Oedipus at Colonus — Sophocles ============================== ΟΙΔΙΠΟΥΣ ΕΠΙ ΚΟΛΩΝΩΙ Translation/edition: Greek text Language: Ancient Greek Read in Plato Scroll: https://plato-scroll.com/s/soph-oedipus-colonus/ This file: https://plato-scroll.com/text/soph-oedipus-colonus-e.txt Other editions of this work: - F. Storr (Loeb Classical Library, 1912): https://plato-scroll.com/text/soph-oedipus-colonus.txt Sources and licences: https://plato-scroll.com/attribution.html Numbers in [brackets] are the edition's reference loci (Stephanus, Bekker, book.line, page...). Superscript numerals refer to the Notes at the end. ## ΟΙΔΙΠΟΥΣ ΕΠΙ ΚΟΛΩΝΩΙ [5] ΟΙΔΙΠΟΥΣ: Τέκνον τυφλοῦ γέροντος, Ἀντιγόνη, τίνας χώρους ἀφίγμεθ’ ἢ τίνων ἀνδρῶν πόλιν; τίς τὸν πλανήτην Οἰδίπουν καθ’ ἡμέραν τὴν νῦν σπανιστοῖς δέξεται δωρήμασιν, σμικρὸν μὲν ἐξαιτοῦντα, τοῦ μικροῦ δ’ ἔτι μεῖον φέροντα, καὶ τόδ’ ἐξαρκοῦν ἐμοί; στέργειν γὰρ αἱ πάθαι με χὠ χρόνος ξυνὼν μακρὸς διδάσκει, καὶ τὸ γενναῖον τρίτον. Ἀλλ’, ὦ τέκνον, θάκησιν εἴ τινα βλέπεις ἢ πρὸς βεβήλοις ἢ πρὸς ἄλσεσιν θεῶν, στῆσόν με κἀξίδρυσον, ὡς πυθοίμεθα ὅπου ποτ’ ἐσμέν· μανθάνειν γὰρ ἥκομεν ξένοι πρὸς ἀστῶν, ἃν ‹δ’› ἀκούσωμεν τελεῖν. [15] ΑΝΤΙΓΟΝΗ: Πάτερ ταλαίπωρ’ Οἰδίπους, πύργοι μὲν οἳ πόλιν στέγουσιν, ὡς ἀπ’ ὀμμάτων, πρόσω· χῶρος δ’ ὅδ’ ἱρός, ὡς σάφ’ εἰκάσαι, βρύων δάφνης, ἐλαίας, ἀμπέλου· πυκνόπτεροι δ’ εἴσω κατ’ αὐτὸν εὐστομοῦσ’ ἀηδόνες· οὗ κῶλα κάμψον τοῦδ’ ἐπ’ ἀξέστου πέτρου· μακρὰν γὰρ ὡς γέροντι προὐστάλης ὁδόν. ΟΙΔΙΠΟΥΣ: Κάθιζέ νύν με καὶ φύλασσε τὸν τυφλόν. ΑΝΤΙΓΟΝΗ: Χρόνου μὲν οὕνεκ’ οὐ μαθεῖν με δεῖ τόδε. ΟΙΔΙΠΟΥΣ: Ἔχεις διδάξαι δή μ’ ὅποι καθέσταμεν; ΑΝΤΙΓΟΝΗ: Τὰς γοῦν Ἀθήνας οἶδα, τὸν δὲ χῶρον οὔ. ΟΙΔΙΠΟΥΣ: Πᾶς γάρ τις ηὔδα τοῦτό γ’ ἡμὶν ἐμπόρων. ΑΝΤΙΓΟΝΗ: Ἀλλ’ ὅστις ὁ τόπος ἦ μάθω μολοῦσά ποι; ΟΙΔΙΠΟΥΣ: Ναί, τέκνον, εἴπερ ἐστί γ’ ἐξοικήσιμος. ΑΝΤΙΓΟΝΗ: Ἀλλ’ ἐστὶ μὴν οἰκητός· οἴομαι δὲ δεῖν οὐδέν· πέλας γὰρ ἄνδρα τόνδε νῷν ὁρῶ. ΟΙΔΙΠΟΥΣ: Ἦ δεῦρο προ‹ς›στείχοντα κἀξορμώμενον; ΑΝΤΙΓΟΝΗ: Καὶ δὴ μὲν οὖν παρόντα· χὤ τι σοι λέγειν [35] ΑΝΤΙΓΟΝΗ: εὔκαιρόν ἐστιν, ἔννεφ’, ὡς ἁνὴρ ὅδε. ΟΙΔΙΠΟΥΣ: Ὦ ξεῖν’, ἀκούων τῆσδε τῆς ὑπέρ τ’ ἐμοῦ αὑτῆς θ’ ὁρώσης οὕνεχ’ ἡμὶν αἴσιος σκοπὸς προσήκεις ὧν ἀδηλοῦμεν φράσαι ‑ [40] ΞΕΝΟΣ: Πρίν νυν τὰ πλείον’ ἱστορεῖν, ἐκ τῆσδ’ ἕδρας ἔξελθ’· ἔχεις γὰρ χῶρον οὐχ ἁγνὸν πατεῖν. ΟΙΔΙΠΟΥΣ: Τίς δ’ ἔσθ’ ὁ χῶρος; τοῦ θεῶν νομίζεται; ΞΕΝΟΣ: Ἄθικτος οὐδ’ οἰκητός· αἱ γὰρ ἔμφοβοι θεαί σφ’ ἔχουσι, Γῆς τε καὶ Σκότου κόραι. ΟΙΔΙΠΟΥΣ: Τίνων τὸ σεμνὸν ὄνομ’ ἂν εὐξαίμην κλύων; ΞΕΝΟΣ: Τὰς πάνθ’ ὁρώσας Εὐμενίδας ὅ γ’ ἐνθάδ’ ἂν εἴποι λεώς νιν· ἄλλα δ’ ἀλλαχοῦ καλά. ΟΙΔΙΠΟΥΣ: Ἀλλ’ ἵλεῳ μὲν τὸν ἱκέτην δεξαίατο, ὡς οὐχ ἕδρας γῆς τῆσδ’ ἂν ἐξέλθοιμ’ ἔτι. ΞΕΝΟΣ: Τί δ’ ἐστὶ τοῦτο; ΟΙΔΙΠΟΥΣ: Ξυμφορᾶς ξύνθημ’ ἐμῆς. ΞΕΝΟΣ: Ἀλλ’ οὐδ’ ἐμόν τοι τοὐξανιστάναι πόλεως δίχ’ ἐστὶ θάρσος, πρίν γ’ ἂν ἐνδείξω τί δρῶ. ΟΙΔΙΠΟΥΣ: Πρός νυν θεῶν, ὦ ξεῖνε, μή μ’ ἀτιμάσῃς τοιόνδ’ ἀλήτην ὧν σε προστρέπω φράσαι. ΞΕΝΟΣ: Σήμαινε, κοὐκ ἄτιμος ἔκ γ’ ἐμοῦ φανῇ. ΟΙΔΙΠΟΥΣ: Τίς δ’ ἔσθ’ ὁ χῶρος δῆτ’ ἐν ᾧ βεβήκαμεν; [55] ΞΕΝΟΣ: Ὅσ’ οἶδα κἀγὼ πάντ’ ἐπιστήσῃ κλύων. Χῶρος μὲν ἱρὸς πᾶς ὅδ’ ἔστ’· ἔχει δέ νιν σεμνὸς Ποσειδῶν· ἐν δ’ ὁ πυρφόρος θεὸς Τιτὰν Προμηθεύς· ὃν δ’ ἐπιστείβεις τόπον χθονὸς καλεῖται τῆσδε χαλκόπους ὀδός, ἔρεισμ’ Ἀθηνῶν· οἱ δὲ πλησίοι γύαι τόνδ’ ἱππότην Κολωνὸν εὔχονται σφίσιν ἀρχηγὸν εἶναι, καὶ φέρουσι τοὔνομα τὸ τοῦδε κοινὸν πάντες ὠνομασμένοι. Τοιαῦτά σοι ταῦτ’ ἐστίν, ὦ ξέν’, οὐ λόγοις τιμώμεν’, ἀλλὰ τῇ ξυνουσίᾳ πλέον. ΟΙΔΙΠΟΥΣ: Ἦ γάρ τινες ναίουσι τούσδε τοὺς τόπους; ΞΕΝΟΣ: Καὶ κάρτα, τοῦδε τοῦ θεοῦ γ’ ἐπώνυμοι. ΟΙΔΙΠΟΥΣ: Ἄρχει τις αὐτῶν, ἢ ‘πὶ τῷ πλήθει λόγος; ΞΕΝΟΣ: Ἐκ τοῦ κατ’ ἄστυ βασιλέως τάδ’ ἄρχεται. ΟΙΔΙΠΟΥΣ: Οὗτος δὲ τίς λόγῳ τε καὶ σθένει κρατεῖ; ΞΕΝΟΣ: Θησεὺς καλεῖται, τοῦ πρὶν Αἰγέως τόκος. ΟΙΔΙΠΟΥΣ: Ἆρ’ ἄν τις αὐτῷ πομπὸς ἐξ ὑμῶν μόλοι; [75] ΞΕΝΟΣ: Ὡς πρὸς τί; λέξων ἢ καταρτύσων μολεῖν; ΟΙΔΙΠΟΥΣ: Ὡς ἂν προσαρκῶν μικρὰ κερδάνῃ μέγα. ΞΕΝΟΣ: Καὶ τίς πρὸς ἀνδρὸς μὴ βλέποντος ἄρκεσις; ΟΙΔΙΠΟΥΣ: Ὅσ’ ἂν λέγωμεν πάνθ’ ὁρῶντα λέξομεν. ΞΕΝΟΣ: Οἶσθ’, ὦ ξέν’, ὡς νῦν μὴ σφαλῇς; ἐπείπερ εἶ γενναῖος, ὡς ἰδόντι, πλὴν τοῦ δαίμονος· αὐτοῦ μέν’, οὗπερ κἀφάνης, ἕως ἐγὼ τοῖς ἐνθάδ’ αὐτοῦ, μὴ κατ’ ἄστυ, δημόταις λέξω τάδ’ ἐλθών· οἵδε γὰρ κρινοῦσί γε εἰ χρή σε μίμνειν ἢ πορεύεσθαι πάλιν. ΟΙΔΙΠΟΥΣ: Ὦ τέκνον, ἦ βέβηκεν ἡμὶν ὁ ξένος; ΑΝΤΙΓΟΝΗ: Βέβηκεν, ὥστε πᾶν ἐν ἡσύχῳ, πάτερ, ἔξεστι φωνεῖν, ὡς ἐμοῦ μόνης πέλας. ΟΙΔΙΠΟΥΣ: Ὦ πότνιαι δεινῶπες, εὖτε νῦν ἕδρας πρώτων ἐφ’ ὑμῶν τῆσδε γῆς ἔκαμψ’ ἐγώ, Φοίβῳ τε κἀμοὶ μὴ γένησθ’ ἀγνώμονες, ὅς μοι, τὰ πόλλ’ ἐκεῖν’ ὅτ’ ἐξέχρη κακά, ταύτην ἔλεξε παῦλαν ἐν χρόνῳ μακρῷ [90] ΞΕΝΟΣ: ἐλθόντι χώραν τερμίαν, ὅπου θεῶν σεμνῶν ἕδραν λάβοιμι καὶ ξενόστασιν, ἐνταῦθα κάμψειν τὸν ταλαίπωρον βίον, κέρδη μὲν οἰκήσαντα τοῖς δεδεγμένοις, ἄτην δὲ τοῖς πέμψασιν οἵ μ’ ἀπήλασαν. σημεῖα δ’ ἥξειν τῶνδέ μοι παρηγγύα, ἢ σεισμὸν ἢ βροντήν τιν’ ἢ Διὸς σέλας. Ἔγνωκα μέν νυν ὥς με τήνδε τὴν ὁδὸν οὐκ ἔσθ’ ὅπως οὐ πιστὸν ἐξ ὑμῶν πτερὸν ἐξήγαγ’ εἰς τόδ’ ἄλσος· οὐ γὰρ ἄν ποτε πρώταισιν ὑμῖν ἀντέκυρσ’ ὁδοιπορῶν, νήφων ἀοίνοις, κἀπὶ σεμνὸν ἑζόμην βάθρον τόδ’ ἀσκέπαρνον. Ἀλλά μοι, θεαί, βίου κατ’ ὀμφὰς τὰς Ἀπόλλωνος δότε πέρασιν ἤδη καὶ καταστροφήν τινα, εἰ μὴ δοκῶ τι μειόνως ἔχειν, ἀεὶ μόχθοις λατρεύων τοῖς ὑπερτάτοις βροτῶν. Ἴτ’, ὦ γλυκεῖαι παῖδες ἀρχαίου Σκότου, [110] ΞΕΝΟΣ: ἴτ’, ὦ μεγίστης Παλλάδος καλούμεναι πασῶν Ἀθῆναι τιμιωτάτη πόλις, οἰκτίρατ’ ἀνδρὸς Οἰδίπου τόδ’ ἄθλιον εἴδωλον· οὐ γὰρ δὴ τόδ’ ἀρχαῖον δέμας. ΑΝΤΙΓΟΝΗ: Σίγα· πορεύονται γὰρ οἵδε δή τινες χρόνῳ παλαιοὶ σῆς ἕδρας ἐπίσκοποι. ΟΙΔΙΠΟΥΣ: Σιγήσομαί τε καὶ σύ μ’ ἐξ ὁδοῦ πόδα κρύψον κατ’ ἄλσος, τῶνδ’ ἕως ἂν ἐκμάθω τίνας λόγους ἐροῦσιν· ἐν γὰρ τῷ μαθεῖν ἔνεστιν ηὑλάβεια τῶν ποιουμένων. [120] ΧΟΡΟΣ: Ὅρα· τίς ἄρ’ ἦν; ποῦ ναίει; Str. 1 . ποῦ κυρεῖ ἐκτόπιος συθείς, ὁ πάντων, ὁ πάντων ἀκορέστατος; προσδέρκου, λευστέον, προσπεύθου πανταχῇ. Πλανάτας, πλανάτας τις ὁ πρέσβυς, οὐδ’ ἔγχωρος· προσέβα γὰρ οὐκ ἄν ποτ’ ἀστιβὲς ἄλσος ἐς τᾶνδ’ ἀμαιμακετᾶν κορᾶν, ἃς τρέμομεν λέγειν, καὶ παραμειβόμεσθ’ ἀδέρκτως, ἀφώνως, ἀλόγως τὸ τᾶς εὐφάμου στόμα φροντίδος ἱέντες· τὰ δὲ νῦν τιν’ ἥ- κειν λόγος οὐδὲν ἅζονθ’, ὃν ἐγὼ λεύσσων περὶ πᾶν οὔπω δύναμαι τέμενος γνῶναι ποῦ μοί ποτε ναίει. [140] ΟΙΔΙΠΟΥΣ: Ὅδ’ ἐκεῖνος ἐγώ· φωνῇ γὰρ ὁρῶ, τὸ φατιζόμενον. ΧΟΡΟΣ: Ἰὼ ἰώ, δεινὸς μὲν ὁρᾶν, δεινὸς δὲ κλύειν. ΟΙΔΙΠΟΥΣ: Μή μ’, ἱκετεύω, προσίδητ’ ἄνομον. ΧΟΡΟΣ: Ζεῦ Ἀλεξῆτορ, τίς ποθ’ ὁ πρέσβυς; ΟΙΔΙΠΟΥΣ: Οὐ πάνυ μοίρας εὐδαιμονίσαι πρώτης, ὦ τῆσδ’ ἔφοροι χώρας. Δηλῶ δ’· οὐ γὰρ ἂν ὧδ’ ἀλλοτρίοις ὄμμασιν εἷρπον, κἀπὶ σμικροῖς μέγας ὥρμουν. ΧΟΡΟΣ: Ἐή, ἀλαῶν ὀμμάτων Ant. 1 . ἆρα καὶ ἦσθα φυτάλμιος; δυσαίων μακραίων θ’, ὅσ’ ἐπεικάσαι. Ἀλλ’ οὐ μὰν ἔν γ’ ἐμοὶ προσθήσεις τάσδ’ ἀράς. Περᾷς γάρ, περᾷς· ἀλλ’ ἵνα τῷδ’ ἐν ἀ- φθέγκτῳ μὴ προπέσῃς νάπει [160] ΧΟΡΟΣ: ποιάεντι, κάθυδρος οὗ κρατὴρ μειλιχίων ποτῶν ῥεύματι συντρέχει· τῶν, ξένε πάμμορ’, εὖ φύλαξαι· μετάσταθ’, ἀπόβαθι. Πολ- λὰ κέλευθος ἐρατύει· κλύεις, ὦ πολύμοχθ’ ἀλᾶ- τα; λόγον εἴ τιν’ οἴσεις πρὸς ἐμὰν λέσχαν, ἀβάτων ἀποβάς, ἵνα πᾶσι νόμος φώνει· πρόσθεν δ’ ἀπερύκου. ΟΙΔΙΠΟΥΣ: Θύγατερ, ποῖ τις φροντίδος ἔλθῃ; ΑΝΤΙΓΟΝΗ: Ὦ πάτερ, ἀστοῖς ἴσα χρὴ μελετᾶν εἴκοντας ἃ δεῖ κἀκούοντας. ΟΙΔΙΠΟΥΣ: Πρόσθιγέ νύν μου. ΑΝΤΙΓΟΝΗ: Ψαύω καὶ δή. ΟΙΔΙΠΟΥΣ: Ὦ ξεῖνοι, μὴ δῆτ’ ἀδικηθῶ σοὶ πιστεύσας καὶ μεταναστάς. [180] ΧΟΡΟΣ: Οὔ τοι μήποτέ σ’ ἐκ τῶνδ’ ἑδράνων, ὦ γέρον, ἄκοντά τις ἄξει. ΟΙΔΙΠΟΥΣ: Ἔτ’ οὖν; [ἔτι προβῶ;] Str. 2 . ΧΟΡΟΣ: Ἔτι βαῖνε πόρσω. ΟΙΔΙΠΟΥΣ: Ἔτι; ΧΟΡΟΣ: Προβίβαζε, κούρα, πόρσω· σὺ γὰρ ἀΐεις. ΑΝΤΙΓΟΝΗ: Ἕπεο μάν, ἕπε’ ὧδ’ ἀμαυρῷ ‑ ΟΙΔΙΠΟΥΣ: ‹Ἰώ μοί μοι›. ΑΝΤΙΓΟΝΗ: κώλῳ, πάτερ, ᾇ σ’ ἄγω. ˘˘˘ ˉ˘˘ˉ ˘ˉ ˉˉ ˉ˘˘ˉ ˘ˉ ΟΙΔΙΠΟΥΣ: ˉˉ ˉ˘˘ˉ ΧΟΡΟΣ: Τόλμα ξεῖνος ἐπὶ ξένης, ὦ τλάμων, ὅ τι καὶ πόλις τέτροφεν ἄφιλον ἀποστυγεῖν καὶ τὸ φίλον σέβεσθαι. ΟΙΔΙΠΟΥΣ: Ἄγε νυν σύ με, παῖ, [190] ΧΟΡΟΣ: ἵν’ ἂν εὐσεβίας ἐπιβαίνοντες τὸ μὲν εἴποιμεν, τὸ δ’ ἀκούσαιμεν, καὶ μὴ χρείᾳ πολεμῶμεν. ΧΟΡΟΣ: Αὐτοῦ· μηκέτι τοῦδ’ ἀντιπέτρου βήματος ἔξω πόδα κλίνῃς. ΟΙΔΙΠΟΥΣ: Οὕτως; Ant. 2 . ΧΟΡΟΣ: Ἅλις, ὡς ἀκούεις. ΟΙΔΙΠΟΥΣ: Ἦ ‘σθῶ; ΧΟΡΟΣ: Λέχριός γ’ ἐπ’ ἄκρου λάου βραχὺς ὀκλάσας. ΑΝΤΙΓΟΝΗ: Πάτερ, ἐμὸν τόδ’· ἐν ἁσυχαίᾳ ‑ ΟΙΔΙΠΟΥΣ: Ἰώ μοί μοι. ΑΝΤΙΓΟΝΗ: βάσει βάσιν ἅρμοσαι, γεραὸν ἐς χέρα σῶμα σὸν προκλίνας φιλίαν ἐμάν. ΟΙΔΙΠΟΥΣ: Ὤμοι δύσφρονος ἄτας. ΧΟΡΟΣ: Ὦ τλάμων, ὅτε νῦν χαλᾷς, αὔδασον, τίς ἔφυς βροτῶν; [205] ΧΟΡΟΣ: τίς ὁ πολύπονος ἄγῃ; τίν’ ἂν σοῦ πατρίδ’ ἐκπυθοίμαν; ΟΙΔΙΠΟΥΣ: Ὦ ξένοι, ἀπόπτολις· ἀλλὰ μὴ ‑ Epode. ΧΟΡΟΣ: Τί τόδ’ ἀπεννέπεις, γέρον; ΟΙΔΙΠΟΥΣ: μή, μή μ’ ἀνέρῃ τίς εἰμι, μηδ’ ἐξετάσῃς πέρα ματεύων. ΧΟΡΟΣ: Τί τόδ’; ΟΙΔΙΠΟΥΣ: Αἰνὰ φύσις. ΧΟΡΟΣ: Αὔδα. ΟΙΔΙΠΟΥΣ: Τέκνον, ὤμοι, τί γεγώνω; ΧΟΡΟΣ: Τίνος εἶ σπέρματος, ‹ὦ› ξένε, φώνει, πατρόθεν; ΟΙΔΙΠΟΥΣ: Ὤμοι ἐγώ, τί πάθω, τέκνον ἐμόν; ΑΝΤΙΓΟΝΗ: Λέγ’, ἐπείπερ ἐπ’ ἔσχατα βαίνεις. ΟΙΔΙΠΟΥΣ: Ἀλλ’ ἐρῶ· οὐ γὰρ ἔχω κατακρυφάν. ΧΟΡΟΣ: Μακρὰ μέλλετον, ἀλλὰ τάχυνε. ΟΙΔΙΠΟΥΣ: Λαΐου ἴστε τιν’ ἔκγονον; ΧΟΡΟΣ: Ἰού. [225] ΟΙΔΙΠΟΥΣ: Τό τε Λαβδακιδᾶν γένος; ΧΟΡΟΣ: Ὦ Ζεῦ. ΟΙΔΙΠΟΥΣ: Ἄθλιον Οἰδιπόδαν; ΧΟΡΟΣ: Σὺ γὰρ ὅδ’ εἶ; ΟΙΔΙΠΟΥΣ: Δέος ἴσχετε μηδὲν ὅσ’ αὐδῶ. ΧΟΡΟΣ: Ἰώ, ὢ ὤ. ΟΙΔΙΠΟΥΣ: Δύσμορος. ΧΟΡΟΣ: Ὢ ὤ. ΟΙΔΙΠΟΥΣ: Θύγατερ, τί ποτ’ αὐτίκα κύρσει; ΧΟΡΟΣ: Ἔξω πόρσω βαίνετε χώρας. ΟΙΔΙΠΟΥΣ: Ἃ δ’ ὑπέσχεο ποῖ καταθήσεις; ΧΟΡΟΣ: Οὐδενὶ μοιριδία τίσις ἔρχεται ὧν προπάθῃ τὸ τίνειν· ἀπάτα δ’ ἀπά- ταις ἑτέραις ἑτέρα παραβαλλομέ- να πόνον, οὐ χάριν, ἀντιδίδωσιν ἔ- χειν. Σὺ δὲ τῶνδ’ ἑδράνων πάλιν ἔκτοπος αὖθις ἄφορμος ἐμᾶς χθονὸς ἔκθορε, μή τι πέρα χρέος [240] ΧΟΡΟΣ: ἐμᾷ πόλει προσάψῃς. ΑΝΤΙΓΟΝΗ: Ὦ ξένοι αἰδόφρονες, ἀλλ’ ἐπεὶ γεραὸν πατέρα τόνδ’ ἐμὸν οὐκ ἀνέτλατ’, ἔργων ἀκόντων ἀΐοντες αὐδάν, ἀλλ’ ἐμὲ τὰν μελέαν, ἱκετεύομεν, ὦ ξένοι, οἰκτίραθ’, ἃ πατρὸς ὑπὲρ τού‹του› μόνου ἄντομαι, ἄντομαι οὐκ ἀλαοῖς προσορωμένα ὄμμα σὸν ὄμμασιν, ὥς τις ἀφ’ αἵματος ὑμετέρου προφανεῖσα, τὸν ἄθλιον αἰδοῦς κῦρσαι· ἐν ὔμμι γὰρ ὡς θεῷ κείμεθα τλάμονες· ἀλλ’ ἴτε, νεύσατε τὰν ἀδόκητον χάριν. Πρός σ’ ὅ τι σοι φίλον ἐκ σέθεν ἄντομαι, ἢ τέκνον ἢ λέχος ἢ χρέος ἢ θεός· οὐ γὰρ ἴδοις ἂν ἀθρῶν βροτὸν ὅστις ἄν, εἰ θεὸς ἄγοι, [255] ΧΟΡΟΣ: ἐκφυγεῖν δύναιτο. ΧΟΡΟΣ: Ἀλλ’ ἴσθι, τέκνον Οἰδίπου, σέ τ’ ἐξ ἴσου οἰκτίρομεν καὶ τόνδε συμφορᾶς χάριν· τὰ δ’ ἐκ θεῶν τρέμοντες οὐ σθένοιμεν ἂν φωνεῖν πέρα τῶν πρὸς σὲ νῦν εἰρημένων. ΟΙΔΙΠΟΥΣ: Τί δῆτα δόξης, ἢ τί κληδόνος καλῆς μάτην ῥεούσης ὠφέλημα γίγνεται, εἰ τάς γ’ Ἀθήνας φασὶ θεοσεβεστάτας εἶναι, μόνας δὲ τὸν κακούμενον ξένον σῴζειν οἵας τε καὶ μόνας ἀρκεῖν ἔχειν, κἀμοίγε ποῦ ταῦτ’ ἐστίν, οἵτινες βάθρων ἐκ τῶνδέ μ’ ἐξάραντες εἶτ’ ἐλαύνετε, ὄνομα μόνον δείσαντες; οὐ γὰρ δὴ τό γε σῶμ’ οὐδὲ τἄργα τἄμ’, ἐπεὶ τά γ’ ἔργα μου πεπονθότ’ ἐστὶ μᾶλλον ἢ δεδρακότα, εἴ σοι τὰ μητρὸς καὶ πατρὸς χρείη λέγειν, ὧν οὕνεκ’ ἐκφοβῇ με, τοῦτ’ ἐγὼ καλῶς ἔξοιδα· καίτοι πῶς ἐγὼ κακὸς φύσιν, [275] ΧΟΡΟΣ: ὅστις παθὼν μὲν ἀντέδρων, ὥστ’ εἰ φρονῶν ἔπρασσον, οὐδ’ ἂν ὧδ’ ἐγιγνόμην κακός; Νῦν δ’ οὐδὲν εἰδὼς ἱκόμην ἵν’ ἱκόμην, ὑφ’ ὧν δ’ ἔπασχον εἰδότων ἀπωλλύμην. Ἀνθ’ ὧν ἱκνοῦμαι πρὸς θεῶν ὑμᾶς, ξένοι, ὥσπερ με κἀνεστήσαθ’, ὧδε σώσατε, καὶ μὴ θεοὺς τιμῶντες εἶτα τοὺς θεοὺς μοίραις ποιεῖσθ’ ἐν μηδαμαῖς, ἡγεῖσθε δὲ βλέπειν μὲν αὐτοὺς πρὸς τὸν εὐσεβῆ βροτῶν, βλέπειν δὲ πρὸς τοὺς δυσσεβεῖς, φυγὴν δέ που μήπω γενέσθαι φωτὸς ἀνοσίου θεῶν. Ξὺν οἷς σὺ μὴ κάλυπτε τὰς εὐδαίμονας ἔργοις Ἀθήνας ἀνοσίοις ὑπηρετῶν, ἀλλ’ ὥσπερ ἔλαβες τὸν ἱκέτην ἐχέγγυον, ῥύου με κἀκφύλασσε· μηδέ μου κάρα τὸ δυσπρόσοπτον εἰσορῶν ἀτιμάσῃς. Ἥκω γὰρ ἱερὸς εὐσεβής τε καὶ φέρων ὄνησιν ἀστοῖς τοῖσδ’· ὅταν δ’ ὁ κύριος [290] ΧΟΡΟΣ: παρῇ τις, ὑμῶν ὅστις ἐστὶν ἡγεμών, τότ’ εἰσακούων πάντ’ ἐπιστήσῃ· τὰ δὲ μεταξὺ τούτου μηδαμῶς γίγνου κακός. ΧΟΡΟΣ: Ταρβεῖν μέν, ὦ γεραιέ, τἀνθυμήματα πολλή ‘στ’ ἀνάγκη τἀπὸ σοῦ· λόγοισι γὰρ οὐκ ὠνόμασται βραχέσι· τοὺς δὲ τῆσδε γῆς ἄνακτας ἀρκεῖ ταῦτά μοι διειδέναι. ΟΙΔΙΠΟΥΣ: Καὶ ποῦ ‘σθ’ ὁ κραίνων τῆσδε τῆς χώρας, ξένοι; ΧΟΡΟΣ: Πατρῷον ἄστυ γῆς ἔχει· σκοπὸς δέ νιν, ὃς κἀμὲ δεῦρ’ ἔπεμψεν, οἴχεται στελῶν. ΟΙΔΙΠΟΥΣ: Ἦ καὶ δοκεῖτε τοῦ τυφλοῦ τιν’ ἐντροπὴν ἢ φροντίδ’ ἕξειν, αὐτὸν ὥστ’ ἐλθεῖν πέλας; ΧΟΡΟΣ: Καὶ κάρθ’, ὅταν περ τοὔνομ’ αἴσθηται τὸ σόν. ΟΙΔΙΠΟΥΣ: Τίς δ’ ἔσθ’ ὁ κείνῳ τοῦτο τοὔπος ἀγγελῶν; ΧΟΡΟΣ: Μακρὰ κέλευθος· πολλὰ δ’ ἐμπόρων ἔπη φιλεῖ πλανᾶσθαι, τῶν ἐκεῖνος ἀΐων, θάρσει, παρέσται· πολὺ γάρ, ὦ γέρον, τὸ σὸν ὄνομα διήκει πάντας, ὥστε κεἰ βραδὺς [310] ΧΟΡΟΣ: εὕδει, κλύων σοῦ δεῦρ’ ἀφίξεται ταχύς. ΟΙΔΙΠΟΥΣ: Ἀλλ’ εὐτυχὴς ἵκοιτο τῇ θ’ αὑτοῦ πόλει ἐμοί τε· τίς γὰρ ἐσθλὸς οὐχ αὑτῷ φίλος; ΑΝΤΙΓΟΝΗ: Ὦ Ζεῦ, τί λέξω; ποῖ φρενῶν ἔλθω, πάτερ; ΟΙΔΙΠΟΥΣ: Τί δ’ ἔστι, τέκνον Ἀντιγόνη; ΑΝΤΙΓΟΝΗ: Γυναῖχ’ ὁρῶ στείχουσαν ἡμῶν ἆσσον, Αἰτναίας ἐπὶ πώλου βεβῶσαν· κρατὶ δ’ ἡλιοστερὴς κυνῆ πρόσωπα Θεσσαλίς νιν ἀμπέχει. Τί φῶ; ἆρ’ ἔστιν; ἆρ’ οὐκ ἔστιν; ἡ γνώμη πλανᾷ, καὶ φημὶ κἀπόφημι, κοὐκ ἔχω τί φῶ. Τάλαινα, οὐκ ἔστιν ἄλλη· φαιδρὰ γοῦν ἀπ’ ὀμμάτων σαίνει με προσστείχουσα, σημαίνει δέ τι· μόνης τόδ’ ἐστί, δῆλον, Ἰσμήνης κάρα. ΟΙΔΙΠΟΥΣ: Πῶς εἶπας, ὦ παῖ; ΑΝΤΙΓΟΝΗ: Παῖδα σήν, ἐμὴν δ’ ὁρᾶν ΧΟΡΟΣ: ὅμαιμον· αὐδῇ δ’ αὐτίκ’ ἔξεστιν μαθεῖν. [325] ΙΣΜΗΝΗ: Ὦ δισσὰ πατρὸς καὶ κασιγνήτης ἐμοὶ ἥδιστα προσφωνήμαθ’, ὡς ὑμᾶς μόλις εὑροῦσα λύπῃ δεύτερον μόλις βλέπω. ΟΙΔΙΠΟΥΣ: Ὦ τέκνον, ἥκεις; ΙΣΜΗΝΗ: Ὦ πάτερ δύσμοιρ’ ὁρᾶν. ΟΙΔΙΠΟΥΣ: Τέκνον, πέφηνας; ΙΣΜΗΝΗ: Οὐκ ἄνευ μόχθου γέ μοι. ΟΙΔΙΠΟΥΣ: Πρόσψαυσον, ὦ παῖ. ΙΣΜΗΝΗ: Θιγγάνω δυοῖν ὁμοῦ. ΟΙΔΙΠΟΥΣ: Ὦ σπέρμ’ ὅμαιμον. ΙΣΜΗΝΗ: Ὦ δυσάθλιαι τροφαί. ΟΙΔΙΠΟΥΣ: Ἦ τῆσδε κἀμοῦ; ΙΣΜΗΝΗ: Δυσμόρου δ’ ἐμοῦ τρίτης. ΟΙΔΙΠΟΥΣ: Τέκνον, τί δ’ ἦλθες; ΙΣΜΗΝΗ: Σῇ, πάτερ, προμηθίᾳ. ΟΙΔΙΠΟΥΣ: Πότερα πόθοισι; ΙΣΜΗΝΗ: Καὶ λόγων γ’ αὐτάγγελος ξὺν ᾧπερ εἶχον οἰκετῶν πιστῷ μόνῳ. [335] ΟΙΔΙΠΟΥΣ: Οἱ δ’ αὐθόμαιμοι ποῖ νεανίαι πονεῖν; ΙΣΜΗΝΗ: Εἴσ’ οὗπέρ εἰσι· δεινὰ δ’ ἐν κείνοις τὰ νῦν. ΟΙΔΙΠΟΥΣ: Ὦ πάντ’ ἐκείνω τοῖς ἐν Αἰγύπτῳ νόμοις φύσιν κατεικασθέντε καὶ βίου τροφάς· ἐκεῖ γὰρ οἱ μὲν ἄρσενες κατὰ στέγας θακοῦσιν ἱστουργοῦντες, αἱ δὲ σύννομοι τἄξω βίου τροφεῖα πορσύνουσ’ ἀεί. Σφῷν δ’, ὦ τέκν’, οὓς μὲν εἰκὸς ἦν πονεῖν τάδε, κατ’ οἶκον οἰκουροῦσιν ὥστε παρθένοι, σφὼ δ’ ἀντ’ ἐκείνων τἀμὰ δυστήνου κακὰ ὑπερπονεῖτον, ἡ μέν, ἐξ ὅτου νέας τροφῆς ἔληξε καὶ κατίσχυσεν δέμας, ἀεὶ μεθ’ ἡμῶν δύσμορος πλανωμένη γερονταγωγεῖ, πολλὰ μὲν κατ’ ἀγρίαν ὕλην ἄσιτος νηλίπους τ’ ἀλωμένη, πολλοῖσι δ’ ὄμβροις ἡλίου τε καύμασι μοχθοῦσα τλήμων δεύτερ’ ἡγεῖται τὰ τῆς οἴκοι διαίτης, εἰ πατὴρ τροφὴν ἔχοι· [355] ΙΣΜΗΝΗ: σὺ δ’, ὦ τέκνον, πρόσθεν μὲν ἐξίκου πατρὶ μαντεῖ’ ἄγουσα πάντα, Καδμείων λάθρᾳ. ἃ τοῦδ’ ἐχρήσθη σώματος, φύλαξ δέ μου πιστὴ κατέστης, γῆς ὅτ’ ἐξηλαυνόμην. Νῦν δ’ αὖ τίν’ ἥκεις μῦθον, Ἰσμήνη, πατρὶ φέρουσα; τίς σ’ ἐξῆρεν οἴκοθεν στόλος; ἥκεις γὰρ οὐ κενή γε, τοῦτ’ ἐγὼ σαφῶς ἔξοιδα, μὴ οὐχὶ δεῖμ’ ἐμοὶ φέρουσά τι. ΙΣΜΗΝΗ: Ἐγὼ τὰ μὲν παθήμαθ’ ἅπαθον, πάτερ, ζητοῦσα τὴν σὴν ποῦ κατοικοίης τροφήν, παρεῖσ’ ἐάσω· δὶς γὰρ οὐχὶ βούλομαι πονοῦσά τ’ ἀλγεῖν καὶ λέγουσ’ αὖθις πάλιν. Ἃ δ’ ἀμφὶ τοῖν σοῖν δυσμόροιν παίδοιν κακὰ νῦν ἐστι, ταῦτα σημανοῦσ’ ἐλήλυθα. Πρὶν μὲν γὰρ αὐτοῖς ἦν ἔρις Κρέοντί τε θρόνους ἐᾶσθαι μηδὲ χραίνεσθαι πόλιν, λόγῳ σκοποῦσι τὴν πάλαι γένους φθορὰν οἵα κατέσχε τὸν σὸν ἄθλιον δόμον· [375] ΙΣΜΗΝΗ: νῦν δ’ ἐκ θεῶν του κἀξ ἀλιτηροῦ φρενὸς εἰσῆλθε τοῖν τρὶς ἀθλίοιν ἔρις κακὴ ἀρχῆς λαβέσθαι καὶ κράτους τυραννικοῦ. Χὠ μὲν νεάζων καὶ χρόνῳ μείων γεγὼς τὸν πρόσθε γεννηθέντα Πολυνείκη θρόνων ἀποστερίσκει κἀξελήλακεν πάτρας. Ὁ δ’, ὡς καθ’ ἡμᾶς ἔσθ’ ὁ πληθύων λόγος, τὸ κοῖλον Ἄργος βὰς φυγάς, προσλαμβάνει κῆδός τε καινὸν καὶ ξυνασπιστὰς φίλους, ὡς αὐτίκ’ Ἄργος ἢ τὸ Καδμείων πέδον πάλῃ καθέξον ἢ πρὸς οὐρανὸν βιβῶν. Ταῦτ’ οὐκ ἀριθμός ἐστιν, ὦ πάτερ, λόγων, ἀλλ’ ἔργα δεινά· τοὺς δὲ σοὺς ὅποι θεοὶ πόνους κατοικτιοῦσιν οὐκ ἔχω μαθεῖν. ΟΙΔΙΠΟΥΣ: Ἤδη γὰρ ἔσχες ἐλπίδ’ ὡς ἐμοῦ θεοὺς ὤραν τιν’ ἕξειν, ὥστε σωθῆναί ποτε; ΙΣΜΗΝΗ: Ἔγωγε τοῖς νῦν γ’, ὦ πάτερ, μαντεύμασιν. ΟΙΔΙΠΟΥΣ: Ποίοισι τούτοις; τί δὲ τεθέσπισται, τέκνον; [390] ΙΣΜΗΝΗ: Σὲ τοῖς ἐκεῖ ζητητὸν ἀνθρώποις ποτὲ θανόντ’ ἔσεσθαι ζῶντά τ’ εὐσοίας χάριν. ΟΙΔΙΠΟΥΣ: Τίς δ’ ἂν τοιοῦδ’ ὑπ’ ἀνδρὸς εὖ πράξειεν ἄν; ΙΣΜΗΝΗ: Ἐν σοὶ τὰ κείνων φασὶ γίγνεσθαι κράτη. ΟΙΔΙΠΟΥΣ: Ὅτ’ οὐκέτ’ εἰμί, τηνικαῦτ’ ἄρ’ εἴμ’ ἀνήρ; ΙΣΜΗΝΗ: Νῦν γὰρ θεοί σ’ ὀρθοῦσι, πρόσθε δ’ ὤλλυσαν. ΟΙΔΙΠΟΥΣ: Γέροντα δ’ ὀρθοῦν φλαῦρον ὃς νέος πέσῃ. ΙΣΜΗΝΗ: Καὶ μὴν Κρέοντά γ’ ἴσθι σοι τούτων χάριν ἥξοντα βαιοῦ κοὐχὶ μυρίου χρόνου. ΟΙΔΙΠΟΥΣ: Ὅπως τί δράσῃ, θύγατερ; ἐρμήνευέ μοι. ΙΣΜΗΝΗ: Ὥς σ’ ἄγχι γῆς στήσωσι Καδμείας, ὅπως κρατῶσι μὲν σοῦ, γῆς δὲ μὴ ‘μβαίνῃς ὅρων. ΟΙΔΙΠΟΥΣ: Ἡ δ’ ὠφέλησις τίς θύρασι κειμένου; ΙΣΜΗΝΗ: Κείνοις ὁ τύμβος δυστυχῶν ὁ σὸς βαρύς. ΟΙΔΙΠΟΥΣ: Κἄνευ θεοῦ τις τοῦτό γ’ ἂν γνώμῃ μάθοι. ΙΣΜΗΝΗ: Τούτου χάριν τοίνυν σε προσθέσθαι πέλας χώρας θέλουσι, μηδ’ ἵν’ ἂν σαυτοῦ κρατοῖς. ΟΙΔΙΠΟΥΣ: Ἦ καὶ κατασκιῶσι Θηβαίᾳ κόνει; [410] ΙΣΜΗΝΗ: Ἀλλ’ οὐκ ἐᾷ τοὔμφυλον αἷμά σ’, ὦ πάτερ. ΟΙΔΙΠΟΥΣ: Οὐκ ἆρ’ ἐμοῦ γε μὴ κρατήσωσίν ποτε. ΙΣΜΗΝΗ: Ἔσται ποτ’ ἆρα τοῦτο Καδμείοις βάρος. ΟΙΔΙΠΟΥΣ: Ποίας φανείσης, ὦ τέκνον, συναλλαγῆς; ΙΣΜΗΝΗ: Τῆς σῆς ὑπ’ ὀργῆς, σοῖς ὅταν στῶσιν τάφοις. ΟΙΔΙΠΟΥΣ: Ἃ δ’ ἐννέπεις κλύουσα τοῦ λέγεις, τέκνον; ΙΣΜΗΝΗ: Ἀνδρῶν θεωρῶν Δελφικῆς ἀφ’ ἑστίας. ΟΙΔΙΠΟΥΣ: Καὶ ταῦτ’ ἐφ’ ἡμῖν Φοῖβος εἰρηκὼς κυρεῖ; ΙΣΜΗΝΗ: Ὡς φασὶν οἱ μολόντες εἰς Θήβης πέδον. ΟΙΔΙΠΟΥΣ: Παίδων τις οὖν ἤκουσε τῶν ἐμῶν τάδε; ΙΣΜΗΝΗ: Ἄμφω γ’ ὁμοίως, κἀξεπίστασθον καλῶς. ΟΙΔΙΠΟΥΣ: Κᾆθ’ οἱ κάκιστοι τῶνδ’ ἀκούσαντες πάρος τοὐμοῦ πόθου προὔθεντο τὴν τυραννίδα; ΙΣΜΗΝΗ: Ἀλγῶ κλύουσα ταῦτ’ ἐγώ, φέρω δ’ ὅμως. ΟΙΔΙΠΟΥΣ: Ἀλλ’ οἱ θεοί σφιν μήτε τὴν πεπρωμένην ἔριν κατασβέσειαν, ἐν δ’ ἐμοὶ τέλος αὐτοῖν γένοιτο τῆσδε τῆς μάχης πέρι, ἧς νῦν ἔχονται κἀπαναίρονται δόρυ· [425] ΙΣΜΗΝΗ: ὡς οὔτ’ ἂν ὃς νῦν σκῆπτρα καὶ θρόνους ἔχει μείνειεν, οὔτ’ ἂν οὑξεληλυθὼς πάλιν ἔλθοι ποτ’ αὖθις· οἵ γε τὸν φύσαντ’ ἐμὲ οὕτως ἀτίμως πατρίδος ἐξωθούμενον οὐκ ἔσχον οὐδ’ ἤμυναν, ἀλλ’ ἀνάστατος αὐτοῖν ἐπέμφθην κἀξεκηρύχθην φυγάς. Εἴποις ἂν ὡς θέλοντι τοῦτ’ ἐμοὶ τότε πόλις τὸ δῶρον εἰκότως κατῄνεσεν. Οὐ δῆτ’, ἐπεί τοι τὴν μὲν αὐτίχ’ ἡμέραν, ὁπηνίκ’ ἔζει θυμὸς, ἥδιστον δέ μοι τὸ κατθανεῖν ἦν καὶ τὸ λευσθῆναι πέτροις, οὐδεὶς ἐρῶντος τοῦδ’ ἐφαίνετ’ ὠφελῶν· χρόνῳ δ’, ὅτ’ ἤδη πᾶς ὁ μόχθος ἦν πέπων, κἀμάνθανον τὸν θυμὸν ἐκδραμόντα μοι μείζω κολαστὴν τῶν πρὶν ἡμαρτημένων, τὸ τηνίκ’ ἤδη τοῦτο μὲν πόλις βίᾳ ἤλαυνέ μ’ ἐκ γῆς χρόνιον, οἱ δ’ ἐπωφελεῖν, οἱ τοῦ πατρὸς τῷ πατρὶ δυνάμενοι τὸ δρᾶν [445] ΙΣΜΗΝΗ: οὐκ ἠθέλησαν, ἀλλ’ ἔπους μικροῦ χάριν φυγάς σφιν ἔξω πτωχὸς ἠλώμην ἀεί. Ἐκ ταῖνδε δ’ οὔσαιν παρθένοιν, ὅσον φύσις δίδωσιν αὐταῖν, καὶ τροφὰς ἔχω βίου καὶ γῆς ἄδειαν καὶ γένους ἐπάρκεσιν· τὼ δ’ ἀντὶ τοῦ φύσαντος εἱλέσθην θρόνους καὶ σκῆπτρα κραίνειν καὶ τυραννεύειν χθονός. Ἀλλ’ οὔ τι μὴ λάχωσι τοῦδε συμμάχου, οὔτε σφιν ἀρχῆς τῆσδε Καδμείας ποτὲ ὄνησις ἥξει· τοῦτ’ ἐγᾦδα, τῆσδέ τε μαντεῖ’ ἀκούων, συννοῶν τε τἀξ ἐμοῦ παλαίφαθ’ ἅ μοι Φοῖβος ἤνυσέν ποτε. Πρὸς ταῦτα καὶ Κρέοντα πεμπόντων ἐμοῦ μαστῆρα, κεἴ τις ἄλλος ἐν πόλει σθένει· ἐὰν γὰρ ὑμεῖς, ὦ ξένοι, θέλητέ μου σὺν ταῖσδε ταῖς σεμναῖσι δημούχοις θεαῖς ἀλκὴν ποεῖσθαι, τῇδε μὲν πόλει μέγαν σωτῆρ’ ἀρεῖσθε, τοῖς δ’ ἐμοῖς ἐχθροῖς πόνους. [465] ΧΟΡΟΣ: Ἐπάξιος μέν, Οἰδίπους, κατοικτίσαι, αὐτός τε παῖδές θ’ αἵδ’· ἐπεὶ δὲ τῆσδε γῆς σωτῆρα σαυτὸν τῷδ’ ἐπεμβάλλεις λόγῳ, παραινέσαι σοι βούλομαι τὰ σύμφορα. ΟΙΔΙΠΟΥΣ: Ὦ φίλταθ’, ὡς νῦν πᾶν τελοῦντι προξένει. ΧΟΡΟΣ: Θοῦ νῦν καθαρμὸν τῶνδε δαιμόνων, ἐφ’ ἃς τὸ πρῶτον ἵκου καὶ κατέστειψας πέδον. ΟΙΔΙΠΟΥΣ: Τρόποισι ποίοις; ὦ ξένοι, διδάσκετε. ΧΟΡΟΣ: Πρῶτον μὲν ἱρὰς ἐξ ἀειρύτου χοὰς κρήνης ἐνεγκοῦ δι’ ὁσίων χειρῶν θιγών. ΟΙΔΙΠΟΥΣ: Ὅταν δὲ τοῦτο χεῦμ’ ἀκήρατον λάβω; ΧΟΡΟΣ: Κρατῆρές εἰσιν, ἀνδρὸς εὔχειρος τέχνη, ὧν κρᾶτ’ ἔρεψον καὶ λαβὰς ἀμφιστόμους. ΟΙΔΙΠΟΥΣ: Θαλλοῖσιν, ἢ κρόκαισιν, ἢ ποίῳ τρόπῳ; ΧΟΡΟΣ: Οἰός ‹γε› νεαρᾶς νεοπόκῳ μαλλῷ λαβών. ΟΙΔΙΠΟΥΣ: Εἶεν· τὸ δ’ ἔνθεν ποῖ τελευτῆσαί με χρή; ΧΟΡΟΣ: Χοὰς χέασθαι στάντα πρὸς πρώτην ἕω. ΟΙΔΙΠΟΥΣ: Ἦ τοῖσδε κρωσσοῖς οἷς λέγεις χέω τάδε; [480] ΧΟΡΟΣ: Τρισσάς γε πηγάς· τὸν τελευταῖον δ’ ὅλον. ΟΙΔΙΠΟΥΣ: Τοῦ τόνδε πλήσας θῶ; δίδασκε καὶ τόδε. ΧΟΡΟΣ: Ὕδατος, μελίσσης· μηδὲ προσφέρειν μέθυ. ΟΙΔΙΠΟΥΣ: Ὅταν δὲ τούτων γῆ μελάμφυλλος τύχῃ; ΧΟΡΟΣ: Τρὶς ἐννέ’ αὐτῇ κλῶνας ἐξ ἀμφοῖν χεροῖν τιθεὶς ἐλαίας, τάσδ’ ἐπεύχεσθαι λιτάς ‑ ΟΙΔΙΠΟΥΣ: Τούτων ἀκοῦσαι βούλομαι· μέγιστα γάρ. ΧΟΡΟΣ: Ὥς σφας καλοῦμεν Εὐμενίδας, ἐξ εὐμενῶν στέρνων δέχεσθαι τὸν ἱκέτην σωτήριον αἰτοῦ σύ τ’ αὐτὸς κεἴ τις ἄλλος ἀντὶ σοῦ, ἄπυστα φωνῶν μηδὲ μηκύνων βοήν· ἔπειτ’ ἀφέρπειν ἄστροφος. Καὶ ταῦτά σοι δράσαντι θαρσῶν ἂν παρασταίην ἐγώ, ἄλλως δὲ δειναίνοιμ’ ἄν, ὦ ξέν’, ἀμφὶ σοί. ΟΙΔΙΠΟΥΣ: Ὦ παῖδε, κλύετον τῶνδε προσχώρων ξένων; ΙΣΜΗΝΗ: Ἠκούσαμέν τε χὤ τι δεῖ πρόστασσε δρᾶν. ΟΙΔΙΠΟΥΣ: Ἐμοὶ μὲν οὐχ ὁδωτά· λείπομαι γὰρ ἐν τῷ μὴ δύνασθαι μήθ’ ὁρᾶν, δυοῖν κακοῖν· [500] ΙΣΜΗΝΗ: σφῷν δ’ ἁτέρα μολοῦσα πραξάτω τάδε. Ἀρκεῖν γὰρ οἶμαι κἀντὶ μυρίων μίαν ψυχὴν τάδ’ ἐκτίνουσαν, ἢν εὔνους παρῇ. Ἀλλ’ ἐν τάχει τι πράσσετον· μόνον δέ με μὴ λείπετ’· οὐ γὰρ ἂν σθένοι τοὐμὸν δέμας ἔρημον ἕρπειν οὐδ’ ὑφηγητοῦ δίχα. ΙΣΜΗΝΗ: Ἀλλ’ εἶμ’ ἐγὼ τελοῦσα· τὸν τόπον δ’ ἵνα χρἤσταί μ’ ἐφευρεῖν, τοῦτο βούλομαι μαθεῖν. ΧΟΡΟΣ: Τοὐκεῖθεν ἄλσους, ὦ ξένη, τοῦδ’. Ἢν δέ του σπάνιν τιν’ ἴσχῃς, ἔστ’ ἔποικος ὃς φράσει. ΙΣΜΗΝΗ: Χωροῖμ’ ἂν ἐς τόδ’· Ἀντιγόνη, σὺ δ’ ἐνθάδε φύλασσε πατέρα τόνδε· τοῖς τεκοῦσι γὰρ οὐδ’ εἰ πονεῖ τις, δεῖ πόνου μνήμην ἔχειν. ΧΟΡΟΣ: Δεινὸν μὲν τὸ πάλαι κείμενον ἤδη Str. 1 . κακόν, ὦ ξεῖν’, ἐπεγείρειν· ὅμως δ’ ἔραμαί ‹τι› πυθέσθαι ‑ ΟΙΔΙΠΟΥΣ: Τί τοῦτο; ΧΟΡΟΣ: τᾶς δειλαίας ἀπόρου φανείσας [515] ΙΣΜΗΝΗ: ἀλγηδόνος, ᾇ ξυνέστας. ΟΙΔΙΠΟΥΣ: Μὴ πρὸς ξενίας ἀνοίξῃς τᾶς σᾶς· γέγον’ ἔργ’ ἀναιδῆ. ΧΟΡΟΣ: Τό τοι πολὺ καὶ μηδαμὰ λῆγον χρῄζω, ξεῖν’, ὀρθὸν ἄκουσμ’ ἀκοῦσαι. ΟΙΔΙΠΟΥΣ: Ὤμοι. ΧΟΡΟΣ: Στέρξον, ἱκετεύω. ΟΙΔΙΠΟΥΣ: Φεῦ φεῦ. ΧΟΡΟΣ: Πείθου· κἀγὼ γὰρ ὅσον σὺ προσχρῄζεις. ΟΙΔΙΠΟΥΣ: Ἤνεγκον κακότατ’, ὦ ξένοι, ἤνεγκ’ Ant. 1 . ἀέκων μέν, θεὸς ἴστω· τούτων δ’ αὐθαίρετον οὐδέν. ΧΟΡΟΣ: Ἀλλ’ ἐς τί; ΟΙΔΙΠΟΥΣ: Κακᾷ μ’ εὐνᾷ πόλις οὐδὲν ἴδρις γάμων ἐνέδησεν ἄτᾳ. ΧΟΡΟΣ: Ἦ ματρόθεν, ὡς ἀκούω, δυσώνυμα λέκτρ’ ἐπλήσω; ΟΙΔΙΠΟΥΣ: Ὤμοι, θάνατος μὲν τάδ’ ἀκούειν, [530] ΙΣΜΗΝΗ: ὦ ξεῖν’· αὗται δὲ δύ’ ἐξ ἐμοῦ ‹μὲν› ‑ ΧΟΡΟΣ: Πῶς φῄς; ΟΙΔΙΠΟΥΣ: παῖδε, δύο δ’ ἄτα ‑ ΧΟΡΟΣ: Ὦ Ζεῦ. ΟΙΔΙΠΟΥΣ: ματρὸς κοινᾶς ἀπέβλαστον ὠδῖνος. ΧΟΡΟΣ: Σαί τἄρ’ ἀπόγονοί τ’ εἰσὶ καὶ ‑ Str. 2 . ΟΙΔΙΠΟΥΣ: Κοιναί γε πατρὸς ἀδελφεαί. ΧΟΡΟΣ: Ἰώ. ΟΙΔΙΠΟΥΣ: Ἰὼ δῆτα μυρίων γ’ ἐπιστροφαὶ κακῶν. ΧΟΡΟΣ: Ἔπαθες ‑ ΟΙΔΙΠΟΥΣ: Ἔπαθον ἄλαστ’ ἔχειν. ΧΟΡΟΣ: Ἔρεξας ‑ ΟΙΔΙΠΟΥΣ: Οὐκ ἔρεξα. ΧΟΡΟΣ: Τί γάρ; ΟΙΔΙΠΟΥΣ: Ἐδεξάμην δῶρον ὃ μήποτ’ ἐγὼ ταλακάρδιος ἐπωφελήσας πόλεος ἐξελέσθαι. ΧΟΡΟΣ: Δύστανε, τί γάρ; ἔθου φόνον ‑ Ant. 2 . [545] ΟΙΔΙΠΟΥΣ: Τί τοῦτο; τί δ’ ἐθέλεις μαθεῖν; ΧΟΡΟΣ: πατρός; ΟΙΔΙΠΟΥΣ: Παπαῖ, δευτέραν ἔπαισας, ἐπὶ νόσῳ νόσον. ΧΟΡΟΣ: Ἔκανες ‑ ΟΙΔΙΠΟΥΣ: Ἔκανον. Ἔχει δέ μοι ‑ ΧΟΡΟΣ: Τί τοῦτο; ΟΙΔΙΠΟΥΣ: πρὸς δίκας τι. ΧΟΡΟΣ: Τί γάρ; ΟΙΔΙΠΟΥΣ: Ἐγὼ φράσω· καὶ γὰρ ἄνους ἐφόνευσα καὶ ὤλεσα· νόμῳ δὲ καθαρός, ἄϊδρις ἐς τόδ’ ἦλθον. ΧΟΡΟΣ: Καὶ μὴν ἄναξ ὅδ’ ἡμὶν Αἰγέως γόνος Θησεὺς κατ’ ὀμφὴν σὴν ἀποσταλεὶς πάρα. [555] ΘΗΣΕΥΣ: Πολλῶν ἀκούων ἔν τε τῷ πάρος χρόνῳ τὰς αἱματηρὰς ὀμμάτων διαφθορὰς ἔγνωκά σ’, ὦ παῖ Λαΐου, τανῦν θ’ ὁδοῖς ἐν ταῖσδ’ ἀκούων μᾶλλον ἐξεπίσταμαι. Σκευή τε γάρ σε καὶ τὸ δύστηνον κάρα δηλοῦτον ἡμῖν ὄνθ’ ὃς εἶ, καί σ’ οἰκτίσας θέλω ‘περέσθαι, δύσμορ’ Οἰδίπου, τίνα πόλεως ἐπέστης προστροπὴν ἐμοῦ τ’ ἔχων. αὐτός τε χἠ σὴ δύσμορος παραστάτις. Δίδασκε· δεινὴν γάρ τιν’ ἂν πρᾶξιν τύχοις λέξας ὁποίας ἐξαφισταίμην ἐγώ, ὃς οἶδα καὐτὸς ὡς ἐπαιδεύθην ξένος, ὥσπερ σύ, χὤς τις πλεῖστ’ ἀνὴρ ἐπὶ ξένης ἤθλησα κινδυνεύματ’ ἐν τὠμῷ κάρᾳ· ὥστε ξένον γ’ ἂν οὐδέν’ ὄνθ’, ὥσπερ σὺ νῦν, ὑπεκτραποίμην μὴ οὐ συνεκσῴζειν· ἐπεὶ ἔξοιδ’ ἀνὴρ ὢν χὤτι τῆς ἐς αὔριον οὐδὲν πλέον μοι σοῦ μέτεστιν ἡμέρας. [570] ΟΙΔΙΠΟΥΣ: Θησεῦ, τὸ σὸν γενναῖον ἐν σμικρῷ λόγῳ παρῆκεν ὥστε βραχέ’ ἐμοὶ δεῖσθαι φράσαι· σὺ γάρ μ’ ὅς εἰμι κἀφ’ ὅτου πατρὸς γεγὼς καὶ γῆς ὁποίας ἦλθον, εἰρηκὼς κυρεῖς· ὥστ’ ἐστί μοι τὸ λοιπὸν οὐδὲν ἄλλο πλὴν εἰπεῖν ἃ χρῄζω, χὠ λόγος διοίχεται. ΘΗΣΕΥΣ: Τοῦτ’ αὐτὸ νῦν δίδασχ’, ὅπως ἂν ἐκμάθω. ΟΙΔΙΠΟΥΣ: Δώσων ἱκάνω τοὐμὸν ἄθλιον δέμας σοὶ δῶρον, οὐ σπουδαῖον εἰς ὄψιν· τὰ δὲ κέρδη παρ’ αὐτοῦ κρείσσον’ ἢ μορφὴ καλή. ΘΗΣΕΥΣ: Ποῖον δὲ κέρδος ἀξιοῖς ἥκειν φέρων; ΟΙΔΙΠΟΥΣ: Χρόνῳ μάθοις ἄν, οὐχὶ τῷ παρόντι που. ΘΗΣΕΥΣ: Ποίῳ γὰρ ἡ σὴ προσφορὰ δηλώσεται; ΟΙΔΙΠΟΥΣ: Ὅταν θάνω ‘γὼ καὶ σύ μου ταφεὺς γένῃ. ΘΗΣΕΥΣ: Τὰ λοίσθι’ αἰτῇ τοῦ βίου, τὰ δ’ ἐν μέσῳ ἢ λῆστιν ἴσχεις ἢ δι’ οὐδενὸς ποιῇ. ΟΙΔΙΠΟΥΣ: Ἐνταῦθα γάρ μοι κεῖνα συγκομίζεται. ΘΗΣΕΥΣ: Ἀλλ’ ἐν βραχεῖ δὴ τήνδε μ’ ἐξαιτῇ χάριν. [590] ΟΙΔΙΠΟΥΣ: Ὅρα γε μήν· οὐ σμικρός, οὔχ, ἁγὼν ὅδε. ΘΗΣΕΥΣ: Πότερα τὰ τῶν σῶν ἐκγόνων ἢ ‘μοῦ λέγεις; ΟΙΔΙΠΟΥΣ: Κεῖνοι κομίζειν κεῖσ’ ἀναγκάζουσί με. ΘΗΣΕΥΣ: Ἀλλ’, εἰ θέλοντά γ’; οὐδὲ σοὶ φεύγειν καλόν. ΟΙΔΙΠΟΥΣ: Ἀλλ’ οὐδ’, ὅτ’ αὐτὸς ἤθελον, παρίεσαν. ΘΗΣΕΥΣ: Ὦ μῶρε, θυμὸς δ’ ἐν κακοῖς οὐ ξύμφορον. ΟΙΔΙΠΟΥΣ: Ὅταν μάθῃς μου, νουθέτει· τανῦν δ’ ἔα. ΘΗΣΕΥΣ: Δίδασκ’· ἄνευ γνώμης γὰρ οὔ με χρὴ λέγειν. ΟΙΔΙΠΟΥΣ: Πέπονθα, Θησεῦ, δεινὰ πρὸς κακοῖς κακά. ΘΗΣΕΥΣ: Ἦ τὴν παλαιὰν ξυμφορὰν γένους ἐρεῖς; ΟΙΔΙΠΟΥΣ: Οὐ δῆτ’, ἐπεὶ πᾶς τοῦτό γ’ Ἑλλήνων θροεῖ. ΘΗΣΕΥΣ: Τί γὰρ τὸ μεῖζον ἢ κατ’ ἄνθρωπον νοσεῖς; ΟΙΔΙΠΟΥΣ: Οὕτως ἔχει μοι· γῆς ἐμῆς ἀπηλάθην πρὸς τῶν ἐμαυτοῦ σπερμάτων· ἔστιν δέ μοι πάλιν κατελθεῖν μήποθ’, ὡς πατροκτόνῳ. ΘΗΣΕΥΣ: Πῶς δῆτά σ’ ἂν πεμψαίαθ’, ὥστ’ οἰκεῖν δίχα; ΟΙΔΙΠΟΥΣ: Τὸ θεῖον αὐτοὺς ἐξαναγκάσει στόμα. ΘΗΣΕΥΣ: Ποῖον πάθος δείσαντας ἐκ χρηστηρίων; [605] ΟΙΔΙΠΟΥΣ: Ὅτι σφ’ ἀνάγκη τῇδε πληγῆναι χθονί. ΘΗΣΕΥΣ: Καὶ πῶς γένοιτ’ ἂν τἀμὰ κἀκείνων πικρά; ΟΙΔΙΠΟΥΣ: Ὦ φίλτατ’ Αἰγέως παῖ, μόνοις οὐ γίγνεται θεοῖσι γῆρας οὐδὲ κατθανεῖν ποτε, τὰ δ’ ἄλλα συγχεῖ πάνθ’ ὁ παγκρατὴς χρόνος· φθίνει μὲν ἰσχὺς γῆς, φθίνει δὲ σώματος. θνῄσκει δὲ πίστις, βλαστάνει δ’ ἀπιστία, καὶ πνεῦμα ταὐτὸν οὔποτ’ οὔτ’ ἐν ἀνδράσιν Φίλοις βέβηκεν οὔτε πρὸς πόλιν πόλει· τοῖς μὲν γὰρ ἤδη, τοῖς δ’ ἐν ὑστέρῳ χρόνῳ τὰ τερπνὰ πικρὰ γίγνεται καὖθις φίλα. Καὶ ταῖσι Θήβαις εἰ τανῦν εὐημερεῖ καλῶς τὰ πρὸς σέ, μυρίας ὁ μυρίος χρόνος τεκνοῦται νύκτας ἡμέρας τ’ ἰών. ἐν αἷς τὰ νῦν ξύμφωνα δεξιώματα δόρει διασκεδῶσιν ἐκ σμικροῦ λόγου· ἵν’ οὑμὸς εὕδων καὶ κεκρυμμένος νέκυς ψυχρός ποτ’ αὐτῶν θερμὸν αἷμα πίεται, [625] ΘΗΣΕΥΣ: εἰ Ζεὺς ἔτι Ζεὺς χὠ Διὸς Φοῖβος σαφής. Ἀλλ’ οὐ γὰρ αὐδᾶν ἡδὺ τἀκίνητ’ ἔπη, ἔα μ’ ἐν οἷσιν ἠρξάμην, τὸ σὸν μόνον πιστὸν φυλάσσων· κοὔποτ’ Οἰδίπουν ἐρεῖς ἀχρεῖον οἰκητῆρα δέξασθαι τόπων τῶν ἐνθάδ’, εἴπερ μὴ θεοὶ ψεύσουσί με. ΧΟΡΟΣ: Ἄναξ, πάλαι καὶ ταῦτα καὶ τοιαῦτ’ ἔπη γῇ τῇδ’ ὅδ’ ἁνὴρ ὡς τελῶν ἐφαίνετο. ΘΗΣΕΥΣ: Τίς δῆτ’ ἂν ἀνδρὸς εὐμένειαν ἐκβάλοι τοιοῦδ’; ὅτῳ πρῶτον μὲν ἡ δορύξενος κοινὴ παρ’ ἡμῖν αἰέν ἐστιν ἑστία, ἔπειτα δ’ ἱκέτης δαιμόνων ἀφιγμένος γῇ τῇδε κἀμοὶ δασμὸν οὐ σμικρὸν τίνει. Ἁγὼ σεβισθεὶς οὔποτ’ ἐκβαλῶ χάριν τὴν τοῦδε, χώρᾳ δ’ ἔμπαλιν κατοικιῶ. Εἰ δ’ ἐνθάδ’ ἡδὺ τῷ ξένῳ μίμνειν, σέ νιν τάξω φυλάσσειν· εἰ δ’ ἐμοῦ στείχειν μέτα τόδ’ ἡδὺ ‑ τούτων, Οἰδίπου, δίδωμί σοι [645] ΘΗΣΕΥΣ: κρίναντι χρῆσθαι· τῇδε γὰρ ξυνοίσομαι. ΟΙΔΙΠΟΥΣ: Ὦ Ζεῦ, διδοίης τοῖσι τοιούτοισιν εὖ. ΘΗΣΕΥΣ: Τί δῆτα χρῄζεις; ἦ δόμους στείχειν ἐμούς; ΟΙΔΙΠΟΥΣ: Εἴ μοι θέμις γ’ ἦν· ἀλλ’ ὁ χῶρός ἐσθ’ ὅδε ‑ ΘΗΣΕΥΣ: Ἐν ᾧ τί πράξεις; οὐ γὰρ ἀντιστήσομαι· ΟΙΔΙΠΟΥΣ: ἐν ᾧ κρατήσω τῶν ἔμ’ ἐκβεβληκότων ‑ ΘΗΣΕΥΣ: Μέγ’ ἂν λέγοις δώρημα τῆς ξυνουσίας. ΟΙΔΙΠΟΥΣ: εἰ σοί γ’ ἅπερ φῂς ἐμμενεῖ τελοῦντί μοι. ΘΗΣΕΥΣ: Θάρσει τὸ τοῦδέ γ’ ἀνδρός· οὔ σε μὴ προδῶ. ΟΙΔΙΠΟΥΣ: Οὔτοι σ’ ὑφ’ ὅρκου γ’ ὡς κακὸν πιστώσομαι. ΘΗΣΕΥΣ: Οὔκουν πέρα γ’ ἂν οὐδὲν ἢ λόγῳ φέροις. ΟΙΔΙΠΟΥΣ: Πῶς οὖν ποιήσεις; ΘΗΣΕΥΣ: Τοῦ μάλιστ’ ὄκνος σ’ ἔχει; ΟΙΔΙΠΟΥΣ: Ἥξουσιν ἄνδρες ‑ ΘΗΣΕΥΣ: Ἀλλὰ τοῖσδ’ ἔσται μέλον. ΟΙΔΙΠΟΥΣ: Ὅρα με λείπων ‑ ΘΗΣΕΥΣ: Μὴ δίδασχ’ ἃ χρή με δρᾶν. ΟΙΔΙΠΟΥΣ: Ὀκνοῦντ’ ἀνάγκη ‑ [660] ΘΗΣΕΥΣ: Τοὐμὸν οὐκ ὀκνεῖ κέαρ. ΟΙΔΙΠΟΥΣ: Οὐκ οἶσθ’ ἀπειλάς ‑ ΘΗΣΕΥΣ: Οἶδ’ ἐγώ σε μή τινα ἐνθένδ’ ἀπάξοντ’ ἄνδρα πρὸς βίαν ἐμοῦ. Πολλαὶ δ’ ἀπειλαὶ πολλὰ δὴ μάτην ἔπη θυμῷ κατηπείλησαν, ἀλλ’ ὁ νοῦς ὅταν αὑτοῦ γένηται, φροῦδα τἀπειλήματα. Κείνοις δ’ ἴσως κεἰ δείν’ ἐπερρώσθη λέγειν τῆς σῆς ἀγωγῆς, οἶδ’ ἐγώ, φανήσεται μακρὸν τὸ δεῦρο πέλαγος οὐδὲ πλώσιμον. Θαρσεῖν μὲν οὖν ἔγωγε κἄνευ τῆς ἐμῆς γνώμης ἐπαινῶ, Φοῖβος εἰ προὔπεμψέ σε· ὅμως δὲ κἀμοῦ μὴ παρόντος οἶδ’ ὅτι τοὐμὸν φυλάξει σ’ ὄνομα μὴ πάσχειν κακῶς. ΧΟΡΟΣ: Εὐίππου, ξένε, τᾶσδε χώ- Str. 1 . ρας ἵκου τὰ κράτιστα γᾶς ἔπαυλα, τὸν ἀργῆτα Κολωνόν, ἔνθ’ ἁ λίγεια μινύρεται [675] ΘΗΣΕΥΣ: θαμίζουσα μάλιστ’ ἀη- δὼν χλωραῖς ὑπὸ βάσσαις, τὸν οἰνῶπα νέμουσα κισ- σὸν καὶ τὰν ἄβατον θεοῦ φυλλάδα μυριόκαρπον ἀνήλιον ἀνήνεμόν τε πάντων χειμώνων· ἵν’ ὁ Βακχιώ- τας ἀεὶ Διόνυσος ἐμβατεύει θείαις ἀμφιπολῶν τιθήναις. Θάλλει δ’ οὐρανίας ὑπ’ ἄ- Ant. 1 . χνας ὁ καλλίβοτρυς κατ’ ἦμαρ αἰεὶ νάρκισσος, μεγάλαιν θεαῖν ἀρχαῖον στεφάνωμ’, ὅ τε χρυσαυγὴς κρόκος· οὐδ’ ἄυ- πνοι κρῆναι μινύθουσιν Κηφισοῦ νομάδες ῥεέ- θρων, ἀλλ’ αἰὲν ἐπ’ ἤματι ὠκυτόκος πεδίων ἐπινίσεται [690] ΘΗΣΕΥΣ: ἀκηράτῳ σὺν ὄμβρῳ στερνούχου χθονός· οὐδὲ Μου- σᾶν χοροί νιν ἀπεστύγησαν, οὐδ’ αὖ ἁ χρυσάνιος Ἀφροδίτα. Ἔστιν δ’ οἷον ἐγὼ γᾶς Str. 2 . Ἀσίας οὐκ ἐπακούω, οὐδ’ ἐν τᾷ μεγάλᾳ Δωρίδι νάσῳ Πέλοπος πώποτε βλαστὸν φύτευμ’ ἀχείρωτον αὐτοποιόν, ἐγχέων φόβημα δαΐων, ὃ τᾷδε θάλλει μέγιστα χώρᾳ, γλαυκᾶς παιδοτρόφου φύλλον ἐλαίας· τὸ μέν τις οὐ νεαρὸς οὔτε γήρᾳ σημαίνων ἁλιώσει χερὶ πέρσας· ὁ γὰρ αἰὲν ὁρῶν κύκλος λεύσσει νιν Μορίου Διὸς χἀ γλαυκῶπις Ἀθάνα. Ἄλλον δ’ αἶνον ἔχω μα- Ant. 2 . [710] ΘΗΣΕΥΣ: τροπόλει τᾷδε κράτιστον, δῶρον τοῦ μεγάλου δαίμονος, εἰπεῖν, ‹ἐμὸν› αὔχημα μέγιστον, εὔιππον, εὔπωλον, εὐθάλασσον. Ὦ παῖ Κρόνου, σὺ γάρ νιν εἰς τόδ’ εἷσας αὔχημ’, ἄναξ Ποσειδάν, ἵπποισιν τὸν ἀκεστῆρα χαλινὸν πρώταισι ταῖσδε κτίσας ἀγυιαῖς· ἁ δ’ εὐήρετμος ἔκπαγλ’ ἁλία χερ- σὶ παραπτομένα πλάτα θρῴσκει, τῶν ἑκατομπόδων Νηρῄδων ἀκόλουθος. ΑΝΤΙΓΟΝΗ: Ὦ πλεῖστ’ ἐπαίνοις εὐλογούμενον πέδον, νῦν σὸν τὰ λαμπρὰ ταῦτα δὴ φαίνειν ἔπη. ΟΙΔΙΠΟΥΣ: Τί δ’ ἔστιν, ὦ παῖ, καινόν; ΑΝΤΙΓΟΝΗ: Ἆσσον ἔρχεται Κρέων ὅδ’ ἡμῖν οὐκ ἄνευ πομπῶν, πάτερ. ΟΙΔΙΠΟΥΣ: Ὦ φίλτατοι γέροντες, ἐξ ὑμῶν ἐμοὶ [725] ΘΗΣΕΥΣ: φαίνοιτ’ ἂν ἤδη τέρμα τῆς σωτηρίας. ΧΟΡΟΣ: Θάρσει, παρέσται. Καὶ γάρ, εἰ γέρων ἐγώ, τὸ τῆσδε χώρας οὐ γεγήρακεν σθένος. [730] ΚΡΕΩΝ: Ἄνδρες χθονὸς τῆσδ’ εὐγενεῖς οἰκήτορες, ὁρῶ τιν’ ὑμᾶς ὀμμάτων εἰληφότας φόβον νεώρη τῆς ἐμῆς ἐπεισόδου· ὃν μήτ’ ὀκνεῖτε μήτ’ ἀφῆτ’ ἔπος κακόν. Ἥκω γὰρ οὐχ ὡς δρᾶν τι βουληθείς, ἐπεὶ γέρων μέν εἰμι, πρὸς πόλιν δ’ ἐπίσταμαι σθένουσαν ἥκων, εἴ τιν’ Ἑλλάδος, μέγα· ἀλλ’ ἄνδρα τόνδε τηλικόσδ’ ἀπεστάλην πείσων ἕπεσθαι πρὸς τὸ Καδμείων πέδον, οὐκ ἐξ ἑνὸς στείλαντος ἀλλ’ ἀνδρῶν ὑπὸ πάντων κελευσθείς, οὕνεχ’ ἧκέ μοι γένει τὰ τοῦδε πενθεῖν πήματ’ εἰς πλεῖστον πόλεως. Ἀλλ’, ὦ ταλαίπωρ’ Οἰδίπους, κλύων ἐμοῦ ἱκοῦ πρὸς οἴκους· πᾶς σε Καδμείων λεὼς καλεῖ δικαίως, ἐκ δὲ τῶν μάλιστ’ ἐγώ, ὅσῳπερ, εἰ μὴ πλεῖστον ἀνθρώπων ἔφυν κάκιστος, ἀλγῶ τοῖσι σοῖς κακοῖς, γέρον, ὁρῶν σε τὸν δύστηνον ὄντα μὲν ξένον, [750] ΚΡΕΩΝ: ἀεὶ δ’ ἀλήτην κἀπὶ προσπόλου μιᾶς βιοστερῆ χωροῦντα, τὴν ἐγὼ τάλας οὐκ ἄν ποτ’ ἐς τοσοῦτον αἰκίας πεσεῖν ἔδοξ’, ὅσον πέπτωκεν ἥδε δύσμορος, ἀεί σε κηδεύουσα καὶ τὸ σὸν κάρα πτωχῷ διαίτῃ, τηλικοῦτος, οὐ γάμων ἔμπειρος, ἀλλὰ τοὐπιόντος ἁρπάσαι. Ἆρ’ ἄθλιον τοὔνειδος, ὦ τάλας ἐγώ, ὠνείδισ’ εἰς σὲ κἀμὲ καὶ τὸ πᾶν γένος; ἀλλ’, οὐ γὰρ ἔστι τἀμφανῆ κρύπτειν, σύ νυν πρὸς θεῶν πατρῴων, Οἰδίπους, πεισθεὶς ἐμοὶ κρύψον θελήσας ἄστυ καὶ δόμους μολεῖν τοὺς σοὺς πατρῴους, τήνδε τὴν πόλιν φίλως εἰπών· ἐπαξία γάρ· ἡ δ’ οἴκοι πλέον δίκῃ σέβοιτ’ ἂν οὖσα σὴ πάλαι τροφός. ΟΙΔΙΠΟΥΣ: Ὦ πάντα τολμῶν κἀπὸ παντὸς ἂν φέρων λόγου δικαίου μηχάνημα ποικίλον, τί ταῦτα πειρᾷ κἀμὲ δεύτερον θέλεις [765] ΚΡΕΩΝ: ἑλεῖν ἐν οἷς μάλιστ’ ἂν ἀλγοίην ἁλούς; Πρόσθεν τε γάρ με τοῖσιν οἰκείοις κακοῖς νοσοῦνθ’, ὅτ’ ἦν μοι τέρψις ἐκπεσεῖν χθονός, οὐκ ἤθελες θέλοντι προσθέσθαι χάριν, ἀλλ’ ἡνίκ’ ἤδη μεστὸς ἦ θυμούμενος καὶ τοὐν δόμοισιν ἦν διαιτᾶσθαι γλυκύ, τότ’ ἐξεώθεις κἀξέβαλλες, οὐδέ σοι τὸ συγγενὲς τοῦτ’ οὐδαμῶς τότ’ ἦν φίλον· νῦν τ’ αὖθις, ἡνίκ’ εἰσορᾷς πόλιν τέ μοι ξυνοῦσαν εὔνουν τήνδε καὶ γένος τὸ πᾶν, πειρᾷ μετασπᾶν, σκληρὰ μαλθακῶς λέγων. Καίτοι τίς αὕτη τέρψις ἄκοντας φιλεῖν; ὥσπερ τις εἴ σοι λιπαροῦντι μὲν τυχεῖν μηδὲν διδοίη μηδ’ ἐπαρκέσαι θέλοι, πλήρη δ’ ἔχοντι θυμὸν ὧν χρῄζοις, τότε δωροῖθ’, ὅτ’ οὐδὲν ἡ χάρις χάριν φέροι· ἆρ’ ἂν ματαίου τῆσδ’ ἂν ἡδονῆς τύχοις; τοιαῦτα μέντοι καὶ σὺ προσφέρεις ἐμοί, [785] ΚΡΕΩΝ: λόγῳ μὲν ἐσθλά, τοῖσι δ’ ἔργοισιν κακά. Φράσω δὲ καὶ τοῖσδ’, ὥς σε δηλώσω κακόν. Ἥκεις ἔμ’ ἄξων, οὐχ ἵν’ ἐς δόμους ἄγῃς, ἀλλ’ ὡς πάραυλον οἰκίσῃς, πόλις δέ σοι κακῶν ἄνατος τῆσδ’ ἀπαλλαχθῇ χθονός. Οὐκ ἔστι σοι ταῦτ’, ἀλλά σοι τάδ’ ἔστ’, ἐκεῖ χώρας ἀλάστωρ οὑμὸς ἐνναίων ἀεί· ἔστιν δὲ παισὶ τοῖς ἐμοῖσι τῆς ἐμῆς χθονὸς λαχεῖν τοσοῦτον, ἐνθανεῖν μόνον. Ἆρ’ οὐκ ἄμεινον ἢ σὺ τἀν Θήβαις φρονῶ; πολλῷ γ’, ὅσῳπερ κἀκ σαφεστέρων κλύω, Φοίβου τε καὐτοῦ Ζηνός, ὃς κείνου πατήρ. Τὸ σὸν δ’ ἀφῖκται δεῦρ’ ὑπόβλητον στόμα, πολλὴν ἔχον στόμωσιν· ἐν δὲ τῷ λέγειν κάκ’ ἂν λάβοις τὰ πλείον’ ἢ σωτήρια. Ἀλλ’ οἶδα γάρ σε ταῦτα μὴ πείθων, ἴθι, ἡμᾶς δ’ ἔα ζῆν ἐνθάδ’· οὐ γὰρ ἂν κακῶς οὐδ’ ὧδ’ ἔχοντες ζῷμεν, εἰ τερποίμεθα. [800] ΚΡΕΩΝ: Πότερα νομίζεις δυστυχεῖν ἔμ’ ἐς τὰ σὰ ἢ σ’ εἰς τὰ σαυτοῦ μᾶλλον ἐν τῷ νῦν λόγῳ; ΟΙΔΙΠΟΥΣ: Ἐμοὶ μέν ἐσθ’ ἥδιστον εἰ σὺ μήτ’ ἐμὲ πείθειν οἷός τ’ εἶ μήτε τούσδε τοὺς πέλας. ΚΡΕΩΝ: Ὦ δύσμορ’, οὐδὲ τῷ χρόνῳ φύσας φανῇ φρένας ποτ’, ἀλλὰ λῦμα τῷ γήρᾳ τρέφῃ; ΟΙΔΙΠΟΥΣ: Γλώσσῃ σὺ δεινός· ἄνδρα δ’ οὐδέν’ οἶδ’ ἐγὼ δίκαιον ὅστις ἐξ ἅπαντος εὖ λέγει. ΚΡΕΩΝ: Χωρὶς τό τ’ εἰπεῖν πολλὰ καὶ τὸ καίρια. ΟΙΔΙΠΟΥΣ: Ὡς δὴ σὺ βραχέα, ταῦτα δ’ ἐν καιρῷ λέγεις. ΚΡΕΩΝ: Οὐ δῆθ’ ὅτῳ γε νοῦς ἴσος καὶ σοὶ πάρα. ΟΙΔΙΠΟΥΣ: Ἄπελθ’, ἐρῶ γὰρ καὶ πρὸ τῶνδε, μηδέ με φύλασσ’ ἐφορμῶν ἔνθα χρὴ ναίειν ἐμέ. ΚΡΕΩΝ: Μαρτύρομαι τούσδ’, οὐ σέ. Πρὸς δὲ τοὺς φίλους οἷ’ ἀνταμείβῃ ῥήματ’, ἤν σ’ ἕλω ποτέ ‑ ΟΙΔΙΠΟΥΣ: Τίς δ’ ἄν με τῶνδε συμμάχων ἕλοι βίᾳ; ΚΡΕΩΝ: Ἦ μὴν σὺ κἄνευ τοῦδε λυπηθεὶς ἔσῃ. ΟΙΔΙΠΟΥΣ: Ποίῳ σὺν ἔργῳ τοῦτ’ ἀπειλήσας ἔχεις; [820] ΚΡΕΩΝ: Παίδοιν δυοῖν σοι τὴν μὲν ἀρτίως ἐγὼ ξυναρπάσας ἔπεμψα, τὴν δ’ ἄξω τάχα. ΟΙΔΙΠΟΥΣ: Οἴμοι. ΚΡΕΩΝ: Τάχ’ ἕξεις μᾶλλον οἰμώζειν τάδε. ΟΙΔΙΠΟΥΣ: Τὴν παῖδ’ ἔχεις μου; ΚΡΕΩΝ: Τήνδε τ’ οὐ μακροῦ χρόνου. ΟΙΔΙΠΟΥΣ: Ἰὼ ξένοι, τί δράσετ’; ἦ προδώσετε, κοὐκ ἐξελᾶτε τὸν ἀσεβῆ τῆσδε χθονός; ΧΟΡΟΣ: Χώρει, ξέν’, ἔξω θᾶσσον· οὔτε γὰρ τὰ νῦν δίκαια πράσσεις οὔθ’ ἃ πρόσθεν εἴργασαι. ΚΡΕΩΝ: Ὑμῖν ἂν εἴη τήνδε καιρὸς ἐξάγειν ἄκουσαν, εἰ θέλουσα μὴ πορεύσεται. ΑΝΤΙΓΟΝΗ: Οἴμοι τάλαινα, ποῖ φύγω; ποίαν λάβω θεῶν ἄρηξιν ἢ βροτῶν; ΧΟΡΟΣ: Τί δρᾷς, ξένε· ΚΡΕΩΝ: Οὐχ ἅψομαι τοῦδ’ ἀνδρός, ἀλλὰ τῆς ἐμῆς. ΟΙΔΙΠΟΥΣ: Ὦ γῆς ἄνακτες. ΧΟΡΟΣ: Ὦ ξέν’, οὐ δίκαια δρᾷς. [835] ΚΡΕΩΝ: Δίκαια. ΧΟΡΟΣ: Πῶς δίκαια; ΚΡΕΩΝ: Τοὺς ἐμοὺς ἄγω. ΟΙΔΙΠΟΥΣ: Ἰὼ πόλις. Str. ΧΟΡΟΣ: Τί δρᾷς, ὦ ξέν’; οὐκ ἀφήσεις; τάχ’ εἰς βάσανον εἶ χερῶν. ΚΡΕΩΝ: Εἴργου. ΧΟΡΟΣ: Σοῦ μὲν οὔ, τάδε γε μωμένου. ΚΡΕΩΝ: Πόλει μάχῃ γάρ, εἴ τι πημανεῖς ἐμέ. ΟΙΔΙΠΟΥΣ: Οὐκ ἠγόρευον ταῦτ’ ἐγώ; ΧΟΡΟΣ: Μέθες χεροῖν τὴν παῖδα θᾶσσον. ΚΡΕΩΝ: Μὴ ‘πίτασσ’ ἃ μὴ κρατεῖς. ΧΟΡΟΣ: Χαλᾶν λέγω σοι. ΚΡΕΩΝ: Σοὶ δ’ ἔγωγ’ ὁδοιπορεῖν. ΧΟΡΟΣ: Πρόβαθ’ ὧδε, βᾶτε, βᾶτ’, ἔντοποι· πόλις ἐναίρεται, πόλις ἐμά, σθένει· πρόβαθ’ ὧδέ μοι. [845] ΑΝΤΙΓΟΝΗ: Ἀφέλκομαι δύστηνος, ὦ ξένοι, ξένοι. ΟΙΔΙΠΟΥΣ: Ποῦ, τέκνον, εἶ μοι; ΑΝΤΙΓΟΝΗ: Πρὸς βίαν πορεύομαι. ΟΙΔΙΠΟΥΣ: Ὄρεξον, ὦ παῖ, χεῖρας. ΑΝΤΙΓΟΝΗ: Ἀλλ’ οὐδὲν σθένω. ΚΡΕΩΝ: Οὐκ ἄξεθ’ ὑμεῖς; ΟΙΔΙΠΟΥΣ: Ὦ τάλας ἐγώ, τάλας. ΚΡΕΩΝ: Οὔκουν ποτ’ ἐκ τούτοιν γε μὴ σκήπτροιν ἔτι ὁδοιπορήσεις· ἀλλ’ ἐπεὶ νικᾶν θέλεις πατρίδα ‹τε› τὴν σὴν καὶ φίλους, ὑφ’ ὧν ἐγὼ ταχθεὶς τάδ’ ἔρδω καὶ τύραννος ὢν ὅμως, νίκα· χρόνῳ γάρ, οἶδ’ ἐγώ, γνώσῃ τάδε, ὁθούνεκ’ αὐτὸς αὐτὸν οὔτε νῦν καλὰ δρᾷς οὔτε πρόσθεν εἰργάσω βίᾳ φίλων, ὀργῇ χάριν δοὺς ἥ σ’ ἀεὶ λυμαίνεται. ΧΟΡΟΣ: Ἐπίσχες αὐτοῦ, ξεῖνε. ΚΡΕΩΝ: Μὴ ψαύειν λέγω. ΧΟΡΟΣ: Οὔτοι σ’ ἀφήσω, τῶνδέ γ’ ἐστερημένος. [860] ΚΡΕΩΝ: Καὶ μεῖζον ἆρα ῥύσιον πόλει τάχα θήσεις· ἐφάψομαι γὰρ οὐ ταύταιν