Μέλη — Sappho ============= ΣΑΠΦΟΥΣ ΜΕΛΗ Translation/edition: Greek text (Bergk, as printed by Wharton) Language: Ancient Greek Read in Plato Scroll: https://plato-scroll.com/s/sappho-fragments/ This file: https://plato-scroll.com/text/sappho-fragments-e.txt Other editions of this work: - Henry Thornton Wharton (1885): https://plato-scroll.com/text/sappho-fragments.txt Sources and licences: https://plato-scroll.com/attribution.html Numbers in [brackets] are the edition's reference loci (Stephanus, Bekker, book.line, page...). Superscript numerals refer to the Notes at the end. ## Μέλη ### Αʹ [1] Ποικιλόθρον’, ἀθάνατ’ Ἀφρόδιτα, παῖ Δίος, δολόπλοκε, λίσσομαί σε μή μ’ ἄσαισι μήτ’ ὀνίαισι δάμνα, πότνια, θῦμον· ἀλλὰ τυῖδ’ ἔλθ’, αἴποτα κἀτέρωτα τᾶς ἔμας αὔδως ἀΐοισα πήλυι ἒκλυες, πάτρος δὲ δόμον λίποισα χρύσιον ἦλθες ἄρμ’ ὐποζεύξαισα· κάλοι δέ σ’ ἆγον ὤκεες στροῦθοι περὶ γᾶς μελαίνας πύκνα δινεῦντες πτέρ’ ἀπ’ ὠράνω αἴθε- ρας διὰ μέσσω. αἶψα δ’ ἐξίκοντο· τὺ δ’, ὦ μάκαιρα, μειδιάσαισ’ ἀθανάτῳ προσώπῳ, ἤρε’, ὄττι δηὖτε πέπονθα κὤττι δηὖτε κάλημι, κὤττι μοι μάλιστα θέλω γένεσθαι μαινόλᾳ θύμῳ· τίνα δηὖτε Πείθω μαῖς ἄγην ἐς σὰν φιλότατα, τίς σ’, ὦ Ψάπφ’, ἀδικήει; καὶ γὰρ αἰ φεύγει, ταχέως διώξει, αἰ δὲ δῶρα μὴ δέκετ’ ἀλλὰ δώσει, αἰ δὲ μὴ φίλει, ταχέως φιλήσει κωὐκ ἐθέλοισα. ἔλθε μοι καὶ νῦν, χαλεπᾶν δὲ λῦσον ἐκ μεριμνᾶν, ὄσσα δὲ μοι τελέσσαι θῦμος ἰμέρρει, τέλεσον· σὺ δ’ αὔτα σύμμαχος ἔσσο. [2] Φαίνεταί μοι κήνος ἴσος θέοισιν ἔμμεν ὤνηρ, ὄστις ἐναντίος τοι ἰζάνει, καὶ πλασίον ἆδυ φωνεύ- σας ὑπακούει καὶ γελαίσας ἰμερόεν, τό μοι μάν καρδίαν ἐν στήθεσιν ἐπτόασεν· ὡς γὰρ εὔιδον βροχέως σε, φώνας οὐδὲν ἔτ’ εἴκει· ἀλλὰ κὰμ μὲν γλῶσσα