡς γὰρ ἡδονὴν ἐν οἴνῳ καὶ ὄψῳ τῇ χρείᾳ τῆς τροφῆς συνεισιοῦσαν οὐδεὶς ἀπωθεῖται, τὴν δ’ ἐπὶ τοῖς μύροις οὐκ ἀναγκαίαν καὶ περίεργον οὖσαν ὁ Σωκράτης ἐπὶ κόρρης ῥαπίζων ἐξέβαλλεν· οὕτω ψαλτηρίου φωνῆς καὶ αὐλοῦ, καθ’ ἑαυτὴν τὰ ὦτα κοπτούσης, μὴ ὑπακούωμεν· [Quaest. conv. 7.8.4d] ἂν δ’ ἕπηται μετὰ λόγου καὶ ᾠδῆς ἑστιῶσα καὶ τέρπουσα τὸν ἐν ἡμῖν λόγον, εἰσάγωμεν, οἰόμενοι καὶ τὸν Μαρσύαν ἐκεῖνον ὑπὸ τοῦ θεοῦ κολασθῆναι, ὅτι φορβειᾷ καὶ αὐλοῖς ἐπιστομίσας ἑαυτὸν ἐτόλμησε ψιλῷ μέλει διαγωνίζεσθαι πρὸς ᾠδὴν καὶ κιθάραν. μόνον ἔφην σκοπῶμεν, ὅπως συμπόταις διὰ λόγου καὶ φιλοσοφίας ἀλλήλους εὐφραίνειν δυναμένοις μηδὲν ἐπάξομεν τοιοῦτον θύραθεν, ὃ κώλυμα διαγωγῆς μᾶλλον ἢ διαγωγή τις ἔσται. οὐ γὰρ μόνον ὅσοι τὴν σωτηρίαν οἴκοι καὶ παρ’ αὑτῶν ἔχοντες ἄλλην θέλουσιν εἰσαγώγιμον λαβεῖν, ὡς Εὐριπίδης εἶπεν, ἀβέλτεροί εἰσιν, ἀλλὰ καὶ ὅσοι, πολλῆς ἐν αὐτοῖς εὐφροσύνης καὶ θυμηδίας παρούσης, ἔξωθεν ἐπάγειν τὰ τέρποντα φιλοτιμοῦνται. καὶ γὰρ ἡ τοῦ μεγάλου βασιλέως μεγαλοφροσύνη πρὸς Ἀνταλκίδαν τὸν Λάκωνα δεινῶς ἀπειρόκαλος ἐφάνη καὶ ἀγροῖκος, ὁπηνίκα ῥόδων καὶ κρόκου μεμιγμένων στέφανον εἰς μύρον βάψας ἔπεμψεν αὐτῷ, τὸ σύμφυτον καὶ ἴδιον καλὸν ἀποσβέσας καὶ καθυβρίσας τοῖς ἄνθεσιν. [Quaest. conv. 7.8.4e] ὅμοιον οὖν ἐστι τό, συμποσίου χάριν ἔχοντος ἐν ἑαυτῷ καὶ μοῦσαν ἰδίαν, καταυλεῖν καὶ καταψάλλειν ἔξωθεν, ἀφαιρούμενον τῷ ἀλλοτρίῳ τὸ οἰκεῖον. μάλιστα γοῦν ἀκροαμάτων ἂν εἴη καιρὸς ἐν συμποσίῳ κυμαίνοντι καὶ κορυσσομένῳ πρὸς ἔριν ἢ φιλονεικίαν ὥστε λοιδορίαν τινὰ κατασβέσαι καὶ ζητήσεως εἰς ἅμιλλαν ἀτερπῆ καὶ ἀγῶνα σοφιστικὸν ἐκφερομένης ἐπιλαμβάνεσθαι, καὶ ἀγῶνας ἐκκλησιαστικοὺς καὶ ἀγοραίους ἐπισχεῖν, ἄχρι ἂν αὖθις ἐξ ἀρχῆς ἀθόρυβον καὶ ἀνήνεμον γένηται τὸ συμπόσιον. [Quaest. conv. 7.9.1] ὅτι βουλεύεσθαι παρὰ πότον οὐχ ἧττον ἦν Ἑλληνικὸν ἢ Περσικόν. [Quaest. conv. 7.9.1b] περὶ ὧν ἔμελλον ἐκκλησιάζειν Ἀθηναῖοι λόγος ἦν παρὰ τὸ δεῖπνον, ἑστιῶντος ἡμᾶς Νικοστράτου· καί τινος εἰπόντος ὡς Περσικὸν πρᾶγμα ποιοῦμεν, ὦ ἄνδρες, βουλευόμενοι παρ’ οἶνον· τί μᾶλλον ἔφη ὁ Γλαυκίας ὑπολαβών ἢ Ἑλληνικόν; Ἕλλην μὲν γὰρ ἦν ὁ εἰπών [Quaest. conv. 7.9.1c] γαστρὸς ἀπὸ πλείης βουλὴ καὶ μῆτις ἀμείνων· [Quaest. conv. 7.9.1d] Ἕλληνες δὲ σὺν Ἀγαμέμνονι Τροίαν ἐπολιόρκουν, οἷς φαγοῦσι καὶ πιοῦσιν [Quaest. conv. 7.9.1e] ὁ γέρων πάμπρωτον ὑφαίνειν ἤρχετο μῆτιν; [Quaest. conv. 7.9.1f] ἐπ’ αὐτὸ τοῦτο τῆς κλήσεως καὶ τῶν ἀρίστων εἰσηγητὴς τῷ βασιλεῖ γενόμενος, [Quaest. conv. 7.9.1g] δαίνυ δαῖτα γέρουσι, πολλῶν γάρ τοι φησίν ἀγρομένων τῷ πείσεαι, ὅς κεν ἀρίστην βουλὴν βουλεύσῃ. [Quaest. conv. 7.9.1h] διὸ καὶ τὰ πλείστῃ χρησάμενα τῆς Ἑλλάδος εὐνομίᾳ γένη καὶ μάλιστα φιλοχωρήσαντα περὶ τοὺς ἀρχαίους ἐθισμοὺς ἐν οἴνῳ τὰς ἀρχὰς συνεῖχε. τὰ γὰρ παρὰ Κρησὶν Ἀνδρεῖα καλούμενα, παρὰ δὲ Σπαρτιάταις Φιδίτια, βουλευτηρίων ἀπορρήτων καὶ συνεδρίων ἀριστοκρατικῶν τάξιν εἶχεν, ὥσπερ οἶμαι καὶ τὸ ἐνθάδε Πρυτανεῖον καὶ Θεσμοθετεῖον οὐ πόρρω δὲ τούτων ὁ νυκτερινὸς σύλλογος παρὰ Πλάτωνι τῶν ἀρίστων καὶ πολιτικωτάτων ἀνδρῶν ἐστιν, ἐφ’ ὃν ἀναπέμπεται τὰ μέγιστα καὶ πλείστης ἄξια φροντίδος. [Quaest. conv. 7.9.1i] οἱ δὲ τῷ Ἑρμῇ πυμάτῳ σπένδοντες, ὅτε μνησαίατο κοίτου, [Quaest. conv. 7.9.1j] ἆρ’ οὐκ εἰς ταὐτὸ συνάγουσι τῷ οἴνῳ τὸν λόγον; ὡς γοῦν παρόντι καὶ συνεπισκοποῦντι τῷ φρονιμωτάτῳ θεῷ, πρῶτον ἀπαλλαττόμενοι προσεύχονται. οἱ δὲ πάμπαν ἀρχαῖοι ὡς οὐδὲ τοῦ Ἑρμοῦ δεόμενον τὸν Διόνυσον αὐτὸν Εὐβουλῆ καὶ τὴν νύκτα δι’ ἐκεῖνον εὐφρόνην προσεῖπον. [Quaest. conv. 7.10.1] Εἰ καλῶς ἐποίουν βουλευόμενοι παρὰ πότον. [Quaest. conv. 7.10.1b] ταῦτα τοῦ Γλαυκίου διεξελθόντος, ἔδοξαν ἡμῖν ἐπιεικῶς οἱ θορυβώδεις ἐκεῖνοι κατακεκοιμίσθαι λόγοι, καὶ ὅπως ἔτι μᾶλλον αὐτῶν ἀμνηστία γένοιτο, ζήτησιν ἑτέραν ἐπάγων Νικόστρατος ἔφη πρότερον οὐ πάνυ μέλειν αὐτῷ Περσικοῦ τοῦ πράγματος εἶναι δοκοῦντος· ἐπεὶ δὲ νῦν Ἑλληνικὸν εἶναι πεφώραται, δεῖσθαι λόγου βοηθοῦντος αὐτῷ πρὸς τὴν αὐτόθεν φαινομένην ἀτοπίαν. ὅ τε γὰρ λογισμός, ὥσπερ ὀφθαλμὸς ἐν ὑγρῷ σάλον ἔχοντι, δυσκίνητον ἡμῖν καὶ δύσεργόν ἐστι τά τε πάθη πανταχόθεν ὥσπερ ἑρπετὰ πρὸς ἥλιον σαλευόμενα πρὸς τὸν οἶνον καὶ ἀναδυόμενα τὴν γνώμην ἐπισφαλῆ ποιεῖ καὶ ἀκατάστατον. ὅθεν ὥσπερ ἡ κλίνη τοῖς πίνουσι τῆς καθέδρας ἀμείνων, ὅτι τὸ σῶμα κατέχει καὶ ἀπολύει κινήσεως ἁπάσης, οὕτως ἔχειν ἀτρέμα τὴν ψυχὴν ἄριστον· εἰ δὲ μή, δοτέον, ὥσπερ παισὶν ἀτρεμεῖν μὴ δυναμένοις, οὐ δόρυ καὶ ξίφος, ἀλλὰ πλαταγὴν καὶ σφαῖραν, ὥσπερ ὁ θεὸς τὸν νάρθηκα τοῖς μεθύουσιν ἐνεχείρισε κουφότατον βέλος καὶ μαλακώτατον ἀμυντήριον, ὅπως, ἐπεὶ τάχιστα παίουσιν, ἥκιστα βλάπτωσι· δεῖ γὰρ γελοῖα τὰ σφάλματα τοῖς μεθύουσι ποιεῖν, οὐκ οἰκτρὰ καὶ τραγικὰ καὶ μεγάλας ἀποτεύξεις ἔχοντα. καὶ μήν, ὅπερ ἐστὶ μέγιστον ἐν ταῖς περὶ τῶν μεγίστων σκέψεσι, τὸν ἐνδεᾶ νοῦ καὶ πραγμάτων ἄπειρον ἕπεσθαι τοῖς φρονοῦσι καὶ τῶν ἐμπείρων ἀκούειν, ἀφαιρεῖται τοὺς μεθύοντας ὁ οἶνος· ὥστε καὶ τοὔνομα γενέσθαι φησὶν ὁ Πλάτων ὅτι οἴεσθαι νοῦν ἔχειν ποιεῖ τοὺς πίνοντας· οὔτε γὰρ ἐλλόγιμος οὔτε καλὸς οὔτε πλούσιος οὕτως οἴεται, καίπερ οἰόμενος, εἶναι τῶν πινόντων ἕκαστος, ὡς φρόνιμος· διὸ καὶ πολύφωνος ὁ οἶνός ἐστι καὶ λαλιᾶς ἀκαίρου καὶ φρονήματος ἡγεμονικοῦ καταπίμπλησιν, ὡς οὐκ ἀκούειν ἀλλ’ ἀκούεσθαι μᾶλλον ἡμῖν καὶ ἄγειν οὐχ ἕπεσθαι προσῆκον. ἀλλὰ γάρ ἔφη τὰ μὲν εἰς τοῦτο ῥᾳδίως ἄν τις συναγάγοι· δῆλα γάρ ἐστι· τῶν δ’ ἐναντίων ἀκουστέον, εἴ τις ἢ νέος προσέστηκεν ἢ πρεσβύτερος. [Quaest. conv. 7.10.2] ἐπιβούλως δὴ πάνυ καὶ σοφιστικῶς ὁ ἀδελφὸς ἡμῶν οἴει γὰρ ἄν ἔφη τινὰ τοὺς ἐνδεχομένους λόγους εὑρεῖν ἐν τῷ παρόντι καιρῷ πρὸς τὸ πρόβλημα; τοῦ δὲ Νικοστράτου πάνυ φήσαντος οἴεσθαι, τοσούτων φιλολόγων καὶ πολιτικῶν παρόντων, ὑπομειδιάσας ἐκεῖνος εἶτ’ ἔφη περὶ τούτων μὲν οἴει καὶ σεαυτὸν ἱκανῶς ἂν εἰπεῖν πρὸς ἡμᾶς, πρὸς δὲ πραγματικὴν καὶ πολιτικὴν σκέψιν ἀθέτως ἔχειν διὰ τὸν οἶνον; ἢ τοῦθ’ ὅμοιόν ἐστι τῷ νομίζειν ὅτι ταῖς ὄψεσιν ὁ πίνων γὰρ … εὖ μεταβλέπει, αὖθις δὲ τοῖς ὠσὶ παρακούει τῶν ἐντυγχανόντων καὶ διαλεγομένων, τῶν δ’ ᾀδόντων καὶ αὐλούντων ἀκριβῶς ἀκούει; ὡς γὰρ ἐνταῦθα μᾶλλον εἰκός ἐστι τῶν γλαφυρῶν τὰ χρειώδη τὴν αἴσθησιν ἐπιστρέφειν, οὕτω καὶ τὴν διάνοιαν. οὐ θαυμάσαιμί δ’ ἄν, εἴ τι τῶν φιλοσόφων καὶ περιττῶν ἐκφύγοι παρ’ οἶνον εἰς δὲ πραγματικὰς σκέψεις ἀγομένην, πυκνοῦσθαι καὶ συνίστασθαι τῷ φρονεῖν εἰκός ἐστιν ὥσπερ ὁ Φίλιππος ἐν Χαιρωνείᾳ πολλὰ ληρῶν ὑπὸ μέθης καὶ καταγέλαστος ὤν, ἅμα τῷ προσπεσεῖν αὐτῷ περὶ σπονδῶν καὶ εἰρήνης λόγον, ἔστησε τὸ πρόσωπον καὶ συνήγαγε τὰς ὀφρῦς, καὶ τὸ ῥεμβῶδες καὶ ἀκόλαστον ἐκσοβήσας εὖ μάλα βεβουλευμένην καὶ νήφουσαν ἔδωκε τοῖς Ἀθηναίοις ἀπόκρισιν. καίτοι τὸ πίνειν τοῦ μεθύειν διαφέρει, καὶ τοὺς μεθύοντας ὥστε ληρεῖν οἰόμεθα δεῖν ἀπιόντας καθεύδειν οἴνῳ δὲ χρωμένους ἐπὶ πλέον καὶ διαπίνοντας, ἄλλως νοῦν ἔχοντας ἄνδρας, οὐκ ἄξιον δεδιέναι μὴ σφαλῶσι τῷ λογισμῷ καὶ τὴν ἐμπειρίαν ἀποβάλωσιν, ὁρῶντας ὀρχηστάς τε καὶ κιθαριστὰς οὐδέν τι χεῖρον ἐν συμποσίοις ἢ θεάτροις πράττοντας. ἡ γὰρ ἐμπειρία παροῦσα καὶ τὸ σῶμα ταῖς ἐνεργείαις ὀρθούμενον παρέχει καὶ συγκινούμενον ἀσφαλῶς· πολλοῖς δ’ ἰταμότητα θάρσους συνεργὸν ὁ ἄκρατος, οὐ βδελυρὰν οὐδ’ ἄκρατον ἀλλ’ εὔχαριν καὶ πιθανὴν, προστίθησιν ὥσπερ καὶ τὸν Αἰσχύλον ἱστοροῦσι τὰς τραγῳδίας ἐμπίνοντα ποιεῖν, καὶ οὐχ, ὡς Γοργίας εἶπεν, ἓν τῶν δραμάτων αὐτοῦ μεστὸν Ἄρεος εἶναι, τοὺς ἕπτ’ ἐπὶ Θήβας, ἀλλὰ πάντα Διονύσου. θερμαντικός γὰρ ὢν κατὰ τὸν Πλάτωνα τῆς ψυχῆς μετὰ τοῦ σώματος ὁ οἶνος εὔδρομον τὸ σῶμα ποιεῖ καὶ πόρους ῥήγνυσι φαντασιῶν ἐφελκομένων μετὰ τοῦ θαρρεῖν τὸν λόγον· [Quaest. conv. 7.10.2b] ἔνιοι γὰρ εὑρετικὴν φύσιν ἔχοντες, ἐν δὲ τῷ νήφειν ἀτολμοτέραν καὶ πεπηγυῖαν, ὅταν εἰς τὸ πίνειν ἔλθωσιν, ὥσπερ ὁ λιβανωτός, ὑπὸ θερμότητος ἀναθυμιῶνται. τὸν δὲ δὴ φόβον οὐδενὸς ἧττον ἐμποδὼν ὄντα βουλευομένοις ἐξελαύνει, καὶ πολλὰ τῶν ἄλλων παθῶν ἀφιλότιμα καὶ ἀγεννῆ κατασβέννυσι, καὶ τὸ κακόηθες καὶ τὸ ὕπουλον ὥσπερ τινὰς διπλόας ἀναπτύσσει τῆς ψυχῆς, καὶ παντὸς ἤθους καὶ πάθους ποιεῖ καταφάνειαν ἐν τοῖς λόγοις· ἔστι δὲ παρρησίας καὶ δι’ αὐτὴν ἀληθείας γονιμώτατος. ἧς μὴ παρούσης, οὐδὲν ἐμπειρίας οὐδ’ ἀγχινοίας ὄφελος. ἀλλὰ πολλοὶ τῷ ἐπιόντι χρώμενοι μᾶλλον κατορθοῦσιν ἢ εἰ κρύπτουσιν ἐπιβούλως καὶ πανούργως τὸ παριστάμενον. οὐδὲν οὖν δεῖ δεδιέναι κινοῦντα τὰ πάθη τὸν οἶνον· κινεῖ γὰρ οὐ τὰ φαυλότατα, πλὴν ἐν τοῖς κακίστοις, ὧν οὐδέποτε νήφει τὸ βουλευόμενον· ἀλλ’ ὥσπερ τὰ κουρεῖα Θεόφραστος εἰώθει καλεῖν ἄοινα συμπόσια διὰ τὴν λαλιάν, οὕτως ἄοινος ἀεὶ μέθη καὶ σκυθρωπὴ ταῖς τῶν ἀπαιδεύτων ἐνοικεῖ ψυχαῖς, ἐπιταραττομένη ὑπ’ ὀργῆς τινος ἢ δυσμενείας ἢ φιλονεικίας ἢ ἀνελευθερίας· ὧν ὁ οἶνος ἀμβλύνων τὰ πολλὰ μᾶλλον ἢ παροξύνων οὐκ ἄφρονας οὐδ’ ἠλιθίους ἀλλ’ ἁπλοῦς ποιεῖ καὶ ἀπανούργους, οὐδὲ παρορατικοὺς τοῦ συμφέροντος ἀλλὰ τοῦ καλοῦ προαιρετικούς. οἱ δὲ τὴν πανουργίαν δεινότητα καὶ φρόνησιν ἡγούμενοι τὴν ψευδοδοξίαν καὶ ἀνελευθερίαν, εἰκότως ἀβελτέρους ἀποφαίνουσι τοὺς ἐν οἴνῳ λέγοντας ἀφελῶς καὶ ἀδόλως τὸ φαινόμενον. τοὐναντίον δ’ οἱ παλαιοὶ τὸν θεὸν Ἐλευθερᾶ καὶ Λύσιον ἐκάλουν καὶ μαντικῆς πολλὴν ἔχειν ἡγοῦντο μοῖραν, οὐ διὰ τὸ βακχεύσιμον καὶ μανιῶδες ὥσπερ Εὐριπίδης εἶπεν, ἀλλ’ ὅτι τὸ δουλοπρεπὲς καὶ περιδεὲς καὶ ἄπιστον ἐξαιρῶν καὶ ἀπολύων τῆς ψυχῆς ἀληθείᾳ καὶ παρρησίᾳ χρῆσθαι πρὸς ἀλλήλους δίδωσιν. ## Βιβλίον Η [Quaest. conv. 8.0.1] οἱ φιλοσοφίαν, ὦ Σόσσιε Σενεκίων, ἐκ τῶν συμποσίων ἐκβάλλοντες οὐ ταὐτὸ ποιοῦσι τοῖς τὸ φῶς ἀναιροῦσιν, ἀλλὰ χεῖρον, ὅσῳ λύχνου μὲν ἀρθέντος οἱ μέτριοι καὶ σώφρονες οὐδὲν ἔσονται κακίους, τὸ αἰδεῖσθαι τοῦ βλέπειν ἀλλήλους μεῖζον ἔχοντες· ἀμαθίας δὲ δὴ καὶ ἀμουσίας σὺν οἴνῳ παρούσης, οὐδ’ ὁ τῆς Ἀθηνᾶς χρυσοῦς λύχνος ἐκεῖνος εὔχαριν ἂν πότον καὶ κόσμιον παράσχοι. σιωπῶντας μὲν γὰρ ἐμπίπλασθαι μετ’ ἀλλήλων κομιδῇ συῶδες καὶ ἴσως ἀδύνατον· ὁ δὲ λόγον μὲν ἀπολιπὼν ἐν συμποσίῳ, τὸ δὲ τεταγμένως χρῆσθαι λόγῳ καὶ ὠφελίμως οὐ προσιέμενος, πολὺ γελοιότερός ἐστι τοῦ πίνειν μὲν οἰομένου δεῖν καὶ τρώγειν τοὺς δειπνοῦντας, ἄκρατον δὲ τὸν οἶνον αὐτοῖς ἐγχέοντος καὶ τοὔψον ἀνήδυντον καὶ ἀκάθαρτον παρατιθέντος. οὔτε γὰρ ποτὸν οὐδὲν οὔτ’ ἐδεστὸν οὕτως ἀηδὲς καὶ βλαβερόν ἐστι μὴ θεραπευθὲν ὃν προσήκει τρόπον, ὡς λόγος ἀκαίρως καὶ ἀνοήτως ἐν συμποσίῳ περιφερόμενος. τὴν γοῦν μέθην οἱ λοιδοροῦντες φιλόσοφοι λήρησιν πάροινον ἀποκαλοῦσι· τὸ δὲ ληρεῖν οὐδέν ἐστιν ἀλλ’ ἢ λόγῳ κενῷ χρῆσθαι καὶ φλυαρώδει· λαλιᾶς δ’ ἀτάκτου καὶ φλυαρίας εἰς ἄκρατον ἐμπεσούσης, ὕβρις καὶ παροινία τέλος ἀμουσότατον καὶ ἀχαριστότατον. οὐ φαύλως οὖν καὶ παρ’ ἡμῖν ἐν τοῖς Ἀγριωνίοις τὸν Διόνυσον αἱ γυναῖκες ὡς ἀποδεδρακότα ζητοῦσιν εἶτα παύονται καὶ λέγουσιν, ὅτι πρὸς τὰς Μούσας καταπέφευγε καὶ κέκρυπται παρ’ ἐκείναις· μετ’ ὀλίγον δέ, τοῦ δείπνου τέλος ἔχοντος, αἰνίγματα καὶ γρίφους ἀλλήλοις προβάλλουσι· τοῦ μυστηρίου διδάσκοντος, ὅτι λόγῳ τε δεῖ χρῆσθαι παρὰ πότον θεωρίαν τινὰ καὶ μοῦσαν ἔχοντι, καὶ λόγου τοιούτου τῇ μέθῃ παρόντος, ἀποκρύπτεται τὸ ἄγριον καὶ μανικόν, ὑπὸ τῶν Μουσῶν εὐμενῶς κατεχόμενον. [Quaest. conv. 8.0.1b] ἃ τοίνυν ἐν τοῖς Πλάτωνος γενεθλίοις πέρυσι καὶ ἀκοῦσαι καὶ εἰπεῖν συνέτυχεν ἡμῖν, πρῶτα τοῦτο περιέχει τὸ βιβλίον. ἔστι δὲ τῶν συμποσιακῶν ὄγδοον. [Quaest. conv. 8.1.1] Περὶ ἡμερῶν ἐν αἷς γεγόνασί τινες τῶν ἐπιφανῶν· ἐν ᾧ καὶ περὶ τῆς λεγομένης ἐκ θεῶν γενέσεως. [Quaest. conv. 8.1.1b] τῇ ἕκτῃ τοῦ Θαργηλιῶνος ἱσταμένου τὴν Σωκράτους ἀγαγόντες γενέθλιον, τῇ ἑβδόμῃ τὴν Πλάτωνος ἤγομεν, καὶ τοῦτο πρῶτον λόγους ἡμῖν παρεῖχε τῇ συντυχίᾳ πρέποντας, ὧν κατῆρξε Διογενιανὸς ὁ Περγαμηνός. ἔφη γὰρ οὐ φαύλως εἰπεῖν Ἴωνα περὶ τῆς τύχης ὅτι πολλὰ τῆς σοφίας διαφέρουσα πλεῖστ’ αὐτῇ ὅμοια ποιεῖ τοῦτο μέντοι μουσικῶς ἔοικεν ἀπαυτοματίσαι τὸ μὴ μόνον οὕτω σύνεγγυς, ἀλλὰ καὶ πρότερον τῇ δόξῃ γεγονέναι τὸν πρεσβύτερον καὶ καθηγητήν. ἐμοὶ δὲ πολλὰ λέγειν ἐπῄει τοῖς παροῦσι τῶν εἰς ταὐτὸ καιροῦ συνδραμόντων· οἷον ἦν τὸ περὶ τῆς Εὐριπίδου γενέσεως καὶ τελευτῆς, γενομένου μὲν ἡμέρᾳ καθ’ ἣν οἱ Ἕλληνες ἐναυμάχουν ἐν Σαλαμῖνι πρὸς τὸν Μῆδον, ἀποθανόντος δὲ καθ’ ἣν ἐγεννήθη Διονύσιος ὁ πρεσβύτερος τῶν ἐν Σικελίᾳ τυράννων· ἅμα τῆς τύχης, ὡς Τίμαιος ἔφη, τὸν μιμητὴν ἐξαγούσης τῶν τραγικῶν παθῶν καὶ τὸν ἀγωνιστὴν ἐπεισαγούσης ἐμνήσθησαν δὲ καὶ τῆς Ἀλεξάνδρου τοῦ βασιλέως τελευτῆς καὶ τῆς Διογένους τοῦ Κυνὸς ἡμέρᾳ μιᾷ γενομένης. καὶ τὸν μὲν Ἄτταλον· ν ἐν τοῖς ἑαυτοῦ γενεθλίοις τὸν βασιλέα τελευτῆσαι συνεφωνεῖτο· Πομπήιον δὲ Μάγνον οἱ μὲν ἐν τοῖς γενεθλίοις ἔφασαν, οἱ δὲ πρὸ μιᾶς ἡμέρας τῶν γενεθλίων ἀποθανεῖν περὶ Αἴγυπτον. ἧκε δὲ καὶ Πίνδαρος ἐπὶ μνήμην ἐν Πυθίοις γενόμενος πολλῶν καὶ καλῶν ὕμνων τῷ θεῷ χορηγός. [Quaest. conv. 8.1.2] ὁ δὲ Φλῶρος οὐδὲ Καρνεάδην ἀπαξιοῦν ἔφη μνήμης· ἐν τοῖς Πλάτωνος γενεθλίοις, ἄνδρα τῆς Ἀκαδημείας εὐκλεέστατον ὀργιαστὴν Ἀπόλλωνος γὰρ ἀμφοτέρους ἑορτῇ γενέσθαι, τὸν μὲν Θαργηλίοις Ἀθήνησι, τὸν δὲ Κάρνεια Κυρηναίων ἀγόντων· ἑβδόμῃ δ’ ἀμφοτέρας ἑορτάζουσι. καὶ τὸν θεόν, ὡς ταύτῃ γενόμενον, ὑμεῖς εἶπεν οἱ προφῆται καὶ ἱερεῖς Ἑβδομαγενῆ καλεῖτε. διὸ τοὺς Ἀπόλλωνι τὴν Πλάτωνος τέκνωσιν ἀνατιθέντας οὐκ ἂν οἶμαί τινα φάναι καταισχύνειν τὸν θεόν, ἐπὶ μείζονα πάθη καὶ νοσήματα τοῦτον ἡμῖν διὰ Σωκράτους ἰατρὸν ὥσπερ ἑτέρου Χείρωνος ἀπειργασμένον. ἅμα δὲ τῆς λεγομένης Ἀρίστωνι τῷ Πλάτωνος πατρὶ γενέσθαι καθ’ ὕπνον ὄψεως καὶ φωνῆς ἀπαγορευούσης μὴ συγγενέσθαι τῇ γυναικὶ μηδ’ ἅψασθαι δέκα μηνῶν ἐμνημόνευσεν. [Quaest. conv. 8.1.3] ὑπολαβὼν δὲ Τυνδάρης ὁ Λακεδαιμόνιος ἄξιον μέν ἐστιν ἔφη περὶ Πλάτωνος ᾄδειν καὶ λέγειν τὸ [Quaest. conv. 8.1.3b] οὐδὲ ἐῴκει ἀνδρός γε θνητοῦ πάις ἔμμεναι ἀλλὰ θεοῖο· [Quaest. conv. 8.1.3c] τοῦ γὰρ θείου δέδια μὴ δόξῃ τῷ ἀφθάρτῳ μάχεσθαι τὸ γεννῶν οὐχ ἧττον ἢ τὸ γεννώμενον· μεταβολὴ γάρ τις καὶ αὐτὴ καὶ πάθος· ὥς που καὶ Ἀλέξανδρος ὑπενόησεν, εἰπὼν μάλιστα θνητὸν καὶ φθαρτὸν ἐπιγιγνώσκειν ἑαυτὸν ἐν τῷ συγγίγνεσθαι γυναικὶ καὶ καθεύδειν ὡς τὸν μὲν ὕπνον ἐνδόσει γιγνόμενον ὑπ’ ἀσθενείας, γένεσιν δὲ πᾶσαν οἰκείου τινὸς εἰς ἕτερον ἔκστασιν καὶ φθορὰν οὖσαν. ἀναθαρρῶ δὲ πάλιν αὐτοῦ Πλάτωνος ἀκούων πατέρα καὶ ποιητὴν τοῦ τε κόσμου καὶ τῶν ἄλλων γεννητῶν τὸν ἀγέννητον καὶ ἀίδιον θεὸν ὀνομάζοντος, οὐ διὰ σπέρματος δήπου γενομένων, ἄλλῃ δὲ δυνάμει τοῦ θεοῦ τῇ ὕλῃ γόνιμον ἀρχήν, ὑφ’ ἧς ἔπαθε καὶ μετέβαλεν, ἐντεκόντος λήθουσι γάρ τοι κἀνέμων διέξοδοι θήλειαν ὄρνιν, πλὴν ὅταν παρῇ τόκος. καὶ οὐδὲν οἴομαι δεινόν, εἰ μὴ πλησιάζων ὁ θεὸς ὥσπερ ἄνθρωπος, ἀλλ’ ἑτέραις τισὶν ἁφαῖς δι’ ἑτέρων καὶ ψαύσεσι τρέπει καὶ ὑποπίμπλησι θειοτέρας γονῆς τὸ θνητόν. κοὐκ ἐμὸς ὁ μῦθος εἶπεν ἀλλ’ Αἰγύπτιοι τὸν τ’ Ἆπιν οὕτω λοχεύεσθαί φασιν ἐπαφῇ τῆς σελήνης· καὶ ὅλως ἄρρενι θεῷ πρὸς γυναῖκα θνητὴν ἀπολείπουσιν ὁμιλίαν ἀνάπαλιν δ’ οὐκ ἂν οἴονται θνητὸν ἄνδρα θηλείᾳ θεῷ τόκου καὶ κυήσεως ἀρχὴν παρασχεῖν διὰ τὸ τὰς οὐσίας τῶν θεῶν ἐν ἀέρι καὶ πνεύμασι καί τισι θερμότησι καὶ ὑγρότησι τίθεσθαι. [Quaest. conv. 8.2.1] Πῶς Πλάτων ἔλεγε τὸν θεὸν ἀεὶ γεωμετρεῖν. [Quaest. conv. 8.2.1b] ἐκ δὲ τούτου γενομένης σιωπῆς, πάλιν ὁ Διογενιανὸς ἀρξάμενος βούλεσθ’ εἶπεν, ἐπεὶ λόγοι περὶ θεῶν γεγόνασιν, ἐν τοῖς Πλάτωνος γενεθλίοις αὐτὸν Πλάτωνα κοινωνὸν παραλάβωμεν, ἐπισκεψάμενοι τίνα λαβὼν γνώμην ἀπεφήνατ’ ἀεὶ γεωμετρεῖν τὸν θεόν; εἴ γε δὴ θετέον εἶναι τὴν ἀπόφανσιν ταύτην Πλάτωνος. ἐμοῦ δὲ ταῦτ’ εἰπόντος ὡς γέγραπται μὲν ἐν οὐδενὶ σαφῶς τῶν ἐκείνου βιβλίων, ἔχει δὲ πίστιν ἱκανὴν καὶ τοῦ Πλατωνικοῦ χαρακτῆρός ἐστιν· εὐθὺς ὑπολαβὼν ὁ Τυνδάρης οἴει γάρ εἶπεν, ὦ Διογενιανέ, τῶν περιττῶν τι καὶ δυσθεωρήτων αἰνίττεσθαι τὸν λόγον, οὐχ ὅπερ αὐτὸς εἴρηκε καὶ γέγραφε πολλάκις, ὑμνῶν γεωμετρίαν, ὡς ἀποσπῶσαν ἡμᾶς προσισχομένους τῇ αἰσθήσει καὶ ἀποστρέφουσαν ἐπὶ τὴν νοητὴν καὶ ἀίδιον φύσιν, ἧς θέα τέλος ἐστὶ φιλοσοφίας οἷον ἐποπτεία τελετῆς; ὁ γὰρ ἡδονῆς καὶ ἀλγηδόνος ἧλος, ὃς πρὸς τὸ σῶμα τὴν ψυχὴν προσηλοῖ, μέγιστον κακὸν ἔχειν ἔοικε, τὸ τὰ αἰσθητὰ ποιεῖν ἐναργέστερα τῶν νοητῶν, καὶ καταβιάζεσθαι πάθει μᾶλλον ἢ λόγῳ κρίνειν τὴν διάνοιαν· ἐθιζομένη γὰρ ὑπὸ τοῦ σφόδρα πονεῖν καὶ ἥδεσθαι τῷ περὶ τὰ σώματα πλανητῷ καὶ μεταβλητῷ προσέχειν ὡς ὄντι τοῦ ἀληθῶς ὄντος τυφλοῦται, καὶ τὸ μυρίων ἀντάξιον ὀμμάτων ὄργανον ψυχῆς καὶ φέγγος ἀπόλλυσιν, ᾧ μόνῳ θεατὸν ἐστι τὸ θεῖον. πᾶσι μὲν οὖν τοῖς καλουμένοις μαθήμασιν, ὥσπερ ἀστραβέσι καὶ λείοις κατόπτροις, ἐμφαίνεται τῆς τῶν νοητῶν ἀληθείας ἴχνη καὶ εἴδωλα· μάλιστα δὲ γεωμετρία κατὰ τὸν Φίλωνα ἀρχὴ καὶ μητρόπολις οὖσα τῶν ἄλλων ἐπανάγει καὶ στρέφει τὴν διάνοιαν, οἷον ἐκκαθαιρομένην καὶ ἀπολυομένην ἀτρέμα τῆς αἰσθήσεως. διὸ καὶ Πλάτων αὐτὸς ἐμέμψατο τοὺς περὶ Εὔδοξον καὶ Ἀρχύταν καὶ Μέναιχμον εἰς ὀργανικὰς καὶ μηχανικὰς κατασκευὰς τὸν τοῦ στερεοῦ διπλασιασμὸν ἀπάγειν ἐπιχειροῦντας, ὥσπερ πειρωμένους δι’ ἀλόγου δύο μέσας ἀνάλογον, ᾗ παρείκοι, λαβεῖν· ἀπόλλυσθαι γὰρ οὕτω καὶ διαφθείρεσθαι τὸ γεωμετρίας ἀγαθὸν αὖθις ἐπὶ τὰ αἰσθητὰ παλινδρομούσης καὶ μὴ φερομένης ἄνω μηδ’ ἀντιλαμβανομένης τῶν ἀιδίων καὶ ἀσωμάτων εἰκόνων, πρὸς αἷσπερ ὢν ὁ θεὸς ἀεὶ θεός ἐστι. [Quaest. conv. 8.2.2] μετὰ δὲ τὸν Τυνδάρην ὁ Φλῶρος, ἑταῖρος ὢν αὐτοῦ καὶ προσποιούμενος ἀεὶ μετὰ παιδιᾶς ἐραστὴς εἶναι καὶ φάσκων, ὤνησας ἔφη τὸν λόγον οὐ σεαυτοῦ ποιησάμενος ἀλλὰ κοινόν ἐλέγξαι γὰρ ἔδωκας αὐτὸν ἀποδεικνύοντι μὴ θεοῖς οὖσαν ἀλλ’ ἡμῖν ἀναγκαίαν τὴν γεωμετρίαν οὐ γάρ τί που καὶ θεὸς δεῖται μαθήματος οἷον ὀργάνου στρέφοντος ἀπὸ τῶν γενητῶν καὶ περιάγοντος ἐπὶ τὰ ὄντα τὴν διάνοιαν ἐν αὐτῷ γὰρ ἔστιν ἐκεῖνα καὶ σὺν αὐτῷ καὶ περὶ αὐτόν. ἀλλ’ ὅρα μή τι σοι προσῆκον ὁ Πλάτων καὶ οἰκεῖον αἰνιττόμενος λέληθεν, ἅτε δὴ τῷ Σωκράτει τὸν Λυκοῦργον ἀναμιγνὺς οὐχ ἧττον ἢ τὸν Πυθαγόραν, ὡς ᾤετο Δικαίαρχος. ὁ γὰρ Λυκοῦργος οἶσθα δήπουθεν ὅτι τὴν ἀριθμητικὴν ἀναλογίαν, ὡς δημοκρατικὴν καὶ ὀχλικὴν οὖσαν, ἐξέβαλεν ἐκ τῆς Λακεδαίμονος· ἐπεισήγαγε δὲ τὴν γεωμετρικήν, ὀλιγαρχίᾳ σώφρονι καὶ βασιλείᾳ νομίμῃ πρέπουσαν· ἡ μὲν γὰρ ἀριθμῷ τὸ ἴσον ἡ δὲ λόγῳ τὸ κατ’. ἀξίαν ἀπονέμει· καὶ οὐ πάνθ’ ὁμοῦ μίγνυσιν, ἀλλ’ ἔστι χρηστῶν καὶ πονηρῶν εὔσημος ἐν αὐτῇ διάκρισις, οὐ ζυγοῖς οὐδὲ κλήροις ἀρετῆς δὲ καὶ κακίας διαφορᾷ τὸ οἰκεῖον ἀεὶ διαλαγχανόντων. ταύτην ὁ θεὸς ἐπάγει τὴν ἀναλογίαν τοῖς πράγμασι, δίκην καὶ νέμεσιν, ὦ φίλε Τυνδάρη, προσαγορευομένην καὶ διδάσκουσαν ἡμᾶς τὸ δίκαιον ἴσον, ἀλλὰ μὴ τὸ ἴσον δεῖν ποιεῖσθαι δίκαιον ἣν γὰρ οἱ πολλοὶ διώκουσιν ἰσότητα, πασῶν ἀδικιῶν οὖσαν μεγίστην, ὁ θεὸς ἐξαιρῶν, ὡς ἀνυστόν ἐστι, τὸ κατ’ ἀξίαν διαφυλάττει, γεωμετρικῶς τῷ κατὰ λόγον καὶ κατὰ νόμον ὁριζόμενος. [Quaest. conv. 8.2.3] ταῦθ’ ἡμεῖς ἐπῃνοῦμεν. ὁ δὲ Τυνδάρης φθονεῖν ἔφασκε καὶ παρεκάλει τὸν Αὐτόβουλον ἅψασθαι Φλώρου καὶ κολάσαι τὸν λόγον. ὁ δὲ τοῦτο μὲν ἀπεῖπεν, ἰδίαν δέ τινα δόξαν ἀντιπαρήγαγεν. ἔφη γὰρ οὔτε τὴν, γεωμετρίαν ἄλλου τινὸς ἢ τῶν περὶ τὰ πέρατα συμπτωμάτων καὶ παθῶν εἶναι θεωρητικήν, οὔτε τὸν θεὸν ἑτέρῳ τινὶ τρόπῳ κοσμοποιεῖν ἢ περατοῦντα τὴν ὕλην ἄπειρον οὖσαν, οὐ μεγέθει καὶ πλήθει, διὰ δ’ ἀταξίαν καὶ πλημμέλειαν αὐτῆς τὸ ἀόριστον καὶ ἀπεράτωτον ἄπειρον εἰωθότων καλεῖν τῶν παλαιῶν. καὶ γὰρ ἡ μορφὴ καὶ τὸ σχῆμα πέρας ἐστὶ τοῦ μεμορφωμένου καὶ ἐσχηματισμένου παντός, ὧν στερήσει καθ’ αὑτὴν ἄμορφος ἦν καὶ ἀσχημάτιστος· ἀριθμῶν δὲ καὶ λόγων ἐγγενομένων, οἷον δεθεῖσα καὶ περιληφθεῖσα γραμμαῖς, ἐκ δὲ τῶν γραμμῶν ἐπιπέδοις καὶ βάθεσιν, εἴδη τὰ πρῶτα καὶ διαφορὰς σωμάτων ὥσπερ θεμελίων παρέσχε πρὸς γένεσιν ἀέρος καὶ γῆς ὕδατός τε καὶ πυρός. ὀκταέδρων γὰρ καὶ εἰκοσαέδρων, ἔτι δὲ πυραμίδων καὶ κύβων ἰσότητας ἐν πλευραῖς καὶ ὁμοιότητας ἐν γωνίαις καὶ ἁρμονίας ἀνασχεῖν ἐξ ὕλης ἀτάκτου καὶ πλανητῆς ἄνευ τοῦ περιορίζοντος καὶ διαρθροῦντος ἕκαστα γεωμετρικῶς ἄπορον ἦν καὶ ἀδύνατον. ὅθεν, ἀπείρῳ πέρατος ἐγγενομένου, τὸ πᾶν ἡρμοσμένον καὶ κεκραμένον ἄριστα καὶ πεπερασμένον γέγονέ τε καὶ γίγνεται, τῆς μὲν ὕλης ἀεὶ βιαζομένης εἰς τὸ ἀόριστον ἀναδῦναι καὶ φευγούσης τὸ γεωμετρεῖσθαι, τοῦ δὲ λόγου καταλαμβάνοντος αὐτὴν καὶ περιγράφοντος καὶ διανέμοντος εἰς ἰδέας καὶ διαφοράς, ἐξ ὧν τὰ φυόμενα πάντα τὴν γένεσιν ἔσχε καὶ σύστασιν. [Quaest. conv. 8.2.4] ἐπὶ τούτοις ῥηθεῖσιν ἠξίουν κἀμὲ συμβαλέσθαι τι πρὸς τὸν λόγον αὐτοῖς. ἐγὼ δὲ τὰς μὲν εἰρημένας δόξας ὡς ἰθαγενεῖς καὶ ἰδίας αὐτῶν ἐκείνων ἐπῄνεσα καὶ τὸ εἰκὸς ἔφην ἔχειν ἱκανῶς· ὅπως δ’ εἶπον ἑαυτῶν μὴ καταφρονῆτε μηδ’ ἔξω βλέπητε παντάπασιν, ἀκούσατε τὸν μάλιστα παρὰ τοῖς καθηγηταῖς ἡμῶν εὐδοκιμοῦντα περὶ τούτου λόγον. ἔστι γὰρ ἐν τοῖς γεωμετρικωτάτοις θεωρήμασι, μᾶλλον δὲ προβλήμασι, τὸ δυεῖν εἰδῶν δοθέντων ἄλλο τρίτον παραβάλλειν τῷ μὲν ἴσον τῷ δ’ ὅμοιον· ἐφ’ ᾧ καί φασιν ἐξευρεθέντι θῦσαι τὸν Πυθαγόραν. πολὺ γὰρ ἀμέλει γλαφυρώτερον τοῦτο καὶ μουσικώτερον ἐκείνου τοῦ θεωρήματος, ὃ τὴν ὑποτείνουσαν ἀπέδειξε ταῖς περὶ τὴν ὀρθὴν ἴσον δυναμένην.εὖ λέγεις εἶπεν ὁ Διογενιανὸς ἀλλὰ τί τοῦτο πρὸς τὸν λόγον; εἴσεσθε ῥᾳδίως εἶπον ἀναμνήσαντες αὑτοὺς τῆς ἐν Τιμαίῳ διαιρέσεως, διεῖλε τριχῇ τὰ πρῶτα, ὑφ’ ὧν τὴν γένεσιν ὁ κόσμος ἔσχεν, ὧν τὸ μὲν θεὸν τῷ δικαιοτάτῳ τῶν ὀνομάτων τὸ δ’ ὕλην τὸ δ’ ἰδέαν καλοῦμεν. ἡ μὲν οὖν ὕλη τῶν ὑποκειμένων ἀτακτότατόν ἐστιν, ἡ δ’ ἰδέα τῶν παραδειγμάτων κάλλιστον, ὁ δὲ θεὸς τῶν αἰτίων ἄριστον. ἐβούλετ’ οὖν μηθέν, ὡς ἀνυστὸν ἦν, ὑπολιπεῖν ὁριστὸν ἀόριστον, ἀλλὰ κοσμῆσαι λόγῳ καὶ ἀριθμῷ τὴν φύσιν· ἕν τι ποιῶν ἐκ πάντων ὁμοῦ τῶν ὑποκειμένων, οἷον ἡ ἰδέα καὶ ὅσον ἡ ὕλη γενόμενον. διὸ τοῦτο πρόβλημα δοὺς αὑτῷ, δυεῖν ὄντων, τρίτον ἐποίησε καὶ ποιεῖ καὶ φυλάττει διὰ παντὸς τὸ ἴσον τῇ ὕλῃ καὶ ὅμοιον τῇ ἰδέᾳ τὸν κόσμον· ἀεὶ γὰρ ὢν διὰ τὴν σύμφυτον ἀνάγκην τοῦ σώματος ἐν γενέσει καὶ μετατροπῇ καὶ πάθεσι παντοδαποῖς ὑπὸ τοῦ πατρὸς καὶ δημιουργοῦ βοηθεῖται τῷ λόγῳ πρὸς τὸ παράδειγμα τὴν οὐσίαν ὁρίζοντος· καὶ κάλλιον τοῦ συμμέτρου τὸ περίμετρον τῶν ὄντων. [Quaest. conv. 8.3.1] Διὰ τί τῆς ἡμέρας ἠχωδεστέρα ἡ νύξ. [Quaest. conv. 8.3.1b] θόρυβός τις, ἑστιωμένων ἡμῶν Ἀθήνησι παρ’ Ἀμμωνίῳ, τὴν οἰκίαν περιήχησεν, ἔξωθεν ἐπιβοωμένων τὸν στρατηγόν· ἐστρατήγει δὲ τὸ τρίτον ὁ Ἀμμώνιος. ἐπεὶ δὲ πέμψας τῶν περὶ αὑτόν τινας ἔπαυσε τὴν ταραχήν, καὶ παρέπεμψαν τοὺς ἀνθρώπους, ἐζητοῦμεν ἡμεῖς, διὰ τί τῶν ἔξωθεν βοώντων συνεξακούουσιν οἱ ἐντός, οἱ δ’ ἔξω τῶν ἐντὸς οὐχ ὁμοίως. καὶ ὁ Ἀμμώνιος ἔφη τοῦτο μὲν ὑπ’ Ἀριστοτέλους λελύσθαι· τὴν γὰρ φωνὴν τῶν ἔνδον ἔξω φερομένην εἰς ἀέρα πολὺν καὶ ἀναπεπταμένον εὐθὺς ἐξαμαυροῦσθαι καὶ διασπείρεσθαι, τὴν δ’ ἔξωθεν εἴσω κατιοῦσαν οὐδὲν τοιοῦτο πάσχειν ἀλλὰ συνέχεσθαι καὶ διαμένειν εὔσημον· ἐκεῖνο δὲ μᾶλλον λόγου δεῖσθαι, τὸ νυκτὸς ἠχωδεστέρας εἶναι τὰς φωνὰς καὶ πρὸς τῷ μεγέθει τὴν τρανότητα καθαρῶς συνδιαφυλάττειν. ἐμοὶ μὲν οὖν εἶπεν οὐ φαύλως ἡ πρόνοια δοκεῖ μεμηχανῆσθαι τῇ ἀκοῇ σαφήνειαν, ὅτε τῆς ὄψεως οὐδὲν ἢ κομιδῇ τι μικρὸν ἔργον ἐστί. σκοτεινὸς γὰρ ὢν ὁ ἀὴρ κατ’ Ἐμπεδοκλέα νυκτὸς ἐρημαίης ἀλαώπιδος, ὅσον τῶν ὀμμάτων ἀφαιρεῖται τοῦ προαισθάνεσθαι, διὰ τῶν ὤτων ἀποδίδωσιν. ἐπεὶ δὲ δεῖ καὶ τὰ δι’ ἀνάγκης φύσει περαινόμενα τῶν αἰτίων ἀνευρίσκειν, καὶ τοῦτο τοῦ φυσικοῦ ἴδιόν ἐστιν, ἡ περὶ τὰς ὑλικὰς καὶ ὀργανικὰς ἀρχὰς πραγματεία· τίς ἂν ἔφη πρῶτος ὑμῶν εὐπορήσειε λόγου τὸ πιθανὸν ἔχοντος; [Quaest. conv. 8.3.2] ἡσυχίας δὲ γενομένης, Βόηθος ἔφη νέος μὲν ὢν ἔτι καὶ σοφιστεύων ἀπὸ γεωμετρίας αἰτήμασι χρῆσθαι καὶ λαμβάνειν ἀναποδείκτους ὑποθέσεις, νυνὶ δὲ χρήσεσθαί τισι τῶν προαποδεδειγμένων ὑπ’ Ἐπικούρου. φέρεται τὰ ὄντα ἐν τῷ μὴ ὄντι· πολὺ γὰρ κενὸν ἐνδιέσπαρται καὶ μέμικται ταῖς τοῦ ἀέρος ἀτόμοις· ὅταν μὲν οὖν διακεχυμένος καὶ πλάτος ἔχων καὶ περιδρομὴν ὑπὸ μανότητος, μικρὰ καὶ λεπτὰ τὰ μεταξὺ τῶν μορίων κενὰ λείπεται καὶ πολλὴν αἱ ἄτομοι κατεσπαρμέναι χώραν ἐπέχουσιν· ὅταν δὲ συσταλῇ καὶ πίλησις εἰς ὀλίγον αὐτῶν γένηται καὶ συμπέσωσιν ἀποβιασθεῖσαι πρὸς ἀλλήλας, πολλὴν εὐρυχωρίαν ἔξω καὶ διαστάσεις μεγάλας ποιοῦσι· τοῦτο δὲ γίγνεται νυκτὸς ὑπὸ ψυχρότητος· ἡ γὰρ θερμότης χαλᾷ καὶ διίστησι καὶ λύει τὰς πυκνώσεις· διὸ πλείονα τόπον τὰ ζέοντα καὶ μαλασσόμενα καὶ τηκόμενα τῶν σωμάτων ἐπιλαμβάνει· καὶ τοὐναντίον αὖ πάλιν τὰ πηγνύμενα καὶ ψυχόμενα συγχωρεῖ πρὸς ἄλληλα καὶ συνάγεται καὶ ἀπολείπει κενότητας ἐν τοῖς περιέχουσιν ἀγγείοις καὶ τόπους, ἐξ ὧν ὑποκεχώρηκεν. ἡ δὲ φωνὴ προσφερομένη καὶ προστυγχάνουσα σώμασι πολλοῖς καὶ ἀθρόοις ἢ τυφλοῦται παντάπασιν, ἢ διασπάσματα λαμβάνει μεγάλα καὶ πολλὰς ἀντικρούσεις καὶ διατριβάς· ἐν δὲ κενῷ καὶ σωμάτων ἐρήμῳ διαστήματι λεῖον δρόμον ἔχουσα καὶ συνεχῆ καὶ ἄπταιστον ἐξικνεῖται πρὸς τὴν ἀκοήν, ὑπὸ τάχους ἅμα τῷ λόγῳ διασῴζουσα τὴν σαφήνειαν. ὁρᾷς γὰρ ὅτι καὶ τῶν ἀγγείων τὰ κενὰ πληττόμενα, μᾶλλον ὑπακούει ταῖς πληγαῖς καὶ τὸν ἦχον ἀποτείνει μακράν, πολλάκις δὲ καὶ κύκλῳ περιφερόμενον διαδίδωσι πολύ· τὸ δ’ ἐμπλησθὲν ἢ στερεοῦ σώματος ἤ τινος ὑγροῦ παντάπασι γίγνεται κωφὸν καὶ ἄναυδον, ὁδὸν οὐκ ἐχούσης οὐδὲ χώραν ᾗ δίεισι τῆς φωνῆς. αὐτῶν δὲ τῶν σωμάτων χρυσὸς μὲν καὶ λίθος ὑπὸ πληρότητος ἰσχνόφωνα καὶ δυσηχῆ καὶ ταχὺ κατασβέννυσι τοὺς φθόγγους ἐν αὑτοῖς εὔφωνος δὲ καὶ λάλος ὁ χαλκός, ᾗ πολύκενος καὶ ὄγκον ἐλαφρὸς καὶ λεπτός, οὐ πολλοῖς συντεθλιμμένος ἐπαλλήλοις σώμασιν, ἀλλ’ ἄφθονον ἔχων τὸ τῆς ἐπιεικοῦς καὶ ἀναφοῦς μεμιγμένον οὐσίας, ἣ ταῖς τ’ ἄλλαις κινήσεσιν εὐπορίαν δίδωσι τήν τε φωνὴν εὐμενῶς ὑπολαμβάνουσα παραπέμπει; μέχρι ἂν ἁψάμενός τις ὥσπερ ἐν ὁδῷ καταλάβῃ καὶ τυφλώσῃ τὸ κενόν· ἐνταῦθα δ’ ἔστη καὶ ἀπεπαύσατο τοῦ πρόσω χωρεῖν διὰ τὴν ἀντίφραξιν. ταῦτ’ ἔφη δοκεῖ μοι τὴν νύκτα ποιεῖν ἠχώδη, τὴν δ’ ἡμέραν ἧττον θερμότητι καὶ διαχύσει τοῦ ἀέρος μικρὰ τὰ διαστήματα τῶν ἀτόμων ποιοῦσαν μόνον ἔφη μηδεὶς ἐνιστάσθω πρὸς τὰς πρώτας ὑποθέσεις. [Quaest. conv. 8.3.3] κἀγώ, τοῦ Ἀμμωνίου κελεύοντος εἰπεῖν τι πρὸς αὐτὸν αἱ μὲν πρῶταί σου τῶν ὑποθέσεων ἔφην ὦ φίλε Βόηθε, καίπερ πολὺ τὸ κενὸν ἔχουσαι μενέτωσαν· τῇ δὲ φωνῇ τὸ κενὸν οὐκ ὀρθῶς πρὸς σωτηρίαν καὶ κίνησιν ὑποτίθεσθε. σιωπῆς γὰρ οἰκεῖον καὶ ἡσυχίας τὸ ἀναφὲς καὶ ἀπαθὲς καὶ ἄπληκτον, ἡ δὲ φωνὴ πληγὴ σώματος διηχοῦς, διηχὲς δὲ τὸ συμπαθὲς αὑτῷ καὶ συμφυὲς εὐκίνητον δὲ καὶ κοῦφον καὶ ὁμαλὸν καὶ ὑπήκοον τοῦ δι’ εὐτονίαν καὶ συνέχειαν, οἷός ἐστι παρ’ ἡμῖν ὁ ἀήρ. καὶ γὰρ ὕδωρ καὶ γῆ καὶ πῦρ ἄφωνα καθ’ ἑαυτά, φθέγγεται δὲ πνεύματος ἐμπεσόντος ἅπαντα καὶ ψόφους καὶ πατάγους ἀναδίδωσι· χαλκῷ δὲ κενοῦ μὲν οὐδὲν μέτεστιν, ὁμαλῷ δὲ πνεύματι καὶ λείῳ κεκραμένος εὔπληκτός ἐστι καὶ ἠχώδης. εἰ δὲ δεῖ τῇ ὄψει τεκμαίρεσθαι, φαίνεται μᾶλλον ὁ σίδηρος ἔχων τι σαθρὸν καὶ πολύκενον καὶ τενθρηνῶδες· ἔστι δὲ κακόφωνος σφόδρα καὶ τῶν μεταλλικῶν κωφότατος. [Quaest. conv. 8.3.3b] οὐδὲν οὖν ἔδει τῇ νυκτὶ παρέχειν πράγματα συσπῶντας αὐτῆς τὸν ἀέρα καὶ συντείνοντας, ἑτέρωθι δ’ αὖ χώρας καὶ κενότητας ἀπολείποντας, ὥσπερ ἐμποδὼν ὄντα τῇ φωνῇ τὸν ἀέρα καὶ φθείροντα τὴν οὐσίαν, ἧς αὐτὸς οὐσία καὶ σῶμα καὶ δύναμίς ἐστιν. ἄνευ δὲ τούτων ἔδει δή που τὰς ἀνωμάλους νύκτας, οἷον ὁμιχλώδεις καὶ δυσχειμέρους, ἠχωδεστέρας εἶναι τῶν αἰθρίων καὶ κεκραμένων ὁμαλῶς, διὰ τὸ δεῦρο μὲν συνωθεῖν τὰς ἀτόμους ἐκεῖ δ’ ὅθεν μεθίστανται χώραν ἔρημον ἀπολείπειν σωμάτων καὶ τὸ δὴ προχειρότατον, ἡμέραν ψυχρὰν ἠχωδεστέραν εἶναι νυκτὸς ἀλεεινῆς ῆς καὶ θερινῆς· ὧν οὐδέτερον ἀληθές ἐστι. διὸ τὸν λόγον τοῦτον ἀπολελοιπὼς ἐπιβάλλω τὸν Ἀναξαγόραν, ὑπὸ τοῦ ἡλίου λέγοντα κινεῖσθαι τὸν ἀέρα κίνησιν τρομώδη καὶ παλμοὺς ἔχουσαν, ὡς δῆλόν ἐστι τοῖς διὰ τοῦ φωτὸς ἀεὶ διᾴττουσι ψήγμασι μικροῖς καὶ θραύμασιν, ἃ δή τινες τίλας καλοῦσιν ταῦτ’ οὖν φησιν ὁ ἀνὴρ πρὸς τὴν θερμότητα σίζοντα καὶ ψοφοῦντα δι’ ἡμέρας δυσηκόους τῷ ψόφῳ τὰς φωνὰς ποιεῖν, νυκτὸς δὲ φαίνεσθαι τὸν σάλον αὐτῶν καὶ τὸν ἦχον. [Quaest. conv. 8.3.4] ἐμοῦ δὲ ταῦτ’ εἰπόντος, Ἀμμώνιος; ἔφη γελοῖοι μὲν ἴσως φανούμεθα, καὶ Δημόκριτον ἐλέγχειν οἰόμενοι καὶ Ἀναξαγόραν ἐπανορθοῦσθαι θέλοντες· οὐ μὴν ἀλλ’ ἀφαιρετέον γε τῶν Ἀναξαγόρου σωμάτων τὸν σιγμόν· οὔτε γὰρ πιθανὸς οὔτ’ ἀναγκαῖος, ἀλλ’ ὁ τρόμος ἀρκεῖ τῶν σωμάτων καὶ ἡ κίνησις ἐν τῷ φωτὶ κλονουμένων τὰς φωνὰς; διασπᾶν καὶ διαρρίπτειν πολλάκις. ὁ γὰρ ἀήρ, ὥσπερ εἴρηται, σῶμα τῆς, φωνῆς· καὶ οὐσίαν ἐμπαρέχων ἑαυτόν, ἐὰν μὲν σταθερός, εὐθύπορα καὶ λεῖα καὶ συνεχῆ τὰ τῶν ψόφων μόρια καὶ κινήματα πόρρωθεν διαδίδωσι· νηνεμία γὰρ ἠχῶδες καὶ γαλήνη, καὶ τοὐναντίον, ὡς Σιμωνίδης φησίν, [Quaest. conv. 8.3.4b] οὐδὲ γὰρ ἐννοσίφυλλος ἀήτα τότ’ ὦρτ’ ἀνέμων, ἅ τις κατεκώλυε κιδναμένα μελιαδέα γᾶρυν ἀραρεῖν ἀκοαῖσι βροτῶν. [Quaest. conv. 8.3.4c] πολλάκις μὲν γὰρ οὐδὲ τὸ σχῆμα τῆς φωνῆς ὁ τοῦ ἀέρος σάλος ἔναρθρον ἐᾷ πρὸς τὴν αἴσθησιν ἐξικνεῖσθαι καὶ διαμεμορφωμένον, ἀεὶ μέντοι τι τοῦ πλήθους φέρει καὶ τοῦ μεγέθους. ἡ μὲν οὖν νὺξ αὐτὴ καθ’ ἑαυτὴν οὐδὲν ἔχει κινητικὸν ἀέρος· ἡ δ’ ἡμέρα μέγα, τὸν ἥλιον, ὥσπερ αὐτὸς ὁ Ἀναξαγόρας εἴρηκεν. [Quaest. conv. 8.3.5] ὑπολαβὼν δὲ Θράσυλλος ὁ Ἀμμωνίου υἱὸς εἶτ’ ἔφη τί παθόντες, ὦ πρὸς Διός, εἶπας τῶι θεωρητὰ κινήματα τοῦ ἀέρος οἰόμεθα δεῖν αἰτᾶσθαι, τὸν δ’ ἐμφανῆ σάλον καὶ σπαραγμὸν αὐτοῦ παρορῶμεν; ὁ γὰρ δὴ μέγας ἡγεμὼν ἐν οὐρανῷ Ζεὺς οὗτος οὐ λανθάνων οὐδ’ ἀτρέμα διακινῶν τὰ σμικρότατα τοῦ ἀέρος ἀλλ’ εὐθὺς ἐκφανεὶς ἀνίστησι καὶ κινεῖ πάντα πράγματα [Quaest. conv. 8.3.5b] δεξιὰ σημαίνων, λαοὺς δ’ ἐπὶ ἔργον ἐγείρων [Quaest. conv. 8.3.5c] οἱ δ’ ἕπονται, καθάπερ ἐκ παλιγγενεσίας νέα ἐφ’ ἡμέρῃ φρονέοντες ὥς φησι Δημόκριτος, οὔτ’ ἀφώνοις οὒτ’ ἀπράκτοις ἐνεργείαις· καὶ τὸν ὄρθρον ὁ Ἴβυκος οὐ κακῶς κλυτὸν προσεῖπεν, ἐν ᾧ κλύειν καὶ ἤδη φθέγγεσθαι συμβέβηκε· τῆς δὲ νυκτὸς ἀκύμων τὰ πολλὰ καὶ ἄκλυτος ὢν ὁ ἀήρ, ἀναπαυομένων ἁπάντων, εἰκότως τὴν φωνὴν ἄθραυστον ἀναπέμπει καὶ ἀκέραιον πρὸς ἡμᾶς. [Quaest. conv. 8.3.6] παρὼν οὖν Ἀριστόδημος ὁ Κύπριος ἀλλ’ ὅρα εἶπεν ὦ Θράσυλλε, μὴ τοῦτο μὲν αἱ νυκτομαχίαι καὶ νυκτοπορίαι τῶν μεγάλων στρατοπέδων ἐλέγχουσιν, οὐδὲν ἧττον ἠχωδεστέρας ποιοῦσαι τὰς φωνάς, καίπερ ἐν ταραχῇ καὶ σάλῳ τοῦ ἀέρος ὄντος. ἔχει δέ τι καὶ τὸ παρ’ ἡμᾶς αἴτιον· αὐτοὶ γὰρ ὧν φθεγγόμεθα νύκτωρ τὰ πολλὰ θορυβώδη καὶ μετὰ πάθους ἐπείγοντος ἐγκελευόμεθά τισιν ἢ διαπυνθανόμενοι συντόνους ποιούμεθα τὰς γεγωνήσεις. τὸ γάρ, ἐν ᾧ μάλιστα καιρῷ πεφύκαμεν ἡσυχίαν ἄγειν, ἐξανιστὰν ἡμᾶς ἐπὶ πράξεις καὶ λόγους οὐ μικρὸν οὐδ’ ἀτρεμαῖόν ἐστιν, ἀλλὰ μέγα καὶ μεγάλης τινὸς ἀνάγκῃ χρείας ἐπιταχυνόμενον, ὥστε καὶ τὰς φωνὰς φέρεσθαι σφοδροτέρας. [Quaest. conv. 8.4.1] Διὰ τί τῶν ἱερῶν ἀγώνων ἄλλος ἄλλον ἔχει στέφανον, τὸν δὲ φοίνικα πάντες· ἐν ᾧ καὶ διὰ τί τοὺς μεγάλους φοινικοβαλάνους Νικολάους καλοῦσιν. [Quaest. conv. 8.4.1b] Ἰσθμίων ἀγομένων ἐν τῇ δευτέρᾳ τῶν Σώσπιδος ἀγωνοθεσιῶν τὰς μὲν ἄλλας ἑστιάσεις διεφύγομεν, ἑστιῶντος αὐτοῦ πολλοὺς μὲν ἅμα ξένους, πάντας δὲ πολλάκις τοὺς πολίτας· ἅπαξ δὲ τοὺς μάλιστα φίλους καὶ φιλολόγους οἴκοι δεχομένου, καὶ αὐτοὶ παρῆμεν. ἀπηρμένων δὲ τῶν πρώτων τραπεζῶν, ἧκέ τις Ἡρώδῃ τῷ ῥήτορι παρὰ γνωρίμου νενικηκότος ἐγκωμίῳ φοίνικα καὶ στέφανόν τινα τῶν πλεκτῶν κομίζων. ὁ δὲ ταῦτα μὲν δεξιωσάμενος ἀπέπεμψε πάλιν, ἔφη δ’ ἀπορεῖν, τί δήποτε τῶν ἀγώνων στέφανον ἄλλος ἄλλον ἔχει, τὸν δὲ φοίνικα κοινῇ πάντες. οὐ γὰρ ἐμὲ γοῦν ἔφη πείθουσιν οἱ τὴν ἰσότητα τῶν φύλλων, οἷον ἀντανισταμένων ἀεὶ καὶ συνεκτρεχόντων, ἀγῶνι καὶ ἁμίλλῃ παραπλήσιόν τι ποιεῖν φάσκοντες, αὐτήν τε τὴν νίκην παρὰ τὸ μὴ εἶκον ὠνομάσθαι· καὶ γὰρ ἄλλα πάμπολλα μονονοὺ μέτροις τισὶ καὶ σταθμοῖς ἀκριβῶς τὴν τροφὴν διανέμοντα τοῖς ἀντιζύγοις πετάλοις ἰσότητα θαυμαστὴν καὶ τάξιν ἀποδίδωσιν ἔτι δ’ ἀπιθανώτεροι τούτων εἰσὶν οἱ τὸ κάλλος καὶ τὴν εὐφυΐαν ἀγαπῆσαι τοὺς παλαιούς, ὡς Ὅμηρον ἔρνεϊ φοίνικος ἀπεικάσαντα τὴν ὥραν τῆς Φαιακίδος, ὑπονοοῦντες. οὐ γὰρ ἀγνοεῖτε δήπουθεν, ὅτι καὶ ῥόδοις καὶ λυχνίσιν, ἔνιοι δὲ καὶ μήλοις καὶ ῥοιαῖς ἔβαλλον ὡς καλοῖς· γεραίροντες ἀεὶ τοὺς νικηφόρους. ἀλλ’ οὐδὲν οὕτως ἐπιφανῶς ἐκπρεπέστερον ἔχει τῶν ἄλλων ὁ φοῖνιξ, ἅτε μηδὲ καρπὸν. ἐν τῇ Ἑλλάδι φέρων ἐδώδιμον ἀλλ’ ἀτελῆ καὶ ἄπεπτον. εἰ γάρ, ὥσπερ ἐν Συρίᾳ καὶ ἐν Αἰγύπτῳ, παρεῖχε τὴν βάλανον, ὄψει τε θεαμάτων καὶ γλυκύτητι τραγημάτων πάντων ἥδιστον, οὐκ ἂν ἦν ἕτερον αὐτῷ παραβαλεῖν. ὁ γοῦν βασιλεύς, ὥς φασιν, ἀγαπήσας διαφερόντως τὸν Περιπατητικὸν φιλόσοφον Νικόλαον, γλυκὺν ὄντα τῷ ἤθει ῥαδινὸν δὲ τῷ μήκει τοῦ σώματος διάπλεων δὲ τὸ πρόσωπον ἐπιφοινίσσοντος ἐρυθήματος, τὰς μεγίστας καὶ καλλίστας τῶν φοινικοβαλάνων Νικολάους ὠνόμαζε, καὶ μέχρι νῦν οὕτως ὀνομάζονται. [Quaest. conv. 8.4.2] ταῦτ’ εἰπὼν ὁ Ἡρώδης οὐκ ἀτερπέστερον ἐμβάλλειν ἔδοξε τοῦ ζητουμένου τὸ περὶ τοῦ Νικολάου. διὸ καὶ μᾶλλον ἔφη ὁ Σῶσπις προθυμητέον, ὡς ἕκαστος αὑτόν τις ἔπεισε, συνεισενεγκεῖν εἰς τὸ ζητούμενον. ἐγὼ δ’ εἰσφέρω πρῶτος, ὅτι δεῖ τὴν τῶν νικηφόρων δόξαν ἄφθιτον, ὡς ἀνυστὸν ἐστι, καὶ ἀγήρων διαμένειν· ὁ δὲ φοῖνιξ μακρόβιον μέν ἐστιν ἐν τοῖς μάλιστα τῶν φυτῶν, ὥς που καὶ τὰ Ὀρφικὰ ταῦτα μεμαρτύρηκε [Quaest. conv. 8.4.2b] ζῶον δ’ ἴσον ἀκροκόμοισιν φοινίκων ἔρνεσσιν, [Quaest. conv. 8.4.2c] μόνῳ δ’ αὐτῷ σχεδὸν ὑπάρχει τὸ κατὰ πολλῶν ὡς ἀληθῶς λεγόμενον· τί δὲ τοῦτ’ ἔστι; τὸ ἐμπεδόφυλλον εἶναι καὶ ἀείφυλλον· οὔτε γὰρ δάφνην οὔτ’ ἐλαίαν οὔτε μυρσίνην οὔτ’ ἄλλο τι τῶν μὴ φυλλορροεῖν λεγομένων ὁρῶμεν ἀεὶ ταὐτὰ φύλλα διατηροῦν, ἀλλὰ τοῖς πρώτοις ἀπορρέουσιν ἑτέρων ἐπιβλαστανόντων, ὥσπερ πόλεις, ἕκαστον ἀείζωον διαμένει καὶ ἀμείλικτον ὁ δὲ φοῖνιξ οὐθὲν ἀποβάλλων ἀφ’ αὑτοῦ τῶν φυομένων, βεβαίως ἀείφυλλός ἐστι· καὶ τοῦτο δὴ τὸ κράτος αὐτοῦ μάλιστα τῆς νίκης τῷ ἰσχυρῷ συνοικειοῦσι. [Quaest. conv. 8.4.3] παυσαμένου δὲ τοῦ Σώσπιδος, Πρωτογένης ὁ γραμματικός, ὀνόματι καλέσας Πραξιτέλην τὸν περιηγητὴν οὕτω δὴ τούτους ἔφη τοὺς ῥήτορας ἐάσομεν περαίνειν τὸ οἰκεῖον, ἐξ εἰκότων καὶ πιθανῶν ἐπιχειροῦντας· αὐτοὶ δ’ ἀφ’ ἱστορίας οὐδὲν ἂν ἔχοιμεν τῷ λόγῳ συμβάλλεσθαι; καίτοι δοκῶ μοι μνημονεύειν ἐν τοῖς Ἀττικοῖς ἀνεγνωκὼς ἔναγχος, ὅτι πρῶτος ἐν Δήλῳ Θησεὺς ἀγῶνα ποιῶν ἀπέσπασε κλάδον τοῦ ἱεροῦ φοίνικος καὶ σπάδιξ ὠνομάσθη. [Quaest. conv. 8.4.4] καὶ ὁ Πραξιτέλης ταῦτ’ εἶπεν ἄδηλα, καὶ τοῦ Θησέως αὐτοῦ πυνθάνεσθαι φήσουσιν, ᾧτινι λόγῳ φοίνικος, οὐ δάφνης οὐδ’ ἐλαίας, κλάδον ἀπέσπασεν ἀγωνοθετῶν. σκόπει δή, μὴ Πυθικόν ἐστι τὸ νικητήριον, ὡς· Ἀμφικτύονος· κἀκεῖ πρῶτον ἐπὶ τιμῇ τοῦ θεοῦ δάφνῃ καὶ φοίνικι τοὺς νικῶντας ἐκόσμησαν, ἅτε δὴ καὶ τῷ θεῷ μὴ δάφνας μηδ’ ἐλαίας ἀλλὰ φοίνικας ἀνατιθέντες, ὡς ἐν Δήλῳ Νικίας χορηγήσας Ἀθηναίων καὶ ἐν Δελφοῖς Ἀθηναῖοι καὶ Κύψελος πρότερον Κορίνθιος ἐπεὶ καὶ φίλαθλος ἄλλως καὶ φιλόνικος ἡμῖν ὁ θεός, αὐτὸς ἐν κιθαρίσει καὶ ᾠδῇ καὶ βολαῖς δίσκων, ὡς δ’ ἔνιοί φασι, καὶ πυγμῇ ἁμιλλώμενος· ἀνθρώποις δὲ προσαμύνων ἀγωνιζομένοις, ὡς Ὅμηρος ἐμαρτύρησε, τὸν μὲν Ἀχιλλέα λέγοντα ποιήσας [Quaest. conv. 8.4.4b] ἄνδρε δύω περὶ τῶνδε κελεύομεν, ὥπερ ἀρίστω, πὺξ μάλ’ ἀνασχομένω πεπληγέμεν ᾧ δέ κ’ Ἀπόλλων δώῃ καμμονίην … [Quaest. conv. 8.4.4c] τῶν δὲ τοξοτῶν τὸν μὲν εὐξάμενον τῷ θεῷ κατορθῶσαι καὶ λαβεῖν τὰ πρωτεῖα· τὸν δὲ γαῦρον ἀστοχῆσαι τοῦ σκοποῦ, μὴ εὐξάμενον. καὶ μὴν οὐδ’ Ἀθηναίους εἰκός ἐστιν Ἀπόλλωνι καθιερῶσαι, τὸ γυμνάσιον ἀλόγως καὶ αὐτομάτως· ἀλλὰ παρ’ οὗ τὴν ὑγίειαν ἔχομεν θεοῦ, τοῦτον εὐεξίαν τε διδόναι καὶ ῥώμην ἐπὶ τοὺς ἀγῶνας ᾤοντο. κούφων δὲ καὶ βαρέων ἀγωνισμάτων ὄντων, πύκτῃ μὲν Ἀπόλλωνι Δελφούς, δρομαίῳ δὲ Κρῆτας ἱστοροῦσι θύειν καὶ Λακεδαιμονίους. σκύλων δὲ Πυθοῖ καὶ ἀκροθινίων καὶ τροπαίων ἀναθέσεις ἆρ’, οὐ συμμαρτυροῦσιν ὅτι τῆς εἰς τὸ νικᾶν καὶ κρατεῖν δυνάμεως τῷ θεῷ τούτῳ πλεῖστον μέτεστιν; [Quaest. conv. 8.4.5] ἔτι δ’ αὐτοῦ λέγοντος, ὑπολαβὼν Κάφισος ὁ Θέωνος υἱός ἀλλὰ ταῦτα γ’ εἶπεν οὐχ ἱστορίας οὐδὲ περιηγητικῶν ὄδωδε βιβλίων, ἀλλ’ ἐκ μέσων ἀνεσπασμένα τῶν Περιπατητικῶν τόπων εἰς τὸ πιθανὸν ἐπικεχείρηται, καὶ προσέτι τραγικῶς μηχανὴν ἄραντες, ὦ φίλοι, δεδίττεσθε τῷ θεῷ τοὺς ἀντιλέγοντας. ὁ μὲν οὖν θεός, ὥσπερ προσήκει, πᾶσιν ἴσος ἐστὶ μετ’ εὐμενείας· ἡμεῖς δ’ ἑπόμενοι Σώσπιδι καλῶς γὰρ ὑφηγεῖται πάλιν ἐχώμεθα τοῦ φοίνικος; ἀμφιλαφεῖς τῷ λόγῳ λαβὰς διδόντος. Βαβυλώνιοι μὲν γὰρ ὑμνοῦσι καὶ ᾄδουσιν ὡς ἑξήκοντα καὶ τριακόσια χρειῶν γένη παρέχον αὐτοῖς τὸ δένδρον· ἡμῖν δὲ τοῖς Ἕλλησιν ἥκιστα μέν ἐστι χρειώδης, ἀθλητικῆς δὲ φιλοσοφίας καὶ τὸ ἄκαρπον ἂν εἴη· κάλλιστος γὰρ ὢν καὶ μέγιστος ὑπ’ εὐταξίας οὐ γόνιμός ἐστι παρ’ ἡμῖν, ἀλλὰ τὴν τροφὴν ὥσπερ ἀθλητοῦ περὶ τὸ σῶμα τῆς εὐταξίας ἀναλισκούσης, σμικρὸν αὐτῷ καὶ φαῦλον εἰς σπέρμα περίεστιν. ἴδιον δὲ παρὰ ταῦτα πάντα καὶ μηδενὶ συμβεβηκὸς ἑτέρῳ τὸ μέλλον λέγεσθαι· φοίνικος γὰρ ξύλον ἂν ἄνωθεν ἐπιθεὶς βάρη πιέζῃς, οὐ κάτω θλιβόμενον ἐνδίδωσιν, ἀλλὰ κυρτοῦται πρὸς τοὐναντίον ὥσπερ ἀνθιστάμενον τῷ βιαζομένῳ. τοῦτο δὴ καὶ περὶ τοὺς ἀθλητικοὺς ἀγῶνάς ἐστι· τοὺς μὲν γὰρ ὑπ’ ἀσθενείας καὶ μαλακίας εἴκοντας αὐτοῖς πιέζουσι κάμπτοντες, οἱ δ’ ἐρρωμένως ὑπομένοντες τὴν ἄσκησιν οὐ μόνον τοῖς σώμασιν ἀλλὰ καὶ τοῖς φρονήμασιν ἐπαίρονται καὶ αὐξοῦνται. [Quaest. conv. 8.5.1] Διὰ τί πρὸ ἡμέρας ἐκ τοῦ Νείλου οἱ πλέοντες ὑδρεύονται. [Quaest. conv. 8.5.1b] αἰτίαν τις ἐζήτησε, δι’ ἣν οἱ ναύκληροι τὰς ὑδρείας ἐκ τοῦ Νείλου νυκτὸς οὐχ ἡμέρας ποιοῦνται. καί τισι μὲν ἐδόκουν τὸν ἥλιον δεδιέναι, τῷ προθερμαίνειν τὰ ὑγρὰ μᾶλλον εὔσηπτα ποιοῦντα· πᾶν γὰρ τὸ θερμανθὲν καὶ χλιανθὲν ἀεὶ πρὸς μεταβολὴν ἑτοιμότερόν ἐστι καὶ προπέπονθεν ἀνέσει τῆς ποιότητος ἡ δὲ ψυχρότης πιέζουσα συνέχειν δοκεῖ καὶ φυλάττειν ἕκαστον ἐν ᾧ πέφυκεν, οὐχ ἥκιστα δὲ τὸ ὕδωρ· ὕδατος γὰρ ἡ ψυχρότης σχετικόν ἐστι φύσει· δηλοῦσιν αἱ χιόνες, τὰ κρέα δύσσηπτα τηροῦσαι πολὺν χρόνον. ἡ δὲ θερμότης τὰ τ’ ἄλλα καὶ τὸ μέλι τῆς ἰδίας ποιότητος ἐξίστησι· φθείρεται γὰρ ἑψηθέν· ἂν δ’ ὠμὸν διαμένῃ καὶ τοῖς ἄλλοις πρὸς τὸ μὴ φθείρεσθαι βοηθεῖ. μεγίστην δὲ τῇ αἰτίᾳ πίστιν παρεῖχε τὰ λιμναῖα τῶν ὑδάτων· χειμῶνος γὰρ οὐδὲν διαφέροντα τῶν ἄλλων ποθῆναι, τοῦ θέρους γίγνεται πονηρὰ καὶ νοσώδη διὸ χειμῶνι μὲν τῆς νυκτὸς ἀναλογεῖν δοκούσης θέρει δὲ τῆς ἡμέρας, μᾶλλον οἴονται διαμένειν ἄτρεπτον καὶ ἀπαθὲς τὸ ὕδωρ, ἂν νυκτὸς λαμβάνηται. [Quaest. conv. 8.5.1c] τούτοις ἐπιεικῶς οὖσι πιθανοῖς, ἐπανέκυψε λόγος ὥσπερ ἀτέχνῳ πίστει ναυτικῇ βεβαιούμενος ἐμπειρίᾳ· νυκτὸς γὰρ ἔφασαν λαμβάνειν τὸ ὕδωρ, ἔτι τοῦ ποταμοῦ καθεστῶτος καὶ ἡσυχάζοντος, ἡμέρας δέ, πολλῶν ἀνθρώπων ὑδρευομένων καὶ πλεόντων, πολλῶν δὲ θηρίων διαφερομένων, ἀναταραττόμενον γίγνεσθαι παχὺ καὶ γεῶδες τὸ δὲ τοιοῦτον εὔσηπτον εἶναι πάντα γὰρ τὰ μεμιγμένα τῶν ἀμίκτων ἐπισφαλέστερα πρὸς σῆψίν ἐστι· ποιεῖ γὰρ ἡ μῖξις μάχην, ἡ δὲ μάχη μεταβολήν, μεταβολὴ δέ τις ἡ σῆψις. διὸ τάς τε μίξεις τῶν χρωμάτων οἱ ζωγράφοι φθορὰς ὀνομάζουσι καὶ τὸ βάψαι μιῆναι κέκληκεν ὁ ποιητής, ἡ δὲ κοινὴ συνήθεια τὸ ἄμικτον καὶ καθαρὸν ἄφθαρτον καὶ ἀκήρατον, μάλιστα δὲ γῆ μιχθεῖσα πρὸς ὕδωρ ἐξίστησι καὶ φθείρει τὸ πότιμον καὶ οἰκεῖον· ὅθεν εὔσηπτα μᾶλλόν ἐστι τὰ στάσιμα καὶ κοῖλα, πολλῆς· ἀναπιμπλάμενα γῆς, τὰ δὲ ῥέοντα φεύγει καὶ διακρούεται τὴν προσφερομένην· καὶ καλῶς Ἡσίοδος ἐπῄνεσε [Quaest. conv. 8.5.1d] κρήνης ἀενάου καὶ ἀπορρύτου, ἥ τ’ ἀθόλωτος. [Quaest. conv. 8.5.1e] ὑγιεινὸν γὰρ τὸ ἀδιάφθορον ἀδιάφθορον δὲ τὸ ἄμικτον καὶ καθαρόν. οὐχ ἥκιστα δ’ αἱ τῆς γῆς διαφοραὶ τῷ λόγῳ μαρτυροῦσι· τὰ γὰρ ὀρεινὴν διεξιόντα γῆν καὶ λιθώδη στερρότερα τῶν ἑλείων καὶ πεδινῶν ἐστι· πολλὴν γὰρ οὐκ ἀποσπᾷ γῆν. ὁ δὲ Νεῖλος ὑπὸ μαλθακῆς χώρας περιεχόμενος, μᾶλλον δ’ ὥσπερ αἷμα σαρκὶ κεκραμένος, γλυκύτητος μὲν ἀπολαύει καὶ χυμῶν ἀναπίμπλαται δύναμιν ἐμβριθῆ καὶ τρόφιμον ἐχόντων, συμμιγὴς δὲ φέρεται καὶ θολερός· ἂν δ’ ἀναταράττηται, καὶ μᾶλλον· ἡ γὰρ κίνησις ἀναμίγνυσι τῷ ὑγρῷ τὸ γεῶδες ὅταν δ’ ἠρεμήσῃ, κάτω ῥέπον διὰ βάρος ἄπεισιν. ὅθεν ὑδρεύονται τῆς νυκτός, ἅμα καὶ τὸν ἥλιον προλαμβάνοντες, ὑφ’ οὗ τὸ λεπτότατον καὶ κουφότατον ἀεὶ τῶν ὑγρῶν αἰρόμενον διαφθείρεται. [Quaest. conv. 8.6.1] Περὶ τῶν ὀψὲ παραγιγνομένων ἐπὶ τὸ δεῖπνον· ἐν ᾧ καὶ πόθεν ἀκράτισμα καὶ ἄριστον καὶ δεῖπνον ὠνομάσθη. [Quaest. conv. 8.6.1b] τῶν υἱῶν μου τοὺς νεωτέρους ἐν θεάτρῳ προσδιατρίψαντας ἀκροάμασι καὶ βράδιον ἐπὶ τὸ δεῖπνον ἐλθόντας οἱ Θέωνος υἱοὶ κωλυσιδείπνους καὶ ζοφοδορπίδας καὶ τοιαῦτα μετὰ παιδιᾶς ἔσκωπτον· οἱ δ’ ἀμυνόμενοι πάλιν ἐκείνους τρεχεδείπνους ἀπεκάλουν. καί τις εἶπε τῶν πρεσβυτέρων τρεχέδειπνον εἶναι τὸν ὑστερίζοντα τοῦ δείπνου θᾶττον γὰρ ἢ βάδην ἐπειγόμενον, ὅταν βραδύνῃ, φαίνεσθαι. καὶ Γάλβα τοῦ παρὰ Καίσαρι γελωτοποιοῦ χάριεν ἀπεμνημόνευσεν ἐκεῖνος γὰρ ἐπιθυμοδείπνους ἐκάλει τοὺς ὀψὲ παραγιγνομένους ἐπὶ δεῖπνον· ἀσχολουμένους γὰρ αὐτοὺς ὅμως διὰ τὸ φιλόδειπνον οὐκ ἀπολέγεσθαι τὰς κλήσεις. [Quaest. conv. 8.6.2] ἐγὼ δ’ εἶπον, ὅτι καὶ Πολύχαρμος ἐν Ἀθήναις δημαγωγῶν καὶ τοῦ βίου διδοὺς ἀπολογισμὸν ἐν ἐκκλησίᾳ ταῦτ’ εἶπεν, ἄνδρες Ἀθηναῖοι, τἀμά καὶ πρὸς τούτοις, οὐδέποτε κληθεὶς ἐπὶ δεῖπνον ὕστατος ἀφικόμην δημοτικὸν γὰρ εὖ μάλα δοκεῖ τὸ τοιοῦτο, καὶ τοὐναντίον οἱ ἄνθρωποι τοὺς ὀψὲ παραγιγνομένους ἀναγκαζόμενοι περιμένειν, ὡς ἀηδεῖς καὶ ὀλιγαρχικοὺς βαρύνονται. [Quaest. conv. 8.6.3] ὁ δὲ Σώκλαρος ὑπερδικῶν τῶν νεανίσκων ἀλλ’ οὐδὲ τὸν Πιττακόν ἔφη ζοφοδορπίδαν ὁ Ἀλκαῖος ὡς ὀψὲ δειπνοῦντα λέγεται προσειπεῖν, ἀλλ’ ὡς ἀδόξοις τὰ πολλὰ καὶ φαύλοις ἡδόμενον συμπόταις· τὸ μέντοι πρωίτερον δειπνεῖν ὄνειδος ἦν πάλαι, καὶ τὸ ἀκράτισμά φασιν οὕτω λέγεσθαι διὰ τὴν ἀκρασίαν. [Quaest. conv. 8.6.4] ὑπολαβὼν δ’ ὁ Θέων ἥκιστ’ εἶπεν εἰ δεῖ τοῖς τὸν ἀρχαῖον βίον διαμνημονεύουσι πιστεύειν. φασὶ γὰρ ἐκείνους, ἐργατικοὺς ἅμα καὶ σώφρονας ὄντας, ἕωθεν ἐσθίειν ἄρτον ἐν ἀκράτῳ, καὶ μηθὲν ἄλλο διὸ τοῦτο μὲν ἀκράτισμα καλεῖν διὰ τὸν ἄκρατον, ὄψον δὲ τὸ παρασκευαζόμενον εἰς δεῖπνον αὐτοῖς· ὀψὲ γὰρ δειπνεῖν ἀπὸ τῶν πράξεων γενομένους. ἐκ τούτου καὶ τὸ δεῖπνον καὶ τὸ ἄριστον, ἀφ’ ὅτου λάβοι τοὔνομα, ζήτησιν παρέσχε. καὶ τὸ μὲν ἄριστον ἐδόκει τῷ ἀκρατίσματι ταὐτὸν εἶναι, μαρτυρεῖ τῷ Ὁμήρῳ λέγοντι τοὺς περὶ τὸν Εὔμαιον ἐντύνοντας ἄριστον ἃμ ἠοῖ φαινομένῃφι καὶ πιθανὸν ἐδόκει διὰ τὴν ἑωθινὴν ὥραν ἄριστον ὠνομάσθαι, καθάπερ τὸ αὔριον. τὸ δὲ δεῖπνον, ὅτι τῶν πόνων διαναπαύει· πράξαντες γάρ τι δειπνοῦσιν ἢ μεταξὺ πράττοντες. ἔστι δὲ καὶ τοῦτο παρ’ Ὁμήρου λαβεῖν λέγοντος [Quaest. conv. 8.6.4b] ἦμος δὲ δρυτόμος περ ἀνὴρ ὡπλίσσατο δεῖπνον. [Quaest. conv. 8.6.4c] εἰ μὴ νὴ Δία τὸ ἄριστον αὐτόθεν ἀπραγμόνως προσφερόμενοι καὶ ῥᾳδίως ἀπὸ τῶν τυχόντων, τὸ δὲ δεῖπνον ἤδη παρεσκευασμένον, ἐκεῖνο μὲν ῥᾷστον, τοῦτο δ’ ὥσπερ διαπεπονημένον ἐκάλεσαν. [Quaest. conv. 8.6.5] ὑβριστὴς δ’ ὢν καὶ φιλόγελως φύσει ὁ ἀδελφὸς ἡμῶν Λαμπρίας ἔφη μυρίῳ τὰ Ῥωμαϊκὰ δείξειν οἰκειότερα τῶν Ἑλληνικῶν ὀνόματα, τοσαύτης ἀδείας τῷ φλυαρεῖν δεδομένης. τὸ μὲν γὰρ δεῖπνόν φασι κοῖνα διὰ τὴν κοινωνίαν καλεῖσθαι· καθ’ ἑαυτοὺς γὰρ ἠρίστων ἐπιεικῶς οἱ πάλαι Ῥωμαῖοι συνδειπνοῦντες τοῖς φίλοις. τὸ δ’ ἄριστον ἐκλήθη πράνδιον ἀπὸ τῆς ὥρας· ἔνδιον γὰρ τὸ δειλινόν, καὶ τὴν μετ’ ἄριστον ἀνάπαυσιν ἐνδιάζειν· ἢ πρωινήν τινα σημαίνοντες ἐδωδὴν ἢ τροφήν, ᾗ χρῶνται πρὶν ἐνδεεῖς γενέσθαι. καὶ μὴν ἵν’ ἀφῶ τὰ στρώματα ἔφη τὸν οἶνον, τὸ μέλι, τοὔλαιον, τὸ γεύσασθαι, τὸ προπιεῖν, ἕτερα πάμπολλα τοῖς αὐτοῖς ὀνόμασι καταφανῶς χρώμενα· τίς οὐκ ἂν εἴποι ἐπὶ κῶμον Ἑλληνικῶς κωμισσᾶτον λέγεσθαι, καὶ τὸ κεράσαι μισκῆραι καθ’ Ὅμηρον, [Quaest. conv. 8.6.5b] ἡ δ’ αὖτ’ ἐν κρητῆρι μελίφρονα οἶνον ἔμισγε [Quaest. conv. 8.6.5c] καί μῆνσαν μὲν τὴν τράπεζαν ἀπὸ τῆς ἐν μέσῳ θέσεως, πᾶνεμ δὲ τὸν ἄρτον ὡς ἀνιέντα τὴν πεῖναν τὸν δὲ στέφανον κορῶναν ἀπὸ τῆς κεφαλῆς, ὡς Ὅμηρος τὸ κράνος εἴκασέ που στεφάνῃ· τὸ δὲ καῖρε δέρε, καί δέντης τοὺς ὀδόντας, καί λάβρα τὰ χείλη ἀπὸ τοῦ λαμβάνειν τὴν βορὰν δι’ αὐτῶν; ἢ καὶ τούτων οὖν ἀκουστέον ἀγελαστὶ λεγομένων, ἢ μηδ’ ἐκείνοις εὐκόπως οὕτως διὰ τῶν ὀνομάτων ὥσπερ τριγχίων τὰ μὲν ἐκκόπτουσι μέρη τὰ δὲ καθαιροῦσι παραδύσεις διδῶμεν. [Quaest. conv. 8.7.1] Περὶ συμβόλων Πυθαγορικῶν, ἐν οἷς παρεκελεύοντο χελιδόνα οἰκίᾳ μὴ δέχεσθαι καὶ τὰ στρώματα συνταράττειν εὐθὺς ἀναστάντας. [Quaest. conv. 8.7.1b] Σύλλας ὁ Καρχηδόνιος εἰς Ῥώμην ἀφικομένῳ μοι διὰ χρόνου τὸ ὑποδεκτικόν, ὡς Ῥωμαῖοι καλοῦσι, καταγγείλας δεῖπνον ἄλλους τε τῶν ἑταίρων παρέλαβεν οὐ πολλοὺς καὶ Μοδεράτου τινὰ τοῦ Πυθαγορικοῦ μαθητήν, ὄνομα Λεύκιον, ἀπὸ Τυρρηνίας. οὗτος οὖν ὁρῶν Φιλῖνον τὸν ἡμέτερον ἐμψύχων ἀπεχόμενον, οἷον εἰκός, εἰς τοὺς Πυθαγόρου λόγους προήχθη· καὶ Τυρρηνὸν ἀπέφηνεν, οὐ πατρόθεν, ὥσπερ ἕτεροί τινες, ἀλλ’ αὐτὸν ἐν Τυρρηνίᾳ καὶ γεγονέναι καὶ τεθράφθαι καὶ πεπαιδεῦσθαι τὸν Πυθαγόραν ἰσχυριζόμενος οὐχ ἥκιστα τοῖς συμβόλοις, οἷόν ἐστι καὶ τὸ συνταράττειν ἀναστάντας ἐξ εὐνῆς τὰ στρώματα καὶ χύτρας τύπον ἀρθείσης ἐν σποδῷ μὴ ἀπολείπειν ἀλλὰ συγχεῖν, καὶ χελιδόνας οἰκίᾳ μὴ δέχεσθαι μηδὲ σάρον ὑπερβαίνειν μηδὲ γαμψώνυχον οἴκοι τρέφειν· ταῦτα γὰρ ἔφη τῶν Πυθαγορικῶν λεγόντων καὶ γραφόντων, μόνους ἔργῳ Τυρρηνοὺς ἐξευλαβεῖσθαι καὶ φυλάττειν. [Quaest. conv. 8.7.2] λεχθέντων δὲ τούτων ὑπὸ τοῦ Λευκίου, μάλιστα τὸ τῶν χελιδόνων ἀτοπίαν ἔχειν ἐδόκει, ζῷον ἀσινὲς καὶ φιλάνθρωπον εἴργεσθαι τοῖς γαμψωνύχοις ὁμοίως, ἀγριωτάτοις οὖσι καὶ φονικωτάτοις καὶ γὰρ ᾧ μόνῳ τινὲς τῶν παλαιῶν ᾤοντο λύειν τὸ σύμβολον, ὡς πρὸς τοὺς διαβόλους καὶ ψιθύρους τῶν συνήθων ᾐνιγμένον, οὐδ’ αὐτὸς ὁ Λεύκιος ἐδοκίμαζεν· ψιθυρισμοῦ μὲν γὰρ ἥκιστα χελιδόνι μέτεστι, λαλιᾶς δὲ καὶ πολυφωνίας οὐ μᾶλλον ἢ κίτταις καὶ πέρδιξι καὶ ἀλεκτορίσιν. ἆρ’ οὖν ὁ Σύλλας ἔφη διὰ τὸν μῦθον τὸν περὶ τὴν παιδοφονίαν ἀφοσιοῦνται τὰς χελιδόνας, ἄπωθεν ἡμᾶς πρὸς ἐκεῖνα τὰ πάθη διαβάλλοντες, ἐξ ὧν τὸν Τηρέα καὶ τὰς γυναῖκας τὰ μὲν δρᾶσαι τὰ δὲ παθεῖν ἄθεσμα καὶ σχέτλια λέγουσι, καὶ μέχρι νῦν Δαυλίδας ὀνομάζουσι τὰς ὄρνιθας; Γοργίας δ’ ὁ σοφιστής, χελιδόνος ἀφείσης ἐπ’ αὐτὸν ἀπόπατον, ἀναβλέψας πρὸς αὐτήν οὐ καλὰ ταῦτ’ εἶπεν ὦ Φιλομήλα ἢ καὶ τοῦτο κενόν ἐστι; τὴν γὰρ ἀηδόνα, ταῖς αὐταῖς τραγῳδίαις ἔνοχον οὖσαν, οὐκ ἀπείργουσιν οὐδὲ ξενηλατοῦσιν [Quaest. conv. 8.7.3] ἴσως ἔφην ἐγὼ καὶ ταῦτ’ ἔχει λόγον, ὦ Σύλλα. σκόπει δὲ μὴ πρῶτον μέν, ᾧ λόγῳ τὸ γαμψώνυχον οὐ προσίενται, τούτῳ καὶ ἡ χελιδὼν ἀδοξεῖ παρ’ αὐτοῖς· σαρκοφάγος γάρ ἐστι καὶ μάλιστα τοὺς τέττιγας, ἱεροὺς καὶ μουσικοὺς ὄντας, ἀποκτίννυσι καὶ σιτεῖται· καὶ πρόσγειος αὐτῆς ἡ πτῆσίς ἐστι, τὰ μικρὰ καὶ λεπτὰ τῶν ζῴων ἀγρευούσης, ὥς φησιν Ἀριστοτέλης· ἔπειτα μόνη τῶν ὁμωροφίων ἀσύμβολος ἐνοικεῖ καὶ ἀτελὴς ἐνδιαιτᾶται. καίτοι ὅ γε πελαργὸς οὔτε σκέπης μετέχων οὔτ’ ἀλέας οὔτ’ ἀδείας τινὸς ἢ βοηθείας παρ’ ἡμῖν, ἐπίβαθρόν τι γῆς δίδωσι· τὰ γὰρ ἐπίβουλα καὶ πολέμια τῶν ἀνθρώπων, φρύνους καὶ ὄφεις, ἀναιρεῖ περιιών· ἡ δὲ πάντων τυχοῦσα τούτων, ὅταν ἐκθρέψῃ καὶ τελειώσῃ τοὺς νεοσσούς, ἄπεισιν ἀχάριστος γενομένη καὶ ἄπυστος. ὃ δὲ δεινότατόν ἐστι, μόνα τῶν συνοίκων μυῖα καὶ χελιδὼν οὐχ ἡμεροῦται πρὸς ἄνθρωπον οὐδ’ ἀνέχεται ψαῦσιν οὐδ’ ὁμιλίαν οὐδὲ κοινωνίαν ἔργου τινὸς ἢ παιδιᾶς, ἡ μὲν μυῖα φοβουμένη τῷ πάσχειν κακῶς καὶ διασοβεῖσθαι πολλάκις, ἡ δὲ χελιδὼν τῷ φύσει μισάνθρωπος εἶναι καὶ δι’ ἀπιστίαν ἀτιθάσευτος ἀεὶ καὶ ὕποπτος. εἴπερ οὖν δεῖ τὰ τοιαῦτα μὴ κατ’ εὐθυωρίαν, ἀλλ’ ἀνακλάσαντας ὥσπερ ἐμφάσεις ἑτέρων ἐν ἑτέροις θεωρεῖν, παράδειγμα τὰς χελιδόνας τοῦ ἀβεβαίου καὶ ἀχαρίστου θέμενος οὐκ ἐᾷ τοὺς ἕνεκα καιροῦ προσφερομένους καὶ ὑποδυομένους ποιεῖσθαι συνήθεις ἐπὶ πλέον, ἑστίας καὶ οἴκου καὶ τῶν ἁγιωτάτων μεταδιδόντας. [Quaest. conv. 8.7.4] ταῦτ’ εἰπὼν ἐγώ μοι δοκῶ ποιῆσαι λόγων ἄδειαν· εὐθαρσῶς γὰρ ἤδη τοῖς ἄλλοις συμβόλοις προσῆγον, ἠθικὰς ἐπιεικῶς ποιούμενοι τὰς λύσεις αὐτῶν. τῆς μὲν γὰρ χύτρας τὸν τύπον ἔφη Φιλῖνος ἀφανίζειν αὐτούς, διδάσκοντας ὅτι δεῖ μηδὲν ὀργῆς ἔνδηλον ἀπολείπειν ἴχνος, ἀλλ’ ὅταν ἀναζέσασα παύσηται καὶ καταστῇ, πᾶσαν ἐξαληλίφθαι μνησικακίαν. ἡ δὲ τῶν στρωμάτων συντάραξις ἐνίοις μὲν ἐδόκει μηθὲν ἔχειν