Electra — Sophocles =================== ΗΛΕΚΤΡΑ Translation/edition: Greek text Language: Ancient Greek Read in Plato Scroll: https://plato-scroll.com/s/soph-electra/ This file: https://plato-scroll.com/text/soph-electra-e.txt Other editions of this work: - Lewis Campbell (1883): https://plato-scroll.com/text/soph-electra.txt Sources and licences: https://plato-scroll.com/attribution.html Numbers in [brackets] are the edition's reference loci (Stephanus, Bekker, book.line, page...). Superscript numerals refer to the Notes at the end. ## ΗΛΕΚΤΡΑ [5] ΠΑΙΔΑΓΩΓΟΣ: Ὦ τοῦ στρατηγήσαντος ἐν Τροίᾳ ποτὲ Ἀγαμέμνονος παῖ, νῦν ἐκεῖν’ ἔξεστί σοι παρόντι λεύσσειν ὧν πρόθυμος ἦσθ’ ἀεί. Τὸ γὰρ παλαιὸν Ἄργος οὑπόθεις τόδε, τῆς οἰστροπλῆγος ἄλσος Ἰνάχου κόρης· αὕτη δ’, Ὀρέστα, τοῦ λυκοκτόνου θεοῦ ἀγορὰ Λύκειος· οὑξ ἀριστερᾶς δ’ ὅδε Ἥρας ὁ κλεινὸς ναός· οἷ δ’ ἱκάνομεν, φάσκειν Μυκήνας τὰς πολυχρύσους ὁρᾶν, πολύφθορόν τε δῶμα Πελοπιδῶν τόδε, ὅθεν σε πατρὸς ἐκ φόνων ἐγώ ποτε πρὸς σῆς ὁμαίμου καὶ κασιγνήτης λαβὼν ἤνεγκα κἀξέσωσα κἀξεθρεψάμην τοσόνδ’ ἐς ἥβης πατρὶ τιμωρὸν φόνου. Νῦν οὖν, Ὀρέστα καὶ σύ, φίλτατε ξένων Πυλάδη, τί χρὴ δρᾶν ἐν τάχει βουλευτέον, ὡς ἡμὶν ἤδη λαμπρὸν ἡλίου σέλας ἑῷα κινεῖ φθέγματ’ ὀρνίθων σαφῆ, [20] ΠΑΙΔΑΓΩΓΟΣ: μέλαινά τ’ ἄστρων ἐκλέλοιπεν εὐφρόνη. Πρὶν οὖν τιν’ ἀνδρῶν ἐξοδοιπορεῖν στέγης, ξυνάπτετον λόγοισιν· ὡς ἐνταῦθ’ ἴμεν ἵν’ οὐκέτ’ ὀκνεῖν καιρός, ἀλλ’ ἔργων ἀκμή. [25] ΟΡΕΣΤΗΣ: Ὦ φίλτατ’ ἀνδρῶν προσπόλων, ὥς μοι σαφῆ σημεῖα φαίνεις ἐσθλὸς εἰς ἡμᾶς γεγώς· ὥσπερ γὰρ ἵππος εὐγενής, κἂν ᾖ γέρων, ἐν τοῖσι δεινοῖς θυμὸν οὐκ ἀπώλεσεν, ἀλλ’ ὀρθὸν οὖς ἵστησιν, ὡσαύτως δὲ σὺ ἡμᾶς τ’ ὀτρύνεις καὐτὸς ἐν πρώτοις ἕπῃ. Τοιγὰρ τὰ μὲν δόξαντα δηλώσω, σὺ δέ, ὀξεῖαν ἀκοὴν τοῖς ἐμοῖς λόγοις διδούς, εἰ μή τι καιροῦ τυγχάνω, μεθάρμοσον. Ἐγὼ γὰρ ἡνίχ’ ἱκόμην τὸ Πυθικὸν μαντεῖον, ὡς μάθοιμ’ ὅτῳ τρόπῳ πατρὶ δίκας ἀροίμην τῶν φονευσάντων πάρα, χρῇ μοι τοιαῦθ’ ὁ Φοῖβος ὧν πεύσῃ τάχα· ἄσκευον αὐτὸν ἀσπίδων τε καὶ στρατοῦ δόλοισι κλέψαι χειρὸς ἐνδίκους σφαγάς. Ὅτ’ οὖν τοιόνδε χρησμὸν εἰσηκούσαμεν, σὺ μὲν μολών, ὅταν σε καιρὸς εἰσάγῃ δόμων ἔσω τῶνδ’, ἴσθι πᾶν τὸ δρώμενον, [45] ΟΡΕΣΤΗΣ: ὅπως ἂν εἰδὼς ἡμὶν ἀγγείλῃς σαφῆ· οὐ γάρ σε μὴ γήρᾳ τε καὶ χρόνῳ μακρῷ γνῶσ’, οὐδ’ ὑποπτεύσουσιν ὧδ’ ἠνθισμένον· λόγῳ δὲ χρῶ τοιῷδ’, ὅτι ξένος μὲν εἶ Φωκεὺς παρ’ ἀνδρὸς Φανοτέως ἥκων· ὁ γὰρ μέγιστος αὐτοῖς τυγχάνει δορυξένων· ἄγγελλε δ’, ὅρκον προστιθείς, ὁθούνεκα τέθνηκ’ Ὀρέστης ἐξ ἀναγκαίας τύχης, ἄθλοισι Πυθικοῖσιν ἐκ τροχηλάτων δίφρων κυλισθείς· ὧδ’ ὁ μῦθος ἑστάτω. Ἡμεῖς δὲ πατρὸς τύμβον, ὡς ἐφίετο, λοιβαῖσι πρῶτον καὶ καρατόμοις χλιδαῖς στέψαντες, εἶτ’ ἄψορρον ἥξομεν πάλιν, τύπωμα χαλκόπλευρον ἠρμένοι χεροῖν, ὃ καὶ σὺ θάμνοις οἶσθά μοι κεκρυμμένον, ὅπως λόγῳ κλέπτοντες ἡδεῖαν φάτιν φέροιμεν αὐτοῖς, τοὐμὸν ὡς ἔρρει δέμας φλογιστὸν ἤδη καὶ κατηνθρακωμένον. [60] ΟΡΕΣΤΗΣ: Τί γάρ με λυπεῖ τοῦθ’, ὅταν λόγῳ θανὼν ἔργοισι σωθῶ κἀξενέγκωμαι κλέος; δοκῶ μὲν οὐδὲν ῥῆμα σὺν κέρδει κακόν· ἤδη γὰρ εἶδον πολλάκις καὶ τοὺς σοφοὺς λόγῳ μάτην θνῄσκοντας· εἶθ’, ὅταν δόμους ἔλθωσιν αὖθις, ἐκτετίμηνται πλέον· ὣς κἄμ’ ἐπαυχῶ τῆσδε τῆς φήμης ἄπο δεδορκότ’ ἐχθροῖς ἄστρον ὣς λάμψειν ἔτι. Ἀλλ’, ὦ πατρῴα γῆ θεοί τ’ ἐγχώριοι, δέξασθέ μ’ εὐτυχοῦντα ταῖσδε ταῖς ὁδοῖς, σύ τ’, ὦ πατρῷον δῶμα· σοῦ γὰρ ἔρχομαι δίκῃ καθαρτὴς πρὸς θεῶν ὡρμημένος· καὶ μή μ’ ἄτιμον τῆσδ’ ἀποστείλητε γῆς, ἀλλ’ ἀρχέπλουτον καὶ καταστάτην δόμων· Εἴρηκα μέν νυν ταῦτα· σοὶ δ’ ἤδη, γέρον, τὸ σὸν μελέσθω βάντι φρουρῆσαι χρέος· νὼ δ’ ἔξιμεν· καιρὸς γάρ, ὅσπερ ἀνδράσι μέγιστος ἔργου παντός ἐστ’ ἐπιστάτης. [80] ΗΛΕΚΤΡΑ: Ἰώ μοί μοι δύστηνος. ΠΑΙΔΑΓΩΓΟΣ: Καὶ μὴν θυρῶν ἔδοξα προσπόλων τινὸς ὑποστενούσης ἔνδον αἰσθέσθαι, τέκνον. ΟΡΕΣΤΗΣ: Ἆρ’ ἐστὶν ἡ δύστηνος Ἠλέκτρα; θέλεις μείνωμεν αὐτοῦ κἀνακούσωμεν γόων; ΠΑΙΔΑΓΩΓΟΣ: Ἥκιστα· μηδὲν πρόσθεν ἢ τὰ Λοξίου πειρώμεθ’ ἔρδειν, κἀπὸ τῶνδ’ ἀρχηγετεῖν πατρὸς χέοντες λουτρά· ταῦτα γὰρ φέρει νίκην τ’ ἐφ’ ἡμῖν καὶ κράτος τῶν δρωμένων. [90] ΗΛΕΚΤΡΑ: Ὦ φάος ἁγνὸν καὶ γῆς ἰσόμοιρ’ ἀήρ, ὥς μοι πολλὰς μὲν θρήνων ᾠδάς, πολλὰς δ’ ἀντήρεις ᾔσθου στέρνων πλαγὰς αἱμασσομένων, ὁπόταν δνοφερὰ νὺξ ὑπολειφθῇ· τὰ δὲ παννυχίδων ἤδη στυγεραὶ ξυνίσασ’ εὐναὶ μογερῶν οἴκων, ὅσα τὸν δύστηνον ἐμὸν θρηνῶ πατέρ’, ὃν κατὰ μὲν βάρβαρον αἶαν φοίνιος Ἄρης οὐκ ἐξένισεν, μήτηρ δ’ ἡμὴ χὠ κοινολεχὴς Αἴγισθος, ὅπως δρῦν ὑλοτόμοι, σχίζουσι κάρα φονίῳ πελέκει· κοὐδεὶς τούτων οἶκτος ἀπ’ ἄλλης ἢ ‘μοῦ φέρεται, σοῦ, πάτερ, οὕτως ἀδίκως οἰκτρῶς τε θανόντος. Ἀλλ’ οὐ μὲν δὴ [105] ΗΛΕΚΤΡΑ: λήξω θρήνων στυγερῶν τε γόων, ἔστ’ ἂν παμφεγγεῖς ἄστρων ῥιπάς, λεύσσω δὲ τόδ’ ἦμαρ, μὴ οὐ τεκνολέτειρ’ ὥς τις ἀηδὼν ἐπὶ κωκυτῷ τῶνδε πατρῴων πρὸ θυρῶν ἠχὼ πᾶσι προφωνεῖν· ὦ δῶμ’ Ἀΐδου καὶ Περσεφόνης, ὦ χθόνι’ Ἑρμῆ καὶ πότνι’ Ἀρά, σεμναί τε θεῶν παῖδες Ἐρινύες, αἳ τοὺς ἀδίκως θνῄσκοντας ὁρᾶθ’, αἳ τοὺς εὐνὰς ὑποκλεπτομένους, ἔλθετ’, ἀρήξατε, τείσασθε πατρὸς φόνον ἡμετέρου, καί μοι τὸν ἐμὸν πέμψατ’ ἀδελφόν· μούνη γὰρ ἄγειν οὐκέτι σωκῶ λύπης ἀντίρροπον ἄχθος. [125] ΧΟΡΟΣ: Ὦ παῖ, παῖ δυστανοτάτας Str. 1 . Ἠλέκτρα ματρός, τίν’ ἀεὶ τάκεις ὧδ’ ἀκόρεστον οἰμωγὰν τὸν πάλαι ἐκ δολερᾶς ἀθεώτατα ματρὸς ἁλόντ’ ἀπάταις Ἀγαμέμνονα κακᾷ τε χειρὶ πρόδοτον; ὡς ὁ τάδε πορὼν ὄλοιτ’, εἴ μοι θέμις τάδ’ αὐδᾶν. ΗΛΕΚΤΡΑ: Ὦ γενέθλα γενναίων, ἥκετ’ ἐμῶν καμάτων παραμύθιον· οἶδά τε καὶ ξυνίημι τάδ’, οὔ τί με φυγγάνει· οὐδ’ ἐθέλω προλιπεῖν τόδε, μὴ οὐ τὸν ἐμὸν στενάχειν πατέρ’ ἄθλιον. Ἀλλ’, ὦ παντοίας φιλότητος ἀμειβόμεναι χάριν, ἐᾶτέ μ’ ὧδ’ ἀλύειν, αἰαῖ, ἱκνοῦμαι. ΧΟΡΟΣ: Ἀλλ’ οὔτοι τόν γ’ ἐξ Ἀΐδα Ant. 1 . παγκοίνου λίμνας πατέρ’ ἀν- στάσεις οὔτε γόοισιν οὔτ’ ἄνταις. [140] ΧΟΡΟΣ: Ἀλλ’ ἀπὸ τῶν μετρίων ἐπ’ ἀμήχανον ἄλγος ἀεὶ στενάχουσα διόλλυσαι ἐν οἷς ἀνάλυσίς ἐστιν οὐδεμία κακῶν· τί μοι τῶν δυσφόρων ἐφίῃ; ΗΛΕΚΤΡΑ: Νήπιος ὃς τῶν οἰκτρῶς οἰχομένων γονέων ἐπιλάθεται· ἀλλ’ ἐμέ γ’ ἁ στονόεσσ’ ἄραρεν φρένας, ἃ Ἴτυν, αἰὲν Ἴτυν ὀλοφύρεται, ὄρνις ἀτυζομένα, Διὸς ἄγγελος. Ἰὼ παντλάμων Νιόβα, σὲ δ’ ἔγωγε νέμω θεόν, ἅτ’ ἐν τάφῳ πετραίῳ, αἰαῖ, δακρύεις. ΧΟΡΟΣ: Οὔτοι σοὶ μούνᾳ, τέκνον, Str. 2 . ἄχος ἐφάνη βροτῶν, πρὸς ὅ τι σὺ τῶν ἔνδον εἶ περισσά, οἷς ὁμόθεν εἶ καὶ γονᾷ ξύναιμος, οἵα Χρυσόθεμις ζώει καὶ Ἰφιάνασσα, κρυπτᾷ τ’ ἀχέων ἐν ἥβᾳ [160] ΧΟΡΟΣ: ὄλβιος, ὃν ἁ κλεινὰ γᾶ ποτε Μυκηναίων δέξεται εὐπατρίδαν, Διὸς εὔφρονι λήματι μολόντα τάνδε γᾶν Ὀρέσταν. ΗΛΕΚΤΡΑ: Ὅν γ’ ἐγὼ ἀκάματα προσμένουσ’, ἄτεκνος, τάλαιν’, ἀνύμφευτος, αἰὲν οἰχνῶ, δάκρυσι μυδαλέα, τὸν ἀνήνυτον οἶτον ἔχουσα κακῶν· ὁ δὲ λάθεται ὧν τ’ ἔπαθ’ ὧν τ’ ἐδάη· τί γὰρ οὐκ ἐμοὶ ἔρχεται ἀγγελίας ἀπατώμενον; ἀεὶ μὲν γὰρ ποθεῖ, ποθῶν δ’ οὐκ ἀξιοῖ φανῆναι. ΧΟΡΟΣ: Θάρσει μοι, θάρσει, τέκνον· Ant. 2 . ἔτι μέγας οὐρανῷ Ζεύς, ὃς ἐφορᾷ πάντα καὶ κρατύνει· ᾧ τὸν ὑπεραλγῆ χόλον νέμουσα, μήθ’ οἷς ἐχθαίρεις ὑπεράχθεο μήτ’ ἐπιλάθου. Χρόνος γὰρ εὐμαρὴς θεός· [180] ΧΟΡΟΣ: οὔτε γὰρ ὁ τὰν Κρῖσαν βούνομον ἔχων ἀκτὰν παῖς Ἀγαμεμνονίδας ἀπερίτροπος, οὔθ’ ὁ παρὰ τὸν Ἀχέροντα θεὸς ἀνάσσων. ΗΛΕΚΤΡΑ: Ἀλλ’ ἐμὲ μὲν ὁ πολὺς ἀπολέλοιπεν ἤδη βίοτος ἀνέλπιστος, οὐδ’ ἔτ’ ἀρκῶ· ἅτις ἄνευ τοκέων κατατάκομαι, ἇς φίλος οὔτις ἀνὴρ ὑπερίσταται, ἀλλ’ ἁπερεί τις ἔποικος ἀναξία οἰκονομῶ θαλάμους πατρός, ὧδε μὲν ἀεικεῖ σὺν στολᾷ, κεναῖς δ’ ἀμφίσταμαι τραπέζαις. ΧΟΡΟΣ: Οἰκτρὰ μὲν νόστοις αὐδά, Str. 3 . οἰκτρὰ δ’ ἐν κοίταις πατρῴαις, ὅτε οἱ παγχάλκων ἀνταία γενύων ὡρμάθη πλαγά. Δόλος ἦν ὁ φράσας, ἔρος ὁ κτείνας, δεινὰν δεινῶς προφυτεύσαντες [200] ΧΟΡΟΣ: μορφάν, εἴτ’ οὖν θεὸς εἴτε βροτῶν ἦν ὁ ταῦτα πράσσων. ΗΛΕΚΤΡΑ: Ὦ πασᾶν κείνα πλέον ἁμέρα ἐλθοῦσ’ ἐχθίστα δή μοι· ὦ νύξ, ὦ δείπνων ἀρρήτων ἔκπαγλ’ ἄχθη· τοὺς ἐμὸς ἴδε πατὴρ θανάτους αἰκεῖς διδύμαιν χειροῖν, αἳ τὸν ἐμὸν εἷλον βίον πρόδοτον, αἵ μ’ ἀπώλεσαν· οἷς θεὸς ὁ μέγας Ὀλύμπιος ποίνιμα πάθεα παθεῖν πόροι, μηδέ ποτ’ ἀγλαΐας ἀποναίατο τοιάδ’ ἀνύσαντες ἔργα. ΧΟΡΟΣ: Φράζου μὴ πόρσω φωνεῖν· Ant. 3 . οὐ γνώμαν ἴσχεις ἐξ οἵων τὰ παρόντ’ οἰκείας εἰς ἄτας ἐμπίπτεις οὕτως αἰκῶς; [220] ΧΟΡΟΣ: Πολὺ γάρ τι κακῶν ὑπερεκτήσω, σᾷ δυσθύμῳ τίκτουσ’ αἰεὶ ψυχᾷ πολέμους· τὰ δὲ τοῖς δυνατοῖς οὐκ ἐριστὰ πλάθειν. ΗΛΕΚΤΡΑ: Δεινοῖς ἠναγκάσθην, δεινοῖς· ἔξοιδ’, οὐ λάθει μ’ ὀργά. Ἀλλ’ ‑ ἐν γὰρ δεινοῖς οὐ σχήσω ταύτας ἄτας, ὄφρα με βίος ἔχῃ· τίνι γάρ ποτ’ ἄν, ὦ φιλία γενέθλα, πρόσφορον ἀκούσαιμ’ ἔπος, τίνι φρονοῦντι καίρια; ἄνετέ μ’, ἄνετε, παράγοροι· τάδε γὰρ ἄλυτα κεκλήσεται· οὐδέ ποτ’ ἐκ καμάτων ἀποπαύσομαι ἀνάριθμος ὧδε θρήνων. ΧΟΡΟΣ: Ἀλλ’ οὖν εὐνοίᾳ γ’ αὐδῶ, Epode. μάτηρ ὡσεί τις πιστά, [235] ΧΟΡΟΣ: μὴ τίκτειν σ’ ἄταν ἄταις. ΗΛΕΚΤΡΑ: Καὶ τί μέτρον κακότατος ἔφυ; φέρε, πῶς ἐπὶ τοῖς φθιμένοις ἀμελεῖν καλόν; ἐν τίνι τοῦτ’ ἔβλαστ’ ἀνθρώπων; Μήτ’ εἴην ἔντιμος τούτοις, μήτ’, εἴ τῳ πρόσκειμαι χρηστῷ, ξυνναίοιμ’ εὔκηλος, γονέων ἐκτίμους ἴσχουσα πτέρυγας ὀξυτόνων γόων. Εἰ γὰρ ὁ μὲν θανὼν γᾶ τε καὶ οὐδὲν ὢν κείσεται τάλας, οἱ δὲ μὴ πάλιν δώσουσ’ ἀντιφόνους δίκας, ἔρροι τ’ ἂν αἰδὼς ἁπάν- των τ’ εὐσέβεια θνατῶν. ΧΟΡΟΣ: Ἐγὼ μέν, ὦ παῖ, καὶ τὸ σὸν σπεύδουσ’ ἅμα καὶ τοὐμὸν αὐτῆς ἦλθον· εἰ δὲ μὴ καλῶς λέγω, σὺ νίκα· σοὶ γὰρ ἑψόμεσθ’ ἅμα. ΗΛΕΚΤΡΑ: Αἰσχύνομαι μέν, ὦ γυναῖκες, εἰ δοκῶ [255] ΧΟΡΟΣ: πολλοῖσι θρήνοις δυσφορεῖν ὑμῖν ἄγαν· ἀλλ’ ἡ βία γὰρ ταῦτ’ ἀναγκάζει με δρᾶν, σύγγνωτε· πῶς γὰρ ἥτις εὐγενὴς γυνή, πατρῷ’ ὁρῶσα πήματ’, οὐ δρῴη τάδ’ ἄν, ἁγὼ κατ’ ἦμαρ καὶ κατ’ εὐφρόνην ἀεὶ θάλλοντα μᾶλλον ἢ καταφθίνονθ’ ὁρῶ; ᾗ πρῶτα μὲν τὰ μητρὸς ἥ μ’ ἐγείνατο ἔχθιστα συμβέβηκεν· εἶτα δώμασιν ἐν τοῖς ἐμαυτῆς τοῖς φονεῦσι τοῦ πατρὸς ξύνειμι, κἀκ τῶνδ’ ἄρχομαι, κἀκ τῶνδέ μοι λαβεῖν θ’ ὁμοίως καὶ τὸ τητᾶσθαι πέλει. Ἔπειτα ποίας ἡμέρας δοκεῖς μ’ ἄγειν, ὅταν θρόνοις Αἴγισθον ἐνθακοῦντ’ ἴδω τοῖσιν πατρῴοις, εἰσίδω δ’ ἐσθήματα φοροῦντ’ ἐκείνῳ ταὐτὰ καὶ παρεστίους σπένδοντα λοιβὰς ἔνθ’ ἐκεῖνον ὤλεσεν; ἴδω δὲ τούτων τὴν τελευταίαν ὕβριν, τὸν αὐτοφόντην ἡμὶν ἐν κοίτῃ πατρὸς [275] ΧΟΡΟΣ: ξὺν τῇ ταλαίνῃ μητρί, μητέρ’ εἰ χρεὼν ταύτην προσαυδᾶν τῷδε συγκοιμωμένην. Ἣ δ’ ὧδε τλήμων ὥστε τῷ μιάστορι ξύνεστ’, Ἐρινὺν οὔτιν’ ἐκφοβουμένη· ἀλλ’ ὥσπερ ἐγγελῶσα τοῖς ποιουμένοις, εὑροῦσ’ ἐκείνην ἡμέραν ἐν ᾗ τότε πατέρα τὸν ἀμὸν ἐκ δόλου κατέκτανεν, ταύτῃ χοροὺς ἵστησι καὶ μηλοσφαγεῖ θεοῖσιν ἔμμην’ ἱερὰ τοῖς σωτηρίοις. Ἐγὼ δ’ ὁρῶσ’ ἡ δύσμορος κατὰ στέγας κλαίω, τέτηκα, κἀπικωκύω πατρὸς τὴν δυστάλαιναν δαῖτ’ ἐπωνομασμένην αὐτὴ πρὸς αὑτήν· οὐδὲ γὰρ κλαῦσαι πάρα τοσόνδ’ ὅσον μοι θυμὸς ἡδονὴν φέρει. Αὕτη γὰρ ἡ λόγοισι γενναία γυνὴ φωνοῦσα τοιάδ’ ἐξονειδίζει κακά· “Ὦ δύσθεον μίσημα, σοὶ μόνῃ πατὴρ τέθνηκεν; ἄλλος δ’ οὔτις ἐν πένθει βροτῶν; [295] ΧΟΡΟΣ: κακῶς ὄλοιο, μηδέ σ’ ἐκ γόων ποτὲ τῶν νῦν ἀπαλλάξειαν οἱ κάτω θεοί.” Τάδ’ ἐξυβρίζει, πλὴν ὅταν κλύῃ τινὸς ἥξοντ’ Ὀρέστην, τηνικαῦτα δ’ ἐμμανὴς βοᾷ παραστᾶσ’· “Οὐ σύ μοι τῶνδ’ αἰτία; οὐ σὸν τόδ’ ἐστὶ τοὔργον, ἥτις ἐκ χερῶν κλέψασ’ Ὀρέστην τῶν ἐμῶν ὑπεξέθου; ἀλλ’ ἴσθι τοι τείσουσά γ’ ἀξίαν δίκην.” Τοιαῦθ’ ὑλακτεῖ, σὺν δ’ ἐποτρύνει πέλας ὁ κλεινὸς αὐτῇ ταῦτα νυμφίος παρών, ὁ πάντ’ ἄναλκις οὗτος, ἡ πᾶσα βλάβη, ὁ σὺν γυναιξὶ τὰς μάχας ποιούμενος. Ἐγὼ δ’, Ὀρέστην τῶνδε προσμένουσ’ ἀεὶ παυστῆρ’ ἐφήξειν, ἡ τάλαιν’ ἀπόλλυμαι· μέλλων γὰρ αἰεὶ δρᾶν τι τὰς οὔσας τέ μου καὶ τὰς ἀπούσας ἐλπίδας διέφθορεν. Ἐν οὖν τοιούτοις οὔτε σωφρονεῖν, φίλαι, οὔτ’ εὐσεβεῖν πάρεστιν· ἀλλ’ ἐν τοῖς κακοῖς [310] ΧΟΡΟΣ: πολλή ‘στ’ ἀνάγκη κἀπιτηδεύειν κακά. ΧΟΡΟΣ: Φέρ’ εἰπέ, πότερον ὄντος Αἰγίσθου πέλας λέγεις τάδ’ ἡμῖν, ἢ βεβῶτος ἐκ δόμων; ΗΛΕΚΤΡΑ: Ἦ κάρτα· μὴ δόκει μ’ ἄν, εἴπερ ἦν πέλας, θυραῖον οἰχνεῖν· νῦν δ’ ἀγροῖσι τυγχάνει. ΧΟΡΟΣ: Ἦ κἂν ἐγὼ θαρσοῦσα μᾶλλον ἐς λόγους τοὺς σοὺς ἱκοίμην, εἴπερ ὧδε ταῦτ’ ἔχει. ΗΛΕΚΤΡΑ: Ὡς νῦν ἀπόντος ἱστόρει τί σοι φίλον. ΧΟΡΟΣ: Καὶ δή σ’ ἐρωτῶ. Τοῦ κασιγνήτου τί φῄς, ἥξοντος ἢ μέλλοντος; εἰδέναι θέλω. ΗΛΕΚΤΡΑ: Φησίν γε· φάσκων δ’ οὐδὲν ὧν λέγει ποεῖ. ΧΟΡΟΣ: Φιλεῖ γὰρ ὀκνεῖν πρᾶγμ’ ἀνὴρ πράσσων μέγα. ΗΛΕΚΤΡΑ: Καὶ μὴν ἔγωγ’ ἔσωσ’ ἐκεῖνον οὐκ ὄκνῳ. ΧΟΡΟΣ: Θάρσει· πέφυκεν ἐσθλὸς ὥστ’ ἀρκεῖν φίλοις. ΗΛΕΚΤΡΑ: Πέποιθ’, ἐπεί τἂν οὐ μακρὰν ἔζων ἐγώ. ΧΟΡΟΣ: Μὴ νῦν ἔτ’ εἴπῃς μηδέν· ὡς δόμων ὁρῶ τὴν σὴν ὅμαιμον, ἐκ πατρὸς ταὐτοῦ φύσιν, Χρυσόθεμιν, ἔκ τε μητρός, ἐντάφια χεροῖν ΧΟΡΟΣ: φέρουσαν, οἷα τοῖς κάτω νομίζεται. [330] ΧΡΥΣΟΘΕΜΙΣ: Τίν’ αὖ σὺ τήνδε πρὸς θυρῶνος ἐξόδοις ἐλθοῦσα φωνεῖς, ὦ κασιγνήτη, φάτιν, κοὐδ’ ἐν χρόνῳ μακρῷ διδαχθῆναι θέλεις θυμῷ ματαίῳ μὴ χαρίζεσθαι κενά; Καίτοι τοσοῦτόν γ’ οἶδα κἀμαυτὴν ὅτι ἀλγῶ ‘πὶ τοῖς παροῦσιν· ὥστ’ ἄν, εἰ σθένος λάβοιμι, δηλώσαιμ’ ἂν οἷ’ αὐτοῖς φρονῶ· νῦν δ’ ἐν κακοῖς μοι πλεῖν ὑφειμένῃ δοκεῖ, καὶ μὴ δοκεῖν μὲν δρᾶν τι, πημαίνειν δὲ μή· τοιαῦτα δ’ ἄλλα καὶ σὲ βούλομαι ποεῖν. Καίτοι τὸ μὲν δίκαιον οὐχ ᾗ ‘γὼ λέγω, ἀλλ’ ᾗ σὺ κρίνεις· εἰ δ’ ἐλευθέραν με δεῖ ζῆν, τῶν κρατούντων ἐστὶ πάντ’ ἀκουστέα· ΗΛΕΚΤΡΑ: Δεινόν γέ σ’ οὖσαν πατρὸς οὗ σὺ παῖς ἔφυς κείνου λελῆσθαι, τῆς δὲ τικτούσης μέλειν. Ἅπαντα γάρ σοι τἀμὰ νουθετήματα κείνης διδακτὰ κοὐδὲν ἐκ σαυτῆς λέγεις. Ἔπειθ’ ἑλοῦ γε θάτερ’, ἢ φρονεῖν κακῶς, [350] ΧΡΥΣΟΘΕΜΙΣ: ἢ τῶν φίλων φρονοῦσα μὴ μνήμην ἔχειν· ἥτις λέγεις μὲν ἀρτίως ὡς, εἰ λάβοις σθένος, τὸ τούτων μῖσος ἐκδείξειας ἄν· ἐμοῦ δὲ πατρὶ πάντα τιμωρουμένης οὔτε ξυνέρδεις τήν τε δρῶσαν ἐκτρέπεις· οὐ ταῦτα πρὸς κακοῖσι δειλίαν ἔχει; Ἐπεὶ δίδαξον, ἢ μάθ’ ἐξ ἐμοῦ, τί μοι κέρδος γένοιτ’ ἂν τῶνδε ληξάσῃ γόων. Οὐ ζῶ; κακῶς μέν, οἶδ’, ἐπαρκούντως δ’ ἐμοί· λυπῶ δὲ τούτους, ὥστε τῷ τεθνηκότι τιμὰς προσάπτειν, εἴ τις ἔστ’ ἐκεῖ χάρις. Σὺ δ’ ἡμὶν ἡ μισοῦσα μισεῖς μὲν λόγῳ, ἔργῳ δὲ τοῖς φονεῦσι τοῦ πατρὸς ξύνει. Ἐγὼ μὲν οὖν οὐκ ἄν ποτ’, οὐδ’ εἴ μοι τὰ σὰ μέλλοι τις οἴσειν δῶρ’, ἐφ’ οἷσι νῦν χλιδᾷς, τούτοις ὑπεικάθοιμι· σοὶ δὲ πλουσία τράπεζα κείσθω καὶ περιρρείτω βίος· ἐμοὶ γὰρ ἔστω τοὐμὲ μὴ λυπεῖν μόνον [365] ΧΡΥΣΟΘΕΜΙΣ: βόσκημα· τῆς σῆς δ’ οὐκ ἐρῶ τιμῆς τυχεῖν, οὐδ’ ἂν σύ, σώφρων γ’ οὖσα. Νῦν δ’ ἐξὸν πατρὸς πάντων ἀρίστου παῖδα κεκλῆσθαι, καλοῦ τῆς μητρός· οὕτω γὰρ φανῇ πλείστοις κακή, θανόντα πατέρα καὶ φίλους προδοῦσα σούς. ΧΟΡΟΣ: Μηδὲν πρὸς ὀργήν, πρὸς θεῶν· ὡς τοῖς λόγοις ἔνεστιν ἀμφοῖν κέρδος, εἰ σὺ μὲν μάθοις τοῖς τῆσδε χρῆσθαι, τοῖς δὲ σοῖς αὕτη πάλιν. ΧΡΥΣΟΘΕΜΙΣ: Ἐγὼ μέν, ὦ γυναῖκες, ἠθάς εἰμί πως τῶν τῆσδε μύθων· οὐδ’ ἂν ἐμνήσθην ποτέ, εἰ μὴ κακὸν μέγιστον εἰς αὐτὴν ἰὸν ἤκουσ’, ὃ ταύτην τῶν μακρῶν σχήσει γόων. ΗΛΕΚΤΡΑ: Φέρ’ εἰπὲ δὴ τὸ δεινόν· εἰ γὰρ τῶνδέ μοι μεῖζόν τι λέξεις, οὐκ ἂν ἀντείποιμ’ ἔτι. ΧΡΥΣΟΘΕΜΙΣ: Ἀλλ’ ἐξερῶ σοι πᾶν ὅσον κάτοιδ’ ἐγώ· μέλλουσι γάρ σ’, εἰ τῶνδε μὴ λήξεις γόων, ἐνταῦθα πέμψειν ἔνθα μήποθ’ ἡλίου φέγγος προσόψει, ζῶσα δ’ ἐν κατηρεφεῖ [385] ΧΡΥΣΟΘΕΜΙΣ: στέγῃ χθονὸς τῆσδ’ ἐκτὸς ὑμνήσεις κακά. Πρὸς ταῦτα φράζου καί με μή ποθ’ ὕστερον παθοῦσα μέμψῃ· νῦν γὰρ ἐν καλῷ φρονεῖν. ΗΛΕΚΤΡΑ: Ἦ ταῦτα δή με καὶ βεβούλευνται ποεῖν; ΧΡΥΣΟΘΕΜΙΣ: Μάλισθ’· ὅταν περ οἴκαδ’ Αἴγισθος μόλῃ. ΗΛΕΚΤΡΑ: Ἀλλ’ ἐξίκοιτο τοῦδέ γ’ οὕνεκ’ ἐν τάχει. ΧΡΥΣΟΘΕΜΙΣ: Τίν’, ὦ τάλαινα, τόνδ’ ἐπηράσω λόγον; ΗΛΕΚΤΡΑ: Ἐλθεῖν ἐκεῖνον, εἴ τι τῶνδε δρᾶν νοεῖ. ΧΡΥΣΟΘΕΜΙΣ: Ὅπως πάθῃς τί χρῆμα; ποῦ ποτ’ εἶ φρενῶν; ΗΛΕΚΤΡΑ: Ὅπως ἀφ’ ὑμῶν ὡς προσώτατ’ ἐκφύγω. ΧΡΥΣΟΘΕΜΙΣ: Βίου δὲ τοῦ παρόντος οὐ μνείαν ἔχεις; ΗΛΕΚΤΡΑ: Καλὸς γὰρ οὑμὸς βίοτος ὥστε θαυμάσαι. ΧΡΥΣΟΘΕΜΙΣ: Ἀλλ’ ἦν ἄν, εἰ σύ γ’ εὖ φρονεῖν ἠπίστασο. ΗΛΕΚΤΡΑ: Μή μ’ ἐκδίδασκε τοῖς φίλοις εἶναι κακήν. ΧΡΥΣΟΘΕΜΙΣ: Ἀλλ’ οὐ διδάσκω· τοῖς κρατοῦσι δ’ εἰκαθεῖν. ΗΛΕΚΤΡΑ: Σὺ ταῦτα θώπευ’· οὐκ ἐμοὺς τρόπους λέγεις. ΧΡΥΣΟΘΕΜΙΣ: Καλόν γε μέντοι μὴ ‘ξ ἀβουλίας πεσεῖν. ΗΛΕΚΤΡΑ: Πεσούμεθ’, εἰ χρή, πατρὶ τιμωρούμενοι. [400] ΧΡΥΣΟΘΕΜΙΣ: Πατὴρ δὲ τούτων, οἶδα, συγγνώμην ἔχει. ΗΛΕΚΤΡΑ: Ταῦτ’ ἐστὶ τἄπη πρὸς κακῶν ἐπαινέσαι. ΧΡΥΣΟΘΕΜΙΣ: Σὺ δ’ οὐχὶ πείσῃ καὶ συναινέσεις ἐμοί; ΗΛΕΚΤΡΑ: Οὐ δῆτα· μή πω νοῦ τοσόνδ’ εἴην κενή. ΧΡΥΣΟΘΕΜΙΣ: Χωρήσομαι τἄρ’ οἷπερ ἐστάλην ὁδοῦ. ΗΛΕΚΤΡΑ: Ποῖ δ’ ἐμπορεύῃ; τῷ φέρεις τάδ’ ἔμπυρα; ΧΡΥΣΟΘΕΜΙΣ: Μήτηρ με πέμπει πατρὶ τυμβεῦσαι χοάς. ΗΛΕΚΤΡΑ: Πῶς εἶπας; ἦ τῷ δυσμενεστάτῳ βροτῶν; ΧΡΥΣΟΘΕΜΙΣ: Ὃν ἔκταν’ αὐτή· τοῦτο γὰρ λέξαι θέλεις. ΗΛΕΚΤΡΑ: Ἐκ τοῦ φίλων πεισθεῖσα; τῷ τοῦτ’ ἤρεσεν; ΧΡΥΣΟΘΕΜΙΣ: Ἐκ δείματός του νυκτέρου, δοκεῖν ἐμοί. ΗΛΕΚΤΡΑ: Ὦ θεοὶ πατρῷοι, συγγένεσθέ γ’ ἀλλὰ νῦν. ΧΡΥΣΟΘΕΜΙΣ: Ἔχεις τι θάρσος τοῦδε τοῦ τάρβους πέρι; ΗΛΕΚΤΡΑ: Εἴ μοι λέγεις τὴν ὄψιν, εἴποιμ’ ἂν τότε. ΧΡΥΣΟΘΕΜΙΣ: Ἀλλ’ οὐ κάτοιδα πλὴν ἐπὶ σμικρὸν φράσαι. ΗΛΕΚΤΡΑ: Λέγ’ ἀλλὰ τοῦτο· πολλά τοι σμικροὶ λόγοι ἔσφηλαν ἤδη καὶ κατώρθωσαν βροτούς. ΧΡΥΣΟΘΕΜΙΣ: Λόγος τις αὐτήν ἐστιν εἰσιδεῖν πατρὸς [420] ΧΡΥΣΟΘΕΜΙΣ: τοῦ σοῦ τε κἀμοῦ δευτέραν ὁμιλίαν ἐλθόντος ἐς φῶς· εἶτα τόνδ’ ἐφέστιον πῆξαι λαβόντα σκῆπτρον οὑφόρει ποτὲ αὐτός, τανῦν δ’ Αἴγισθος· ἐκ δὲ τοῦδ’ ἄνω βλαστεῖν βρύοντα θαλλὸν ᾧ κατάσκιον πᾶσαν γενέσθαι τὴν Μυκηναίων χθόνα. Τοιαῦτά του παρόντος, ἡνίχ’ Ἡλίῳ δείκνυσι τοὔναρ, ἔκλυον ἐξηγουμένου· πλείω δὲ τούτων οὐ κάτοιδα, πλὴν ὅτι πέμπει μ’ ἐκείνη τοῦδε τοῦ φόβου χάριν. Πρός νυν θεῶν σε λίσσομαι τῶν ἐγγενῶν ἐμοὶ πιθέσθαι μηδ’ ἀβουλίᾳ πεσεῖν· εἰ γάρ μ’ ἀπώσῃ, σὺν κακῷ μέτει πάλιν. ΗΛΕΚΤΡΑ: Ἀλλ’, ὦ φίλη, τούτων μὲν ὧν ἔχεις χεροῖν τύμβῳ προσάψῃς μηδέν· οὐ γάρ σοι θέμις οὐδ’ ὅσιον ἐχθρᾶς ἀπὸ γυναικὸς ἱστάναι κτερίσματ’ οὐδὲ λουτρὰ προσφέρειν πατρί· ἀλλ’ ἢ πνοαῖσιν ἢ βαθυσκαφεῖ κόνει [440] ΧΡΥΣΟΘΕΜΙΣ: κρύψον νιν, ἔνθα μή ποτ’ εἰς εὐνὴν πατρὸς τούτων πρόσεισι μηδέν· ἀλλ’ ὅταν θάνῃ, κειμήλι’ αὐτῇ ταῦτα σῳζέσθω κάτω. Ἀρχὴν δ’ ἄν, εἰ μὴ τλημονεστάτη γυνὴ πασῶν ἔβλαστε, τάσδε δυσμενεῖς χοὰς οὐκ ἄν ποθ’, ὅν γ’ ἔκτεινε, τῷδ’ ἐπέστεφε. Σκέψαι γὰρ εἴ σοι προσφιλῶς αὐτῇ δοκεῖ γέρα τάδ’ οὑν τάφοισι δέξεσθαι νέκυς, ὑφ’ ἧς θανὼν ἄτιμος ὥστε δυσμενὴς ἐμασχαλίσθη, κἀπὶ λουτροῖσιν κάρᾳ κηλῖδας ἐξέμαξεν· ἆρα μὴ δοκεῖς λυτήρι’ αὐτῇ ταῦτα τοῦ φόνου φέρειν; Οὐκ ἔστιν· ἀλλὰ ταῦτα μὲν μέθες· σὺ δέ, τεμοῦσα κρατὸς βοστρύχων ἄκρας φόβας κἀμοῦ ταλαίνης, σμικρὰ μὲν τάδ’, ἀλλ’ ὅμως ἅχω, δὸς αὐτῷ τήνδε λιπαρῆ τρίχα καὶ ζῶμα τοὐμὸν οὐ χλιδαῖς ἠσκημένον· αἰτοῦ δὲ προσπίτνουσα γῆθεν εὐμενῆ [455] ΧΡΥΣΟΘΕΜΙΣ: ἡμῖν ἀρωγὸν αὐτὸν εἰς ἐχθροὺς μολεῖν, καὶ παῖδ’ Ὀρέστην ἐξ ὑπερτέρας χερὸς ἐχθροῖσιν αὐτοῦ ζῶντ’ ἐπεμβῆναι ποδί, ὅπως τὸ λοιπὸν αὐτὸν ἀφνεωτέραις χερσὶ στέφωμεν ἢ τανῦν δωρούμεθα. Οἶμαι μὲν οὖν, οἶμαί τι κἀκείνῳ μέλον πέμψαι τάδ’ αὐτῇ δυσπρόσοπτ’ ὀνείρατα. Ὅμως δ’, ἀδελφή, σοί θ’ ὑπούργησον τάδε ἐμοί τ’ ἀρωγὰ τῷ τε φιλτάτῳ βροτῶν πάντων ἐν Ἅιδου κειμένῳ κοινῷ πατρί. ΧΟΡΟΣ: Πρὸς εὐσέβειαν ἡ κόρη λέγει· σὺ δέ, εἰ σωφρονήσεις, ὦ φίλη, δράσεις τάδε. ΧΡΥΣΟΘΕΜΙΣ: Δράσω· τὸ γὰρ δίκαιον οὐκ ἔχει λόγον δυοῖν ἐρίζειν, ἀλλ’ ἐπισπεύδειν τὸ δρᾶν. Πειρωμένῃ δὲ τῶνδε τῶν ἔργων ἐμοὶ σιγὴ παρ’ ὑμῶν, πρὸς θεῶν, ἔστω, φίλαι· ὡς εἰ τάδ’ ἡ τεκοῦσα πεύσεται, πικρὰν δοκῶ με πεῖραν τήνδε τολμήσειν ἔτι. [475] ΧΟΡΟΣ: Εἰ μὴ ‘γὼ παράφρων μάντις ἔφυν καὶ γνώ- Str. μας λειπομένα σοφᾶς, εἶσιν ἁ πρόμαντις, Δίκα δίκαια φερομένα χεροῖν κράτη· μέτεισιν, ὦ τέκνον, οὐ μακροῦ χρόνου. Ὕπεστί μοι θράσος, ἁδυπνόων κλύουσαν ἀρτίως ὀνειράτων. Οὐ γάρ ποτ’ ἀμναστεῖ γ’ ὁ φύσας Ἑλλάνων ἄναξ, οὐδ’ ἁ παλαιὰ χαλκόπλακτος ἀμφάκης γένυς, ἅ νιν κατέπεφνεν αἰσχίσταις ἐν αἰκίαις. Ἥξει καὶ πολύπους καὶ πολύχειρ ἁ δει- Ant. νοῖς κρυπτομένα λόχοις χαλκόπους Ἐρινύς. Ἄλεκτρ’, ἄνυμφα γὰρ ἐπέβα μιαιφόνων γάμων ἁμιλλήμαθ’ οἷσιν οὐ θέμις. Πρὸ τῶνδέ τοί μ’ ἔχει μήποτε μήποθ’ ἡμὶν ἀψεγὲς πελᾶν τέρας τοῖς δρῶσι καὶ συνδρῶσιν. Ἤ τοι μαντεῖαι βροτῶν [500] ΧΡΥΣΟΘΕΜΙΣ: οὐκ εἰσὶν ἐν δεινοῖς ὀνείροις οὐδ’ ἐν θεσφάτοις, εἰ μὴ τόδε φάσμα νυκτὸς εὖ κατασχήσει. Ὦ Πέλοπος ἁ πρόσθεν πολύπονος ἱππεία, Epode. ὡς ἔμολες αἰανὴς τᾷδε γᾷ. Εὖτε γὰρ ὁ ποντισθεὶς Μυρτίλος ἐκοιμάθη, παγχρύσων δίφρων δυστάνοις αἰκίαις πρόρριζος ἐκριφθείς, οὔ τί πω ἔλειπεν ἐκ τοῦδ’ οἴκους πολύπονος αἰκία. [520] ΚΛΥΤΑΙΜΗΣΤΡΑ: Ἀνειμένη μέν, ὡς ἔοικας, αὖ στρέφῃ. Οὐ γὰρ πάρεστ’ Αἴγισθος, ὅς σ’ ἐπεῖχ’ ἀεὶ μή τοι θυραίαν γ’ οὖσαν αἰσχύνειν φίλους· νῦν δ’, ὡς ἄπεστ’ ἐκεῖνος, οὐδὲν ἐντρέπῃ ἐμοῦ γε· καίτοι πολλὰ πρὸς πολλούς με δὴ ἐξεῖπας ὡς θρασεῖα καὶ πέρα δίκης ἄρχω, καθυβρίζουσα καὶ σὲ καὶ τὰ σά. Ἐγὼ δ’ ὕβριν μὲν οὐκ ἔχω, κακῶς δέ σε λέγω κακῶς κλύουσα πρὸς σέθεν θαμά. Πατὴρ γάρ, οὐδὲν ἄλλο, σοὶ πρόσχημ’ ἀεὶ ὡς ἐξ ἐμοῦ τέθνηκεν· ἐξ ἐμοῦ, καλῶς ἔξοιδα· τῶνδ’ ἄρνησις οὐκ ἔνεστί μοι· ἡ γὰρ Δίκη νιν εἷλεν, οὐκ ἐγὼ μόνη, ᾗ χρῆν σ’ ἀρήγειν, εἰ φρονοῦσ’ ἐτύγχανες· ἐπεὶ πατὴρ οὗτος σὸς ὃν θρηνεῖς ἀεὶ τὴν σὴν ὅμαιμον μοῦνος Ἑλλήνων ἔτλη θῦσαι θεοῖσιν, οὐκ ἴσον καμὼν ἐμοὶ λύπης, ὅτ’ ἔσπειρ’, ὥσπερ ἡ τίκτουσ’ ἐγώ. [535] ΚΛΥΤΑΙΜΗΣΤΡΑ: Εἶεν, δίδαξον δή με τοῦ χάριν τίνων ἔθυσεν αὐτήν. Πότερον Ἀργείων ἐρεῖς; ἀλλ’ οὐ μετῆν αὐτοῖσι τήν γ’ ἐμὴν κτανεῖν, ἀλλ’ ἀντ’ ἀδελφοῦ δῆτα Μενέλεω κτανὼν τἄμ’ οὐκ ἔμελλεν τῶνδέ μοι δώσειν δίκην; Πότερον ἐκείνῳ παῖδες οὐκ ἦσαν διπλοῖ, οὓς τῆσδε μᾶλλον εἰκὸς ἦν θνῄσκειν, πατρὸς καὶ μητρὸς ὄντας ἧς ὁ πλοῦς ὅδ’ ἦν χάριν; Ἢ τῶν ἐμῶν Ἅιδης τιν’ ἵμερον τέκνων ἢ τῶν ἐκείνης ἔσχε δαίσασθαι πλέον; Ἢ τῷ πανώλει πατρὶ τῶν μὲν ἐξ ἐμοῦ παίδων πόθος παρεῖτο, Μενέλεω δ’ ἐνῆν; Οὐ ταῦτ’ ἀβούλου καὶ κακοῦ γνώμην πατρός; δοκῶ μέν, εἰ καὶ σῆς δίχα γνώμης λέγω· φαίη δ’ ἂν ἡ θανοῦσά γ’, εἰ φωνὴν λάβοι. Ἐγὼ μὲν οὖν οὐκ εἰμὶ τοῖς πεπραγμένοις δύσθυμος· εἰ δὲ σοὶ δοκῶ φρονεῖν κακῶς, γνώμην δικαίαν σχοῦσα τοὺς πέλας ψέγε. [555] ΗΛΕΚΤΡΑ: Ἐρεῖς μὲν οὐχὶ νῦν γέ μ’ ὡς ἄρξασά τι λυπηρὸν εἶτα σοῦ τάδ’ ἐξήκουσ’ ὕπο· ἀλλ’ ἢν ἐφῇς μοι, τοῦ τεθνηκότος θ’ ὕπερ λέξαιμ’ ἂν ὀρθῶς τῆς κασιγνήτης θ’ ὁμοῦ. ΚΛΥΤΑΙΜΗΣΤΡΑ: Καὶ μὴν ἐφίημ’· εἰ δέ μ’ ὧδ’ ἀεὶ λόγους ἐξῆρχες, οὐκ ἂν ἦσθα λυπηρὰ κλύειν. ΗΛΕΚΤΡΑ: Καὶ δὴ λέγω σοι. Πατέρα φῂς κτεῖναι· τίς ἂν τούτου λόγος γένοιτ’ ἂν αἰσχίων ἔτι, εἴτ’ οὖν δικαίως εἴτε μή; λέξω δέ σοι ὡς οὐ δίκῃ γ’ ἔκτεινας, ἀλλά σ’ ἔσπασεν πειθὼ κακοῦ πρὸς ἀνδρὸς ᾧ τανῦν ξύνει. Ἐροῦ δὲ τὴν κυναγὸν Ἄρτεμιν τίνος ποινὰς τὰ πολλὰ πνεύματ’ ἔσχ’ ἐν Αὐλίδι· ἢ ‘γὼ φράσω; κείνης γὰρ οὐ θέμις μαθεῖν. Πατήρ ποθ’ οὑμός, ὡς ἐγὼ κλύω, θεᾶς παίζων κατ’ ἄλσος ἐξεκίνησεν ποδοῖν στικτὸν κεράστην ἔλαφον, οὗ κατὰ σφαγὰς ἐκκομπάσας ἔπος τι τυγχάνει βαλών. [570] ΚΛΥΤΑΙΜΗΣΤΡΑ: Κἀκ τοῦδε μηνίσασα Λητῴα κόρη κατεῖχ’ Ἀχαιούς, ὡς πατὴρ ἀντίσταθμον τοῦ θηρὸς ἐκθύσειε τὴν αὑτοῦ κόρην. Ὧδ’ ἦν τὰ κείνης θύματ’· οὐ γὰρ ἦν λύσις ἄλλη στρατῷ πρὸς οἶκον οὐδ’ ἐς Ἴλιον. Ἀνθ’ ὧν, βιασθεὶς πολλὰ κἀντιβάς, μόλις ἔθυσεν αὐτήν, οὐχὶ Μενέλεω χάριν. Εἰ δ’ οὖν, ἐρῶ γὰρ καὶ τὸ σόν, κεῖνον θέλων ἐπωφελῆσαι ταῦτ’ ἔδρα, τούτου θανεῖν χρῆν αὐτὸν οὕνεκ’ ἐκ σέθεν; ποίῳ νόμῳ; Ὅρα, τιθεῖσα τόνδε τὸν νόμον βροτοῖς μὴ πῆμα σαυτῇ καὶ μετάγνοιαν τιθῇς· εἰ γὰρ κτενοῦμεν ἄλλον ἀντ’ ἄλλου, σύ τοι πρώτη θάνοις ἄν, εἰ δίκης γε τυγχάνοις. Ἀλλ’ εἰσόρα μὴ σκῆψιν οὐκ οὖσαν τίθης· εἰ γὰρ θέλεις, δίδαξον ἀνθ’ ὅτου τανῦν αἴσχιστα πάντων ἔργα δρῶσα τυγχάνεις, ἥτις ξυνεύδεις τῷ παλαμναίῳ μεθ’ οὗ [590] ΚΛΥΤΑΙΜΗΣΤΡΑ: πατέρα τὸν ἀμὸν πρόσθεν ἐξαπώλεσας, καὶ παιδοποιεῖς, τοὺς δὲ πρόσθεν εὐσεβεῖς κἀξ εὐσεβῶν βλαστόντας ἐκβαλοῦσ’ ἔχεις. Πῶς ταῦτ’ ἐπαινέσαιμ’ ἄν; ἢ καὶ τοῦτ’ ἐρεῖς, ὡς τῆς θυγατρὸς ἀντίποινα λαμβάνεις; Αἰσχρῶς δ’, ἐάν περ καὶ λέγῃς· οὐ γὰρ καλὸν ἐχθροῖς γαμεῖσθαι τῆς θυγατρὸς οὕνεκα. Ἀλλ’ οὐ γὰρ οὐδὲ νουθετεῖν ἔξεστί σε, ἣ πᾶσαν ἵης γλῶσσαν ὡς τὴν μητέρα κακοστομοῦμεν. Καί σ’ ἔγωγε δεσπότιν ἢ μητέρ’ οὐκ ἔλασσον εἰς ἡμᾶς νέμω, ἣ ζῶ βίον μοχθηρόν, ἔκ τε σοῦ κακοῖς πολλοῖς ἀεὶ ξυνοῦσα τοῦ τε συννόμου. Ὁ δ’ ἄλλος ἔξω, χεῖρα σὴν μόλις φυγών, τλήμων Ὀρέστης, δυστυχῆ τρίβει βίον· ὃν πολλὰ δή με σοὶ τρέφειν μιάστορα ἐπῃτιάσω· καὶ τόδ’, εἴπερ ἔσθενον, ἔδρων ἄν, εὖ τοῦτ’ ἴσθι. Τοῦδέ γ’ οὕνεκα [610] ΚΛΥΤΑΙΜΗΣΤΡΑ: κήρυσσέ μ’ εἰς ἅπαντας, εἴτε χρὴ κακήν, εἴτε στόμαργον, εἴτ’ ἀναιδείας πλέαν· εἰ γὰρ πέφυκα τῶνδε τῶν ἔργων ἴδρις, σχεδόν τι τὴν σὴν οὐ καταισχύνω φύσιν. ΧΟΡΟΣ: Ὁρῶ μένος πνέουσαν· εἰ δὲ σὺν δίκῃ ξύνεστι, τοῦδε φροντίδ’ οὐκέτ’ εἰσορῶ. ΚΛΥΤΑΙΜΗΣΤΡΑ: Ποίας δ’ ἐμοὶ δεῖ πρός γε τήνδε φροντίδος, ἥτις τοιαῦτα τὴν τεκοῦσαν ὕβρισεν, καὶ ταῦτα τηλικοῦτος; ἆρά σοι δοκεῖ χωρεῖν ἂν εἰς πᾶν ἔργον αἰσχύνης ἄτερ; ΗΛΕΚΤΡΑ: Εὖ νῦν ἐπίστω τῶνδέ μ’ αἰσχύνην ἔχειν, κεἰ μὴ δοκῶ σοι· μανθάνω δ’ ὁθούνεκα ἔξωρα πράσσω κοὐκ ἐμοὶ προσεικότα. Ἀλλ’ ἡ γὰρ ἐκ σοῦ δυσμένεια καὶ τὰ σὰ ἔργ’ ἐξαναγκάζει με ταῦτα δρᾶν βίᾳ· αἰσχροῖς γὰρ αἰσχρὰ πράγματ’ ἐκδιδάσκεται. ΚΛΥΤΑΙΜΗΣΤΡΑ: Ὦ θρέμμ’ ἀναιδές, ἦ σ’ ἐγὼ καὶ τἄμ’ ἔπη καὶ τἄργα τἀμὰ πόλλ’ ἄγαν λέγειν ποεῖ. [625] ΗΛΕΚΤΡΑ: Σύ τοι λέγεις νιν, οὐκ ἐγώ· σὺ γὰρ ποεῖς τοὔργον, τὰ δ’ ἔργα τοὺς λόγους εὑρίσκεται. ΚΛΥΤΑΙΜΗΣΤΡΑ: Ἀλλ’ οὐ μὰ τὴν δέσποιναν Ἄρτεμιν θράσους τοῦδ’ οὐκ ἀλύξεις, εὖτ’ ἂν Αἴγισθος μόλῃ. ΗΛΕΚΤΡΑ: Ὁρᾷς; πρὸς ὀργὴν ἐκφέρῃ, μεθεῖσά μοι λέγειν ἃ χρῄζοιμ’, οὐδ’ ἐπίστασαι κλύειν. ΚΛΥΤΑΙΜΗΣΤΡΑ: Οὔκουν ἐάσεις οὐδ’ ὑπ’ εὐφήμου βοῆς θῦσαί μ’, ἐπειδὴ σοί γ’ ἐφῆκα πᾶν λέγειν; ΗΛΕΚΤΡΑ: Ἐῶ, κελεύω, θῦε· μηδ’ ἐπαιτιῶ τοὐμὸν στόμ’, ὡς οὐκ ἂν πέρα λέξαιμ’ ἔτι. ΚΛΥΤΑΙΜΗΣΤΡΑ: Ἔπαιρε δὴ σὺ θύμαθ’ ἡ παροῦσά μοι πάγκαρπ’, ἄνακτι τῷδ’ ὅπως λυτηρίους εὐχὰς ἀνάσχω δειμάτων ἃ νῦν ἔχω. Κλύοις ἂν ἤδη Φοῖβε προστατήριε, κεκρυμμένην μου βάξιν· οὐ γὰρ ἐν φίλοις ὁ μῦθος, οὐδὲ πᾶν ἀναπτύξαι πρέπει πρὸς φῶς, παρούσης τῆσδε πλησίας ἐμοί, μὴ σὺν φθόνῳ τε καὶ πολυγλώσσῳ βοῇ [645] ΚΛΥΤΑΙΜΗΣΤΡΑ: σπείρῃ ματαίαν βάξιν εἰς πᾶσαν πόλιν· ἀλλ’ ὧδ’ ἄκουε· τῇδε γὰρ κἀγὼ φράσω. Ἃ γὰρ προσεῖδον νυκτὶ τῇδε φάσματα δισσῶν ὀνείρων, ταῦτά μοι, Λύκει’ ἄναξ, εἰ μὲν πέφηνεν ἐσθλά, δὸς τελεσφόρα, εἰ δ’ ἐχθρά, τοῖς ἐχθροῖσιν ἔμπαλιν μέθες. Καὶ μή με πλούτου τοῦ παρόντος εἴ τινες δόλοισι βουλεύουσιν ἐκβαλεῖν, ἐφῇς, ἀλλ’ ὧδέ μ’ αἰεὶ ζῶσαν ἀβλαβεῖ βίῳ δόμους Ἀτρειδῶν σκῆπτρά τ’ ἀμφέπειν τάδε, φίλοισί τε ξυνοῦσαν οἷς ξύνειμι νῦν εὐημεροῦσαν καὶ τέκνων ὅσων ἐμοὶ δύσνοια μὴ πρόσεστιν ἢ λύπη πικρά. Ταῦτ’, ὦ Λύκει’ Ἄπολλον, ἵλεως κλύων δὸς πᾶσιν ἡμῖν ὥσπερ ἐξαιτούμεθα· τὰ δ’ ἄλλα πάντα καὶ σιωπώσης ἐμοῦ ἐπαξιῶ σε δαίμον’ ὄντ’ ἐξειδέναι· τοὺς ἐκ Διὸς γὰρ εἰκός ἐστι πάνθ’ ὁρᾶν. [660] ΠΑΙΔΑΓΩΓΟΣ: Ξέναι γυναῖκες, πῶς ἂν εἰδείην σαφῶς εἰ τοῦ τυράννου δώματ’ Αἰγίσθου τάδε; ΧΟΡΟΣ: Τάδ’ ἐστίν, ὦ ξέν’· αὐτὸς εἴκασας καλῶς. ΠΑΙΔΑΓΩΓΟΣ: Ἦ καὶ δάμαρτα τήνδ’ ἐπεικάζων κυρῶ κείνου; πρέπει γὰρ ὡς τύραννος εἰσορᾶν. ΧΟΡΟΣ: Μάλιστα πάντων· ἥδε σοι κείνη πάρα. ΠΑΙΔΑΓΩΓΟΣ: Ὦ χαῖρ’, ἄνασσα· σοὶ φέρων ἥκω λόγους ἡδεῖς φίλου παρ’ ἀνδρὸς Αἰγίσθῳ θ’ ὁμοῦ. ΚΛΥΤΑΙΜΗΣΤΡΑ: Ἐδεξάμην τὸ ῥηθέν· εἰδέναι δέ σου πρώτιστα χρῄζω τίς σ’ ἀπέστειλεν βροτῶν. ΠΑΙΔΑΓΩΓΟΣ: Φανοτεὺς ὁ Φωκεύς, πρᾶγμα πορσύνων μέγα. ΚΛΥΤΑΙΜΗΣΤΡΑ: Τὸ ποῖον, ὦ ξέν’; εἰπέ· παρὰ φίλου γὰρ ὢν ἀνδρὸς, σάφ’ οἶδα, προσφιλεῖς λέξεις λόγους. ΠΑΙΔΑΓΩΓΟΣ: Τέθνηκ’ Ὀρέστης· ἐν βραχεῖ ξυνθεὶς λέγω. ΗΛΕΚΤΡΑ: Οἲ ‘γὼ τάλαιν’, ὄλωλα τῇδ’ ἐν ἡμέρᾳ. ΚΛΥΤΑΙΜΗΣΤΡΑ: Τί φῄς, τί φῄς, ὦ ξεῖνε; μὴ ταύτης κλύε. ΠΑΙΔΑΓΩΓΟΣ: Θανόντ’ Ὀρέστην νῦν τε καὶ πάλαι λέγω. ΗΛΕΚΤΡΑ: Ἀπωλόμην δύστηνος, οὐδέν εἰμ’ ἔτι. [680] ΚΛΥΤΑΙΜΗΣΤΡΑ: Σὺ μὲν τὰ σαυτῆς πρᾶσσ’· ἐμοὶ δὲ σύ, ξένε, τἀληθὲς εἰπέ· τῷ τρόπῳ διόλλυται; ΠΑΙΔΑΓΩΓΟΣ: Κἀπεμπόμην πρὸς ταῦτα καὶ τὸ πᾶν φράσω. Κεῖνος γὰρ ἐλθὼν εἰς τὸ κλεινὸν Ἑλλάδος πρόσχημ’ ἀγῶνος, Δελφικῶν ἄθλων χάριν, ὅτ’ ᾔσθετ’ ἀνδρὸς ὀρθίων κηρυγμάτων δρόμον προκηρύξαντος, οὗ πρώτη κρίσις, εἰσῆλθε λαμπρός, πᾶσι τοῖς ἐκεῖ σέβας· δρόμου δ’ ἰσώσας τῇ φύσει τὰ τέρματα, νίκης ἔχων ἐξῆλθε πάντιμον γέρας. Χὤπως μὲν ἐν πολλοῖσι παῦρά σοι λέγω οὐκ οἶδα τοιοῦδ’ ἀνδρὸς ἔργα καὶ κράτη· ἓν δ’ ἴσθ’ ὅσων γὰρ εἰσεκήρυξαν βραβῆς †δρόμων, διαύλων, πένταθλ’ ἃ νομίζεται , τούτων ἐνεγκὼν πάντα τἀπινίκια, ὠλβίζετ’, Ἀργεῖος μὲν ἀνακαλούμενος, ὄνομα δ’ Ὀρέστης, τοῦ τὸ κλεινὸν Ἑλλάδος Ἀγαμέμνονος στράτευμ’ ἀγείραντός ποτε. [700] ΚΛΥΤΑΙΜΗΣΤΡΑ: Καὶ ταῦτα μὲν τοιαῦθ’· ὅταν δέ τις θεῶν βλάπτῃ, δύναιτ’ ἂν οὐδ’ ἂν ἰσχύων φυγεῖν. Κεῖνος γὰρ ἄλλης ἡμέρας, ὅθ’ ἱππικῶν ἦν ἡλίου τέλλοντος ὠκύπους ἀγών, εἰσῆλθε πολλῶν ἁρματηλατῶν μέτα. Εἷς ἦν Ἀχαιός, εἷς ἀπὸ Σπάρτης, δύο Λίβυες, ζυγωτῶν ἁρμάτων ἐπιστάται· κἀκεῖνος ἐν τούτοισι θεσσαλὰς ἔχων ἵππους, ὁ πέμπτος· ἕκτος ἐξ Αἰτωλίας ξανθαῖσι πώλοις· ἕβδομος Μάγνης ἀνήρ· ὁ δ’ ὄγδοος λεύκιππος, Αἰνιὰν γένος· ἔνατος Ἀθηνῶν τῶν θεοδμήτων ἄπο· Βοιωτὸς ἄλλος, δέκατον ἐκπληρῶν ὄχον. Στάντες δ’ ὅθ’ αὐτοὺς οἱ τεταγμένοι βραβῆς κλήροις ἔπηλαν καὶ κατέστησαν δίφρους, χαλκῆς ὑπαὶ σάλπιγγος ᾖξαν· οἱ δ’ ἅμα ἵπποις ὁμοκλήσαντες ἡνίας χεροῖν ἔσεισαν· ἐν δὲ πᾶς ἐμεστώθη δρόμος [715] ΚΛΥΤΑΙΜΗΣΤΡΑ: κτύπου κροτητῶν ἁρμάτων· κόνις δ’ ἄνω φορεῖθ’· ὁμοῦ δὲ πάντες ἀναμεμιγμένοι φείδοντο κέντρων οὐδέν, ὡς ὑπερβάλοι χνόας τις αὐτῶν καὶ φρυάγμαθ’ ἱππικά. Ὁμοῦ γὰρ ἀμφὶ νῶτα καὶ τροχῶν βάσεις ἤφριζον, εἰσέβαλλον ἱππικαὶ πνοαί. Κεῖνος δ’ ὑπ’ αὐτὴν ἐσχάτην στήλην ἔχων ἔχριμπτ’ ἀεὶ σύριγγα, δεξιὸν δ’ ἀνεὶς σειραῖον ἵππον, εἶργε τὸν προσκείμενον. Καὶ πρὶν μὲν ὀρθοὶ πάντες ἕστασαν δίφροι· ἔπειτα δ’ Αἰνιᾶνος ἀνδρὸς ἄστομοι πῶλοι βίᾳ φέρουσιν, ἐκ δ’ ὑποστροφῆς, τελοῦντες ἕκτον ἕβδομόν τ’ ἤδη δρόμον, μέτωπα συμπαίουσι βαρκαίοις ὄχοις· κἀντεῦθεν ἄλλος ἄλλον ἐξ ἑνὸς κακοῦ ἔθραυε κἀνέπιπτε, πᾶν δ’ ἐπίμπλατο ναυαγίων Κρισαῖον ἱππικῶν πέδον. Γνοὺς δ’ οὑξ Ἀθηνῶν δεινὸς ἡνιοστρόφος [735] ΚΛΥΤΑΙΜΗΣΤΡΑ: ἔξω παρασπᾷ κἀνοκωχεύει παρεὶς κλύδων’ ἔφιππον ἐν μέσῳ κυκώμενον. Ἤλαυνε δ’ ἔσχατος μέν, ὑστέρας ἔχων πώλους Ὀρέστης, τῷ τέλει πίστιν φέρων· ὅπως δ’ ὁρᾷ μόνον νιν ἐλλελειμμένον, ὀξὺν δι’ ὤτων κέλαδον ἐνσείσας θοαῖς πώλοις διώκει, κἀξισώσαντε ζυγὰ ἠλαυνέτην, τότ’ ἄλλος, ἄλλοθ’ ἅτερος κάρα προβάλλων ἱππικῶν ὀχημάτων. Καὶ τοὺς μὲν ἄλλους πάντας ἀσφαλεῖς δρόμους ὠρθοῦθ’ ὁ τλήμων ὀρθὸς ἐξ ὀρθῶν δίφρων· ἔπειτα, λύων ἡνίαν ἀριστερὰν κάμπτοντος ἵππου, λανθάνει στήλην ἄκραν παίσας· ἔθραυσε δ’ ἄξονος μέσας χνόας, κἀξ ἀντύγων ὤλισθε· σὺν δ’ ἑλίσσεται τμητοῖς ἱμᾶσι· τοῦ δὲ πίπτοντος πέδῳ πῶλοι διεσπάρησαν ἐς μέσον δρόμον. Στρατὸς δ’ ὅπως ὁρᾷ νιν ἐκπεπτωκότα [750] ΚΛΥΤΑΙΜΗΣΤΡΑ: δίφρων, ἀνωλόλυξε τὸν νεανίαν, οἷ’ ἔργα δράσας οἷα λαγχάνει κακά, φορούμενος πρὸς οὖδας, ἄλλοτ’ οὐρανῷ σκέλη προφαίνων, ἔστε νιν διφρηλάται, μόλις κατασχεθόντες ἱππικὸν δρόμον, ἔλυσαν αἱματηρόν, ὥστε μηδένα γνῶναι φίλων ἰδόντ’ ἂν ἄθλιον δέμας. Καί νιν πυρᾷ κέαντες εὐθὺς ἐν βραχεῖ χαλκῷ μέγιστον σῶμα δειλαίας σποδοῦ φέρουσιν ἄνδρες Φωκέων τεταγμένοι, ὅπως πατρῴας τύμβον ἐκλάχοι χθονός. Τοιαῦτά σοι ταῦτ’ ἐστίν, ὡς μὲν ἐν λόγοις ἀλγεινά, τοῖς δ’ ἰδοῦσιν, οἵπερ εἴδομεν, μέγιστα πάντων ὧν ὄπωπ’ ἐγὼ κακῶν. ΧΟΡΟΣ: Φεῦ φεῦ· τὸ πᾶν δὴ δεσπόταισι τοῖς πάλαι πρόρριζον, ὡς ἔοικεν, ἔφθαρται γένος. ΚΛΥΤΑΙΜΗΣΤΡΑ: Ὦ Ζεῦ, τί ταῦτα; πότερον εὐτυχῆ λέγω ἢ δεινὰ μέν, κέρδη δέ; λυπηρῶς δ’ ἔχει, [770] ΚΛΥΤΑΙΜΗΣΤΡΑ: εἰ τοῖς ἐμαυτῆς τὸν βίον σῴζω κακοῖς. ΠΑΙΔΑΓΩΓΟΣ: Τί δ’ ὧδ’ ἀθυμεῖς, ὦ γύναι, τῷ νῦν λόγῳ; ΚΛΥΤΑΙΜΗΣΤΡΑ: Δεινὸν τὸ τίκτειν ἐστίν· οὐδὲ γὰρ κακῶς πάσχοντι μῖσος ὧν τέκῃ προσγίγνεται. ΠΑΙΔΑΓΩΓΟΣ: Μάτην ἄρ’ ἡμεῖς, ὡς ἔοικεν, ἥκομεν. ΚΛΥΤΑΙΜΗΣΤΡΑ: Οὔτοι μάτην γε· πῶς γὰρ ἂν μάτην λέγοις; εἴ μοι θανόντος πίστ’ ἔχων τεκμήρια προσῆλθες, ὅστις τῆς ἐμῆς ψυχῆς γεγώς, μαστῶν ἀποστὰς καὶ τροφῆς ἐμῆς, φυγὰς ἀπεξενοῦτο· καί μ’, ἐπεὶ τῆσδε χθονὸς ἐξῆλθεν, οὐκέτ’ εἶδεν· ἐγκαλῶν δέ μοι φόνους πατρῴους δείν’ ἐπηπείλει τελεῖν· ὥστ’ οὔτε νυκτὸς ὕπνον οὔτ’ ἐξ ἡμέρας ἐμὲ στεγάζειν ἡδύν, ἀλλ’ ὁ προστατῶν χρόνος διῆγέ μ’ αἰὲν ὡς θανουμένην. Νῦν δ’ ‑ ἡμέρᾳ γὰρ τῇδ’ ἀπήλλαγμαι φόβου πρὸς τῆσδ’ ἐκείνου θ’· ἥδε γὰρ μείζων βλάβη ξύνοικος ἦν μοι, τοὐμὸν ἐκπίνουσ’ ἀεὶ [790] ΚΛΥΤΑΙΜΗΣΤΡΑ: ψυχῆς ἄκρατον αἷμα ‑ νῦν δ’ ἕκηλά που τῶν τῆσδ’ ἀπειλῶν οὕνεχ’ ἡμερεύσομεν. ΗΛΕΚΤΡΑ: Οἴμοι τάλαινα· νῦν γὰρ οἰμῶξαι πάρα, Ὀρέστα, τὴν σὴν ξυμφοράν, ὅθ’ ὧδ’ ἔχων πρὸς τῆσδ’ ὑβρίζῃ μητρός· ἆρ’ ἔχει καλῶς; ΚΛΥΤΑΙΜΗΣΤΡΑ: Οὔτοι σύ· κεῖνος δ’, ὡς ἔχει, καλῶς ἔχει. ΗΛΕΚΤΡΑ: Ἄκουε, Νέμεσι τοῦ θανόντος ἀρτίως. ΚΛΥΤΑΙΜΗΣΤΡΑ: Ἤκουσεν ὧν δεῖ κἀπεκύρωσεν καλῶς. ΗΛΕΚΤΡΑ: Ὕβριζε· νῦν γὰρ εὐτυχοῦσα τυγχάνεις. ΚΛΥΤΑΙΜΗΣΤΡΑ: Οὔκουν Ὀρέστης καὶ σὺ παύσετον τάδε. ΗΛΕΚΤΡΑ: Πεπαύμεθ’ ἡμεῖς, οὐχ ὅπως σὲ παύσομεν. ΚΛΥΤΑΙΜΗΣΤΡΑ: Πολλῶν ἂν ἥκοις, ὦ ξέν’, ἄξιος τυχεῖν, εἰ τήνδ’ ἔπαυσας τῆς πολυγλώσσου βοῆς. ΠΑΙΔΑΓΩΓΟΣ: Οὐκοῦν ἀποστείχοιμ’ ἄν, εἰ τάδ’ εὖ κυρεῖ. ΚΛΥΤΑΙΜΗΣΤΡΑ: Ἥκιστ’· ἐπείπερ οὔτ’ ἐμοῦ καταξίως πράξειας οὔτε τοῦ πορεύσαντος ξένου. Ἀλλ’ εἴσιθ’ εἴσω· τήνδε δ’ ἔκτοθεν βοᾶν ἔα τά θ’ αὑτῆς καὶ τὰ τῶν φίλων κακά. [805] ΗΛΕΚΤΡΑ: Ἆρ’ ὑμίν, ὡς ἀλγοῦσα κὠδυνωμένη, δεινῶς δακρῦσαι κἀπικωκῦσαι δοκεῖ τὸν υἱὸν ἡ δύστηνος ὧδ’ ὀλωλότα, ἀλλ’ ἐγγελῶσα φροῦδος; Ὢ τάλαιν’ ἐγώ· Ὀρέστα φίλταθ’, ὥς μ’ ἀπώλεσας θανών. Ἀποσπάσας γὰρ τῆς ἐμῆς οἴχῃ φρενὸς αἵ μοι μόναι παρῆσαν ἐλπίδων ἔτι, σὲ πατρὸς ἥξειν ζῶντα τιμωρόν ποτε κἀμοῦ ταλαίνης. Νῦν δὲ ποῖ με χρὴ μολεῖν; μόνη γάρ εἰμι, σοῦ τ’ ἀπεστερημένη καὶ πατρός· ἤδη δεῖ με δουλεύειν πάλιν ἐν τοῖσιν ἐχθίστοισιν ἀνθρώπων ἐμοί, φονεῦσι πατρός· ἆρά μοι καλῶς ἔχει; Ἀλλ’ οὔ τι μὴν ἔγωγε τοῦ λοιποῦ χρόνου ξύνοικος εἴσειμ’, ἀλλὰ τῇδε πρὸς πύλῃ παρεῖσ’ ἐμαυτὴν ἄφιλος αὐανῶ βίον. Πρὸς ταῦτα καινέτω τις, εἰ βαρύνεται, τῶν ἔνδον ὄντων· ὡς χάρις μέν, ἢν κτάνῃ, [825] ΚΛΥΤΑΙΜΗΣΤΡΑ: λύπη δ’, ἐὰν ζῶ· τοῦ βίου δ’ οὐδεὶς πόθος. ΧΟΡΟΣ: Ποῦ ποτε κεραυνοὶ Διός, ἢ ποῦ φαέθων Ἅ- Str. 1 . λιος, εἰ ταῦτ’ ἐφορῶν- τες κρύπτουσιν ἕκηλοι; ΗΛΕΚΤΡΑ: Ἒ ἔ, αἰαῖ. ΧΟΡΟΣ: Ὦ παῖ, τί δακρύεις; ΗΛΕΚΤΡΑ: Φεῦ. ΧΟΡΟΣ: Μηδὲν μέγ’ ἀΰσῃς. ΗΛΕΚΤΡΑ: Ἀπολεῖς. ΧΟΡΟΣ: Πῶς; ΗΛΕΚΤΡΑ: Εἰ τῶν φανερῶς οἰχομέ- νων εἰς Ἀΐδαν ἐλπίδ’ ὑπ- οίσεις, κατ’ ἐμοῦ τακομέ- νας μᾶλλον ἐπεμβάσῃ. ΧΟΡΟΣ: Οἶδα γὰρ ἄνακτ’ Ἀμφιάρεων χρυσοδέτοις ἕρ- Ant. 1 . κεσι κρυφθέντα γυναι- κῶν· καὶ νῦν ὑπὸ γαίας ‑ ΗΛΕΚΤΡΑ: Ἒ ἔ, ἰώ. ΧΟΡΟΣ: πάμψυχος ἀνάσσει. ΗΛΕΚΤΡΑ: Φεῦ. ΧΟΡΟΣ: Φεῦ δῆτ’· ὀλοὰ γὰρ ‑ ΗΛΕΚΤΡΑ: ἐδάμη. ΧΟΡΟΣ: Ναί. ΗΛΕΚΤΡΑ: Οἶδ’ οἶδ’· ἐφάνη γὰρ μελέ- [850] ΚΛΥΤΑΙΜΗΣΤΡΑ: τωρ ἀμφὶ τὸν ἐν πένθει· ἐ- μοὶ δ’ οὔτις ἔτ’ ἔσθ’· ὃς γὰρ ἔτ’ ἦν, φροῦδος ἀναρπασθείς. ΧΟΡΟΣ: Δειλαία δειλαίων κυρεῖς. Str. 2 . ΗΛΕΚΤΡΑ: Κἀγὼ τοῦδ’ ἴστωρ, ὑπερίστωρ, πανσύρτῳ παμμήνῳ πολλῶν δεινῶν ‹τε› στυγνῶν τ’ ἀχθῶν. ΧΟΡΟΣ: Εἴδομεν ἃ θροεῖς. ΗΛΕΚΤΡΑ: Μή μέ νυν μηκέτι παραγάγῃς, ἵν’ οὐ ‑ ΧΟΡΟΣ: Τί φῄς; ΗΛΕΚΤΡΑ: πάρεισιν ἐλπίδων ἔτι κοινοτόκων εὐπατριδᾶν τ’ ἀρωγαί. ΧΟΡΟΣ: Πᾶσι θνατοῖς ἔφυ μόρος. Ant. 2 . ΗΛΕΚΤΡΑ: Ἦ καὶ χαλάργοις ἐν ἁμίλλαις οὕτως, ὡς κείνῳ δυστάνῳ, τμητοῖς ὁλκοῖς ἐγκῦρσαι; ΧΟΡΟΣ: Ἄσκοπος ἁ λώβα. ΗΛΕΚΤΡΑ: Πῶς γὰρ οὔκ; εἰ ξένος [870] ΚΛΥΤΑΙΜΗΣΤΡΑ: ἄτερ ἐμᾶν χερῶν ‑ ΧΟΡΟΣ: Παπαῖ. ΗΛΕΚΤΡΑ: κέκευθεν, οὔτε του τάφου ἀντιάσας οὔτε γόων παρ’ ἡμῶν. ΧΡΥΣΟΘΕΜΙΣ: Ὑφ’ ἡδονῆς τοι, φιλτάτη, διώκομαι τὸ κόσμιον μεθεῖσα σὺν τάχει μολεῖν· φέρω γὰρ ἡδονάς τε κἀνάπαυλαν ὧν πάροιθεν εἶχες καὶ κατέστενες κακῶν. ΗΛΕΚΤΡΑ: Πόθεν δ’ ἂν εὕροις τῶν ἐμῶν σὺ πημάτων ἄρηξιν, οἷς ἴασιν οὐκ ἔνεστ’ ἰδεῖν; ΧΡΥΣΟΘΕΜΙΣ: Πάρεστ’ Ὀρέστης ἡμίν, ἴσθι τοῦτ’ ἐμοῦ κλύουσ’, ἐναργῶς, ὥσπερ εἰσορᾷς ἐμέ. ΗΛΕΚΤΡΑ: Ἀλλ’ ἦ μέμηνας, ὦ τάλαινα, κἀπὶ τοῖς σαυτῆς κακοῖσι κἀπὶ τοῖς ἐμοῖς γελᾷς; ΧΡΥΣΟΘΕΜΙΣ: Μὰ τὴν πατρῴαν ἑστίαν, ἀλλ’ οὐχ ὕβριν λέγω τάδ’, ἀλλ’ ἐκεῖνον ὡς παρόντα νῷν. ΗΛΕΚΤΡΑ: Οἴμοι τάλαινα· καὶ τίνος βροτῶν λόγον τόνδ’ εἰσακούσασ’ ὧδε πιστεύεις ἄγαν; ΧΡΥΣΟΘΕΜΙΣ: Ἐγὼ μὲν ἐξ ἐμοῦ τε κοὐκ ἄλλης, σαφῆ [890] ΚΛΥΤΑΙΜΗΣΤΡΑ: σημεῖ’ ἰδοῦσα, τῷδε πιστεύω λόγῳ. ΗΛΕΚΤΡΑ: Τίν’, ὦ τάλαιν’, ἰδοῦσα πίστιν; ἐς τί μοι βλέψασα θάλπῃ τῷδ’ ἀνηκέστῳ πυρί; ΧΡΥΣΟΘΕΜΙΣ: Πρός νυν θεῶν ἄκουσον, ὡς μαθοῦσά μου τὸ λοιπὸν ἢ φρονοῦσαν ἢ μώραν λέγῃς. ΗΛΕΚΤΡΑ: Σὺ δ’ οὖν λέγ’, εἴ σοι τῷ λόγῳ τις ἡδονή. ΧΡΥΣΟΘΕΜΙΣ: Καὶ δὴ λέγω σοι πᾶν ὅσον κατειδόμην. Ἐπεὶ γὰρ ἦλθον πατρὸς ἀρχαῖον τάφον, ὁρῶ κολώνης ἐξ ἄκρας νεορρύτους πηγὰς γάλακτος, καὶ περιστεφῆ κύκλῳ πάντων ὅσ’ ἔστιν ἀνθέων θήκην πατρός· ἰδοῦσα δ’ ἔσχον θαῦμα, καὶ περισκοπῶ μή πού τις ἡμῖν ἐγγὺς ἐγχρίμπτῃ βροτῶν. Ὡς δ’ ἐν γαλήνῃ πάντ’ ἐδερκόμην τόπον, τύμβου προσεῖρπον ἆσσον· ἐσχάτης δ’ ὁρῶ πυρᾶς νεώρη βόστρυχον τετμημένον· κεὐθὺς τάλαιν’ ὡς εἶδον, ἐμπαίει τί μοι ψυχῇ σύνηθες ὄμμα, φιλτάτου βροτῶν [905] ΚΛΥΤΑΙΜΗΣΤΡΑ: πάντων Ὀρέστου τοῦθ’ ὁρᾶν τεκμήριον· καὶ χερσὶ βαστάσασα δυσφημῶ μὲν οὔ, χαρᾷ δὲ πίμπλημ’ εὐθὺς ὄμμα δακρύων. Καὶ νῦν θ’ ὁμοίως καὶ τότ’ ἐξεπίσταμαι μή του τόδ’ ἀγλάϊσμα πλὴν κείνου μολεῖν· τῷ γὰρ προσήκει πλήν γ’ ἐμοῦ καὶ σοῦ τόδε; Κἀγὼ μὲν οὐκ ἔδρασα, τοῦτ’ ἐπίσταμαι, οὐδ’ αὖ σύ· πῶς γάρ; ᾗ γε μηδὲ πρὸς θεοὺς ἔξεστ’ ἀκλαύτῳ τῆσδ’ ἀποστῆναι στέγης· ἄλλ’ οὐδὲ μὲν δὴ μητρὸς οὔθ’ ὁ νοῦς φιλεῖ τοιαῦτα πράσσειν οὔτε δρῶσ’ ἐλάνθανεν· ἀλλ’ ἔστ’ Ὀρέστου ταῦτα τἀπιτίμια. Ἀλλ’, ὦ φίλη, θάρσυνε· τοῖς αὐτοῖσί τοι οὐχ αὑτὸς αἰεὶ δαιμόνων παραστατεῖ· νῷν ἦν τὰ πρόσθε στυγνός; ἡ δὲ νῦν ἴσως πολλῶν ὑπάρξει κῦρος ἡμέρα καλῶν. ΗΛΕΚΤΡΑ: Φεῦ τῆς ἀνοίας, ὥς σ’ ἐποικτίρω πάλαι. ΧΡΥΣΟΘΕΜΙΣ: Τί δ’ ἔστιν; οὐ πρὸς ἡδονὴν λέγω τάδε; [925] ΗΛΕΚΤΡΑ: Οὐκ οἶσθ’ ὅποι γῆς οὐδ’ ὅποι γνώμης φέρῃ. ΧΡΥΣΟΘΕΜΙΣ: Πῶς δ’ οὐκ ἐγὼ κάτοιδ’ ἅ γ’ εἶδον ἐμφανῶς; ΗΛΕΚΤΡΑ: Τέθνηκεν, ὦ τάλαινα· τἀκείνου δέ σοι σωτήρι’ ἔρρει· μηδὲν ἐς κεῖνόν γ’ ὅρα. ΧΡΥΣΟΘΕΜΙΣ: Οἴμοι τάλαινα· τοῦ τάδ’ ἤκουσας βροτῶν; ΗΛΕΚΤΡΑ: Τοῦ πλησίον παρόντος ἡνίκ’ ὤλλυτο. ΧΡΥΣΟΘΕΜΙΣ: Καὶ ποῦ ‘στιν οὗτος; θαῦμά τοί μ’ ὑπέρχεται. ΗΛΕΚΤΡΑ: Κατ’ οἶκον, ἡδὺς οὐδὲ μητρὶ δυσχερής. ΧΡΥΣΟΘΕΜΙΣ: Οἴμοι τάλαινα· τοῦ γὰρ ἀνθρώπων ποτ’ ἦν τὰ πολλὰ πατρὸς πρὸς τάφον κτερίσματα; ΗΛΕΚΤΡΑ: Οἶμαι μάλιστ’ ἔγωγε τοῦ τεθνηκότος μνημεῖ’ Ὀρέστου ταῦτα προσθεῖναί τινα. ΧΡΥΣΟΘΕΜΙΣ: Ὢ δυστυχής· ἐγὼ δὲ σὺν χαρᾷ λόγους τοιούσδ’ ἔχουσ’ ἔσπευδον, οὐκ εἰδυῖ’ ἄρα ἵν’ ἦμεν ἄτης· ἀλλὰ νῦν, ὅθ’ ἱκόμην, τά τ’ ὄντα πρόσθεν ἄλλα θ’ εὑρίσκω κακά. ΗΛΕΚΤΡΑ: Οὕτως ἔχει σοι ταῦτ’· ἐὰν δέ μοι πίθῃ, τῆς νῦν παρούσης πημονῆς λύσεις βάρος. [940] ΧΡΥΣΟΘΕΜΙΣ: Ἦ τοὺς θανόντας ἐξαναστήσω ποτέ; ΗΛΕΚΤΡΑ: Οὐκ ἔσθ’ ὅ γ’ εἶπον· οὐ γὰρ ὧδ’ ἄφρων ἔφυν. ΧΡΥΣΟΘΕΜΙΣ: Τί γὰρ κελεύεις ὧν ἐγὼ φερέγγυος; ΗΛΕΚΤΡΑ: Τλῆναί σε δρῶσαν ἃν ἐγὼ παραινέσω. ΧΡΥΣΟΘΕΜΙΣ: Ἀλλ’ εἴ τις ὠφέλειά γ’, οὐκ ἀπώσομαι. ΗΛΕΚΤΡΑ: Ὅρα, πόνου τοι χωρὶς οὐδὲν εὐτυχεῖ. ΧΡΥΣΟΘΕΜΙΣ: Ὁρῶ· ξυνοίσω πᾶν ὅσονπερ ἂν σθένω. ΗΛΕΚΤΡΑ: Ἄκουε δή νυν ᾗ βεβούλευμαι ποεῖν. Παρουσίαν μὲν οἶσθα καὶ σύ που φίλων ὡς οὔτις ἡμῖν ἐστιν, ἀλλ’ Ἅιδης λαβὼν ἀπεστέρηκε καὶ μόνα λελείμμεθον· ἐγὼ δ’, ἕως μὲν τὸν κασίγνητον βίῳ θάλλοντ’ ἔτ’ εἰσήκουον, εἶχον ἐλπίδας φόνου ποτ’ αὐτὸν πράκτορ’ ἵξεσθαι πατρός· νῦν δ’, ἡνίκ’ οὐκέτ’ ἔστιν, εἰς σὲ δὴ βλέπω, ὅπως τὸν αὐτόχειρα πατρῴου φόνου ξὺν τῇδ’ ἀδελφῇ μὴ κατοκνήσεις κτανεῖν, Αἴγισθον· οὐδὲν γάρ σε δεῖ κρύπτειν μ’ ἔτι. [960] ΚΛΥΤΑΙΜΗΣΤΡΑ: Ποῖ γὰρ μενεῖς ῥᾴθυμος ἐς τίν’ ἐλπίδων βλέψασ’ ἔτ’ ὀρθήν; ᾗ πάρεστι μὲν στένειν πλούτου πατρῴου κτῆσιν ἐστερημένῃ, πάρεστι δ’ ἀλγεῖν ἐς τοσόνδε τοῦ χρόνου ἄλεκτρα γηράσκουσαν ἀνυμέναιά τε. Καὶ τῶνδε μέντοι μηκέτ’ ἐλπίσῃς ὅπως τεύξῃ ποτ’· οὐ γὰρ ὧδ’ ἄβουλός ἐστ’ ἀνὴρ Αἴγισθος, ὥστε σόν ποτ’ ἢ κἀμὸν γένος βλαστεῖν ἐᾶσαι, πημονὴν αὑτῷ σαφῆ. Ἀλλ’ ἢν ἐπίσπῃ τοῖς ἐμοῖς