ἔαγε, λέπτον δ’ αὔτικα χρῷ πῦρ ὐπαδεδρόμακεν, ὀππάτεσσι δ’ οὐδὲν ὄρημ’, ἐπιρρόμ- βεισι δ’ ἄκουαι. ἀ δέ μίδρως κακχέεται, τρόμος δέ παῖσαν ἄγρει, χλωροτέρα δὲ ποίας ἔμμι, τεθνάκην δ’ ὀλίγω ’πιδεύης φαίνομαι [ἄλλα]. ἀλλὰ πᾶν τόλματον, [ἐπεὶ καὶ πένητα]. [3] Ἄστερες μὲν ἀμφὶ κάλαν σελάνναν αἶψ ἀπυκρύπτοισι φάεννον εἶδος, ὄπποτα πλήθοισα μάλιστα λάμπῃ γᾶν [ἐπὶ πᾶσαν] ˉ ˘ ˉ ˘ ἀργυρία ˉ ˘ ˉ ˘ · [4] Ἀμφὶ δὲ ψῦχρον κελάδει δι’ ὔσδων μαλίνων, αἰθυσσομένων δὲ φύλλων κῶμα καταρρεῖ [5] ˉ ˘ ˉ ˘ ˉ ˘ ˘ Ἔλθε Κύπρι χρυσίαισιν ἐν κυλίκεσσιν ἄβρως συμμεμιγμένον θαλίαισι νέκταρ οἰνοχοεῦσα. [6] Ἤ σε Κύπρος καὶ Πάφος ἤ Πάνορμος. [7-8] Σοὶ δ’ ἔγω λεύκας ἐπὶ βῶμον αἶγος ˉ ˘ ˉ ˘ ˉ ˘ ˘ ˉ ˘ ˉ ˘ κἀπιλείψω τοι ˘ ˘ ˉ ˘ ˉ ˘ · [9] Αἴθ’ ἔγω, χρυσοστέφαν’ Ἀφρόδιτα, τόνδε τὸν πάλον λαχόην. [10] Αἴ με τιμίαν ἐπόησαν ἔργα τὰ σφὰ δοῖσαι. [11] ˉ ˘ ˉ ˘ ˉ Τάδε νῦν ἐταίραις ταῖς ἔμαισι τέρπνα κάλως ἀείσω. [12] ˉ ˘ ˉ ˘ ˉ ˘ ˘ Ὄττινας γὰρ εὖ θέω, κῆνοί με μάλιστα σίννον- ται. ˘ ˘ ˉ ˘ · [13] ˉ ˘ ˉ ˘ ˉ ˘ Ἔγω δὲ κήν’ ὄτ- τω τις ἔραται. [14] Ταῖς κάλαις υμμιν [τὸ] νόημα τῶμον οἰ διάμειπτον. [15] ˉ ˘ ˉ ˘ ˉ ˘ Ἔγων δ’ ἰμαύτᾳ τοῦτο σύνοιδα. [16] Ταῖσι [δὲ] ψῦχρος μὲν ἔγεντο θῦμος, παρ δ’ ἴεισι τὰ πτέρα. ˉ ˘ ˉ ˘ [17] ˉ ˘ ˉ ˘ ˉ ˘ κατ’ ἔμον στάλαγμον· Τον δ’ ἐπιπλάζοντες ἄμοι φέροιεν καὶ μελεδώναις. [18] Ἀρτίως μ’ ἀ χρυσοπέδιλλος Αὔως. [19] ˉ ˘ ˉ ˘ ˉ ˘ ˘ Πόδας δέ ποίκιλος μάσλης ἐκάλυπτε, Λύδι- ον κάλον ἔργον. [20] ˉ ˘ ˉ ˘ Παντοδάπαις μεμιγμέ- να χροΐαισιν. [21] … Ἔμεθεν δ’ ἔχεισθα λάθαν [22] ˉ ˘ ˉ ˘ ˉ ˘ ˘ Ἤ τιν’ ἄλλον [μᾶλλον] ἀνθρώπων ἔμεθεν φίλησθα. [23] Ου τι μοι υμμες. [24] Ας θέλετ’ ὔμμες. [25] Καὶ ποθήω καὶ μαόμαι ˘ ˉ ˘ [26] Κεῖνον, ὦ χρυσόθρονε Μοῦσ’, ἔνισπες