Oedipus the King — Sophocles ============================ ΟΙΔΙΠΟΥΣ ΤΥΡΑΝΝΟΣ Translation/edition: Greek text Language: Ancient Greek Read in Plato Scroll: https://plato-scroll.com/s/soph-oedipus-king/ This file: https://plato-scroll.com/text/soph-oedipus-king-e.txt Other editions of this work: - F. Storr (Loeb Classical Library, 1912): https://plato-scroll.com/text/soph-oedipus-king.txt Sources and licences: https://plato-scroll.com/attribution.html Numbers in [brackets] are the edition's reference loci (Stephanus, Bekker, book.line, page...). Superscript numerals refer to the Notes at the end. ## ΟΙΔΙΠΟΥΣ ΤΥΡΑΝΝΟΣ [5] ΟΙΔΙΠΟΥΣ: Ὦ τέκνα, Κάδμου τοῦ πάλαι νέα τροφή, τίνας ποθ’ ἕδρας τάσδε μοι θοάζετε ἱκτηρίοις κλάδοισιν ἐξεστεμμένοι; Πόλις δ’ ὁμοῦ μὲν θυμιαμάτων γέμει, ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων· ἁγὼ δικαιῶν μὴ παρ’ ἀγγέλων, τέκνα, ἄλλων ἀκούειν αὐτὸς ὧδ’ ἐλήλυθα, ὁ πᾶσι κλεινὸς Οἰδίπους καλούμενος. Ἀλλ’, ὦ γεραιέ, φράζ’, ἐπεὶ πρέπων ἔφυς πρὸ τῶνδε φωνεῖν· τίνι τρόπῳ καθέστατε, δείσαντες ἢ στέρξαντες; ὡς θέλοντος ἂν ἐμοῦ προσαρκεῖν πᾶν· δυσάλγητος γὰρ ἂν εἴην τοιάνδε μὴ οὐ κατοικτίρων ἕδραν. [15] ΙΕΡΕΥΣ: Ἀλλ’, ὦ κρατύνων Οἰδίπους χώρας ἐμῆς, ὁρᾷς μὲν ἡμᾶς ἡλίκοι προσήμεθα βωμοῖσι τοῖς σοῖς, οἱ μὲν οὐδέπω μακρὰν πτέσθαι σθένοντες, οἱ δὲ σὺν γήρᾳ βαρεῖς, ἱερεύς, ἐγὼ μὲν Ζηνός, οἵδε τ’ ᾐθέων λεκτοί· τὸ δ’ ἄλλο φῦλον ἐξεστεμμένον ἀγοραῖσι θακεῖ, πρός τε Παλλάδος διπλοῖς ναοῖς, ἐπ’ Ἰσμηνοῦ τε μαντείᾳ σποδῷ. Πόλις γάρ, ὥσπερ καὐτὸς εἰσορᾷς, ἄγαν ἤδη σαλεύει, κἀνακουφίσαι κάρα βυθῶν ἔτ’ οὐχ οἵα τε φοινίου σάλου, φθίνουσα μὲν κάλυξιν ἐγκάρποις χθονός, φθίνουσα δ’ ἀγέλαις βουνόμοις τόκοισί τε ἀγόνοις γυναικῶν· ἐν δ’ ὁ πυρφόρος θεὸς σκήψας ἐλαύνει, λοιμὸς ἔχθιστος, πόλιν, ὑφ’ οὗ κενοῦται