ἀποκεκρυμμένον, ἀλλ’ αὐτόθεν φαίνεσθαι τὸ μὴ πρέπον, ἀνδρὶ συγκεκοιμημένης γαμετῆς, χώραν ὁρᾶσθαι καὶ τύπον ὥσπερ ἐκμαγεῖον ἀπολειπόμενον. ὁ δὲ Σύλλας μᾶλλον εἴκαζε κοιμήσεως μεθημερινῆς ἀποτροπὴν εἶναι τὸ σύμβολον, ἀναιρουμένης ἕωθεν εὐθὺς τῆς πρὸς τὸν ὕπνον παρασκευῆς· ὡς νυκτὸς ἀναπαύεσθαι δεῖν, ἡμέρας δὲ πράττειν ἀναστάντας καὶ μὴ περιορᾶν οἷον ἴχνος πτώματος· οὐδὲν γὰρ ἀνδρὸς ὄφελος καθεύδοντος, ὥσπερ οὐδὲ τεθνηκότος. τούτοις δὲ συμμαρτυρεῖν ἐδόκει καὶ τὸ παρεγγυᾶν τοὺς Πυθαγορικοὺς τοῖς ἑταίροις μηδενὸς; ἀφαιρεῖν βάρος, συνεπιτιθέναι δὲ καὶ συνεπιφορτίζειν, ὡς μηδεμίαν σχολὴν μηδὲ ῥᾳστώνην ἀποδεχομένους. [Quaest. conv. 8.8.1] Διὰ τί μάλιστα οἱ Πυθαγορικοὶ ἐμψύχων τοὺς ἰχθῦς παρῃτοῦντο. [Quaest. conv. 8.8.1b] ἐπεὶ δὲ τούτων λεγομένων ὁ Λεύκιος οὔτε ψέγων οὔτ’ ἐπαινῶν, ἀλλ’ ἡσυχίαν ἄγων, σιγῇ δὲ καὶ καθ’ ἑαυτὸν ὁρῶν ἤκουεν, ὀνομαστὶ καλέσας τὸν Σύλλαν ὁ Ἐμπεδοκλῆς Λεύκιος εἶπεν ὁ ἑταῖρος εἰ μὲν ἄχθεται τοῖς λεγομένοις, ὥρα πεπαῦσθαι καὶ ἡμᾶς· εἰ δὲ ταῦτα τῶν ὑπὸ τὴν ἐχεμυθίαν ἐστίν, ἀλλ’ ἐκεῖνό γε δοκῶ μήτ’ ἄρρητον εἶναι μήτ’ ἀνέξοιστον πρὸς ἑτέρους, ὅτι δὴ μάλιστα τῶν ἰχθύων ἀπείχοντο· καὶ γὰρ ἱστορεῖται τοῦτο περὶ τῶν παλαιῶν Πυθαγορικῶν καὶ τοῦ καθ’ ἡμᾶς Ἀλεξικράτους ἐνέτυχον μαθηταῖς, ἄλλα μὲν ἔστιν ὅτε μετρίως προσφερομένοις καὶ νὴ Δία θύουσιν, ἰχθύος δὲ μὴ γεύσασθαι τὸ παράπαν ὑπομένουσιν. ἣν δὲ Τυνδάρης ὁ Λακεδαιμόνιος αἰτίαν … ἔλεγε δὲ τῆς ἐχεμυθίας τοῦτο γέρας εἶναι, τοὺς ἰχθῦς καλεῖν ἔλλοπας, οἷον ἰλλομένην τὴν ὄπα καὶ καθειργομένην ἔχοντας· καὶ τὸν ὁμώνυμον ἐμοὶ τῷ παυσαμένῳ Πυθαγορικῶς περαίνειν τὰ δόγματα στέγουσαι φρενὸς ἀλλ’ ὅπερ ἐλάσσω, καὶ ὅλως θεῖον ἡγεῖσθαι τὴν σιωπὴν τοὺς ἄνδρας, ἅτε δὴ καὶ τῶν θεῶν ἔργοις καὶ πράγμασιν ἄνευ φωνῆς ἐπιδεικνυμένων ἃ βούλονται τοῖς ξυνετοῖς. [Quaest. conv. 8.8.2] τοῦ δὲ Λευκίου πράως καὶ ἀφελῶς εἰπόντος, ὡς ὁ μὲν ἀληθὴς ἴσως λόγος καὶ νῦν ἀπόθετος καὶ ἀπόρρητος εἴη, τοῦ δὲ πιθανοῦ καὶ εἰκότος οὐ φθόνος ἀποπειρᾶσθαι· πρῶτος Θέων ὁ γραμματικὸς εἶπεν, ὅτι Τυρρηνὸν μὲν ἀποδεῖξαι Πυθαγόραν μέγ’ ἔργον εἴη καὶ οὐ ῥᾴδιον· Αἰγυπτίων δὲ τοῖς σοφοῖς συγγενέσθαι πολὺν χρόνον ὁμολογεῖται ζηλῶσαί τε πολλὰ καὶ δοκιμάσαι μάλιστα τῶν περὶ τὰς ἱερατικὰς ἁγιστείας, οἷόν ἐστι καὶ τὸ τῶν κυάμων οὔτε γὰρ σπείρειν οὔτε σιτεῖσθαι κύαμον Αἰγυπτίους, ἀλλ’ οὐδ’ ὁρῶντας ἀνέχεσθαί φησιν ὁ Ἡρόδοτος. ἰχθύων δὲ καὶ τοὺς ἱερεῖς ἴσμεν ἔτι νῦν ἀπεχομένους· ἁγνεύοντες δὲ καὶ τὸν ἅλα φεύγουσιν, ὡς μήτ’ ὄψον προσφέρεσθαι μήτ’ ἄλλο τι ἁλσὶ θαλαττίοις μεμιγμένον. ἄλλοι μὲν οὖν ἄλλας αἰτίας φέρουσιν· ἔστι δ’ ἀληθὴς μία, τὸ πρὸς τὴν θάλατταν ἔχθος, ὡς ἀσύμφυλον ἡμῖν καὶ ἀλλότριον μᾶλλον δ’ ὅλως πολέμιον τῇ φύσει τοῦ ἀνθρώπου στοιχεῖον. οὐ γὰρ τρέφεσθαι τοὺς θεοὺς ἀπ’ αὐτῆς, ὥσπερ οἱ Στωικοὶ τοὺς ἀστέρας ὑπολαμβάνουσιν, ἀλλὰ τοὐναντίον εἰς ταύτην ἀπόλλυσθαι τὸν πατέρα καὶ σωτῆρα τῆς χώρας, ὃν Ὀσίριδος ἀπορροὴν ὀνομάζουσι. καὶ θρηνοῦντες τὸν ἐν τοῖς ἀριστεροῖς μέρεσι γεννώμενον ἐν δὲ τοῖς δεξιοῖς φθειρόμενον, αἰνίττονται τὴν τοῦ Νείλου τελευτὴν καὶ φθορὰν ἐν τῇ θαλάττῃ γιγνομένην. ὅθεν οὔτε τὸ ὕδωρ πότιμον αὐτῆς, οὔθ’ ὧν τρέφει τι καὶ γεννᾷ καθαρὸν ἡγοῦνται καὶ οἰκεῖον, οἷς μήτε πνεύματος κοινοῦ μήτε συμφύλου νομῆς μέτεστιν, ἀλλ’ ὁ σῴζων πάντα τἄλλα καὶ τρέφων ἀήρ, ἐκείνοις ὀλέθριός ἐστιν, ὡς παρὰ φύσιν καὶ χρείαν γεγονόσι καὶ ζῶσιν. οὐ δεῖ δὲ θαυμάζειν, εἰ τὰ ζῷα διὰ τὴν θάλατταν ἀλλότρια καὶ οὐκ ἐπιτήδεια καταμίγνυσθαι εἰς αἷμα καὶ πνεῦμα νομίζουσιν αὑτῶν, οἵ γε μηδὲ τοὺς κυβερνήτας ἀξιοῦσι προσαγορεύειν ἀπαντῶντες, ὅτι τὸν βίον ἀπὸ θαλάττης ἔχουσι. [Quaest. conv. 8.8.3] ταῦτ’ ἐπαινέσας ὁ Σύλλας προσεῖπε περὶ τῶν Πυθαγορικῶν, ὡς μάλιστα μὲν ἐγεύοντο τῶν ἱεροθύτων ἀπαρξάμενοι τοῖς θεοῖς· ἰχθύων δὲ θύσιμος οὐδεὶς οὐδ’ ἱερεύσιμός ἐστιν. ἐγὼ δέ, παυσαμένων ἐκείνων, Αἰγυπτίοις μὲν ἔφην ὑπὲρ τῆς θαλάττης πολλοὺς μαχεῖσθαι καὶ φιλοσόφους καὶ ἰδιώτας, ἐκλογιζομένους ὅσοις ἀγαθοῖς εὐπορώτερον καὶ ἡδίω τὸν βίον ἡμῶν πεποίηκεν. ἡ δὲ τῶν Πυθαγορικῶν πρὸς τὸν ἰχθῦν ἐκεχειρία διὰ τὸ μὴ σύμφυλον ἄτοπος καὶ γελοία μᾶλλον δ’ ἀνήμερος ὅλως καὶ Κυκλώπειόν τι τοῖς ἄλλοις γέρας νέμουσα τῆς συγγενείας καὶ τῆς οἰκειότητος, ὀψοποιουμένοις καὶ ἀναλισκομένοις ὑπ’ αὐτῶν. καίτοι βόλον ἰχθύων πρίασθαι ποτέ φασι τὸν Πυθαγόραν, εἶτ’ ἀφεῖναι κελεῦσαι τὴν σαγήνην, οὐχ ὡς ἀλλοφύλων καὶ πολεμίων ἀμελήσαντα τῶν ἰχθύων ἀλλ’ ὡς ὑπὲρ φίλων καὶ οἰκείων γεγονότων αἰχμαλώτων λύτρα καταβαλόντα. [Quaest. conv. 8.8.3b] διὸ τοὐναντίον ἔφην ὑπονοεῖν τῶν ἀνδρῶν ἡ ἐπιείκεια καὶ πραότης δίδωσι, μήποτ’ ἄρα μελέτης ἕνεκεν τοῦ δικαίου καὶ συνηθείας ἐφείδοντο μάλιστα τῶν ἐναλίων, ὡς τἄλλα μὲν αἰτίαν ἁμωσγέπως παρέχοντα τοῦ κακῶς πάσχειν τἀνθρώπῳ, τοὺς δ’ ἰχθῦς οὐδὲν ἀδικοῦντας ἡμᾶς, οὐδ’ εἰ πάνυ πεφύκασι δυναμένους. πάρεστι δὲ τῶν τε λόγων καὶ τῶν ἱερῶν εἰκάζειν τοῖς παλαιοῖς, ὡς οὐ μόνον ἐδωδὴν ἀλλὰ καὶ φόνον ζῴου μὴ βλάπτοντος ἔργον ἐναγὲς καὶ ἄθεσμον ἐποιοῦντο· πλήθει δ’ ἐπιχεομένῳ καθειργόμενοι, καὶ χρησμοῦ τινος, ὥς φασιν, ἐκ Δελφῶν ἐπικελευσαμένου τοῖς καρποῖς ἀρήγειν φθειρομένοις, ἤρξαντο μὲν καθιερεύειν· ἔτι δ’ ὅμως ταραττόμενοι καὶ δειμαίνοντες ἔρδειν μὲν ἐκάλουν καὶ ῥέζειν, ὥς τι μέγα δρῶντες τὸ θύειν ἔμψυχον· ἄχρι δὲ νῦν παραφυλάττουσιν ἰσχυρῶς τὸ μὴ σφάττειν, πρὶν ἐπινεῦσαι κατασπενδόμενον. οὕτως εὐλαβεῖς πρὸς ἅπασαν ἀδικίαν ἦσαν. καίτοι, ἵνα τἄλλα· ἐάσωμεν, εἰ μόνον ἀλεκτορίδων ἀπείχοντο πάντες ἢ δασυπόδων, οὐκ ἂν ἦν χρόνου βραχέος ὑπὸ πλήθους οὔτε πόλιν οἰκεῖν οὔτε καρπῶν ὄνασθαι· διὸ τῆς ἀνάγκης ἐπαιγούσης τὸ πρῶτον, ἤδη καὶ δι’ ἡδονὴν ἔργον ἐστὶ παῦσαι τὴν σαρκοφαγίαν. τὸ δὲ τῶν θαλαττίων γένος οὔτ’ ἀέρα τὸν αὐτὸν οὔθ’ ὕδωρ ἀναλίσκον ἡμῖν οὐδὲ καρποῖς προσιόν, ἀλλ’ ὥσπερ ἑτέρῳ κόσμῳ περιεχόμενον καὶ χρώμενον ὅροις ἰδίοις, οὓς ὑπερβαίνουσιν αὐτοῖς ἐπίκειται δίκη ὁ θάνατος, οὔτε μικρὰν οὔτε μεγάλην τῇ γαστρὶ πρόφασιν κατ’ αὐτῶν δίδωσιν· ἀλλὰ παντὸς ἰχθύος ἄγρα καὶ σαγηνεία λαιμαργίας καὶ φιλοψίας περιφανῶς ἔργον ἐστίν, ἐπ’ οὐδενὶ δικαίῳ ταραττούσης τὰ πελάγη καὶ καταδυομένης εἰς τὸν βυθόν. οὔτε γὰρ τρίγλαν ἔστι δήπου ληιβότειραν οὔτε σκάρον τρυγηφάγον οὔτε κεστρεῖς τινας ἢ λάβρακας σπερμολόγους προσειπεῖν, ὡς τὰ χερσαῖα κατηγοροῦντες ὀνομάζομεν ἀλλ’ οὐδ’ ὅσα γαλῇ καὶ μυίᾳ κατοικιδίῳ μικρολόγως ἐγκαλοῦμεν ἔχοι τις ἂν αἰτιάσασθαι τὸν μέγιστον ἰχθῦν. ὅθεν ἀνείργοντες ἑαυτοὺς οὐ νόμῳ μόνῳ τῆς πρὸς ἄνθρωπον ἀδικίας ἀλλὰ καὶ φύσει τῆς πρὸς ἅπαν τὸ μὴ βλάπτον, ἥκιστα τῶν ὄψων ἐχρῶντο τοῖς ἰχθύσιν ἢ τὸ παράπαν οὐκ ἐχρῶντο· καὶ γὰρ ἄνευ τῆς ἀδικίας ἀκρασίαν τινὰ καὶ λιχνείαν ἐμφαίνειν ἔοικεν ἡ περὶ ταῦτα πραγματεία πολυτελὴς οὖσα καὶ περίεργος. ὅθεν Ὅμηρος οὐ μόνον τοὺς Ἕλληνας ἰχθύων ἀπεχομένους πεποίηκε παρὰ τὸν Ἑλλήσποντον στρατοπεδεύοντας, ἀλλ’ οὐδ’ ἁβροβίοις Φαίαξιν οὐδὲ τοῖς ἀσώτοις μνηστῆρσιν, ἀμφοτέροις οὖσι νησιώταις, θαλάττιον παρατέθεικεν ὄψον· οἱ δ’ Ὀδυσσέως ἑταῖροι, τοσαύτην πλέοντες θάλατταν, οὐδαμοῦ καθῆκαν ἄγκιστρον οὐδὲ πόρκον οὐδὲ δίκτυον, ἀλφίτων παρόντων· [Quaest. conv. 8.8.3c] ἀλλ’ ὅτε δὴ νηὸς ἐξέφθιτο ἤια πάντα, [Quaest. conv. 8.8.3d] μικρὸν ἔμπροσθεν ἢ ταῖς τοῦ Ἡλίου βουσὶν ἐπιχειρεῖν, ἰχθῦς ἀγρεύοντες, οὐκ ὄψον ἀλλὰ τροφὴν ἀναγκαίαν ἐποιοῦντο [Quaest. conv. 8.8.3e] γναμπτοῖς ἀγκίστροισιν ἔτειρε δὲ γαστέρα λιμὸς [Quaest. conv. 8.8.3f] ὑπὸ τῆς αὐτῆς ἀνάγκης ἰχθύσι τε χρωμένων καὶ τὰς τοῦ Ἡλίου βοῦς κατεσθιόντων. ὅθεν οὐ παρ’ Αἰγυπτίοις μόνον οὐδὲ Σύροις, ἀλλὰ καὶ παρ’ Ἕλλησι γέγονεν ἁγνείας μέρος ἀποχὴ ἰχθύων, μετὰ τοῦ δικαίου καὶ τὸ περίεργον οἶμαι τῆς βρώσεως ἀποδιοπομπουμένοις. [Quaest. conv. 8.8.4] ὑπολαβὼν δ’ ὁ Νέστωρ τῶν δ’ ἐμῶν ἔφη πολιτῶν ὥσπερ Μεγαρέων οὐδεὶς λόγος· καίτοι πολλάκις ἀκήκοας ἐμοῦ λέγοντος, ὅτι ἀεὶ οἱ τοῦ Ποσειδῶνος ἱερεῖς, οὓς ἱερομνήμονας καλοῦμεν, ἰχθῦς οὐκ ἐσθίουσιν ὁ γὰρ θεὸς λέγεται φυτάλμιος. οἱ δ’ ἀφ’ Ἕλληνος τοῦ παλαιοῦ καὶ πατρογενίῳ Ποσειδῶνι θύουσιν, ἐκ τῆς ὑγρᾶς τὸν ἄνθρωπον οὐσίας φῦναι δοξάζοντες, ὡς καὶ Σύροι· διὸ καὶ σέβονται τὸν ἰχθῦν, ὡς ὁμογενῆ καὶ σύντροφον, ἐπιεικέστερον Ἀναξιμάνδρου φιλοσοφοῦντες· οὐ γὰρ ἐν τοῖς αὐτοῖς ἐκεῖνος ἰχθῦς καὶ ἀνθρώπους, ἀλλ’ ἐν ἰχθύσιν ἐγγενέσθαι τὸ πρῶτον ἀνθρώπους ἀποφαίνεται, καὶ τραφέντας ὥσπερ οἱ γαλεοὶ καὶ γενομένους ἱκανοὺς ἑαυτοῖς βοηθεῖν ἐκβῆναι τηνικαῦτα καὶ γῆς λαβέσθαι. καθάπερ οὖν τὸ πῦρ τὴν ὕλην, ἐξ ἧς ἀνήφθη, μητέρα καὶ πατέρ’ οὖσαν, ἤσθιεν, ὡς ὁ τὸν Κήυκος γάμον εἰς τὰ Ἡσιόδου παρεμβαλὼν εἴρηκεν οὕτως ὁ Ἀναξίμανδρος τῶν ἀνθρώπων πατέρα καὶ μητέρα κοινὸν ἀποφήνας τὸν ἰχθῦν διέβαλεν πρὸς τὴν βρῶσιν. [Quaest. conv. 8.9.1] Εἰ δυνατόν ἐστι συστῆναι νοσήματα καινὰ καὶ δι’ ἃς αἰτίας. [Quaest. conv. 8.9.1b] φίλων ὁ ἰατρὸς διεβεβαιοῦτο τὴν καλουμένην ἐλεφαντίασιν οὐ πρὸ πολλοῦ πάνυ χρόνου γνώριμον γεγονέναι· μηδένα γὰρ τῶν παλαιῶν ἰατρῶν τοῦ πάθους τούτου πεποιῆσθαι λόγον, εἰς ἕτερα μικρὰ καὶ γλίσχρα καὶ δυσθεώρητα τοῖς πολλοῖς ἐνταθέντας. ἐγὼ δὲ καὶ μάρτυν αὐτῷ παρεῖχον ἐκ φιλοσοφίας Ἀθηνόδωρον, ἐν τῷ προτέρῳ τῶν Ἐπιδημιῶν ἱστοροῦντα πρῶτον ἐν τοῖς κατ’ Ἀσκληπιάδην χρόνοις οὐ μόνον τὴν ἐλεφαντίασιν ἀλλὰ καὶ τὸν ὑδροφόβαν ἐκφανῆ γενέσθαι. θαυμάζοντες οὖν οἱ παρόντες, εἰ νέα πάθη τότε πρῶτον ἔσχεν ἐν τῇ φύσει γένεσιν καὶ σύστασιν, οὐχ ἧττον ᾤοντο θαυμάσιον εἶναι τὸ λαθεῖν τηλικαῦτα συμπτώματα χρόνον τοσοῦτον· ἐρρύησαν δέ πως μᾶλλον οἱ πλείους ἐπὶ τὸ δεύτερον ὡς ἀνθρώπινον μᾶλλον· ἥκιστα τὴν φύσιν ἔν γε τούτοις φιλόκαινον εἶναι καὶ νέων πραγμάτων ὥσπερ ἐν πόλει τῷ, σώματι δημιουργὸν ἀξιοῦντες. [Quaest. conv. 8.9.2] ὁ δὲ Διογενιανὸς ἔφη καὶ τὰ τῆς ψυχῆς νοσήματα καὶ πάθη κοινήν τινα καὶ πάτριον ὁδὸν βαδίζειν. καίτοι παντοδαπὸν μέν εἶπεν ἡ μοχθηρία καὶ πολύτολμον, αὐτοκρατὲς δ’ ἡ ψυχὴ καὶ κύριον ὑφ’ αὑτῆς, εἰ βούλοιτο, μεταβάλλειν καὶ τρέπεσθαι ῥᾳδίως· ἔχει δέ τινα τάξιν τὸ ἄτακτον αὐτῆς καὶ τὰ μέτρα τηρεῖ τοῖς πάθεσιν, ὥσπερ ἡ θάλαττα ταῖς ὑπερεκχύσεσι, καὶ καινὸν οὐδὲν οὐδὲ τοῖς παλαιοῖς ἀνιστόρητον ἐξήνθηκε κακίας εἶδος· ἀλλὰ πολλαὶ μὲν ἐπιθυμιῶν διαφοραί, μυρία δὲ κινήματα φόβου καὶ σχήματα· τὰς δὲ λύπης καὶ ἡδονῆς μορφὰς ἔργον ἐστὶ μὴ ἀπειπεῖν ἐξαριθμούμενον· [Quaest. conv. 8.9.2b] οὐ μέν τι νῦν γε κἀχθές, ἀλλ’ ἀεί ποτε ζῇ ταῦτα, κοὐδεὶς οἶδεν ἐξ ὅτου φάνη· [Quaest. conv. 8.9.2c] πόθεν γε δὴ σώματι νόσημα καινὸν ἢ πάθος ὀψίγονον, ἰδίαν μὲν ὥσπερ ἡ ψυχὴ κινήσεως ἀρχὴν οἴκοθεν οὐκ ἔχοντι, συνημμένῳ δὲ κοιναῖς πρὸς τὴν φύσιν αἰτίαις καὶ κεκραμένῳ κρᾶσιν, ἧς καὶ τὸ ἀόριστον ἐντὸς ὅρων πλανᾶται, καθάπερ πλοῖον ἐν περιδρόμῳ σαλεῦον; οὔτε γὰρ ἀναίτιος νόσου σύστασίς ἐστι, τὴν ἐκ μὴ ὄντος παρανόμως ἐπεισάγουσα γένεσιν καὶ δύναμιν τοῖς πράγμασιν αἰτίαν τε καινὴν ἔργον ἐξευρεῖν, μὴ καινὸν ἀέρα καὶ ξένον ὕδωρ καὶ τροφὰς ἀγεύστους τοῖς πρότερον ἐξ ἑτέρων τινῶν κόσμων ἢ μετακοσμίων ἀποφήναντι δεῦρο νῦν πρῶτον ἐπιρρεούσας. ἐκ τούτων γὰρ νοσοῦμεν οἷς καὶ ζῶμεν, ἴδια δὲ σπέρματα νόσων οὐκ ἔστιν· ἀλλ’ αἱ τούτων μοχθηρίαι πρὸς ἡμᾶς καὶ αἱ ἡμῶν περὶ ταῦτα πλημμέλειαι τὴν φύσιν ἐπιταράττουσιν αἱ δὲ ταραχαὶ διαφορὰς ἀιδίους ἔχουσι πολλάκις νέοις χρωμένας ὀνόμασι· τὰ γὰρ ὀνόματα τῆς συνηθείας ἐστὶ τὰ δὲ πάθη τῆς φύσεως ὅθεν ἐν ἀφωρισμένοις τούτοις ἐκεῖνα ποικιλλόμενα τὴν ἀπάτην πεποίηκεν. ὡς δὲ τοῖς τοῦ λόγου μορίοις καὶ ταῖς πρὸς ἄλληλα τούτων συντάξεσι καινὸν ἐγγενέσθαι βαρβαρισμὸν ἢ σολοικισμὸν ἐξαίφνης δυνατόν ἐστιν, οὕτως αἱ τοῦ σώματος κράσεις ὡρισμένας ἔχουσι τὰς ὀλισθήσεις καὶ παραβάσεις, τρόπον τινὰ τῇ φύσει καὶ τῶν παρὰ φύσιν ἐμπεριεχομένων. ταύτῃ γε κομψοὶ καὶ οἱ μυθογράφοι· τὰ γὰρ παντάπασιν ἔκφυλα καὶ τεράστια τῶν ζῴων γενέσθαι λέγουσιν ἐν τῇ γιγαντομαχίᾳ, τῆς σελήνης ἐκτρεπομένης καὶ τὰς ἀνατολὰς οὐχ ὅθεν εἴωθε ποιουμένης· οἱ δὲ καινὰ νοσήματα τὴν φύσιν ὥσπερ τέρατα γεννᾶν ἀξιοῦσι, μήτε πιθανὴν μήτ’ ἀπίθανον αἰτίαν τῆς ἐξαλλαγῆς πλάσσοντες, ἀλλὰ τὸ ἄγαν καὶ τὸ μᾶλλον ἐνίων παθῶν καινότητα καὶ διαφορὰν ἀποφαίνοντες· οὐκ ὀρθῶς, ὦ μακάριε Φίλων ἐπίτασις γὰρ καὶ αὔξησις μέγεθος ἢ πλῆθος προστίθησι, τοῦ δὲ γένους οὐκ ἐκβιβάζει τὸ ὑποκείμενον· ὥσπερ οὐδὲ τὴν ἐλεφαντίασιν οἴομαι σφοδρότητα τῶν ψωρικῶν τινος τούτων οὖσαν οὐδὲ τὸν ὑδροφόβαν τῶν στομαχικῶν ἢ τῶν μελαγχολικῶν. καίτοι τοῦτό γε θαυμαστόν, εἰ μηδ’ Ὅμηρος ἀγνοῶν ἐλάνθανεν ὑμᾶς· τὸν γάρ λυσσητῆρα κύνα δῆλός ἐστιν ἀπὸ τοῦ πάθους τούτου προσαγορεύων, ἀφ’ οὗ καὶ ἄνθρωποι λυσσᾶν λέγονται. [Quaest. conv. 8.9.3] ταῦτα τοῦ Διογενιανοῦ διελθόντος, ὁ Φίλων αὐτός τε μέτρια διελέχθη πρὸς τὸν λόγον αὐτοῦ, κἀμὲ συνειπεῖν παρεκάλει τοῖς ἀρχαίοις ἰατροῖς, ὡς ἀμελείας ἢ ἀγνοίας τῶν μεγίστων ὀφλισκάνουσιν, εἴ γε μὴ ταῦτα τὰ πάθη νεώτερα φαίνεται τῆς ἐκείνων ἡλικίας. πρῶτον οὖν ὁ Διογενιανὸς οὐκ ὀρθῶς ἀξιοῦν ἔδοξεν ἡμῖν τὰς ἐπιτάσεις καὶ ἀνέσεις μὴ ποιεῖν διαφορὰς μηδὲ τοῦ γένους ἐκβιβάζειν· οὕτω γὰρ οὔτ’ ὄξος ὀξίνου φήσομεν διαφέρειν οὔτε πικρότητα στρυφνότητος; οὔτε πυρῶν αἴραν οὔτε μίνθον ἡδυόσμων. καίτοι περιφανῶς ἐκστάσεις αὗται καὶ μεταβολαὶ ποιοτήτων εἰσίν, αἱ μὲν ἀνέσεις μαραινομένων αἱ δ’ ἐπιτάσεις σφοδρυνομένων· ἢ μηδὲ φλόγα πνεύματος λεπτοῦ μηδὲ φλογὸς αὐγὴν μηδὲ πάχνην δρόσου μηδὲ χάλαζαν ὄμβρου διαφέρειν λέγωμεν, ἀλλ’ ἐπιτάσεις εἶναι ταῦτα πάντα καὶ σφοδρότητας· ὥρα δὲ καὶ τυφλότητα μηθὲν ἀμβλυωπίας φάναι διαφέρειν μηδὲ ναυτίας χολέραν, ἀλλὰ τῷ μᾶλλον καὶ ἧττον παραλλάττειν. καίτοι ταῦτα πρὸς λόγον οὐθέν ἐστιν· ἂν γὰρ αὐτὴν λέγωσι δεξάμενοι τὴν ἐπίτασιν καὶ τὴν σφοδρότητα νῦν γεγονέναι, πρῶτον, ἐν ποσῷ γιγνομένης τῆς καινότητος οὐκ ἐν ποιῷ, μένει τὸ παράδοξον ὁμοίως· ἔπειτα τοῦ Σοφοκλέους ἐπὶ τῶν, ὅτι μὴ πρότερον ἦν, ἀπιστουμένων, εἰ γέγονε νῦν, οὐ φαύλως εἰπόντος [Quaest. conv. 8.9.3b] ἅπαντα τἀγένητα πρῶτον ἦλθ’ ἅπαξ [Quaest. conv. 8.9.3c] δοκεῖ καὶ λόγον ἔχειν τὸ μὴ δρόμῳ, καθάπερ ὕσπληγος μιᾶς πεσούσης, ἐκδραμεῖν τὰ πάθη πρὸς τὴν γένεσιν, ἄλλων δ’ ἄλλοις ἀεὶ κατόπιν ἐπιγιγνομένων, ἕκαστον ἐν χρόνῳ τινὶ λαβεῖν τὴν πρώτην γένεσιν. εἰκάσαι δ’ ἄν τις ἔφην ἐγὼ τὰ μὲν ἀπ’ ἐνδείας ὅσα τε καῦμα προσπῖπτον ἢ ψῦχος ἐμποιεῖ, ταῦτα πρῶτον τοῖς σώμασι παραγενέσθαι· πλησμονὰς δὲ καὶ θρύψεις καὶ ἡδυπαθείας ὕστερον ἐπελθεῖν μετ’ ἀργίας καὶ σχολῆς δι’ ἀφθονίαν τῶν ἀναγκαίων πολὺ περίττωμα ποιούσας καὶ πονηρόν, ἐν ᾧ ποικίλα νοσημάτων εἴδη παντοδαπάς τε τούτων ἐπιπλοκὰς πρὸς ἀλλήλας καὶ μίξεις ἀεί τι νεωτερίζειν. τὸ μὲν γὰρ κατὰ φύσιν τέτακται καὶ διώρισται, τάξις γὰρ ἢ τάξεως ἔργον ἡ φύσις· ἡ δ’ ἀταξία καθάπερ ἡ Πινδαρικὴ ψάμμος ἀριθμὸν περιπέφευγε, καὶ τὸ παρὰ τὴν φύσιν εὐθὺς ἀόριστον καὶ ἄπειρόν ἐστιν. ἀληθεύειν μὲν γὰρ ἁπλῶς ψεύδεσθαι δ’ ἀπειραχῶς παρέχει τὰ πράγματα· καὶ ῥυθμοὶ καὶ ἁρμονίαι λόγους ἔχουσιν· ἃ δὲ πλημμελοῦσιν ἄνθρωποι περὶ λύραν καὶ ᾠδὴν καὶ ὄρχησιν, οὐκ ἄν τις περιλάβοι. καίτοι καὶ Φρύνιχος ὁ τῶν τραγῳδιῶν ποιητὴς περὶ αὑτοῦ φησιν ὅτι [Quaest. conv. 8.9.3d] σχήματα δ’ ὄρχησις τόσα μοι πόρεν, ὅσσ’ ἐνὶ πόντῳ κύματα ποιεῖται χείματι νὺξ ὀλοή. [Quaest. conv. 8.9.3e] καὶ Χρύσιππος τὰς ἐκ δέκα μόνων ἀξιωμάτων συμπλοκὰς πλήθει φησὶν ἑκατὸν μυριάδας ὑπερβάλλειν. ἀλλὰ τοῦτο μὲν ἤλεγξεν Ἵππαρχος, ἀποδείξας ὅτι τὸ μὲν καταφατικὸν περιέχει συμπεπλεγμένων μυριάδας δέκα καὶ πρὸς ταύταις χίλια τεσσαράκοντα ἐννέα· τὸ δ’ ἀποφατικὸν αὐτοῦ μυριάδας τριάκοντα μίαν καὶ πρὸς ταύταις ἐνακόσια πεντήκοντα δύο. Ξενοκράτης δὲ τὸν τῶν συλλαβῶν ἀριθμόν, ὃν τὰ στοιχεῖα μιγνύμενα πρὸς ἄλληλα παρέχει, μυριάδων ἀπέφηνεν εἰκοσάκις καὶ μυριάκις μυρίων. τί δὴ θαυμαστόν ἐστιν εἰ, τοσαύτας μὲν ἐν ἑαυτῷ τοῦ σώματος δυνάμεις ἔχοντος, τοσαύτας δὲ διὰ σίτων καὶ ποτῶν ἐπεισαγομένου ποιότητας ἑκάστοτε, χρωμένου δὲ κινήσεσι καὶ μεταβολαῖς μήτε καιρὸν ἕνα μήτε τάξιν ἀεὶ μίαν ἐχούσαις, αἱ πρὸς ἀλλήλας συμπλοκαὶ τούτων ἁπάντων ἔστιν ὅτε καινὰ καὶ ἀσυνήθη νοσήματα φέρουσιν, οἷον ὁ Θουκυδίδης ἱστορεῖ τὸν Ἀθήνησι λοιμὸν γενέσθαι, τεκμαιρόμενος αὐτοῦ τὸ μὴ σύντροφον μάλιστα τῷ τὰ σαρκοφάγα μὴ γεύεσθαι τῶν νεκρῶν; οἱ δὲ περὶ τὴν Ἐρυθρὰν θάλασσαν νοσήσαντες, ὡς Ἀγαθαρχίδας ἱστόρηκεν, ἄλλοις τε συμπτώμασιν ἐχρήσαντο καινοῖς καὶ ἀνιστορήτοις, καὶ δρακόντια μικρὰ τὰς κνήμας διεσθίοντα καὶ τοὺς βραχίονας ἐξέκυψεν, ἁψαμένων δ’ αὖθις ἀνεδύετο καὶ φλεγμονὰς ἀκαρτερήτους ἐνειλούμενα τοῖς μυώδεσι παρεῖχεν καὶ τοῦτο τὸ πάθος οὔτε πρότερον οἶδεν οὐδεὶς οὔτε ὕστερον ἄλλοις ἀλλ’ ἐκείνοις γε μόνοις γενόμενον, ὡς ἕτερα πολλά. καὶ γὰρ ἐν δυσουρίᾳ τις γενόμενος πολὺν χρόνον ἐξέδωκε κριθίνην καλάμην γόνατ’ ἔχουσαν. καὶ τὸν ἡμέτερον ξένον Ἔφηβον Ἀθήνησιν ἴσμεν ἐκβάλλοντα μετὰ πολλοῦ σπέρματος θηρίδιον δασὺ καὶ πολλοῖς ποσὶ ταχὺ βαδίζον. τὴν δὲ Τίμωνος ἐν Κιλικίᾳ τήθην Ἀριστοτέλης ἱστόρηκε φωλεύειν τοῦ ἔτους ἑκάστου δύο μῆνας, μηδενὶ πλὴν μόνῳ τῷ ἀναπνεῖν, ὅτι ζῇ, διάδηλον οὖσαν. καὶ μὴν ἔν γε τοῖς Μενωνείοις σημεῖον ἡπατικοῦ πάθους ἀναγέγραπται τὸ τοὺς κατοικιδίους μῦς ἐπιμελῶς· παραφυλάττειν καὶ διώκειν· ὃ νῦν οὐδαμοῦ γιγνόμενον ὁρᾶται. [Quaest. conv. 8.9.3f] διὸ μὴ θαυμάζωμεν, ἂν γένηταί τι τῶν οὐ πρότερον ὄντων, μηδ’ εἴ τι τῶν πρότερον ὄντων ὕστερον ἐκλέλοιπεν· αἰτία γὰρ ἡ τῶν σωμάτων φύσις, ἄλλην ἄλλοτε λαμβάνουσα κρᾶσιν. τὸ μὲν οὖν ἀέρα καινὸν ἐπεισάγειν ἢ ξένον ὕδωρ, εἰ μὴ βούλεται Διογενιανός, ἐάσωμεν καίτοι τούς γε Δημοκριτείους ἴσμεν καὶ λέγοντας καὶ γράφοντας, ὅτι καὶ κόσμων ἐκτὸς φθαρέντων καὶ σωμάτων ἀλλοφύλων ἐκ τῆς ἀπορροῆς ἐπιρρεόντων, ἐνταῦθα πολλάκις ἀρχαὶ παρεμπίπτουσι λοιμῶν καὶ παθῶν οὐ συνήθων. ἐάσωμεν δὲ καὶ τὰς φθορὰς τὰς κατὰ μέρος παρ’ ἡμῖν ὑπό τε σεισμῶν καὶ αὐχμῶν καὶ ὄμβρων, αἷς καὶ τὰ πνεύματα καὶ τὰ νάματα γηγενῆ φύσιν ἔχοντα συννοσεῖν ἀνάγκη καὶ συμμεταβάλλειν. ἀλλὰ περὶ τὰ σιτία καὶ τὰ ὄψα καὶ τὰς ἄλλας διαίτας τοῦ σώματος ἐξαλλαγήν, ὅση γέγονεν, οὐ παραλειπτέον· πολλὰ γὰρ τῶν ἀγεύστων καὶ ἀβρώτων πρότερον ἥδιστα νῦν γέγονεν, ὥσπερ οἰνόμελι καὶ μήτρα· λέγουσι δὲ μηδ’ ἐγκέφαλον ἐσθίειν τοὺς παλαιούς· διὸ καὶ Ὅμηρον εἰπεῖν τίω δέ μιν ἐν καρὸς αἴσῃ, τὸν ἐγκέφαλον οὕτω, διὰ τὸ ῥίπτειν καὶ ἀποβάλλειν μυσαττομένους, προσειπόντα· σικύου δὲ πέπονος καὶ μήλου Μηδικοῦ καὶ πεπέρεως πολλοὺς ἴσμεν ἔτι τῶν πρεσβυτέρων γεύσασθαι μὴ δυναμένους. ὑπό τε δὴ τούτων εἰκός ἐστι ξενοπαθεῖν τὰ σώματα καὶ παραλλάττειν ταῖς κράσεσιν ἡσυχῆ ποιότητα καὶ περίττωμα ποιούντων ἴδιον, τήν τε τάξιν αὖ τῶν ἐδεστῶν καὶ μετακόσμησιν οὐ μικρὰν ἔχειν διαφοράν. αἱ γὰρ καλούμεναι ψυχραὶ τράπεζαι πρότερον, ὀστρέων, ἐχίνων, ὠμῶν λαχάνων, ὥσπερ ἐλαφρῶν ὁ Πλάτων, ἀπ’ οὐρᾶς ἐπὶ στόμα μεταχθεῖσαι τὴν πρώτην ἀντὶ τῆς ἐσχάτης τάξιν ἔχουσι. μέγα δὲ καὶ τὸ τῶν καλουμένων προπωμάτων· οὐδὲ γὰρ ὕδωρ οἱ παλαιοὶ πρὶν ἐντραγεῖν ἔπινον· οἱ δὲ νῦν ἄσιτοι προμεθυσθέντες ἅπτονται τῆς τροφῆς διαβρόχῳ τῷ σώματι καὶ ζέοντι, λεπτὰ καὶ τομὰ καὶ ὀξέα προσφέροντες ὑπέκκαυμα τῆς ὀρέξεως, εἶθ’ οὕτως ἐμφορούμενοι τῶν ἄλλων. οὐδενὸς δὲ πρὸς μεταβολὴν καὶ τὸ ποιῆσαι νοσημάτων καινῶν γένεσιν ἀσθενέστερόν ἐστιν ἡ περὶ τὰ λουτρὰ τῆς σαρκὸς πολυπάθεια καθάπερ σιδήρου πυρὶ μαλασσομένης καὶ ῥεούσης, εἶτα βαφὴν ὑπὸ ψυχροῦ καὶ στόμωσιν ἀναδεχομένης· [Quaest. conv. 8.9.3g] ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσι· [Quaest. conv. 8.9.3h] τοῦτο γὰρ ἄν τις εἰπεῖν μοι δοκεῖ τῶν ὀλίγον ἡμῶν ἔμπροσθεν γεγονότων, βαλανείου θύρας ἀνοιχθείσης. ἐκεῖνοι γὰρ οὕτως ἀνειμένοις ἐχρῶντο καὶ μαλακοῖς, ὥστ’ Ἀλέξανδρος μὲν ὁ βασιλεὺς ἐν τῷ λουτρῶνι πυρέττων ἐκάθευδεν αἱ δὲ Γαλατῶν γυναῖκες εἰς τὰ βαλανεῖα πόλτου χύτρας εἰσφέρουσαι μετὰ τῶν παίδων ἤσθιον ὁμοῦ λουόμεναι. νῦν δὲ λυττῶσιν ἔοικε τὰ βαλανεῖα καὶ ὑλακτοῦσι καὶ σπαράττουσιν· ὁ δ’ ἑλκόμενος ἀὴρ ἐν αὐτοῖς, ὑγροῦ μῖγμα καὶ πυρὸς γεγονώς, οὐδὲν ἐᾷ τοῦ σώματος ἡσυχίαν ἄγειν, ἀλλὰ πᾶσαν ἄτομον κλονεῖ καὶ ταράσσει καὶ μεθίστησιν ἐξ ἕδρας, ἄχρι οὗ κατασβέσωμεν αὑτοὺς πεπυρωμένους καὶ ζέοντας. οὐδὲν οὖν ἔφην ὦ Διογενιανέ, δεῖται ὁ λόγος αἰτιῶν ἐπεισοδίων ἔξωθεν οὐδὲ μετακοσμίων, ἀλλ’ αὐτόθεν ἡ περὶ τὴν δίαιταν μεταβολὴ τὰ μὲν συγγεννᾶν τὰ δ’ ἀφανίζειν τῶν νοσημάτων οὐκ ἀδύνατός ἐστιν. [Quaest. conv. 8.10.1] Διὰ τί τοῖς φθινοπωρινοῖς ἐνυπνίοις ἥκιστα πιστεύομεν. [Quaest. conv. 8.10.1b] προβλήμασιν Ἀριστοτέλους φυσικοῖς ἐντυγχάνων Φλῶρος εἰς Θερμοπύλας κομισθεῖσιν αὐτός τε πολλῶν ἀποριῶν, ὅπερ εἰώθασι πάσχειν ἐπιεικῶς αἱ φιλόσοφοι φύσεις, ὑπεπίμπλατο καὶ τοῖς ἑταίροις μετεδίδου, μαρτυρῶν αὐτῷ τῷ Ἀριστοτέλει λέγοντι τὴν πολυμάθειαν πολλὰς ἀποριῶν ἀρχὰς ποιεῖν. τὰ μὲν οὖν ἄλλα μεθ’ ἡμέραν οὐκ ἄχαριν ἡμῖν ἐν τοῖς περιπάτοις διατριβὴν παρέσχε· τὸ δὲ λεγόμενον περὶ τῶν ἐνυπνίων, ὡς ἐστιν ἀβέβαια καὶ ψευδῆ μάλιστα περὶ τοὺς φυλλοχόους; μῆνας, οὐκ οἶδ’ ὅπως, ἑτέροις λόγοις πραγματευσαμένου τοῦ Φαβωρίνου μετὰ τὸ δεῖπνον, ἀνέκυψε. τοῖς μὲν οὖν σοῖς ἑταίροις ἐμοῖς δ’ υἱοῖς ἐδόκει λελυκέναι τὴν ἀπορίαν Ἀριστοτέλης· καὶ οὐδὲν ᾤοντο δεῖν ζητεῖν οὐδὲ λέγειν ἀλλ’ ἢ τοὺς καρπούς, ὥσπερ ἐκεῖνος, αἰτιᾶσθαι. νέοι γὰρ ὄντες ἔτι καὶ σφριγῶντες πολὺ πνεῦμα γεννῶσιν ἐν τῷ σώματι καὶ ταραχῶδες οὐ γὰρ τὸν οἶνον εἰκός ἐστι μόνον ζεῖν καὶ ἀγανακτεῖν, οὐδὲ τοὔλαιον ἂν ᾗ νεουργὸν ἐν τοῖς λύχνοις ψόφον ἐμποιεῖν, ἀποκυματιζούσης τὸ πνεῦμα τῆς θερμότητος· ἀλλὰ καὶ τὰ σιτία τὰ πρόσφατα καὶ τὴν ὀπώραν ἅπασαν ὁρῶμεν ἐντεταμένην καὶ οἰδοῦσαν, ἄχρι ἂν ἀποπνεύσῃ τὸ φυσῶδες καὶ ἄπεπτον. ὅτι δ’ ἐστὶ τῶν βρωμάτων ἔνια δυσόνειρα καὶ ταρακτικὰ τῶν καθ’ ὕπνον ὄψεων, μαρτυρίοις ἐχρῶντο τοῖς τε κυάμοις καὶ τῇ κεφαλῇ τοῦ πολύποδος, ὧν ἀπέχεσθαι κελεύουσι τοὺς δεομένους τῆς διὰ τῶν ὀνείρων μαντικῆς [Quaest. conv. 8.10.2] ὁ δὲ Φαβωρῖνος αὐτὸς τὰ μὲν ἄλλα δαιμονιώτατος Ἀριστοτέλους ἐραστής ἐστι καὶ τῷ Περιπάτῳ νέμει μερίδα τοῦ πιθανοῦ πλείστην· τότε μέντοι λόγον τινὰ τοῦ Δημοκρίτου παλαιὸν ὥσπερ ἐκ καπνοῦ καθελὼν ἠμαυρωμένον οἷος ἦν ἐκκαθαίρειν καὶ διαλαμπρύνειν· ὑποθέμενος τοῦτο δὴ τοὐπιδήμιον, ὅ φησι Δημόκριτος, ἐγκαταβυσσοῦσθαι τὰ εἴδωλα διὰ τῶν πόρων εἰς τὰ σώματα καὶ ποιεῖν τὰς κατὰ τὸν ὕπνον ὄψεις ἐπαναφερόμενα· φοιτᾶν δὲ ταῦτα πανταχόθεν ἀπιόντα καὶ σκευῶν καὶ ἱματίων καὶ φυτῶν μάλιστα δὲ ζῴων ὑπὸ σάλου πολλοῦ καὶ θερμότητος οὐ μόνον ἔχοντα μορφοειδεῖς τοῦ σώματος ἐκμεμαγμένας ὁμοιότητας ὡς Ἐπίκουρος οἴεται μέχρι τούτου Δημοκρίτῳ συνεπόμενος, ἐνταῦθα δὲ προλιπὼν τὸν λόγον, ἀλλὰ καὶ τῶν κατὰ ψυχὴν κινημάτων καὶ βουλευμάτων ἑκάστῳ καὶ ἠθῶν καὶ παθῶν ἐμφάσεις ἀναλαμβάνοντα συνεφέλκεσθαι, καὶ προσπίπτοντα μετὰ τούτων ὥσπερ ἔμψυχα φράζειν καὶ διαγγέλλειν τοῖς ὑποδεχομένοις τὰς τῶν μεθιέντων αὐτὰ δόξας καὶ διαλογισμοὺς καὶ ὁρμάς, ὅταν ἐνάρθρους καὶ ἀσυγχύτους φυλάττοντα προσμίξῃ τὰς εἰκόνας. τοῦτο δὲ μάλιστα ποιεῖ δι’ ἀέρος λείου τῆς φορᾶς αὐτοῖς γιγνομένης ἀκωλύτου καὶ ταχείας. ὁ δὲ φθινοπωρινός, ἐν ᾧ φυλλοχοεῖ τὰ δένδρα, πολλὴν ἀνωμαλίαν ἔχων καὶ τραχύτητα, διαστρέφει καὶ παρατρέπει πολλαχῆ τὰ εἴδωλα καὶ τὸ ἐναργὲς αὐτῶν ἐξίτηλον καὶ ἀσθενὲς ποιεῖ τῇ βραδυτῆτι τῆς πορείας ἀμαυρούμενον, ὥσπερ αὖ πάλιν πρὸς ὀργώντων καὶ διακαομένων ἐκθρώσκοντα πολλὰ καὶ ταχὺ κομιζόμενα τὰς ἐμφάσεις νεαρὰς καὶ σημαντικὰς ἀποδίδωσιν. [Quaest. conv. 8.10.3] εἶτα διαβλέψας πρὸς τοὺς περὶ τὸν Αὐτόβουλον καὶ μειδιάσας ἀλλ’ ὁρῶ εἶπεν ὑμᾶς οἵους τ’ ὄντας ἤδη σκιαμαχεῖν πρὸς τὰ εἴδωλα καὶ δόξῃ παλαιᾷ καθάπερ γραφῇ προσφέροντας ἁφὴν οἴεσθαί τι ποιεῖν καὶ ὁ Αὐτόβουλος παῦε ποικίλλων ἔφη πρὸς ἡμᾶς οὐ γὰρ ἀγνοοῦμεν, ὅτι τὴν Ἀριστοτέλους δόξαν εὐδοκιμῆσαι βουλόμενος ὥσπερ σκιὰν αὐτῇ τὴν Δημοκρίτου παραβέβληκας. ἐπ’ ἐκείνην οὖν τρεψόμεθα κἀκείνῃ μαχούμεθα κατηγορούσῃ τῶν νέων καρπῶν καὶ τῆς φίλης ὀπώρας οὐ προσηκόντως. τὸ γὰρ θέρος αὐτοῖς μαρτυρεῖ καὶ τὸ μετόπωρον, ὅτε μάλιστα χλωρὰν καὶ φλύουσαν, ὡς Ἀντίμαχος ἔφη, τὴν ὀπώραν γεννωμένην ἄρτι προσφερόμενοι ἧττον ἀπατηλοῖς καὶ ψευδέσιν ἐνυπνίοις σύνεσμεν οἱ δὲ φυλλοχόοι μῆνες ἤδη τῷ χειμῶνι παρασκηνοῦντες ἐν πέψει τὰ σιτία καὶ τὰ περιόντα τῶν ἀκροδρύων ἰσχνὰ καὶ ῥυσὰ καὶ πᾶν ἀφεικότα τὸ πληκτικὸν ἐκεῖνο καὶ μανικὸν ἔχουσι. καὶ μὴν οἴνου γε τὸν νέον οἱ πρωιαίτατα πίνοντες Ἀνθεστηριῶνι πίνουσι μηνὶ μετὰ χειμῶνα· καὶ τὴν ἡμέραν ἐκείνην ἡμεῖς μὲν Ἀγαθοῦ Δαίμονος, Ἀθηναῖοι δὲ Πιθοίγια προσαγορεύουσι· γλεύκους δὲ ζέοντος ἀεὶ ἀφαιρεῖσθαι καὶ τοὺς ἐργάτας δεδιότας ὁρῶμεν. ἀφέντες οὖν τὸ συκοφαντεῖν τὰ τῶν θεῶν δῶρα μετίωμεν ἑτέραν ὁδόν, ἣν ὑφηγεῖται τοὔνομα τοῦ χρόνου καὶ τῶν ὑπηνεμίων καὶ ψευδῶν ὀνείρων. φυλλοχόος γὰρ ὀνομάζεται διὰ ψυχρότητα καὶ ξηρότητα τηνικαῦτα τῶν φύλλων ἀπορρεόντων· πλὴν εἴ τι θερμόν ἐστιν ἢ λιπαρὸν ὡς ἐλαῖαι καὶ δάφναι καὶ φοίνικες ἢ διερὸν ὡς μυρσίνη καὶ κιττός. τούτοις γὰρ ἡ κρᾶσις βοηθεῖ τοῖς δ’ ἄλλοις οὔ· οὐ γὰρ παραμένει τὸ ἐχέκολλον καὶ συνεκτικόν, ἢ πυκνουμένης ψυχρότητι τῆς ἰκμάδος ἢ ξηραινομένης δι’ ἔνδειαν ἢ δι’ ἀσθένειαν. ἔστι μὲν οὖν καὶ φυτοῖς ὑγρότητι ἢ θερμότητι τεθηλέναι καὶ αὐξάνεσθαι, μᾶλλον δὲ τοῖς ζῴοις· καὶ τοὐναντίον ἡ ψυχρότης καὶ ἡ ξηρότης ὀλέθριον. διὸ χαριέντως Ὅμηρος εἴωθε διεροὺς βροτοὺς καλεῖν, καὶ τὸ μὲν χαίρειν ἰαίνεσθαι, ῥιγεδανόν δὲ καὶ κρυερόν τὸ λυπηρὸν καὶ τὸ φοβερόν. ὁ δ’ ἀλίβας καὶ ὁ σκελετὸς ἐπὶ τοῖς νεκροῖς λέγονται, λοιδορουμένης τῷ ὀνόματι τῆς ξηρότητος. ἔτι τὸ μὲν αἷμα κυριωτάτην τῶν ἐν ἡμῖν ἔχον δύναμιν ἅμα καὶ θερμόν ἐστι καὶ ὑγρόν, τὸ δὲ γῆρας ἀμφοῖν ἐνδεές. ἔοικε δὲ τοῦ ἐνιαυτοῦ περιιόντος οἷον γῆρας εἶναι τὸ φθινόπωρον· οὔπω γὰρ ἥκει τὸ ὑγρόν, οὐκέτι δὲ τὸ θερμὸν ἔρρωται· δεῖγμα δὲ γεγονὸς ἀτεχνῶς ξηρότητος ἅμα καὶ ψυχρότητος ἐπισφαλῆ ποιεῖ τὰ σώματα πρὸς τὰς νόσους. τοῖς δὴ σώμασι τὰς ψυχὰς συμπαθεῖν ἀνάγκη, καὶ μάλιστα παχνουμένου τοῦ πνεύματος ἀμαυροῦσθαι τὸ μαντικόν, ὥσπερ κάτοπτρον ὁμίχλης ἀναπιμπλάμενον. οὐδὲν οὖν τρανὸν οὐδ’ ἔναρθρον οὐδ’ εὔσημον ἐν ταῖς φαντασίαις ἀποδίδωσι, μέχρι οὗ παχὺ καὶ ἀλαμπὲς καὶ συνεσταλμένον ἐστίν. ## Βιβλίον Θ [Quaest. conv. 9.0.1] τὸ ἔνατον τῶν Συμποσιακῶν, ὦ Σόσσιε Σενεκίων, περιέχει λόγους τοὺς Ἀθήνησιν ἐν τοῖς Μουσείοις γενομένους καὶ μάλιστα τὴν ἐννεάδα ταῖς Μούσαις προσήκειν. ὁ δ’ ἀριθμὸς; ἂν ὑπερβάλλῃ τὴν συνήθη δεκάδα τῶν ζητημάτων, οὐ θαυμαστέον ἔδει γὰρ πάντα ταῖς Μούσαις ἀποδοῦναι τὰ τῶν Μουσῶν καὶ μηδὲν ἀφελεῖν ὥσπερ ἀφ’ ἱερῶν, πλείονα καὶ καλλίονα τούτων ὀφείλοντας αὐταῖς. [Quaest. conv. 9.1.1] Περὶ στίχων εὐκαίρως ἀναπεφωνημένων καὶ ἀκαίρως. [Quaest. conv. 9.1.1b] Ἀμμώνιος Ἀθήνησι στρατηγῶν ἀπόδειξιν ἔλαβεν ἐν τῷ Διογενείῳ τῶν γράμματα, καὶ γεωμετρίαν καὶ τὰ ῥητορικὰ καὶ μουσικὴν μανθανόντων, καὶ τοὺς εὐδοκιμήσαντας τῶν διδασκάλων ἐπὶ δεῖπνον ἐκάλεσε. παρῆσαν δὲ καὶ τῶν ἄλλων φιλολόγων συχνοὶ καὶ πάντες ἐπιεικῶς οἱ συνήθεις. ὁ μὲν οὖν Ἀχιλλεὺς μόνοις τῶν ἀγωνισαμένων τοῖς μονομαχήσασι δεῖπνον κατήγγειλε, βουλόμενος; ὥς φασιν εἴ τις ἐν τοῖς ὅπλοις ὀργὴ πρὸς ἀλλήλους καὶ χαλεπότης γένοιτο, ταύτην ἀφεῖναι καὶ καταθέσθαι τοὺς ἄνδρας ἑστιάσεως κοινῆς καὶ τραπέζης μετασχόντας τῷ δ’ Ἀμμωνίῳ συνέβαινε τοὐναντίον ἀκμὴν γὰρ ἡ τῶν διδασκάλων ἅμιλλα καὶ φιλονεικία σφοδροτέραν ἔλαβεν ἐν ταῖς κύλιξι γενομένων· ἤδη δὲ καὶ προτάσεις καὶ προκλήσεις ἦσαν ἄκριτοι καὶ ἄτακτοι. [Quaest. conv. 9.1.2] διὸ πρῶτον μὲν ἐκέλευσεν ᾆσαι τὸν Ἐράτωνα πρὸς τὴν λύραν· ᾄσαντος δὲ τὰ πρῶτα τῶν Ἔργων [Quaest. conv. 9.1.2b] οὐκ ἄρα μοῦνον ἔην ἐρίδων γένος, [Quaest. conv. 9.1.2c] ἐπῄνεσεν ὡς τῷ καιρῷ πρεπόντως ἁρμοσάμενον ἔπειτα περὶ στίχων εὐκαιρίας ἐνέβαλε λόγον, ὡς μὴ μόνον χάριν ἀλλὰ καὶ χρείαν ἔστιν ὅτε μεγάλην ἐχούσης. καὶ ὁ μὲν ῥαψῳδὸς εὐθὺς ἦν διὰ στόματος πᾶσιν, ἐν τοῖς Πτολεμαίου γάμοις ἀγομένου τὴν ἀδελφὴν καὶ πρᾶγμα δρᾶν ἀλλόκοτον νομιζομένου καὶ ἄθεσμον ἀρξάμενος ἀπὸ τῶν ἐπῶν ἐκείνων [Quaest. conv. 9.1.2d] Ζεὺς δ’ Ἥρην ἐκάλεσσε κασιγνήτην ἄλοχόν τε· [Quaest. conv. 9.1.2e] καὶ ὁ παρὰ Δημητρίῳ τῷ βασιλεῖ ἀπρόθυμος ὢν ᾄδειν μετὰ τὸ δεῖπνον, ὥς τε προσέπεμψεν αὐτῷ τὸν υἱὸν ἔτι παιδάριον ὄντα, τὸν Φίλιππον, ἐπιβαλὼν εὐθὺς [Quaest. conv. 9.1.2f] τὸν παῖδά μοι τόνδ’ ἀξίως Ἡρακλέους ἡμῶν τε θρέψαι· [Quaest. conv. 9.1.2g] καὶ Ἀνάξαρχος ὑπ’ Ἀλεξάνδρου μήλοις βαλλόμενος παρὰ δεῖπνον, ἐπαναστὰς καὶ εἰπών [Quaest. conv. 9.1.2h] βεβλήσεταί τις θεῶν βροτησίᾳ χερί. [Quaest. conv. 9.1.2i] πάντων δ’ ἄριστος Κορίνθιος παῖς αἰχμάλωτος, ὅθ’ ἡ πόλις ἀπώλετο καὶ Μόμμιος ἐκ τῶν ἐλευθέρων τοὺς ἐπισταμένους γράμματα παῖδας εὐσυσκοπῶν ἐκέλευσε γράψαι στίχον, ἔγραψε [Quaest. conv. 9.1.2j] τρὶς μάκαρες Δαναοὶ καὶ τετράκις, οἳ τότ’ ὄλοντο· [Quaest. conv. 9.1.2k] καὶ γὰρ παθεῖν τι τὸν Μόμμιόν φασι καὶ δακρῦσαι καὶ πάντας ἀφεῖναι ἐλευθέρους τοὺς τῷ παιδὶ προσήκοντας. ἐμνήσθη τε καὶ τῆς Θεοδώρου τοῦ τραγῳδοῦ γυναικὸς οὐ προσδεξαμένης αὐτὸν ἐν τῷ συγκαθεύδειν, ὑπογύου τοῦ ἀγῶνος ὄντος· ἐπεὶ δὲ νικήσας εἰσῆλθε πρὸς αὐτήν, ἀσπασαμένης καὶ εἰπούσης [Quaest. conv. 9.1.2l] Ἀγαμέμνονος παῖ, νῦν ἐκεῖν’ ἔξεστί σοι. [Quaest. conv. 9.1.3] ἐκ δὲ τούτου πολλὰ καὶ τῶν ἀκαίρων ἐνίοις ἐπῄει λέγειν, ὡς οὐκ ἄχρηστον εἰδέναι καὶ φυλάττεσθαι· οἷον Πομπηίῳ Μάγνῳ φασὶν ἀπὸ τῆς μεγάλης ἐπανήκοντι στρατείας τὸν διδάσκαλον τῆς θυγατρὸς ἀπόδειξιν διδόντα, βιβλίου κομισθέντος ἐνδοῦναι τῇ παιδὶ τοιαύτην ἀρχήν, [Quaest. conv. 9.1.3b] ἤλυθες ἐκ πολέμου· ὡς ὤφελες αὐτόθ’ ὀλέσθαι. [Quaest. conv. 9.1.3c] Κασσίῳ δὲ Λογγίνῳ λόγου προσπεσόντος ἀδεσπότου, τὸν υἱὸν ἐπὶ ξένης τεθνάναι, καὶ τἀληθὲς ἔχοντος εἰπεῖν οὐδενὸς οὐδ’ ἀνελεῖν τὸ ὕποπτον, εἰσελθὼν συγκλητικὸς ἀνὴρ πρὸς αὐτὸν ἤδη πρεσβύτερος οὐ καταφρονήσεις ἔφη Λογγῖνε, λαλιᾶς ἀπίστου καὶ κακοήθους φήμης, ὥσπερ οὐκ εἰδὼς οὐδ’ ἀνεγνωκὼς τὸ [Quaest. conv. 9.1.3d] φήμη δ’ οὔ τις πάμπαν ἀπόλλυται [Quaest. conv. 9.1.3e] ὁ δ’ ἐν Ῥόδῳ στίχον αἰτήσαντι γραμματικῷ ποιουμένῳ δεῖξιν ἐν τῷ θεάτρῳ προτείνας [Quaest. conv. 9.1.3f] ἔρρ’ ἐκ νήσου θᾶσσον, ἐλέγχιστε ζωόντων [Quaest. conv. 9.1.3g] ἄδηλον εἴτε παίζων ἐφύβρισεν εἴτ’ ἄκων ἠστόχησε. ταῦτα μὲν οὖν παρηγόρησεν ἀστείως τὸν θόρυβον. [Quaest. conv. 9.2.1] Τίς αἰτία, δι’ ἣν τὸ ἄλφα προτέτακται τῶν στοιχείων. [Quaest. conv. 9.2.1b] ἔθους δ’ ὄντος ἐν τοῖς Μουσείοις κλήρους περιφέρεσθαι καὶ τοὺς συλλαχόντας ἀλλήλοις προτείνειν φιλόλογα ζητήματα, φοβούμενος ὁ Ἀμμώνιος μὴ τῶν ὁμοτέχνων τινὲς ἀλλήλοις συλλάχωσι, προσέταξεν ἄνευ κλήρου γεωμέτρην γραμματικῷ προτεῖναι καὶ ῥητορικῷ μουσικόν, εἶτ’ ἔμπαλιν ἀναστρέφειν τὰς ἀνταποδόσεις. [Quaest. conv. 9.2.2] προὔτεινεν οὖν Ἑρμείας ὁ γεωμέτρης Πρωτογένει τῷ γραμματικῷ πρῶτος αἰτίαν εἰπεῖν, δι’ ἣν τὸ ἄλφα προτάττεται τῶν γραμμάτων ἁπάντων ὁ δὲ τὴν ἐν ταῖς σχολαῖς λεγομένην ἀπέδωκε· τὰ μὲν γὰρ φωνήεντα τῷ δικαιοτάτῳ λόγῳ πρωτεύειν τῶν ἀφώνων καὶ ἡμιφώνων ἐν δὲ τούτοις τῶν μὲν μακρῶν ὄντων τῶν δὲ βραχέων, τῶν δ’ ἀμφότερα καὶ διχρόνων λεγομένων, ταῦτ’ εἰκότως τῇ δυνάμει διαφέρειν. αὐτῶν δὲ τούτων πάλιν ἡγεμονικωτάτην ἔχειν τάξιν τὸ προτάττεσθαι τῶν ἄλλων δυεῖν ὑποτάττεσθαι δὲ μηδετέρῳ πεφυκός, οἷόν ἐστι τὸ ἄλφα· τουτὶ γὰρ οὔτε τοῦ ἰῶτα δεύτερον οὔτε τοῦ υ ταττόμενον ἐθέλειν ὁμολογεῖν οὐδ’ ὁμοπαθεῖν ὥστε συλλαβὴν μίαν ἐξ ἀμφοῖν γενέσθαι, ἀλλ’ ὥσπερ ἀγανακτοῦν καὶ ἀποπηδῶν ἰδίαν ἀρχὴν ζητεῖν ἀεί· ἐκείνων δ’ ὁποτέρου βούλει προταττόμενον ἀκολουθοῦντι καὶ συμφωνοῦντι χρῆσθαι καὶ συλλαβὰς ὀνομάτων ποιεῖν, ὥσπερ τοῦ αὔριον καὶ τοῦ αὐλεῖν καὶ τοῦ Αἴαντος καὶ τοῦ αἰδεῖσθαι καὶ μυρίων ἄλλων. διὸ τοῖς τρισίν, ὥσπερ οἱ πένταθλοι, περίεστι καὶ νικᾷ, τὰ μὲν πολλὰ τῷ φωνᾶεν εἶναι, τὰ δ’ αὖ φωνάεντα τῷ δίχρονον, ταῦτα δ’ αὐτὰ τῷ πεφυκέναι καθηγεῖσθαι δευτερεύειν δὲ μηδέποτε μηδ’ ἀκολουθεῖν. [Quaest. conv. 9.2.3] παυσαμένου δὲ τοῦ Πρωτογένους, καλέσας ἐμὲ ὁ Ἀμμώνιος οὐδέν ἔφη σὺ τῷ Κάδμῳ βοηθεῖς ὁ Βοιώτιος, ὅν φασι τὸ ἄλφα πάντων προτάξαι διὰ τὸ Φοίνικας, οὕτω καλεῖν τὸν βοῦν, ὃν οὐ δεύτερον οὐδὲ τρίτον, ὥσπερ Ἡσίοδος, ἀλλὰ πρῶτον τίθεσθαι τῶν ἀναγκαίων; οὐδέν ἔφην ἐγώ· τῷ γὰρ ἐμῷ πάππῳ βοηθεῖν, εἴ τι δύναμαι, δίκαιός εἰμι μᾶλλον ἢ τῷ τοῦ Διονύσου. Λαμπρίας γὰρ ὁ ἐμὸς πάππος ἔλεγε πρώτην φύσει φωνὴν τῶν ἐνάρθρων ἐκφέρεσθαι διὰ τῆς τοῦ ἄλφα δυνάμεως· τὸ γὰρ ἐν τῷ στόματι πνεῦμα ταῖς περὶ τὰ χείλη μάλιστα πλάττεσθαι κινήσεσιν, ὧν πρώτην ἀνοιγομένων τὴν ἄνω διάστασιν οὖσαν ἐξιέναι τοῦτον τὸν ἦχον, ἁπλοῦν ὄντα κομιδῇ καὶ μηδεμιᾶς δεόμενον πραγματείας, μήτε τὴν γλῶτταν παρακαλοῦντα μήδ’ ὑπομένοντα, ἀλλὰ κατὰ χώραν ἀποκειμένης ἐκείνης ἐκπεμπόμενον ᾗ καὶ τὰ νήπια ταύτην πρώτην ἀφιέναι φωνήν. ὠνομάσθαι δὲ καὶ τὸ ἀίειν ἐπὶ τῷ φωνῆς αἰσθάνεσθαι καὶ πολλὰ τῶν ὁμοίων, ὥσπερ καὶ τὸ ᾄδειν καὶ τὸ αὐλεῖν καὶ τὸ ἀλαλάζειν. οἶμαι δὲ καὶ τὸ αἴρειν καὶ τὸ ἀνοίγειν οὐκ ἀπὸ τρόπου τῇ τῶν χειλῶν ἀνοίξει καὶ ἄρσει, καθ’ ἣν οὗτος ἐκπίπτει τοῦ στόματος ὁ φθόγγος, ὠνομάσθαι διὸ καὶ τὰ τῶν ἀφώνων γραμμάτων ὀνόματα πλὴν ἑνὸς ἅπαντα προσχρῆται τῷ ἄλφα καθάπερ φωτὶ τῆς περὶ αὐτὰ τυφλότητος· τοῦ δὲ πῖ μόνον ἄπεστιν ἡ δύναμις αὕτη· τὸ γὰρ φῖ καὶ τὸ χῖ τὸ μέν ἐστι πῖ τὸ δὲ κάππα δασυνόμενον. Κατὰ ποίαν ἀναλογίαν ὁ τῶν φωνηέντων καὶ ἡμιφώνων ἀριθμὸς συντέτακται. [Quaest. conv. 9.2.3b] πρὸς ταῦτα τοῦ Ἑρμείου φήσαντος ἀμφοτέρους ἀποδέχεσθαι τοὺς λόγους τί οὖν ἔφην οὐ καὶ σὺ διῆλθες ἡμῖν, εἴ τις ἔστι λόγος τοῦ ἀριθμοῦ τῶν στοιχείων, ὥς γ’ ἐμοὶ δοκεῖ; τεκμήριον δὲ ποιοῦμαι τὸ μὴ κατὰ τύχην τῶν ἀφώνων καὶ ἡμιφώνων πρὸς τ’ ἄλληλα καὶ πρὸς τὰ φωνήεντα γεγονέναι τὸ πλῆθος, ἀλλὰ κατὰ τὴν πρώτην ἀναλογίαν ἀριθμητικὴν δὲ καλουμένην ὑφ’ ἡμῶν. ἐννέα γὰρ ὄντων καὶ ὀκτὼ καὶ ἑπτά, οὕτω τὸν μέσον ἀριθμὸν ὑπερέχειν καὶ ὑπερέχεσθαι συμβέβηκε· τῶν δ’ ἄκρων ὁ μέγιστος πρὸς τὸν ἐλάχιστον ἔχει λόγον, ὃν ὁ τῶν Μουσῶν πρὸς τὸν τοῦ Ἀπόλλωνος· ἡ γὰρ ἐννεὰς δήπου ταῖς Μούσαις ἡ δ’ ἑβδομὰς τῷ Μουσηγέτῃ προσκεκλήρωται· συντεθέντα δ’ ἀλλήλοις διπλασιάζει τὸν μέσον εἰκότως, ἐπεὶ καὶ τὰ ἡμίφωνα τῆς ἀμφοῖν τρόπον τινὰ κοινωνεῖ δυνάμεως. [Quaest. conv. 9.3.2] καὶ ὁ Ἑρμείας Ἑρμῆς ἔφη λέγεται θεῶν ἐν Αἰγύπτῳ γράμματα πρῶτος εὑρεῖν· διὸ καὶ τὸ τῶν γραμμάτων Αἰγύπτιοι πρῶτον ἶβιν γράφουσιν, ὡς Ἑρμεῖ προσήκουσαν, οὐκ ὀρθῶς κατά γε τὴν ἐμὴν δόξαν, ἀναύδῳ καὶ ἀφθόγγῳ προεδρίαν ἐν γράμμασιν ἀποδόντες. Ἑρμεῖ δὲ μάλιστα τῶν ἀριθμῶν ἡ τετρὰς ἀνάκειται· πολλοὶ δὲ καὶ τετράδι μηνὸς ἱσταμένου γενέσθαι τὸν θεὸν ἱστοροῦσι. τὰ δὲ δὴ πρῶτα καὶ Φοινίκεια διὰ Κάδμον ὀνομασθέντα τετράκις ἡ τετρὰς γενομένη παρέσχε· καὶ τῶν αὖθις ἐφευρεθέντων δὲ Παλαμήδης τε πρότερος τέτταρα καὶ Σιμωνίδης αὖθις ἄλλα τοσαῦτα προσέθηκε. καὶ μὴν ὅτι πάντων ἀριθμῶν πρῶτος τέλειος, ἡ μὲν τριὰς ὡς ἀρχὴν καὶ μέσον ἔχουσα καὶ τέλος, ἡ δ’ ἑξὰς ὡς ἴση τοῖς αὑτῆς μέρεσι γιγνομένη, δῆλόν ἐστι. τούτων τοίνυν ἡ μὲν ἑξὰς ὑπὸ τῆς τετράδος, ἡ δὲ τριὰς ὑπὸ τῆς ὀγδοάδος πολλαπλασιασθεῖσα, πρώτου κύβου πρῶτος τέλειος, τὸ τῶν τεττάρων καὶ εἴκοσι παρέσχηκε πλῆθος. [Quaest. conv. 9.3.3] ἔτι δ’ αὐτοῦ λέγοντος, ὁ γραμματιστὴς Ζωπυρίων δῆλος ἦν καταγελῶν καὶ παρεφθέγγετο· παυσαμένου δέ, οὐ κατέσχεν ἀλλὰ φλυαρίαν τὰ τοιαῦτα πολλὴν ἀπεκάλει· μηδενὶ γὰρ λόγῳ συντυχίᾳ δέ τινι καὶ τὸ πλῆθος τῶν γραμμάτων γεγονέναι τοσοῦτον καὶ τὴν τάξιν οὕτως ἔχουσαν, ὥσπερ, ἔφη, καὶ τὸ τῆς Ἰλιάδος τὸν πρῶτον στίχον τῷ τῆς Ὀδυσσείας ἰσοσύλλαβον εἶναι καὶ πάλιν τῷ τελευταίῳ τὸν τελευταῖον ἐκ τύχης καὶ αὐτομάτως ἐπηκολουθηκέναι. [Quaest. conv. 9.4.1] Ποτέραν χεῖρα τῆς Ἀφροδίτης ἔτρωσεν ὁ Διομήδης. [Quaest. conv. 9.4.1b] μετὰ δὲ ταῦτα τὸν μὲν Ἑρμείαν, βουλόμενόν τι προβαλεῖν τῷ Ζωπυρίωνι, ἀπεκωλύσαμεν· ὁ δὲ ῥήτωρ Μάξιμος ἄπωθεν ἠρώτησεν αὐτὸν ἐκ τῶν Ὁμήρου, ποτέραν χεῖρα τρώσειεν τῆς Ἀφροδίτης ὁ Διομήδης. ταχὺ δὲ τοῦ Ζωπυρίωνος ἀντερομένου ποτέρῳ σκέλει χωλὸς ἦν ὁ Φίλιππος, οὐχ ὅμοιον εἶπεν ὁ Μάξιμος· “οὐδεμίαν γὰρ ὁ Δημοσθένης ἀπολογίαν περὶ τούτου δέδωκε· σὺ δ’ ἂν ἀπορεῖν ὁμολογήσῃς, ἕτεροι δείξουσιν ὅπου τὴν τετρωμένην χεῖρα φράζει τοῖς νοῦν ἔχουσιν ὁ ποιητής. ἔδοξεν οὖν ἡμῖν ὁ Ζωπυρίων διηπορῆσθαι, καὶ τὸν Μάξιμον, ἐκείνου σιωπῶντος, ἠξιοῦμεν ἐπιδεικνύναι. [Quaest. conv. 9.4.2] πρῶτον οὖν ὁ Μάξιμος ἔφη τῶν ἐπῶν οὕτως ἐχόντων [Quaest. conv. 9.4.2b] ἔνθ’ ἐπορεξάμενος μεγαθύμου Τυδέος υἱὸς ἄκρην οὔτασε χεῖρα, μετάλμενος ὀξέι δουρί, [Quaest. conv. 9.4.2c] δῆλόν ἐστιν, ὅτι τὴν ἀριστερὰν πατάξαι βουλόμενος οὐκ ἐδεῖτο μεταπηδήσεως, ἐπεὶ κατὰ τὴν ἀριστερὰν τὴν δεξιὰν εἶχεν ἐξ ἐναντίου προσφερόμενος· καὶ γὰρ εὔλογον ἦν τὴν ἐρρωμενεστέραν χεῖρα καὶ μᾶλλον τοῦ Αἰνείου φερομένου περιεχομένην ἐκεῖνόν τε τρῶσαι καὶ τὴν τρωθεῖσαν προέσθαι τὸ σῶμα. δεύτερον, εἰς τὸν οὐρανὸν αὐτῆς ἀνακομισθείσης, καὶ τὴν Ἀθηνᾶν ἀναγελάσαι λέγουσαν [Quaest. conv. 9.4.2d] ἦ μάλα δή τινα Κύπρις Ἀχαιιάδων ἀνιεῖσα Τρωσὶν ἅμα σπέσθαι, τοὺς νῦν ἔκπαγλα φίλησε. τῶν τινα καρρέζουσα Ἀχαιιάδων βαθυκόλπων, πρὸς χρυσῇ περόνῃ καταμύξατο χεῖρα ἀραιήν. [Quaest. conv. 9.4.2e] οἶμαι δὲ καὶ σέ εἶπεν ὦ βέλτιστε διδασκάλων, ὅταν τινὰ τῶν μαθητῶν φιλοφρονούμενος καταψᾷς καὶ καταρρέζῃς, μὴ τῇ ἀριστερᾷ χειρὶ τοῦτο ποιεῖν ἀλλὰ τῇ δεξιᾷ. καθάπερ εἰκός ἐστι καὶ τὴν Ἀφροδίτην, ἐπιδεξιωτάτην θεῶν οὖσαν, οὕτω φιλοφρονεῖσθαι τὰς ἡρωίδας. [Quaest. conv. 9.5.1] Διὰ τί Πλάτων εἰκοστὴν ἔφη τὴν Αἴαντος ψυχὴν ἐπὶ τὸν κλῆρον ἐλθεῖν. [Quaest. conv. 9.5.1b] ταῦτα τοὺς ἄλλους ἅπαντας ἡδίους ἐποίησε, μόνον δὲ τὸν γραμματικὸν Ὕλαν ὁ ῥήτωρ Σῶσπις ὁρῶν ἀποσιωπῶντα καὶ βαρυθυμούμενον οὐ πάνυ γὰρ εὐημέρησεν ἐν ταῖς ἐπιδείξεσιν ἀνεφώνησεν [Quaest. conv. 9.5.1c] οἴη δ’ Αἴαντος ψυχὴ Τελαμωνιάδαο· τὰ λοιπὰ μεῖζον φθεγγόμενος ἤδη πρὸς ἐκεῖνον ἐπέραινεν, [Quaest. conv. 9.5.1d] ἀλλ’ ἴθι δεῦρο, ἄναξ, ἵν’ ἔπος καὶ μῦθον ἀκούσῃς ἡμέτερον· δάμασον δὲ μένος καὶ ἀτειρέα θυμόν· [Quaest. conv. 9.5.1e] ἔτι δ’ ἀνώμαλος ὢν ὑπ’ ὀργῆς ὁ Ὕλας ἀπεκρίνατο σκαιῶς τὴν μὲν Αἴαντος ἔφη ψυχὴν εἰκοστὴν λαχοῦσαν ἐν Ἅιδου διαμείψασθαι κατὰ τὸν Πλάτωνα φύσιν λέοντος· αὑτῷ δὲ πολλάκις παρίσταθαι καὶ τὰ τοῦ κωμικοῦ γέροντος [Quaest. conv. 9.5.1f] ὄνον γενέσθαι κρεῖττον, ἢ τοὺς χείρονας ὁρᾶν ἑαυτοῦ ζῶντας ἐπιφανέστερον. [Quaest. conv. 9.5.1g] καὶ ὁ Σῶσπις γελάσας ἀλλ’ ἕως μέλλομεν ἐνδύεσθαι τὸ κανθήλιον, εἴ τι κήδῃ Πλάτωνος, δίδαξον ἡμᾶς, ᾧτινι λόγῳ τὴν τοῦ Τελαμωνίου ψυχὴν πεποίηκεν ἀπὸ κλήρου βαδίζουσαν εἰκοστὴν ἐπὶ τὴν αἵρεσιν· ἀποσκορακίσαντος δὲ τοῦ Ὕλα χλευάζεσθαι γὰρ ᾤετο δυσημερῶν, ὑπολαβὼν ὁ ἀδελφὸς ἡμῶν τί οὖν; εἶπεν οὐ δευτερεῖα μὲν ὁ Αἴας κάλλους καὶ μεγέθους καὶ ἀνδρείας ἀεὶ φέρεται μετ’ ἀμύμονα Πηλείωνα, τὰ δ’ εἴκοσι δευτέρα δεκάς, ἡ δὲ δεκὰς ἐν τοῖς ἀριθμοῖς κράτιστος, ὡς ἐν τοῖς Ἀχαιοῖς ὁ Ἀχιλλεύς; γελασάντων δ’ ἡμῶν ταῦτα μέν ὁ Ἀμμώνιος εἶπεν ὦ Λαμπρία, κείσθω σοι πεπαιγμένα πρὸς Ὕλαν· ἡμῖν δὲ μὴ παίζων ἀλλ’ ἀπὸ σπουδῆς, ἐπεὶ τὸν λόγον ἑκὼν ἐξεδέξω, δίελθε περὶ τῆς αἰτίας. [Quaest. conv. 9.5.2] θορυβηθεὶς οὖν ὁ Λαμπρίας, εἶτα χρόνον οὐ πολὺν ἐπισχὼν, ἔφη πολλαχοῦ μὲν ἡμῖν τὸν Πλάτωνα προσπαίζειν διὰ τῶν ὀνομάτων· ὅπου δὲ μῦθόν τινα τῷ περὶ ψυχῆς λόγῳ μίγνυσι, χρῆσθαι μάλιστα τῷ νῷ. τοῦ τε γὰρ οὐρανοῦ τὴν νοητὴν φύσιν ἅρμα καλεῖν πτηνὸν διὰ τὴν ἐναρμόνιον τοῦ κόσμου περιφοράν, ἐνταῦθά δὲ τὸν αὐτάγγελον τῶν ἐν Ἅιδου Πάμφυλον γένος Ἁρμονίου πατρὸς Ἦρα δ’ αὐτὸν ὀνομάζειν, αἰνιττόμενον ὅτι γεννῶνται μὲν αἱ ψυχαὶ καθ’ ἁρμονίαν καὶ συναρμόττονται τοῖς σώμασιν, ἀπαλλαγεῖσαι δὲ συμφέρονται πανταχόθεν εἰς τὸν ἀέρα· κἀκεῖθεν αὖθις ἐπὶ τὰς δευτέρας γενέσεις τρέπονται. τί δὴ κωλύει καὶ τὸ εἰκοστὸν εἰρῆσθαι πρὸς τὸ μὴ ἀληθὲς ἀλλ’ εἰκὸς τοῦ λόγου καὶ πλαττόμενον, ἢ πρὸς τὸν κλῆρον ὡς εἰκῆ καὶ κατὰ τύχην γιγνόμενον; ἀεὶ μὲν γὰρ ἅπτεται τῶν τριῶν αἰτιῶν, ἅτε δὴ πρῶτος; ἢ μάλιστα συνιδών, ὅπη τὸ καθ’ εἱμαρμένην τῷ κατὰ τύχην αὖθίς τε τὸ ἐφ’ ἡμῖν ἑκατέρῳ καὶ συναμφοτέροις ἐπιμίγνυσθαι καὶ συμπλέκεσθαι πέφυκε. νῦν δὲ θαυμαστῶς, ἣν ἔχει δύναμιν ἐν τοῖς ἡμετέροις πράγμασιν ἕκαστον, ὑποδεδήλωκε, τὴν μὲν αἵρεσιν τῶν βίων τῷ ἐφ’ ἡμῖν ἀποδιδούς· ἀρετὴ γὰρ ἀδέσποτον καὶ κακία· τὸ δ’ εὖ βιοῦν τοὺς ὀρθῶς ἑλομένους καὶ τἀναντία τοὺς κακῶς εἱμαρμένης ἀνάγκῃ συνάπτων. αἱ δὲ τῶν κλήρων ἀτάκτως διασπειρομένων ἐπιπτώσεις τὴν τύχην παρεισάγουσι καὶ τροφαῖς καὶ πολιτείαις, ὧν ἕκαστοι λαγχάνουσι, πολλὰ τῶν ἡμετέρων προκαταλαμβάνουσαν. ὅρα δή, μὴ τῶν κατὰ τύχην αἰτίαν ζητεῖν ἄλογόν ἐστιν· ἂν γὰρ ἔν τινι λόγῳ φαίνηται γεγονὼς ὁ κλῆρος, οὐκέτι γίγνεται κατὰ τύχην οὐδ’ αὐτομάτως ἀλλ’ ἔκ τινος εἱμαρμένης καὶ προνοίας. [Quaest. conv. 9.5.3] ἔτι δὲ τοῦ Λαμπρίου λέγοντος, ὁ γραμματικὸς ἤδη Μᾶρκος ἐδόκει τι συλλογίζεσθαι καὶ διαριθμεῖν πρὸς αὑτόν· ἔπειτα παυσαμένου, τῶν Ὁμηρικῶν ἔφη ψυχῶν ὅσας ἐν Νεκυίᾳ κατωνόμακεν, ἡ μὲν Ἐλπήνορος οὔπω καταμεμιγμένη ταῖς ἐν Ἅιδου διὰ τὸ μὴ τεθάφθαι τὸν νεκρὸν ὥσπερ ἐν μεθορίοις πλανᾶται· τὴν δὲ Τειρεσίου ταῖς ἄλλαις οὐκ ἄξιον δήπου συγκαταριθμεῖν, [Quaest. conv. 9.5.3b] ᾧ καὶ τεθνειῶτι νόον πόρε Περσεφόνεια οἴῳ πεπνῦσθαι [Quaest. conv. 9.5.3c] καὶ διαλέγεσθαι καὶ ξυνιέναι τῶν ζώντων, πρὶν ἢ πιεῖν τοῦ αἵματος. ἂν οὖν ταύτας ὑπεξελόμενος, ὦ Λαμπρία, τὰς ἄλλας διαριθμῇς, αὐτὸ συμβαίνει, τὴν Αἴαντος εἰκοστὴν εἰς ὄψιν ἀφῖχθαι τοῦ Ὀδυσσέως καὶ πρὸς τοῦτο παίζειν τὸν Πλάτωνα τῇ Ὁμηρικῇ Νεκυίᾳ προσαναχρωννύμενον. [Quaest. conv. 9.6.1] Τί αἰνίττεται ὁ περὶ τῆς ἥττης τοῦ Ποσειδῶνος μῦθος ἐν ᾧ καί, διὰ τί τὴν δευτέραν Ἀθηναῖοι τοῦ Βοηδρομιῶνος ἐξαιροῦσιν. [Quaest. conv. 9.6.1b] θορυβησάντων δὲ πάντων, Μενέφυλος ὁ Περιπατητικὸς προσαγορεύσας τὸν Ὕλαν ὁρᾷς εἶπεν ὡς οὐκ ἦν τὸ ἐρώτημα χλευασμὸς οὐδ’ ὕβρις· ἀλλ’ ἀφείς, ὦ μακάριε, τὸν δυστράπελον Αἴαντα καὶ δυσώνυμον, ὥς φησι Σοφοκλῆς, γενοῦ μετὰ τοῦ Ποσειδῶνος, ὃν αὐτὸς εἴωθας ἱστορεῖν ἡμῖν ἡττώμενον πολλάκις, ἐνταῦθα μὲν ὑπ’ Ἀθηνᾶς ἐν Δελφοῖς δ’ ὑπὸ τοῦ Ἀπόλλωνος ἐν Ἄργει δ’ ὑπὸ τῆς Ἥρας ἐν Αἰγίνῃ δ’ ὑπὸ τοῦ Διὸς ἐν Νάξῳ δ’ ὑπὸ τοῦ Διονύσου, πρᾶον δὲ πανταχοῦ καὶ ἀμήνιτον ὄντα περὶ τὰς δυσημερίας· ἐνταῦθα γοῦν καὶ νεὼ κοινωνεῖ μετὰ τῆς Ἀθηνᾶς, ἐν ᾧ καὶ βωμός ἐστι Λήθης ἱδρυμένος. καὶ ὁ Ὕλας ὥσπερ ἡδίων γενόμενος ἐκεῖνο δέ σε εἶπεν ὦ Μενέφυλε, λέληθεν, ὅτι καὶ τὴν δευτέραν τοῦ Βοηδρομιῶνος; ἡμέραν ἐξαιροῦμεν οὐ πρὸς τὴν σελήνην, ἀλλ’ ὅτι ταύτῃ δοκοῦσιν ἐρίσαι περὶ τῆς χώρας οἱ θεοί.πάντα εἶπεν ὁ Λαμπρίας ὅσῳ τοῦ Θρασυβούλου γέγονε Ποσειδῶν πολιτικώτερος, εἰ μὴ κρατῶν ὡς ἐκεῖνος, ἀλλ’ ἡττώ … [Quaest. conv. 9.7.1] Τίς αἰτία τῆς εἰς τριάδα διαιρέσεως τῶν μελῶν. … [Quaest. conv. 9.8.1] Τίνι διαφέρει τὰ ἐμμελῆ διαστήματα τῶν συμφώνων. … [Quaest. conv. 9.9.1] Τίς αἰτία συμφωνήσεως ἐν ᾧ καί, διὰ τί, τῶν συμφώνων ὁμοῦ κρουομένων, τοῦ βαρυτέρου γίγνεται τὸ μέλος. … [Quaest. conv. 9.10.1] διὰ τί, τῶν ἐκλειπτικῶν περιόδων ἡλίου καὶ σελήνης ἰσαρίθμων ὄντων, ἡ σελήνη φαίνεται πλεονάκις ἐκλείπουσα τοῦ ἡλίου. … [Quaest. conv. 9.11.1] Περὶ τοῦ μὴ τοὺς αὐτοὺς μένειν ἡμᾶς, ἀεὶ τῆς οὐσίας ῥεούσης. … [Quaest. conv. 9.12.1] Πότερόν ἐστι πιθανώτερον τὸ ἀρτίους εἶναι τοὺς σύμπαντας ἀστέρας ἢ περιττούς. [Quaest. conv. 9.12.1b] … ὅρκοις δ’ ἄνδρας ἐξαπατητέον. καὶ ὁ Γλαυκίας ἐγὼ μέν ἔφη κατὰ Πολυκράτους ἀκήκοα τοῦ τυράννου λεγόμενον τὸν λόγον τοῦτον· εἰκὸς δὲ καὶ καθ’ ἑτέρων λέγεσθαι· σὺ δὲ πρὸς τί τοῦτ’ ἐρωτᾷς; ὅτι νὴ Δί’ ὁ Σῶσπις ἔφη τοὺς μὲν παῖδας ἀστραγάλοις ὁρῶ τοὺς δ’ Ἀκαδημαϊκοὺς λόγοις ἀρτιάζοντας· οὐδὲν γὰρ οἱ τοιοῦτοι στόμαχοι διαφέρουσι τῶν ἐρωτώντων, πότερον ἄρτια τῇ χειρὶ συνειληφότες ἢ περιττὰ συντείνουσιν. ἐπαναστὰς οὖν ὁ Πρωτογένης καί με καλέσας ἐξ ὀνόματος τί παθόντες εἶπε τοὺς ῥήτορας τούτους τρυφᾶν ἐῶμεν, ἑτέρων καταγελῶντας, αὐτοὺς δὲ μηδὲν ἐρωτωμένους μηδὲ συμβολὰς λόγων τιθέντας; εἰ μὴ νὴ Δία φήσουσι μηδὲν αὐτοῖς μετεῖναι τῆς ἐν οἴνῳ κοινωνίας, Δημοσθένους ἐπαινέταις καὶ ζηλωταῖς οὖσιν, ἀνδρὸς ἐν ἅπαντι τῷ βίῳ πιόντος οἶνον. οὐκ αἴτιον ἔφην ἐγώ τοῦτο τούτων, ἀλλ’ ἡμεῖς οὐδὲν αὐτοὺς ἠρωτήκαμεν εἰ δὲ μή τι σὺ χρησιμώτερον ἔχεις, ἐγώ μοι δοκῶ προβαλεῖν αὐτοῖς ἐκ τῶν Ὁμήρου ῥητορικῶν θέσεων μίαν ἀντινομικήν. [Quaest. conv. 9.13.1] περὶ τοῦ ἐν τῇ τρίτῃ ῥαψῳδίᾳ τῆς Ἰλιάδος ἀντινομικοῦ ζητήματος. [Quaest. conv. 9.13.1b] τίν’ ἔφη ταύτην; ἐγώ σοι φράσω εἶπον ἅμα καὶ τούτοις προβάλλων διὸ τὸν νοῦν ἤδη προσεχέτωσαν. ὁ γὰρ Ἀλέξανδρος ἐπὶ ῥητοῖς δήπου πεποίηται τὴν πρόκλησιν οὕτως [Quaest. conv. 9.13.1c] αὐτὰρ ἔμ’ ἐν μέσσῳ καὶ ἀρηίφιλον Μενέλαον συμβάλετ’ ἀμφ’ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι. ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται, κτήμαθ’ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδ’ ἀγέσθω· [Quaest. conv. 9.13.1d] καὶ πάλιν ὁ Ἕκτωρ ἀναγορεύων καὶ τιθεὶς εἰς μέσον πᾶσι τὴν πρόκλησιν αὐτοῦ μονονουχὶ τοῖς αὐτοῖς ὀνόμασι κέχρηται· [Quaest. conv. 9.13.1e] ἄλλους μὲν κέλεται Τρῶας καὶ πάντας Ἀχαιοὺς τεύχεα κάλ’ ἀποθέσθαι ἐπὶ χθονὶ πουλυβοτείρῃ, αὐτὸν δ’ ἐν μέσσῳ καὶ ἀρηίφιλον Μενέλαον οἴους ἀμφ’ Ἑλένῃ καὶ κτήμασι πᾶσι μάχεσθαι. τῷ δέ κε νικήσαντι γυνὴ καὶ κτήμαθ’ ἕποιτο. [Quaest. conv. 9.13.1f] δεξαμένου δὲ τοῦ Μενελάου, ποιοῦνται τὰς συνθήκας ἐνόρκους, ἐξάρχει δ’ Ἀγαμέμνων [Quaest. conv. 9.13.1g] εἰ μέν κεν Μενέλαον Ἀλέξανδρος καταπέφνῃ, αὐτὸς ἔπειθ’ Ἑλένην ἀγέτω καὶ κτήματα πάντα· εἰ δὲ κ’ Ἀλέξανδρον κτείνῃ ξανθὸς Μενέλαος, κτήμαθ’ ἑλὼν εὖ πάντα γυναῖκά τε οἴκαδ’ ἀγέσθω. [Quaest. conv. 9.13.1h] ἐπεὶ τοίνυν ἐνίκησε μὲν οὐκ ἀνεῖλε δ’ ὁ Μενέλαος, μεταλαβόντες ἑκάτεροι τὴν ἀξίωσιν ἰσχυρίζονται τοῖς τῶν πολεμίων, οἱ μὲν ὡς νενικημένου τοῦ Πάριδος ἀπαιτοῦντες, οἱ δ’ ὡς μὴ τεθνηκότος οὐκ ἀποδιδόντες. πῶς οὖν ἔφην τὴν δίκην ταύτην ἰθύντατ’ ἂν εἴποι τις καὶ διαιτήσειε τὴν ἀντινομίαν, οὐ φιλοσόφων οὐδὲ γραμματικῶν, ἀλλὰ ῥητόρων ἔργον ἐστὶ φιλογραμματούντων ὥσπερ ὑμεῖς καὶ φιλοσοφούντων. [Quaest. conv. 9.13.2] ὁ μὲν οὖν Σῶσπις ἔφη κυριώτερον εἶναι τὸν τοῦ προκεκλημένου λόγον, ὥσπερ νόμον· ἐκεῖνος γάρ, ἐφ’ οἷς διαγωνιοῦνται, κατήγγειλεν· οἱ δὲ δεξάμενοι καὶ ὑπακούσαντες οὐκέτι κύριοι προστιθέντες. ἡ δὲ πρόκλησις οὐ περὶ φόνου καὶ θανάτου γέγονεν, ἀλλὰ περὶ νίκης καὶ ἥττης· καὶ μάλα δικαίως. ἔδει γὰρ τὴν γυναῖκα τοῦ κρείττονος εἶναι, κρείττων δ’ ὁ νικῶν, ἀποθνήσκειν δὲ πολλάκις συμβαίνει κἀγαθοῖς ὑπὸ κακῶν, ὡς ὕστερον Ἀχιλλεὺς ἀπέθανεν τοξευθεὶς ὑπὸ Πάριδος· καὶ οὐκ ἂν οἶμαι φαίημεν Ἀχιλλέως ἧτταν γεγονέναι τὸν θάνατον οὐδὲ νίκην ἀλλ’ ἄδικον εὐτυχίαν τοῦ βάλλοντος. ἀλλ’ ὁ Ἕκτωρ ἥττητο καὶ πρὶν ἀποθνήσκειν, μὴ δεξάμενος ἀλλὰ δείσας καὶ φυγὼν ἐπερχομένου τοῦ Ἀχιλλέως· ὁ γὰρ ἀπειπάμενος καὶ φυγὼν ἧτταν ἀπροφάσιστον ἥττηται καὶ συγκεχώρηκε κρείττονα τὸν ἀντίπαλον εἶναι. διὸ πρῶτον μὲν ἡ Ἶρις ἐξαγγέλλουσα τῇ Ἑλένῃ φησὶ [Quaest. conv. 9.13.2b] μακρῇς ἐγχείῃσι μαχήσονται περὶ σεῖο τῷ δέ κε νικήσαντι φίλη κεκλήσῃ ἄκοιτις [Quaest. conv. 9.13.2c] ἔπειθ’ ὁ Ζεὺς τῷ Μενελάῳ τῆς μάχης τὸ βραβεῖον ἀπέδωκεν εἰπών νίκη μὲν φαίνετ’ ἀρηιφίλου Μενελάου. [Quaest. conv. 9.13.2d] γελοῖον γάρ, εἰ τὸν μὲν Ποδῆν ἐνίκησε πόρρωθεν ἀκοντίσας μὴ προσδοκήσαντα μηδὲ φυλαξάμενον, τοῦ δ’ ἀπειπαμένου καὶ δραπετεύσαντος καὶ καταδύντος εἰς τοὺς κόλπους τῆς γυναικὸς ἐσκυλευμένου ζῶντος, οὐκ ἄξιος ἦν τὰ νικητήρια φέρεσθαι, κατὰ τὴν αὐτοῦ πρόκλησιν ἐκείνου κρείττων φανεὶς καὶ περιγενόμενος. [Quaest. conv. 9.13.3] ὑπολαβὼν δ’ ὁ Γλαυκίας ἔφη πρῶτον μὲν ἔν τε δόγμασι καὶ νόμοις ἔν τε συνθήκαις καὶ ὁμολογίαις κυριώτερα τὰ δεύτερα νομίζεσθαι καὶ βεβαιότερα τῶν πρώτων· δεύτεραι δ’ ἦσαν αἱ δι Ἀγαμέμνονος ὁμολογίαι τέλος ἔχουσαι θάνατον, οὐχὶ ἧτταν τοῦ κρατηθέντος. ἔπειτ’ ἐκείνη μὲν λόγοις, αὗται δὲ καὶ μεθ’ ὅρκων εἵποντο καὶ προσῆσαν ἀραὶ τοῖς παραβαίνουσιν, οὐχ ἑνὸς ἀνδρὸς ἀλλὰ πάντων ἀποδεχομένων καὶ συνομολογούντων· ὥστε ταῦτα γεγονέναι κυρίως ὁμολογίας, ἐκείνας δὲ μόνας προκλήσεις. μαρτυρεῖ δ’ ὁ Πρίαμος, μετὰ τὰ ὅρκια τοῦ ἀγῶνος ἀπιὼν, καί, [Quaest. conv. 9.13.3b] Ζεὺς μέν που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι, ὁπποτέρῳ θανάτοιο τέλος πεπρωμένον ἐστίν· [Quaest. conv. 9.13.3c] ᾔδει γὰρ ἐπὶ τούτοις τὰς ὁμολογίας γεγενημένας· διὸ καὶ μετὰ μικρὸν ὁ Ἕκτωρ φησὶν [Quaest. conv. 9.13.3d] ὅρκια μὲν Κρονίδης ὑψίζυγος οὐκ ἐτέλεσσεν· [Quaest. conv. 9.13.3e] ἀτελὴς γὰρ ἔμεινεν ὁ ἀγὼν, καὶ πέρας ἀναμφισβήτητον οὐκ εἶχε μηδετέρου πεσόντος. ὅθεν ἔμοιγε δοκεῖ μηδ’ ἀντινομικὸν γεγονέναι τὸ ζήτημα, ταῖς δευτέραις ὁμολογίαις τῶν πρώτων ἐμπεριεχομένων ὁ γὰρ ἀποκτείνας νενίκηκεν, οὐ μὴν ὁ νικήσας ἔκτεινεν. συνελόντι δ’ εἰπεῖν, Ἀγαμέμνων οὐκ ἔλυσε τὴν τοῦ Ἕκτορος πρόκλησιν ἀλλ’ ἐσαφήνισεν, οὐδὲ μετέθηκεν ἀλλὰ προσέθηκε τὸ κυριώτατον, ἐν τῷ κτεῖναι τὸ νικῆσαι θέμενος· αὕτη γάρ ἐστι νίκη παντελής, αἱ δ’ ἄλλαι προφάσεις καὶ ἀντιλογίας ἔχουσιν, ὡς ἡ παρὰ Μενελάου μήτε τρώσαντος μήτε διώξαντος. ὥσπερ οὖν ἐν ταῖς ἀληθιναῖς ἀντινομίαις οἱ δικασταὶ τῷ μηδὲν ἀμφισβητήσιμον ἔχοντι προστίθενται, τὸν ἀσαφέστερον ἐάσαντες οὕτως ἐνταῦθα τὴν ἀπροφάσιστον καὶ γνώριμον τέλος ἄγουσαν ὁμολογίαν βεβαιοτέραν χρὴ καὶ κυριωτέραν νομίζειν, ὃ δὲ μέγιστόν ἐστιν, αὐτὸς ὁ δοκῶν κρατεῖν, οὐκ ἀποστὰς φυγόντος οὐδὲ παυσάμενος, ἀλλὰ πανταχόσε φοιτῶν ἀν’ ὅμιλον [Quaest. conv. 9.13.3f] εἴ που ἐσαθρήσειεν Ἀλέξανδρον θεοειδέα [Quaest. conv. 9.13.3g] μεμαρτύρηκεν ἄκυρον εἶναι καὶ ἀτελῆ νίκην, ἐκείνου διαπεφευγότος· οὐδ’ ἠμνημόνει τῶν ὑπ’ αὐτοῦ διειρημένων, [Quaest. conv. 9.13.3h] ἡμέων δ’ ὁπποτέρῳ θάνατος καὶ μοῖρα τέτυκται, τεθναίη, ἄλλοι δὲ διακρινθεῖτε τάχιστα. [Quaest. conv. 9.13.3i] διὸ ζητεῖν μὲν ἀναγκαῖον ἦν αὐτῷ τὸν Ἀλέξανδρον, ὅπως ἀποκτείνας συντελέσῃ τὸ τοῦ ἀγῶνος ἔργον· μὴ κτείνας δὲ μηδὲ λαβὼν οὐ δικαίως ἀπῄτει τὸ νικητήριον. οὐδὲ γὰρ ἐνίκησεν, εἰ δεῖ τεκμήρασθαι τοῖς ὑπ’ αὐτοῦ λεγομένοις, ἐγκαλοῦντος τῷ Διὶ καὶ τὰς ἀποτεύξεις ὀδυρομένου· [Quaest. conv. 9.13.3j] Ζεῦ πάτερ, οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος· ἦ τ’ ἐφάμην τίσασθαι Ἀλέξανδρον κακότητος, νῦν δέ μοι ἐν χείρεσσιν ἄγη ξίφος, ἐκ δέ μοι ἔγχος ἠίχθη παλάμηφιν ἐτώσιον, οὐδ’ ἔβαλόν μιν [Quaest. conv. 9.13.3k] αὐτὸς γὰρ ὁμολογεῖ μηδὲν εἶναι τὸ διακόψαι τὸ ἀσπίδιον καὶ λαβεῖν ἀπορρυὲν τὸ κράνος, εἰ μὴ βάλοι μηδ’ ἀποκτείνειε τὸν πολέμιον. [Quaest. conv. 9.14.1] Περὶ τοῦ ἀριθμοῦ τῶν Μουσῶν ὅσα λέγεται μὴ κοινῶς. [Quaest. conv. 9.14.1b] ἐκ τούτου σπονδὰς ἐποιησάμεθα ταῖς Μούσαις, καὶ τῷ Μουσηγέτῃ Ἀπόλλωνι παιανίσαντες συνῄσαμεν τῷ Ἐράτωνι πρὸς τὴν λύραν ἐκ τῶν Ἡσιόδου τὰ περὶ τὴν τῶν Μουσῶν γένεσιν. μετὰ δὲ τὴν ᾠδὴν Ἡρώδης ὁ ῥήτωρ ἀκούετ’ ἔφη ὑμεῖς οἱ τὴν Καλλιόπην ἀποσπῶντες ἡμῶν, σὺν τοῖς βασιλεῦσιν αὐτὴν παρεῖναί φασιν, οὐκ ἀναλύουσι δήπου συλλογισμοὺς οὐδ’ ἐρωτῶσι μεταλλάττοντας, ἀλλὰ ταῦτα πράττουσιν ἃ ῥητόρων ἐστὶ καὶ πολιτικῶν ἔργα. τῶν δ’ ἄλλων ἥ τε Κλειὼ τὸ ἐγκωμιαστικὸν προσάγεται· κλέα γὰρ ἐκάλουν τοὺς ἐπαίνους· ἥ τε Πολύμνια τὸ ἱστορικὸν ἔστι γὰρ μνήμη πολλῶν· ἐνιαχοῦ δὲ καὶ πάσας, ὥσπερ ἐν λείῳ, τὰς Μούσας Μνείας καλεῖσθαι λέγουσιν. ἐγὼ δὲ μεταποιοῦμαί τι καὶ τῆς Εὐτέρπης· εἴπερ, ὥς φησι Χρύσιππος, αὕτη τὸ περὶ τὰς ὁμιλίας ἐπιτερπὲς εἴληχε καὶ κεχαρισμένον. ὁμιλητικὸς γὰρ οὐδὲν ἧττον ἢ δικανικὸς ὁ ῥήτωρ καὶ συμβουλευτικός· αἱ γὰρ ἕξεις ἔχουσι καὶ εὐμενείας καὶ συνηγορίας καὶ ἀπολογίας· πλείστῳ δὲ τῷ ἐπαινεῖν χρώμεθα καὶ τῷ ψέγειν, ἐν τούτοις οὐ φαύλων οὐδὲ μικρῶν τυγχάνοντες, ἂν τεχνικῶς τοῦτο πράττωμεν ἂν δ’ ἀπείρως καὶ ἀτεχνῶς, ἀστοχοῦντες· τὸ γάρ [Quaest. conv. 9.14.1c] ὦ πόποι, ὡς ὅδε πᾶσι φίλος καὶ τίμιός ἐστιν ἀνθρώποις [Quaest. conv. 9.14.1d] … δὲ μᾶλλον, ὡς τὸ περὶ τὰς ὁμιλίας εὐάρμοστον ἔχουσι, πειθὼ καὶ χάριν οἶμαι προσήκειν. [Quaest. conv. 9.14.2] καὶ ὁ Ἀμμώνιος οὐκ ἄξιον ἔφη σοι νεμεσᾶν, ὦ Ἡρώδη, καὶ πλείῃ χειρὶ τῶν Μουσῶν ἐπιδραττομένῳ· κοινὰ γὰρ τὰ φίλων. καὶ διὰ τοῦτο πολλὰς ἐγέννησε Μούσας ὁ Ζεύς, ὅπως ᾖ πᾶσιν ἀρύσασθαι τῶν καλῶν ἀφθόνως· οὔτε γὰρ κυνηγίας πάντες οὔτε στρατείας οὔτε ναυτιλίας οὔτε βαναυσουργίας, παιδείας δὲ καὶ λόγου δεόμεθα πάντες [Quaest. conv. 9.14.2b] εὐρυεδοῦς ὅσοι καρπὸν αἰνύμεθα χθονός [Quaest. conv. 9.14.2c] ὅθεν Ἀθηνᾶν μίαν καὶ Ἄρτεμιν καὶ Ἥφαιστον ἕνα, Μούσας δὲ πολλὰς ἐποίησεν. ὅτι δ’ ἐννέα καὶ οὐκ ἐλάττους οὐδὲ πλείους, ἆρ’ ἂν ἡμῖν φράσειας; οἶμαι δέ σε πεφροντικέναι φιλόμουσον οὕτω καὶ πολύμουσον ὄντα.τί δὲ τοῦτο σοφόν; εἶπεν ὁ Ἡρώδης· πᾶσι γὰρ διὰ στόματός ἐστι καὶ πάσαις ὑμνούμενος ὁ τῆς ἐννεάδος ἀριθμός, ὡς πρῶτος ἀπὸ πρώτου περισσοῦ τετράγωνος ὢν καὶ περισσάκις περισσός, ἅτε δὴ τὴν διανομὴν εἰς τρεῖς ἴσους λαμβάνων περισσούς. καὶ ὁ Ἀμμώνιος ἐπιμειδιάσας ἀνδρικῶς ταυτὶ διεμνημόνευσας· καὶ πρόσθες αὐτοῖς ἔτι τοσοῦτον, τὸν ἀριθμὸν ἐκ δυεῖν τῶν πρώτων κύβων συνηρμόσθαι μονάδος καὶ ὀγδοάδος, καὶ καθ’ ἑτέραν αὖ πάλιν σύνθεσιν ἐκ δυεῖν τριγώνων, τριάδος καὶ ἑξάδος ὧν ἑκάτερος καὶ τέλειός ἐστιν. ἀλλὰ τί ταῦτα ταῖς Μούσαις μᾶλλον ἢ τοῖς ἄλλοις θεοῖς; προσῆκεν, ὅτι Μούσας ἔχομεν ἐννέα, Δήμητρας δὲ καὶ Ἀθηνᾶς καὶ Ἀρτέμιδας οὐκ ἔχομεν; οὐ γὰρ δήπου καὶ σὲ πείθει τὸ Μούσας γεγονέναι τοσαύτας, ὅτι τοὔνομα τῆς μητρὸς αὐτῶν ἐκ τοσούτων γραμμάτων ἐστίν. γελάσαντος δὲ τοῦ Ἡρώδου καὶ σιωπῆς γενομένης, προὔτρεπεν ἡμᾶς ἐπιχειρεῖν ὁ Ἀμμώνιος. [Quaest. conv. 9.14.3] εἶπεν οὖν ὁ ἀδελφός, ὅτι τρεῖς ᾔδεσαν οἱ παλαιοὶ Μούσας· καὶ τούτου λέγειν ἀπόδειξιν ὀψιμαθές ἐστι καὶ ἄγροικον ἐν τοσούτοις καὶ τοιούτοις ἀνδράσιν. αἰτία δ’ οὐχ ὡς ἔνιοι λέγουσι τὰ μελῳδούμενα γένη, τὸ διάτονον καὶ τὸ χρωματικὸν καὶ τὸ ἐναρμόνιον οὐδ’ οἱ τὰ διαστήματα παρέχοντες ὅροι, νήτη καὶ μέση καὶ ὑπάτη· καίτοι Δελφοί γε τὰς Μούσας οὕτως ὠνόμαζον, οὐκ ὀρθῶς ἑνὶ μαθήματι, μᾶλλον δὲ μορίῳ μαθήματος ἑνὸς τοῦ μουσικοῦ, τῷ γ’ ἁρμονικῷ, προστιθέντες. ἁπάσας δ’ ὡς ἐγὼ νομίζω τὰς διὰ λόγου περαινομένας ἐπιστήμας καὶ τέχνας οἱ παλαιοὶ καταμαθόντες ἐν τρισὶ γένεσιν οὔσας, τῷ φιλοσόφῳ καὶ τῷ ῥητορικῷ καὶ τῷ μαθηματικῷ, τριῶν ἐποιοῦντο δῶρα καὶ χάριτας θεῶν ἃς Μούσας ὠνόμαζον. ὕστερον δὲ καὶ καθ’ Ἡσίοδον ἤδη μᾶλλον ἐκκαλυπτομένων τῶν δυνάμεων, διαιροῦντες εἰς καὶ εἴδη τρεῖς πάλιν ἑκάστην ἔχουσαν ἐν αὑτῇ διαφορὰς ἑώρων ὦν ἐν μὲν τῷ μαθηματικῷ τὸ περὶ μουσικήν ἐστι καὶ τὸ περὶ ἀριθμητικὴν καὶ τὸ περὶ γεωμετρίαν, ἐν τῷ φιλοσόφῳ τὸ λογικὸν καὶ τὸ ἠθικὸν καὶ τὸ φυσικόν, ἐν τῷ ῥητορικῷ τὸ ἐγκωμιαστικὸν πρῶτον γεγονέναι λέγουσι, δεύτερον τὸ συμβουλευτικόν, ἔσχατον δὲ τὸ δικανικόν. ὧν μηδὲν ἄθεον μηδ’ ἄμουσον εἶναι ἄμοιρον κρείττονος καὶ ἡγεμονίας ἀξιοῦντες, εἰκότως ἰσαρίθμους τὰς Μούσας οὐκ ἐποίησαν ἀλλ’ οὔσας ἀνεῦρον. ὥσπερ οὖν τὰ ἐννέα διαίρεσιν εἰς τρεῖς λαμβάνει τριάδας, ὧν ἑκάστη πάλιν εἰς μονάδας διαιρεῖται τοσαύτας· οὕτως ἓν μέν ἐστι καὶ κοινὸν ἡ τοῦ λόγου περὶ τὸ κύριον ὀρθότης, νενέμηνται σύντρεις εἰς τῶν τριῶν γενῶν ἕκαστον· εἶτα πάλιν αὖ μοναδικῶς ἑκάστη μίαν περιέπει λαχοῦσα καὶ κοσμεῖ δύναμιν. οὐ οἶμαι τοὺς ποιηματικοὺς καὶ τοὺς ἀστρολογικοὺς ἐγκαλεῖν ἡμῖν ὡς παραλείπουσι· τὰς τέχνας αὐτῶν, εἰδότας οὐδὲν ἧττον ἡμῶν ἀστρολογίαν γεωμετρίᾳ ποιητικὴν δὲ μουσικῇ συννεμομένην. [Quaest. conv. 9.14.4] ὡς δὲ ταῦτ’ ἐρρήθη, τοῦ ἰατροῦ Τρύφωνος εἰπόντος τῇ δ’, ἡμετέρᾳ τέχνῃ τί παθὼν τὸ Μουσεῖον ἀποκέκλεικας; ὑπολαβὼν Διονύσιος ὁ Μελιτεὺς πολλούς ἔφη συμπαρακαλεῖς ἐπὶ τὴν κατηγορίαν· καὶ γὰρ ἡμεῖς οἱ γεωργοὶ τὴν Θάλειαν οἰκειούμεθα, φυτῶν καὶ σπερμάτων εὐθαλούντων καὶ βλαστανόντων ἐπιμέλειαν αὐτῇ καὶ σωτηρίαν ἀποδιδόντες. ἀλλ’ οὐ δίκαια ἔφην ἐγὼ ποιεῖτε· καὶ γὰρ ὑμῖν ἔστι Δημήτηρ ἀνησιδώρα καὶ Διόνυσος δενδρέων νομὸν πολυγαθὴς αὐξάνων, ἁγνὸν φέγγος ὀπώρας ὡς Πίνδαρός φησι· καὶ τοὺς ἰατροὺς Ἀσκληπιὸν ἔχοντας ἴσμεν ἡγεμόνα καὶ Ἀπόλλωνι Παιᾶνι χρωμένους πάντα, Μουσηγέτῃ μηθέν. πάντες γάρ ἄνθρωποι θεῶν χατέουσι καθ’ Ὅμηρον, οὐ πάντες δὲ πάντων. ἀλλ’ ἐκεῖνο θαυμάζω, πῶς ἔλαθε Λαμπρίαν τὸ λεγόμενον ὑπὸ Δελφῶν. λέγουσι γάρ οὐ φθόγγων οὐδὲ χορδῶν ἐπωνύμους γεγονέναι τὰς Μούσας παρ’ αὐτοῖς· ἀλλά, τοῦ κόσμου τριχῇ πάντα νενεμημένου, πρώτην μὲν εἶναι τὴν τῶν ἀπλανῶν μερίδα, δευτέραν δὲ τὴν τῶν πλανωμένων, ἐσχάτην δὲ τὴν τῶν ὑπὸ σελήνην συνηρτῆσθαι δὲ πάσας καὶ συντετάχθαι κατὰ λόγους ἐναρμονίους, ὧν ἑκάστης φύλακα Μοῦσαν εἶναι, τῆς μὲν πρώτης ὑπάτην τῆς δ’ ἐσχάτης Νεάτην, Μέσην δὲ τὴν μεταξὺ συνέχουσαν ἅμα καὶ συνεπιστρέφουσαν, ὡς ἀνυστὸν ἐστι, τὰ θνητὰ τοῖς θεοῖς καὶ τὰ περίγεια τοῖς οὐρανίοις· ὡς καὶ Πλάτων ᾐνίξατο τοῖς τῶν Μοιρῶν ὀνόμασι τὴν μὲν Ἄτροπον τὴν δὲ Κλωθὼ τὴν δὲ Λάχεσιν προσαγορεύσας· ἐπεὶ ταῖς γε τῶν ὀκτὼ σφαιρῶν περιφοραῖς Σειρῆνας οὐ Μούσας ἰσαρίθμους ἐπέστησεν. [Quaest. conv. 9.14.5] ὑπολαβὼν δὲ Μενέφυλος ὁ Περιπατητικὸς τὰ μὲν Δελφῶν εἶπεν ἁμωσγέπως μετέχει πιθανότητος· ὁ δὲ Πλάτων ἄτοπος, ταῖς μὲν ἀιδίοις καὶ θείαις περιφοραῖς ἀντὶ τῶν Μουσῶν τὰς Σειρῆνας ἐνιδρύων, οὐ πάνυ φιλανθρώπους οὐδὲ χρηστὰς δαίμονας· τὰς δὲ Μούσας ἢ παραλείπων παντάπασιν ἢ τοῖς τῶν Μοιρῶν ὀνόμασι προσαγορεύων καὶ καλῶν θυγατέρας Ἀνάγκης. ἄμουσον γὰρ ἡ Ἀνάγκη μουσικὸν δ’ ἡ Πειθώ, καὶ Μούσαις φιλοδαμοῦσα πολὺ μᾶλλον οἶμαι τῆς Ἐμπεδοκλέους Χάριτος [Quaest. conv. 9.14.5b] στυγέει δύστλητον ἀνάγκην. [Quaest. conv. 9.14.6] πάνυ μὲν οὖν ὁ Ἀμμώνιος ἔφη τὴν ἐν ἡμῖν ἀκούσιον αἰτίαν καὶ ἀπροαίρετον ἡ δ’ ἐν θεοῖς ἀνάγκη δύστλητος οὔκ ἐστ’ οἶμαι δ’ οὐδὲ δυσπειθὴς οὐδὲ βιαία, πλὴν τοῖς κακοῖς, ὥς ἐστι νόμος ἐν πόλει τοῖς βελτίστοις τὸ βέλτιστον αὐτῆς, ἀπαράτρεπτον καὶ ἀπαράβατον οὐ τῷ μὲν ἀδυνάτῳ τῷ δ’ ἀβουλήτῳ τῆς μεταβολῆς. αἵ γε μὲν δὴ Ὁμήρου Σειρῆνες οὐ κατὰ λόγον ἡμᾶς; τῷ μύθῳ φοβοῦσιν, ἀλλὰ κἀκεῖνος ὀρθῶς ᾐνίττετο τὴν τῆς μουσικῆς αὐτῶν δύναμιν οὐκ ἀπάνθρωπον οὐδ’ ὀλέθριον οὖσαν ἀλλὰ ταῖς ἐντεῦθεν ἀπιούσαις ἐκεῖ ψυχαῖς, ὡς ἔοικε, καὶ πλανωμέναις μετὰ τὴν τελευτὴν ἔρωτα πρὸς τὰ οὐράνια καὶ θεῖα λήθην δὲ τῶν θνητῶν ἐμποιοῦσαν κατέχειν καὶ κατᾴδειν θελγομένας· αἱ δ’ ὑπὸ χαρᾶς ἕπονται καὶ συμπεριπολοῦσιν. ἐνταῦθα δὲ πρὸς ἡμᾶς ἀμυδρά τις οἷον ἠχὼ τῆς μουσικῆς ἐκείνης ἐξικνουμένη διὰ λόγων ἐκκαλεῖται καὶ ἀναμιμνήσκει τὰς ψυχὰς τῶν τότε· τὰ δ’ ὦτα τῶν μὲν πλείστων περιαλήλιπται καὶ καταπέπλασται σαρκίνοις ἐμφράγμασι καὶ πάθεσιν, οὐ κηρίνοις· ἣ δὲ δι’ εὐφυΐαν αἰσθάνεται καὶ μνημονεύει, καὶ τῶν ἐμμανεστάτων ἐρώτων οὐδὲν ἀποδεῖ τὸ πάθος αὐτῆς, γλιχομένης καὶ ποθούσης λῦσαί τε μὴ δυναμένης ἑαυτὴν ἀπὸ τοῦ σώματος. [Quaest. conv. 9.14.6b] οὐ μὴν ἔγωγε παντάπασι συμφέρομαι τούτοις· ἀλλά μοι δοκεῖ Πλάτων ὡς ἀτράκτους καὶ ἠλακάτας τοὺς ἄξονας, σφονδύλους δὲ τοὺς ἀστέρας, ἐξηλλαγμένως ἐνταῦθα καὶ τὰς Μούσας Σειρῆνας ὀνομάζειν εἰρούσας τὰ θεῖα καὶ λεγούσας ἐν Ἅιδου, καθάπερ Σοφοκλέους Ὀδυσσεὺς φησι Σειρῆνας εἰσαφικέσθαι Φόρκου κόρας, θροοῦντε τοὺς Ἅιδου νόμους Μοῦσαι δ’ εἰσὶν ὀκτὼ καὶ συμπεριπολοῦσι ταῖς ὀκτὼ σφαίραις, μία δὲ τὸν περὶ γῆν εἴληχε τόπον. [Quaest. conv. 9.14.6c] αἱ μὲν οὖν ὀκτὼ περιόδοις ἐφεστῶσαι τὴν τῶν πλανωμένων ἄστρων πρὸς τὰ ἀπλανῆ καὶ πρὸς ἄλληλα συνέχουσι καὶ διασῴζουσιν ἁρμονίαν· μία δὲ τὸν μεταξὺ γῆς καὶ σελήνης τόπον ἐπισκοποῦσα καὶ περιπολοῦσα, τοῖς θνητοῖς, ὅσον αἰσθάνεσθαι καὶ δέχεσθαι πέφυκε, χαρίτων καὶ ῥυθμοῦ καὶ ἁρμονίας ἐνδίδωσι, διὰ λόγου καὶ ᾠδῆς πειθὼ πολιτικῆς καὶ κοινωνητικῆς συνεργὸν ἐπάγουσα παραμυθουμένην καὶ κηλοῦσαν ἡμῶν τὸ ταραχῶδες καὶ τὸ πλανώμενον ὥσπερ ἐξ ἀνοδίας ἀνακαλουμένην ἐπιεικῶς καὶ καθιστᾶσαν. [Quaest. conv. 9.14.6d] ὅσσα δὲ μὴ πεφίληκε Ζεύς, ἀτύζονται βοὰν Πιερίδων ἀίοντα κατὰ Πίνδαρον. [Quaest. conv. 9.14.7] τούτοις ἐπιφωνήσαντος τοῦ Ἀμμωνίου τὰ τοῦ Ξενοφάνους ὥσπερ εἰώθει [Quaest. conv. 9.14.7b] ταῦτα δεδοξάσθαι μὲν ἐοικότα τοῖς ἐτύμοισι [Quaest. conv. 9.14.7c] καὶ παρακαλοῦντος ἀποφαίνεσθαι καὶ λέγειν τὸ δοκοῦν ἕκαστον, ἐγὼ μικρὸν διασιωπήσας ἔφην ὅτι καὶ Πλάτων αὐτὸς ὥσπερ ἴχνεσι τοῖς ὀνόμασι τῶν θεῶν ἀνευρίσκειν οἴεται τὰς δυνάμεις· καὶ ἡμεῖς ὁμοίως μὲν τιθῶμεν ἐν οὐρανῷ καὶ περὶ τὰ οὐράνια μίαν τῶν Μουσῶν, ἣ Οὐρανία φαίνεται· καὶ εἰκὸς ἐκεῖνα μὴ πολλῆς μηδὲ ποικίλης κυβερνήσεως δεῖσθαι, μίαν ἔχοντα καὶ ἁπλῆν αἴτιον φύσιν· ὅπου δὲ πολλαὶ πλημμέλειαι πολλαὶ δ’ ἀμετρίαι καὶ παραβάσεις, ἐνταῦθα τὰς ὀκτὼ μετοικιστέον, ἄλλην ἄλλο κακίας καὶ ἀναρμοστίας εἶδος ἐπανορθουμένας. ἐπεὶ δὲ τοῦ βίου τὸ μὲν σπουδῇ τὸ δὲ παιδιᾷ μέρος ἐστί, καὶ δεῖται τοῦ μουσικῶς καὶ μετρίως, τὸ μὲν σπουδάζον ἡμῶν ἥ τε Καλλιόπη καὶ ἡ Κλειὼ καὶ ἡ Θάλεια, τῆς περὶ θεοὺς ἐπιστήμης καὶ θέας ἡγεμὼν οὖσα, δόξουσιν ἐπιστρέφειν καὶ συγκατορθοῦν· αἱ δὲ λοιπαὶ τὸ μεταβάλλον ἐφ’ ἡδονὴν καὶ παιδιὰν ὑπ’ ἀσθενείας μὴ περιορᾶν ἀνιέμενον ἀκολάστως καὶ θηριωδῶς, ἀλλ’ ὀρχήσει καὶ ᾠδῇ καὶ χορείᾳ ῥυθμὸν ἐχούσῃ καὶ ἁρμονίᾳ καὶ λόγῳ κεραννύμενον εὐσχημόνως καὶ κοσμίως ἐκδέχεσθαι καὶ παραπέμπειν. ἐγὼ μέντοι, τοῦ Πλάτωνος ἐν ἑκάστῳ δύο πράξεων ἀπολείποντος ἀρχάς, τὴν μὲν ἔμφυτον ἐπιθυμίαν ἡδονῶν τὴν δ’ ἐπείσακτον δόξαν ἐφιεμένην τοῦ ἀρίστου, καὶ τὸ μὲν λόγον τὸ δὲ πάθος ἔστιν ὅτε καλοῦντος, ἑτέρας δ’ αὖ πάλιν τούτων ἑκατέρου διαφορὰς ἔχοντος, ἑκάστην ὁρῶ μεγάλης καὶ θείας ὡς ἀληθῶς παιδαγωγίας δεομένην. αὐτίκα τοῦ λόγου τὸ μέν ἐστι πολιτικὸν καὶ βασιλικόν, ἐφ’ ᾧ τὴν Καλλιόπην τετάχθαι φησὶν ὁ Ἡσίοδος· τὸ φιλότιμον δ’ ἡ Κλειὼ μάλιστα κυδαίνειν καὶ συνεπιγαυροῦν εἴληχεν ἡ δὲ Πολύμνια τοῦ φιλομαθοῦς ἐστι καὶ μνημονικοῦ τῆς ψυχῆς· διὸ καὶ Σικυώνιοι τῶν τριῶν Μουσῶν μίαν Πολυμάθειαν καλοῦσιν. Εὐτέρπῃ δὲ πᾶς ἄν τις ἀποδοίη τὸ θεωρητικὸν τῆς περὶ φύσιν ἀληθείας, οὔτε καθαρωτέρας οὔτε καλλίους ἑτέρῳ γένει παραλιπὼν εὐπαθείας καὶ τέρψεις. τῆς δ’ ἐπιθυμίας τὸ μὲν περὶ ἐδωδὴν καὶ πόσιν ἡ Θάλεια κοινωνητικὸν ποιεῖ καὶ συμποτικὸν ἐξ ἀπανθρώπου καὶ θηριώδους· διὸ τοὺς φιλοφρόνως καὶ ἱλαρῶς συνόντας ἀλλήλοις ἐν οἴνῳ θαλιάζειν λέγομεν, οὐ τοὺς ὑβρίζοντας καὶ παροινοῦντας· ταῖς δὲ περὶ συνουσίαν σπουδαῖς ἡ Ἐρατὼ παροῦσα μετὰ πειθοῦς λόγον ἐχούσης καὶ καιρὸν ἐξαιρεῖ καὶ κατασβέννυσι τὸ μανικὸν τῆς ἡδονῆς καὶ οἰστρῶδες, εἰς φιλίαν καὶ πίστιν οὐχ ὕβριν οὐδ’ ἀκολασίαν τελευτώσης. οἵδε καὶ ὀφθαλμῶν ἡδονήν, εἶδος εἴτε τῷ λόγῳ μᾶλλον εἴτε τῷ πάθει προσῆκον εἴτε κοινὸν ἀμφοῖν ἐστιν, αἱ λοιπαὶ δύο, Μελπομένη καὶ Τερψιχόρη, παραλαβοῦσαι κοσμοῦσιν· ὥστε τὴν μὲν εὐφροσύνην μὴ κήλησιν εἶναι, τὸ δὲ μὴ γοητείαν ἀλλὰ τέρψιν. [Quaest. conv. 9.15.1] ὅτι τρία μέρη τῆς ὀρχήσεως, φορὰ καὶ σχῆμα καὶ δεῖξις· [Quaest. conv. 9.15.1b] καὶ τί ἕκαστον αὐτῶν, καί τίνα κοινὰ ποιητικῆς καὶ ὀρχηστικῆς. [Quaest. conv. 9.15.1c] ἐκ τούτου πυραμοῦντος ἐπῆραν τουτ’ ἐσπᾶσι νικητήριον ὀρχήσεως· ἀπεδείχθη δὲ κριτὴς μετὰ Μενίσκου τοῦ παιδοτρίβου Λαμπρίας ὁ ἀδελφός· ὠρχήσατο γὰρ πιθανῶς τὴν πυρρίχην καὶ χειρονομῶν ἐν ταῖς παλαίστραις ἐδόκει διαφέρειν τῶν παίδων. ὀρχουμένων δὲ πολλῶν προθυμότερον ἢ μουσικώτερον, δύο τοὺς εὐδοκίμους καὶ βουλομένους ἀνασῴζειν τὴν ἐμμέλειαν ἠξίουν τινὲς ὀρχεῖσθαι φορὰν παρὰ φοράν. ἐπεζήτησεν οὖν ὁ Θρασύβουλος Ἀμμωνίου τί βούλεται τοὔνομα τῆς φορᾶς, καὶ παρέσχε τῷ Ἀμμωνίῳ περὶ τῶν μερῶν τῆς ὀρχήσεως πλείονα διελθεῖν. [Quaest. conv. 9.15.2] ἔφη δὲ τρία εἶναι, τὴν φορὰν καὶ τὸ σχῆμα καὶ τὴν δεῖξιν. ἡ γὰρ ὄρχησις ἔκ τε κινήσεων καὶ σχέσεων συνέστηκεν, ὡς τὸ μέλος τῶν φθόγγων καὶ τῶν διαστημάτων ἐνταῦθα δ’ αἱ μοναὶ πέρατα τῶν κινήσεών εἰσι. φορὰς μὲν οὖν τὰς κινήσεις ὀνομάζουσι, σχήματα δὲ σχέσεις καὶ διαθέσεις, εἰς ἃς φερόμεναι τελευτῶσιν αἱ κινήσεις, ὅταν Ἀπόλλωνος ἢ Πανὸς ἤ τινος Βάκχης σχῆμα διαθέντες ἐπὶ τοῦ σώματος γραφικῶς τοῖς εἴδεσιν ἐπιμένωσι. τὸ δὲ τρίτον, ἡ δεῖξις, οὐ μιμητικόν ἐστιν, ἀλλὰ δηλωτικὸν ἀληθῶς τῶν ὑποκειμένων ὡς γὰρ οἱ ποιηταὶ τοῖς κυρίοις ὀνόμασι δεικτικῶς χρῶνται, τὸν Ἀχιλλέα καὶ τὸν Ὀδυσσέα καὶ τὴν γῆν καὶ τὸν οὐρανὸν ὀνομάζοντες, ὡς ὑπὸ τῶν πολλῶν λέγονται· πρὸς δὲ τὰς ἐμφάσεις καὶ τὰς μιμήσεις καὶ ὀνοματοποιίαις χρῶνται καὶ μεταφοραῖς, κελαρύζειν καὶ καχλάζειν τὰ κλώμενα τῶν ῥευμάτων λέγοντες, καὶ τὰ βέλη φέρεσθαι λιλαιόμενα χροὸς ἆσαι, καὶ τὴν ἰσόρροπον μάχην ἴσας ὑσμίνη κεφαλὰς, ἔχειν· πολλὰς δὲ καὶ συνθέσεις τῶν ὀνομάτων κατὰ μέλη μιμητικῶς σχηματίζουσιν, ὡς Εὐριπίδης [Quaest. conv. 9.15.2b] ὁ πετόμενος ἱερὸν ἀνὰ Διὸς αἰθέρα γοργοφόνος, καὶ περὶ τοῦ ἵππου Πίνδαρος ὅτε παρ’ Ἀλφεῷ σύτο δέμας ἀκέντητον ἐν δρόμοισι παρέχων καὶ Ὅμηρος ἐπὶ τῆς ἱπποδρομίας [Quaest. conv. 9.15.2c] ἅρματα δ’ αὖ χαλκῷ πεπυκασμένα κασσιτέρῳ τε ἵπποις ὠκυπόδεσσιν ἐπέτρεχον· [Quaest. conv. 9.15.2d] οὕτως ἐν ὀρχήσει τὸ μὲν σχῆμα μιμητικόν ἐστι μορφῆς καὶ ἰδέας, καὶ πάλιν ἡ φορὰ πάθους τινὸς ἐμφαντικὸν ἢ πράξεως ἢ δυνάμεως· ταῖς δὲ δείξεσι κυρίως αὐτὰ δηλοῦσι τὰ πράγματα, τὴν γῆν, τὸν οὐρανόν, αὐτοὺς τοὺς πλησίον· ὃ δὴ τάξει μέν τινι καὶ ἀριθμῷ γιγνόμενον ἔοικε τοῖς ἐν ποιητικῇ κυρίοις ὀνόμασι μετά τινος κόσμου καὶ λειότητος ἐκφερομένοις, ὡς τὰ τοιαῦτα [Quaest. conv. 9.15.2e] καὶ Θέμιν αἰδοίην ἑλικοβλέφαρόν τ’ Ἀφροδίτην Ἥρην τε χρυσοστέφανον καλήν τε Διώνην· [Quaest. conv. 9.15.2f] καὶ [Quaest. conv. 9.15.2g] Ἕλληνος δ’ ἐγένοντο θεμιστοπόλοι βασιλῆες, Δῶρός τε, Ξοῦθός τε καὶ Αἴολος ἱππιοχάρμης [Quaest. conv. 9.15.2h] εἰ δὲ μή, τοῖς ἄγαν πεζοῖς καὶ κακομέτροις, ὡς τὰ τοιαῦτα [Quaest. conv. 9.15.2i] ἐγένοντο τοῦ μὲν Ἡρακλῆς τοῦ δ’ Ἴφικλος· καί τῆς δὲ πατὴρ καὶ ἀνὴρ καὶ παῖς βασιλεῖς, καὶ ἀδελφοί, καὶ πρόγονοι· κλῄζει δ’ Ἑλλὰς Ὀλυμπιάδα. [Quaest. conv. 9.15.2j] τοιαῦτα γὰρ ἁμαρτάνεται καὶ περὶ τὴν ὄρχησιν ἐν ταῖς δείξεσιν, ἂν πιθανότητα μηδὲ χάριν μετ’ εὐπρεπείας καὶ ἀφελείας ἔχωσι. καὶ ὅλως ἔφη μεταθήσειν τὸ Σιμωνίδειον ἀπὸ τῆς ζωγραφίας ἐπὶ τὴν ὄρχησιν· ποίησιν γὰρ εἶναι τὴν ὄρχησιν σιωπῶσαν, καὶ φθεγγομένην ὄρχησιν πάλιν τὴν ποίησιν· ὅθεν εἶπεν οὔτε γραφικῇ μετεῖναι ποιητικῆς οὔτε ποιητικῇ γραφικῆς, οὐδὲ χρῶνται τὸ παράπαν ἀλλήλαις. ὀρχηστικῇ δὲ καὶ ποιητικῇ κοινωνία πᾶσα καὶ μέθεξις ἀλλήλων ἐστί, καὶ μάλιστα μιμούμεναι περὶ τὸ ὑπορχημάτων γένος ἐνεργὸν ἀμφότεραι τὴν διὰ τῶν σχημάτων καὶ τῶν ὀνομάτων μίμησιν ἀποτελοῦσι. δόξειε δ’ ἂν ὥσπερ ἐν γραφικῇ τὰ μὲν ποιήματα τοῖς χρώμασιν ἐοικέναι τὰ δ’ ὀρχήματα ταῖς γραμμαῖς, ὑφ’ ὧν ὁρίζεται τὰ εἴδη. δηλοῖ δ’ ὁ μάλιστα κατωρθωκέναι δόξας ἐν ὑπορχήμασι καὶ γεγονέναι πιθανώτατος ἑαυτοῦ τὸ δεῖσθαι τὴν ἑτέραν τῆς ἑτέρας τὸ γάρ ἀπέλαστον ἵππον ἢ κύνα Ἀμυκλαίαν ἀγωνίῳ ἐλελιζόμενος ποδὶ μίμεο καμπύλον μέλος διώκων· ἢ τό οἷος ἀνὰ Δώτιον ἀνθεμόεν πεδίον πέταται θάνατον κεροέσσᾳ τε εὑρέμεν ματεύων ἐλάφῳ τὰν δ’ ἐπ’ αὐχένι στρέφοισαν ἕτερον κάρα πάντ’ ἐπ’ οἶμον καὶ τὰ ἑξῆς μονονοὺ λειόθεν τὴν ἐν ὀρχήσει διάθεσιν τὰ ποιήματα καὶ παρακαλεῖν τὼ χεῖρε καὶ τὼ πόδε, μᾶλλον δ’ ὅλον ὥσπερ τισὶ μηρίνθοις ἕλκειν τὸ σῶμα τοῖς μέλεσι καὶ ἐντείνειν, τούτων δὲ λεγομένων καὶ ᾀδομένων, ἡσυχίαν ἄγειν μὴ δυναμένοις. αὐτὸς γοῦν ἑαυτὸν οὐκ αἰσχύνεται περὶ τὴν ὄρχησιν οὐχ ἧττον ἢ τὴν ποίησιν ἐγκωμιάζων, ὅταν δὲ γηρῶσαι νῦν ἐλαφρὸν ὄρχημ’ ἀοιδᾷ ποδῶν μιγνύμεν, Κρῆτα μιν καλέοισι τρόπον. ἀλλ’ οὐδὲν οὕτως τὸ νῦν ἀπολέλαυκε τῆς κακομουσίας ὡς ἡ ὄρχησις. διὸ καὶ πέπονθεν ὃ φοβηθεὶς Ἴβυκος ἐποίησε [Quaest. conv. 9.15.2k] δέδοικα μή τι πὰρ θεοῖς ἀμπλακὼν τιμὰν πρὸς ἀνθρώπων ἀμείψω. [Quaest. conv. 9.15.2l] καὶ γὰρ αὕτη καὶ πάνδημόν τινα ποιητικὴν προσεταιρισαμένη τῆς δ’ οὐρανίας ἐκπεσοῦσ’ ἐκείνης τῶν μὲν ἐμπλήκτων καὶ ἀνοήτων κρατεῖ θεάτρων, ὥσπερ τύραννος ὑπήκοον ἑαυτῇ πεποιημένη μουσικὴν ὀλίγου δεῖν ἅπασαν, τὴν δὲ παρὰ τοῖς νοῦν ἔχουσι καὶ θείοις ἀνδράσιν ὡς ἀληθῶς τιμὴν ἀπολώλεκε. [Quaest. conv. 9.15.2m] ταῦτα σχεδόν, ὦ Σόσσιε Σενεκίων, τελευταῖα τῶν ἐν τοῖς Μουσείοις τότε παρ’ Ἀμμωνίῳ τῷ ἀγαθῷ φιλολογηθέντων. ## Ἐρωτικός [Amat. 1] ΦΛΑΟΥΙΑΝΟΣ. Ἐν Ἑλικῶνι φῆς, ὦ Αὐτόβουλε, τοὺς περὶ Ἔρωτος λόγους γενέσθαι, οὓς εἴτε γραψάμενος εἴτε καταμνημονεύσας τῷ πολλάκις ἐπανερέσθαι τὸν πατέρα νυνὶ μέλλεις ἡμῖν δεηθεῖσιν ἀπαγγέλλειν. ΑΥΤΟΒΟΥΛΟΣ. [Amat. 1b] ἐν Ἑλικῶνι παρὰ ταῖς Μούσαις, ὦ Φλαουιανέ, τὰ Ἐρωτικὰ Θεσπιέων ἀγόντων· ἄγουσι γὰρ ἀγῶνα πενταετηρικόν, ὥσπερ καὶ ταῖς Μούσαις, καὶ τῷ Ἔρωτι φιλοτίμως πάνυ καὶ λαμπρῶς. ΦΛΑΟΥΙΑΝΟΣ. [Amat. 1c] οἶσθ’ οὖν ὃ σοῦ μέλλομεν δεῖσθαι πάντες οἱ πρὸς τὴν ἀκρόασιν ἥκοντες; ΑΥΤΟΒΟΥΛΟΣ. οὔκ· [Amat. 1d] ἀλλ’ εἴσομαι λεγόντων. ΦΛΑΟΥΙΑΝΟΣ. [Amat. 1e] ἄφελε τοῦ λόγου τὸ νῦν ἔχον ἐποποιῶν τε λειμῶνας καὶ σκιὰς καὶ ἅμα κιττοῦ τε καὶ σμιλάκων διαδρομὰς καὶ ὅσ’ ἄλλα τοιούτων τόπων ἐπιλαβόμενοι γλίχονται τὸν Πλάτωνος Ἰλισσὸν καὶ τὸν ἄγνον ἐκεῖνον καὶ τὴν ἠρέμα προσάντη πόαν πεφυκυῖαν προθυμότερον ἢ κάλλιον ἐπιγράφεσθαι, ΑΥΤΟΒΟΥΛΟΣ. [Amat. 1f] τί δὲ δεῖται τοιούτων, ὦ ἄριστε Φλαουιανέ, προοιμίων ἡ διήγησις; εὐθὺς ἡ πρόφασις, ἐξ ἧς ὡρμήθησαν οἱ λόγοι, χορὸν αἰτεῖ τῷ πάθει καὶ σκηνῆς δεῖται, τὰ τ’ ἄλλα δράματος οὐδὲν ἐλλείπει· μόνον εὐχώμεθα τῇ μητρὶ τῶν Μουσῶν ἵλεων παρεῖναι καὶ συνανασῴζειν τὸν μῦθον. [Amat. 2] ΑΥΤΟΒΟΥΛΟΣ. ὁ γὰρ πατήρ, ἐπεὶ πάλαι, πρὶν ἡμᾶς γενέσθαι, τὴν μητέρα νεωστὶ κεκομισμένος ἐκ τῆς γενομένης τοῖς γονεῦσιν αὐτῶν διαφορᾶς καὶ στάσεως ἀφίκετο τῷ Ἔρωτι θύσων, ἐπὶ τὴν ἑορτὴν ἦγε τὴν μητέρα· καὶ γὰρ ἦν ἐκείνης ἡ εὐχὴ καὶ θυσία. τῶν δὲ φίλων οἴκοθεν μὲν αὐτῷ παρῆσαν οἱ συνήθεις, ἐν δὲ Θεσπιαῖς εὗρε Δαφναῖον τὸν Ἀρχιδάμου καὶ Λύσανδρον Λυσάνδρας ἐρῶντα τῆς Σίμωνος μάλιστα τῶν μνωμένων αὐτὴν εὐημεροῦντα, Σώκλαρον ἐκ Τιθόρας ἥκοντα τὸν Ἀριστίωνος δὲ καὶ Πρωτογένης ὁ Ταρσεὺς καὶ Ζεύξιππος ὁ Λακεδαιμόνιος, ξένοι· Βοιωτῶν δ’ ὁ πατὴρ ἔφη γνωρίμων τοὺς πλείστους παρεῖναι. δύο μὲν ἢ τρεῖς ἡμέρας κατὰ πόλιν, ὡς ἔοικεν, ἡσυχῆ πως φιλοσοφοῦντες ἐν ταῖς παλαίστραις καὶ διὰ τῶν θεάτρων ἀλλήλοις συνῆσαν· ἔπειτα φεύγοντες ἀργαλέον ἀγῶνα κιθαρῳδῶν, ἐντεύξεσι καὶ σπουδαῖς προειλημμένον, ἀνέζευξαν οἱ πλείους ὥσπερ ἐκ πολεμίας εἰς τὸν Ἑλικῶνα καὶ κατηυλίσαντο παρὰ ταῖς Μούσαις. ἕωθεν οὖν ἀφίκετο πρὸς αὐτοὺς Ἀνθεμίων καὶ Πεισίας ἄνδρες ἔνδοξοι, Βάκχωνι δὲ τῷ καλῷ λεγομένῳ προσήκοντες καὶ τρόπον τινὰ δι’ εὔνοιαν ἀμφότεροι τὴν ἐκείνου διαφερόμενοι πρὸς ἀλλήλους ἦν γὰρ ἐν Θεσπιαῖς Ἰσμηνοδώρα γυνὴ πλούτῳ καὶ γένει λαμπρὰ καὶ νὴ Δία τὸν ἄλλον εὔτακτος βίον. ἐχήρευσε γὰρ οὐκ ὀλίγον χρόνον ἄνευ ψόγου, καίπερ οὖσα νέα καὶ ἱκανὴ τὸ εἶδος. [Amat. 2b] τῷ δὲ Βάκχωνι φίλης ὄντι καὶ συνήθους γυναικὸς υἱῷ πράττουσα γάμον κόρης κατὰ γένος προσηκούσης ἐκ τοῦ συμπαρεῖναι καὶ διαλέγεσθαι πολλάκις ἔπαθε πρὸς τὸ μειράκιον αὐτή· καὶ λόγους φιλανθρώπους ἀκούουσα καὶ λέγουσα περὶ αὐτοῦ καὶ πλῆθος ὁρῶσα γενναίων ἐραστῶν εἰς τὸ ἐρᾶν προήχθη καὶ διενοεῖτο μηδὲν ποιεῖν ἀγεννές, ἀλλὰ γημαμένη φανερῶς συγκαταζῆν τῷ Βάκχωνι. παραδόξου δὲ τοῦ πράγματος αὐτοῦ φανέντος, ἥ γε μήτηρ ὑφεωρᾶτο τὸ βάρος τοῦ οἴκου καὶ τὸν ὄγκον ὡς οὐ κατὰ τὸν ἐραστήν· τινὲς δὲ καὶ συγκυνηγοὶ τῷ μὴ καθ’ ἡλικίαν τῆς Ἰσμηνοδώρας δεδιττόμενοι τὸν Βάκχωνα καὶ σκώπτοντες ἐργωδέστεροι τῶν ἀπὸ σπουδῆς ἐνισταμένων ἦσαν ἀνταγωνισταὶ πρὸς τὸν γάμον. ᾐδεῖτο γὰρ ἔφηβος ἔπ’ ὢν χήρᾳ συνοικεῖν· οὐ μὴν ἀλλὰ τοὺς ἄλλους ἐάσας παρεχώρησε τῷ Πεισίᾳ καὶ τῷ Ἀνθεμίωνι βουλεύσασθαι τὸ συμφέρον, ὧν ὁ μὲν ἀνεψιὸς αὐτοῦ ἦν πρεσβύτερος, ὁ δὲ Πεισίας αὐστηρότατος τῶν ἐραστῶν· διὸ καὶ πρὸς τὸν γάμον ἀντέπραττε καὶ καθήπτετο τοῦ Ἀνθεμίωνος ὡς προϊεμένου τῇ Ἰσμηνοδώρᾳ τὸ μειράκιον· ὁ δ’ ἐκεῖνον οὐκ ὀρθῶς ἔλεγε ποιεῖν, ἀλλὰ τἄλλα χρηστὸν ὄντα μιμεῖσθαι τοὺς φαύλους ἐραστὰς οἴκου καὶ γάμου καὶ πραγμάτων μεγάλων ἀποστεροῦντα τὸν φίλον, ὅπως ἄθικτος αὐτῷ καὶ νεαρὸς ἀποδύοιτο πλεῖστον χρόνον ἐν ταῖς παλαίστραις. [Amat. 3] ΑΥΤΟΒΟΥΛΟΣ. ἵν’ οὖν μὴ παροξύνοντες ἀλλήλους κατὰ μικρὸν εἰς ὀργὴν προαγάγοιεν, ὥσπερ διαιτητὰς ἑλόμενοι καὶ βραβευτὰς τὸν πατέρα καὶ τοὺς σὺν αὐτῷ παρεγένοντο· καὶ τῶν ἄλλων φίλων οἷον ἐκ παρασκευῆς τῷ μὲν ὁ Δαφναῖος παρῆν τῷ δ’ ὁ Πρωτογένης ἀλλ’ οὗτος μὲν ἀνέδην ἔλεγε κακῶς τὴν Ἰσμηνοδώραν· ὁ δὲ Δαφναῖος ὦ Ἡράκλεις ἔφη τί οὐκ ἄν τις προσδοκήσειεν, εἰ καὶ Πρωτογένης ἔρωτι πολεμήσων πάρεστιν ᾧ καὶ παιδιὰ πᾶσα καὶ σπουδὴ περὶ Ἔρωτα καὶ δι’ Ἔρωτος, λήθη μὲν λόγων λήθη δὲ πάτρας, οὐχ ὡς τῷ Λαΐῳ πέντε μόνον ἡμερῶν ἀπέχοντι τῆς πατρίδος; βραδὺς γὰρ ὁ ἐκείνου καὶ χερσαῖος Ἔρως, ὁ δὲ σὸς ἐκ Κιλικίας Ἀθήναζε [Amat. 3b] λαιψηρὰ κυκλώσας πτερὰ [Amat. 3c] διαπόντιος πέτεται, τοὺς καλοὺς ἐφορῶν καὶ συμπλανώμενος. ἀμέλει γὰρ ἐξ ἀρχῆς ἐγεγόνει τοιαύτη τις αἰτία τῷ Πρωτογένει τῆς ἀποδημίας. [Amat. 4] ΑΥΤΟΒΟΥΛΟΣ. γενομένου δὲ γέλωτος, ὁ Πρωτογένης ἐγὼ δέ σοι δοκῶ εἶπεν ἔρωτι νῦν πολεμεῖν, οὐχ ὑπὲρ Ἔρωτος διαμάχεσθαι πρὸς ἀκολασίαν καὶ ὕβριν αἰσχίστοις πράγμασι καὶ πάθεσιν εἰς τὰ κάλλιστα καὶ σεμνότατα τῶν ὀνομάτων εἰσβιαζομένην καὶ ὁ Δαφναῖος αἴσχιστα δὲ καλεῖς ἔφη γάμον καὶ σύνοδον ἀνδρὸς καὶ γυναικός, ἧς οὐ γέγονεν οὐδ’ ἔστιν ἱερωτέρα κατάζευξις; ἀλλὰ ταῦτα μέν εἶπεν ὁ Πρωτογένης ἀναγκαῖα πρὸς γένεσιν ὄντα σεμνύνουσιν οὐ φαύλως οἱ νομοθέται καὶ κατευλογοῦσι πρὸς τοὺς πολλούς· ἀληθινοῦ δ’ Ἔρωτος οὐδ’ ὁτιοῦν τῇ γυναικωνίτιδι μέτεστιν, οὐδ’ ἐρᾶν ὑμᾶς ἔγωγέ φημι τοὺς γυναιξὶ προσπεπονθότας ἢ παρθένοις, ὥσπερ οὐδὲ μυῖαι γάλακτος οὐδὲ μέλιτται κηρίων ἐρῶσιν, οὐδὲ σιτευταὶ καὶ μάγειροι φίλα φρονοῦσι πιαίνοντες ὑπὸ σκότῳ μόσχους καὶ ὄρνιθας. ἀλλ’ ὥσπερ ἐπὶ σιτίον ἄγει καὶ ὄψον ἡ φύσις μετρίως καὶ ἱκανῶς τὴν ὄρεξιν, ἡ δ’ ὑπερβολὴ πάθος ἐνεργασαμένη λαιμαργία τις ἢ φιλοψία καλεῖται· οὕτως ἔνεστι τῇ φύσει τὸ δεῖσθαι τῆς ἀπ’ ἀλλήλων ἡδονῆς γυναῖκας καὶ ἄνδρας, τὴν δ’ ἐπὶ τοῦτο κινοῦσαν ὁρμὴν σφοδρότητι καὶ ῥώμῃ γενομένην πολλὴν καὶ δυσκάθεκτον οὐ προσηκόντως Ἔρωτα καλοῦσιν. ἔρως γὰρ εὐφυοῦς καὶ νέας ψυχῆς ἁψάμενος εἰς ἀρετὴν διὰ φιλίας τελευτᾷ· ταῖς δὲ πρὸς γυναῖκας ἐπιθυμίαις ταύταις, ἂν ἄριστα πέσωσιν, ἡδονὴν περίεστι καρποῦσθαι καὶ ἀπόλαυσιν ὥρας καὶ σώματος, ὡς ἐμαρτύρησεν Ἀρίστιππος, τῷ κατηγοροῦντι Λαΐδος πρὸς αὐτὸν ὡς οὐ φιλούσης ἀποκρινάμενος, ὅτι καὶ τὸν οἶνον οἴεται καὶ τὸν ἰχθῦν μὴ φιλεῖν αὐτόν, ἀλλ’ ἡδέως ἑκατέρῳ χρῆται· τέλος γὰρ ἐπιθυμίας ἡδονὴ καὶ ἀπόλαυσις. ἔρως δὲ προσδοκίαν φιλίας ἀποβαλὼν οὐκ ἐθέλει παραμένειν οὐδὲ θεραπεύειν ἐφ’ ὥρᾳ τὸ λυποῦν καὶ ἀκμάζον, εἰ καρπὸν ἤθους οἰκεῖον εἰς φιλίαν καὶ ἀρετὴν οὐκ ἀποδίδωσιν. ἀκούεις δέ τινος τραγικοῦ γαμέτου λέγοντος πρὸς τὴν γυναῖκα μισεῖς; ἐγὼ δὲ ῥᾳδίως μισήσομαι, πρὸς κέρδος ἕλκων τὴν ἐμὴν ἀτιμίαν. [Amat. 4b] τούτου γὰρ οὐδέν ἐστιν ἐρωτικώτερος ὁ μὴ διὰ κέρδος ἀλλ’ ἀφροδισίων ἕνεκα καὶ συνουσίας ὑπομένων γυναῖκα μοχθηρὰν καὶ ἄστοργον ὥσπερ Στρατοκλεῖ τῷ ῥήτορι Φιλιππίδης ὁ κωμικὸς ἐπεγγελῶν ἐποίησεν ἀποστρεφομένης τὴν κορυφὴν φιλεῖς μόλις [Amat. 4c] εἰ δ’ οὖν καὶ τοῦτο τὸ πάθος δεῖ καλεῖν Ἔρωτα, θῆλυν καὶ νόθον ὥσπερ εἰς Κυνόσαργες συντελοῦντα τὴν γυναικωνῖτιν· μᾶλλον δ’ ὥσπερ ἀετὸν τινα λέγουσι γνήσιον καὶ ὀρεινόν, ὃν Ὅμηρος μέλανα καὶ θηρευτήν προσεῖπεν ἄλλα δὲ γένη νόθων ἐστὶν ἰχθῦς περὶ ἕλη καὶ ὄρνιθας ἀργοὺς λαμβανόντων, ἀπορούμενοι δὲ πολλάκις ἀναφθέγγονταί τι λιμῶδες καὶ ὀδυρτικόν· οὕτως εἷς Ἔρως ὁ γνήσιος ὁ παιδικός ἐστιν, οὐ πόθῳ στίλβων, ὡς ἔφη τὸν παρθένιον Ἀνακρέων, οὐδὲ μύρων ἀνάπλεως καὶ γεγανωμένος, ἀλλὰ λιτὸν αὐτὸν ὄψει καὶ ἄθρυπτον ἐν σχολαῖς φιλοσόφοις ἤ που περὶ γυμνάσια καὶ παλαίστρας περὶ θήραν νέων ὀξὺ μάλα καὶ γενναῖον ἐγκελευόμενον πρὸς ἀρετὴν τοῖς ἀξίοις ἐπιμελείας. τὸν δ’ ὑγρὸν τοῦτον καὶ οἰκουρὸν ἐν κόλποις διατρίβοντα καὶ κλινιδίοις γυναικῶν ἀεὶ διώκοντα τὰ μαλθακὰ καὶ θρυπτόμενον ἡδοναῖς ἀνάνδροις καὶ ἀφίλοις καὶ ἀνενθουσιάστοις καταβάλλειν ἄξιον, ὡς καὶ Σόλων κατέβαλε· δούλοις μὲν γὰρ ἐρᾶν ἀρρένων παίδων ὠν ἀπεῖπε καὶ ξηραλοιφεῖν, χρῆσθαι δὲ συνουσίαις γυναικῶν οὐκ ἐκώλυσε· καλὸν γὰρ ἡ φιλία καὶ ἀστεῖον, ἡ δ’ ἡδονὴ κοινὸν κἀνελεύθερον. ὅθεν οὐ δούλων ἐρᾶν παίδων ἐλευθέριόν ἐστιν οὐδ’ ἀστεῖον οὐ συνουσίας γὰρ οὗτος ὁ ἔρως, καθάπερ τῶν γυναικῶν. [Amat. 5] ΑΥΤΟΒΟΥΛΟΣ. ἔτι δὲ πλείονα λέγειν προθυμουμένου τοῦ Πρωτογένους, ἀντικρούσας ὁ Δαφναῖος εὖ γε νὴ Δί’ ἔφη τοῦ Σόλωνος ἐμνήσθης; καὶ χρηστέον αὐτῷ γνώμονι τοῦ ἐρωτικοῦ ἀνδρός, ἔσθ’ ἥβης ἐρατοῖσιν ἐπ’ ἄνθεσι παιδοφιλήσῃ μηρῶν ἱμείρων καὶ γλυκεροῦ στόματος. [Amat. 5b] πρόσλαβε δὲ τῷ Σόλωνι καὶ τὸν Αἰσχύλον λέγοντα σέβας δὲ μηρῶν ἁγνὸν οὐκ ἐπῃδέσω, ὦ δυσχάριστε τῶν πυκνῶν φιλημάτων [Amat. 5c] ἕτεροι μὲν γὰρ καταγελῶσιν αὐτῶν, εἰ καθάπερ θύτας καὶ μάντεις εἰς τὰ μηρία καὶ τὴν ὀσφὺν ἀποβλέπειν τοὺς ἐραστὰς κελεύουσιν ἐγὼ δὲ παμμέγεθες τοῦτο ποιοῦμαι σημεῖον ὑπὲρ τῶν γυναικῶν εἰ γὰρ ἡ παρὰ φύσιν ὁμιλία πρὸς ἄρρενας οὐκ ἀναιρεῖ τὴν ἐρωτικὴν εὔνοιαν οὐδὲ βλάπτει, πολὺ μᾶλλον εἰκός ἐστι τὸν γυναικῶν ἢ ἀνδρῶν ἔρωτα τῇ φύσει χρώμενον εἰς φιλίαν διὰ χάριτος ἐξικνεῖσθαι. χάρις γὰρ οὖν, ὦ Πρωτόγενες, ἡ τοῦ θήλεος ὕπειξις τῷ ἄρρενι κέκληται πρὸς τῶν παλαιῶν· ὡς καὶ Πίνδαρος ἔφη τὸν Ἥφαιστον ἄνευ χαρίτων ἐκ τῆς Ἥρας γενέσθαι καὶ τὴν οὔπω γάμων ἔχουσαν ὥραν ἡ Σαπφὼ προσαγορεύουσά φησιν, ὅτι [Amat. 5d] σμίκρα μοι πάις ἔμμεν ἐφαίνεο κἄχαρις. [Amat. 5e] ὁ δ’ Ἡρακλῆς ὑπό τινος ἐρωτᾶται, βίᾳ δ’ ἔπραξας χάριτας ἢ πείσας κόρην; [Amat. 5f] ἡ δ’ ἀπὸ τῶν ἀρρένων ἀκόντων μὲν μετὰ βίας γενομένη καὶ λεηλασίας, ἂν δ’ ἑκουσίως, σὺν μαλακίᾳ καὶ θηλύτητι, βαίνεσθαι κατὰ Πλάτωνα νόμῳ τετράποδος καὶ παιδοσπορεῖσθαι παρὰ φύσιν ἐνδιδόντων, ἄχαρις χάρις παντάπασι καὶ ἀσχήμων καὶ ἀναφρόδιτος. ὅθεν, οἶμαι, καὶ ὁ Σόλων ἐκεῖνα μὲν ἔγραψε νέος ὢν ἔτι καὶ σπέρματος πολλοῦ μεστός ὡς ὁ Πλάτων φησί· ταυτὶ δὲ πρεσβύτης γενόμενος ἔργα δὲ Κυπρογενοῦς νῦν μοι φίλα καὶ Διονύσου καὶ Μουσέων, ἃ τίθησ’ ἀνδράσιν εὐφροσύνας· [Amat. 5g] ὥσπερ ἐκ ζάλης καὶ χειμῶνος καὶ τῶν παιδικῶν ἐρώτων ἔν τινι γαλήνῃ τῇ περὶ γάμον καὶ φιλοσοφίαν θέμενος τὸν βίον. εἰ μὲν οὖν τἀληθὲς σκοποῦμεν, ὦ Πρωτόγενες ἓν καὶ ταὐτόν ἐστι πρὸς παῖδας καὶ γυναῖκας πάθος τὸ τῶν Ἐρώτων εἰ δὲ βούλοιο φιλονεικῶν διαιρεῖν, οὐ μέτρι’ ἂν δόξειε ποιεῖν ὁ παιδικὸς οὗτος, ἀλλ’ ὥσπερ ὀψὲ γεγονὼς καὶ παρ’ ὥραν τῷ βίῳ νόθος καὶ σκότιος ἐξελαύνειν τὸν γνήσιον Ἔρωτα καὶ πρεσβύτερον. ἐχθὲς γάρ, ὦ ἑταῖρε, καὶ πρῴην μετὰ τὰς ἀποδύσεις καὶ ἀπογυμνώσεις τῶν νέων παραδὺς εἰς τὰ γυμνάσια καὶ προσανατριβόμενος ἡσυχῆ καὶ προσεμβαλών, εἶτα κατὰ μικρὸν ἐν ταῖς παλαίστραις πτεροφυήσας οὐκέτι καθεκτὸς ἐστιν, ἀλλὰ λοιδορεῖ καὶ προπηλακίζει τὸν γαμήλιον ἐκεῖνον καὶ συνεργὸν ἀθανασίας τῷ θνητῷ γένει, σβεννυμένην ἡμῶν τὴν φύσιν εὐθὺς ἐξανάπτοντα διὰ τῶν γενέσεων. οὗτος δ’ ἀρνεῖται τὴν ἡδονήν· αἰσχύνεται γὰρ καὶ φοβεῖται. δεῖ δέ τινος εὐπρεπείας ἁπτομένῳ καλῶν καὶ ὡραίων· πρόφασις οὖν φιλία καὶ ἀρετή. κονίεται δὲ καὶ ψυχρολουτεῖ καὶ τὰς ὀφρῦς αἴρει καὶ φιλοσοφεῖν φησι καὶ σωφρονεῖν ἔξω διὰ τὸν νόμον· εἶτα νύκτωρ καὶ καθ’ ἡσυχίαν [Amat. 5h] γλυκεῖ’ ὀπώρα φύλακος ἐκλελοιπότος. [Amat. 5i] εἰ δ’, ὥς φησι Πρωτογένης, οὐκ ἔστιν ἀφροδισίων παιδικῶν κοινωνία, πῶς Ἔρως ἔστιν Ἀφροδίτης μὴ παρούσης, ἣν εἴληχε θεραπεύειν ἐκ θεῶν καὶ περιέπειν, τιμῆς τε μετέχειν καὶ δυνάμεως ὅσον ἐκείνη δίδωσιν; εἰ δ’ ἔστι τις Ἔρως χωρὶς Ἀφροδίτης, ὥσπερ μέθη χωρὶς οἴνου πρὸς σύκινον πῶμα καὶ κρίθινον, ἄκαρπον αὐτοῦ καὶ ἀτελὲς τὸ ταρακτικὸν ἐστι καὶ πλήσμιον καὶ ἁψίκορον. [Amat. 6] ΑΥΤΟΒΟΥΛΟΣ. λεγομένων τούτων ὁ Πεισίας ἦν δῆλος ἀγανακτῶν καὶ παροξυνόμενος ἐπὶ τὸν Δαφναῖον· μικρὸν δ’ αὐτοῦ καταλιπόντος ὦ Ἡράκλεις ἔφη τῆς εὐχερείας καὶ θρασύτητος· ἀνθρώπους ὁμολογοῦντας ὥσπερ οἱ κύνες ἐκ τῶν μορίων συνηρτῆσθαι πρὸς τὸ θῆλυ μεθιστάναι καὶ μετοικίζειν τὸν θεὸν ἐκ γυμνασίων καὶ περιπάτων καὶ τῆς ἐν ἡλίῳ καθαρᾶς καὶ ἀναπεπταμένης διατριβῆς εἰς ματρυλεῖα καὶ κοπίδας καὶ φάρμακα καὶ μαγεύματα καθειργνύμενον ἀκολάστων γυναικῶν ἐπεὶ ταῖς γε σώφροσιν οὔτ’ ἐρᾶν οὔτ’ ἐρᾶσθαι δήπου προσῆκόν ἐστιν. ἐνταῦθα μέντοι καὶ ὁ πατὴρ ἔφη τοῦ Πρωτογένους ἐπιλαβέσθαι καὶ εἰπεῖν τόδ’ ἐξοπλίζει τοὔπος Ἀργεῖον λεών, [Amat. 6b] καὶ νὴ Δία Δαφναίῳ συνδίκους ἡμᾶς προστίθησιν οὐ μετριάζων ὁ Πεισίας, ἀλλὰ τοῖς γάμοις ἀνέραστον ἐπάγων καὶ ἄμοιρον ἐνθέου φιλίας κοινωνίαν, ἣν τῆς ἐρωτικῆς πειθοῦς καὶ χάριτος ἀπολιπούσης μονονοὺ ζυγοῖς καὶ χαλινοῖς ὑπ’ αἰσχύνης καὶ φόβου μάλα μόλις συνεχομένην ὁρῶμεν. καὶ ὁ Πεισίας ἐμοὶ μέν εἶπεν ὀλίγον μέλει τοῦ λόγου· Δαφναῖον δ’ ὁρῶ ταὐτὸν πάσχοντα τῷ χαλκῷ· καὶ γὰρ ἐκεῖνος οὐχ οὕτως ὑπὸ τοῦ πυρός, ὡς ὑπὸ τοῦ πεπυρωμένου χαλκοῦ καὶ ῥέοντος, ἂν ἐπιχέῃ τις, ἀνατήκεται καὶ ῥεῖ συνεξυγραινόμενος καὶ τοῦτον οὐκ ἐνοχλεῖ τὸ Λυσάνδρας κάλλος, ἀλλὰ συνδιακεκαυμένῳ καὶ γέμοντι πυρὸς ἤδη πολὺν χρόνον πλησιάζων καὶ ἁπτόμενος ἀναπίμπλαται· καὶ δῆλός ἐστιν, εἰ μὴ ταχὺ φύγοι πρὸς ἡμᾶς, συντακησόμενος. ἀλλ’ ὁρῶ εἶπε γιγνόμενον ὅπερ ἂν μάλιστα σπουδάσειεν Ἀνθεμίων, προσκρούοντα τοῖς δικασταῖς καὶ ἐμαυτόν, ὥστε παύομαι καὶ ὁ Ἀνθεμίων ὤνησας εἶπεν ὡς ἔδει γ’ ἀπ’ ἀρχῆς λέγειν τι πρὸς τὴν ὑπόθεσιν. [Amat. 7] ΑΥΤΟΒΟΥΛΟΣ. λέγω τοίνυν ὁ Πεισίας ἔφη προκηρύξας ἐμοῦ· γ’ ἕνεκα πάσαις γυναιξὶν ἂν ἐραστήν, ὅτι τῆς γυναικὸς ὁ πλοῦτός ἐστι φυλακτέος τῷ νεανίσκῳ, μὴ συμμίξαντες αὐτὸν ὄγκῳ καὶ βάρει τοσούτῳ λάθωμεν ὥσπερ ἐν χαλκῷ κασσίτερον ἀφανίσαντες μέγα γὰρ ἂν ἐλαφρᾷ καὶ λιτῇ γυναικὶ μειρακίου συνελθόντος εἰς ταὐτὸν ἡ κρᾶσις οἴνου δίκην ἐπικρατήσῃ· ταύτην δ’ ὁρῶμεν ἄρχειν καὶ κρατεῖν δοκοῦσαν οὐ γὰρ ἂν ἀπορρίψασα δόξας καὶ γένη τηλικαῦτα καὶ πλούτους ἐμνᾶτο μειράκιον ἐκ χλαμύδος, ἔτι παιδαγωγεῖσθαι δεόμενον. ὅθεν οἱ νοῦν ἔχοντες αὐτοὶ προΐενται καὶ περικόπτουσιν ὥσπερ ὠκύπτερα τῶν γυναικῶν τὰ περιττὰ χρήματα, τρυφὰς ἐμποιοῦντα καὶ χαυνότητας ἀβεβαίους καὶ κενάς, ὑφ’ ὧν ἐπαιρόμεναι πολλάκις ἀποπέτονται· κἂν μένωσι, χρυσαῖς ὥσπερ ἐν Αἰθιοπίᾳ πέδαις δεδέσθαι βέλτιον ἢ πλούτῳ γυναικός. [Amat. 8] ΑΥΤΟΒΟΥΛΟΣ. ἐκεῖνο δ’ οὐ λέγεις ὁ Πρωτογένης εἶπεν ὅτι κινδυνεύομεν ἀναστρέφειν ἀτόπως καὶ γελοίως τὸν Ἡσίοδον, ἂν ἐκείνου λέγοντος μήτε τριηκόντων ἐτέων μάλα πόλλ’ ἀπολείπων μήτ’ ἐπιθεὶς μάλα πολλὰ γάμος δέ τοι ὥριος οὗτος· ἡ δὲ γυνὴ τέτορ’ ἡβώοι, πέμπτῳ δὲ γαμοῖτο· [Amat. 8b] σχεδὸν ἡμεῖς ἔτεσι τοσούτοις γυναικὶ πρεσβυτέρᾳ, καθαπερεὶ φοίνικας ἢ σῦκ’ ἐρινεοῖς, ὄμφακα καὶ ἄωρον ἄνδρα περιάψωμεν. ἐρᾶται γὰρ αὐτοῦ νὴ Δία καὶ κάεται· τίς οὖν ὁ κωλύων ἐστὶ κωμάζειν ἐπὶ θύρας, ᾄδειν τὸ παρακλαυσίθυρον, ἀναδεῖν τὰ εἰκόνια, παγκρατιάζειν πρὸς τοὺς ἀντεραστάς; ταῦτα γὰρ ἐρωτικά· καὶ καθείσθω τὰς ὀφρῦς καὶ παυσάσθω τρυφῶσα, σχῆμα λαβοῦσα τῶν τοῦ πάθους οἰκείων. εἰ δ’ αἰσχύνεται καὶ σωφρονεῖ, κοσμίως οἴκοι καθήσθω περιμένουσα τοὺς μνωμένους καὶ σπουδάζοντας. ἐρᾶν δὲ φάσκουσαν γυναῖκα φυγεῖν τις ἂν ἔχοι καὶ βδελυχθείη, μήτι γε λάβοι γάμου ποιησάμενος ἀρχὴν τὴν τοιαύτην ἀκρασίαν. [Amat. 9] ΑΥΤΟΒΟΥΛΟΣ. παυσαμένου δὲ τοῦ Πρωτογένους, ὁρᾷς εἶπεν ὁ πατήρ ὦ Ἀνθεμίων, ὅτι πάλιν κοινὴν ποιοῦσι τὴν ὑπόθεσιν καὶ τὸν λόγον ἀναγκαῖον ἡμῖν τοῖς οὐκ ἀρνουμένοις; οὐδὲ φεύγουσι τοῦ περὶ γάμον ἔρωτος εἶναι χορευταῖς; καὶ ναὶ μὰ Δί’ εἶπεν ὁ Ἀνθεμίων· ἄμυν’ οὖν διὰ πλειόνων νῦν αὐτὸς ἐρῶν· ἔτι δὲ τῷ πλούτῳ βοήθησον, ᾧ μάλιστα δεδίττεται Πεισίας ἡμᾶς. τί δ’ εἶπεν ὁ πατὴρ οὐκ ἂν ἔγκλημα γένοιτο γυναικός, εἰ δι’ ἔρωτα καὶ πλοῦτον ἀπορρίψομεν Ἰσμηνοδώραν; βαρεῖα γὰρ καὶ πλουσία· τί δ’ εἰ καλὴ καὶ νέα; τί δ’ εἰ γένει σοβαρὰ καὶ ἔνδοξος; αἱ δὲ σώφρονες οὐδὲ αὐστηρὸν καὶ κατεγνυπωμένον ἐπαχθὲς· καὶ δυσκαρτέρητον ἔχουσι, καὶ ποινὰς καλοῦσιν αὐτὰς καὶ τοῖς ἀνδράσιν ὀργιζομένας, ὅτι σωφρονοῦσιν; ἆρ’ οὖν κράτιστον ἐξ ἀγορᾶς γαμεῖν Ἀβρότονόν τινα Θρῇσσαν ἢ Βακχίδα Μιλησίαν ἀνέγγυον ἐπαγομένην δι’ ὠνῆς καὶ καταχυσμάτων; ἀλλὰ καὶ ταύταις ἴσμεν οὐκ ὀλίγους αἴσχιστα δουλεύσαντας. αὐλητρίδες δὲ Σάμιαι καὶ ὀρχηστρίδες, Ἀριστονίκα καὶ τύμπανον ἔχουσ’ Οἰνάνθη καὶ Ἀγαθόκλεια διαδήμασι βασιλέων ἐπέβησαν. ἡ δὲ Σύρα Σεμίραμις οἰκότριβος μὲν ἦν βασιλικοῦ θεράπαινα παλλακευομένη· Νίνου δὲ τοῦ μεγάλου βασιλέως ἐντυχόντος αὐτῇ καὶ στέρξαντος οὕτως ἐκράτησε καὶ κατεφρόνησεν, ὥστ’ ἀξιῶσαι καὶ μίαν ἡμέραν αὐτὴν περιιδεῖν ἐν τῷ θρόνῳ καθεζομένην ἔχουσαν τὸ διάδημα καὶ χρηματίζουσαν. δόντος δ’ ἐκείνου καὶ κελεύσαντος πάντας ὑπηρετεῖν ὥσπερ αὐτῷ καὶ πείθεσθαι, μετρίως ἐχρῆτο τοῖς πρώτοις ἐπιτάγμασι, πειρωμένη τῶν δορυφόρων· ἐπεὶ δ’ ἑώρα μηδὲν ἀντιλέγοντας μηδ’ ὀκνοῦντας, ἐκέλευσε συλλαβεῖν τὸν Νίνον εἶτα δῆσαι, τέλος δ’ ἀποκτεῖναι· πραχθέντων δὲ πάντων, ἐβασίλευσε τῆς Ἀσίας ἐπιφανῶς πολὺν χρόνον. [Amat. 9b] ἡ δὲ Βελεστίχη, πρὸς Διός, οὐ βάρβαρον ἐξ ἀγορᾶς γύναιον, ἧς ἱερὰ καὶ ναοὺς Ἀλεξανδρεῖς ἔχουσιν, ἐπιγράψαντος δι’ ἔρωτα τοῦ βασιλέως Ἀφροδίτης Βελεστίχης; ἡ δὲ σύνναος μὲν ἐνταυθοῖ καὶ συνίερος τοῦ Ἔρωτος, ἐν δὲ Δελφοῖς κατάχρυσος ἑστῶσα μετὰ τῶν βασιλέων καὶ βασιλειῶν, ποίᾳ προικὶ τῶν ἐραστῶν ἐκράτησεν; ἀλλ’ ὥσπερ ἐκεῖνοι δι’ ἀσθένειαν ἑαυτῶν καὶ μαλακίαν ἔλαθον ἑαυτοὺς γενόμενοι λεία γυναικῶν, οὕτω πάλιν ἄδοξοι καὶ πένητες; ἕτεροι πλουσίαις γυναιξὶ καὶ λαμπραῖς συνελθόντες οὐ διεφθάρησαν οὐδ’ ὑφῆκάν τι τοῦ φρονήματος, ἀλλὰ τιμώμενοι καὶ κρατοῦντες μετ’ εὐνοίας συγκατεβίωσαν. ὁ δὲ συστέλλων τὴν γυναῖκα καὶ συνάγων εἰς μικρόν, ὥσπερ δακτύλιον δακτύλων ἰσχνὸς ὢν μὴ περιρρυῇ δεδιώς, ὅμοιός ἐστι τοῖς ἀποκείρουσι τὰς ἵππους εἶτα πρὸς ποταμὸν ἢ λίμνην ἄγουσι· καθορῶσαν γὰρ ἑκάστην τὴν εἰκόνα τῆς ὄψεως ἀκαλλῆ καὶ ἄμορφον, ἀφιέναι τὰ φρυάγματα λέγεται καὶ προσδέχεσθαι τὰς τῶν ὄνων ἐπιβάσεις. [Amat. 9c] πλοῦτον δὲ γυναικὸς αἱρεῖσθαι μὲν πρὸ ἀρετῆς ἢ γένους ἀφιλότιμον κἀνελεύθερον, ἀρετῇ δὲ καὶ γένει προσόντα φεύγειν ἀβέλτερον. ὁ μὲν γὰρ Ἀντίγονος ὠχυρωμένῳ τὴν Μουνιχίαν τῷ φρουροῦντι γράφων ἐκέλευε ποιεῖν μὴ μόνον τὸν κλοιὸν ἰσχυρὸν ἀλλὰ καὶ τὸν κύνα λεπτόν, ὅπως ὑφαιρῇ τὰς εὐπορίας τῶν Ἀθηναίων ἀνδρὶ δὲ πλουσίας ἢ καλῆς οὐ προσήκει μηδὲ τὴν γυναῖκα ποιεῖν ἄμορφον ἢ πενιχράν, ἀλλ’ ἑαυτὸν ἐγκρατείᾳ καὶ φρονήσει καὶ τῷ μηδὲν ἐκπεπλῆχθαι τῶν περὶ ἐκείνην ἴσον παρέχειν καὶ ἀδούλωτον, ὥσπερ ἐπὶ ζυγοῦ ῥοπὴν τῷ ἤθει προστιθέντα καὶ βάρος, ὑφ’ οὗ κρατεῖται καὶ ἄγεται δικαίως ἅμα καὶ συμφερόντως. [Amat. 9d] καὶ μὴν ἡλικία γε πρὸς γάμον καὶ ὥρα τὸ τίκτειν ἔχουσα καὶ τὸ γεννᾶν εὐάρμοστός ἐστιν· ἀκμάζειν δὲ τὴν γυναῖκα πυνθάνομαι, καὶ ἅμα τῷ Πεισίᾳ προσμειδιάσας οὐδενὸς γάρ ἔφη τῶν ἀντεραστῶν πρεσβυτέρα οὐδ’ ἔχει πολιάς, ὥσπερ ἔνιοι τῶν Βάκχωνι προσαναχρωννυμένων. εἰ δ’ οὗτοι καθ’ ὥραν ὁμιλοῦσι, τί κωλύει κἀκείνην ἐπιμεληθῆναι τοῦ νεανίσκου βέλτιον ἡστινοσοῦν νέας; δύσμικτα γὰρ τὰ νέα καὶ δυσκέραστα καὶ μόλις ἐν χρόνῳ πολλῷ τὸ φρύαγμα καὶ τὴν ὕβριν ἀφίησιν, ἐν ἀρχῇ δὲ κυμαίνει καὶ ζυγομαχεῖ καὶ μᾶλλον ἂν Ἔρως ἐγγένηται, καὶ καθάπερ πνεῦμα κυβερνήτου μὴ παρόντος, ἐτάραξε καὶ συνέχεε τὸν γάμον οὔτ’ ἄρχειν δυναμένων οὔτ’ ἄρχεσθαι βουλομένων. [Amat. 9e] εἰ δ’ ἄρχει βρέφους μὲν ἡ τίτθη καὶ παιδὸς ὁ διδάσκαλος ἐφήβου δὲ γυμνασίαρχος ἐραστὴς δὲ μειρακίου γενομένου δ’ ἐν ἡλικίᾳ νόμος καὶ στρατηγὸς οὐδεὶς δ’ ἄναρκτος οὐδ’ αὐτοτελής, τί δεινὸν εἰ γυνὴ νοῦν ἔχουσα πρεσβυτέρα κυβερνήσει νέου βίον ἀνδρός, ὠφέλιμος μὲν οὖσα τῷ φρονεῖν μᾶλλον ἡδεῖα δὲ τῷ φιλεῖν καὶ προσηνής; τὸ δ’ ὅλον ἔφη καὶ τὸν Ἡρακλέα Βοιωτοὺς ὄντας ἔδει σέβεσθαι καὶ μὴ δυσχεραίνειν τῷ παρ’ ἡλικίαν τοῦ γάμου, γιγνώσκοντας ὅτι κἀκεῖνος τὴν ἑαυτοῦ γυναῖκα Μεγάραν Ἰολάῳ συνῴκισεν ἑκκαιδεκαέτει τότ’ ὄντι τρία καὶ τριάκοντ’ ἔτη γεγενημένην. [Amat. 10] ΑΥΤΟΒΟΥΛΟΣ. τοιούτων λόγων, ὁ πατὴρ ἔφη, παρόντων αὐτοῖς, ἐλθεῖν τῷ Πεισίᾳ ἑταῖρον ἐκ πόλεως ἵππῳ θέοντα, πρᾶγμα θαυμαστὸν ἀπαγγέλλοντα τετολμημένον. ἡ γὰρ Ἰσμηνοδώρα, ὡς ἔοικεν, αὐτὸν μὲν οὐκ ἀηδῶς ἔχειν οἰομένη τὸν Βάκχωνα πρὸς τὸν γάμον, αἰσχύνεσθαι δὲ τοὺς ἀποτρέποντας, ἔγνω μὴ προέσθαι τὸ μειράκιον. τῶν οὖν φίλων τοὺς μάλιστα τοῖς βίοις νεαροὺς καὶ συνερῶντας αὐτῇ καὶ τῶν γυναικῶν τὰς συνήθεις μεταπεμψαμένη καὶ συγκροτήσασα παρεφύλαττε τὴν ὥραν, ἣν ὁ Βάκχων ἔθος εἶχεν ἀπιὼν εἰς παλαίστρας παρὰ τὴν οἰκίαν αὐτῆς παρεξιέναι κοσμίως. ὡς οὖν τότε προσῄει μετὰ δυεῖν ἢ τριῶν ἑταίρων ἀληλιμμένος, αὐτὴ μὲν ἐπὶ τὰς θύρας ἀπήντησεν ἡ Ἰσμηνοδώρα καὶ τῆς χλαμύδος ἔθιγε μόνον, οἱ δὲ φίλοι καλὸν, καλῶς ἐν τῇ χλαμύδι καὶ τῇ διβολίᾳ συναρπάσαντες εἰς τὴν οἰκίαν παρήνεγκαν ἀθρόοι καὶ τὰς θύρας εὐθὺς ἀπέκλεισαν ἅμα δ’ αἱ μὲν γυναῖκες ἔνδον αὐτοῦ τὸ χλαμύδιον ἀφαρπάσασαι περιέβαλον ἱμάτιον νυμφικόν· οἰκέται δὲ περικύκλῳ δραμόντες ἀνέστεφον ἐλαίᾳ καὶ δάφνῃ τὰς θύρας οὐ μόνον τὰς τῆς Ἰσμηνοδώρας ἀλλὰ καὶ τὰς τοῦ Βάκχωνος· ἡ δ’ αὐλητρὶς αὐλοῦσα διεξῆλθε τὸν στενωπόν. τῶν δὲ Θεσπιέων καὶ τῶν ξένων οἱ μὲν ἐγέλων, οἱ δ’ ἠγανάκτουν καὶ τοὺς γυμνασιάρχους παρώξυνον ἄρχουσι γὰρ ἰσχυρῶς τῶν ἐφήβων καὶ προσέχουσι τὸν νοῦν σφόδρα τοῖς ὑπ’ αὐτῶν πραττομένοις. ἦν δὲ λόγος οὐδεὶς τῶν ἀγωνιζομένων, ἀλλ’ ἀφέντες τὸ θέατρον ἐπὶ τῶν θυρῶν τῆς Ἰσμηνοδώρας ἐν λόγοις ἦσαν καὶ φιλονεικίαις πρὸς ἀλλήλους. [Amat. 11] ΑΥΤΟΒΟΥΛΟΣ. ὡς οὖν ὁ τοῦ Πεισίου φίλος ὥσπερ ἐν πολέμῳ προσελάσας τὸν ἵππον αὐτὸ τοῦτο τεταραγμένος εἶπεν, ὅτι Βάκχων’ ἥρπακεν Ἰσμηνοδώρα, τὸν μὲν Ζεύξιππον ὁ πατὴρ ἔφη γελάσαι καὶ εἰπεῖν, ὅτε δὴ καὶ φιλευριπίδην ὄντα, πλούτῳ χλιδῶσα θνητὰ δ’ ὦ γύναι φρονεῖς· [Amat. 11b] τὸν δὲ Πεισίαν ἀναπηδήσαντα βοᾶν, ὦ θεοί, τί πέρας ἔσται τῆς ἀνατρεπούσης τὴν πόλιν ἡμῶν ἐλευθερίας; ἤδη γὰρ εἰς ἀνομίαν τὰ πράγματα διὰ τῆς αὐτονομίας βαδίζει· καίτοι γελοῖον ἴσως ἀγανακτεῖν περὶ νόμων καὶ δικαίων, ἡ γὰρ φύσις παρανομεῖται γυναικοκρατουμένη. τί τοιοῦτον ἡ Λῆμνος; ἴωμεν ἡμεῖς, ἴωμεν εἶπεν ὅπως καὶ τὸ γυμνάσιον ταῖς γυναιξὶ παραδῶμεν καὶ τὸ βουλευτήριον, εἰ παντάπασιν ἡ πόλις ἐκνενεύρισται. προάγοντος οὖν τοῦ Πεισίου, ὁ μὲν Πρωτογένης οὐκ ἀπελείπετο τὰ μὲν συναγανακτῶν τὰ δὲ πραΰνων ἐκεῖνον· ὁ δ’ Ἀνθεμίων νεανικὸν μέν ἔφη τὸ τόλμημα καὶ Λήμνιον ὡς ἀληθῶς, αὐτοὶ γάρ ἐσμεν, σφόδρ’ ἐρώσης γυναικός, καὶ ὁ Σώκλαρος ὑπομειδιῶν οἴει γὰρ ἁρπαγήν ἔφη γεγονέναι καὶ βιασμόν, οὐκ ἀπολόγημα καὶ στρατήγημα τοῦ νεανίσκου νοῦν ἔχοντος, ὅτι τὰς τῶν ἐραστῶν ἀγκάλας διαφυγὼν ἐξηυτομόληκεν εἰς χεῖρας καλῆς καὶ πλουσίας γυναικός; μὴ λέγε ταῦτ’ εἶπεν ὦ Σώκλαρε, μηδ’ ὑπονόει ἐπὶ Βάκχωνος ὁ Ἀνθεμίων· καὶ γὰρ εἰ μὴ φύσει τὸν τρόπον ἁπλοῦς ἦν καὶ ἀφελής, ἐμὲ γ’ οὐκ ἂν ἀπεκρύψατο, τῶν τ’ ἄλλων μεταδιδοὺς ἁπάντων, ἒν τε τούτοις ὁρῶν προθυμότατον ὄντα τῆς Ἰσμηνοδώρας βοηθόν· ἔρωτι δὲ μάχεσθαι χαλεπόν οὐ θυμῷ καθ’ Ἡράκλειτον· ὅ, τι γὰρ ἂν θελήσῃ, καὶ ψυχῆς ὠνεῖται καὶ χρημάτων καὶ δόξης. ἐπεί τί κοσμιώτερον Ἰσμηνοδώρας ἐν τῇ πόλει; πότε δ’ εἰσῆλθεν ἢ λόγος αἰσχρὸς ἢ πράξεως ὑπόνοια φαύλης ἔθιγε τῆς οἰκίας; ἀλλ’ ἔοικε θεία τις ὄντως εἰληφέναι τὴν ἄνθρωπον ἐπίπνοια καὶ κρείττων ἀνθρωπίνου λογισμοῦ. [Amat. 12] ΑΥΤΟΒΟΥΛΟΣ. καὶ ὁ Πεμπτίδης ἐπιγελάσας ἀμέλει καὶ σώματός τις ἔφη νόσος ἔστιν, ἣν ἱερὰν καλοῦσιν· οὐδὲν οὖν ἄτοπον, εἰ καὶ ψυχῆς τὸ μανικώτατον πάθος καὶ μέγιστον ἱερὸν καὶ θεῖον ἔνιοι προσαγορεύουσιν. εἶθ’ ὥσπερ ἐν Αἰγύπτῳ ποτὲ γείτονας ἑώρων δύο διαμφισβητοῦντας, ὄφεως προσερπύσαντος εἰς τὴν ὁδόν, ἀμφοτέρων μὲν ἀγαθὸν δαίμονα καλούντων, ἑκατέρου δ’ ἔχειν ἀξιοῦντος ὡς ἴδιον· οὕτως ὁρῶν ὑμῶν ἄρτι τοὺς μὲν εἰς τὴν ἀνδρωνῖτιν ἕλκοντας τὸν Ἔρωτα τοὺς δ’ εἰς τὴν γυναικωνῖτιν, ὑπερφυὲς καὶ θεῖον ἀγαθόν, οὐκ ἐθαύμαζον, εἰ τηλικαύτην δύναμιν ἔσχε καὶ τιμὴν τὸ πάθος, οἷς ἦν προσῆκον ἐξελαύνειν αὐτὸ πανταχόθεν καὶ κολούειν, ὑπὸ τούτων αὐξανόμενον καὶ σεμνυνόμενον. ἄρτι μὲν οὖν ἡσυχίαν ἦγον· ἐν γὰρ ἰδίοις μᾶλλον ἢ κοινοῖς ἑώρων τὴν ἀμφισβήτησιν οὖσαν· νυνὶ δ’ ἀπηλλαγμένος Πεισίου, ἡδέως ἂν ὑμῶν ἀκούσαιμι πρὸς τί βλέψαντες ἀπεφήναντο τὸν Ἔρωτα θεὸν οἱ πρῶτοι τοῦτο λέξαντες. [Amat. 13] ΑΥΤΟΒΟΥΛΟΣ. παυσαμένου δὲ τοῦ Πεμπτίδου καὶ τοῦ πατρὸς ἀρξαμένου τι περὶ τούτων λέγειν, ἕτερος ἧκεν ἐκ πόλεως, τὸν Ἀνθεμίωνα μεταπεμπομένης τῆς Ἰσμηνοδώρας· ἐπέτεινε γὰρ ἡ ταραχή, καὶ τῶν γυμνασιάρχων ἦν διαφορά, τοῦ μὲν οἰομένου δεῖν τὸν Βάκχωνα ἀπαιτεῖν τοῦ δὲ πολυπραγμονεῖν οὐκ ἐῶντος. ὁ μὲν οὖν Ἀνθεμίων ἀναστὰς ἐβάδιζεν· [Amat. 13b] ὁ δὲ πατὴρ τὸν Πεμπτίδην ὀνομαστὶ προσαγορεύσας μεγάλου μοι δοκεῖς ἅπτεσθαι εἶπεν καὶ παραβόλου πράγματος, ὦ Πεμπτίδη, μᾶλλον δ’ ὅλως τὰ ἀκίνητα κινεῖν τῆς περὶ θεῶν δόξης ἣν ἔχομεν, περὶ ἑκάστου λόγον ἀπαιτῶν καὶ ἀπόδειξιν· ἀρκεῖ γὰρ ἡ πάτριος καὶ παλαιὰ πίστις, ἧς οὐκ ἔστιν εἰπεῖν οὐδ’ ἀνευρεῖν τεκμήριον ἐναργέστερον οὐδ’ εἰ δι’ ἄκρας τὸ σοφὸν εὕρηται φρενός, [Amat. 13c] ἀλλ’ ἕδρα τις αὕτη καὶ βάσις ὑφεστῶσα κοινὴ πρὸς εὐσέβειαν, ἐὰν ἐφ’ ἑνὸς ταράττηται καὶ σαλεύηται τὸ βέβαιον αὐτῆς καὶ νενομισμένον, ἐπισφαλὴς γίγνεται πᾶσι καὶ ὕποπτος. ἀκούεις δὲ δήπου τὸν Εὐριπίδην, ὡς ἐθορυβήθη ποιησάμενος ἀρχὴν τῆς Μελανίππης ἐκείνης, Ζεύς, ὅστις ὁ Ζεύς, οὐ γὰρ οἶδα πλὴν λόγῳ, [Amat. 13d] μεταλαβὼν δὲ χορὸν ἄλλον ἐθάρρει δ’ ὡς ἔοικε τῷ δράματι γεγραμμένῳ πανηγυρικῶς καὶ περιττῶς ἤλλαξε τὸν στίχον ὡς νῦν γέγραπται Ζεύς, ὡς λέλεκται τῆς ἀληθείας ὕπο. [Amat. 13e] τί οὖν διαφέρει τὴν περὶ τοῦ Διὸς δόξαν ἢ τῆς Ἀθηνᾶς ἢ τοῦ Ἔρωτος εἰς ἀμφίβολον τῷ λόγῳ θέσθαι ἢ καὶ ἄδηλον; οὐ γὰρ νῦν αἰτεῖ πρῶτον βωμὸν ὁ Ἔρως καὶ θυσίαν οὐδ’ ἔπηλυς ἔκ τινος βαρβαρικῆς δεισιδαιμονίας, ὥσπερ Ἄτται τινὲς καὶ Ἀδώνιοι λεγόμενοι, δι’ ἀνδρογύνων καὶ γυναικῶν παραδύεται κρύφα τιμὰς οὐ προσηκούσας καρπούμενος, ὥστε παρεισγραφῆς δίκην φεύγειν καὶ νοθείας τῆς ἐν θεοῖς. ἀλλ’ ὅταν Ἐμπεδοκλέους ἀκούσῃς λέγοντος, ὦ ἑταῖρε, καὶ Φιλότης ἐν τοῖσιν ἴση μῆκός τε πλάτος τε, τὴν σὺ νόῳ δέρκου, μηδ’ ὄμμασιν ἧσο τεθηπώς· [Amat. 13f] ταῦτ’ οἴεσθαι χρὴ λέγεσθαι περὶ Ἔρωτος· οὐ γάρ ἐστιν ὁρατὸς ἀλλὰ δοξαστὸς ἡμῖν ὁ θεὸς οὗτος ἐν τοῖς πάνυ παλαιοῖς· ὧν ἂν περὶ ἑκάστου τεκμήριον ἀπαιτῇς, παντὸς ἁπτόμενος ἱεροῦ καὶ παντὶ βωμῷ σοφιστικὴν ἐπάγων πεῖραν, οὐδέν’ ἀσυκοφάντητον οὐδ’ ἀβασάνιστον ἀπολείψεις πόρρω γὰρ οὐκ ἄπειμι τὴν δ’ Ἀφροδίτην οὐχ ὁρᾷς ὅση θεός; ἥδ’ ἐστὶν ἡ σπείρουσα καὶ διδοῦσ’ ἔρον, οὗ πάντες ἐσμὲν οἱ κατὰ χθόν’ ἔκγονοι. [Amat. 13g] ζείδωρον γὰρ αὐτὴν Ἐμπεδοκλῆς εὔκαρπον δὲ Σοφοκλῆς ἐμμελῶς πάνυ καὶ πρεπόντως ὠνόμασαν. ἀλλ’ ὅμως τὸ μέγα τοῦτο καὶ θαυμαστὸν Ἀφροδίτης μὲν ἔργον Ἔρωτος δὲ πάρεργόν ἐστιν Ἀφροδίτῃ συμπαρόντος· μὴ συμπαρόντος δὲ κομιδῇ τὸ γιγνόμενον ἄζηλον ἀπολείπεται καὶ ἄτιμον κἄφιλον. ἀνέραστος γὰρ ὁμιλία καθάπερ πεῖνα καὶ δίψα πλησμονὴν ἔχουσα πέρας εἰς οὐδὲν ἐξικνεῖται καλόν· ἀλλ’ ἡ θεὸς Ἔρωτι τὸν κόρον ἀφαιροῦσα τῆς ἡδονῆς φιλότητα ποιεῖ καὶ σύγκρασιν. διὸ Παρμενίδης μὲν ἀποφαίνει τὸν Ἔρωτα τῶν Ἀφροδίτης ἔργων πρεσβύτατον, ἐν τῇ κοσμογονίᾳ γράφων πρώτιστον μὲν Ἔρωτα θεῶν μητίσατο πάντων. [Amat. 13h] Ἡσίοδος δὲ φυσικώτερον ἐμοὶ δοκεῖ ποιεῖν Ἔρωτα πάντων προγενέστατον, ἵνα πάντα δι’ ἐκεῖνον μετάσχῃ γενέσεως. ἂν οὖν τὸν Ἔρωτα τῶν νενομισμένων τιμῶν ἐκβάλλωμεν, οὐδ’ αἱ τῆς Ἀφροδίτης κατὰ χώραν μενοῦσιν. οὐδὲ γὰρ τοῦτ’ ἔστιν εἰπεῖν, ὅτι τῷ μὲν Ἔρωτι λοιδοροῦνταί τινες ἀπέχονται δ’ ἐκείνης, ἀλλ’ ἀπὸ μιᾶς σκηνῆς ἀκούομεν ἔρως γὰρ ἀργὸν κἀπὶ τοιούτοις ἔφυ· [Amat. 13i] καὶ πάλιν ὦ παῖδες, ἥ τοι Κύπρις οὐ Κύπρις μόνον, ἀλλ’ ἔστι πολλῶν ὀνομάτων ἐπώνυμος. ἔστιν μὲν Ἅιδης, ἔστι δ’ ἄφθιτος βία, ἔστιν δὲ λύσσα μανιάς· [Amat. 13j] ὥσπερ οὐδὲ τῶν ἄλλων θεῶν σχεδὸν ἀλοιδόρητος οὐδεὶς ἐκπέφευγε τὴν εὐλοιδόρητον ἀμαθίαν. σκόπει δὲ τὸν Ἄρην καθάπερ ἐν πίνακι χαλκῷ τὴν ἀντικειμένην ἐκ διαμέτρου τῷ Ἔρωτι χώραν ἔχοντα πηλίκας εἴληχε τιμὰς ὑπ’ ἀνθρώπων καὶ πάλιν ὅσα κακῶς ἀκούει, τυφλὸς γάρ, ὦ γυναῖκες, οὐδ’ ὁρῶν Ἄρης συὸς προσώπῳ πάντα τυρβάζει κακά. [Amat. 13k] καὶ μιαιφόνον Ὅμηρος αὐτὸν καλεῖ καὶ ἀλλοπρόσαλλον ὁ δὲ Χρύσιππος ἐξηγούμενος τοὔνομα τοῦ θεοῦ κατηγορίαν ποιεῖ καὶ διαβολήν· ἀναιρεῖν γὰρ εἶναι τὸν Ἄρην φησίν, ἀρχὰς διδοὺς τοῖς τὸ μαχητικὸν ἐν ἡμῖν καὶ διάφορον καὶ θυμοειδὲς Ἄρην κεκλῆσθαι νομίζουσιν. ἕτεροι δ’ αὖ φήσουσι τὴν Ἀφροδίτην ἐπιθυμίαν εἶναι καὶ τὸν Ἑρμῆν λόγον καὶ τέχνας τὰς Μούσας καὶ φρόνησιν τὴν Ἀθηνᾶν. ὁρᾷς δήπου τὸν ὑπολαμβάνοντα βυθὸν ἡμᾶς ἀθεότητος, ἂν εἰς πάθη καὶ δυνάμεις καὶ ἀρετὰς διαγράφωμεν ἕκαστον τῶν θεῶν; [Amat. 14] ΑΥΤΟΒΟΥΛΟΣ. ὁρῶ εἶπεν ὁ Πεμπτίδης ἀλλ’ οὔτε πάθη τοὺς θεοὺς ποιεῖν ὅσιον οὔτε αὖ πάλιν τὰ πάθη θεοὺς νομίζειν καὶ ὁ πατήρ τί οὖν ἔφη τὸν Ἄρην, θεὸν εἶναι νομίζεις ἢ πάθος ἡμέτερον; ἀποκριναμένου δὲ τοῦ Πεμπτίδου θεὸν ἡγεῖσθαι τὸν Ἄρην κοσμοῦντα τὸ θυμοειδὲς ἡμῶν καὶ ἀνδρῶδες; ἀνακραγὼν ὁ πατήρ εἶτ’ ἔφη τὸ μὲν παθητικόν, ὦ Πεμπτίδη, καὶ πολεμικὸν καὶ ἀντίπαλον θεὸν ἔχει, τὸ δὲ φιλητικὸν καὶ κοινωνικὸν