ὕμνον, ἐκ τᾶς καλλιγύναικος ἐσθλᾶς Τήιος χώρας ὃν ἄειδε τερπνῶς πρέσβυς ἀγαυός. ### Βʹ [27] Σκιδναμένας ἐν στήθεσιν ὄργας μαψυλάκαν γλῶσσαν πεφύλαχθαι. ### Γʹ [28] Αἰ δ’ ἦχες ἔσλων ἴμερον η κάλων, καὶ μή τι ϝείπην γλῶσσ’ ἐκύκα κάκον, αἴδως κέ σ’ οὐ κίχανεν ὄππατ’, ἀλλ’ ἔλεγες περὶ τῶ δικαίως. ### Δʹ [29] Στᾶθι κἄντα φίλος … καὶ τὰν ἐπ’ ὄσσοις ἀμπέτασον χάριν. ### Εʹ [30] Χρύσεοι δ’ ἐρέβινθοι ἐπ’ ἀϊόνων ἐφύοντο. [31] Λάτω καὶ Νιόβα μάλα μὲν φίλαι ἦσαν ἔταιραι. [32] Μνάσεσθαί τινά φαμι καὶ ὔστερον ἄμμεων. [33] Ηράμαν μὲν εγω σέθεν, Ἄτθι, πάλαι πότα. [34] Σμίκρα μοι πάϊς ἔμμεν ἐφαίνεο κἄχαρις. [35] Αλλα, μη μεγαλύνεο δακτυλίω πέρι. [36] Οὐκ οἶδ’ οττι θέω· δύο μοι τα νοήματα. [37] Ψαύην δ’ οὐ δοκίμοιμ’ ὀράνω δύσι πάχεσιν. [38] Ὠς δὲ παῖς πεδα μάτερα πεπτερύγωμαι. [39] Ἦρος ἄγγελος ἰμερόφωνος ἀήδων. [40] Ἔρος δαὖτέ μ’ ὀ λυσιμελης δόνει, γλυκύπικρον ἀμάχανον ὄρπετον. [41] Ἄτθι, σοὶ δ’ ἔμεθεν μεν ἀπήχθετο φροντίσδην, ἐπὶ δ’ Ἀνδρομέδαν πότῃ. [42] Ἔρος δαὖτ’ ἐτίναξεν ἔμοι φρένας, ἄνεμος κατ’ ὄρος δρύσιν ἐμπέσων. [43] Ὄτα πάννυχος ἄσφι κατάγρει. [44] Χειρόμακτρα δε καγγόνων πορφυρᾶ … καὶ ταῦτα μὲν ἀτιμάσεις, επεμψ’ ἀπὺ Φωκάας δῶρα τίμια καγγόνων. [45] Ἄγε δὴ χέλυ δῖά μοι φωνάεσσα γένοιο. [46] Κἀπάλαις ὑποθύμιδας πλέκταις ἀμπ’ ἀπάλᾳ δέρα. [47] Γέλλως παιδοφιλωτέρα. [48] Μάλα δὴ κεκορημένας Γόργως. [49] Βρενθείω βασιληΐω. [50] Ἔγω δ’ ἐπὶ μαλθάκαν τύλαν σπολέω μέλεα. [51] Κῆ δ’ ἀμβροσίας μὲν κράτηρ ἐκέκρατο, Ἐρμᾶς δ’ ἔλεν ὄλπιν θέοις οἰνοχόησαι. κῆνοι δ’ ἄρα παντες καρχησιά τ’ ἦχον κἄλειβον, ἀράσαντο δὲ πάμπαν ἔσλα τῷ γάμβρῳ. [52] Δέδυκε μὲν ἀ σελάννα καὶ Πληΐαδες, μέσαι δέ νύκτες, πάρα δ’ ἔρχετ’ ὤρα, ἔγω δὲ μόνα κατεύδω. [53] Πλήρης