μόναιν. ΧΟΡΟΣ: Ἀλλ’ ἐς τί τρέψῃ; ΚΡΕΩΝ: Τόνδ’ ἀπάξομαι λαβών. ΧΟΡΟΣ: Δεινὸν λέγεις ‹σύ›. ΚΡΕΩΝ: Τοῦτο νῦν πεπράξεται, ἢν μή μ’ ὁ κραίνων τῆσδε γῆς ἀπειργάθῃ. ΟΙΔΙΠΟΥΣ: Ὦ φθέγμ’ ἀναιδές, ἦ σὺ γὰρ ψαύεις ἐμοῦ; ΚΡΕΩΝ: Αὐδῶ σιωπᾶν. ΟΙΔΙΠΟΥΣ: Μὴ γὰρ αἵδε δαίμονες θεῖέν μ’ ἄφωνον τῆσδε τῆς ἀρᾶς ἔτι, ὅς μ’, ὦ κάκιστε, ψιλὸν ὄμμ’ ἀποσπάσας πρὸς ὄμμασιν τοῖς πρόσθεν ἐξοίχῃ βίᾳ. Τοιγὰρ σὲ καὐτὸν καὶ γένος τὸ σὸν θεῶν ὁ πάντα λεύσσων Ἥλιος δοίη βίον τοιοῦτον οἷον κἀμὲ γηρᾶναί ποτε. ΚΡΕΩΝ: Ὁρᾶτε ταῦτα, τῆσδε γῆς ἐγχώριοι; ΟΙΔΙΠΟΥΣ: Ὁρῶσι κἀμὲ καὶ σέ, καὶ φρονοῦσ’ ὅτι [875] ΚΡΕΩΝ: ἔργοις πεπονθὼς ῥήμασίν σ’ ἀμύνομαι. ΚΡΕΩΝ: Οὔτοι καθέξω θυμόν, ἀλλ’ ἄξω βίᾳ. κεἰ μοῦνός εἰμι, τόνδε, καὶ γήρᾳ βαρύς. ΟΙΔΙΠΟΥΣ: Ἰὼ τάλας. Ant. ΧΟΡΟΣ: Ὅσον λῆμ’ ἔχων ἀφίκου, ξέν’, εἰ τάδε δοκεῖς τελεῖν. ΚΡΕΩΝ: Δοκῶ. ΧΟΡΟΣ: Τάνδ’ ἄρ’ οὐκέτι νεμῶ πόλιν. ΚΡΕΩΝ: Τοῖς τοι δικαίοις χὠ βραχὺς νικᾷ μέγαν. ΟΙΔΙΠΟΥΣ: Ἀκούεθ’ οἷα φθέγγεται; ΧΟΡΟΣ: Τά γ’ οὐ τελεῖ, ‹σαφῶς ἐγᾦδα›. ΚΡΕΩΝ: Ζεύς γ’ ἂν εἰδείη, σὺ δ’ οὔ. ΧΟΡΟΣ: Ἆρ’ οὐχ ὕβρις τάδ’; ΚΡΕΩΝ: Ὕβρις, ἀλλ’ ἀνεκτέα. ΧΟΡΟΣ: Ἰὼ πᾶς λεώς, ἰὼ γᾶς πρόμοι, μόλετε σὺν τάχει, μόλετ’· ἐπεὶ πέραν περῶσ’ οἵδε δή. [890] ΘΗΣΕΥΣ: Τίς ποθ’ ἡ βοή; τί τοὔργον; ἐκ τίνος φόβου ποτὲ βουθυτοῦντά μ’ ἀμφὶ βωμὸν ἔσχετ’ ἐναλίῳ θεῷ τοῦδ’ ἐπιστάτῃ Κολωνοῦ; Λέξαθ’, ὡς εἰδῶ τὸ πᾶν, οὗ χάριν δεῦρ’ ᾖξα θᾶσσον ἢ καθ’ ἡδονὴν ποδός. ΟΙΔΙΠΟΥΣ: Ὦ φίλτατ’, ἔγνων γὰρ τὸ προσφώνημά σου, πέπονθα δεινὰ τοῦδ’ ὑπ’ ἀνδρὸς ἀρτίως. ΘΗΣΕΥΣ: Τὰ ποῖα ταῦτα; τίς δ’ ὁ πημήνας; λέγε. ΟΙΔΙΠΟΥΣ: Κρέων ὅδ’ ὃν δέδορκας οἴχεται τέκνων ἀποσπάσας μου τὴν μόνην ξυνωρίδα. ΘΗΣΕΥΣ: Πῶς εἶπας; ΟΙΔΙΠΟΥΣ: Οἷά περ πέπονθ’ ἀκήκοας. ΘΗΣΕΥΣ: Οὔκουν τις ὡς τάχιστα προσπόλων μολὼν πρὸς τούσδε βωμοὺς πάντ’ ἀναγκάσει λεὼν ἄνιππον ἱππότην τε θυμάτων ἄπο σπεύδειν ἀπὸ ῥυτῆρος, ἔνθα δίστομοι μάλιστα συμβάλλουσιν ἐμπόρων ὁδοί, ὡς μὴ παρέλθωσ’ αἱ κόραι, γέλως δ’ ἐγὼ ξένῳ γένωμαι τῷδε χειρωθεὶς βίᾳ; [905] ΚΡΕΩΝ: ἴθ’, ὡς ἄνωγα, σὺν τάχει. Τοῦτον δ’ ἐγώ, εἰ μὲν δι’ ὀργῆς ἧκον ἧς ὅδ’ ἄξιος, ἄτρωτον οὐ μεθῆκ’ ἂν ἐξ ἐμῆς χερός· νῦν δ’ οὕσπερ αὐτὸς τοὺς νόμους εἰσῆλθ’ ἔχων, τούτοισι κοὐκ ἄλλοισιν ἁρμοσθήσεται. Οὐ γάρ ποτ’ ἔξει τῆσδε τῆς χώρας, πρὶν ἂν κείνας ἐναργεῖς δεῦρό μοι στήσῃς ἄγων· ἐπεὶ δέδρακας οὔτ’ ἐμοῦ καταξίως οὔθ’ ὧν πέφυκας αὐτὸς οὔτε σῆς χθονός, ὅστις δίκαι’ ἀσκοῦσαν εἰσελθὼν πόλιν κἄνευ νόμου κραίνουσαν οὐδέν, εἶτ’ ἀφεὶς τὰ τῆσδε τῆς γῆς κύρι’ ὧδ’ ἐπεισπεσὼν ἄγεις θ’ ἃ χρῄζεις καὶ παρίστασαι βίᾳ· καί μοι πόλιν κένανδρον ἢ δούλην τινὰ ἔδοξας εἶναι, κἄμ’ ἴσον τῷ μηδενί. Καίτοι σε Θῆβαί γ’ οὐκ ἐπαίδευσαν κακόν· οὐ γὰρ φιλοῦσιν ἄνδρας ἐκδίκους τρέφειν, οὐδ’ ἄν σ’ ἐπαινέσειαν, εἰ πυθοίατο [925] ΚΡΕΩΝ: συλῶντα τἀμὰ καὶ τὰ τῶν θεῶν, βίᾳ ἄγοντα φωτῶν ἀθλίων ἱκτήρια. Οὔκουν ἔγωγ’ ἄν, σῆς ἐπεμβαίνων χθονός, οὐδ’ εἰ τὰ πάντων εἶχον ἐνδικώτατα, ἄνευ γε τοῦ κραίνοντος, ὅστις ἦν, χθονὸς οὔθ’ εἷλκον οὔτ’ ἂν ἦγον, ἀλλ’ ἠπιστάμην ξένον παρ’ ἀστοῖς ὡς διαιτᾶσθαι χρεών. Σὺ δ’ ἀξίαν οὐκ οὖσαν αἰσχύνεις πόλιν τὴν αὐτὸς αὐτοῦ, καί σ’ ὁ πληθύων χρόνος γέρονθ’ ὁμοῦ τίθησι καὶ τοῦ νοῦ κενόν. Εἶπον μὲν οὖν καὶ πρόσθεν, ἐννέπω δὲ νῦν, τὰς παῖδας ὡς τάχιστα δεῦρ’ ἄγειν τινά, εἰ μὴ μέτοικος τῆσδε τῆς χώρας θέλεις εἶναι βίᾳ τε κοὐχ ἑκών· καὶ ταῦτά σοι τῷ νῷ θ’ ὁμοίως κἀπὸ τῆς γλώσσης λέγω. ΧΟΡΟΣ: Ὁρᾷς ἵν’ ἥκεις, ὦ ξέν’; ὡς ἀφ’ ὧν μὲν εἶ φαίνῃ δίκαιος, δρῶν δ’ ἐφευρίσκῃ κακά. ΚΡΕΩΝ: Ἐγὼ οὔτ’ ἄνανδρον τήνδε τὴν πόλιν λέγω, [940] ΚΡΕΩΝ: ὦ τέκνον Αἰγέως, οὔτ’ ἄβουλον, ὡς σὺ φῄς, τοὔργον τόδ’ ἐξέπραξα, γιγνώσκων δ’ ὅτι οὐδείς ποτ’ αὐτοὺς τῶν ἐμῶν ἂν ἐμπέσοι ζῆλος ξυναίμων, ὥστ’ ἐμοῦ τρέφειν βίᾳ. Ἤιδη δ’ ὁθούνεκ’ ἄνδρα καὶ πατροκτόνον κἄναγνον οὐ δεξοίατ’, οὐδ’ ὅτῳ γάμοι ξυνόντες ηὑρέθησαν ἀνόσιοι τέκνων. Τοιοῦτον αὐτοῖς Ἄρεος εὔβουλον πάγον ἐγὼ ξυνῄδη χθόνιον ὄνθ’, ὃς οὐκ ἐᾷ τοιούσδ’ ἀλήτας τῇδ’ ὁμοῦ ναίειν πόλει· ᾧ πίστιν ἴσχων τήνδ’ ἐχειρούμην ἄγραν. Καὶ ταῦτ’ ἂν οὐκ ἔπρασσον, εἰ μή μοι πικρὰς αὐτῷ τ’ ἀρὰς ἠρᾶτο καὶ τὠμῷ γένει· ἀνθ’ ὧν πεπονθὼς ἠξίουν τάδ’ ἀντιδρᾶν· θυμοῦ γὰρ οὐδέν ἐστι γῆρας ἄλλο πλὴν θανεῖν· θανόντων δ’ οὐδὲν ἄλγος ἅπτεται. Πρὸς ταῦτα πράξεις οἷον ἂν θέλῃς· ἐπεὶ ἐρημία με, κεἰ δίκαι’ ὅμως λέγω, [960] ΚΡΕΩΝ: σμικρὸν τίθησι· πρὸς δὲ τὰς πράξεις ὅμως, καὶ τηλικόσδ’ ὤν, ἀντιδρᾶν πειράσομαι. ΟΙΔΙΠΟΥΣ: Ὦ λῆμ’ ἀναιδές, τοῦ καθυβρίζειν δοκεῖς, πότερον ἐμοῦ γέροντος ἢ σαυτοῦ, τόδε; ὅστις φόνους μοι καὶ γάμους καὶ συμφορὰς τοῦ σοῦ διῆκας στόματος, ἃς ἐγὼ τάλας ἤνεγκον ἄκων· θεοῖς γὰρ ἦν οὕτω φίλον, τάχ’ ἄν τι μηνίουσιν εἰς γένος πάλαι. Ἐπεὶ καθ’ αὑτόν γ’ οὐκ ἂν ἐξεύροις ἐμοὶ ἁμαρτίας ὄνειδος οὐδὲν ἀνθ’ ὅτου τάδ’ εἰς ἐμαυτὸν τοὺς ἐμούς θ’ ἡμάρτανον. Ἐπεὶ δίδαξον, εἴ τι θέσφατον πατρὶ χρησμοῖσιν ἱκνεῖθ’ ὥστε πρὸς παίδων θανεῖν, πῶς ἂν δικαίως τοῦτ’ ὀνειδίζοις ἐμοί, ὃς οὔτε βλάστας πω γενεθλίους πατρός, οὐ μητρὸς εἶχον, ἀλλ’ ἀγέννητος τότ’ ἦ; Εἰ δ’ αὖ φανεὶς δύστηνος, ὡς ἐγὼ ‘φάνην, ἐς χεῖρας ἦλθον πατρὶ καὶ κατέκτανον, [980] ΚΡΕΩΝ: μηδὲν ξυνιεὶς ὧν ἔδρων εἰς οὕς τ’ ἔδρων, πῶς ἂν τό γ’ ἆκον πρᾶγμ’ ἂν εἰκότως ψέγοις; Μητρὸς δέ, τλῆμον, οὐκ ἐπαισχύνῃ γάμους οὔσης ὁμαίμου σῆς μ’ ἀναγκάζων λέγειν οἵους ἐρῶ τάχ’· οὐ γὰρ οὖν σιγήσομαι, σοῦ γ’ εἰς τόδ’ ἐξελθόντος ἀνόσιον στόμα. Ἔτικτε γάρ μ’ ἔτικτεν, ὤμοι μοι κακῶν, οὐκ εἰδότ’ οὐκ εἰδυῖα, καὶ τεκοῦσά με αὑτῆς ὄνειδος παῖδας ἐξέφυσέ μοι. Ἀλλ’ ἓν γὰρ οὖν ἔξοιδα, σὲ μὲν ἑκόντ’ ἐμὲ κείνην τε ταῦτα δυσστομεῖν· ἐγὼ δέ νιν ἄκων ἔγημα, φθέγγομαί τ’ ἄκων τάδε. Ἀλλ’ οὐ γὰρ οὔτ’ ἐν τοῖσδ’ ἀκούσομαι κακὸς γάμοισιν οὔθ’ οὓς αἰὲν ἐμφέρεις σύ μοι φόνους πατρῴους ἐξονειδίζων πικρῶς. Ἓν γάρ μ’ ἄμειψαι μοῦνον ὧν σ’ ἀνιστορῶ· εἴ τίς σε τὸν δίκαιον αὐτίκ’ ἐνθάδε κτείνοι παραστάς, πότερα πυνθάνοι’ ἂν εἰ [995] ΚΡΕΩΝ: πατήρ σ’ ὁ καίνων, ἢ τίνοι’ ἂν εὐθέως; Δοκῶ μέν, εἴπερ ζῆν φιλεῖς, τὸν αἴτιον τίνοι’ ἄν, οὐδὲ τοὔνδικον περιβλέποις. Τοιαῦτα μέντοι καὐτὸς εἰσέβην κακά, θεῶν ἀγόντων· οἷς ἐγὼ οὐδὲ τὴν πατρὸς ψυχὴν ἂν οἶμαι ζῶσαν ἀντειπεῖν ἐμοί. Σὺ δ’, εἶ γὰρ οὐ δίκαιος, ἀλλ’ ἅπαν καλὸν λέγειν νομίζων, ῥητὸν ἄρρητόν τ’ ἔπος, τοιαῦτ’ ὀνειδίζεις με τῶνδ’ ἐναντίον. Καί σοι τὸ Θησέως ὄνομα θωπεῦσαι καλόν, καὶ τὰς Ἀθήνας, ὡς κατῴκηνται καλῶς· κᾆθ’ ὧδ’ ἐπαινῶν πολλὰ τοῦδ’ ἐκλανθάνῃ, ὁθούνεκ’ εἴ τις γῆ θεοὺς ἐπίσταται τιμαῖς σεβίζειν, ἥδε τοῦθ’ ὑπερφέρει· ἀφ’ ἧς σὺ κλέψας τὸν ἱκέτην γέροντ’ ἐμὲ αὐτόν τ’ ἐχειροῦ τὰς κόρας τ’ οἴχῃ λαβών. Ἀνθ’ ὧν ἐγὼ νῦν τάσδε τὰς θεὰς ἐμοὶ καλῶν ἱκνοῦμαι καὶ κατασκήπτω λιταῖς [1015] ΚΡΕΩΝ: ἐλθεῖν ἀρωγοὺς ξυμμάχους ‹θ’›, ἵν’ ἐκμάθῃς οἵων ὑπ’ ἀνδρῶν ἥδε φρουρεῖται πόλις. ΧΟΡΟΣ: Ὁ ξεῖνος, ὦναξ, χρηστός· αἱ δὲ συμφοραὶ αὐτοῦ πανώλεις, ἄξιαι δ’ ἀμυναθεῖν. ΘΗΣΕΥΣ: Ἅλις λόγων· ὡς οἱ μὲν ἐξηρπασμένοι σπεύδουσιν, ἡμεῖς δ’ οἱ παθόντες ἕσταμεν. ΚΡΕΩΝ: Τί δῆτ’ ἀμαυρῷ φωτὶ προστάσσεις ποεῖν; ΘΗΣΕΥΣ: Ὁδοῦ κατάρχειν τῆς ἐκεῖ, πομπὸν δέ με χωρεῖν, ἵν’ εἰ μὲν ἐν τόποισι τοῖσδ’ ἔχεις τὰς παῖδας ἡμῶν, αὐτὸς ἐκδείξῃς ἐμοί· εἰ δ’ ἐγκρατεῖς φεύγουσιν, οὐδὲν δεῖ πονεῖν· ἄλλοι γὰρ οἱ σπεύδοντες, οὓς οὐ μή ποτε χώρας φυγόντες τῆσδ’ ἐπεύξωνται θεοῖς. Ἀλλ’ ἐξυφηγοῦ· γνῶθι δ’ ὡς ἔχων ἔχῃ καί σ’ εἷλε θηρῶνθ’ ἡ Τύχη· τὰ γὰρ δόλῳ τῷ μὴ δικαίῳ κτήματ’ οὐχὶ σῴζεται. Κοὐκ ἄλλον ἕξεις εἰς τόδ’· ὡς ἔξοιδά σε οὐ ψιλὸν οὐδ’ ἄσκευον ἐς τοσήνδ’ ὕβριν [1030] ΚΡΕΩΝ: ἥκοντα τόλμης τῆς παρεστώσης τανῦν, ἀλλ’ ἔσθ’ ὅτῳ σὺ πιστὸς ὢν ἔδρας τάδε· ἃ δεῖ μ’ ἀθρῆσαι, μηδὲ τήνδε τὴν πόλιν ἑνὸς ποῆσαι φωτὸς ἀσθενεστέραν. Νοεῖς τι τούτων, ἢ μάτην τὰ νῦν τέ σοι δοκεῖ λελέχθαι χὤτε ταῦτ’ ἐμηχανῶ; ΚΡΕΩΝ: Οὐδὲν σὺ μεμπτὸν ἐνθάδ’ ὢν ἐρεῖς ἐμοί· οἴκοι δὲ χἠμεῖς εἰσόμεσθ’ ἃ χρὴ ποεῖν. ΘΗΣΕΥΣ: Χωρῶν ἀπείλει νῦν· σὺ δ’ ἡμίν, Οἰδίπους, ἕκηλος αὐτοῦ μίμνε, πιστωθεὶς ὅτι, ἢν μὴ θάνω ‘γὼ πρόσθεν, οὐχὶ παύσομαι πρὶν ἄν σε τῶν σῶν κύριον στήσω τέκνων. ΟΙΔΙΠΟΥΣ: Ὄναιο, Θησεῦ, τοῦ τε γενναίου χάριν καὶ τῆς πρὸς ἡμᾶς ἐνδίκου προμηθίας. ΧΟΡΟΣ: Εἴην ὅθι δαΐων Str. 1 . ἀνδρῶν τάχ’ ἐπιστροφαὶ τὸν χαλκοβόαν Ἄρη μείξουσιν, ἢ πρὸς Πυθίαις, [1050] ΚΡΕΩΝ: ἢ λαμπάσιν ἀκταῖς, οὗ πότνιαι σεμνὰ τιθηνοῦνται τέλη θνατοῖσιν ὧν καὶ χρυσέα κλῂς ἐπὶ γλώσσᾳ βέβα- κε προσπόλων Εὐμολπιδᾶν· ἔνθ’ οἶμαι τὸν ἐγρεμάχαν Θησέα καὶ τὰς διστόλους ἀδμῆτας ἀδελφὰς αὐτάρκει τάχ’ ἐμμείξειν βοᾷ τούσδ’ ἀνὰ χώρους· ἤ που τὸν ἐφέσπερον Ant. 1 . πέτρας νιφάδος πελῶσ’ Οἰάτιδος ἐκ νομοῦ πώλοισιν ἢ ῥιμφαρμάτοις φεύγοντες ἁμίλλαις; Ἁλώσεται· δεινὸς ὁ προσχωρῶν Ἄρης, δεινὰ δὲ Θησειδᾶν ἀκμά. Πᾶς γὰρ ἀστράπτει χαλι- [1070] ΚΡΕΩΝ: νός, πᾶσα δ’ ὁρμᾶται κατὰ ἀμπυκτήρια ‹νεαρῶν› ἄμβασις οἳ τὰν ἱππίαν τιμῶσιν Ἀθάναν καὶ τὸν πόντιον γαιάοχον Ῥέας φίλον υἱόν. Ἔρδουσ’ ἢ μέλλουσιν; ὡς Str. 2 . προμνᾶταί τί μοι γνώμα τάχ’ ἀνσώσειν τὰν δεινὰ τλᾶσαν, δεινὰ δ’ εὑροῦ- σαν πρὸς αὐθαίμων πάθη. Τελεῖ, τελεῖ Ζεύς τι κατ’ ἆμαρ· μάντις εἴμ’ ἐσθλῶν ἀγώνων. Εἴθ’ ἀελλαία ταχύρρωστος πελειὰς αἰθερίας νεφέλας κύρσαιμι τῶνδ’ ἀγώνων θεωρὸν θεῖσα τοὐμὸν ὄμμα. Ἰὼ Ζεῦ, πάνταρχε θεῶν, Ant. 2 . [1090] ΚΡΕΩΝ: παντόπτ’, ὤ, πόροις γᾶς τᾶσδε δαμούχοις σθένει ‘πινικείῳ τὸν εὔ- αγρον τελειῶσαι λόχον, σεμνά τε παῖς Παλλὰς Ἀθάνα. Καὶ τὸν ἀγρευτὰν Ἀπόλλω, καὶ κασιγνήταν πυκνοστίκτων ὀπαδὸν ὠκυπόδων ἐλάφων, στέργω διπλᾶς ἀρωγὰς μολεῖν γᾷ τᾷδε καὶ πολίταις. Ὦ ξεῖν’ ἀλῆτα, τῷ σκοπῷ μὲν οὐκ ἐρεῖς ὡς ψευδόμαντις· τὰς κόρας γὰρ εἰσορῶ τάσδ’ ἆσσον αὖθις ὧδε προσπολουμένας. ΟΙΔΙΠΟΥΣ: Ποῦ ποῦ; τί φῄς; πῶς εἶπας; ΑΝΤΙΓΟΝΗ: Ὦ πάτερ, πάτερ, τίς ἂν θεῶν σοι τόνδ’ ἄριστον ἄνδρ’ ἰδεῖν δοίη, τὸν ἡμᾶς δεῦρο προσπέμψαντά σοι; ΟΙΔΙΠΟΥΣ: Ὦ τέκνον, ἦ πάρεστον; [1105] ΑΝΤΙΓΟΝΗ: Αἵδε γὰρ χέρες Θησέως ἔσωσαν φιλτάτων τ’ ὀπαόνων. ΟΙΔΙΠΟΥΣ: Προσέλθετ’, ὦ παῖ, πατρί, καὶ τὸ μηδαμὰ ἐλπισθὲν ἥξειν σῶμα βαστάσαι δότε. ΑΝΤΙΓΟΝΗ: Αἰτεῖς ἃ τεύξῃ· σὺν πόθῳ γὰρ ἡ χάρις. ΟΙΔΙΠΟΥΣ: Ποῦ δῆτα, ποῦ ‘στόν; ΑΝΤΙΓΟΝΗ: Αἵδ’ ὁμοῦ πελάζομεν. ΟΙΔΙΠΟΥΣ: Ὦ φίλτατ’ ἔρνη. ΑΝΤΙΓΟΝΗ: Τῷ τεκόντι πᾶν φίλον. ΟΙΔΙΠΟΥΣ: Ὦ σκῆπτρα φωτός. ΑΝΤΙΓΟΝΗ: Δυσμόρου γε δύσμορα. ΟΙΔΙΠΟΥΣ: Ἔχω τὰ φίλτατ’, οὐδ’ ἔτ’ ἂν πανάθλιος θανὼν ἂν εἴην σφῷν παρεστώσαιν ἐμοί. Ἐρείσατ’, ὦ παῖ, πλευρὸν ἀμφιδέξιον ἐμφύντε τῷ φύσαντι, κἀναπαύσατον τοῦ πρόσθ’ ἐρήμου τοῦδε δυστήνου πλάνου. Καί μοι τὰ πραχθέντ’ εἴπαθ’ ὡς βράχιστ’, ἐπεὶ ταῖς τηλικαῖσδε σμικρὸς ἐξαρκεῖ λόγος. [1120] ΑΝΤΙΓΟΝΗ: Ὅδ’ ἔσθ’ ὁ σώσας· τοῦδε χρὴ κλύειν, πάτερ, καὶ σοί γε τοὔργον τοὐμὸν εἶτ’ ἔσται βραχύ. ΟΙΔΙΠΟΥΣ: Ὦ ξεῖνε, μὴ θαύμαζε πρὸς τὸ λιπαρές, τέκν’ εἰ φανέντ’ ἄελπτα μηκύνω λόγον· ἐπίσταμαι γὰρ τήνδε τὴν ἐς τάσδε μοι τέρψιν παρ’ ἄλλου μηδενὸς πεφασμένην. Σὺ γάρ νιν ἐξέσωσας, οὐκ ἄλλος βροτῶν, καὶ σοὶ θεοὶ πόροιεν ὡς ἐγὼ θέλω, αὐτῷ τε καὶ γῇ τῇδ’· ἐπεὶ τό γ’ εὐσεβὲς μόνοις παρ’ ὑμῖν ηὗρον ἀνθρώπων ἐγὼ καὶ τοὐπιεικὲς καὶ τὸ μὴ ψευδοστομεῖν· εἰδὼς δ’ ἀμύνω τοῖσδε τοῖς λόγοις τάδε· ἔχω γὰρ ἅχω διὰ σὲ κοὐκ ἄλλον βροτῶν, καί μοι χέρ’, ὦναξ, δεξιάν τ’ ὄρεξον ὡς ψαύσω φιλήσω τ’, εἰ θέμις, τὸ σὸν κάρα. Καίτοι τί φωνῶ; πῶς σ’ ἂν ἄθλιος γεγὼς θιγεῖν θελήσαιμ’ ἀνδρός, ᾧ τίς οὐκ ἔνι κηλὶς κακῶν ξύνοικος; οὐκ ἔγωγέ σε, [1135] ΚΡΕΩΝ: οὐδ’ οὖν ἐάσω· τοῖς γὰρ ἐμπείροις βροτῶν μόνοις οἷόν τε συνταλαιπωρεῖν τάδε. Σὺ δ’ αὐτόθεν μοι χαῖρε, καὶ τὰ λοιπά μου μέλου δικαίως, ὥσπερ ἐς τόδ’ ἡμέρας. ΘΗΣΕΥΣ: Οὔτ’ εἴ τι μῆκος τῶν λόγων ἔθου πλέον, τέκνοισι τερφθεὶς τοῖσδε θαυμάσας ἔχω, οὐδ’ εἰ πρὸ τοὐμοῦ προὔλαβες τὰ τῶνδ’ ἔπη· βάρος γὰρ ἡμᾶς οὐδὲν ἐκ τούτων ἔχει· οὐ γὰρ λόγοισι τὸν βίον σπουδάζομεν λαμπρὸν ποιεῖσθαι μᾶλλον ἢ τοῖς δρωμένοις. Δείκνυμι δ’· ὧν γὰρ ὤμοσ’ οὐκ ἐψευσάμην οὐδέν σε, πρέσβυ· τάσδε γὰρ πάρειμ’ ἄγων ζώσας, ἀκραιφνεῖς τῶν κατηπειλημένων. Χὤπως μὲν ἁγὼν οὗτος ᾑρέθη, τί δεῖ κομπεῖν ἅ γ’ εἴσῃ καὐτὸς ἐκ ταύταιν ξυνών; Λόγος δ’ ὃς ἐμπέπτωκεν ἀρτίως ἐμοὶ στείχοντι δεῦρο, συμβαλοῦ γνώμην, ἐπεὶ σμικρὸς μὲν εἰπεῖν, ἄξιος δὲ θαυμάσαι· [1155] ΚΡΕΩΝ: πρᾶγος δ’ ἀτίζειν οὐδὲν ἄνθρωπον χρεών. ΟΙΔΙΠΟΥΣ: Τί δ’ ἔστι, τέκνον Αἰγέως; δίδασκέ με, ὡς μὴ εἰδότ’ αὐτὸν μηδὲν ὧν σὺ πυνθάνῃ. ΘΗΣΕΥΣ: Φασίν τιν’ ἡμῖν ἄνδρα, σοὶ μὲν ἔμπολιν οὐκ ὄντα, συγγενῆ δέ, προσπεσόντα πως βωμῷ καθῆσθαι τῷ Ποσειδῶνος, παρ’ ᾧ θύων ἔκυρον, ἡνίχ’ ὡρμώμην ἐγώ. ΟΙΔΙΠΟΥΣ: Ποδαπόν; τί προσχρῄζοντα τῷ θακήματι; ΘΗΣΕΥΣ: Οὐκ οἶδα πλὴν ἕν· σοῦ γάρ, ὡς λέγουσί μοι, βραχύν τιν’ αἰτεῖ μῦθον οὐκ ὄγκου πλέων. ΟΙΔΙΠΟΥΣ: Ποῖόν τιν’; οὐ γὰρ ἥδ’ ἕδρα σμικροῦ λόγου. ΘΗΣΕΥΣ: Σοὶ φασὶν αὐτὸν ἐς λόγους ἐλθεῖν μολόντ’ αἰτεῖν ἀπελθεῖν ‹τ’› ἀσφαλῶς τῆς δεῦρ’ ὁδοῦ. ΟΙΔΙΠΟΥΣ: Τίς δῆτ’ ἂν εἴη τήνδ’ ὁ προσθακῶν ἕδραν; ΘΗΣΕΥΣ: Ὅρα κατ’ Ἄργος εἴ τις ὑμὶν ἐγγενὴς ἔσθ’, ὅστις ἄν σου τοῦτο προσχρῄζοι τυχεῖν. ΟΙΔΙΠΟΥΣ: Ὦ φίλτατε, σχὲς οὗπερ εἶ. ΘΗΣΕΥΣ: Τί δ’ ἔστι σοι; [1170] ΟΙΔΙΠΟΥΣ: Μή μου δεηθῇς ‑ ΘΗΣΕΥΣ: Πράγματος ποίου; λέγε. ΟΙΔΙΠΟΥΣ: Ἔξοιδ’ ἀκούων τῶνδ’ ὅς ἐσθ’ ὁ προστάτης. ΘΗΣΕΥΣ: Καὶ τίς ποτ’ ἐστίν, ὅν γ’ ἐγὼ ψέξαιμί τι; ΟΙΔΙΠΟΥΣ: Παῖς οὑμός, ὦναξ, στυγνός, οὗ λόγων ἐγὼ ἄλγιστ’ ἂν ἀνδρῶν ἐξανασχοίμην κλύων. ΘΗΣΕΥΣ: Τί δ’; οὐκ ἀκούειν ἔστι, καὶ μὴ δρᾶν ἃ μὴ χρῄζεις; τί σοι τοῦτ’ ἐστὶ λυπηρὸν κλύειν; ΟΙΔΙΠΟΥΣ: Ἔχθιστον, ὦναξ, φθέγμα τοῦθ’ ἥκει πατρί· καὶ μή μ’ ἀνάγκῃ προσβάλῃς τάδ’ εἰκαθεῖν. ΘΗΣΕΥΣ: Ἀλλ’ εἰ τὸ θάκημ’ ἐξαναγκάζει, σκόπει, μή σοι πρόνοι’ ᾖ τοῦ θεοῦ φυλακτέα. ΑΝΤΙΓΟΝΗ: Πάτερ, πιθοῦ μοι, κεἰ νέα παραινέσω. Τὸν ἄνδρ’ ἔασον τόνδε τῇ θ’ αὑτοῦ φρενὶ χάριν παρασχεῖν τῷ θεῷ θ’ ἃ βούλεται, καὶ νῷν ὕπεικε τὸν κασίγνητον μολεῖν. Οὐ γάρ σε, θάρσει, πρὸς βίαν παρασπάσει γνώμης, ἃ μή σοι συμφέροντα λέξεται. [1190] ΚΡΕΩΝ: Λόγων δ’ ἀκοῦσαι τίς βλάβη; τά τοι κακῶς ηὑρημέν’ ἔργα τῷ λόγῳ μηνύεται. Ἔφυσας αὐτόν· ὥστε μηδὲ δρῶντά σε τὰ τῶν κακίστων δυσσεβέστατ’, ὦ πάτερ, θέμις σέ γ’ εἶναι κεῖνον ἀντιδρᾶν κακῶς. Ἄλλαι γονεῦσι χἀτέροις γοναὶ κακαὶ καὶ θυμὸς ὀξύς, ἀλλὰ νουθετούμενοι φίλων ἐπῳδαῖς ἐξεπᾴδονται φύσιν. Σὺ δ’ εἰς ἐκεῖνα, μὴ τὰ νῦν, ἀποσκόπει, πατρῷα καὶ μητρῷα πήμαθ’ ἅπαθες· κἂν κεῖνα λεύσσῃς, οἶδ’ ἐγώ, γνώσῃ κακοῦ θυμοῦ τελευτὴν ὡς κακὴ προσγίγνεται. Ἔχεις γὰρ οὐχὶ βαιὰ τἀνθυμήματα, τῶν σῶν ἀδέρκτων ὀμμάτων τητώμενος. Ἀλλ’ ἡμὶν εἶκε· λιπαρεῖν γὰρ οὐ καλὸν δίκαια προσχρῄζουσιν, οὐδ’ αὐτὸν μὲν εὖ πάσχειν, παθόντα δ’ οὐκ ἐπίστασθαι τίνειν. ΟΙΔΙΠΟΥΣ: Τέκνον, βαρεῖαν ἡδονὴν νικᾶτέ με [1205] ΚΡΕΩΝ: λέγοντες· ἔστω δ’ οὖν ὅπως ὑμῖν φίλον. Μόνον, ξέν’, εἴπερ κεῖνος ὧδ’ ἐλεύσεται, μηδεὶς κρατείτω τῆς ἐμῆς ψυχῆς ποτε. ΘΗΣΕΥΣ: Ἅπαξ τὰ τοιαῦτ’, οὐχὶ δὶς χρῄζω κλύειν, ὦ πρέσβυ. Κομπεῖν δ’ οὐχὶ βούλομαι· σὺ δ’ ὢν σῶς ἴσθ’, ἐάν περ κἀμέ τις σῴζῃ θεῶν. ΧΟΡΟΣ: Ὅστις τοῦ πλέονος μέρους Str. χρῄζει τοῦ μετρίου παρεὶς ζώειν, σκαιοσύναν φυλάσ- σων ἐν ἐμοὶ κατάδηλος ἔσται. Ἐπεὶ πολλὰ μὲν αἱ μακραὶ ἁμέραι κατέθεντο δὴ λύπας ἐγγυτέρω, τὰ τέρ- ποντα δ’ οὐκ ἂν ἴδοις ὅπου, ὅταν τις ἐς πλέον πέσῃ τοῦ δέοντος· ὁ δ’ ἐπίκουρος ἰσοτέλεστος, Ἄϊδος ὅτε Μοῖρ’ ἀνυμέναιος ἄλυρος ἄχορος ἀναπέφηνε, [1225] ΚΡΕΩΝ: θάνατος ἐς τελευτάν. Μὴ φῦναι τὸν ἅπαντα νι- Ant. κᾷ λόγον· τὸ δ’, ἐπεὶ φανῇ, βῆναι κεῖθεν ὅθεν περ ἥ- κει, πολὺ δεύτερον, ὡς τάχιστα. Ὡς εὖτ’ ἂν τὸ νέον παρῇ κούφας ἀφροσύνας φέρον, τίς πλάγχθη πολὺ μόχθος ἔ- ξω; τίς οὐ καμάτων ἔνι; φόνοι, στάσεις, ἔρις, μάχαι καὶ φθόνος· τό τε κατάμεμπτον ἐπιλέλογχε πύματον ἀκρατὲς ἀπροσόμιλον γῆρας ἄφιλον, ἵνα πρόπαντα κακὰ κακῶν ξυνοικεῖ. Ἐν ᾧ τλάμων ὅδ’, οὐκ ἐγὼ μόνος, Ep. πάντοθεν βόρειος ὥς τις ἀκτὰ κυματοπλὴξ χειμερία κλονεῖται, ὣς καὶ τόνδε κατ’ ἄκρας [1245] ΚΡΕΩΝ: δειναὶ κυματοαγεῖς ἆται κλονέουσιν ἀεὶ ξυνοῦσαι, αἱ μὲν ἀπ’ ἀελίου δυσμᾶν, αἱ δ’ ἀνατέλλοντος, αἱ δ’ ἀνὰ μέσσαν ἀκτῖν’, αἱ δ’ ἐννυχιᾶν ἀπὸ Ῥιπᾶν. ΑΝΤΙΓΟΝΗ: Καὶ μὴν ὅδ’ ἡμῖν, ὡς ἔοικεν, ὁ ξένος ἀνδρῶν γε μοῦνος, ὦ πάτερ, δι’ ὄμματος ἀστακτὶ λείβων δάκρυον ὧδ’ ὁδοιπορεῖ. ΟΙΔΙΠΟΥΣ: Τίς οὗτος; ΑΝΤΙΓΟΝΗ: Ὅνπερ καὶ πάλαι κατείχομεν γνώμῃ, πάρεστι δεῦρο Πολυνείκης ὅδε. [1255] ΠΟΛΥΝΕΙΚΗΣ: Οἴμοι, τί δράσω; πότερα τἀμαυτοῦ κακὰ πρόσθεν δακρύσω, παῖδες, ἢ τὰ τοῦδ’ ὁρῶν πατρὸς γέροντος; ὃν ξένης ἐπὶ χθονὸς σὺν σφῷν ἐφηύρηκ’ ἐνθάδ’ ἐκβεβλημένον ἐσθῆτι σὺν τοιᾷδε, τῆς ὁ δυσφιλὴς γέρων γέροντι συγκατῴκηκεν πίνος πλευρὰν μαραίνων, κρατὶ δ’ ὀμματοστερεῖ κόμη δι’ αὔρας ἀκτένιστος ᾄσσεται· ἀδελφὰ δ’, ὡς ἔοικε, τούτοισιν φορεῖ τὰ τῆς ταλαίνης νηδύος θρεπτήρια. Ἁγὼ πανώλης ὄψ’ ἄγαν ἐκμανθάνω· καὶ μαρτυρῶ κάκιστος ἀνθρώπων τροφαῖς ταῖς σαῖσιν ἥκειν· τἀμὰ μὴ ‘ξ ἄλλων πύθῃ. Ἀλλ’ ἔστι γὰρ καὶ Ζηνὶ σύνθακος θρόνων Αἰδὼς ἐπ’ ἔργοις πᾶσι, καὶ πρὸς σοί, πάτερ, παρασταθήτω· τῶν γὰρ ἡμαρτημένων ἄκη μὲν ἔστι, προσφορὰ δ’ οὐκ ἔστ’ ἔτι. Τί σιγᾷς; [1275] ΠΟΛΥΝΕΙΚΗΣ: Φώνησον, ὦ πάτερ, τι· μή μ’ ἀποστραφῇς· οὐδ’ ἀνταμείβῃ μ’ οὐδέν, ἀλλ’ ἀτιμάσας πέμψεις ἄναυδος, οὐδ’ ἃ μηνίεις φράσας; Ὦ σπέρματ’ ἀνδρὸς τοῦδ’, ἐμαὶ δ’ ὁμαίμονες, πειράσατ’ ἀλλ’ ὑμεῖς γε κινῆσαι πατρὸς τὸ δυσπρόσοιστον κἀπροσήγορον στόμα, ὡς μή μ’ ἄτιμον, τοῦ θεοῦ γε προστάτην, οὕτως ἀφῇ με μηδὲν ἀντειπὼν ἔπος. ΑΝΤΙΓΟΝΗ: Λέγ’, ὦ ταλαίπωρ’, αὐτὸς ὧν χρείᾳ πάρει· τὰ πολλὰ γάρ τοι ῥήματ’ ἢ τέρψαντά τι ἢ δυσχεράναντ’ ἢ κατοικτίσαντά πως παρέσχε φωνὴν τοῖς ἀφωνήτοις τινά. ΠΟΛΥΝΕΙΚΗΣ: Ἀλλ’ ἐξερῶ· καλῶς γὰρ ἐξηγῇ σύ μοι· πρῶτον μὲν αὐτὸν τὸν θεὸν ποιούμενος ἀρωγόν, ἔνθεν μ’ ὧδ’ ἀνέστησεν μολεῖν ὁ τῆσδε τῆς γῆς κοίρανος, διδοὺς ἐμοὶ λέξαι τ’ ἀκοῦσαί τ’ ἀσφαλεῖ σὺν ἐξόδῳ. Καὶ ταῦτ’ ἀφ’ ὑμῶν, ὦ ξένοι, βουλήσομαι [1290] ΠΟΛΥΝΕΙΚΗΣ: καὶ ταῖνδ’ ἀδελφαῖν καὶ πατρὸς κυρεῖν ἐμοί· ἃ δ’ ἦλθον ἤδη σοι θέλω λέξαι, πάτερ. Γῆς ἐκ πατρῴας ἐξελήλαμαι φυγάς, τοῖς σοῖς πανάρχοις οὕνεκ’ ἐνθακεῖν θρόνοις γονῇ πεφυκὼς ἠξίουν γεραιτέρᾳ. Ἀνθ’ ὧν μ’ Ἐτεοκλῆς, ὢν φύσει νεώτερος, γῆς ἐξέωσεν, οὔτε νικήσας λόγῳ, οὔτ’ εἰς ἔλεγχον χειρὸς οὐδ’ ἔργου μολών, πόλιν δὲ πείσας· ὧν ἐγὼ μάλιστα μὲν τὴν σὴν Ἐρινὺν αἰτίαν εἶναι λέγω· ἔπειτα κἀπὸ μάντεων ταύτῃ κλύω. Ἐπεὶ γὰρ ἦλθον Ἄργος ἐς τὸ Δωρικόν, λαβὼν Ἄδραστον πενθερόν, ξυνωμότας ἔστησ’ ἐμαυτῷ γῆς ὅσοιπερ Ἀπίας πρῶτοι καλοῦνται καὶ τετίμηνται δορί, ὅπως τὸν ἑπτάλογχον ἐς Θήβας στόλον ξὺν τοῖσδ’ ἀγείρας ἢ θάνοιμι πανδίκως ἢ τοὺς τάδ’ ἐκπράξαντας ἐκβάλοιμι γῆς. [1310] ΠΟΛΥΝΕΙΚΗΣ: Εἶεν· τί δῆτα νῦν ἀφιγμένος κυρῶ; σοὶ προστροπαίους, ὦ πάτερ, λιτὰς ἔχων αὐτός τ’ ἐμαυτοῦ ξυμμάχων τε τῶν ἐμῶν, οἳ νῦν σὺν ἑπτὰ τάξεσιν σὺν ἑπτά τε λόγχαις τὸ Θήβης πεδίον ἀμφεστᾶσι πᾶν· οἷος δορυσσοῦς Ἀμφιάρεως, τὰ πρῶτα μὲν δόρει κρατύνων, πρῶτα δ’ οἰωνῶν ὁδοῖς· ὁ δεύτερος δ’ Αἰτωλός, Οἰνέως τόκος, Τυδεύς· τρίτος