βουλεύμασιν, πρῶτον μὲν εὐσέβειαν ἐκ πατρὸς κάτω θανόντος οἴσῃ τοῦ κασιγνήτου θ’ ἅμα· ἔπειτα δ’, ὥσπερ ἐξέφυς, ἐλευθέρα καλῇ τὸ λοιπὸν καὶ γάμων ἐπαξίων τεύξῃ· φιλεῖ γὰρ πρὸς τὰ χρηστὰ πᾶς ὁρᾶν. Λόγῳ γε μὴν εὔκλειαν οὐχ ὁρᾷς ὅσην σαυτῇ τε κἀμοὶ προσβαλεῖς πεισθεῖσ’ ἐμοί; Τίς γάρ ποτ’ ἀστῶν ἢ ξένων ἡμᾶς ἰδὼν [980] ΚΛΥΤΑΙΜΗΣΤΡΑ: τοιοῖσδ’ ἐπαίνοις οὐχὶ δεξιώσεται; “Ἴδεσθε τώδε τὼ κασιγνήτω, φίλοι, ὣ τὸν πατρῷον οἶκον ἐξεσωσάτην, ὣ τοῖσιν ἐχθροῖς εὖ βεβηκόσιν ποτέ, ψυχῆς ἀφειδήσαντε, προὐστήτην φόνου· τούτω φιλεῖν χρή, τώδε χρὴ πάντας σέβειν· τώδ’ ἔν θ’ ἑορταῖς ἔν τε πανδήμῳ πόλει τιμᾶν ἅπαντας οὕνεκ’ ἀνδρείας χρεών.” Τοιαῦτά τοι νὼ πᾶς τις ἐξερεῖ βροτῶν, ζώσαιν θανούσαιν θ’ ὥστε μὴ ‘κλιπεῖν κλέος. Ἀλλ’, ὦ φίλη, πείσθητι, συμπόνει πατρί, σύγκαμν’ ἀδελφῷ, παῦσον ἐκ κακῶν ἐμέ, παῦσον δὲ σαυτήν, τοῦτο γιγνώσκουσ’ ὅτι ζῆν αἰσχρὸν αἰσχρῶς τοῖς καλῶς πεφυκόσιν. ΧΟΡΟΣ: Ἐν τοῖς τοιούτοις ἐστὶν ἡ προμηθία καὶ τῷ λέγοντι καὶ κλύοντι σύμμαχος. ΧΡΥΣΟΘΕΜΙΣ: Καὶ πρίν γε φωνεῖν, ὦ γυναῖκες, εἰ φρενῶν ἐτύγχαν’ αὕτη μὴ κακῶν, ἐσῴζετ’ ἂν [995] ΚΛΥΤΑΙΜΗΣΤΡΑ: τὴν εὐλάβειαν, ὥσπερ οὐχὶ σῴζεται. Ποῖ γάρ ποτ’ ἐμβλέψασα τοιοῦτον θράσος αὐτή θ’ ὁπλίζῃ κἄμ’ ὑπηρετεῖν καλεῖς; Οὐκ εἰσορᾷς; γυνὴ μὲν οὐδ’ ἀνὴρ ἔφυς, σθένεις δ’ ἔλασσον τῶν ἐναντίων χερί. Δαίμων δὲ τοῖς μὲν εὐτυχὴς καθ’ ἡμέραν, ἡμῖν δ’ ἀπορρεῖ κἀπὶ μηδὲν ἔρχεται. Τίς οὖν τοιοῦτον ἄνδρα βουλεύων ἑλεῖν ἄλυπος ἄτης ἐξαπαλλαχθήσεται; Ὅρα κακῶς πράσσοντε μὴ μείζω κακὰ κτησώμεθ’, εἴ τις τούσδ’ ἀκούσεται λόγους. Λύει γὰρ ἡμᾶς οὐδὲν οὐδ’ ἐπωφελεῖ βάξιν καλὴν λαβόντε δυσκλεῶς θανεῖν· οὐ γὰρ θανεῖν ἔχθιστον, ἀλλ’ ὅταν θανεῖν χρῄζων τις εἶτα μηδὲ τοῦτ’ ἔχῃ λαβεῖν. Ἀλλ’ ἀντιάζω, πρὶν πανωλέθρους τὸ πᾶν ἡμᾶς τ’ ὀλέσθαι κἀξερημῶσαι γένος, κατάσχες ὀργήν. Καὶ τὰ μὲν λελεγμένα [1015] ΚΛΥΤΑΙΜΗΣΤΡΑ: ἄρρητ’ ἐγώ σοι κἀτελῆ φυλάξομαι, αὐτὴ δὲ νοῦν σχὲς ἀλλὰ τῷ χρόνῳ ποτέ, σθένουσα μηδὲν τοῖς κρατοῦσιν εἰκαθεῖν. ΧΟΡΟΣ: Πείθου· προνοίας οὐδὲν ἀνθρώποις ἔφυ κέρδος λαβεῖν ἄμεινον, οὐδὲ νοῦ σοφοῦ. ΗΛΕΚΤΡΑ: Ἀπροσδόκητον οὐδὲν εἴρηκας· καλῶς δ’ ᾔδειν σ’ ἀπορρίψουσαν ἁπηγγελλόμην. Ἀλλ’ αὐτόχειρί μοι μόνῃ τε δραστέον τοὔργον τόδ’· οὐ γὰρ δὴ κενόν γ’ ἀφήσομεν. ΧΡΥΣΟΘΕΜΙΣ: Φεῦ· εἴθ’ ὤφελες τοιάδε τὴν γνώμην πατρὸς θνῄσκοντος εἶναι· πάντα γ’ ἂν κατειργάσω. ΗΛΕΚΤΡΑ: Ἀλλ’ ἦ φύσιν γε, τὸν δὲ νοῦν ἥσσων τότε. ΧΡΥΣΟΘΕΜΙΣ: Ἄσκει τοιαύτη νοῦν δι’ αἰῶνος μένειν. ΗΛΕΚΤΡΑ: Ὡς οὐχὶ συνδράσουσα νουθετεῖς τάδε. ΧΡΥΣΟΘΕΜΙΣ: Εἰκὸς γὰρ ἐγχειροῦντα καὶ πράσσειν κακῶς. ΗΛΕΚΤΡΑ: Ζηλῶ σε τοῦ νοῦ, τῆς δὲ δειλίας στυγῶ. ΧΡΥΣΟΘΕΜΙΣ: Ἀνέξομαι κλύουσα χὤταν ‹μ’› εὖ λέγῃς. [1030] ΗΛΕΚΤΡΑ: Ἀλλ’ οὔ ποτ’ ἐξ ἐμοῦ γε μὴ πάθῃς τόδε. ΧΡΥΣΟΘΕΜΙΣ: Μακρὸς τὸ κρῖναι ταῦτα χὠ λοιπὸς χρόνος. ΗΛΕΚΤΡΑ: Ἄπελθε· σοὶ γὰρ ὠφέλησις οὐκ ἔνι. ΧΡΥΣΟΘΕΜΙΣ: Ἔνεστιν· ἀλλὰ σοὶ μάθησις οὐ πάρα. ΗΛΕΚΤΡΑ: Ἐλθοῦσα μητρὶ ταῦτα πάντ’ ἔξειπε σῇ. ΧΡΥΣΟΘΕΜΙΣ: Οὐδ’ αὖ τοσοῦτον ἔχθος ἐχθαίρω σ’ ἐγώ. ΗΛΕΚΤΡΑ: Ἀλλ’ οὖν ἐπίστω γ’ οἷ μ’ ἀτιμίας ἄγεις. ΧΡΥΣΟΘΕΜΙΣ: Ἀτιμίας μὲν οὔ, προμηθίας δὲ σοῦ. ΗΛΕΚΤΡΑ: Τῷ σῷ δικαίῳ δῆτ’ ἐπισπέσθαι με δεῖ; ΧΡΥΣΟΘΕΜΙΣ: Ὅταν γὰρ εὖ φρονῇς, τόθ’ ἡγήσῃ σὺ νῷν. ΗΛΕΚΤΡΑ: Ἦ δεινὸν εὖ λέγουσαν ἐξαμαρτάνειν. ΧΡΥΣΟΘΕΜΙΣ: Εἴρηκας ὀρθῶς ᾧ σὺ πρόσκεισαι κακῷ. ΗΛΕΚΤΡΑ: Τί δ’; οὐ δοκῶ σοι ταῦτα σὺν δίκῃ λέγειν; ΧΡΥΣΟΘΕΜΙΣ: Ἀλλ’ ἔστιν ἔνθα χἠ δίκη βλάβην φέρει. ΗΛΕΚΤΡΑ: Τούτοις ἐγὼ ζῆν τοῖς νόμοις οὐ βούλομαι. ΧΡΥΣΟΘΕΜΙΣ: Ἀλλ’ εἰ ποήσεις ταῦτ’, ἐπαινέσεις ἐμέ. ΗΛΕΚΤΡΑ: Καὶ μὴν ποήσω γ’, οὐδὲν ἐκπλαγεῖσά σε. ΧΡΥΣΟΘΕΜΙΣ: Καὶ τοῦτ’ ἀληθές, οὐδὲ βουλεύσῃ πάλιν; [1050] ΗΛΕΚΤΡΑ: Βουλῆς γὰρ οὐδέν ἐστιν ἔχθιον κακῆς. ΧΡΥΣΟΘΕΜΙΣ: Φρονεῖν ἔοικας οὐδὲν ὧν ἐγὼ λέγω. ΗΛΕΚΤΡΑ: Πάλαι δέδοκται ταῦτα κοὐ νεωστί μοι. ΧΡΥΣΟΘΕΜΙΣ: Ἄπειμι τοίνυν· οὔτε γὰρ σὺ τἄμ’ ἔπη τολμᾷς ἐπαινεῖν οὔτ’ ἐγὼ τοὺς σοὺς τρόπους. ΗΛΕΚΤΡΑ: Ἀλλ’ εἴσιθ’· οὔ σοι μὴ μεθέψομαί ποτε, οὐδ’ ἢν σφόδρ’ ἱμείρουσα τυγχάνῃς· ἐπεὶ πολλῆς ἀνοίας καὶ τὸ θηρᾶσθαι κενά. ΧΡΥΣΟΘΕΜΙΣ: Ἀλλ’ εἰ σεαυτῇ τυγχάνεις δοκοῦσά τι φρονεῖν, φρόνει τοιαῦθ’· ὅταν γὰρ ἐν κακοῖς ἤδη βεβήκῃς, τἄμ’ ἐπαινέσεις ἔπη. ΧΟΡΟΣ: Τί τοὺς ἄνωθεν φρονιμωτάτους οἰω- Str. 1 . νοὺς ἐσορώμενοι τροφᾶς κηδομένους ἀφ’ ὧν τε βλά- στωσιν ἀφ’ ὧν τ’ ὄνασιν εὕ- ρωσι, τάδ’ οὐκ ἐπ’ ἴσας τελοῦμεν; Ἀλλ’ οὐ τὰν Διὸς ἀστραπὰν καὶ τὰν οὐρανίαν Θέμιν, [1065] ΚΛΥΤΑΙΜΗΣΤΡΑ: δαρὸν οὐκ ἀπόνητοι. Ὦ χθονία βροτοῖσι Φά- μα, κατά μοι βόασον οἰκ- τρὰν ὄπα τοῖς ἔνερθ’ Ἀτρεί- δαις, ἀχόρευτα φέρουσ’ ὀνείδη· ὅτι σφιν ἤδη τὰ μὲν ἐκ δόμων νοσεῖ- Ant. 1 . ται τὰ δὲ πρὸς τέκνων διπλῆ φύλοπις οὐκέτ’ ἐξισοῦ- ται φιλοτασίῳ διαί- τᾳ· πρόδοτος δὲ μόνα σαλεύει Ἠλέκτρα, τὸν ἀεὶ πατρὸς δειλαία στενάχουσ’, ὅπως ἁ πάνδυρτος ἀηδών, οὔτε τι τοῦ θανεῖν προμη- θὴς τό τε μὴ βλέπειν ἑτοί- μα, διδύμαν ἑλοῦσ’ ἐρι- νύν· τίς ἂν εὔπατρις ὧδε βλάστοι; Οὐδεὶς τῶν ἀγαθῶν ζῶν κακῶς Str. 2 . [1085] ΚΛΥΤΑΙΜΗΣΤΡΑ: εὔκλειαν αἰσχῦναι θέλει νώνυμος, ὦ παῖ, παῖ· ὡς καὶ σὺ πάγκλαυτον αἰ- ῶνα κοινὸν εἵλου, τὸ μὴ καλὸν καθοπλίσα- σα δύο φέρειν ‹ἐν› ἑνὶ λόγῳ, σοφά τ’ ἀρίστα τε παῖς κεκλῆσθαι. Ζῴης μοι καθύπερθεν χερὶ Ant. 2 . πλούτῳ τε τῶν ἐχθρῶν, ὅσον νῦν ὑπόχειρ ναίεις· ἐπεί σ’ ἐφεύρηκα μοί- ρᾳ μὲν οὐκ ἐν ἐσθλᾷ βεβῶσαν, ἃ δὲ μέγιστ’ ἔβλασ- τε νόμιμα, τῶνδε φερομέναν ἄριστα τᾷ Ζηνὸς εὐσεβείᾳ. ΟΡΕΣΤΗΣ: Ἆρ’, ὦ γυναῖκες, ὀρθά τ’ εἰσηκούσαμεν ὀρθῶς θ’ ὁδοιποροῦμεν ἔνθα χρῄζομεν; ΧΟΡΟΣ: Τί δ’ ἐξερευνᾷς καὶ τί βουληθεὶς πάρει; [1105] ΟΡΕΣΤΗΣ: Αἴγισθον ἔνθ’ ᾤκηκεν ἱστορῶ πάλαι. ΧΟΡΟΣ: Ἀλλ’ εὖ θ’ ἱκάνεις χὠ φράσας ἀζήμιος. ΟΡΕΣΤΗΣ: Τίς οὖν ἂν ὑμῶν τοῖς ἔσω φράσειεν ἂν ἡμῶν ποθεινὴν κοινόπουν παρουσίαν; ΧΟΡΟΣ: Ἥδ’, εἰ τὸν ἄγχιστόν γε κηρύσσειν χρεών. ΟΡΕΣΤΗΣ: Ἴθ’, ὦ γύναι, δήλωσον εἰσελθοῦσ’ ὅτι Φωκῆς ματεύουσ’ ἄνδρες Αἴγισθόν τινες. ΗΛΕΚΤΡΑ: Οἴμοι τάλαιν’, οὐ δή ποθ’ ἧς ἠκούσαμεν φήμης φέροντες ἐμφανῆ τεκμήρια; ΟΡΕΣΤΗΣ: Οὐκ οἶδα τὴν σὴν κληδόν’· ἀλλά μοι γέρων ἐφεῖτ’ Ὀρέστου Στροφίος ἀγγεῖλαι πέρι. ΗΛΕΚΤΡΑ: Τί δ’ ἔστιν, ὦ ξέν’; ὥς μ’ ὑπέρχεται φόβος. ΟΡΕΣΤΗΣ: Φέροντες αὐτοῦ σμικρὰ λείψαν’ ἐν βραχεῖ τεύχει θανόντος, ὡς ὁρᾷς, κομίζομεν. ΗΛΕΚΤΡΑ: Οἲ ‘γὼ τάλαινα, τοῦτ’ ἐκεῖν’, ἤδη σαφὲς πρόχειρον ἄχθος, ὡς ἔοικε, δέρκομαι. ΟΡΕΣΤΗΣ: Εἴπερ τι κλαίεις τῶν Ὀρεστείων κακῶν, τόδ’ ἄγγος ἴσθι σῶμα τοὐκείνου στέγον. [1120] ΗΛΕΚΤΡΑ: Ὦ ξεῖνε, δός νυν, πρὸς θεῶν, εἴπερ τόδε κέκευθεν αὐτὸν τεῦχος, εἰς χεῖρας λαβεῖν, ὅπως ἐμαυτὴν καὶ γένος τὸ πᾶν ὁμοῦ ξὺν τῇδε κλαύσω κἀποδύρωμαι σποδῷ. ΟΡΕΣΤΗΣ: Δόθ’ ἥτις ἐστί, προσφέροντες· οὐ γὰρ ὡς ἐν δυσμενείᾳ γ’ οὖσ’ ἐπαιτεῖται τόδε, ἀλλ’ ἢ φίλων τις, ἢ πρὸς αἵματος φύσιν. ΗΛΕΚΤΡΑ: Ὦ φιλτάτου μνημεῖον ἀνθρώπων ἐμοὶ ψυχῆς Ὀρέστου λοιπόν, ὡς ‹σ’› ἀπ’ ἐλπίδων οὐχ ὧνπερ ἐξέπεμπον εἰσεδεξάμην. Νῦν μὲν γὰρ οὐδὲν ὄντα βαστάζω χεροῖν, δόμων δέ σ’, ὦ παῖ, λαμπρὸν ἐξέπεμψ’ ἐγώ· ὡς ὤφελον πάροιθεν ἐκλιπεῖν βίον, πρὶν ἐς ξένην σε γαῖαν ἐκπέμψαι χεροῖν κλέψασα ταῖνδε κἀνασώσασθαι φόνου, ὅπως θανὼν ἔκεισο τῇ τόθ’ ἡμέρᾳ, τύμβου πατρῴου κοινὸν εἰληχὼς μέρος. Νῦν δ’ ἐκτὸς οἴκων κἀπὶ γῆς ἄλλης φυγὰς [1140] ΚΛΥΤΑΙΜΗΣΤΡΑ: κακῶς ἀπώλου σῆς κασιγνήτης δίχα· κοὔτ’ ἐν φίλαισι χερσὶν ἡ τάλαιν’ ἐγὼ λουτροῖς σ’ ἐκόσμησ’, οὔτε παμφλέκτου πυρὸς ἀνειλόμην, ὡς εἰκός, ἄθλιον βάρος· ἀλλ’ ἐν ξένῃσι χερσὶ κηδευθεὶς τάλας σμικρὸς προσήκεις ὄγκος ἐν σμικρῷ κύτει. Οἴμοι τάλαινα τῆς ἐμῆς πάλαι τροφῆς ἀνωφελήτου, τὴν ἐγὼ θάμ’ ἀμφὶ σοὶ πόνῳ γλυκεῖ παρέσχον· οὔτε γάρ ποτε μητρὸς σύ γ’ ἦσθα μᾶλλον ἢ κἀμοῦ φίλος, οὔθ’ οἱ κατ’ οἶκον ἦσαν, ἀλλ’ ἐγὼ τροφός· ἐγὼ δ’ ἀδελφὴ σοὶ προσηυδώμην ἀεί. Νῦν δ’ ἐκλέλοιπε ταῦτ’ ἐν ἡμέρᾳ μιᾷ θανόντι σὺν σοί· πάντα γὰρ συναρπάσας θύελλ’ ὅπως βέβηκας· οἴχεται πατήρ· τέθνηκ’ ἐγώ σοι· φροῦδος αὐτὸς εἶ θανών· γελῶσι δ’ ἐχθροί· μαίνεται δ’ ὑφ’ ἡδονῆς μήτηρ ἀμήτωρ, ἧς