μὲν ἐφαίνετ’ ἀ σελάννα, αἰ δ’ ὡς περὶ βῶμον ἐστάθησαν. [54] Κρῆσσαί νύ ποτ’ ὦδ’ ἐμμελέως πόδεσσιν ὠρχεῦντ’ ἀπάλοις ἀμφ’ ἐρόεντα βῶμον πόας τέρεν ἄνθος μάλακον μάτεισαι. [55] Ἄβρα δηὖτε παχήᾳ σπόλᾳ ἀλλόμαν. [56] Φαῖσι δή ποτα Λήδαν ὐακινθίνων [ὐπ’ ἀνθέων] πεπυκαδμένον εὔρην ὤϊον. [57] Ὀφθάλμοις δὲ μέλαις νύκτος ἄωρος. [57A] Χρυσοφάη θεράπαιναν Ἀφροδίτας. [58] Ἔχει μὲν Ἀνδρομέδα κάλαν ἀμοίβαν. [59] Ψάπφοι, τί τὰν πολύολβον Ἀφρόδιταν; [60] Δεῦτέ νυν, ἄβραι Χάριτες, καλλίκομοι τε Μοῖσαι. [61] Πάρθενον ἀδύφωνον. [62] Κατθνάσκει, Κυθέρη’, ἄβρος Ἄδωνις, τί κε θεῖμεν· Καττύπτεσθε κόραι καὶ κατερείκεσθε χίτωνας. [63] Ὦ τὸν Ἄδωνιν. [64] Ἐλθοντ’ εξ ὀράνω πορφυρίαν [ἔχοντα] περθέμενον χλάμυν. [65] Βροδοπάχεες ἄγναι Χάριτες, δεῦτε Δίος κόραι. [66] ˉ ˘ ˉ Ὀ δ’ Ἄρευς φαῖσί κεν Ἄφαιστον ἄγην βίᾳ. [67] ˉ ˘ ˉ ˘ ˘ ˉ ˉ ˘ ˘ ˉ Πόλλα δ’ ἀνάριθμα ποτήρια καλαίφις. [68] Κατθάνοισα δὲ κείσεαι πότα, κωὐ μναμοσύνα σέθεν ἔσσετ’ οὔτε τότ’ οὔτ’ ὔστερον· οὐ γὰρ πεδέχεις βρόδων τών ἐκ Πιερίας, ἀλλ’ ἀφάνης κἠν Ἀΐδα δόμοις φοιτάσεις πεδ’ ἀμαύρων νεκύων ἐκπεποταμένα. [69] Οὐδ’ ἴαν δοκίμοιμι προσίδοισαν φάος ἀλίω ἔσσεσθαι σοφίαν πάρθενον εἰς οὐδένα πω χρόνον τοιαύταν. [70] Τίς δ’ ἀγροιῶτίς τοι θέλγει νόον, οὐκ ἐπισταμένα τὰ βράκε’ ἔλκην ἐπὶ τῶν σφύρων; [71] Ἤρων ἐξεδίδαξ’ εκ Γυάρων τὰν τανυσίδρομον. [72] ˉ ˘ Ἀλλά τις οὐκ ἔμμι παλιγκότων οργαν, ἀλλ’ ἀβάκην τὰν φρέν’ ἔχω ˘ ˉ [73] ˉ ˘ Αὐτὰρ ὀραῖαι στεφανηπλόκευν. [74] ˉ ˘ ˉ Σύ τε κἄμος θεράπων Ἔρος. [75] Ἀλλ’ ἔων φίλος ἄμμιν [ἄλλο] λέχος ἄρνυσο νεώτερον· οὐ γὰρ τλάσομ’ ἔγω ξυνοίκην νέῳ γ’ ἔσσα γεραιτέρα. [76] Εὐμορφοτέρα Μνασιδίκα τᾶς ἀπάλας Γυρίννως. [77] Ἀσαροτέρας ὄυδαμ’ ἐπ’, ὦ ῎ραννα, σέθεν τύχοισα. [78] Σὺ δὲ στεφάνοις, ὦ Δίκα, περθέσθ’ ἐράταις φόβαισιν, ὄρπακας ἀνήτοιο συνέρραισ’ ἀπαλάισι χέρσιν· εὐάνθεσιν ἔκ γὰρ πέλεται καὶ χάριτος μακαιρᾶν μᾶλλον προτέρην· ἀστεφανώτοισι δ’ ἀπυστρέφονται. [79] Ἐγὼ δὲ φίλημ’ ἀβροσύναν, καὶ μοι τὸ λάμπρον ἔρος ˘ ἀελίω καὶ τὸ κάλον λέλογχεν. [80] Κὰμ μέν τε τύλαν κασπολέω. [81] Ὠ πλοῦτος ἄνευ σεῦ γ’ ἀρέτα ’στ’ οὐκ ἀσίνης πάροικος [ἤ δ’ ἐξ ἀμφοτέρον κρᾶσις εὐδαιμονίας ἔχει τὸ ἄκρον]. ### Ϛʹ [82] Αὔτα δὲ σὺ Καλλιόπα. [83] Δαύοις ἀπάλας ἐτάρας ἐν στήθεσιν ˉ ˘ ˘ ˉ . [84] Δεῦρο δηὖτε Μοῖσαι, χρύσιον λίποισαι. [85] Ἔστι μοι κάλα πάϊς, χρυσίοισιν ἀνθέμοισιν ἐμφέρην ἔχοισα μόρφαν, Κλῆϊσ’ ἀγαπάτα, ἀντί τᾶς ἔγω οὐδὲ Λυδίαν παῖσαν οὐδ’ ἔρανναν. [86] Πόλλα μοι τὰν Πωλυανάκτιδα παῖδα χαῖρην. ### Ζʹ [87] Ζὰ δ’ ἐλεξάμαν ὄναρ Κυπρογενήᾳ. [88] Τί με Πανδίονις ὦ ῎ραννα χελίδων; [89] … Ἀμφὶ δ’ ἄβροις λασίοις εὖ ϝε πύκασσεν. [90] Γλύκεια μᾶτερ, οὔτοι δύναμαι κρέκην τὸν ἴστον, πόθῳ δάμεισα παῖδος βραδίναν δι’ Αφρόδιταν. ### Ηʹ [91] Ἴψοι δὴ τὸ μέλαθρον ᾿Υμήναον ἀὲρρετε τέκτοντες ἄνδρες· ᾿Υμήναον γάμβρος ἔρχεται ἶσος Ἄρευϊ, [᾿Υμήναον] ἄνδρος μεγάλω πόλυ μείζων· [᾿Υμήναον] [92] Πέρροχος, ὠς ὄτ’ ἄοιδος ὀ Λέσβιος ἀλλοδάποισιν. [93] Οἶον τὸ γλυκύμαλον ἐρεύθεται ἄκρῳ ἐπ’ ὔσδῳ ἄκρον ἐπ’ ἀκροτατῳ· λελάθοντο δὲ μαλοδρόπηες, οὐ μὰν ἐκλελάθοντ’, ἀλλ’ οὐκ ἐδύναντ’ ἐπίκεσθαι. [94] Οἴαν τὰν ὐάκινθον ἐν οὔρεσι ποίμενες ἄνδρες πόσσι καταστείβοισι, χάμαι δ’ ἐπιπορφύρει ἄνθος. [95] Ϝέσπερε, πάντα φέρων, ὄσα φαίνολις ἐσκέδασ’ αὔως, φέρεις οἶν, φέρες αἶγα, φέρεις ἄπυ ματέρι παῖδα. [96] Ἀϊπάρθενος ἔσσομαι. [97] Δώσομεν, ησι πάτηρ. [98] Θυρώρῳ πόδες ἐπτορόγυιοι, τὰ δὲ σάμβαλα πεμπεβόηα, πίσυγγοι δὲ δέκ’ ἐξεπόνασαν. [99] Ὄλβιε