δ’ Ἐτέοκλος, Ἀργεῖος γεγώς· τέταρτον Ἱππομέδοντ’ ἀπέστειλεν πατὴρ Ταλαός· ὁ πέμπτος δ’ εὔχεται κατασκαφῇ Καπανεὺς τὸ Θήβης ἄστυ δῃώσειν πυρί· ἕκτος δὲ Παρθενοπαῖος Ἀρκὰς ὄρνυται, ἐπώνυμος τῆς πρόσθεν ἀδμήτης χρόνῳ μητρὸς λοχευθείς, πιστὸς Ἀταλάντης γόνος· ἐγὼ δὲ σός, κεἰ μὴ σός, ἀλλὰ τοῦ κακοῦ πότμου φυτευθείς, σός γέ τοι καλούμενος, ἄγω τὸν Ἄργους ἄφοβον ἐς Θήβας στρατόν. [1330] ΠΟΛΥΝΕΙΚΗΣ: Οἵ σ’ ἀντὶ παίδων τῶνδε καὶ ψυχῆς, πάτερ, ἱκετεύομεν ξύμπαντες, ἐξαιτούμενοι μῆνιν βαρεῖαν εἰκαθεῖν ὁρμωμένῳ τῷδ’ ἀνδρὶ τοὐμοῦ πρὸς κασιγνήτου τίσιν, ὅς μ’ ἐξέωσεν κἀπεσύλησεν πάτρας. Εἰ γάρ τι πιστόν ἐστιν ἐκ χρηστηρίων, οἷς ἂν σὺ προσθῇ, τοῖσδ’ ἔφασκ’ εἶναι κράτος. Πρός νύν σε κρηνῶν, πρὸς θεῶν ὁμογνίων αἰτῶ πιθέσθαι καὶ παρεικαθεῖν, ἐπεὶ πτωχοὶ μὲν ἡμεῖς καὶ ξένοι, ξένος δὲ σύ· ἄλλους δὲ θωπεύοντες οἰκοῦμεν σύ τε κἀγώ, τὸν αὐτὸν δαίμον’ ἐξειληχότες. Ὁ δ’ ἐν δόμοις τύραννος, ὦ τάλας ἐγώ, κοινῇ καθ’ ἡμῶν ἐγγελῶν ἁβρύνεται· ὅν, εἰ σὺ τἠμῇ ξυμπαραστήσῃ φρενί, βραχεῖ σὺν ὄγκῳ καὶ χρόνῳ διασκεδῶ. Ὥστ’ ἐν δόμοισι τοῖσι σοῖς στήσω σ’ ἄγων, στήσω δ’ ἐμαυτόν, κεῖνον ἐκβαλὼν βίᾳ. [1345] ΠΟΛΥΝΕΙΚΗΣ: Καὶ ταῦτα σοῦ μὲν ξυνθέλοντος ἔστι μοι κομπεῖν, ἄνευ σοῦ δ’ οὐδὲ σωθῆναι σθένω. ΧΟΡΟΣ: Τὸν ἄνδρα, τοῦ πέμψαντος οὕνεκ’, Οἰδίπους, εἰπὼν ὁποῖα ξύμφορ’ ἔκπεμψαι πάλιν. ΟΙΔΙΠΟΥΣ: Ἀλλ’ εἰ μέν, ἄνδρες τῆσδε δημοῦχοι χθονός, μὴ ‘τύγχαν’ αὐτὸν δεῦρο προσπέμψας ἐμοὶ Θησεύς, δικαιῶν ὥστ’ ἐμοῦ κλύειν λόγους, οὔ τἄν ποτ’ ὀμφῆς τῆς ἐμῆς ἐπῄσθετο· νῦν δ’ ἀξιωθεὶς εἶσι κἀκούσας γ’ ἐμοῦ τοιαῦθ’ ἃ τὸν τοῦδ’ οὔποτ’ εὐφρανεῖ βίον· ὅς γ’, ὦ κάκιστε, σκῆπτρα καὶ θρόνους ἔχων, ἃ νῦν ὁ σὸς ξύναιμος ἐν Θήβαις ἔχει, τὸν αὐτὸς αὐτοῦ πατέρα τόνδ’ ἀπήλασας, κἄθηκας ἄπολιν καὶ στολὰς ταύτας φορεῖν, ἃς νῦν δακρύεις εἰσορῶν, ὅτ’ ἐν πόνῳ ταὐτῷ βεβηκὼς τυγχάνεις ἄκων ἐμοί. Οὐ κλαυστὰ δ’ ἐστίν, ἀλλ’ ἐμοὶ μὲν οἰστέα τάδ’, ἕωσπερ ἂν ζῶ, σοῦ φονέως μεμνημένος· [1365] ΠΟΛΥΝΕΙΚΗΣ: σὺ γάρ με μόχθῳ τῷδ’ ἔθηκας ἔντροφον, σύ μ’ ἐξέωσας, ἐκ σέθεν δ’ ἀλώμενος ἄλλους ἐπαιτῶ τὸν καθ’ ἡμέραν βίον. Εἰ δ’ ἐξέφυσα τάσδε μὴ ‘μαυτῷ τροφοὺς τὰς παῖδας, ἦ τἂν οὐκ ἂν ἦ, τὸ σὸν μέρος· νῦν δ’ αἵδε μ’ ἐκσῴζουσιν, αἵδ’ ἐμαὶ τροφοί, αἵδ’ ἄνδρες, οὐ γυναῖκες, εἰς τὸ συμπονεῖν· ὑμεῖς δ’ ἀπ’ ἄλλου κοὐκ ἐμοῦ πεφύκατον. Τοιγάρ σ’ ὁ δαίμων εἰσορᾷ μέν, ‑ οὔ τί πω ὡς αὐτίκ’, εἴπερ οἵδε κινοῦνται λόχοι πρὸς ἄστυ Θήβης. Οὐ γὰρ ἔσθ’ ὅπως πόλιν κείνην ἐρείψεις, ἀλλὰ πρόσθεν αἵματι πεσῇ μιανθεὶς χὠ ξύναιμος ἐξ ἴσου. Τοιάσδ’ Ἀρὰς σφῷν πρόσθε τ’ ἐξανῆκ’ ἐγώ, νῦν τ’ ἀνακαλοῦμαι ξυμμάχους ἐλθεῖν ἐμοί, ἵν’ ἀξιῶτον τοὺς φυτεύσαντας σέβειν, καὶ μὴ ‘ξατιμάζητον, εἰ τυφλοῦ πατρὸς τοιώδ’ ἔφυτον· αἵδε γὰρ τάδ’ οὐκ ἔδρων. [1380] ΠΟΛΥΝΕΙΚΗΣ: Τοιγὰρ τὸ σὸν θάκημα καὶ τοὺς σοὺς θρόνους κρατοῦσιν, εἴπερ ἐστὶν ἡ παλαίφατος Δίκη ξύνεδρος Ζηνὸς ἀρχαίοις νόμοις. Σὺ δ’ ἔρρ’ ἀπόπτυστός τε κἀπάτωρ ἐμοῦ, κακῶν κάκιστε, τάσδε συλλαβὼν Ἀράς, ἅς σοι καλοῦμαι, μήτε γῆς ἐμφυλίου δόρει κρατῆσαι μήτε νοστῆσαί ποτε τὸ κοῖλον Ἄργος, ἀλλὰ συγγενεῖ χερὶ θανεῖν κτανεῖν θ’ ὑφ’ οὗπερ ἐξελήλασαι. Τοιαῦτ’ ἀρῶμαι, καὶ καλῶ τοῦ Ταρτάρου στυγνὸν τὸ πρῶτον ἔρεβος, ὥς σ’ ἀποικίσῃ, καλῶ δὲ τάσδε δαίμονας, καλῶ δ’ Ἄρη τὸν σφῷν τὸ δεινὸν μῖσος ἐμβεβληκότα. Καὶ ταῦτ’ ἀκούσας στεῖχε κἀξάγγελλ’ ἰὼν καὶ πᾶσι Καδμείοισι τοῖς σαυτοῦ θ’ ἅμα πιστοῖσι συμμάχοισιν, οὕνεκ’ Οἰδίπους τοιαῦτ’ ἔνειμε παισὶ τοῖς αὑτοῦ γέρα. ΧΟΡΟΣ: Πολύνεικες, οὔτε ταῖς παρελθούσαις ὁδοῖς [1400] ΠΟΛΥΝΕΙΚΗΣ: ξυνήδομαί σοι, νῦν τ’ ἴθ’ ὡς τάχος πάλιν. ΠΟΛΥΝΕΙΚΗΣ: Οἴμοι κελεύθου τῆς τ’ ἐμῆς δυσπραξίας, οἴμοι δ’ ἑταίρων· οἷον ἆρ’ ὁδοῦ τέλος Ἄργους ἀφωρμήθημεν, ὦ τάλας ἐγώ, τοιοῦτον οἷον οὐδὲ φωνῆσαί τινι ἔξεσθ’ ἑταίρων, οὐδ’ ἀποστρέψαι πάλιν, ἀλλ’ ὄντ’ ἄναυδον τῇδε συγκῦρσαι τύχῃ. Ὦ τοῦδ’ ὅμαιμοι παῖδες, ἀλλ’ ὑμεῖς, ἐπεὶ τὰ σκληρὰ πατρὸς κλύετε τοῦδ’ ἀρωμένου, μή τοί με πρὸς θεῶν σφώ γ’, ἐὰν αἱ τοῦδ’ ἀραὶ πατρὸς τελῶνται καί τις ὑμὶν ἐς δόμους νόστος γένηται, μή μ’ ἀτιμάσητέ γε, ἀλλ’ ἐν τάφοισι θέσθε κἀν κτερίσμασιν. Καὶ σφῷν ὁ νῦν ἔπαινος, ὃν κομίζετον τοῦδ’ ἀνδρὸς οἷς πονεῖτον, οὐκ ἐλάσσονα ἔτ’ ἄλλον οἴσει τῆς ἐμῆς ὑπουργίας. ΑΝΤΙΓΟΝΗ: Πολύνεικες, ἱκετεύω σε πεισθῆναί τί μοι. ΠΟΛΥΝΕΙΚΗΣ: Ὦ φιλτάτη, τὸ ποῖον, Ἀντιγόνη; λέγε. [1420] ΑΝΤΙΓΟΝΗ: Στρέψαι στράτευμ’ ἐς Ἄργος ὡς τάχιστά γε, καὶ μὴ σέ τ’ αὐτὸν καὶ πόλιν διεργάσῃ. ΠΟΛΥΝΕΙΚΗΣ: Ἀλλ’ οὐχ οἷόν τε· πῶς γὰρ αὖθις ἂν πάλιν στράτευμ’ ἄγοιμι ταὐτὸν εἰσάπαξ τρέσας; ΑΝΤΙΓΟΝΗ: Τί δ’ αὖθις, ὦ παῖ, δεῖ σε θυμοῦσθαι; τί σοι πάτραν κατασκάψαντι κέρδος ἔρχεται; ΠΟΛΥΝΕΙΚΗΣ: Αἰσχρὸν τὸ φεύγειν καὶ τὸ πρεσβεύοντ’ ἐμὲ οὕτω γελᾶσθαι τοῦ κασιγνήτου πάρα. ΑΝΤΙΓΟΝΗ: Ὁρᾷς τὰ τοῦδ’ οὖν ὥς ‹σ’› ἐς ὀρθὸν ἐκφέρει μαντεύμαθ’ ὃς σφῷν θάνατον ἐξ ἀμφοῖν θροεῖ; ΠΟΛΥΝΕΙΚΗΣ: Χρῄζει γάρ· ἡμῖν δ’ οὐχὶ συγχωρητέα. ΑΝΤΙΓΟΝΗ: Οἴμοι τάλαινα· τίς δὲ τολμήσει κλύων τὰ τοῦδ’ ἕπεσθαι τἀνδρός, οἷ’ ἐθέσπισεν; ΠΟΛΥΝΕΙΚΗΣ: Οὐδ’ ἀγγελοῦμεν φλαῦρ’· ἐπεὶ στρατηλάτου χρηστοῦ τὰ κρείσσω μηδὲ τἀνδεᾶ λέγειν. ΑΝΤΙΓΟΝΗ: Οὕτως ἄρ’, ὦ παῖ, ταῦτά σοι δεδογμένα; ΠΟΛΥΝΕΙΚΗΣ: Καὶ μή μ’ ἐπίσχῃς γ’· ἀλλ’ ἐμοὶ μὲν ἥδ’ ὁδὸς ἔσται μέλουσα δύσποτμός τε καὶ κακὴ [1435] ΠΟΛΥΝΕΙΚΗΣ: πρὸς τοῦδε πατρὸς τῶν τε τοῦδ’ Ἐρινύων. Σφῷν δ’ εὐοδοίη Ζεύς, τάδ’ εἰ θανόντι μοι τελεῖτ’, ἐπεὶ οὔ μοι ζῶντί γ’ αὖθις ἕξετον. Μέθεσθε δ’ ἤδη, χαίρετόν τ’· οὐ γάρ μ’ ἔτι βλέποντ’ ἐσόψεσθ’ αὖθις. ΑΝΤΙΓΟΝΗ: Ὦ τάλαιν’ ἐγώ. ΠΟΛΥΝΕΙΚΗΣ: Μή τοί μ’ ὀδύρου. ΑΝΤΙΓΟΝΗ: Καὶ τίς ἄν σ’ ὁρμώμενον εἰς προὖπτον Ἅιδην οὐ καταστένοι, κάσι; ΠΟΛΥΝΕΙΚΗΣ: Εἰ χρή, θανοῦμαι. ΑΝΤΙΓΟΝΗ: Μὴ σύ γ’, ἀλλ’ ἐμοὶ πιθοῦ. ΠΟΛΥΝΕΙΚΗΣ: Μὴ πεῖθ’ ἃ μὴ δεῖ. ΑΝΤΙΓΟΝΗ: Δυστάλαινά τἄρ’ ἐγώ, εἴ σου στερηθῶ. ΠΟΛΥΝΕΙΚΗΣ: Ταῦτα δ’ ἐν τῷ δαίμονι καὶ τῇδε φῦναι χἀτέρᾳ. Σφῷν δ’ οὖν ἐγὼ θεοῖς ἀρῶμαι μή ποτ’ ἀντῆσαι κακῶν· ἀνάξιαι γὰρ πᾶσίν ἐστε δυστυχεῖν. [1450] ΧΟΡΟΣ: Νέα τάδε νεόθεν ἦλθέ μοι Str. 1 . βαρύποτμά ‹τινα› κακὰ παρ’ ἀλαοῦ ξένου, εἴ τι μοῖρα μὴ κιγχάνει. Ματᾶν γὰρ οὐδὲν ἀξίω- μα δαιμόνων ἔχω φράσαι. Ὁρᾷ, ὁρᾷ ταῦτ’ ἀεὶ Χρόνος, ἐπ’ ‹ἔτ›ει μὲν ἕτερα, τὰ δὲ π‹αρ›’ ἦμαρ αὖθις αὔξων ἄνω. Ἔκτυπεν αἰθήρ, ὦ Ζεῦ. ΟΙΔΙΠΟΥΣ: Ὦ τέκνα, τέκνα, πῶς ἄν, εἴ τις ἔντοπος, τὸν πάντ’ ἄριστον δεῦρο Θησέα πόροι; ΑΝΤΙΓΟΝΗ: Πάτερ, τί δ’ ἐστὶ τἀξίωμ’ ἐφ’ ᾧ καλεῖς; ΟΙΔΙΠΟΥΣ: Διὸς πτερωτὸς ἥδε μ’ αὐτίκ’ ἄξεται βροντὴ πρὸς Ἅιδην· ἀλλὰ πέμψαθ’ ὡς τάχος. ΧΟΡΟΣ: Ἴδε μάλα μέγας ἐρείπεται Ant. 1 . κτύπος ἄφατος ὅδε διόβολος· ἐς δ’ ἄκραν δεῖμ’ ὑπῆλθε κρατὸς φόβαν. Ἔπτηξα θυμόν· οὐράνια [1470] ΠΟΛΥΝΕΙΚΗΣ: γὰρ ἀστραπὰ φλέγει πάλιν. Τί μὰν ἀφήσει τέλος; δέδια τόδ’· οὐ γὰρ ἅλιον ἀφορμᾷ ποτ’, οὐκ ἄνευ ξυμφορᾶς. Ὦ μέγας αἰθήρ, ὦ Ζεῦ. ΟΙΔΙΠΟΥΣ: Ὦ παῖδες, ἥκει τῷδ’ ἐπ’ ἀνδρὶ θέσφατος βίου τελευτή, κοὐκέτ’ ἔστ’ ἀποστροφή. ΑΝΤΙΓΟΝΗ: Πῶς οἶσθα; τῷ δὲ τοῦτο συμβαλὼν ἔχεις; ΟΙΔΙΠΟΥΣ: Καλῶς κάτοιδ’· ἀλλ’ ὡς τάχιστά μοι μολὼν ἄνακτα χώρας τῆσδέ τις πορευσάτω. ΧΟΡΟΣ: Ἔα ἔα, ἰδοὺ μάλ’ αὖθις ἀμφίσταται Str. 2 . διαπρύσιος ὄτοβος. Ἵλαος, ὦ δαίμων, ἵλαος, εἴ τι γᾷ ματέρι τυγχάνεις ἀφεγγὲς φέρων. Ἐναισίου δὲ σοῦ τύχοι- μι, μηδ’ ἄλαστον ἄνδρ’ ἰδὼν ἀκερδῆ χάριν μετάσχοιμί πως· Ζεῦ ἄνα, σοὶ φωνῶ. [1490] ΟΙΔΙΠΟΥΣ: Ἆρ’ ἐγγὺς ἁνήρ; ἆρ’ ἔτ’ ἐμψύχου, τέκνα, κιχήσεταί μου καὶ κατορθοῦντος φρένα; ΑΝΤΙΓΟΝΗ: Τί δ’ ἂν θέλοις τὸ πιστὸν ἐμφῦσαι φρενί; ΟΙΔΙΠΟΥΣ: Ἀνθ’ ὧν ἔπασχον εὖ, τελεσφόρον χάριν δοῦναί σφιν ἥνπερ τυγχάνων ὑπεσχόμην. ΧΟΡΟΣ: Ἰὼ ‹ἰώ›, παῖ, βᾶθι, βᾶθ’, ˉ ˉ ˘ ˉ Ant. 2 . εἴτ’ ἄκρον ἐπὶ γύαλον ἐναλίῳ Ποσειδαονίῳ θεῷ βούθυτον ἑστίαν ἁγίζων, ἱκοῦ. Ὁ γὰρ ξένος σε καὶ πόλισ- μα καὶ φίλους ἐπαξιοῖ δικαίαν χάριν παρασχεῖν παθών. ‹Σπεῦσον›, ἄϊσσ’, ὦναξ. ΘΗΣΕΥΣ: Τίς αὖ παρ’ ὑμῶν κοινὸς ἠχεῖται κτύπος σαφὴς μὲν αὐτῶν, ἐμφανὴς δὲ τοῦ ξένου; μή τις Διὸς κεραυνός, ἤ τις ὀμβρία χάλαζ’ ἐπιρράξασα; πάντα γὰρ θεοῦ τοιαῦτα χειμάζοντος εἰκάσαι πάρα. [1505] ΟΙΔΙΠΟΥΣ: Ἄναξ, ποθοῦντι προὐφάνης, καί σοι θεῶν τύχην τις ἐσθλὴν τῆσδ’ ἔθηκε τῆς ὁδοῦ. ΘΗΣΕΥΣ: Τί δ’ ἐστίν, ὦ παῖ Λαΐου, νέορτον αὖ; ΟΙΔΙΠΟΥΣ: Ῥοπὴ βίου μοι· καί σ’ ἅπερ ξυνῄνεσα θέλω πόλιν τε τήνδε μὴ ψεύσας θανεῖν. ΘΗΣΕΥΣ: Ἐν τῷ δὲ κεῖσαι τοῦ μόρου τεκμηρίῳ; ΟΙΔΙΠΟΥΣ: Αὐτοὶ θεοὶ κήρυκες ἀγγέλλουσί μοι, ψεύδοντες οὐδὲν σημάτων προκειμένων. ΘΗΣΕΥΣ: Πῶς εἶπας, ὦ γεραιέ, δηλοῦσθαι τάδε; ΟΙΔΙΠΟΥΣ: Αἱ πολλὰ βρονταὶ διατελεῖς τὰ πολλά τε στράψαντα χειρὸς τῆς ἀνικήτου βέλη. ΘΗΣΕΥΣ: Πείθεις με· πολλὰ γάρ σε θεσπίζονθ’ ὁρῶ κοὐ ψευδόφημα· χὤ τι χρὴ ποεῖν λέγε. ΟΙΔΙΠΟΥΣ: Ἐγὼ διδάξω, τέκνον Αἰγέως, ἃ σοὶ γήρως ἄλυπα σῇ τε κείσεται πόλει. Χῶρον μὲν αὐτὸς αὐτίκ’ ἐξηγήσομαι, ἄθικτος ἡγητῆρος, οὗ με χρὴ θανεῖν. Τοῦτον δὲ φράζε μή ποτ’ ἀνθρώπων τινὶ [1525] ΠΟΛΥΝΕΙΚΗΣ: μήθ’ οὗ κέκευθε μήτ’ ἐν οἷς κεῖται τόποις, ὥς σοι πρὸ πολλῶν ἀσπίδων ἀλκὴν ὅδε δορός τ’ ἐπακτοῦ γειτόνων ἀεὶ τιθῇ. Ἃ δ’ ἐξάγιστα μηδὲ κινεῖται λόγῳ αὐτὸς μαθήσῃ, κεῖσ’ ὅταν μόλῃς, μόνος· ὡς οὔτ’ ἂν ἀστῶν τῶνδ’ ἂν ἐξείποιμί τῳ, οὔτ’ ἂν τέκνοισι τοῖς ἐμοῖς στέργων ὅμως. Ἀλλ’ αὐτὸς αἰεὶ σῷζε, χὤταν εἰς τέλος τοῦ ζῆν ἀφικνῇ, τῷ προφερτάτῳ μόνῳ σήμαιν’, ὃ δ’ αἰεὶ τὠπιόντι δεικνύτω. Χοὔτως ἀδῇον τήνδ’ ἐνοικήσεις πόλιν σπαρτῶν ἀπ’ ἀνδρῶν· αἱ δὲ μυρίαι πόλεις, κἂν εὖ τις οἰκῇ, ῥᾳδίως