δῶμα Καδμεῖον, μέλας δ’ Ἅιδης στεναγμοῖς καὶ γόοις πλουτίζεται. Θεοῖσι μέν νυν οὐκ ἰσούμενός σ’ ἐγὼ [35] ΙΕΡΕΥΣ: οὐδ’ οἵδε παῖδες ἑζόμεσθ’ ἐφέστιοι, ἀνδρῶν δὲ πρῶτον ἔν τε συμφοραῖς βίου κρίνοντες ἔν τε δαιμόνων ξυναλλαγαῖς, ὅς γ’ ἐξέλυσας ἄστυ καδμεῖον μολὼν σκληρᾶς ἀοιδοῦ δασμὸν ὃν παρείχομεν, καὶ ταῦθ’ ὑφ’ ἡμῶν οὐδὲν ἐξειδὼς πλέον οὐδ’ ἐκδιδαχθείς, ἀλλὰ προσθήκῃ θεοῦ λέγῃ νομίζῃ θ’ ἡμὶν ὀρθῶσαι βίον. Νῦν τ’, ὦ κράτιστον πᾶσιν Οἰδίπου κάρα, ἱκετεύομέν σε πάντες οἵδε πρόστροποι ἀλκήν τιν’ εὑρεῖν ἡμίν, εἴτε του θεῶν φήμην ἀκούσας εἴτ’ ἀπ’ ἀνδρὸς οἶσθά του· ὡς τοῖσιν ἐμπείροισι καὶ τὰς ξυμφορὰς ζώσας ὁρῶ μάλιστα τῶν βουλευμάτων. Ἴθ’, ὦ βροτῶν ἄριστ’, ἀνόρθωσον πόλιν· ἴθ’, εὐλαβήθηθ’· ὡς σὲ νῦν μὲν ἥδε γῆ σωτῆρα κλῄζει τῆς πάρος προθυμίας· ἀρχῆς δὲ τῆς σῆς μηδαμῶς μεμνώμεθα [50] ΙΕΡΕΥΣ: στάντες τ’ ἐς ὀρθὸν καὶ πεσόντες ὕστερον, ἀλλ’ ἀσφαλείᾳ τήνδ’ ἀνόρθωσον πόλιν. Ὄρνιθι γὰρ καὶ τὴν τότ’ αἰσίῳ τύχην παρέσχες ἡμῖν, καὶ τανῦν ἴσος γενοῦ· ὡς, εἴπερ ἄρξεις τῆσδε γῆς ὥσπερ κρατεῖς, ξὺν ἀνδράσιν κάλλιον ἢ κενῆς κρατεῖν· ὡς οὐδέν ἐστιν οὔτε πύργος οὔτε ναῦς ἔρημος ἀνδρῶν μὴ ξυνοικούντων ἔσω. ΟΙΔΙΠΟΥΣ: ὦ παῖδες οἰκτροί, γνωτὰ κοὐκ ἄγνωτά μοι προσήλθεθ’ ἱμείροντες· εὖ γὰρ οἶδ’ ὅτι νοσεῖτε πάντες, καὶ νοσοῦντες ὡς ἐγὼ οὐκ ἔστιν ὑμῶν ὅστις ἐξ ἴσου νοσεῖ. Τὸ μὲν γὰρ ὑμῶν ἄλγος εἰς ἕν’ ἔρχεται μόνον καθ’ αὑτόν, κοὐδέν’ ἄλλον, ἡ δ’ ἐμὴ ψυχὴ πόλιν τε κἀμὲ καὶ σ’ ὁμοῦ στένει. Ὥστ’ οὐχ ὕπνῳ γ’ εὕδοντά μ’ ἐξεγείρετε· ἀλλ’ ἴστε πολλὰ μέν με δακρύσαντα δή, πολλὰς δ’ ὁδοὺς ἐλθόντα φροντίδος πλάνοις· [70] ΙΕΡΕΥΣ: ἣν δ’ εὖ σκοπῶν εὕρισκον ἴασιν μόνην, ταύτην ἔπραξα· παῖδα γὰρ Μενοικέως Κρέοντ’, ἐμαυτοῦ γαμβρόν, ἐς τὰ Πυθικὰ ἔπεμψα Φοίβου δώμαθ’, ὡς πύθοιθ’ ὅ τι δρῶν ἢ τί φωνῶν τήνδε ῥυσαίμην πόλιν. Καί μ’ ἦμαρ ἤδη ξυμμετρούμενον χρόνῳ λυπεῖ τί πράσσει· τοῦ γὰρ εἰκότος πέρα ἄπεστι πλείω τοῦ καθήκοντος χρόνου. Ὅταν δ’ ἵκηται, τηνικαῦτ’ ἐγὼ κακὸς μὴ δρῶν ἂν εἴην πάνθ’ ὅσ’ ἂν δηλοῖ θεός. ΙΕΡΕΥΣ: Ἀλλ’ εἰς καλὸν σύ τ’ εἶπας οἵδε τ’ ἀρτίως Κρέοντα προσστείχοντα σημαίνουσί μοι. ΟΙΔΙΠΟΥΣ: Ὦναξ Ἄπολλον, εἰ γὰρ ἐν τύχῃ γέ τῳ σωτῆρι βαίη, λαμπρὸς ὥσπερ ὄμματι. ΙΕΡΕΥΣ: Ἀλλ’ εἰκάσαι μέν, ἡδύς· οὐ γὰρ ἂν κάρα πολυστεφὴς ὧδ’ εἷρπε παγκάρπου δάφνης. ΟΙΔΙΠΟΥΣ: Τάχ’ εἰσόμεσθα· ξύμμετρος γὰρ ὡς κλύειν. Ἄναξ, ἐμὸν κήδευμα, παῖ Μενοικέως, ΙΕΡΕΥΣ: τίν’ ἡμὶν ἥκεις τοῦ θεοῦ φήμην φέρων; [90] ΚΡΕΩΝ: Ἐσθλήν· λέγω γὰρ καὶ τὰ δύσφορ’, εἰ τύχοι κατ’ ὀρθὸν ἐξελθόντα, πάντ’ ἂν εὐτυχεῖν. ΟΙΔΙΠΟΥΣ: Ἔστιν δὲ ποῖον τοὔπος; οὔτε γὰρ θρασὺς οὔτ’ οὖν προδείσας εἰμὶ τῷ γε νῦν λόγῳ. ΚΡΕΩΝ: Εἰ τῶνδε χρῄζεις πλησιαζόντων κλύειν, ἕτοιμος εἰπεῖν, εἴτε καὶ στείχειν ἔσω. ΟΙΔΙΠΟΥΣ: Ἐς πάντας αὔδα· τῶνδε γὰρ πλέον φέρω τὸ πένθος ἢ καὶ τῆς ἐμῆς ψυχῆς πέρι. ΚΡΕΩΝ: Λέγοιμ’ ἂν οἷ’ ἤκουσα τοῦ θεοῦ πάρα. Ἄνωγεν ἡμᾶς Φοῖβος ἐμφανῶς ἄναξ μίασμα χῶρας ὡς τεθραμμένον χθονὶ ἐν τῇδ’ ἐλαύνειν μηδ’ ἀνήκεστον τρέφειν. ΟΙΔΙΠΟΥΣ: Ποίῳ καθαρμῷ; τίς ὁ τρόπος τῆς ξυμφορᾶς; ΚΡΕΩΝ: Ἀνδρηλατοῦντας, ἢ φόνῳ φόνον πάλιν λύοντας, ὡς τόδ’ αἷμα χειμάζον πόλιν. ΟΙΔΙΠΟΥΣ: Ποίου γὰρ ἀνδρὸς τήνδε μηνύει τύχην; ΚΡΕΩΝ: Ἦν ἡμίν, ὦναξ, Λάϊός ποθ’ ἡγεμὼν γῆς τῆσδε, πρὶν σὲ τήνδ’ ἀπευθύνειν πόλιν. [105] ΟΙΔΙΠΟΥΣ: Ἔξοιδ’ ἀκούων· οὐ γὰρ εἰσεῖδόν γέ πω. ΚΡΕΩΝ: Τούτου θανόντος νῦν ἐπιστέλλει σαφῶς τοὺς αὐτοέντας χειρὶ τιμωρεῖν τινας. ΟΙΔΙΠΟΥΣ: Οἱ δ’ εἰσὶ ποῦ γῆς; ποῦ τόδ’ εὑρεθήσεται ἴχνος παλαιᾶς δυστέκμαρτον αἰτίας; ΚΡΕΩΝ: Ἐν τῇδ’ ἔφασκε γῇ· τὸ δὲ ζητούμενον ἁλωτόν, ἐκφεύγει δὲ τἀμελούμενον. ΟΙΔΙΠΟΥΣ: Πότερα δ’ ἐν οἴκοις, ἢ ‘ν ἀγροῖς ὁ Λάϊος, ἢ γῆς ἐπ’ ἄλλης τῷδε συμπίπτει φόνῳ; ΚΡΕΩΝ: Θεωρός, ὡς ἔφασκεν, ἐκδημῶν πάλιν πρὸς