γάμβρε, σοὶ μὲν δὴ γάμος, ὠς ἄραο, ἐκτετέλεστ’, ἔχης δὲ πάρθενον, ἂν ἄραο. [100] Μελλίχιος δ’ ἐπ’ ἰμέρτῳ κέχυται προσώπῳ. [101] Ὀ μὲν γὰρ κάλος, ὄσσον ἴδην, πέλεται [ἄγαθος], ὀ δὲ κἄγαθος αὔτικα καὶ κάλος ἔσσεται. [102] Ἦρ’ ἔτι παρθενίας ἐπιβάλλομαι; [103] Χαίροισα νύμφα, χαιρέτω δ’ ὀ γάμβρος. [104] Τίῳ σ’, ὦ φίλε γάμβρε, κάλως ἐϊκάσδω; ὄρπακι βραδίνῳ σε κάλιστ’ ἐϊκάσδω. [105] … Χαῖρε, νύμφα, χαῖρε, τίμιε γάμβρε, πόλλα. [106] Οὐ γαρ ἦν ἀτέρα πάϊς, ὦ γάμβρε, τοιαύτα. [107-108] Ἐσπετ’ ᾿Υμήναον. Ὦ τὸν Ἀδώνιον. [109] Α. Παρθενία, παρθενία, ποῖ με λίποισ’ ἀποίχῃ; Β. Οὐκέτι ἥξω πρὸς σε, οὐκέτι ἥξω. [110] Ἄλλαν μὴ καμεστέραν φρένα. [111] Φαίνεταί ϝοι κῆνος. [112] Ὠΐω πόλυ λευκότερον. [113] Μήτ’ ἔμοι μέλι μήτε μέλισσα [114] Μὴ κίνη χέραδας. [115] Ὄπταις ἄμμε. [116] Ἠμιτύβιον σταλάσσον. [117] Τὸν ϝὸν παῖδα κάλει. ### Θʹ [118] Παῖδες, ἄφωνος ἐοῖσα τόδ’ ἐννεπω, αἴ τις ἔρηται, φωνὰν ἀκαμάταν κατθεμένα πρὸ ποδῶν· Αἰθοπίᾳ με κόρᾳ Λατοῦς ἀνέθηκεν Ἀρίστα Ἑρμοκλειδαία τῶ Σαοναϊάδα, σὰ πρόπολος, δέσποινα γυναικῶν· ᾇ σὺ χαρεῖσα πρόφρων ἁμετέραν εὐκλέϊσον γενεάν. [119] Τιμάδος ἅδε κόνις, τὰν δὴ πρὸ γάμοιο θανοῦσαν δέξατο Φερσεφόνας κυάνεος θάλαμος, ἇς καὶ ἀποφθιμένας πᾶσαι νεοθᾶγι σιδάρῳ ἄλικες ἱμερτὰν κρατὸς ἔθεντο κόμαν. [120] Τῷ γριπεῖ Πελάγωνι πατὴρ ἐπέθηκε Μενίσκος κύρτον καὶ κώπαν, μνάμα κακοζοΐας. ### Ιʹ [121] ἄνθε’ αμέργουσαν παῖδ’ ἄγαν ἁπαλάν [122-123] Πόλυ πάκτιδος ἀδυμελεστέρα, χρύσω χρυσοτέρα. [124] — [125] γλυκίπικρος ἀλγεσίδωρος μυθοπλόκος [126] Τὸ μέλημα τοὐμόν. [127] Το γάνος οὐ διαφθεῖρον τὰς ὄψεις ὑακινθίνω ἄνθει ὅμοιον [128] σελίνοις [129] ῥοδοπήχεις καὶ ἑλικώπιδες καὶ καλλιπάρῃοι καὶ μελίφωνοι μειλιχόφωνοι [130] νύκτα