καθύβρισαν· θεοὶ γὰρ εὖ μέν, ὀψὲ δ’ εἰσορῶσ’, ὅταν τὰ θεῖ’ ἀφείς τις εἰς τὸ μαίνεσθαι τραπῇ· ὃ μὴ σύ, τέκνον Αἰγέως, βούλου παθεῖν. Τὰ μὲν τοιαῦτ’ οὖν εἰδότ’ ἐκδιδάσκομεν. Χῶρον δ’, ἐπείγει γάρ με τοὐκ θεοῦ παρόν, [1545] ΠΟΛΥΝΕΙΚΗΣ: στείχωμεν ἤδη, μηδ’ ἔτ’ ἐντρεπώμεθα. Ὦ παῖδες, ὧδ’ ἕπεσθ’· ἐγὼ γὰρ ἡγεμὼν σφῷν αὖ πέφασμαι καινός, ὥσπερ σφὼ πατρί. Χωρεῖτε, καὶ μὴ ψαύετ’, ἀλλ’ ἐᾶτέ με αὐτὸν τὸν ἱερὸν τύμβον ἐξευρεῖν ἵνα μοῖρ’ ἀνδρὶ τῷδε τῇδε κρυφθῆναι χθονί. Τῇδ’, ὧδε, τῇδε βᾶτε· τῇδε γάρ μ’ ἄγει Ἑρμῆς ὁ πομπὸς ἥ τε νερτέρα θεός. Ὦ φῶς ἀφεγγές, πρόσθε πού ποτ’ ἦσθ’ ἐμόν, νῦν δ’ ἔσχατόν σου τοὐμὸν ἅπτεται δέμας· ἤδη γὰρ ἕρπω τὸν τελευταῖον βίον κρύψων παρ’ Ἅιδην. Ἀλλά, φίλτατε ξένων, αὐτός τε χώρα θ’ ἥδε πρόσπολοί τε σοὶ εὐδαίμονες γένοισθε, κἀπ’ εὐπραξίᾳ μέμνησθέ μου θανόντος εὐτυχεῖς ἀεί. ΧΟΡΟΣ: Εἰ θέμις ἐστί μοι τὰν ἀφανῆ θεὸν Str. καὶ σὲ λιταῖς σεβίζειν, ἐννυχίων ἄναξ, [1560] ΠΟΛΥΝΕΙΚΗΣ: Αἰδωνεῦ Αἰδωνεῦ, λίσσομαι μὴ ‘πιπόνῳ μήτ’ ἐπὶ βαρυαχεῖ ξένον ἐξανύσαι μόρῳ τὰν παγκευ- θῆ κάτω νεκρῶν πλάκα καὶ Στύγιον δόμον. Πολλῶν γὰρ ἂν καὶ μάταν πημάτων ἱκνουμένων πάλιν σφε δαίμων δίκαιος αὔξοι. Ὦ χθόνιαι θεαὶ σῶμά τ’ ἀνικάτου Ant. θηρὸς ὃν ἐν πύλαισι ‹ταῖσδε› πολυξένοις εὐνᾶσθαι κνυζεῖσθαί τ’ ἐξ ἄντρων ἀδάματον φύλακα παρ’ Ἀΐδᾳ λόγος αἰὲν ἔχει· ὃν, ὦ Γᾶς παῖ καὶ Ταρτάρου, κατεύχομαι, ἐν καθαρῷ βῆναι ΠΟΛΥΝΕΙΚΗΣ: ὁρμωμένῳ νερτέρας τῷ ξένῳ νεκρῶν πλάκας· σέ τοι κικλήσκω τὸν αἰένυπνον. [1580] ΑΓΓΕΛΟΣ: Ἄνδρες πολῖται, ξυντομωτάτως μὲν ἂν τύχοιμι λέξας Οἰδίπουν ὀλωλότα· ἃ δ’ ἦν τὰ πραχθέντ’ οὔθ’ ὁ μῦθος ἐν βραχεῖ φράσαι πάρεστιν, οὔτε τἄργ’ ὅσ’ ἦν ἐκεῖ. ΧΟΡΟΣ: Ὄλωλε γὰρ δύστηνος; ΑΓΓΕΛΟΣ: Ὡς λελογχότα κεῖνον τὸν αἰεὶ βίοτον ἐξεπίστασο. ΧΟΡΟΣ: Πῶς; ἆρα θείᾳ κἀπόνῳ τάλας τύχῃ; ΑΓΓΕΛΟΣ: Τοῦτ’ ἐστὶν ἤδη κἀποθαυμάσαι πρέπον. Ὡς μὲν γὰρ ἐνθένδ’ εἷρπε, καὶ σύ που παρὼν ἔξοισθ’, ὑφηγητῆρος οὐδενὸς φίλων, ἀλλ’ αὐτὸς ἡμῖν πᾶσιν ἐξηγούμενος· ἐπεὶ δ’ ἀφῖκτο τὸν καταρράκτην ὀδὸν χαλκοῖς βάθροισι γῆθεν ἐρριζωμένον, ἔστη κελεύθων ἐν πολυσχίστων μιᾷ, κοίλου πέλας κρατῆρος, οὗ τὰ Θησέως Περίθου τε κεῖται πίστ’ ἀεὶ ξυνθήματα· ἀφ’ οὗ μέσος στὰς τοῦ τε Θορικίου πέτρου [1600] ΑΓΓΕΛΟΣ: κοίλης τ’ ἀχέρδου κἀπὸ λαΐνου τάφου, καθέζετ’· εἶτ’ ἔλυσε δυσπινεῖς στολάς, κἄπειτ’ ἀΰσας παῖδας ἠνώγει ῥυτῶν ὑδάτων ἐνεγκεῖν λουτρὰ καὶ χοάς ποθεν. Τὼ δ’, εὐχλόου Δήμητρος εἰς προσόψιον πάγον μολοῦσαι, τάσδ’ ἐπιστολὰς πατρὶ ταχεῖ ‘πόρευσαν σὺν χρόνῳ λουτροῖς τέ νιν ἐσθῆτί τ’ ἐξήσκησαν ᾗ νομίζεται. Ἐπεὶ δὲ παντὸς εἶχε δρῶντος ἡδονὴν κοὐκ ἦν ἔτ’ ἀργὸν οὐδὲν ὧν ἐφίετο, κτύπησε μὲν Ζεὺς Χθόνιος, αἱ δὲ παρθένοι ῥίγησαν, ὡς ἤκουσαν· ἐς δὲ γούνατα πατρὸς πεσοῦσαι κλαῖον, οὐδ’ ἀνίεσαν στέρνων ἀραγμοὺς οὐδὲ παμμήκεις γόους. Ὁ δ’ ὡς ἀκούει φθόγγον ἐξαίφνης πικρόν, πτύξας ἐπ’ αὐταῖς χεῖρας εἶπεν· “Ὦ τέκνα, οὐκ ἔστ’ ἔθ’ ὑμῖν τῇδ’ ἐν ἡμέρᾳ πατήρ. Ὄλωλε γὰρ δὴ πάντα τἀμὰ κοὐκέτι [1615] ΑΓΓΕΛΟΣ: τὴν δυσπόνητον ἕξετ’ ἀμφ’ ἐμοὶ τροφήν· σκληρὰν μέν, οἶδα, παῖδες· ἀλλ’ ἓν γὰρ μόνον τὰ πάντα λύει ταῦτ’ ἔπος μοχθήματα· τὸ γὰρ φιλεῖν οὐκ ἔστιν ἐξ ὅτου πλέον ἢ τοῦδε τἀνδρὸς ἔσχεθ’, οὗ τητώμεναι τὸ λοιπὸν ἤδη τοῦ βίου διάξετον.” Τοιαῦτ’ ἐπ’ ἀλλήλοισιν ἀμφικείμενοι λύγδην ἔκλαιον πάντες· ὡς δὲ πρὸς τέλος γόων ἀφίκοντ’ οὐδ’ ἔτ’ ὠρώρει βοή, ἦν μὲν σιωπή, φθέγμα δ’ ἐξαίφνης τινὸς θώϋξεν αὐτόν, ὥστε πάντας ὀρθίας στῆσαι φόβῳ δείσαντας ἐξαίφνης τρίχας. Καλεῖ γὰρ αὐτὸν πολλὰ πολλαχῇ θεός· “Ὦ οὗτος οὗτος, Οἰδίπους, τί μέλλομεν χωρεῖν; πάλαι δὴ τἀπὸ σοῦ βραδύνεται.” Ὁ δ’ ὡς ἐπῄσθετ’ ἐκ θεοῦ καλούμενος, αὐδᾷ μολεῖν οἱ γῆς ἄνακτα Θησέα· κἀπεὶ προσῆλθεν, εἶπεν· “Ὦ φίλον κάρα, [1635] ΑΓΓΕΛΟΣ: δός μοι χερὸς σῆς πίστιν ἀρχαίαν τέκνοις, ὑμεῖς τε, παῖδες, τῷδε· καὶ καταίνεσον μήποτε προδώσειν τάσδ’ ἑκών, τελεῖν δ’ ὅσ’ ἂν μέλλῃς φρονῶν εὖ ξυμφέροντ’ αὐταῖς ἀεί.” Ὁ δ’, ὡς ἀνὴρ γενναῖος, οὐκ οἴκτου μέτα κατῄνεσεν τάδ’ ὅρκιος δράσειν ξένῳ. Ὅπως δὲ ταῦτ’ ἔδρασεν, εὐθὺς Οἰδίπους ψαύσας ἀμαυραῖς χερσὶν ὧν παίδων λέγει· “Ὦ παῖδε, τλάσας χρὴ τὸ γενναῖον φρενὶ χωρεῖν τόπων ἐκ τῶνδε, μηδ’ ἃ μὴ θέμις λεύσσειν δικαιοῦν, μηδὲ φωνούντων κλύειν. Ἀλλ’ ἕρπεθ’ ὡς τάχιστα· πλὴν ὁ κύριος Θησεὺς παρέστω μανθάνων τὰ δρώμενα.” Τοσαῦτα φωνήσαντος εἰσηκούσαμεν ξύμπαντες· ἀστακτὶ δὲ σὺν ταῖς παρθένοις στένοντες ὡμαρτοῦμεν· ὡς δ’ ἀπήλθομεν, χρόνῳ βραχεῖ στραφέντες, ἐξαπείδομεν τὸν ἄνδρα τὸν μὲν οὐδαμοῦ παρόντ’ ἔτι, [1650] ΑΓΓΕΛΟΣ: ἄνακτα δ’ αὐτὸν ὀμμάτων ἐπίσκιον χεῖρ’ ἀντέχοντα κρατός, ὡς δεινοῦ τινος φόβου φανέντος οὐδ’ ἀνασχετοῦ βλέπειν. Ἔπειτα μέντοι βαιὸν οὐδὲ σὺν χρόνῳ ὁρῶμεν αὐτὸν Γῆν τε προσκυνοῦνθ’ ἅμα καὶ τὸν θεῶν Ὄλυμπον ἐν ταὐτῷ λόγῳ. Μόρῳ δ’ ὁποίῳ κεῖνος ὤλετ’ οὐδ’ ἂν εἷς θνητῶν φράσειε, πλὴν τὸ Θησέως κάρα· οὐ γάρ τις αὐτὸν οὔτε πυρφόρος θεοῦ κεραυνὸς ἐξέπραξεν οὔτε ποντία θύελλα κινηθεῖσα τῷ τότ’ ἐν χρόνῳ, ἀλλ’ ἤ τις ἐκ θεῶν πομπός, ἢ τὸ νερτέρων εὔνουν διαστὰν γῆς ἀλάμπετον βάθρον. Ἀνὴρ γὰρ οὐ στενακτὸς οὐδὲ σὺν νόσοις ἀλγεινὸς ἐξεπέμπετ’, ἀλλ’ εἴ τις βροτῶν θαυμαστός. Εἰ δὲ μὴ δοκῶ φρονῶν λέγειν, οὐκ ἂν παρείμην οἷσι μὴ δοκῶ φρονεῖν. ΧΟΡΟΣ: Ποῦ δ’ αἵ τε παῖδες χοἰ προπέμψαντες φίλων; [1670] ΑΓΓΕΛΟΣ: Αἵδ’ οὐχ ἑκάς· γόων γὰρ οὐκ ἀσήμονες φθόγγοι σφε σημαίνουσι δεῦρ’ ὁρμωμένας. ΑΝΤΙΓΟΝΗ: Αἰαῖ, φεῦ, ἔστιν ἔστι νῷν δὴ Str. 1 . οὐ τὸ μέν, ἄλλο δὲ μή, πατρὸς ἔμφυτον ἄλαστον αἷμα δυσμόροιν στενάζειν, ᾧ τινι τὸν πολὺν ἄλλοτε μὲν πόνον ἔμπεδον εἴχομεν, ἐν πυμάτῳ δ’ ἀλόγιστα παροίσομεν ἰδόντε καὶ παθούσα. ΧΟΡΟΣ: Τί δ’ ἔστιν; ΑΝΤΙΓΟΝΗ: Ἔστιν μὲν εἰκάσαι, φίλοι. ΧΟΡΟΣ: Βέβηκεν; ΑΝΤΙΓΟΝΗ: Ὡς μάλιστ’ ἂν ἐν πόθῳ λάβοις. Τί γάρ; ὅτῳ μήτ’ Ἄρης μήτε πόντος ἀντέκυρσεν, ἄσκοποι δὲ πλάκες ἔμαρψαν ἐν ἀφανεῖ τινι μόρῳ φερόμενον· τάλαινα, νῷν δ’ ὀλεθρία [1685] ΑΓΓΕΛΟΣ: νὺξ ἐπ’ ὄμμασιν βέβακε· πῶς γὰρ ἤ τιν’ ἀπίαν γᾶν ἢ πόντιον κλύ- δων’ ἀλώμεναι βίου δύσ- οιστον ἕξομεν τροφάν; ΙΣΜΗΝΗ: Οὐ κάτοιδα. Κατά με φόνιος Ἀΐδας ἕλοι πατρὶ ξυνθανεῖν γεραιῷ τάλαιναν, ὡς ἔμοιγ’ ὁ μέλ- λων βίος οὐ βιωτός. ΧΟΡΟΣ: Ὦ διδύμα τέκνων ἀρίσ- τα, τὸ φέρον καλῶς φέρειν, μηδ‹έ γ’› ἄγαν φλέγεσθον; οὔ τοι κατάμεμπτ’ ἔβητον. ΑΝΤΙΓΟΝΗ: Πόθος ‹τοι› καὶ κακῶν ἄρ’ ἦν τις· Ant. 1 . καὶ γὰρ ὃ μηδαμὰ δὴ τὸ φίλον, φίλον, ὁπότε γε καὶ τὸν ἐν χεροῖν κατεῖχον. Ὦ πάτερ, ὦ φίλος, [1705] ΑΓΓΕΛΟΣ: ὦ τὸν ἀεὶ κατὰ γᾶς σκότον εἱμένος, οὐδὲ γὰρ ὣς ἀφίλητος ἐμοί ποτε καὶ τᾷδε μὴ κυρήσῃς. ΧΟΡΟΣ: Ἔπραξεν ‑ ΑΝΤΙΓΟΝΗ: Ἔπραξεν οἷον ἤθελεν. ΧΟΡΟΣ: Τὸ ποῖον; ΑΝΤΙΓΟΝΗ: Ἇς ἔχρῃζε γᾶς ἐπὶ ξένας ἔθανε· κοίταν δ’ ἔχει νέρθεν εὐσκίαστον αἰέν, οὐδὲ πένθος ἔλιπ’ ἄκλαυτον. Ἀνὰ γὰρ ὄμμα σε τόδ’, ὦ πάτερ, ἐμὸν στένει δακρῦον, οὐδ’ ἔχω πῶς με χρὴ τὸ σὸν τάλαιναν ἀφανίσαι τοσόνδ’ ἄχος. Ὤμοι, γᾶς ἐπὶ ξέ- νας θανεῖν ἔχρῃζες· ἀλλ’ ἔ- ρημος ἔθανες ὧδέ μοι. ΙΣΜΗΝΗ: Ὦ τάλαινα, τίς ἄρα με πότμος [1720] ΑΓΓΕΛΟΣ: ἐπιμένει σέ τ’, ὦ φίλα, πατρὸς ὧδ’ ἐρήμας; ˘ ˉ ˘ ˉ ˘ ˉ ˘ ˉ ˉ ˘ ˘ ˉ ˘ ˉ ˉ ΧΟΡΟΣ: Ἀλλ’ ἐπεὶ ὀλβίως γ’ ἔλυ- σεν τὸ τέλος, φίλαι, βίου, λήγετε τοῦδ’ ἄχους· κακῶν γὰρ δυσάλωτος οὐδείς. ΑΝΤΙΓΟΝΗ: Πάλιν, φίλα, συθῶμεν. Str. 2 . ΙΣΜΗΝΗ: Ὡς τί ῥέξομεν; ΑΝΤΙΓΟΝΗ: Ἵμερος ἔχει με ‑ ΙΣΜΗΝΗ: Τίς; ΑΝΤΙΓΟΝΗ: τὰν χθόνιον ἑστίαν ἰδεῖν ‑ ΙΣΜΗΝΗ: Τίνος; ΑΝΤΙΓΟΝΗ: πατρός, τάλαιν’ ἐγώ. ΙΣΜΗΝΗ: Θέμις δὲ πῶς τάδ’ ἐστί; μῶν οὐχ ὁρᾷς; ΑΝΤΙΓΟΝΗ: Τί τόδ’ ἐπέπληξας; [1735] ΙΣΜΗΝΗ: Καὶ τόδ’, ὡς ‑ ΑΝΤΙΓΟΝΗ: Τί τόδε μάλ’ αὖθις; ΙΣΜΗΝΗ: ἄταφος ἔπιτνε δίχα τε παντός. ΑΝΤΙΓΟΝΗ: Ἄγε με, καὶ τότ’ ‹ἐπ›ενάριξον. ΙΣΜΗΝΗ: ˉ ˉ ΑΝΤΙΓΟΝΗ: ˉ ˉ ˘ ˉ ˘ ΙΣΜΗΝΗ: Αἰαῖ, δυστάλαινα, ποῖ δῆτ’ αὖθις ὧδ’ ἔρημος ἄπορος αἰῶνα τλάμον’ ἕξω; ΧΟΡΟΣ: Φίλαι, τρέσητε μηδέν. Ant. 2 . ΑΝΤΙΓΟΝΗ: Ἀλλὰ ποῖ φύγω; ΧΟΡΟΣ: Καὶ πάρος ἀπέφυγε ‑ ΑΝΤΙΓΟΝΗ: Τί; ΧΟΡΟΣ: ‹τὰ› σφῷν τὸ μὴ πίτνειν κακῶς. ΑΝΤΙΓΟΝΗ: Φρονῶ ‑ ΧΟΡΟΣ: Τί δῆθ’ ὑπερνοεῖς; ΑΝΤΙΓΟΝΗ: Ὅπως μολούμεθ’ ἐς δόμους, οὐκ ἔχω. [1745] ΧΟΡΟΣ: Μηδέ γε μάτευε. ΑΝΤΙΓΟΝΗ: Μόγος ἔχει. ΧΟΡΟΣ: Καὶ πάρος ἐπεῖ‹χεν›. ΑΝΤΙΓΟΝΗ: Τοτὲ μὲν ἄπορα, τοτὲ δ’ ὕπερθεν. ΧΟΡΟΣ: Μέγ’ ἄρα πέλαγος ἐλάχετόν τι. ΑΝΤΙΓΟΝΗ: Ναὶ ναί. ΧΟΡΟΣ: Ξύμφημι καὐτός. ΑΝΤΙΓΟΝΗ: Φεῦ φεῦ, ποῖ μόλωμεν, ὦ Ζεῦ; ἐλπίδων γὰρ ἐς τί‹ν’ ἔτι› με 1750 δαίμων τανῦν γ’ ἐλαύνει; ΘΗΣΕΥΣ: Παύετε θρῆνον, παῖδες· ἐν οἷς γὰρ χάρις ἡ χθονία ξύν’ ἀπόκειται πενθεῖν οὐ χρή· νέμεσις γάρ. ΑΝΤΙΓΟΝΗ: Ὦ τέκνον Αἰγέως, προσπίτνομέν σοι. ΘΗΣΕΥΣ: Τίνος, ὦ παῖδες, χρείας ἀνύσαι; ΑΝΤΙΓΟΝΗ: Τύμβον θέλομεν προσιδεῖν αὐταὶ πατρὸς ἡμετέρου. [1760] ΘΗΣΕΥΣ: Ἀλλ’ οὐ θεμιτὸν κεῖσ’ ἔ‹στι› μολεῖν. ΑΝΤΙΓΟΝΗ: Πῶς εἶπας, ἄναξ, κοίραν’ Ἀθηνῶν; ΘΗΣΕΥΣ: Ὦ παῖδες, ἀπεῖπεν ἐμοὶ κεῖνος μήτε πελάζειν ἐς τούσδε τόπους μήτ’ ἐπιφωνεῖν μηδένα θνητῶν θήκην ἱερὰν ἣν κεῖνος ἔχει. Καὶ ταῦτά μ’ ἔφη πράσσοντα καλῶς χώραν ἕξειν αἰὲν ἄλυπον. Ταῦτ’ οὖν ἔκλυεν δαίμων ἡμῶν χὠ πάντ’ ἀΐων Διὸς Ὅρκος. ΑΝΤΙΓΟΝΗ: Ἀλλ’ εἰ τάδ’ ἔχει κατὰ νοῦν κείνῳ, ταῦτ’ ἂν ἀπαρκοῖ· Θήβας δ’ ἡμᾶς τὰς ὠγυγίους πέμψον, ἐάν πως διακωλύσωμεν ἰόντα φόνον τοῖσιν ὁμαίμοις. ΘΗΣΕΥΣ: Δράσω καὶ τάδε, καὶ πάνθ’ ‹ὁπ›όσ’ ἂν μέλλω πράσσειν πρόσφορά θ’ ὑμῖν καὶ τῷ κατὰ γῆς ὃς νέον ἔρρει ΑΓΓΕΛΟΣ: πρὸς χάριν, οὐ δεῖ μ’ ἀποκάμνειν. ΧΟΡΟΣ: Ἀλλ’ ἀποπαύετε μηδ’ ἐπὶ πλείω θρῆνον ἐγείρετε· πάντως γὰρ ἔχει τάδε κῦρος.