ἐμοὶ σὺ πολλάκις [1155] ΚΛΥΤΑΙΜΗΣΤΡΑ: φήμας λάθρᾳ προὔπεμπες ὡς φανούμενος τιμωρὸς αὐτός. Ἀλλὰ ταῦθ’ ὁ δυστυχὴς δαίμων ὁ σός τε κἀμὸς ἐξαφείλετο, ὅς σ’ ὧδέ μοι προὔπεμψεν, ἀντὶ φιλτάτης μορφῆς σποδόν τε καὶ σκιὰν ἀνωφελῆ. Οἴμοι μοι. Ὦ δέμας οἰκτρόν. Φεῦ, φεῦ. Ὦ δεινοτάτας, οἴμοι μοι, πεμφθεὶς κελεύθους, φίλταθ’, ὥς μ’ ἀπώλεσας· ἀπώλεσας δῆτ’, ὦ κασίγνητον κάρα. Τοιγὰρ σὺ δέξαι μ’ ἐς τὸ σὸν τόδε στέγος, τὴν μηδὲν εἰς τὸ μηδέν, ὡς σὺν σοὶ κάτω ναίω τὸ λοιπόν· καὶ γάρ, ἡνίκ’ ἦσθ’ ἄνω, ξὺν σοὶ μετεῖχον τῶν ἴσων· καὶ νῦν ποθῶ τοῦ σοῦ θανοῦσα μὴ ἀπολείπεσθαι τάφου· τοὺς γὰρ θανόντας οὐχ ὁρῶ λυπουμένους. ΧΟΡΟΣ: Θνητοῦ πέφυκας πατρός, Ἠλέκτρα, φρόνει· θνητὸς δ’ Ὀρέστης· ὥστε μὴ λίαν στένε· [1175] ΚΛΥΤΑΙΜΗΣΤΡΑ: πᾶσιν γὰρ ἡμῖν τοῦτ’ ὀφείλεται παθεῖν. ΟΡΕΣΤΗΣ: Φεῦ φεῦ· τί λέξω; ποῖ λόγων ἀμηχανῶν ἔλθω; κρατεῖν γὰρ οὐκέτι γλώσσης σθένω. ΗΛΕΚΤΡΑ: Τί δ’ ἔσχες ἄλγος; πρὸς τί τοῦτ’ εἰπὼν κυρεῖς; ΟΡΕΣΤΗΣ: Ἦ σὸν τὸ κλεινὸν εἶδος Ἠλέκτρας τόδε; ΗΛΕΚΤΡΑ: Τόδ’ ἔστ’ ἐκεῖνο, καὶ μάλ’ ἀθλίως ἔχον. ΟΡΕΣΤΗΣ: Οἴμοι ταλαίνης ἆρα τῆσδε συμφορᾶς. ΗΛΕΚΤΡΑ: Οὐ δή ποτ’, ὦ ξέν’, ἀμφ’ ἐμοὶ στένεις τάδε; ΟΡΕΣΤΗΣ: Ὦ σῶμ’ ἀτίμως κἀθέως ἐφθαρμένον. ΗΛΕΚΤΡΑ: Οὔτοι ποτ’ ἄλλην ἢ ‘μὲ δυσφημεῖς, ξένε. ΟΡΕΣΤΗΣ: Φεῦ τῆς ἀνύμφου δυσμόρου τε σῆς τροφῆς. ΗΛΕΚΤΡΑ: Τί μοί ποτ’, ὦ ξέν’, ὧδ’ ἐπισκοπῶν στένεις; ΟΡΕΣΤΗΣ: Ὅσ’ οὐκ ἄρ’ ᾔδειν τῶν ἐμῶν ἐγὼ κακῶν. ΗΛΕΚΤΡΑ: Ἐν τῷ διέγνως τοῦτο τῶν εἰρημένων; ΟΡΕΣΤΗΣ: Ὁρῶν σε πολλοῖς ἐμπρέπουσαν ἄλγεσιν. ΗΛΕΚΤΡΑ: Καὶ μὴν ὁρᾷς γε παῦρα τῶν ἐμῶν κακῶν. ΟΡΕΣΤΗΣ: Καὶ πῶς γένοιτ’ ἂν τῶνδ’ ἔτ’ ἐχθίω βλέπειν; ΗΛΕΚΤΡΑ: Ὁθούνεκ’ εἰμὶ τοῖς φονεῦσι σύντροφος. [1195] ΟΡΕΣΤΗΣ: Τοῖς τοῦ; πόθεν τοῦτ’ ἐξεσήμηνας κακόν; ΗΛΕΚΤΡΑ: Τοῖς πατρός· εἶτα τοῖσδε δουλεύω βίᾳ. ΟΡΕΣΤΗΣ: Τίς γάρ σ’ ἀνάγκῃ τῇδε προτρέπει βροτῶν; ΗΛΕΚΤΡΑ: Μήτηρ καλεῖται, μητρὶ δ’ οὐδὲν ἐξισοῖ. ΟΡΕΣΤΗΣ: Τί δρῶσα; πότερα χερσὶν ἢ λύμῃ βίου; ΗΛΕΚΤΡΑ: Καὶ χερσὶ καὶ λύμαισι καὶ πᾶσιν κακοῖς. ΟΡΕΣΤΗΣ: Οὐδ’ οὑπαρήξων οὐδ’ ὁ κωλύσων πάρα; ΗΛΕΚΤΡΑ: Οὐ δῆθ’· ὃς ἦν γάρ μοι, σὺ προὔθηκας σποδόν. ΟΡΕΣΤΗΣ: Ὦ δύσποτμ’, ὡς ὁρῶν σ’ ἐποικτίρω πάλαι. ΗΛΕΚΤΡΑ: Μόνος βροτῶν νυν ἴσθ’ ἐποικτίρας ποτέ. ΟΡΕΣΤΗΣ: Μόνος γὰρ ἥκω τοῖσι σοῖς ἀλγῶν κακοῖς. ΗΛΕΚΤΡΑ: Οὐ δή ποθ’ ἡμῖν ξυγγενὴς ἥκεις ποθέν; ΟΡΕΣΤΗΣ: Ἐγὼ φράσαιμ’ ἄν, εἰ τὸ τῶνδ’ εὔνουν πάρα. ΗΛΕΚΤΡΑ: Ἀλλ’ ἔστιν εὔνουν, ὥστε πρὸς πιστὰς ἐρεῖς. ΟΡΕΣΤΗΣ: Μέθες τόδ’ ἄγγος νῦν, ὅπως τὸ πᾶν μάθῃς. ΗΛΕΚΤΡΑ: Μὴ δῆτα πρὸς θεῶν τοῦτό μ’ ἐργάσῃ, ξένε. ΟΡΕΣΤΗΣ: Πείθου λέγοντι κοὐχ ἁμαρτήσῃ ποτέ. ΗΛΕΚΤΡΑ: Μή, πρὸς γενείου, μὴ ‘ξέλῃ τὰ φίλτατα. [1210] ΟΡΕΣΤΗΣ: Οὔ φημ’ ἐάσειν. ΗΛΕΚΤΡΑ: Ὢ τάλαιν’ ἐγὼ σέθεν, Ὀρέστα, τῆς σῆς εἰ στερήσομαι ταφῆς. ΟΡΕΣΤΗΣ: Εὔφημα φώνει· πρὸς δίκης γὰρ οὐ στένεις. ΗΛΕΚΤΡΑ: Πῶς τὸν θανόντ’ ἀδελφὸν οὐ δίκῃ στένω; ΟΡΕΣΤΗΣ: Οὔ σοι προσήκει τήνδε προσφωνεῖν φάτιν. ΗΛΕΚΤΡΑ: Οὕτως ἄτιμός εἰμι τοῦ τεθνηκότος; ΟΡΕΣΤΗΣ: Ἄτιμος οὐδενὸς σύ· τοῦτο δ’ οὐχὶ σόν. ΗΛΕΚΤΡΑ: Εἴπερ γ’ Ὀρέστου σῶμα βαστάζω τόδε. ΟΡΕΣΤΗΣ: Ἀλλ’ οὐκ Ὀρέστου, πλὴν λόγῳ γ’ ἠσκημένον. ΗΛΕΚΤΡΑ: Ποῦ δ’ ἔστ’ ἐκείνου τοῦ ταλαιπώρου τάφος; ΟΡΕΣΤΗΣ: Οὐκ ἔστι· τοῦ γὰρ ζῶντος οὐκ ἔστιν τάφος. ΗΛΕΚΤΡΑ: Πῶς εἶπας, ὦ παῖ; ΟΡΕΣΤΗΣ: Ψεῦδος οὐδὲν ὧν λέγω. ΗΛΕΚΤΡΑ: Ἦ ζῇ γὰρ ἁνήρ; ΟΡΕΣΤΗΣ: Εἴπερ ἔμψυχός γ’ ἐγώ. ΗΛΕΚΤΡΑ: ἦ γὰρ σὺ κεῖνος; ΟΡΕΣΤΗΣ: Τήνδε προσβλέψασά μου [1225] ΚΛΥΤΑΙΜΗΣΤΡΑ: σφραγῖδα πατρὸς ἔκμαθ’ εἰ σαφῆ λέγω. ΗΛΕΚΤΡΑ: Ὦ φίλτατον φῶς. ΟΡΕΣΤΗΣ: Φίλτατον, ξυμμαρτυρῶ. ΗΛΕΚΤΡΑ: Ὦ φθέγμ’, ἀφίκου; ΟΡΕΣΤΗΣ: Μηκέτ’ ἄλλοθεν πύθῃ ΗΛΕΚΤΡΑ: Ἔχω σε χερσίν; ΟΡΕΣΤΗΣ: Ὡς τὰ λοίπ’ ἔχοις ἀεί. ΗΛΕΚΤΡΑ: Ὦ φίλταται γυναῖκες, ὦ πολίτιδες, ὁρᾶτ’ Ὀρέστην τόνδε, μηχαναῖσι μὲν θανόντα, νῦν δὲ μηχαναῖς σεσωσμένον. ΧΟΡΟΣ: Ὁρῶμεν, ὦ παῖ, κἀπὶ συμφοραῖσί μοι γεγηθὸς ἕρπει δάκρυον ὀμμάτων ἄπο. ΗΛΕΚΤΡΑ: Ἰὼ γοναί, Str. γοναὶ σωμάτων ἐμοὶ φιλτάτων, ἐμόλετ’ ἀρτίως, ἐφεύρετ’, ἤλθετ’, εἴδεθ’ οὓς ἐχρῄζετε. ΟΡΕΣΤΗΣ: Πάρεσμεν· ἀλλὰ σῖγ’ ἔχουσα πρόσμενε. ΗΛΕΚΤΡΑ: Τί δ’ ἔστιν; [1240] ΟΡΕΣΤΗΣ: Σιγᾶν ἄμεινον, μή τις ἔνδοθεν κλύῃ. ΗΛΕΚΤΡΑ: Οὐ τὰν Ἄρτεμιν τὰν αἰὲν ἀδμήταν, τόδε μὲν οὔ ποτ’ ἀξιώσω τρέσαι περισσὸν ἄχθος ἔνδον γυναικῶν ὂν αἰεί. ΟΡΕΣΤΗΣ: Ὅρα γε μὲν δὴ κἀν γυναιξὶν ὡς Ἄρης ἔνεστιν· εὖ δ’ ἔξοισθα πειραθεῖσά που. ΗΛΕΚΤΡΑ: Ὀτοτοτοτοῖ τοτοῖ, ἀνέφελον ἐνέβαλες οὔ ποτε καταλύσιμον, οὐδέ ποτε λησόμενον ἁμέτερον οἷον ἔφυ κακόν. ΟΡΕΣΤΗΣ: Ἔξοιδα καὶ ταῦτ’· ἀλλ’ ὅταν παρουσία φράζῃ, τότ’ ἔργων τῶνδε μεμνῆσθαι χρεών. ΗΛΕΚΤΡΑ: Ὁ πᾶς ἐμοί, Ant. ὁ πᾶς ἂν πρέποι παρὼν ἐννέπειν τάδε δίκᾳ χρόνος· μόλις γὰρ ἔσχον νῦν ἐλεύθερον στόμα. ΟΡΕΣΤΗΣ: Ξύμφημι κἀγώ· τοιγαροῦν σῴζου τόδε. [1260] ΗΛΕΚΤΡΑ: Τί δρῶσα; ΟΡΕΣΤΗΣ: Οὗ μή ‘στι καιρός, μὴ μακρὰν βούλου λέγειν. ΗΛΕΚΤΡΑ: Τίς οὖν ἀξίαν σοῦ γε πεφηνότος μεταβάλοιτ’ ἂν ὧδε σιγὰν λόγων; ἐπεί σε νῦν ἀφράστως ἀέλπτως τ’ ἐσεῖδον. ΟΡΕΣΤΗΣ: Τότ’ εἶδες, ὅτε θεοί μ’ ˘ ˉ ˘ ˉ ˘ ˉ ˘ ˉ ˘ ˉ ˘ ˉ ˘ ὤτρυναν μολεῖν. ΗΛΕΚΤΡΑ: Ἔφρασας ὑπερτέραν τᾶς πάρος ἔτι χάριτος, εἴ σε θεὸς ἐπόρισεν ἁμέτερα πρὸς μέλαθρα· δαιμόνιον αὐτὸ τίθημ’ ἐγώ. ΟΡΕΣΤΗΣ: Τὰ μέν σ’ ὀκνῶ χαίρουσαν εἰργαθεῖν, τὰ δὲ δέδοικα λίαν ἡδονῇ νικωμένην. ΗΛΕΚΤΡΑ: Ἰὼ χρόνῳ μακρῷ φιλτάταν ὁδὸν Epode. ἐπαξιώσας ὧδέ μοι φανῆναι, μή τί με, πολύπονον ὧδ’ ἰδὼν ‑ ΟΡΕΣΤΗΣ: Τί μὴ ποήσω; [1280] ΗΛΕΚΤΡΑ: μή μ’ ἀποστερήσῃς τῶν σῶν προσώπων ἡδονὰν μεθέσθαι. ΟΡΕΣΤΗΣ: Ἦ κάρτα κἂν ἄλλοισι θυμοίμην ἰδών. ΗΛΕΚΤΡΑ: Ξυναινεῖς; ΟΡΕΣΤΗΣ: Τί μὴν οὔ; ΗΛΕΚΤΡΑ: Ὦ φίλ’, ἔκλυον ἃν ἐγὼ οὐδ’ ἂν ἤλπισ’ αὐδάν· ἔσχον ὀργὰν ἄναυδον οὐδὲ σὺν βοᾷ κλύουσ’ ἁ τάλαινα. Νῦν δ’ ἔχω σε· προὐφάνης δὲ φιλτάταν ἔχων πρόσοψιν, ἇς ἐγὼ οὐδ’ ἂν ἐν κακοῖς λαθοίμαν. ΟΡΕΣΤΗΣ: Τὰ μὲν περισσεύοντα τῶν λόγων ἄφες, καὶ μήτε μήτηρ ὡς κακὴ δίδασκέ με μήθ’ ὡς πατρῴαν κτῆσιν Αἴγισθος δόμων ἀντλεῖ, τὰ δ’ ἐκχεῖ, τὰ δὲ διασπείρει μάτην· χρόνου γὰρ ἄν σοι καιρὸν ἐξείργοι λόγος. Ἃ δ’ ἁρμόσει μοι τῷ παρόντι νῦν χρόνῳ σήμαιν’, ὅπου φανέντες ἢ κεκρυμμένοι [1295] ΚΛΥΤΑΙΜΗΣΤΡΑ: γελῶντας ἐχθροὺς παύσομεν τῇ νῦν ὁδῷ. Οὕτω δ’ ὅπως μήτηρ σε μὴ ‘πιγνώσεται φαιδρῷ προσώπῳ νῷν ἐπελθόντοιν δόμους· ἀλλ’ ὡς ἐπ’ ἄτῃ τῇ μάτην λελεγμένῃ στέναζ’· ὅταν γὰρ εὐτυχήσωμεν, τότε χαίρειν παρέσται καὶ γελᾶν ἐλευθέρως. ΗΛΕΚΤΡΑ: Ἀλλ’, ὦ κασίγνηθ’ ὧδ’ ὅπως καὶ σοὶ φίλον, καὶ τοὐμὸν ἔσται τῇδ’· ἐπεὶ τὰς ἡδονὰς πρὸς σοῦ λαβοῦσα κοὐκ ἐμὰς ἐκτησάμην. Κοὐδ’ ἄν σε λυπήσασα δεξαίμην βραχὺ αὐτὴ μέγ’ εὑρεῖν κέρδος· οὐ γὰρ ἂν καλῶς ὑπηρετοίμην τῷ παρόντι δαίμονι. Ἀλλ’ οἶσθα μὲν τἀνθένδε, πῶς γὰρ οὔ; κλύων ὁθούνεκ’ Αἴγισθος μὲν οὐ κατὰ στέγας, μήτηρ δ’ ἐν οἴκοις· ἣν σὺ μὴ δείσῃς ποθ’ ὡς γέλωτι τοὐμὸν φαιδρὸν ὄψεται κάρα· μῖσός τε γὰρ παλαιὸν ἐντέτηκέ μοι, κἀπεί σ’ ἐσεῖδον, οὔ ποτ’ ἐκλήξω χαρᾶς [1315] ΚΛΥΤΑΙΜΗΣΤΡΑ: δακρυρροοῦσα. Πῶς γὰρ ἂν λήξαιμ’ ἐγώ, ἥτις μιᾷ σε τῇδ’ ὁδῷ θανόντα τε καὶ ζῶντ’ ἐσεῖδον; εἴργασαι δέ μ’ ἄσκοπα, ὥστ’, εἰ πατήρ μοι ζῶν ἵκοιτο, μηκέτ’ ἂν τέρας νομίζειν αὐτό, πιστεύειν δ’ ὁρᾶν. Ὅτ’ οὖν τοιαύτην ἡμὶν ἐξήκεις ὁδὸν, ἄρχ’ αὐτὸς ὥς σοι θυμός· ὡς ἐγὼ μόνη οὐκ ἂν δυοῖν ἥμαρτον· ἢ γὰρ ἂν καλῶς ἔσωσ’ ἐμαυτήν, ἢ καλῶς ἀπωλόμην. ΟΡΕΣΤΗΣ: Σιγᾶν ἐπῄνεσ’· ὡς ἐπ’ ἐξόδῳ κλύω τῶν ἔνδοθεν χωροῦντος. ΗΛΕΚΤΡΑ: Εἴσιτ’, ὦ ξένοι, ἄλλως τε καὶ φέροντες οἷ’ ἂν οὔτε τις δόμων ἀπώσαιτ’ οὔτ’ ἂν ἡσθείη λαβών. ΠΑΙΔΑΓΩΓΟΣ: Ὦ πλεῖστα μῶροι καὶ φρενῶν τητώμενοι, πότερα παρ’ οὐδὲν τοῦ βίου κήδεσθ’ ἔτι; ἢ νοῦς ἔνεστιν οὔτις ὑμὶν ἐγγενὴς, ὅτ’ οὐ παρ’ αὐτοῖς, ἀλλ’ ἐν αὐτοῖσιν κακοῖς [1330] ΚΛΥΤΑΙΜΗΣΤΡΑ: τοῖσιν μεγίστοις ὄντες οὐ γιγνώσκετε; Ἀλλ’ εἰ σταθμοῖσι τοῖσδε μὴ ‘κύρουν ἐγὼ πάλαι φυλάσσων, ἦν ἂν ὑμὶν ἐν δόμοις τὰ δρώμεν’ ὑμῶν πρόσθεν ἢ τὰ σώματα· νῦν δ’ εὐλάβειαν τῶνδε προὐθέμην ἐγώ. Καὶ νῦν, ἀπαλλαχθέντε τῶν μακρῶν λόγων καὶ τῆς ἀπλήστου τῆσδε σὺν χαρᾷ βοῆς, εἴσω παρέλθεθ’· ὡς τὸ μὲν