αὐτῇ γενέσθαι διπλασίαν [131] — [132] — [133] Ἀστέρων πάντων ὁ κάλιστος … [134] — [135] Ἀφροδίτης θυγατέρα [136] Οὐ γὰρ θέμις ἐν μουσοπόλων οἰκίᾳ θρήνον εἶναι· οὐκ ἄμμι πρέπει τάδε. [137] ἢ ὥσπερ Σαπφώ, ὅτι το ἀποθνήσκειν κακόν· οἱ θεοὶ γὰρ οὕτω κεκρίκασιν· ἀπέθνησκον γὰρ ἄν. [137] οἷον φησιν ἡ Σαπφώ, ὅτι τὸ ἀποθνήσκειν κακόν· οἱ θεοὶ γὰρ οὕτω κεκρίκασιν· ἀπέθνησκον γὰρ ἄν, εἴπερ ἦν καλὸν τὸ ἀποθνήσκειν. [137] Τὸ θνάσκειν κακόν· οὕτω κεκρίκασι θεοί· ἔθνασκον γὰρ ἄν εἴπερ κάλον ἦν τόδε. [138] — [139] — [140] — [141] — [142] Διὸς παῖς ὁ χρυσός, κείνον οὐ σης οὐδε κὶς δάπτει [143] — [144] — [145] — [146] — [147] — [148] καλὸν δημόσιον [149] Ἄκακος [150] ἀμαμάξυδες ἀμαμαξύδος [151] Ἀμάρα [152] τὸ αὔα παρὰ τὴν αὔαν [153] πότνια αὔως [154] βάρωμος σάρβιτος [155] βεῦδος [156] γρύτη [157] Ἕκτωρ [158] ζάβατον [159] ἀγαγοίην [160] ἄνεμον κατάρη [161] κίνδυν κίνδυνα [162] Μήδεϊα [163] μύρρα [164] Μοισάων [165] Νίτρον [166] πολυΐδριδι [167] Σκυθικόν ξύλον [167] ˉ ˘ ˉ Σκύθικον ξύλον, τῷ βάπτοισί τε τἤρια ποΐεισι δὲ μάλινα ξανθίσδοισί τε τὰς τρίχας. [168] Τίοισιν ὀφθάλμοισιν [169] χελύνη [170] χρυσαστράγαλοι ### ΙΑʹ [A] ˉ ˘ ˉ ˘ ˉ δοκιμοις χαριν μοι ουκ απυδωσην· ˉ κλυτων μεν τ’ επτερυγης ˘ ˉ ˘ ˉ καλων κασλων ˘ ˘ ˉ ˘ ˉ ˘ φιλοις, λυπης τε με καποριπτης εις εμ’ ονειδος. η κεν οιδησαις, επι τ’ αιγ’ αμελγων Σκυριαν ασαιο· το γαρ νοημα τωμον ουκ ουτω μαλακοφρον, εχθρως τοις διακηται. ˉ ˘ μηδ’ ˘ ˉ ˘ ˘ ˉ ˘ ˉ ˘ [B] ˉ ˘ ˉ ˘ ˉ ˘ ˘ ˉ θε θῦμον ˉ ˘ ˉ ˘ ˉ ˘ ˘ ˉ μι πάμπαν ˉ ˘ ˉ ˘ ˉ ˘ ˘ ˉ δύναμαι ˉ ˘ ˘ ˉ ˘ ˉ ˘ ˉ ˘ ˉ ˘ ˘ ἆς κεν ἦ μοι ˉ ˘ ˉ ˘ ˉ ˘ ˘ ἀντιλάμπην ˉ ˘ ˉ ˘ ˉ ˘ κά)λον πρόσωπον ˉ ˘ ˘ ˉ ˘ ˉ ˘ ˉ ˘ ˉ ˘ ˘ συ)γχροΐσθεις ˉ ˘ ˉ ˘ ˉ ˘ ˘ ˉ ἔται)ρος.