καὶ συνελευστικὸν ἄθεόν ἐστι; καὶ κτείνοντας μὲν ἄρα καὶ κτεινομένους ἀνθρώπους ὅπλα τε καὶ βέλη καὶ τειχομαχίας καὶ λεηλασίας ἔστι τις ἐφορῶν καὶ βραβεύων θεὸς Ἐνυάλιος καὶ Στράτιος· πάθους δὲ γάμου καὶ φιλότητος εἰς ὁμοφροσύνην καὶ κοινωνίαν τελευτώσης οὐδεὶς θεῶν μάρτυς οὐδ’ ἐπίσκοπος οὐδ’ ἡγεμὼν ἢ συνεργὸς ἡμῖν γέγονεν; ἀλλὰ δορκάδας μὲν θηρεύουσι καὶ λαγωοὺς καὶ ἐλάφους ἀγρότερός τις συνεπιθωΰσσει καὶ συνεξορμᾷ θεός, εὔχονται δ’ Ἀρισταίῳ δολοῦντες ὀρύγμασι καὶ βρόχοις λύκους καὶ ἄρκτους, ὃς πρῶτος θήρεσσιν ἔπηξε ποδάγρας· [Amat. 14b] ὁ δ’ Ἡρακλῆς ἕτερον θεὸν παρακαλεῖ μέλλων, ἐπὶ τὸν ὄρνιν αἴρεσθαι τὸ τόξον, ὡς Αἰσχύλος φησίν, ἀγρεὺς δ’ Ἀπόλλων ὀρθὸν ἰθύνοι βέλος· [Amat. 14c] ἀνδρὶ δὲ τὸ κάλλιστον ἐπιχειροῦντι θήραμα φιλίαν ἑλεῖν οὔτε θεὸς οὔτε δαίμων ἀπευθύνει καὶ συνεφάπτεται τῆς ὁρμῆς; ἐγὼ μὲν γὰρ οὐδὲ δρυὸς οὐδὲ μορίας οὐδ’ ἣν Ὅμηρος ἡμερίδα σεμνύνων προσεῖπεν ἀκαλλέστερον ἔρνος οὐδὲ φαυλότερον ἡγοῦμαι φυτὸν ἄνθρωπον, ὦ φίλε Δαφναῖε, βλαστήσεως ὁρμὴν ἔχοντα διαφαίνουσαν ὥραν καὶ κάλλος ἅμα σώματος καὶ ψυχῆς. [Amat. 15] ΑΥΤΟΒΟΥΛΟΣ. καὶ ὁ Δαφναῖος τίς δ’ ἄλλως εἶπεν ὦ πρὸς τῶν θεῶν; οὗτοι νὴ Δί’ ἔφη πάντες ὁ πατήρ οἱ νομίζοντες ἀρότου καὶ σπόρου καὶ φυτείας ἐπιμέλειαν θεοῖς προσήκειν. ἢ γὰρ οὐ νύμφαι τινὲς αὐτοῖς δρυάδες εἰσὶν [Amat. 15b] ἰσοδένδρου τέκμαρ αἰῶνος λαχοῦσαι· δενδρέων δὲ νομὸν Διόνυσος πολυγαθὴς αὐξάνοι, ἁγνὸν φέγγος ὀπώρας [Amat. 15c] κατὰ Πίνδαρον μειρακίων δ’ ἄρα καὶ παίδων ἐν ὥρᾳ καὶ ἄνθει πλαττομένων καὶ ῥυθμιζομένων τροφαὶ καὶ αὐξήσεις οὐδενὶ θεῶν ἢ δαιμόνων προσήκουσιν, οὐδ’ ἔστιν ᾧ μέλει φυόμενον ἄνθρωπον εἰς ἀρετὴν ὀρθὸν ἐλθεῖν καὶ μὴ παρατραπῆναι μηδὲ κλασθῆναι τὸ γενναῖον ἐρημίᾳ κηδεμόνος ἢ κακίᾳ τῶν προστυγχανόντων; ἢ καὶ τὸ λέγειν ταῦτα δεινόν ἐστι καὶ ἀχάριστον, ἀπολαύοντάς γε τοῦ θείου τοῦ φιλανθρώπου πανταχόσε νενεμημένου καὶ μηδαμοῦ προλείποντος ἐν χρείαις, ὧν ἀναγκαιότερον ἔνιαι τὸ τέλος ἢ κάλλιον ἔχουσιν; ὥσπερ εὐθὺς ἡ περὶ τὴν γένεσιν ἡμῶν οὐκ εὐπρεπὴς οὖσα δι’ αἵματος καὶ ὠδίνων, ὅμως ἔχει θεῖον ἐπίσκοπον Εἰλείθυιαν καὶ Λοχείαν· ἦν δέ που μὴ γενέσθαι κρεῖττον ἢ γενέσθαι κακόν, ἁμαρτάνοντα κηδεμόνος ἀγαθοῦ καὶ φύλακος. οὐ μὴν οὐδὲ νοσοῦντος ἀνθρώπου θεὸς ἀποστατεῖ τὴν περὶ τοῦτο χρείαν καὶ δύναμιν εἰληχώς, ἀλλ’ οὐδ’ ἀποθανόντος· ἔστι δέ τις ἐκεῖ κομιστὴρ ἐνθένδε καὶ ἀρωγὸς ἐν τέλει γενομένων κατευναστὴς καὶ ψυχοπομπός, ὥσπερ ὁ Ὕπνος, οὐ γάρ με Νὺξ ἔτικτε δεσπότην λύρας, οὐ μάντιν οὐδ’ ἰατρόν, ἀλλὰ θνητὸν ἅμα ψυχαῖς. [Amat. 15d] καὶ τὰ τοιαῦτα πολλὰς ἔχει δυσχερείας. ἐκείνου δ’ οὐκ ἔστιν εἰπεῖν ἔργον ἱερώτερον οὐδ’ ἅμιλλαν ἑτέραν οὐδ’ ἀγῶνα θεῷ πρέπειν μᾶλλον ἐφορᾶν καὶ βραβεύειν ἢ τὴν περὶ τοὺς καλοὺς καὶ ὡραίους ἐπιμέλειαν τῶν ἐρώντων καὶ δίωξιν· οὐδὲν γάρ ἐστιν αἰσχρὸν οὐδ’ ἀναγκαῖον, ἀλλὰ πειθὼ καὶ χάρις ἐνδιδοῦσα πόνον ἡδύν ὡς ἀληθῶς κάματόν τ’ εὐκάματον ὑφηγεῖται πρὸς ἀρετὴν καὶ φιλίαν, οὔτ’ ἄνευ θεοῦ τὸ προσῆκον τέλος λαμβάνουσαν, οὔτ’ ἄλλον ἔχουσαν ἡγεμόνα καὶ δεσπότην θεὸν ἀλλὰ τὸν Μουσῶν καὶ Χαρίτων καὶ Ἀφροδίτης ἑταῖρον Ἔρωτα. γλυκὺ γὰρ θέρος ἀνδρὸς ὑποσπείρων πραπίδων πόθῳ [Amat. 15e] κατὰ τὸν Μελανιππίδην, τὰ ἥδιστα μίγνυσι τοῖς καλλίστοις· ἢ πῶς ἔφη λέγομεν, ὦ Ζεύξιππε; [Amat. 16] ΑΥΤΟΒΟΥΛΟΣ. κἀκεῖνος οὕτως ἔφη νὴ Δία παντὸς μᾶλλον· ἄτοπον γὰρ ἀμέλει τοὐναντίον ἐκεῖνο δ’ ὁ πατήρ οὐκ ἄτοπον εἶπεν εἰ τέσσαρα γένη τῆς φιλίας ἐχούσης, ὥσπερ οἱ παλαιοὶ διώρισαν, τὸ φυσικὸν πρῶτον εἶτα τὸ συγγενικὸν ἐπὶ τούτῳ καὶ τρίτον τὸ ἑταιρικὸν καὶ τελευταῖον τὸ ἐρωτικόν, ἔχει τούτων ἕκαστον ἐπιστάτην θεὸν ἢ φίλιον ἢ ξένιον ἢ ὁμόγνιον καὶ πατρῷον μόνον δὲ τὸ ἐρωτικὸν ὥσπερ δυσιεροῦν ἀνόσιον καὶ ἀδέσποτον ἀφεῖται, καὶ ταῦτα πλείστης ἐπιμελείας καὶ κυβερνήσεως δεόμενον; ἔχει καὶ ταῦτα ὁ Ζεύξιππος εἶπεν οὐ μικρὰν ἀλογίαν. [Amat. 16b] ἀλλὰ μήν ὁ πατὴρ ἔφη τά γε τοῦ Πλάτωνος ἐπιλάβοιτ’ ἂν τοῦ λόγου καὶ παρεξιόντος. μανία γὰρ ἡ μὲν ἀπὸ σώματος ἐπὶ ψυχὴν ἀνεσταλμένη δυσκρασίαις τισὶν ἢ συμμίξεσιν ἢ πνεύματος βλαβεροῦ περιφερομένου τραχεῖα καὶ χαλεπὴ καὶ νοσώδης· ἑτέρα δ’ ἐστὶν οὐκ ἀθείαστος οὐδ’ οἰκογενής, ἀλλ’ ἔπηλυς ἐπίπνοια καὶ παρατροπὴ τοῦ λογιζομένου καὶ φρονοῦντος ἀρχὴν κρείττονος δυνάμεως ἀρχὴν ἔχουσα καὶ κίνησιν ἧς τὸ μὲν κοινὸν ἐνθουσιαστικὸν καλεῖται πάθος· ὡς γὰρ ἔμπνουν τὸ πνεύματος πληρωθὲν ἔμφρον δὲ τὸ φρονήσεως, οὕτως ὁ τοιοῦτος σάλος ψυχῆς ἐνθουσιασμὸς ὠνόμασται μετοχῇ καὶ κοινωνίᾳ θειοτέρας δυνάμεως· ἐνθουσιασμοῦ δὲ τὸ μαντικὸν ἐξ Ἀπόλλωνος ἐπιπνοίας καὶ κατοχῆς, τὸ δὲ βακχεῖον ἐκ Διονύσου, [Amat. 16c] κἀπὶ Κυρβάντεσι χορεύσατε [Amat. 16d] φησὶ Σοφοκλῆς τὰ γὰρ μητρῷα καὶ πανικὰ κοινωνεῖ τοῖς βακχικοῖς ὀργιασμοῖς. τρίτη δ’ ἀπὸ Μουσῶν λαβοῦσ’ ἁπαλὴν καὶ ἄβατον ψυχὴν τὸ ποιητικὸν καὶ μουσικὸν ἐξώρμησε καὶ ἀνερρίπισεν. ἡ δ’ ἀρειμάνιος αὕτη λεγομένη καὶ πολεμικὴ παντὶ δῆλον ὅτῳ θεῶν ἀνίεται καὶ βακχεύεται ἄχορον ἀκίθαριν δακρυογόνον Ἄρη βοὰν τ’ ἔνδημον ἐξοπλίζουσα. [Amat. 16e] λείπεται δὲ τῆς ἐξαλλαγῆς ἐν ἀνθρώπῳ καὶ παρατροπῆς οὐκ ἀμαυρὸν οὐδ’ ἡσυχαῖον, ὦ Δαφναῖε, μόριον, ὑπὲρ οὗ βούλομαι τουτονὶ Πεμπτίδην ἐρέσθαι … τίς καλλίκαρπον θύρσον ἀνασείει θεῶν, [Amat. 16f] τὸν φιλητικὸν τοῦτον περὶ παῖδας ἀγαθοὺς καὶ σώφρονας; γυναῖκας ἐνθουσιασμὸν πολὺ δριμύτατον ὄντα καὶ θερμότατον; ἢ γὰρ οὐχ ὁρᾷς, ὡς ὁ μὲν στρατιώτης τὰ ὅπλα θεὶς πέπαυται τῆς πολεμικῆς μανίας, [Amat. 16g] τοῦ μὲν ἔπειτα γηθόσυνοι θεράποντες ἀπ’ ὤμων τεύχε’ ἕλοντο καὶ κάθηται τῶν ἄλλων ἀπόλεμος θεατής, ταυτὶ δὲ τὰ βακχικὰ καὶ κορυβαντικὰ σκιρτήματα τὸν ῥυθμὸν μεταβάλλοντες ἐκ τροχαίου καὶ τὸ μέλος ἐκ Φρυγίου πραΰνουσι καὶ καταπαύουσιν, ὡς δ’ αὔτως ἡ Πυθία τοῦ τρίποδος ἐκβᾶσα καὶ τοῦ πνεύματος ἐν γαλήνῃ καὶ ἡσυχίᾳ διατελεῖ; τὴν δ’ ἐρωτικὴν μανίαν τἀνθρώπου καθαψαμένην ἀληθῶς καὶ διακαύσασαν οὐ μοῦσά τις οὐκ ἐπῳδὴ θελκτήριος οὐ τόπου μεταβολὴ καθίστησιν ἀλλὰ καὶ παρόντες ἐρῶσι καὶ ἀπόντες ποθοῦσι καὶ μεθ’ ἡμέραν διώκουσι καὶ νύκτωρ θυραυλοῦσι, καὶ νήφοντες καλοῦσι τοὺς καλοὺς καὶ πίνοντες ᾄδουσι. καὶ οὐχ ὥς τις εἶπεν αἱ ποιητικαὶ φαντασίαι διὰ τὴν ἐνάργειαν ἐγρηγορότων ἐνύπνιά εἰσίν, ἀλλὰ μᾶλλον αἱ τῶν ἐρώντων, διαλεγομένων ὡς πρὸς παρόντας, ἀσπαζομένων, ἐγκαλούντων. ἡ γὰρ ὄψις ἔοικε τὰς μὲν ἄλλας φαντασίας ἐφ’ ὑγροῖς ζωγραφεῖν, ταχὺ μαραινομένας καὶ ἀπολειπούσας τὴν διάνοιαν· αἱ δὲ τῶν ἐρωμένων εἰκόνες ὑπ’ αὐτῆς οἷον ἐν ἐγκαύμασι γραφόμεναι διὰ πυρὸς εἴδωλα ταῖς μνήμαις ἐναπολείπουσι κινούμενα καὶ ζῶντα καὶ φθεγγόμενα καὶ παραμένοντα τὸν ἄλλον χρόνον. ὁ μὲν γὰρ Ῥωμαῖος Κάτων ἔλεγε τὴν ψυχὴν τοῦ ἐρῶντος ἐνδιαιτᾶσθαι τῇ τοῦ ἐρωμένου· … καὶ τὸ εἶδος καὶ τὸ ἦθος καὶ ὁ βίος καὶ αἱ πράξεις, ὑφ’ ὧν ἀγόμενος ταχὺ συναιρεῖ πολλὴν ὁδόν, ὥσπερ οἱ Κυνικοὶ λέγουσι σύντονον ὁμοῦ καὶ σύντομον εὑρηκέναι πορείαν ἐπ’ ἀρετήν· καὶ γὰρ ἐπὶ τὴν φιλίαν … καθάπερ ἐπὶ κύματος τοῦ πάθους ἅμα θεῷ φερομένη· λέγω δὴ κεφάλαιον, ὡς οὔτ’ ἀθείαστον ὁ τῶν ἐρώντων ἐνθουσιασμός ἐστιν οὔτ’ ἄλλον ἔχει θεὸν ἐπιστάτην καὶ ἡνίοχον ἢ τοῦτον, ᾧ νῦν ἑορτάζομεν καὶ θύομεν. ὅμως δ’ ἐπεὶ δυνάμει καὶ ὠφελείᾳ μάλιστα θεοῦ … καθότι καὶ τῶν ἀνθρωπίνων ἀγαθῶν δύο ταῦτα, βασιλείαν καὶ ἀρετήν, θειότατα καὶ νομίζομεν καὶ ὀνομάζομεν, ὥρα σκοπεῖν πρότερον, εἴ τινι θεῶν ὁ Ἔρως ὑφίεται δυνάμεως. καίτοι μέγα μὲν σθένος ἁ Κύπρις ἐκφέρεται νίκας [Amat. 16h] ὥς φησι καὶ Σοφοκλῆς, μεγάλη δ’ ἡ τοῦ Ἄρεος ἰσχύς· καὶ τρόπον τινὰ τῶν ἄλλων θεῶν νενεμημένην δίχα τὴν δύναμιν ἐν τούτοις ὁρῶμεν· ἡ μὲν γὰρ οἰκειωτικὴ πρὸς τὸ καλὸν ἡ δ’ ἀντιτακτικὴ πρὸς τὸ αἰσχρὸν ἀρχῆθεν ἐγγέγονε ταῖς ψυχαῖς, ὥς που καὶ Πλάτων … τὰ εἴδη. [Amat. 16i] σκοπῶμεν οὖν εὐθύς, ὅτι τῆς Ἀφροδίτης τοὔργον ἔρωτος ὤνιόν ἐστι δραχμῆς, καὶ οὔτε πόνον οὐδεὶς οὔτε κίνδυνον ἀφροδισίων ἕνεκα μὴ ἐρῶν ὑπέμεινε. καὶ ὅπως ἐνταῦθα μὴ Φρύνην ὀνομάζωμεν, ὦ ἑταῖρε, ἢ Λαΐς τις ἢ Γναθαίνιον ἐφέσπερον δαίουσα λαμπτῆρος σέλας [Amat. 16j] ἐκδεχομένη καὶ καλοῦσα παροδεύεται πολλάκις ἐλθὼν δ’ ἐξαπίνης ἄνεμος [Amat. 16k] σὺν ἔρωτι πολλῷ καὶ πόθῳ ταὐτὸ τοῦτο· τῶν Ταντάλου λεγομένων ταλάντων καὶ τῆς αὐτοῦ ἀρχῆς ἀντάξιον ἐποίησεν. οὕτως ἀσθενὴς καὶ ἁψίκορός ἐστιν ἡ τῆς Ἀφροδίτης χάρις, Ἔρωτος μὴ ἐπιπνεύσαντος. ἔτι δὲ μᾶλλον κἀκεῖθεν ἂν συνίδοις· πολλοὶ γὰρ ἀφροδισίων ἑτέροις ἐκοινώνησαν, οὐ μόνον ἑταίρας ἀλλὰ καὶ γαμετὰς προαγωγεύοντες· ὥσπερ καὶ ὁ Ῥωμαῖος ἐκεῖνος, ὦ ἑταῖρε, Γάλβας εἱστία Μαικήναν ὡς ἔοικεν, εἶθ’ ὁρῶν διαπληκτιζόμενον ἀπὸ νευμάτων πρὸς τὸ γύναιον, ἀπέκλινεν ἡσυχῆ τὴν κεφαλὴν ὡς δὴ καθεύδων ἐν τούτῳ δὴ τῶν οἰκετῶν τινος προσρυέντος ἔξωθεν τῇ τραπέζῃ καὶ τὸν οἶνον ὑφαιρουμένου, διαβλέψας κακόδαιμον εἶπεν οὐκ οἶσθ’ ὅτι μόνῳ Μαικήνᾳ καθεύδω; τοῦτο μὲν οὖν ἴσως οὐ δεινόν ἐστιν· [Amat. 16l] ἦν γὰρ ὁ Γάλβας γελωτοποιός ἐν δ’ Ἄργει Νικόστρατος ἀντεπολιτεύσατο πρὸς Φάυλλον ἐπιδημήσαντος οὖν Φιλίππου τοῦ βασιλέως, ἐπίδοξος ἦν διὰ τῆς γυναικὸς ὁ Φάυλλος ἐκπρεποῦς οὔσης, εἰ συγγένοιτο τῷ Φιλίππῳ, διαπράξασθαί τινα δυναστείαν αὑτῷ καὶ ἀρχήν. αἰσθομένων δὲ τῶν περὶ Νικόστρατον τοῦτο καὶ παρὰ τὰς θύρας τῆς οἰκίας περιπατούντων, ὁ Φάυλλος ὑποδήσας τὴν γυναῖκα κρηπῖσι καὶ χλαμύδα περιθεὶς καὶ καυσίαν Μακεδονικήν, ὡς ἕνα τῶν βασιλικῶν νεανίσκων παρεισέπεμψε λαθοῦσαν. ἆρ’ οὖν, ἐραστῶν τοσούτων γεγονότων καὶ ὄντων, οἶσθ’ ἐπὶ ταῖς τοῦ Διὸς τιμαῖς προαγωγὸν ἐρωμένου γενόμενον; ἐγὼ μὲν οὐκ οἶμαι· πόθεν γάρ, ὅπου καὶ τοῖς τυράννοις ἀντιλέγων μὲν οὐδεὶς οὔτ’ ἀντιπολιτευόμενός ἐστιν, ἀντερῶντες δὲ πολλοὶ καὶ φιλοτιμούμενοι περὶ τῶν καλῶν καὶ ὡραίων; ἀκούετε γὰρ ὅτι καὶ Ἀριστογείτων ὁ Ἀθηναῖος καὶ Ἀντιλέων ὁ Μεταποντῖνος καὶ Μελάνιππος ὁ Ἀκραγαντῖνος οὐ διεφέροντο τοῖς τυράννοις, πάντα τὰ πράγματα λυμαινομένους καὶ παροινοῦντας ὁρῶντες· ἐπεὶ δὲ τοὺς ἐρωμένους αὐτῶν ἐπείρων, ὥσπερ ἱεροῖς ἀσύλοις καὶ ἀθίκτοις ἀμύνοντες ἠφείδησαν ἑαυτῶν. λέγεται καὶ Ἀλέξανδρος ἐπιστεῖλαι Θεοδώρῳ Πρωτέου ἀδελφῷ πέμψον μοι τὴν μουσουργὸν δέκα τάλαντα λαβών, εἰ μὴ ἐρᾷς αὐτῆς· ἑτέρου δὲ τῶν ἑταίρων Ἀντιπατρίδου μετὰ ψαλτρίας ἐπικωμάσαντος, ἡδέως διατεθεὶς πρὸς τὴν ἄνθρωπον ἐρέσθαι τὸν Ἀντιπατρίδην οὐ δήπου σὺ τυγχάνεις ἐρῶν ταύτης; τοῦ δὲ καὶ πάνυ φήσαντος, εἰπών ἀπόλοιο τοίνυν κακὸς κακῶς ἀποσχέσθαι καὶ μὴ θιγεῖν τῆς γυναικός. [Amat. 17] ΑΥΤΟΒΟΥΛΟΣ. σκόπει τοίνυν αὖθις ἔφη τοῖς ἀρηίοις ἔργοις ὅσον Ἔρως περίεστιν, οὐκ ἀργὸς ὤν, ὡς Εὐριπίδης ἔλεγεν, οὐδ’ ἀστράτευτος οὐδ’ [Amat. 17b] ἐν μαλακαῖσιν ἐννυχεύων παρειαῖς νεανίδων. [Amat. 17c] ἀνὴρ γὰρ ὑποπλησθεὶς Ἔρωτος οὐδὲν Ἄρεος δεῖται μαχόμενος πολεμίοις, ἀλλὰ τὸν αὑτοῦ θεὸν ἔχων συνόντα [Amat. 17d] πῦρ καὶ θάλασσαν καὶ πνοὰς τὰς αἰθέρος περᾶν ἕτοιμος ὑπὲρ τοῦ φίλου οὗπερ ἂν κελεύῃ. τῶν μὲν γὰρ τοῦ Σοφοκλέους Νιοβιδῶν βαλλομένων καὶ θνησκόντων ἀνακαλεῖταί τις οὐδένα βοηθὸν ἄλλον οὐδὲ σύμμαχον ἢ τὸν ἐραστήν, ὦ … ἀμφ’ ἐμοῦ στεῖλαι. [Amat. 17e] Κλεόμαχον δὲ τὸν Φαρσάλιον ἴστε δήπουθεν ἐξ ἧς αἰτίας ἐτελεύτησεν ἀγωνιζόμενος. οὐχ ἡμεῖς γοῦν οἱ περὶ Πεμπτίδην ἔφασαν ἀλλ’ ἡδέως ἂν πυθοίμεθα. [Amat. 17f] καὶ γὰρ ἄξιον ἔφη ὁ πατήρ· ἧκεν ἐπίκουρος Χαλκιδεῦσι τοῦ Θεσσαλικοῦ, πολέμου πρὸς Ἐρετριεῖς ἀκμάζοντος· καὶ τὸ μὲν πεζὸν ἐδόκει τοῖς Χαλκιδεῦσιν ἐρρῶσθαι, τοὺς δ’ ἱππέας μέγ’ ἔργον ἦν ὤσασθαι τῶν πολεμίων· παρεκάλουν δὴ τὸν Κλεόμαχον ἄνδρα λαμπρὸν ὄντα τὴν ψυχὴν οἱ σύμμαχοι πρῶτον ἐμβάλλειν εἰς τοὺς ἱππέας. ὁ δ’ ἠρώτησε παρόντα τὸν ἐρώμενον, εἰ μέλλοι θεᾶσθαι τὸν ἀγῶνα· φήσαντος δὲ τοῦ νεανίσκου καὶ φιλοφρόνως αὐτὸν ἀσπασαμένου καὶ τὸ κράνος ἐπιθέντος, ἐπιγαυρωθεὶς ὁ Κλεόμαχος καὶ τοὺς ἀρίστους τῶν Θεσσαλῶν συναγαγὼν περὶ αὑτὸν ἐξήλασε λαμπρῶς καὶ προσέπεσε τοῖς πολεμίοις, ὥστε συνταράξαι καὶ τρέψασθαι τὸ ἱππικόν· ἐκ δὲ τούτου καὶ τῶν ὁπλιτῶν φυγόντων, ἐνίκησαν κατὰ κράτος οἱ Χαλκιδεῖς. τὸν μέντοι Κλεόμαχον ἀποθανεῖν συνέτυχε· τάφον δ’ αὐτοῦ δεικνύουσιν ἐν ἀγορᾷ Χαλκιδεῖς, ἐφ’ οὗ μέχρι νῦν ὁ μέγας ἐφέστηκε κίων· καὶ τὸ παιδεραστεῖν πρότερον ἐν ψόγῳ τιθέμενοι τότε μᾶλλον ἑτέρων ἠγάπησαν καὶ ἐτίμησαν. Ἀριστοτέλης δὲ τὸν μὲν Κλεόμαχον ἄλλως ἀποθανεῖν φησι, κρατήσαντα τῶν Ἐρετριέων τῇ μάχῃ· τὸν δ’ ὑπὸ τοῦ ἐρωμένου φιληθέντα τῶν ἀπὸ Θρᾴκης Χαλκιδέων γενέσθαι, πεμφθέντα τοῖς ἐν Εὐβοίᾳ Χαλκιδεῦσιν ἐπίκουρον· ὅθεν ᾄδεσθαι παρὰ τοῖς Χαλκιδεῦσιν ὦ παῖδες, οἳ χαρίτων τε καὶ πατέρων λάχετ’ ἐσθλῶν, μὴ φθονεῖθ’ ὥρας ἀγαθοῖσιν ὁμιλίαν· σὺν γὰρ ἀνδρείᾳ καὶ ὁ λυσιμελὴς Ἔρως ἐνὶ Χαλκιδέων θάλλει πόλεσιν. [Amat. 17g] Ἄντων ἦν ὄνομα τῷ ἐραστῇ τῷ δ’ ἐρωμένῳ Φίλιστος, ὡς ἐν τοῖς Αἰτίοις Διονύσιος ὁ ποιητὴς ἱστόρησε. [Amat. 17h] παρ’ ὑμῖν δ’, ὦ Πεμπτίδη, τοῖς Θηβαίοις οὐ πανοπλίᾳ ὁ ἐραστὴς ἐδωρεῖτο τὸν ἐρώμενον ἐς ἄνδρας ἐγγραφόμενον; ἤλλαξε δὲ καὶ μετέθηκε τάξιν τῶν ὁπλιτῶν ἐρωτικὸς ἀνὴρ Παμμένης, Ὅμηρον ἐπιμεμψάμενος ὡς ἀνέραστον, ὅτι κατὰ φῦλα καὶ φρήτρας συνελόχιζε τοὺς Ἀχαιούς, οὐκ ἐρώμενον ἔταττε παρ’ ἐραστήν, ἵν’ οὕτω γένηται τὸ ἀσπὶς δ’ ἀσπίδ’ ἔρειδε κόρυς δὲ κόρυν, [Amat. 17i] ὡς μόνον ἀήττητον ὄντα τὸν Ἔρωτα τῶν στρατηγῶν. καὶ γὰρ φυλέτας καὶ οἰκείους καὶ νὴ Δία γονεῖς καὶ παῖδας ἐγκαταλείπουσιν· ἐραστοῦ δὲ θω δὲ καὶ ἐρωμένου μέσος οὐδεὶς πώποτε διεξῆλθε πολέμιος οὐδὲ διεξήλασεν ὅπου καὶ μηδὲν δεομένοις ἔπεισιν ἐπιδεικνύναι τὸ φιλοκίνδυνον κἀφιλόψυχον ὡς Θήρων ὁ Θεσσαλὸς προσβαλὼν τὴν χεῖρα τῷ τοίχῳ τὴν εὐώνυμον καὶ σπασάμενος τὴν μάχαιραν ἀπέκοψε τὸν ἀντίχειρα προκαλούμενος τὸν ἀντεραστήν. ἕτερος δέ τις ἐν μάχῃ πεσὼν ἐπὶ πρόσωπον, ὡς ἔμελλε παίσειν αὐτὸν ὁ πολέμιος, ἐδεήθη περιμεῖναι μικρόν, ὅπως μὴ ὁ ἐρώμενος ἴδῃ κατὰ νώτου τετρωμένον. [Amat. 17j] οὐ μόνον τοίνυν τὰ μαχιμώτατα τῶν ἐθνῶν ἐρωτικώτατα, Βοιωτοὶ καὶ Λακεδαιμόνιοι καὶ Κρῆτες, ἀλλὰ καὶ τῶν παλαιῶν ὁ Μελέαγρος ὁ Ἀχιλλεὺς ὁ Ἀριστομένης ὁ Κίμων ὁ Ἐπαμεινώνδας· καὶ γὰρ οὗτος ἐρωμένους ἔσχεν Ἀσώπιχον καὶ Καφισόδωρον, ὃς αὐτῷ συναπέθανεν ἐν Μαντινείᾳ καὶ τέθαπται πλησίον. τὸν δὲ μω … φοβερώτατον γενόμενον τοῖς πολεμίοις καὶ δεινότατον ὁ πρῶτος ὑποστὰς καὶ πατάξας Εὔκναμος Ἀμφισσεὺς ἡρωικὰς ἔσχε τιμὰς παρὰ Φωκεῦσιν. Ἡρακλέους δὲ τοὺς μὲν ἄλλους ἔρωτας ἔργον ἐστὶν εἰπεῖν διὰ πλῆθος· Ἰόλαον δὲ νομίζοντες ἐρώμενον αὐτοῦ γεγονέναι μέχρι νῦν σέβονται καὶ τιμῶσιν, ἔρωτος ὅρκους τε καὶ πίστεις ἐπὶ τοῦ τάφου παρὰ τῶν ἐρωμένων λαμβάνοντες. λέγεται δὲ καὶ τὴν Ἄλκηστιν ἰατρικὸς ὢν ἀπεγνωσμένην σῶσαι τῷ Ἀδμήτῳ χαριζόμενος, ἐρῶντι μὲν αὐτῷ τῆς γυναικός, ἐρωμένου δ’ αὐτοῦ γενομένου· [Amat. 17k] καὶ γὰρ τὸν Ἀπόλλωνα μυθολογοῦσιν ἐραστὴν γενόμενον Ἀδμήτῳ παραθητεῦσαι μέγαν εἰς ἐνιαυτόν. [Amat. 17l] εὖ δέ πως ἐπὶ μνήμην ἦλθεν ἡμῖν Ἄλκηστις. Ἄρεος γὰρ οὐ πάνυ μέτεστι γυναικί, ἡ δ’ ἐξ Ἔρωτος κατοχὴ προάγεταί τι τολμᾶν παρὰ φύσιν καὶ ἀποθνήσκειν. εἰ δέ πού τι καὶ μύθων πρὸς πίστιν ὄφελός ἐστι, δηλοῖ τὰ περὶ Ἄλκηστιν καὶ Πρωτεσίλεων καὶ Εὐρυδίκην τὴν Ὀρφέως, ὅτι μόνῳ θεῶν ὁ Ἅιδης Ἔρωτι ποιεῖ τὸ προσταττόμενον· καίτοι πρός γε τοὺς ἄλλους, ὥς φησι Σοφοκλῆς, ἅπαντας οὔτε τοὐπιεικὲς οὔτε τὴν χάριν οἶδεν, μόνην δ’ ἔστερξε τὴν ἁπλῶς δίκην· [Amat. 17m] αἰδεῖται δὲ τοὺς ἐρῶντας καὶ μόνοις τούτοις οὔκ ἐστιν ἀδάμαστος οὐδ’ ἀμείλιχος. ὅθεν ἀγαθὸν μέν, ὦ ἑταῖρε, τῆς ἐν Ἐλευσῖνι τελετῆς μετασχεῖν ἐγὼ δ’ ὁρῶ τοῖς Ἔρωτος ὀργιασταῖς καὶ μύσταις ἐν Ἅιδου βελτίονα μοῖραν οὖσαν, οὔτι τοῖς μύθοις πειθόμενος οὐ μὴν οὐδ’ ἀπιστῶν παντάπασιν εὖ γὰρ δὴ λέγουσι, καὶ θείᾳ τινὶ τύχῃ ψαύουσι τἀληθοῦς οἱ λέγοντες ἐξ Ἅιδου τοῖς ἐρωτικοῖς ἄνοδον εἰς φῶς ὑπάρχειν, ὅπη δὲ καὶ ὅπως ἀγνοοῦσιν, ὥσπερ ἀτραποῦ διαμαρτόντες ἣν πρῶτος ἀνθρώπων διὰ φιλοσοφίας Πλάτων κατεῖδε. καίτοι λεπταί τινες ἀπορροαὶ καὶ ἀμυδραὶ τῆς ἀληθείας ἔνεισι ταῖς Αἰγυπτίων ἐνδιεσπαρμέναι μυθολογίαις, ἀλλ’ ἰχνηλάτου δεινοῦ δέονται καὶ μεγάλα μικροῖς ἑλεῖν δυναμένου. [Amat. 17n] διὸ ταῦτα μὲν ἐῶμεν, μετὰ δὲ τὴν ἰσχὺν τοῦ Ἔρωτος οὖσαν τοσαύτην ἤδη τὴν πρὸς ἀνθρώπους εὐμένειαν καὶ χάριν ἐπισκοπῶμεν, οὐκ εἰ πολλὰ τοῖς χρωμένοις ἀγαθὰ περιποιεῖ δῆλα γάρ ἐστι ταῦτά γε πᾶσιν ἀλλ’ εἰ πλείονα καὶ μείζονα τοὺς ἐρῶντας αὐτοὺς ὀνίνησιν· ἐπεί, καίπερ ὢν ἐρωτικὸς ὁ Εὐριπίδης, τὸ σμικρότατον ἀπεθαύμασεν εἰπὼν ποιητὴν δ’ ἄρα ἔρως διδάσκει, κἂν ἄμουσος τὸ πρίν. [Amat. 17o] συνετόν τε γὰρ ποιεῖ, κἂν ῥᾴθυμος ᾖ τὸ πρίν· καὶ ἀνδρεῖον, λέλεκται, τὸν ἄτολμον, ὥσπερ οἱ τὰ ξύλα πυρακτοῦντες ἐκ μαλακῶν ἰσχυρὰ ποιοῦσι. δωρητικὸς δὲ καὶ ἁπλοῦς καὶ μεγαλόφρων γίγνεται πᾶς ἐραστής, κἂν γλίσχρος πρότερον, τῆς μικρολογίας καὶ φιλαργυρίας δίκην σιδήρου διὰ πυρὸς ἀνιεμένης· ὥστε χαίρειν τοῖς ἐρωμένοις διδόντας, ὡς παρ’ ἑτέρων οὐ χαίρουσιν αὐτοὶ λαμβάνοντες ἴστε γὰρ δήπου, ὡς Ἀνύτῳ τῷ Ἀνθεμίωνος, ἐρῶντι μὲν Ἀλκιβιάδου ξένους δ’ ἑστιῶντι φιλοτίμως καὶ λαμπρῶς, ἐπεκώμασεν ὁ Ἀλκιβιάδης καὶ λαβὼν ἀπὸ τῆς τραπέζης εἰς ἥμισυ τῶν ἐκπωμάτων ἀπῆλθεν. ἀχθομένων δὲ τῶν ξένων καὶ λεγόντων ὑβριστικῶς σοι κέχρηται καὶ ὑπερηφάνως τὸ μειράκιον φιλανθρώπως μὲν οὖν ὁ Ἄνυτος εἶπε· πάντα γὰρ ἐξῆν αὐτῷ λαβεῖν, ὁ δὲ κἀμοὶ τοσαῦτα καταλέλοιπεν. [Amat. 18] ΑΥΤΟΒΟΥΛΟΣ. ἡσθεὶς οὖν ὁ Ζεύξιππος ὦ Ἡράκλεις εἶπεν ὡς ὀλίγου διελύσατο πρὸς Ἄνυτον τὴν ἀπὸ Σωκράτους; καὶ φιλοσοφίας πατρικὴν ἔχθραν, εἰ πρᾶος ἦν οὕτω περὶ ἔρωτα καὶ γενναῖος. εἶεν εἶπεν ὁ πατήρ· ἐκ δὲ δυσκόλων καὶ σκυθρωπῶν τοῖς συνοῦσιν οὐ ποιεῖ φιλανθρωποτέρους καὶ ἡδίους; αἰθομένου γὰρ πυρὸς γεραρώτερον οἶκον ἰδέσθαι [Amat. 18b] καὶ ἄνθρωπον ὡς ἔοικε φαιδρότερον ὑπὸ τῆς ἐρωτικῆς θερμότητος. ἀλλ’ οἱ πολλοὶ παράλογόν τι πεπόνθασιν ἂν μὲν ἐν οἰκίᾳ νύκτωρ σέλας ἴδωσι, θεῖον ἡγοῦνται καὶ θαυμάζουσι· ψυχὴν δὲ μικρὰν καὶ ταπεινὴν καὶ ἀγεννῆ ὁρῶντες ἐξαίφνης ὑποπιμπλαμένην φρονήματος, ἐλευθερίας, φιλοτιμίας, χάριτος, ἀφειδίας, οὐκ ἀναγκάζονται λέγειν ὡς ὁ Τηλέμαχος [Amat. 18c] ἦ μάλα τις θεὸς ἔνδον. [Amat. 18d] ἐκεῖνο δ’ εἶπεν ὁ Δαφναῖος πρὸς Χαρίτων οὐ δαιμόνιον; ὅτι τῶν ἄλλων ὁ ἐρωτικὸς ὀλίγου δεῖν ἁπάντων περιφρονῶν, οὐ μόνον ἑταίρων καὶ οἰκείων, ἀλλὰ καὶ νόμων καὶ ἀρχόντων καὶ βασιλέων, φοβούμενος δὲ μηδὲν μηδὲ θαυμάζων μηδὲ θεραπεύων, ἀλλὰ καὶ τὸν αἰχματὰν κεραυνὸν οἷος ὢν ὑπομένειν, ἅμα τῷ τὸν καλὸν ἰδεῖν ἔπτηξ’ ἀλέκτωρ δοῦλον ὣς κλίνας πτερόν, [Amat. 18e] καὶ τὸ θράσος ἐκκέκλασται καὶ κατακέκοπται οἱ τὸ τῆς ψυχῆς γαῦρον. ἄξιον δὲ Σαπφοῦς παρὰ ταῖς Μούσαις μνημονεῦσαι· τὸν μὲν γὰρ Ἡφαίστου παῖδα Ῥωμαῖοι Κᾶκον ἱστοροῦσι πῦρ καὶ φλόγας ἀφιέναι διὰ τοῦ στόματος ἔξω ῥεούσας· αὕτη δ’ ἀληθῶς μεμιγμένα πυρὶ φθέγγεται καὶ διὰ τῶν μελῶν ἀναφέρει τὴν ἀπὸ τῆς καρδίας θερμότητα Μούσαις εὐφώνοις ἰωμένη τὸν ἔρωτα κατὰ Φιλόξενον. [Amat. 18f] ἀλλ’ εἴ τι μὴ διὰ Λύσανδρον, ὦ Δαφναῖε, τῶν παλαιῶν ἐκλέλησαι παιδικῶν, ἀνάμνησον ἡμᾶς, ἐν οἷς ἡ καλὴ Σαπφὼ λέγει τῆς ἐρωμένης ἐπιφανείσης τήν τε φωνὴν ἴσχεσθαι καὶ φλέγεσθαι τὸ σῶμα καὶ καταλαμβάνειν ὠχρότητα καὶ πλάνον αὐτὴν καὶ ἴλιγγον. λεχθέντων οὖν ὑπὸ τοῦ Δαφναίου τῶν μελῶν ἐκείνων, ὡς … ὑπολαβὼν ὁ πατήρ ταῦτ’ εἶπεν ὦ πρὸς τοῦ Διός, οὐ θεοληψία καταφανής; οὗτος οὐ δαιμόνιος σάλος τῆς ψυχῆς; τί τοσοῦτον ἡ Πυθία πέπονθεν ἁψαμένη τοῦ τρίποδος; τίνα τῶν ἐνθεαζομένων οὕτως ὁ αὐλὸς καὶ τὰ μητρῷα καὶ τὸ τύμπανον ἐξίστησιν; ἡμῖν ταὐτὸ σῶμα πολλοὶ καὶ ταὐτὸ κάλλος ὁρῶσιν, εἴληπται δ’ εἷς ὁ ἐρωτικός διὰ τίν’ αἰτίαν; οὐ γὰρ μανθάνομεν γέ που τοῦ Μενάνδρου λέγοντος οὐδὲ συνίεμεν, καιρός ἐστιν ἡ νόσος ψυχῆς, ὁ πληγεὶς δ’ εἴσω δὴ τιτρώσκεται. [Amat. 18g] ἀλλ’ ὁ θεὸς αἴτιος τοῦ μὲν καθαψάμενος τὸν δ’ ἐάσας. ὃ τοίνυν ἐν ἀρχῇ καιρὸν εἶχε ῥηθῆναι μᾶλλον οὐδὲ νῦν ὅτι νῦν ἦλθεν ἐπὶ στόμα α’ κατ’ Αἰσχύλον ἄρρητον ἐάσειν μοι δοκῶ· καὶ γάρ ἐστι παμμέγεθες. ἴσως μὲν γάρ, ὦ ἑταῖρε, καὶ τῶν ἄλλων ἁπάντων, ὅσα μὴ δι’ αἰσθήσεως ἡμῖν εἰς ἔννοιαν ἥκει, τὰ μὲν μύθῳ τὰ δὲ νόμῳ τὰ δὲ λόγῳ πίστιν ἐξ ἀρχῆς ἔσχηκε· τῆς δ’ οὖν περὶ θεῶν δόξης καὶ παντάπασιν ἡγεμόνες καὶ διδάσκαλοι γεγόνασιν ἡμῖν οἵ τε ποιηταὶ καὶ οἱ νομοθέται καὶ τρίτον οἱ φιλόσοφοι, τὸ μὲν εἶναι θεοὺς ὁμοίως τιθέμενοι, πλήθους δὲ πέρι καὶ τάξεως αὐτῶν οὐσίας τε καὶ δυνάμεως μεγάλα διαφερόμενοι πρὸς ἀλλήλους. ἐκεῖνοι μὲν γὰρ οἱ τῶν φιλοσόφων ἄνοσοι καὶ ἀγήραοι πόνων τ’ ἄπειροι, βαρυβόαν πορθμὸν πεφευγότες Ἀχέροντος· [Amat. 18h] ὅθεν οὐ προσίενται ποιητικὰς Ἔριδας οὐ Λιτάς, οὐ Δεῖμον οὐδὲ Φόβον ἐθέλουσι θεοὺς εἶναι καὶ παῖδας Ἄρεος ὁμολογεῖν μάχονται δὲ περὶ πολλῶν καὶ τοῖς νομοθέταις, ὥσπερ, Ξενοφάνης Αἰγυπτίους ἐκέλευσε τὸν Ὄσιριν, εἰ θνητὸν νομίζουσι, μὴ τιμᾶν ὡς θεόν, εἰ δὲ θεὸν ἡγοῦνται μὴ θρηνεῖν. αὖθις δὲ ποιηταὶ καὶ νομοθέται, φιλοσόφων ἰδέας τινὰς καὶ ἀριθμοὺς μονάδας τε καὶ πνεύματα θεοὺς ποιουμένων, οὔτ’ ἀκούειν ὑπομένουσιν οὔτε συνιέναι δύνανται. πολλὴν δ’ ὅλως ἀνωμαλίαν ἔχουσιν αἱ δόξαι καὶ διαφοράν. ὥσπερ οὖν ἦσάν ποτε τρεῖς στάσεις Ἀθήνησι, Παράλων Ἐπακρίων Πεδιέων, χαλεπῶς ἔχουσαι καὶ διαφερόμεναι πρὸς ἀλλήλας· ἔπειτα δὲ πάντες ἐν ταὐτῷ γενόμενοι καὶ τὰς ψήφους λαβόντες ἤνεγκαν πάσας Σόλωνι, καὶ τοῦτον εἵλοντο κοινῇ διαλλακτὴν καὶ ἄρχοντα καὶ νομοθέτην, ὃς ἔδοξε τῆς ἀρετῆς ἔχειν ἀδηρίτως τὸ πρωτεῖον· οὕτως αἱ τρεῖς στάσεις αἱ περὶ θεῶν διχοφρονοῦσαι καὶ ψῆφον ἄλλην ἄλλη φέρουσαι, καὶ μὴ δεχόμεναι ῥᾳδίως τὸν ἐξ ἑτέρας περὶ ἑνὸς βεβαίως ὁμογνωμονοῦσι, καὶ κοινῇ τὸν Ἔρωτα συνεγγράφουσιν εἰς θεοὺς ποιητῶν οἱ κράτιστοι καὶ νομοθετῶν καὶ φιλοσόφων ἀθρόᾳ φωνᾷ μέγ’ ἐπαινέοντες ὥσπερ ἔφη τὸν Πιττακὸν ὁ Ἀλκαῖος αἱρεῖσθαι τοὺς Μυτιληναίους τύραννον. ἡμῖν δὲ βασιλεὺς καὶ ἄρχων καὶ ἁρμοστὴς ὁ Ἔρως ὑφ’ Ἡσιόδου καὶ Πλάτωνος καὶ Σόλωνος ἀπὸ τοῦ Ἑλικῶνος εἰς τὴν Ἀκαδήμειαν ἐστεφανωμένος κατάγεται καὶ κεκοσμημένος εἰσελαύνει πολλαῖς συνωρίσι φιλίας καὶ κοινωνίας, οὐχ οἵαν Εὐριπίδης φησὶν [Amat. 18i] ἀχαλκεύτοισιν ἐζεῦχθαι πέδαις, [Amat. 18j] ψυχρὰν οὗτός γε καὶ βαρεῖαν ἐν χρείᾳ περιβαλὼν ὑπ’ αἰσχύνης ἀνάγκην, ἀλλ’ ὑποπτέρου φερομένης ἐπὶ τὰ κάλλιστα τῶν ὄντων καὶ θειότατα, περὶ ὧν ἑτέροις εἴρηται βέλτιον. [Amat. 19] ΑΥΤΟΒΟΥΛΟΣ. εἰπόντος δὲ ταῦτα τοῦ πατρός, ὁ Σώκλαρος ὁρᾷς εἶπεν ὅτι δεύτερον ἤδη τοῖς αὐτοῖς περιπεσὼν, οὐκ οἶδ’ ὅπως βίᾳ σαυτὸν ἀπάγεις καὶ ἀποστρέφεις, οὐ δικαίως χρεωκοπῶν, εἴ γε δεῖ τὸ φαινόμενον εἰπεῖν, ἱερὸν ὄντα τὸν λόγον; καὶ γὰρ ἄρτι τοῦ Πλάτωνος ἅμα καὶ τῶν Αἰγυπτίων ὥσπερ ἄκων ἁψάμενος παρῆλθες καὶ νῦν ταὐτὰ ποιεῖς. τὰ μὲν οὖν ἀριζήλως εἰρημένα Πλάτωνι, μᾶλλον δὲ ταῖς θεαῖς ταύταις διὰ Πλάτωνος, ὦγαθέ μηδ’ ἂν κελεύωμεν εἴπῃς· [Amat. 19b] ᾗ δ’ ὑπῃνίξω τὸν Αἰγυπτίων μῦθον εἰς ταὐτὰ τοῖς Πλατωνικοῖς συμφέρεσθαι περὶ Ἔρωτος, οὐκ ἔστι σοι μὴ διακαλύψαι μηδὲ διαφῆναι πρὸς ἡμᾶς ἀγαπήσομεν δέ, κἂν μικρὰ περὶ μεγάλων ἀκούσωμεν δεομένων δὲ καὶ τῶν ἄλλων ἔφη ὁ πατὴρ ὡς Αἰγύπτιοι δύο μὲν Ἕλλησι παραπλησίως Ἔρωτας, τόν τε πάνδημον καὶ τὸν οὐράνιον, ἴσασι, τρίτον δὲ νομίζουσιν Ἔρωτα τὸν ἥλιον, Ἀφροδίτην ἔχουσι μάλα σεβάσμιον. ἡμεῖς δὲ πολλὴν μὲν Ἔρωτος ὁμοιότητα πρὸς τὸν ἥλιον, οὐδεμίαν δ’ Ἀφροδίτης πρὸς τὴν γῆν ὁρῶμεν οὖσαν· πῦρ μὲν γὰρ οὐδέτερόν ἐστιν ὥσπερ οἴονταί τινες, αὐγὴ καὶ θερμότης γλυκεῖα καὶ γόνιμος, καὶ ἡ μὲν ἀπ’ ἐκείνου φερομένη σώματι παρέχει τροφὴν καὶ φῶς καὶ αὔξησιν, ἡ δ’ ἀπὸ τούτου ψυχαῖς. ὡς δ’ ἥλιος ἐκ νεφῶν καὶ μεθ’ ὀμίχλην θερμότερος, οὕτως Ἔρως μετ’ ὀργῆς καὶ ζηλοτυπίας ἐρωμένου διαλλαγέντος ἡδίων καὶ δριμύτερος· [Amat. 19c] ἔτι δ’ ὥσπερ ἥλιον ἅπτεσθαι καὶ σβέννυσθαι δοκοῦσιν ἔνιοι, ταὐτὰ καὶ περὶ Ἔρωτος ὡς θνητοῦ καὶ ἀβεβαίου διανοοῦνται. καὶ μὴν οὔτε σώματος ἀγύμναστος ἕξις ἥλιον, οὔτ’ Ἔρωτα δύναται φέρειν ἀλύπως τρόπος ἀπαιδεύτου ψυχῆς· ἐξίσταται δ’ ὁμοίως ἑκάτερον καὶ νοσεῖ, τὴν τοῦ θεοῦ δύναμιν οὐ τὴν αὑτοῦ μεμφόμενον ἀσθένειαν. πλὴν ἐκείνῃ γε δόξειεν ἂν διαφέρειν, ᾗ δείκνυσιν ἥλιος μὲν ἐπὶ γῆς τὰ καλὰ καὶ τὰ αἰσχρὰ τοῖς ὁρῶσιν Ἔρως δὲ μόνων τῶν καλῶν φέγγος ἐστὶ καὶ πρὸς ταῦτα μόνα τοὺς ἐρῶντας ἀναπείθει βλέπειν καὶ στρέφεσθαι, τῶν δ’ ἄλλων πάντων ὑπερορᾶν. γῆν δὲ κατ’ οὐδέν, σελήνην δ’ Ἀφροδίτην καλοῦντες ἅπτονταί τινος ὁμοιότητος· [Amat. 19d] καὶ γὰρ θεία καὶ οὐρανία καὶ μίξεως χώρα