οἶκον οὐκέθ’ ἵκεθ’, ὡς ἀπεστάλη. ΟΙΔΙΠΟΥΣ: Οὐδ’ ἄγγελός τις οὐδὲ συμπράκτωρ ὁδοῦ κατεῖδ’ ὅτου τις ἐκμαθὼν ἐχρήσατ’ ἄν; ΚΡΕΩΝ: Θνῄσκουσι γάρ, πλὴν εἷς τις ὃς φόβῳ φυγὼν ὧν εἶδε πλὴν ἓν οὐδὲν εἶχ’ εἰδὼς φράσαι. ΟΙΔΙΠΟΥΣ: Τὸ ποῖον; Ἓν γὰρ πόλλ’ ἂν ἐξεύροι μαθεῖν, ἀρχὴν βραχεῖαν εἰ λάβοιμεν ἐλπίδος. ΚΡΕΩΝ: Λῃστὰς ἔφασκε συντυχόντας οὐ μιᾷ [125] ΚΡΕΩΝ: ῥώμῃ κτανεῖν νιν, ἀλλὰ σὺν πλήθει χερῶν. ΟΙΔΙΠΟΥΣ: Πῶς οὖν ὁ λῃστής, εἴ τι μὴ ξὺν ἀργύρῳ ἐπράσσετ’ ἐνθένδ’, ἐς τόδ’ ἂν τόλμης ἔβη; ΚΡΕΩΝ: Δοκοῦντα ταῦτ’ ἦν· Λαΐου δ’ ὀλωλότος οὐδεὶς ἀρωγὸς ἐν κακοῖς ἐγίγνετο. ΟΙΔΙΠΟΥΣ: Κακὸν δὲ ποῖον ἐμποδών, τυραννίδος οὕτω πεσούσης, εἶργε τοῦτ’ ἐξειδέναι; ΚΡΕΩΝ: Ἡ ποικιλῳδὸς Σφὶγξ τὸ πρὸς ποσὶ σκοπεῖν μεθέντας ἡμᾶς τἀφανῆ προσήγετο. ΟΙΔΙΠΟΥΣ: Ἀλλ’ ἐξ ὑπαρχῆς αὖθις αὔτ’ ἐγὼ φανῶ· ἐπαξίως γὰρ Φοῖβος, ἀξίως δὲ σύ, πρὸς τοῦ θανότος τήνδ’ ἔθεσθ’ ἐπιστροφήν· ὥστ’ ἐνδίκως ὄψεσθε κἀμὲ σύμμαχον, γῇ τῇδε τιμωροῦντα τῷ θεῷ θ’ ἅμα. Ὑπὲρ γὰρ οὐχὶ τῶν ἀπωτέρω φίλων, ἀλλ’ αὐτὸς αὑτοῦ τοῦτ’ ἀποσκεδῶ μύσος. Ὅστις γὰρ ἦν ἐκεῖνον ὁ κτανὼν τάχ’ ἂν κἄμ’ ἂν τοιαύτῃ χειρὶ τιμωρεῖν θέλοι· [145] ΚΡΕΩΝ: κείνῳ προσαρκῶν οὖν ἐμαυτὸν ὠφελῶ. Ἀλλ’ ὡς τάχιστα, παῖδες, ὑμεῖς μὲν βάθρων ἵστασθε, τούσδ’ ἄραντες ἱκτῆρας κλάδους, ἄλλος δὲ Κάδμου λαὸν ὧδ’ ἀθροιζέτω, ὡς πᾶν ἐμοῦ δράσοντος· ἢ γὰρ εὐτυχεῖς σὺν τῷ θεῷ φανούμεθ’ ἢ πεπτωκότες. ΙΕΡΕΥΣ: Ὦ παῖδες, ἱστώμεσθα· τῶνδε γὰρ χάριν καὶ δεῦρ’ ἔβημεν ὧν ὅδ’ ἐξαγγέλλεται. Φοῖβος δ’ ὁ πέμψας τάσδε μαντείας ἅμα σωτήρ θ’ ἵκοιτο καὶ νόσου παυστήριος. [155] ΧΟΡΟΣ: Ὦ Διὸς ἁδυεπὲς φάτι, τίς ποτε Str. 1 . τᾶς πολυχρύσου Πυθῶνος ἀγλαὰς ἔβας Θήβας; Ἐκτέταμαι φοβερὰν φρένα, δείματι πάλλων, ἰήιε Δάλιε Παιάν, ἀμφὶ σοὶ ἁζόμενος τί μοι ἢ νέον ἢ περιτελλομέναις ὥραις πάλιν ἐξανύσεις χρέος· εἰπέ μοι, ὦ χρυσέας τέκνον Ἐλπίδος, ἄμβροτε