μέλλειν κακὸν ἐν τοῖς τοιούτοις ἔστ’, ἀπηλλάχθαι δ’ ἀκμή. ΟΡΕΣΤΗΣ: Πῶς οὖν ἔχει τἀντεῦθεν εἰσιόντι μοι; ΠΑΙΔΑΓΩΓΟΣ: Καλῶς· ὑπάρχει γάρ σε μὴ γνῶναί τινα. ΟΡΕΣΤΗΣ: Ἤγγειλας, ὡς ἔοικεν, ὡς τεθνηκότα. ΠΑΙΔΑΓΩΓΟΣ: Εἷς τῶν ἐν Ἅιδου μάνθαν’ ἐνθάδ’ ὢν ἀνήρ. ΟΡΕΣΤΗΣ: Χαίρουσιν ἐν τούτοισιν; ἢ τίνες λόγοι; ΠΑΙΔΑΓΩΓΟΣ: Τελουμένων εἴποιμ’ ἄν· ὡς δὲ νῦν ἔχει, καλῶς τὰ κείνων πάντα, καὶ τὰ μὴ καλῶς. ΗΛΕΚΤΡΑ: Τίς οὗτός ἐστ’, ἀδελφέ; πρὸς θεῶν, φράσον. ΟΡΕΣΤΗΣ: Οὐχὶ ξυνίης; [1350] ΗΛΕΚΤΡΑ: Οὐδέ γ’ ἐς θυμὸν φέρω. ΟΡΕΣΤΗΣ: Οὐκ οἶσθ’ ὅτῳ μ’ ἔδωκας ἐς χέρας ποτέ; ΗΛΕΚΤΡΑ: Ποίῳ; τί φωνεῖς; ΟΡΕΣΤΗΣ: Οὗ τὸ Φωκέων πέδον ὑπεξεπέμφθην σῇ προμηθίᾳ χεροῖν. ΗΛΕΚΤΡΑ: Ἦ κεῖνος οὗτος ὅν ποτ’ ἐκ πολλῶν ἐγὼ μόνον προσεῦρον πιστὸν ἐν πατρὸς φόνῳ; ΟΡΕΣΤΗΣ: Ὅδ’ ἐστί· μή μ’ ἔλεγχε πλείοσιν λόγοις. ΗΛΕΚΤΡΑ: Ὦ φίλτατον φῶς, ὦ μόνος σωτὴρ δόμων Ἀγαμέμνονος, πῶς ἦλθες; ἦ σὺ κεῖνος εἶ ὃς τόνδε κἄμ’ ἔσωσας ἐκ πολλῶν πόνων; Ὦ φίλταται μὲν χεῖρες, ἥδιστον δ’ ἔχων ποδῶν ὑπηρέτημα, πῶς οὕτω πάλαι ξυνών μ’ ἔληθες οὐδ’ ἔφαινες, ἀλλά με λόγοις ἀπώλλυς, ἔργ’ ἔχων ἥδιστ’ ἐμοί; Χαῖρ’, ὦ πάτερ· πατέρα γὰρ εἰσορᾶν δοκῶ· χαῖρ’· ἴσθι δ’ ὡς μάλιστά σ’ ἀνθρώπων ἐγὼ ἤχθηρα κἀφίλησ’ ἐν ἡμέρᾳ μιᾷ. [1365] ΠΑΙΔΑΓΩΓΟΣ: Ἀρκεῖν δοκεῖ μοι· τοὺς γὰρ ἐν μέσῳ λόγους, πολλαὶ κυκλοῦνται νύκτες ἡμέραι τ’ ἴσαι αἳ ταῦτά σοι δείξουσιν, Ἠλέκτρα, σαφῆ. Σφῷν δ’ ἐννέπω γε τοῖν παρεστώτοιν ὅτι νῦν καιρὸς ἔρδειν· νῦν Κλυταιμήστρα μόνη, νῦν οὔτις ἀνδρῶν ἔνδον· εἰ δ’ ἐφέξετον, φροντίζεθ’ ὡς τούτοις τε καὶ σοφωτέροις ἄλλοισι τούτων πλείοσιν μαχούμενοι. ΟΡΕΣΤΗΣ: Οὐκ ἂν μακρῶν ἔθ’ ἡμὶν οὐδὲν ἂν λόγων, Πυλάδη, τόδ’ εἴη τοὔργον, ἀλλ’ ὅσον τάχος χωρεῖν ἔσω, πατρῷα προσκύσανθ’ ἕδη θεῶν, ὅσοι‹περ› πρόπυλα ναίουσιν τάδε. ΗΛΕΚΤΡΑ: Ἄναξ Ἄπολλον, ἵλεως αὐτοῖν κλύε, ἐμοῦ τε πρὸς τούτοισιν, ἥ σε πολλὰ δὴ ἀφ’ ὧν ἔχοιμι λιπαρεῖ προὔστην χερί. Νῦν δ’, ὦ Λύκει’ Ἄπολλον, ἐξ οἵων ἔχω αἰτῶ, προπίτνω, λίσσομαι, γενοῦ πρόφρων ἡμῖν ἀρωγὸς τῶνδε τῶν βουλευμάτων, [1385] ΚΛΥΤΑΙΜΗΣΤΡΑ: καὶ δεῖξον ἀνθρώποισι τἀπιτίμια τῆς δυσσεβείας οἷα δωροῦνται θεοί. ΧΟΡΟΣ: Ἴδεθ’ ὅπου προνέμεται Str. τὸ δυσέριστον αἷμα φυσῶν Ἄρης· βεβᾶσιν ἄρτι δωμάτων ὑπόστεγοι μετάδρομοι κακῶν πανουργημάτων ἄφυκτοι κύνες· ὥστ’ οὐ μακρὰν ἔτ’ ἀμμενεῖ τοὐμὸν φρενῶν ὄνειρον αἰωρούμενον. Παράγεται γὰρ ἐνέρων Ant. δολιόπους ἀρωγὸς εἴσω στέγας, ἀρχαιόπλουτα πατρὸς εἰς ἑδώλια, νεακόνητον αἷμα χειροῖν ἔχων· ὁ Μαίας δὲ παῖς Ἑρμῆς σφ’ ἄγει δόλον σκότῳ κρύψας πρὸς αὐτὸ τέρμα κοὐκέτ’ ἀμμένει. ΗΛΕΚΤΡΑ: Ὦ φίλταται γυναῖκες, ἅνδρες αὐτίκα τελοῦσι τοὔργον· ἀλλὰ σῖγα πρόσμενε. [1400] ΧΟΡΟΣ: Πῶς δή; τί νῦν πράσσουσιν; ΗΛΕΚΤΡΑ: Ἡ μὲν ἐς τάφον λέβητα κοσμεῖ, τὼ δ’ ἐφέστατον πέλας. ΧΟΡΟΣ: Σὺ δ’ ἐκτὸς ᾖξας πρὸς τί; ΗΛΕΚΤΡΑ: Φρουρήσουσ’ ὅπως Αἴγισθος ‹αὖθις› μὴ λάθῃ μολὼν ἔσω. ΚΛΥΤΑΙΜΗΣΤΡΑ: Αἰαῖ. Ἰὼ στέγαι φίλων ἔρημοι, τῶν δ’ ἀπολλύντων πλέαι. ΗΛΕΚΤΡΑ: Βοᾷ τις ἔνδον· οὐκ ἀκούετ’, ὦ φίλαι; ΧΟΡΟΣ: Ἤκουσ’ ἀνήκουστα δύστανος, ὥστε φρῖξαι. Str. ΚΛΥΤΑΙΜΗΣΤΡΑ: Οἴμοι τάλαιν’· Αἴγισθε, ποῦ ποτ’ ὢν κυρεῖς; ΗΛΕΚΤΡΑ: Ἰδοὺ μάλ’ αὖ θροεῖ τις. ΚΛΥΤΑΙΜΗΣΤΡΑ: Ὦ τέκνον, τέκνον, οἴκτιρε τὴν τεκοῦσαν. ΗΛΕΚΤΡΑ: Ἀλλ’ οὐκ ἐκ σέθεν ᾠκτίρεθ’ οὗτος οὔθ’ ὁ γεννήσας πατήρ. ΧΟΡΟΣ: Ὦ πόλις, ὦ γενεὰ τάλαινα, νῦν σοι μοῖρα καθαμερία φθίνει, φθίνει. [1415] ΚΛΥΤΑΙΜΗΣΤΡΑ: Ὤμοι πέπληγμαι. ΗΛΕΚΤΡΑ: Παῖσον, εἰ σθένεις, διπλῆν. ΚΛΥΤΑΙΜΗΣΤΡΑ: Ὤμοι μάλ’ αὖθις. ΗΛΕΚΤΡΑ: Εἰ γὰρ Αἰγίσθῳ θ’ ὁμοῦ. ΧΟΡΟΣ: Τελοῦσ’ ἀραί· ζῶσιν οἱ γᾶς ὑπαὶ κείμενοι· παλίρρυτον γὰρ αἷμ’ ὑπεξαιροῦσι τῶν κτανόντων οἱ πάλαι θανόντες. ΧΟΡΟΣ: Καὶ μὴν πάρεισιν οἵδε· φοινία δὲ χεὶρ στάζει θυηλῆς Ἄρεος, οὐδ’ ἔχω ψέγειν. ΗΛΕΚΤΡΑ: Ὀρέστα, πῶς κυρεῖ‹τε›; ΟΡΕΣΤΗΣ: Τἀν δόμοισι μὲν καλῶς, Ἀπόλλων εἰ καλῶς ἐθέσπισεν. ΗΛΕΚΤΡΑ: Τέθνηκεν ἡ τάλαινα; ΟΡΕΣΤΗΣ: Μηκέτ’ ἐκφοβοῦ μητρῷον ὥς σε λῆμ’ ἀτιμάσει ποτέ. ΗΛΕΚΤΡΑ: ˘ ˉ ˘ ˉ ˘ ˉ ˘ ˉ ˘ ˉ ˘ ˉ ˘ ˉ ˘ ˉ ˘ ˉ ΟΡΕΣΤΗΣ: ˘ ˉ ˘ ˉ ˘ ˉ ˘ ˉ ˘ ˉ ˘ ˉ [1430] ΧΟΡΟΣ: Παύσασθε. Λεύσσω γὰρ Αἴγισθον ἐκ προδήλου. Ant. ΟΡΕΣΤΗΣ: ˘ ˉ ˘ ˉ ˘ ˉ ˘ ˉ ˘ ˉ ˘ ˉ ΗΛΕΚΤΡΑ: Ὦ παῖδες, οὐκ ἄψορρον; ΟΡΕΣΤΗΣ: Εἰσορᾶτέ που τὸν ἄνδρ’; ἐφ’ ἡμῖν οὗτος; ΗΛΕΚΤΡΑ: Ἐκ προαστίου χωρεῖ γεγηθὼς ˉ ˘ ˉ ˘ ˉ ˘ ˉ ΧΟΡΟΣ: Βᾶτε κατ’ ἀντιθύρων ὅσον τάχιστα, νῦν, τὰ πρὶν εὖ θέμενοι, τάδ’ ὡς πάλιν. ΟΡΕΣΤΗΣ: Θάρσει, τελοῦμεν. ΗΛΕΚΤΡΑ: Ἧι νοεῖς ἔπειγέ νυν. ΟΡΕΣΤΗΣ: Καὶ δὴ βέβηκα. ΗΛΕΚΤΡΑ: Τἀνθάδ’ ἂν μέλοιτ’ ἐμοί. ΧΟΡΟΣ: Δι’ ὠτὸς ἂν παῦρά γ’ ὡς ἠπίως ἐννέπειν πρὸς ἄνδρα τόνδε συμφέροι, λαθραῖον ὡς ὀρούσῃ πρὸς δίκας ἀγῶνα. [1445] ΑΙΓΙΣΘΟΣ: Τίς οἶδεν ὑμῶν ποῦ ποθ’ οἱ Φωκῆς ξένοι οὕς φασ’ Ὀρέστην ἡμὶν ἀγγεῖλαι βίον λελοιπόθ’ ἱππικοῖσιν ἐν ναυαγίοις; Σέ τοι, σὲ κρίνω, ναὶ σὲ τὴν ἐν τῷ πάρος χρόνῳ θρασεῖαν· ὡς μάλιστά σοι μέλειν οἶμαι, μάλιστα δ’ ἂν κατειδυῖαν φράσαι. ΗΛΕΚΤΡΑ: Ἔξοιδα· πῶς γὰρ οὐχί; συμφορᾶς γὰρ ἂν ἔξωθεν εἴην τῶν ἐμῶν γε φιλτάτων. ΑΙΓΙΣΘΟΣ: Ποῦ δῆτ’ ἂν εἶεν οἱ ξένοι; δίδασκέ με. ΗΛΕΚΤΡΑ: Ἔνδον· φίλης γὰρ προξένου κατήνυσαν. ΑΙΓΙΣΘΟΣ: Ἦ καὶ θανόντ’ ἤγγειλαν ὡς ἐτητύμως; ΗΛΕΚΤΡΑ: Οὔκ, ἀλλὰ κἀπέδειξαν, οὐ λόγῳ μόνον. ΑΙΓΙΣΘΟΣ: Πάρεστ’ ἄρ’ ἡμῖν ὥστε κἀμφανῆ μαθεῖν; ΗΛΕΚΤΡΑ: Πάρεστι δῆτα καὶ μάλ’ ἄζηλος θέα. ΑΙΓΙΣΘΟΣ: Ἦ πολλὰ χαίρειν μ’ εἶπας οὐκ εἰωθότως. ΗΛΕΚΤΡΑ: Χαίροις ἄν, εἴ σοι χαρτὰ τυγχάνει τάδε. ΑΙΓΙΣΘΟΣ: Σιγᾶν ἄνωγα κἀναδεικνύναι πύλας πᾶσιν Μυκηναίοισιν Ἀργείοις θ’ ὁρᾶν, [1460] ΑΙΓΙΣΘΟΣ: ὡς εἴ τις αὐτῶν ἐλπίσιν κεναῖς πάρος ἐξῄρετ’ ἀνδρὸς τοῦδε, νῦν ὁρῶν νεκρὸν στόμια δέχηται τἀμά, μηδὲ πρὸς βίαν ἐμοῦ κολαστοῦ προστυχὼν φύσῃ φρένας. ΗΛΕΚΤΡΑ: Καὶ δὴ τελεῖται τἀπ’ ἐμοῦ· τῷ γὰρ χρόνῳ νοῦν ἔσχον, ὥστε συμφέρειν τοῖς κρείσσοσιν. ΑΙΓΙΣΘΟΣ: Ὦ Ζεῦ, δέδορκα φάσμ’ ἄνευ φθόνου μὲν οὐ πεπτωκός· εἰ δ’ ἔπεστι νέμεσις, οὐ λέγω. Χαλᾶτε πᾶν κάλυμμ’ ἀπ’ ὀφθαλμῶν, ὅπως τὸ συγγενές γε κἀπ’ ἐμοῦ θρήνων τύχῃ. ΟΡΕΣΤΗΣ: Αὐτὸς σὺ βάσταζ’· οὐκ ἐμὸν τόδ’, ἀλλὰ σόν, τὸ ταῦθ’ ὁρᾶν τε καὶ προσηγορεῖν φίλους. ΑΙΓΙΣΘΟΣ: Ἀλλ’ εὖ παραινεῖς κἀπιπείσομαι· σὺ δέ, εἴ που κατ’ οἶκόν μοι Κλυταιμήστρα, κάλει. ΟΡΕΣΤΗΣ: Αὕτη πέλας σοῦ· μηκέτ’ ἄλλοσε σκόπει. ΑΙΓΙΣΘΟΣ: Οἴμοι, τί λεύσσω; ΟΡΕΣΤΗΣ: Τίνα φοβῇ; τίν’ ἀγνοεῖς; ΑΙΓΙΣΘΟΣ: Τίνων ποτ’ ἀνδρῶν ἐν μέσοις ἀρκυστάτοις [1480] ΑΙΓΙΣΘΟΣ: πέπτωχ’ ὁ τλήμων; ΟΡΕΣΤΗΣ: Οὐ γὰρ αἰσθάνῃ πάλαι ζῶν τοῖς θανοῦσιν οὕνεκ’ ἀνταυδᾷς ἴσα; ΑΙΓΙΣΘΟΣ: Οἴμοι, ξυνῆκα τοὔπος· οὐ γὰρ ἔσθ’ ὅπως ὅδ’ οὐκ Ὀρέστης ἔσθ’ ὁ προσφωνῶν ἐμέ. ΟΡΕΣΤΗΣ: Καὶ μάντις ὢν ἄριστος ἐσφάλλου πάλαι; ΑΙΓΙΣΘΟΣ: Ὄλωλα δὴ δείλαιος. Ἀλλά μοι πάρες κἂν σμικρὸν εἰπεῖν. ΗΛΕΚΤΡΑ: Μὴ πέρα λέγειν ἔα, πρὸς θεῶν, ἀδελφέ, μηδὲ μηκύνειν λόγους. Τί γὰρ βροτῶν ἂν σὺν κακοῖς μεμιγμένων θνῄσκειν ὁ μέλλων τοῦ χρόνου κέρδος φέροι; Ἀλλ’ ὡς τάχιστα κτεῖνε, καὶ κτανὼν πρόθες ταφεῦσιν ὧν τόνδ’ εἰκός ἐστι τυγχάνειν, ἄποπτον ἡμῶν· ὡς ἐμοὶ τόδ’ ἂν κακῶν μόνον γένοιτο τῶν πάλαι λυτήριον. ΟΡΕΣΤΗΣ: Χωροῖς ἂν εἴσω σὺν τάχει· λόγων γὰρ οὐ νῦν ἐστιν ἁγών, ἀλλὰ σῆς ψυχῆς πέρι. [1495] ΑΙΓΙΣΘΟΣ: Τί δ’ ἐς δόμους ἄγεις με; πῶς, τόδ’ εἰ καλὸν τοὔργον, σκότου δεῖ, κοὐ πρόχειρος εἶ κτανεῖν; ΟΡΕΣΤΗΣ: Μὴ τάσσε· χώρει δ’ ἔνθαπερ κατέκτανες πατέρα τὸν ἀμόν, ὡς ‹ἂν› ἐν ταὐτῷ θάνῃς. ΑΙΓΙΣΘΟΣ: Ἦ πᾶσ’ ἀνάγκη τήνδε τὴν στέγην ἰδεῖν τά τ’ ὄντα καὶ μέλλοντα Πελοπιδῶν κακά; ΟΡΕΣΤΗΣ: Τὰ γοῦν σ’· ἐγώ σοι μάντις εἰμὶ τῶνδ’ ἄκρος. ΑΙΓΙΣΘΟΣ: Ἀλλ’ οὐ πατρῴαν τὴν τέχνην ἐκόμπασας. ΟΡΕΣΤΗΣ: Πόλλ’ ἀντιφωνεῖς, ἡ δ’ ὁδὸς βραδύνεται· ἀλλ’ ἕρφ’. ΑΙΓΙΣΘΟΣ: Ὑφηγοῦ. ΟΡΕΣΤΗΣ: Σοὶ βαδιστέον πάρος. ΑΙΓΙΣΘΟΣ: Ἦ μὴ φύγω σε; ΟΡΕΣΤΗΣ: Μὴ μὲν οὖν καθ’ ἡδονὴν θάνῃς· φυλάξαι δεῖ με τοῦτό σοι πικρόν. Χρῆν δ’ εὐθὺς εἶναι τήνδε τοῖς πᾶσιν δίκην, ὅστις πέρα πράσσειν γε τῶν νόμων θέλει, κτείνειν· τὸ γὰρ πανοῦργον οὐκ ἂν ἦν πολύ. [1510] ΧΟΡΟΣ: Ὦ σπέρμ’ Ἀτρέως, ὡς πολλὰ παθὸν δι’ ἐλευθερίας μόλις ἐξῆλθες τῇ νῦν ὁρμῇ τελεωθέν.