τοῦ ἀθανάτου πρὸς τὸ θνητόν, ἀδρανὴς δὲ καθ’ ἑαυτὴν καὶ σκοτώδης ἡλίου μὴ προσλάμποντος, ὥσπερ Ἀφροδίτη μὴ παρόντος Ἔρωτος. [Amat. 19e] ἐοικέναι μὲν οὖν Ἀφροδίτη σελήνην ἥλιον δὲ Ἔρωτι τῶν ἄλλων θεῶν μᾶλλον εἰκός ἐστιν, οὐ μὴν εἶναί γε παντάπασι τοὺς αὐτούς οὐ γὰρ ψυχῇ σῶμα ταὐτὸν ἀλλ’ ἕτερον, ὥσπερ ἥλιον μὲν ὁρατὸν Ἔρωτα δὲ νοητόν. εἰ δὲ μὴ δόξει πικρότερον λέγεσθαι, καὶ τἀναντία φαίη τις ἂν ἥλιον Ἔρωτι ποιεῖν· ἀποστρέφει γὰρ ἀπὸ τῶν νοητῶν ἐπὶ τὰ αἰσθητὰ τὴν διάνοιαν, χάριτι καὶ λαμπρότητι τῆς ὄψεως γοητεύων καὶ ἀναπείθων ἐν ἑαυτῷ καὶ περὶ αὑτὸν αἰτεῖσθαι τὰ τ’ ἄλλα καὶ τὴν ἀλήθειαν, ἑτέρωθι δὲ μηδέν· δυσέρωτες δὴ φαινόμεθ’ ὄντες τοῦδ’, ὅ τι τοῦτο στίλβει κατὰ γῆν ὡς Εὐριπίδης φησὶ [Amat. 19f] δι’ ἀπειροσύνην ἄλλου βιότου μᾶλλον δὲ λήθην ὧν ὁ Ἔρως ἀνάμνησίς ἐστιν. ὥσπερ γὰρ εἰς φῶς πολὺ καὶ λαμπρὸν ἀνεγρομένων ἐξοίχεται πάντα τῆς ψυχῆς τὰ καθ’ ὕπνους φανέντα καὶ διαπέφευγεν, οὕτω τῶν γενομένων ἐνταῦθα καὶ μεταβαλόντων ἐκπλήττειν ἔοικε τὴν μνήμην καὶ φαρμάττειν τὴν διάνοιαν ὁ ἥλιος, ὑφ’ ἡδονῆς καὶ θαύματος ἐκλανθανομένων ἐκείνων. καίτοι τὸ γ’ ὕπαρ ὡς ἀληθῶς ἐκεῖ καὶ περὶ ἐκεῖνα τῆς ψυχῆς ἐστι, δευρὶ δὲ … τῶν ἐνυπνίων ἀσπάζεται καὶ τέθηπε τὸ κάλλιστον καὶ θειότατον. [Amat. 19g] ἀμφὶ δὲ οἱ δολόεντα φιλόφρονα χεῦεν ὄνειρα, [Amat. 19h] πᾶν ἐνταῦθα πειθομένῃ τὸ καλὸν εἶναι καὶ τίμιον, ἂν μὴ τύχῃ θείου καὶ σώφρονος Ἔρωτος ἰατροῦ καὶ σωτῆρος καὶ ἡγεμόνος ὃς διὰ σωμάτων ἀφικόμενος ἀγωγὸς ἐπὶ τὴν ἀλήθειαν ἐξ Ἅιδου καί τὸ ἀληθείας πεδίον, οὗ τὸ πολὺ καὶ καθαρὸν καὶ ἀψευδὲς ἵδρυται κάλλος, ἀσπάσασθαι καὶ συγγενέσθαι διὰ χρόνου ποθοῦντας ἐξαναφέρων καὶ ἀναπέμπων εὐμενὴς οἷον ἐν τελετῇ παρέστη μυσταγωγός. ἐνταῦθα δὲ πάλιν πεμπομένων αὐτῇ μὲν οὐ πλησιάζει ψυχῇ καθ’ ἑαυτήν, ἀλλὰ διὰ σώματος. ὡς, δὲ γεωμέτραι παισὶν οὔπω δυναμένοις ἐφ’ ἑαυτῶν τὰ νοητὰ μυηθῆναι τῆς ἀσωμάτου καὶ ἀπαθοῦς οὐσίας εἴδη πλάττοντες ἁπτὰ καὶ ὁρατὰ μιμήματα σφαιρῶν καὶ κύβων καὶ δωδεκαέδρων προτείνουσιν· οὕτως ἡμῖν ὁ οὐράνιος Ἔρως ἔσοπτρα καλῶν καλά, θνητὰ μέντοι θεῶν παθητὰ καὶ νοητῶν αἰσθητὰ μηχανώμενος ἔν τε σχήμασι καὶ χρώμασι καὶ εἴδεσι νέων ὥρᾳ στίλβοντα δείκνυσι καὶ κινεῖ τὴν μνήμην ἀτρέμα διὰ τούτων ἀναφλεγομένην τὸ πρῶτον. [Amat. 19i] ὅθεν διὰ σκαιότητος ἔνιοι φίλων καὶ οἰκείων, σβεννύναι πειρωμένων βίᾳ καὶ ἀλόγως τὸ πάθος, οὐδὲν ἀπέλαυσαν αὐτοῦ χρηστὸν ἀλλ’ ἢ καπνοῦ καὶ ταραχῆς ἐνέπλησαν ἑαυτοὺς ἢ πρὸς ἡδονὰς σκοτίους καὶ παρανόμους ῥυέντες ἀκλεῶς ἐμαράνθησαν. ὅσοι δὲ σώφρονι λογισμῷ μετ’ αἰδοῦς οἷον ἀτεχνῶς πυρὸς ἀφεῖλον τὸ μανικόν, αὐγὴν δὲ καὶ φῶς ἀπέλιπον τῇ ψυχῇ μετὰ θερμότητος, οὐ σεισμόν, ὥς τις εἶπε, κινούσης ἐπὶ σπέρμα καὶ ὄλισθον ἀτόμων ὑπὸ λειότητος καὶ γαργαλισμοῦ θλιβομένων, διάχυσιν δὲ θαυμαστὴν καὶ γόνιμον ὥσπερ ἐν φυτῷ βλαστάνοντι καὶ τρεφομένῳ καὶ πόρους ἀνοίγουσαν εὐπειθείας καὶ φιλοφροσύνης, οὐκ ἂν εἴη πολὺς χρόνος, ἐν ᾧ τό τε σῶμα τὸ τῶν ἐρωμένων παρελθόντες ἔσω φέρονται καὶ ἅπτονται τοῦ ἤθους, ἐκκαλούμενοι τὰς ὄψεις καθορῶσι καὶ συγγίνονται διὰ λόγων τὰ πολλὰ καὶ πράξεων ἀλλήλοις, ἂν περίκομμα τοῦ καλοῦ καὶ εἴδωλον ἐν ταῖς διανοίαις ἔχωσιν εἰ δὲ μή, χαίρειν ἐῶσι καὶ τρέπονται πρὸς ἑτέρους ὥσπερ αἱ μέλιτται πολλὰ τῶν χλωρῶν καὶ ἀνθηρῶν μέλι δ’ οὐκ ἐχόντων ἀπολιπόντες· ὅπου δ’ ἂν ἔχωσιν ἴχνος τι τοῦ θείου καὶ ἀπορροὴν καὶ ὁμοιότητα σαίνουσαν, ὑφ’ ἡδονῆς καὶ θαύματος ἐνθουσιῶντες καὶ περισπῶντες, εὐπαθοῦσι τῇ μνήμῃ καὶ ἀναλάμπουσι πρὸς ἐκεῖνο τὸ ἐράσμιον ἀληθῶς καὶ μακάριον καὶ φίλιον ἅπασι καὶ ἀγαπητόν. [Amat. 20] ΑΥΤΟΒΟΥΛΟΣ. τὰ μὲν οὖν πολλὰ ποιηταὶ προσπαίζοντες ἐοίκασι τῷ θεῷ γράφειν περὶ αὐτοῦ καὶ ᾄδειν ἐπικωμάζοντες, ὀλίγα δὲ εἴρηται μετὰ σπουδῆς αὐτοῖς, εἴτε κατὰ νοῦν καὶ λογισμὸν εἴτε σὺν θεῷ τῆς ἀληθείας ἁψαμένοις· ὧν ἕν ἐστι καὶ τὸ περὶ τῆς γενέσεως δεινότατον θέων τὸν γέννατ’ ’εὐπέδιλλος Ἶρις χρυσοκόμᾳ Ζεφύρῳ μίγεισα· [Amat. 20b] εἰ μή τι καὶ ὑμᾶς ἀναπεπείκασιν οἱ γραμματικοί, λέγοντες πρὸς τὸ ποικίλον τοῦ πάθους καὶ τὸ ἀνθηρὸν γεγονέναι τὴν εἰκασίαν. [Amat. 20c] καὶ ὁ Δαφναῖος πρὸς τί γάρ ἔφη ἕτερον; ἀκούετ’ εἶπεν ὁ πατήρ· οὕτω γὰρ βιάζεται τὸ φαινόμενον λέγειν. ἀνάκλασις δή που τὸ περὶ τὴν ἶρίν ἐστι τῆς ὄψεως πάθος, ὅταν ἡσυχῆ νοτερῷ λείῳ δὲ καὶ μέτριον πάχος ἔχοντι προσπεσοῦσα νέφει τοῦ ἡλίου ψαύσῃ κατ’ ἀνάκλασιν, καὶ τὴν περὶ ἐκεῖνον αὐγὴν ὁρῶσα καὶ τὸ φῶς δόξαν ἡμῖν ἐνεργάσηται τοῦ φαντάσματος ὡς ἐν τῷ νέφει ὄντος. τοῦτο δὴ τὸ ἐρωτικὸν μηχάνημα καὶ σόφισμα περὶ τὰς εὐφυεῖς καὶ φιλοκάλους ψυχὰς ἀνάκλασιν ποιεῖ τῆς μνήμης ἀπὸ τῶν ἐνταῦθα φαινομένων καὶ προσαγορευομένων καλῶν εἰς τὸ θεῖον καὶ ἐράσμιον καὶ μακάριον ὡς ἀληθῶς ἐκεῖνο καὶ θαυμάσιον καλόν. ἀλλ’ οἱ πολλοὶ μὲν ἐν παισὶ καὶ γυναιξὶν ὥσπερ ἐν κατόπτροις εἴδωλον αὐτοῦ φανταζόμενον διώκοντες καὶ ψηλαφῶντες οὐδὲν ἡδονῆς μεμιγμένης λύπῃ δύνανται λαβεῖν βεβαιότερον ἀλλ’ οὗτος ἔοικεν ὁ τοῦ Ἰξίονος ἴλιγγος εἶναι καὶ πλάνος, ἐν νέφεσι κενὸν ὥσπερ σκιαῖς θηρωμένου τὸ ποθούμενον· ὥσπερ οἱ παῖδες προθυμούμενοι τὴν ἶριν ἑλεῖν τοῖν χεροῖν, ἑλκόμενοι πρὸς τὸ φαινόμενον. εὐφυοῦς δ’ ἐραστοῦ καὶ σώφρονος ἄλλος τρόπος· ἐκεῖ γὰρ ἀνακλᾶται πρὸς τὸ θεῖον καὶ νοητὸν καλόν· ὁρατοῦ δὲ σώματος ἐντυχὼν κάλλει καὶ χρώμενος οἷον ὀργάνῳ τινὶ τῆς μνήμης ἀσπάζεται καὶ ἀγαπᾷ, καὶ συνὼν καὶ γεγηθὼς ἔτι μᾶλλον ἐκ φλέγεται τὴν διάνοιαν Καὶ οὔτε μετὰ σωμάτων ὄντες ἐνταῦθα τουτὶ τὸ φῶς ἐπιποθοῦντες κάθηνται καὶ θαυμάζοντες· οὔτ’ ἐκεῖ γιγνόμενοι μετὰ τὴν τελευτήν, δεῦρο πάλιν στρεφόμενοι καὶ δραπετεύοντες ἐν θύραις νεογάμων καὶ δωματίοις κυλινδοῦνται, δυσόνειρα φαντασμάτια φιληδόνων καὶ φιλοσωμάτων ἀνδρῶν καὶ γυναικῶν οὐ δικαίως ἐρωτικῶν προσαγορευομένων. ὁ γὰρ ὡς ἀληθῶς ἐρωτικὸς ἐκεῖ γενόμενος καὶ τοῖς καλοῖς ὁμιλήσας, ᾗ θέμις, ἐπτέρωται καὶ κατωργίασται καὶ διατελεῖ περὶ τὸν αὑτοῦ θεὸν ἄνω χορεύων καὶ συμπεριπολῶν, ἄχρι οὗ πάλιν εἰς τοὺς Σελήνης καὶ Ἀφροδίτης λειμῶνας ἐλθὼν καὶ καταδαρθὼν ἑτέρας ἄρχηται γενέσεως. [Amat. 20d] ἀλλὰ ταῦτα μέν ἔφη μείζονας ἔχει τῶν παρόντων λόγων ὑποθέσεις, τῷ δ’ Ἔρωτι καὶ τοῦτο καθάπερ τοῖς ἄλλοις θεοῖς ἔνεστιν ὡς Εὐριπίδης φησὶ τιμωμένῳ χαίρειν ἀνθρώπων ὕπο καὶ τοὐναντίον· [Amat. 20e] εὐμενέστατος γάρ ἐστι τοῖς δεχομένοις ἐμμελῶς αὐτὸν βαρὺς δὲ τοῖς ἀπαυθαδισαμένοις. οὔτε γὰρ ξένων καὶ ἱκετῶν ἀδικίας ὁ Ξένιος οὔτε γονέων ἀρὰς ὁ Γενέθλιος οὕτω διώκει καὶ μέτεισι ταχέως ὡς ἐρασταῖς ἀγνωμονηθεῖσιν ὁ Ἔρως ὀξὺς ὑπακούει, τῶν ἀπαιδεύτων καὶ ὑπερηφάνων κολαστής. τί γὰρ ἂν λέγοι τις Εὐξύνθετον καὶ Λευκομάντιδα τὴν ἐν Κύπρῳ Παρακύπτουσαν ἔτι νῦν προσαγορευομένην; ἀλλὰ τὴν Γοργοῦς ἴσως ποινὴν οὐκ ἀκηκόατε τῆς Κρήσσης, παραπλήσια τῇ Παρακυπτούσῃ παθούσης πλὴν ἐκείνη μὲν ἀπελιθώθη παρακύψασα τὸν ἐραστὴν ἰδεῖν ἐκκομιζόμενον τῆς δὲ Γοργοῦς Ἄσανδρός τις ἠράσθη, νέος ἐπιεικὴς καὶ γένει λαμπρός, ἐκ δὲ λαμπρῶν εἰς ταπεινὰ πράγματα καὶ εὐτελῆ ἀφιγμένος, ὅμως αὑτὸν οὐδενὸς ἀπηξιοῦτο, ἀλλὰ τὴν Γοργώ, διὰ πλοῦτον ὡς ἔοικε περιμάχητον οὖσαν καὶ πολυμνήστευτον, ᾔτει γυναῖκα συγγενὴς ὤν, πολλοὺς; ἔχων καὶ ἀγαθοὺς συνερῶντας αὐτῷ, πάντας δὲ τοὺς περὶ τὴν κόρην ἐπιτρόπους καὶ οἰκείους πεπεικὼς …. [Amat. 21] ΑΥΤΟΒΟΥΛΟΣ. ἔτι τοίνυν ἃς λέγουσιν αἰτίας καὶ γενέσεις ἔρωτος, ἴδιαι μὲν οὐδετέρου γένους εἰσὶ κοιναὶ δ’ ἀμφοτέρων· καὶ γὰρ εἴδωλα δήπουθεν ἐνδυόμενα τοῖς ἐρωτικοῖς; καὶ διατρέχοντα κινεῖν καὶ γαργαλίζειν τὸν ὄγκον εἰς σπέρμα συνολισθάνοντα τοῖς ἄλλοις σχηματισμοῖς; οὐ δυνατὸν μὲν ἀπὸ παίδων, ἀδύνατον δ’ ἀπὸ γυναικῶν; καὶ τὰς καλὰς ταύτας καὶ ἱερὰς ἀναμνήσεις καλοῦμεν ἡμεῖς ἐπὶ τὸ θεῖον καὶ ἀληθινὸν καὶ ὀλύμπιον ἐκεῖνο κάλλος, αἷς ψυχὴ πτεροῦται, τί ἂν κωλύοι γίγνεσθαι μὲν ἀπὸ παίδων καὶ ἀπὸ νεανίσκων, γίγνεσθαι δ’ ἀπὸ παρθένων καὶ γυναικῶν, ὅταν ἦθος ἁγνὸν καὶ κόσμιον ἐν ὥρᾳ καὶ χάριτι μορφῆς διαφανὲς γένηται, καθάπερ ὄρθιον ὑπόδημα δείκνυσι ποδὸς εὐφυΐαν, ὡς Ἀρίστων ἔλεγεν ὅταν ἐν εἴδεσι καλοῖς καὶ καθαροῖς σώμασιν ἴχνη λαμπρὰ καὶ κείμενα ψυχῆς ὀρθὰ καὶ ἄθρυπτα κατίδωσιν οἱ δεινοὶ τῶν τοιούτων αἰσθάνεσθαι; οὐ γὰρ ὁ μὲν φιλήδονος ἐρωτηθεὶς εἰ πρὸς θῆλυ νεύει μᾶλλον ἢ ἐπὶ τἄρσενα [Amat. 21b] καὶ ἀποκρινάμενος ὅπου προσῇ τὸ κάλλος, ἀμφιδέξιος [Amat. 21c] ἔδοξεν οἰκείως ἀποκρίνασθαι τῆς ἐπιθυμίας· ὁ δὲ φιλόκαλος καὶ γενναῖος οὐ πρὸς τὸ καλὸν οὐδὲ τὴν εὐφυΐαν ἀλλὰ μορίων διαφορὰς ποιεῖται τοὺς ἔρωτας. καὶ φίλιππος μὲν ἀνὴρ οὐδὲν ἧττον ἀσπάζεται τοῦ Ποδάργου τὴν εὐφυΐαν ἢ Αἴθην τὴν Ἀγαμεμνονέην· καὶ θηρατικὸς οὐ τοῖς ἄρρεσι χαίρει μόνον, ἀλλὰ καὶ Κρήσσας τρέφει καὶ Λακαίνας σκύλακας· ὁ δὲ φιλόκαλος; καὶ φιλάνθρωπος οὐχ ὁμαλός ἐστιν οὐδ’ ὅμοιος ἀμφοτέροις τοῖς γένεσιν, ἀλλ’ ὥσπερ ἱματίων οἰόμενος εἶναι διαφορὰς ἐρώτων γυναικῶν καὶ ἀνδρῶν. καίτοι τὴν γ’ ὥραν ἄνθος ἀρετῆς εἶναι λέγουσι, μὴ φάναι δ’ ἀνθεῖν τὸ θῆλυ μηδὲ ποιεῖν ἔμφασιν εὐφυΐας πρὸς ἀρετὴν ἄτοπόν ἐστι· καὶ γὰρ Αἰσχύλος ὀρθῶς ἐποίησε νέας γυναικὸς οὔ με μὴ λάθῃ φλέγων ὀφθαλμός, ἥτις ἀνδρὸς γεγευμένη. πότερον οὖν ἰταμοῦ μὲν ἤθους καὶ ἀκολάστου καὶ διεφθορότος σημεῖα τοῖς εἴδεσι τῶν γυναικῶν ἐπιτρέχει, κοσμίου δὲ καὶ σώφρονος οὐδὲν ἔπεστι τῇ μορφῇ φέγγος; ἢ πολλὰ μὲν ἔπεστι καὶ συνεπιφαίνεται, κινεῖ δ’ οὐδὲν οὐδὲ προσκαλεῖται τὸν ἔρωτα; [Amat. 21d] οὐδέτερον γὰρ εὔλογον οὐδ’ ἀληθές, ἀλλὰ κοινῶς ὥσπερ δέδεικται τοῖς γένεσι πάντων ὑπαρχόντων, ὥσπερ κοινοῦ συστάντος τοῦ ἀγῶνος ὦ Δαφναῖε, πρὸς ἐκείνους μαχώμεθα τοὺς λόγους, οὓς ὁ Ζεύξιππος ἀρτίως διῆλθεν, ἐπιθυμίᾳ τὸν Ἔρωτα ταὐτὸ ποιῶν ἀκαταστάτῳ καὶ πρὸς τὸ ἀκόλαστον ἐκφερούσῃ τὴν ψυχήν, οὐκ αὐτὸς οὕτω πεπεισμένος ἀκηκοὼς δὲ πολλάκις ἀνδρῶν δυσκόλων καὶ ἀνεράστων· ὧν οἱ μὲν ἄθλια γύναια προικιδίοις ἐφελκόμενα μετὰ χρημάτων εἰς οἰκονομίαν καὶ λογισμοὺς ἐμβάλλοντες ἀνελευθέρους, ζυγομαχοῦντες ὁσημέραι διὰ χειρὸς ἔχουσιν· οἱ δὲ παίδων δεόμενοι μᾶλλον ἢ γυναικῶν, ὥσπερ οἱ τέττιγες εἰς σκίλλαν ἤ τι τοιοῦτο τὴν γονὴν ἀφιᾶσιν, οὕτω διὰ τάχους οἷς ἔτυχε σώμασιν ἐναπογεννήσαντες καὶ καρπὸν ἀράμενοι χαίρειν ἐῶσιν ἤδη τὸν γάμον, ἢ μένοντος οὐ φροντίζουσιν οὐδ’ ἀξιοῦσιν ἐρᾶν οὐδ’ ἐρᾶσθαι. στέργεσθαι δὲ καὶ στέργειν ἑνί μοι δοκεῖ γράμματι τοῦ στέγειν παραλλάττον εὐθὺς ἐμφαίνειν τὴν ὑπὸ χρόνου καὶ συνηθείας ἀνάγκῃ μεμιγμένην εὔνοιαν. ᾧ δ’ ἂν Ἔρως ἐπισκήψῃ τε καὶ ἐπιπνεύσῃ, πρῶτον μὲν ἐκ τῆς Πλατωνικῆς πόλεως τὸ ἐμόν οὐχ ἕξει καὶ τὸ οὐκ ἐμόν· οὐ γὰρ ἁπλῶς κοινὰ τὰ φίλων οὐδὲ πάντων ἀλλ’ οἳ τοῖς σώμασιν ὁριζόμενοι τὰς ψυχὰς βίᾳ, συνάγουσι καὶ συντήκουσι, μήτε βουλόμενοι δύ’ εἶναι μήτε νομίζοντες. ἔπειτα σωφροσύνη πρὸς ἀλλήλους, ἧς μάλιστα δεῖται γάμος, ἡ μὲν ἔξωθεν καὶ νόμων … πλέον ἔχουσα τοῦ ἑκουσίου τὸ βεβιασμένον ὑπ’ αἰσχύνης καὶ φόβων, πολλῶν χαλινῶν ἔργον οἰάκων θ’ ἅμα, [Amat. 21e] διὰ χειρός ἐστιν ἀεὶ τοῖς συνοῦσιν Ἔρωτι δ’ ἐγκρατείας τοσοῦτον καὶ κόσμου καὶ πίστεως μέτεστιν, ὥστε, κἂν ἀκολάστου ποτὲ θίγῃ ψυχῆς, ἀπέστρεψε τῶν ἄλλων ἐραστῶν, ἐκκόψας δὲ τὸ θράσος καὶ κατακλάσας τὸ σοβαρὸν καὶ ἀνάγωγον, ἐμβαλὼν αἰδῶ καὶ σιωπὴν καὶ ἡσυχίαν καὶ σχῆμα περιθεὶς κόσμιον, ἑνὸς ἐπήκοον ἐποίησεν. ἴστε δήπουθεν ἀκοῇ Λαΐδα τὴν ἀοίδιμον ἐκείνην καὶ πολυήρατον, ὡς ἐπέφλεγε πόθῳ τὴν Ἑλλάδα, μᾶλλον δὲ ταῖς δυσὶν ἦν περιμάχητος θαλάσσαις· [Amat. 21f] ἐπεὶ δ’ Ἔρως ἔθιγεν αὐτῆς Ἱππολόχου τοῦ Θεσσαλοῦ, τὸν ὕδατι χλωρῷ κατακλυζόμενον προλιποῦσ’ Ἀκροκόρινθον καὶ ἀποδρᾶσα τῶν ἄλλων ἐραστῶν κρύφα … μέγαν στρατὸν ᾤχετο κοσμίως· ἐκεῖ δ’ αὐτὴν αἱ γυναῖκες ὑπὸ φθόνου καὶ ζήλου διὰ τὸ κάλλος εἰς ἱερὸν Ἀφροδίτης προαγαγοῦσαι κατέλευσαν καὶ διέφθειραν ὅθεν ὡς ἔοικεν ἔτι νῦν τὸ ἱερὸν Ἀφροδίτης ἀνδροφόνου καλοῦσιν. ἴσμεν δὴ καὶ θεραπαινίδια δεσποτῶν φεύγοντα συνουσίας καὶ βασιλίδων ὑπερορῶντας ἰδιώτας, ὅταν Ἔρωτα δεσπότην ἐν ψυχῇ κτήσωνται. καθάπερ γὰρ ἐν Ῥώμῃ φασὶ τοῦ καλουμένου δικτάτωρος ἀναγορευθέντος ἀποτίθεσθαι τὰς ἄλλας ἀρχὰς τοὺς ἔχοντας, οὕτως, οἷς ἂν Ἔρως κύριος ἐγγένηται, τῶν ἄλλων δεσποτῶν καὶ ἀρχόντων ἐλεύθεροι καὶ ἄφετοι καθάπερ ἱερόδουλοι διατελοῦσιν. ἡ δὲ γενναία γυνὴ πρὸς ἄνδρα νόμιμον συγκραθεῖσα δι’ Ἔρωτος ἄρκτων ἂν ὑπομείνειε καὶ δρακόντων περιβολὰς μᾶλλον ἢ ψαῦσιν ἀνδρὸς ἀλλοτρίου καὶ συγκατάκλισιν. [Amat. 22] ΑΥΤΟΒΟΥΛΟΣ. ἀφθονίας δὲ παραδειγμάτων οὔσης πρὸς γ’ ὑμᾶς τοὺς ὁμοχόρους τοῦ θεοῦ καὶ θιασώτας, ὅμως τὸ περὶ Κάμμαν οὐκ ἄξιόν ἐστι τὴν Γαλατικὴν παρελθεῖν, ταύτης γὰρ ἐκπρεπεστάτης τὴν ὄψιν γενομένης, Σινάτῳ δὲ τῷ τετράρχῃ γαμηθείσης, Σινάτῳ ἐρασθεὶς δυνατώτατος Γαλατῶν ἀπέκτεινε τὸν Σινάτον, ὡς οὔτε βιάσασθαι δυνάμενος οὔτε πεῖσαι τὴν ἄνθρωπον, ἐκείνου ζῶντος. ἦν δὲ τῇ Κάμμῃ καταφυγὴ καὶ παραμυθία τοῦ πάθους ἱερωσύνη πατρῷος Ἀρτέμιδος· καὶ τὰ πολλὰ παρὰ τῇ θεῷ διέτριβεν, οὐδένα προσιεμένη, μνωμένων πολλῶν βασιλέων καὶ δυναστῶν αὐτήν. τοῦ μέντοι Σινόριγος; τολμήσαντος ἐντυχεῖν περὶ γάμου, τὴν πεῖραν οὐκ ἔφυγεν οὐδ’ ἐμέμψατο περὶ τῶν γεγονότων, ὡς δι’ εὔνοιαν αὐτῆς καὶ πόθον οὐκ ἄλλῃ τινὶ μοχθηρίᾳ προαχθέντος τοῦ Σινόριγος. ἧκεν οὖν πιστεύσας ἐκεῖνος καὶ ᾔτει τὸν γάμον· ἡ δ’ ἀπήντησε καὶ δεξιωσαμένη καὶ προσαγαγοῦσα τῷ βωμῷ τῆς θεᾶς ἔσπεισεν ἐκ φιάλης μελίκρατον, ὡς ἔοικε, πεφαρμακωμένον· εἶθ’ ὅσον ἥμισυ μέρος αὐτὴ προεκπιοῦσα παρέδωκε τῷ Γαλάτῃ τὸ λοιπόν· ὡς δ’ εἶδεν ἐκπεπωκότα, λαμπρὸν ἀνωλόλυξε καὶ φθεγξαμένη τοὔνομα τοῦ τεθνεῶτος ταύτην εἶπεν ἐγὼ τὴν ἡμέραν; ὦ φίλτατ’ ἄνερ, προσμένουσα σοῦ χωρὶς ἔζων ἀνιαρῶς· νῦν δὲ κόμισαί με χαίρων· ἠμυνάμην γὰρ ὑπὲρ σοῦ τὸν κάκιστον ἀνθρώπων, σοὶ μὲν βίου τούτῳ δὲ θανάτου κοινωνὸς ἡδέως γενομένη. ὁ μὲν οὖν Σινόριξ ἐν φορείῳ κομιζόμενος μετὰ μικρὸν ἐτελεύτησεν, ἡ δὲ Κάμμα τὴν ἡμέραν ἐπιβιώσασα καὶ τὴν νύκτα λέγεται μάλ’ εὐθαρσῶς καὶ ἱλαρῶς ἀποθανεῖν. [Amat. 23] ΑΥΤΟΒΟΥΛΟΣ. πολλῶν δὲ τοιούτων γεγονότων καὶ παρ’ ἡμῖν καὶ παρὰ τοῖς βαρβάροις, τίς ἂν ἀνάσχοιτο τῶν τὴν Ἀφροδίτην λοιδορούντων, ὡς Ἔρωτι προσθεμένη καὶ παροῦσα κωλύει φιλίαν γενέσθαι; τὴν μὲν οὖν πρὸς ἄρρεν’, ἄρρενος ὁμιλίαν, μᾶλλον δ’ ἀκρασίαν καὶ ἐπιπήδησιν, εἴποι τις ἂν ἐννοήσας ὕβρις τάδ’ οὐχὶ Κύπρις ἐξεργάζεται. [Amat. 23b] διὸ τοὺς μὲν ἡδομένους τῷ πάσχειν εἰς τὸ χείριστον τιθέμενοι γένος κακίας οὔτε πίστεως μοῖραν οὔτ’ αἰδοῦς οὔτε φιλίας νέμομεν, ἀλλ’ ὡς ἀληθῶς κατὰ τὸν Σοφοκλέα φίλων τοιούτων οἱ μὲν ἐστερημένοι χαίρουσιν, οἱ δ’ ἔχοντες εὔχονται φυγεῖν. [Amat. 23c] ὅσοι δὲ μὴ κακοὶ πεφυκότες ἐξηπατήθησαν ἢ κατεβιάσθησαν ἐνδοῦναι καὶ παρασχεῖν ἑαυτούς, οὐδένα μᾶλλον ἀνθρώπων ἢ τοὺς διαθέντας ὑφορώμενοι καὶ μισοῦντες διατελοῦσι καὶ πικρῶς ἀμύνονται καιροῦ παραδόντος. Ἀρχέλαόν τε γὰρ ἀπέκτεινε Κρατέας ἐρώμενος γεγονώς, καὶ τὸν Φεραῖον Ἀλέξανδρον Πυθόλαος. Περίανδρος δ’ ὁ Ἀμβρακιωτῶν τύραννος ἠρώτα τὸν ἐρώμενον εἰ μήπω κυεῖ, κἀκεῖνος παροξυνθεὶς ἀπέκτεινεν αὐτόν. [Amat. 23d] ἀλλὰ γυναιξὶ γε γαμεταῖς ἀρχαὶ ταῦτα φιλίας, ὥσπερ ἱερῶν μεγάλων κοινωνήματα. καὶ τὸ τῆς ἡδονῆς μικρόν, ἡ δ’ ἀπὸ ταύτης ἀναβλαστάνουσα καθ’ ἡμέραν τιμὴ καὶ χάρις καὶ ἀγάπησις ἀλλήλων καὶ πίστις οὔτε Δελφοὺς ἐλέγχει ληροῦντας, ὅτι τὴν Ἀφροδίτην Ἅρμα καλοῦσιν, οὔθ’ Ὅμηρον φιλότητα τὴν τοιαύτην προσαγορεύοντα συνουσίαν· τόν τε Σόλωνα μαρτυρεῖ γεγονέναι τῶν γαμικῶν ἐμπειρότατον νομοθέτην, κελεύσαντα μὴ ἔλαττον ἢ τρὶς κατὰ μῆνα τῇ γαμετῇ πλησιάζειν, οὐχ ἡδονῆς ἕνεκα πόθεν;’ ἀλλ’ ὥσπερ αἱ πόλεις διὰ χρόνου σπονδὰς ἀνανεοῦνται πρὸς ἀλλήλας, οὕτως ἄρα βουλόμενον ἀνανεοῦσθαι τὸν γάμον ἐκ τῶν ἑκάστοτε συλλεγομένων ὀχλημάτων ἐν τῇ τοιαύτῃ φιλοφροσύνῃ. ἀλλὰ πολλὰ φαῦλα καὶ μανικὰ τῶν γυναικείων ἐρώτων. τί δ’ οὐχὶ πλείονα τῶν παιδικῶν; οἰκειότητος ἐμβλέπων ὠλίσθανον ἀγένειος ἁπαλὸς καὶ νεανίας καλός, ἐμφύντ’ ἀποθανεῖν κἀπιγράμματος τυχεῖν. [Amat. 23e] ἀλλ’ ὥσπερ τοῦτο παιδομανία, οὕτως ἐκεῖνο γυναικομανία τὸ πάθος, οὐδέτερον δ’ Ἔρως ἐστίν. ἄτοπον οὖν τὸ γυναιξὶν ἀρετῆς φάναι μηδ’ ἄλλης μετεῖναι· τί δὲ δεῖ λέγειν περὶ σωφροσύνης καὶ συνέσεως αὐτῶν, ἔτι δὲ πίστεως καὶ δικαιοσύνης, ὅπου καὶ τὸ ἀνδρεῖον καὶ τὸ θαρραλέον καὶ τὸ μεγαλόψυχον ἐν πολλαῖς ἐπιφανὲς; γέγονε; τὸ δὲ πρὸς τἄλλα καλὴν τὴν φύσιν αὐτῶν, ἀλλὰ ψέγοντας εἰς μόνην φιλίαν ἀνάρμοστον ἀποφαίνειν, παντάπασι δεινόν. καὶ γὰρ φιλότεκνοι καὶ φίλανδροι καὶ τὸ στερκτικὸν ὅλως ἐν αὐταῖς, ὥσπερ εὐφυὴς χώρα καὶ δεκτικὴ φιλίας, οὔτε πειθοῦς οὔτε χαρίτων ἄμοιρον ὑπόκειται. καθάπερ δὲ λόγῳ ποίησις ἡδύσματα μέλη καὶ μέτρα καὶ ῥυθμοὺς ἐφαρμόσασα καὶ τὸ παιδεῦον αὐτοῦ κινητικώτερον ἐποίησε καὶ τὸ βλάπτον ἀφυλακτότερον οὕτως ἡ φύσις γυναικὶ περιθεῖσα χάριν ὄψεως καὶ φωνῆς πιθανότητα καὶ μορφῆς ἐπαγωγὸν εἶδος, τῇ μὲν ἀκολάστῳ πρὸς ἡδονὴν καὶ ἀπάτην τῇ δὲ σώφρονι πρὸς εὔνοιαν ἀνδρὸς καὶ φιλίαν μεγάλα συνήργησεν. ὁ μὲν οὖν Πλάτων τὸν Ξενοκράτη, τἄλλα γενναῖον ὄντα καὶ μέγαν αὐστηρότατον δὲ τῷ ἤθει, παρεκάλει θύειν ταῖς Χάρισι. χρηστῇ δ’ ἄν τις γυναικὶ καὶ σώφρονι παραινέσειε τῷ Ἔρωτι θύειν, ὅπως εὐμενὴς συνοικουρῇ τῷ γάμῳ καὶ ἡδὺς … γυναικείοις, καὶ μὴ πρὸς ἑτέραν ἀπορρυεὶς ὁ ἀνὴρ ἀναγκάζηται τὰς ἐκ τῆς κωμῳδίας λέγειν φωνὰς οἵαν ἀδικῶ γυναῖχ’ ὁ δυσδαίμων ἐγώ. [Amat. 23f] τὸ γὰρ ἐρᾶν ἐν γάμῳ τοῦ ἐρᾶσθαι μεῖζον ἀγαθὸν ἐστι· πολλῶν γὰρ ἁμαρτημάτων ἀπαλλάττει, μᾶλλον δὲ πάντων ὅσα διαφθείρει καὶ λυμαίνεται τὸν γάμον. [Amat. 24] ΑΥΤΟΒΟΥΛΟΣ. τὸ δ’ ἐμπαθὲς ἐν ἀρχῇ καὶ δάκνον, ὦ μακάριε Ζεύξιππε, μὴ φοβηθῇς ὡς ἕλκος ἢ ὀδαξησμὸν· καίτοι καὶ μεθ’ ἕλκους ἴσως οὐδὲν ἢ δεινὸν ὥσπερ τὰ δένδρα συμφυῆ γενέσθαι πρὸς γυναῖκα χρηστήν. ἕλκωσις δὲ καὶ κυήσεως ἀρχή· μῖξις γὰρ οὐκ ἔστι τῶν μὴ πρὸς ἄλληλα πεπονθότων. ταράττει δὲ καὶ μαθήματα παῖδας ἀρχομένους καὶ φιλοσοφία νέους· ἀλλ’ οὔτε τούτοις ἀεὶ παραμένει τὸ δηκτικὸν οὔτε τοῖς ἐρῶσιν, ἀλλ’ ὥσπερ ὑγρῶν πρὸς ἄλληλα συμπεσόντων ποιεῖν τινα δοκεῖ ζέσιν ἐν ἀρχῇ καὶ τάραξιν ὁ Ἔρως, εἶτα χρόνῳ καταστήσας καὶ καθαιρεθεὶς τὴν βεβαιοτάτην διάθεσιν παρέσχεν. αὕτη γάρ ἐστιν ὡς ἀληθῶς ἡ δι’ ὅλων λεγομένη κρᾶσις, ἡ τῶν ἐρώντων· ἡ δὲ τῶν ἄλλως συμβιούντων ταῖς κατ’ Ἐπίκουρον ἁφαῖς καὶ περιπλοκαῖς ἔοικε, συγκρούσεις λαμβάνουσα καὶ ἀποπηδήσεις, ἑνότητα δ’ οὐ ποιοῦσα τοιαύτην, οἵαν Ἔρως ποιεῖ γαμικῆς κοινωνίας ἐπιλαβόμενος. οὔτε γὰρ ἡδοναὶ μείζονες ἀπ’ ἄλλων οὔτε χρεῖαι συνεχέστεραι πρὸς ἄλλους οὔτε φιλίας τὸ καλὸν ἑτέρας ἔνδοξον οὕτω καὶ ζηλωτόν, ὡς ὅθ’ ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητον ἀνὴρ ἠδὲ γυνή· [Amat. 24b] καὶ γὰρ ὁ νόμος βοηθεῖ καὶ γεννήσεως κοινῆς καὶ τοὺς θεοὺς Ἔρωτος ἡ φύσις ἀποδείκνυσι δεομένους. οὕτω γάρ ἐρᾶν μὲν ὄμβρου γαῖαν οἱ ποιηταὶ λέγουσι καὶ γῆς οὐρανόν, ἐρᾶν δ’ ἡλίου σελήνην οἱ φυσικοὶ καὶ συγγίγνεσθαι καὶ κυεῖσθαι· καὶ γῆν δ’ ἀνθρώπων μητέρα καὶ ζῴων καὶ φυτῶν ἁπάντων γένεσιν οὐκ ἀναγκαῖον ἀπολέσθαι ποτὲ καὶ σβεσθῆναι παντάπασιν, ὅταν ὁ δεινὸς ἔρως ἢ ἵμερος τοῦ θεοῦ τὴν ὕλην ἀπολίπῃ καὶ παύσηται ποθοῦσα καὶ διώκουσα τὴν ἐκεῖθεν ἀρχὴν καὶ κίνησιν; [Amat. 24c] ἀλλ’ ἵνα μὴ μακρὰν ἀποπλανᾶσθαι δοκῶμεν ἢ κομιδῇ φλυαρεῖν, οἶσθα τοὺς παιδικοὺς ἔρωτας ὡς εἰς ἀβεβαιότητα πολλὰ λέγουσι καὶ σκώπτουσι λέγοντες, ὥσπερ ᾠὸν αὐτῶν τριχὶ διαιρεῖσθαι τὴν φιλίαν, αὐτοὺς δὲ νομάδων δίκην ἐνεαρίζοντας τοῖς τεθηλόσι καὶ ἀνθηροῖς εἶθ’ ὡς ἐκ γῆς πολεμίας ἀναστρατοπεδεύειν· ἔτι δὲ φορτικώτερον ὁ σοφιστὴς Βίων τὰς τῶν καλῶν τρίχας Ἁρμοδίους ἐκάλει καὶ Ἀριστογείτονας, ὡς ἅμα καλῆς τυραννίδος ἀπαλλαττομένους ὑπ’ αὐτῶν τοὺς ἐραστάς. ταῦτα μὲν οὐ δικαίως κατηγορεῖται τῶν γνησίων ἐραστῶν· τὰ δ’ ὑπ’ Εὐριπίδου ῥηθέντ’ ἐστὶ κομψά· ἔφη γὰρ Ἀγάθωνα τὸν καλὸν ἤδη γενειῶντα περιβάλλων καὶ κατασπαζόμενος, ὅτι τῶν καλῶν καὶ τὸ μετόπωρον … ἐκδέχεται μόνον … οὐδὲν πολιῶσα ἀκμάζων καὶ ῥυτίσιν, ἀλλ’ ἄχρι τάφων καὶ μνημάτων παραμένει· καὶ συζυγίας ὀλίγας ἔστι παιδικῶν, μυρίας δὲ γυναικείων ἐρώτων καταριθμήσασθαι, πάσης πίστεως κοινωνίαν πιστῶς ἅμα καὶ προθύμως συνδιαφερούσας· βούλομαι δ’ ἕν τι τῶν καθ’ ἡμᾶς ἐπὶ Καίσαρος Οὐεσπασιανοῦ γεγονότων διελθεῖν. [Amat. 25] ΑΥΤΟΒΟΥΛΟΣ. Κιουίλιος γάρ, ὁ τὴν ἐν Γαλατίᾳ κινήσας ἀπόστασιν, ἄλλους τε πολλοὺς ὡς εἰκὸς ἔσχε κοινωνοὺς καὶ Σαβῖνον ἄνδρα νέον οὐκ ἀγεννῆ, πλούτῳ δὲ καὶ δόξῃ ἀνθρώπων πάντων ἐπιφανέστατον. ἁψάμενοι δὲ πραγμάτων μεγάλων ἐσφάλησαν καὶ δίκην δώσειν προσδοκῶντες οἱ μὲν αὑτοὺς ἀνῄρουν, οἱ δὲ φεύγοντες ἡλίσκοντο. τῷ δὲ Σαβίνῳ τὰ μὲν ἄλλα πράγματα ῥᾳδίως παρεῖχεν ἐκποδὼν γενέσθαι καὶ καταφυγεῖν εἰς τοὺς βαρβάρους· ἣν δὲ γυναῖκα πασῶν ἀρίστην ἠγμένος ἦν — ἐκεῖ μὲν Ἐμπονὴν ἐκάλουν, Ἑλληνιστὶ δ’ ἄν τις Ἡρωίδα προσαγορεύσειεν· — οὔτ’ ἀπολιπεῖν δυνατὸς ἦν οὔτε μεθ’ ἑαυτοῦ κομίζειν. ἔχων οὖν κατ’ ἀγρὸν ἀποθήκας χρημάτων ὀρυκτὰς ὑπογείους, ἃς δύο μόνοι τῶν ἀπελευθέρων συνῄδεσαν, τοὺς μὲν ἄλλους ἀπήλλαξεν οἰκέτας, ὡς μέλλων φαρμάκοις ἀναιρεῖν ἑαυτόν, δύο δὲ πιστοὺς παραλαβὼν εἰς τὰ ὑπόγεια κατέβη· [Amat. 25b] πρὸς δὲ τὴν γυναῖκα Μαρτιάλιον ἔπεμψεν ἀπελεύθερον ἀπαγγελοῦντα τεθνάναι μὲν ὑπὸ φαρμάκων, συμπεφλέχθαι δὲ μετὰ τοῦ σώματος τὴν ἔπαυλιν· ἐβούλετο γὰρ τῷ πένθει χρῆσθαι τῆς γυναικὸς ἀληθινῷ πρὸς πίστιν τῆς λεγομένης τελευτῆς ὃ καὶ συνέβη· ῥίψασα γάρ, ὅπως ἔτυχε, τὸ σῶμα μετ’ οἴκτων καὶ ὀλοφυρμῶν ἡμέρας τρεῖς καὶ νύκτας ἄσιτος διεκαρτέρησε. ταῦτα δ’ ὁ Σαβῖνος πυνθανόμενος καὶ φοβηθείς, μὴ διαφθείρῃ παντάπασιν ἑαυτήν, ἐκέλευσε φράσαι κρύφα τὸν Μαρτιάλιον πρὸς αὐτήν, ὅτι ζῇ καὶ κρύπτεται, δεῖται δ’ αὐτῆς ὀλίγον ἐμμεῖναι τῷ πένθει, καὶ μηδὲ … πιθανὴν ἐν τῇ προσποιήσει γενέσθαι. [Amat. 25c] τὰ μὲν οὖν ἄλλα παρὰ τῆς γυναικὸς ἐναγωνίως συνετραγῳδεῖτο τῇ δόξῃ τοῦ πάθους· ἐκεῖνον δ’ ἰδεῖν ποθοῦσα νυκτὸς ᾤχετο, καὶ πάλιν ἐπανῆλθεν· ἐκ δὲ τούτου λανθάνουσα τοὺς ἄλλους ὀλίγον ἀπέδει συζῆν ἐν Ἅιδου τἀνδρὶ πλέον ἑξῆς ἑπτὰ μηνῶν ἐν οἷς κατασκευάσασα τὸν Σαβῖνον ἐσθῆτι καὶ κουρᾷ καὶ καταδέσει τῆς κεφαλῆς ἄγνωστον εἰς Ῥώμην ἐκόμισε μεθ’ ἑαυτῆς τινῶν ἐλπίδων ἐνδεδομένων. πράξασα δ’ οὐδὲν αὖθις ἐπανῆλθε, καὶ τὰ μὲν πολλὰ ἐκείνῳ συνῆν ὑπὸ γῆς, διὰ χρόνου δ’ εἰς πόλιν ἐφοίτα ταῖς φίλαις ὁρωμένη καὶ οἰκείαις γυναιξί. [Amat. 25d] τὸ δὲ πάντων ἀπιστότατον, ἔλαθε κυοῦσα λουομένη μετὰ τῶν γυναικῶν· τὸ γὰρ φάρμακον, ᾧ τὴν κόμην αἱ γυναῖκες ἐναλειφόμεναι ποιοῦσι χρυσοειδῆ καὶ πυρράν, ἔχει λίπασμα σαρκοποιὸν ἢ χαυνωτικὸν σαρκός, ὥσθ’ οἷον διάχυσίν τινα ἢ διόγκωσιν ἐμποιεῖν· ἀφθόνῳ δὴ χρωμένη τούτῳ πρὸς τὰ λοιπὰ μέρη τοῦ σώματος, αἰρόμενον καὶ ἀναπιμπλάμενον ἀπέκρυπτε τὸν τῆς γαστρὸς ὄγκον. τὰς δ’ ὠδῖνας αὐτὴ καθ’ ἑαυτὴν διήνεγκεν, ὥσπερ ἐν φωλεῷ λέαινα καταδῦσα πρὸς τὸν ἄνδρα, καὶ τοὺς γενομένους ὑπεθρέψατο σκύμνους ἄρρενας· δύο γὰρ ἔτεκε. τῶν δ’ υἱῶν ὁ μὲν ἐν Αἰγύπτῳ πεσὼν ἐτελεύτησεν, ὁ δ’ ἕτερος ἄρτι καὶ πρῴην γέγονεν ἐν Δελφοῖς παρ’ ἡμῖν ὄνομα Σαβῖνος. [Amat. 25e] ἀποκτείνει μὲν οὖν αὐτὴν ὁ Καῖσαρ· ἀποκτείνας δὲ δίδωσι δίκην, ἐν ὀλίγῳ χρόνῳ τοῦ γένους παντὸς ἄρδην ἀναιρεθέντος. οὐδὲν γὰρ ἤνεγκεν ἡ τόθ’ ἡγεμονία σκυθρωπότερον οὐδὲ μᾶλλον ἑτέραν εἰκὸς ἦν καὶ θεοὺς καὶ δαίμονας ὄψιν ἀποστραφῆναι· καίτοι τὸν οἶκτον ἐξῄρει τῶν θεωμένων τὸ θαρραλέον αὐτῆς καὶ μεγαλήγορον, ᾧ καὶ μάλιστα παρώξυνε τὸν Οὐεσπασιανόν, ὡς ἀπέγνω τῆς σωτηρίας πρὸς αὐτὸν ἀλλαγὴν κελεύουσα· βεβιωκέναι γὰρ ὑπὸ σκότῳ καὶ κατὰ γῆς ἥδιον ἢ βασιλεύειν ἐκείνῳ. [Amat. 26] ΑΥΤΟΒΟΥΛΟΣ. ἐνταῦθα μὲν ὁ πατὴρ ἔφη τὸν περὶ Ἔρωτος αὐτοῖς τελευτῆσαι λόγον, τῶν Θεσπιῶν ἐγγὺς οὖσιν· ὀφθῆναι δὲ προσιόντα θᾶττον ἢ βάδην πρὸς αὐτοὺς ἕνα τῶν Πεισίου ἑταίρων Διογένη· τοῦ δὲ Σωκλάρου πρὸς αὐτὸν ἔτι πόρρωθεν εἰπόντος οὐ πόλεμον γ’ ὦ Διόγενες, ἀπαγγέλλων, ἐκεῖνον οὐκ εὐφημήσετε φάναι γάμων ὄντων καὶ προάξετε θᾶσσον, ὡς ὑμᾶς τῆς θυσίας περιμενούσης; πάντας μὲν οὖν ἡσθῆναι, τὸν δὲ Ζεύξιππον ἐρέσθαι, εἰ ἔτι χαλεπός ἐστι. πρῶτος μὲν οὖν ἔφη συνεχώρησε τῇ Ἰσμηνοδώρᾳ· καὶ νῦν ἑκὼν στέφανον καὶ λευκὸν ἱμάτιον λαβὼν οἷός ἐστιν ἡγεῖσθαι δι’ ἀγορᾶς πρὸς τὸν θεόν. [Amat. 26b] ἀλλ’ ἴωμεν, ναὶ μὰ Δία τὸν πατέρα εἰπεῖν ἴωμεν, ὅπως ἐπεγγελάσωμεν τἀνδρὶ καὶ τὸν θεὸν προσκυνήσωμεν· δῆλος γάρ ἐστι χαίρων καὶ παρὼν εὐμενὴς τοῖς πραττομένοις.