Φάμα. Πρῶτά σε κεκλόμενος, θύγατερ Διός, Ant. 1 . ἄμβροτ’ Ἀθάνα, γαιάοχόν τ’ ἀδελφεὰν Ἄρτεμιν, ἃ κυκλόεντ’ ἀγορᾶς θρόνον εὐκλέα θάσσει, καὶ Φοῖβον ἑκαβόλον, ἰώ, τρισσοὶ ἀλεξίμοροι προφάνητέ μοι, [165] ΧΟΡΟΣ: εἴ ποτε καὶ προτέρας ἄτας ὕπερ ὀρνυμένας πόλει ἠνύσατ’ ἐκτοπίαν φλόγα πήματος, ἔλθετε καὶ νῦν. Ὦ πόποι, ἀνάριθμα γὰρ φέρω Str. 2 . πήματα· νοσεῖ δέ μοι πρόπας στόλος, οὐδ’ ἔνι φροντίδος ἔγχος ᾧ τις ἀλέξεται· οὔτε γὰρ ἔκγονα κλυτᾶς χθονὸς αὔξεται οὔτε τόκοισιν ἰηίων καμάτων ἀνέχουσι γυναῖκες· ἄλλον δ’ ἂν ἄλλῳ προσίδοις ἅπερ εὔπτερον ὄρνιν κρεῖσσον ἀμαιμακέτου πυρὸς ὄρμενον ἀκτὰν πρὸς ἑσπέρου θεοῦ. Ὧν πόλις ἀνάριθμος ὄλλυται· Ant. 2 . νηλέα δὲ γένεθλα πρὸς πέδῳ θαναταφόρα κεῖται ἀνοίκτως· ἐν δ’ ἄλοχοι πολιαί τ’ ἔπι ματέρες ἀκτὰν παρὰ βώμιον ἄλλοθεν ἄλλαι [185] ΧΟΡΟΣ: λυγρῶν πόνων ἱκετῆρες ἐπιστενάχουσι. Παιὰν δὲ λάμπει στονόεσσά τε γῆρυς ὅμαυλος· ὧν ὕπερ, ὦ χρυσέα θύγατερ Διός, εὐῶπα πέμψον ἀλκάν. Ἄρεά τε τὸν μαλερόν, ὃς Str. 3 . νῦν ἄχαλκος ἀσπίδων φλέγει με περιβόατος ἀντιάζων, παλίσσυτον δράμημα νωτίσαι πάτρας ἄπουρον, εἴτ’ ἐς μέγαν θάλαμον Ἀμφιτρίτας, εἴτ’ ἐς τὸν ἀπόξενον ὅρμων Θρῄκιον κλύδωνα· τελεῖν γάρ, εἴ τι νὺξ ἀφῇ, τοῦτ’ ἐπ’ ἦμαρ ἔρχεται· τόν, ὦ ‹τᾶν› πυρφόρων ἀστραπᾶν κράτη νέμων, ὦ Ζεῦ πάτερ, ὑπὸ σῷ φθίσον κεραυνῷ. Λύκει’ ἄναξ, τά τε σὰ χρυ- Ant. 3 . [205] ΧΟΡΟΣ: σοστρόφων ἀπ’ ἀγκυλῶν βέλεα θέλοιμ’ ἂν ἀδάματ’ ἐνδατεῖσθαι ἀρωγὰ προσταθέντα, τάς τε πυρφόρους Ἀρτέμιδος αἴγλας, ξὺν αἷς Λύκι’ ὄρεα διᾴσσει· τὸν χρυσομίτραν τε κικλήσκω, τᾶσδ’ ἐπώνυμον γᾶς, οἰνῶπα Βάκχον εὔιον, Μαινάδων ὁμόστολον πελασθῆναι φλέγοντ’ ἀγλαῶπι ˉ ˘ ˉ πεύκᾳ ‘πὶ τὸν ἀπότιμον ἐν θεοῖς θεόν. ΟΙΔΙΠΟΥΣ: Αἰτεῖς· ἃ δ’ αἰτεῖς, τἄμ’ ἐὰν θέλῃς ἔπη κλύων δέχεσθαι τῇ νόσῳ θ’ ὑπηρετεῖν, ἀλκὴν λάβοις ἂν κἀνακούφισιν κακῶν. Ἁγὼ ξένος μὲν τοῦ λόγου τοῦδ’ ἐξερῶ, ξένος δὲ τοῦ πραχθέντος· οὐ γὰρ ἂν μακρὰν ἴχνευον αὐτός, μὴ οὐκ ἔχων τι σύμβολον· [225] ΧΟΡΟΣ: νῦν δ’, ὕστερος γὰρ ἀστὸς εἰς ἀστοὺς τελῶ, ὑμῖν προφωνῶ πᾶσι Καδμείοις τάδε· “Ὅστις ποθ’ ὑμῶν Λάϊον τὸν Λαβδάκου κάτοιδεν ἀνδρὸς ἐκ τίνος διώλετο, τοῦτον κελεύω πάντα σημαίνειν ἐμοί· κεἰ μὲν φοβεῖται, τοὐπίκλημ’ ὑπεξέλοι αὐτὸς καθ’ αὑτοῦ· πείσεται γὰρ ἄλλο μὲν ἀστεργὲς οὐδέν, γῆς δ’ ἄπεισιν ἀσφαλής. Εἰ δ’ αὖ τις ἄλλον οἶδεν ἢ ‘ξ ἄλλης χθονὸς τὸν αὐτόχειρα, μὴ σιωπάτω· τὸ γὰρ κέρδος τελῶ ‘γὼ χἠ χάρις προσκείσεται. Εἰ δ’ αὖ σιωπήσεσθε, καί τις ἢ φίλου δείσας ἀπώσει τοὔπος ἢ χαὐτοῦ τόδε, ἃκ τῶνδε δράσω, ταῦτα χρὴ κλύειν ἐμοῦ. Τὸν ἄνδρ’ ἀπαυδῶ τοῦτον, ὅστις ἐστί, γῆς τῆσδ’ ἧς ἐγὼ κράτη τε καὶ θρόνους νέμω μήτ’ εἰσδέχεσθαι μήτε προσφωνεῖν τινα, μήτ’ ἐν θεῶν εὐχαῖσι μήτε θύμασιν [240] ΧΟΡΟΣ: κοινὸν ποιεῖσθαι, μήτε χέρνιβος νέμειν· ὠθεῖν δ’ ἀπ’ οἴκων πάντας, ὡς μιάσματος τοῦδ’ ἡμὶν ὄντος, ὡς τὸ Πυθικὸν θεοῦ μαντεῖον ἐξέφηνεν ἀρτίως ἐμοί. Ἐγὼ μὲν οὖν τοιόσδε τῷ τε δαίμονι τῷ τ’ ἀνδρὶ τῷ θανόντι σύμμαχος πέλω· κατεύχομαι δὲ τὸν δεδρακότ’, εἴτε τις εἷς ὢν λέληθεν εἴτε πλειόνων μέτα, κακὸν κακῶς νιν ἄμορον ἐκτρῖψαι βίον· ἐπεύχομαι δ’, οἴκοισιν εἰ ξυνέστιος ἐν τοῖς ἐμοῖς γένοιτ’ ἐμοῦ ξυνειδότος, παθεῖν ἅπερ τοῖσδ’ ἀρτίως ἠρασάμην. Ὑμῖν δὲ ταῦτα πάντ’ ἐπισκήπτω τελεῖν, ὑπέρ τ’ ἐμαυτοῦ τοῦ θεοῦ τε τῆσδέ τε γῆς ὧδ’ ἀκάρπως κἀθέως ἐφθαρμένης.” Οὐδ’ εἰ γὰρ ἦν τὸ πρᾶγμα μὴ θεήλατον, ἀκάθαρτον ὑμᾶς εἰκὸς ἦν οὕτως ἐᾶν, ἀνδρός γ’ ἀρίστου βασιλέως ὀλωλότος, [260] ΧΟΡΟΣ: ἀλλ’ ἐξερευνᾶν· νῦν δ’ ἐπεὶ κυρῶ τ’ ἐγὼ ἔχων μὲν ἀρχὰς ἃς ἐκεῖνος εἶχε πρίν, ἔχων δὲ λέκτρα καὶ γυναῖχ’ ὁμόσπορον κοινῶν τε παίδων κοίν’ ἄν, εἰ κείνῳ γένος μὴ ‘δυστύχησεν, ἦν ἂν ἐκπεφυκότα ‑ νῦν δ’ ἐς τὸ κείνου κρᾶτ’ ἐνήλαθ’ ἡ τύχη· ἀνθ’ ὧν ἐγὼ τάδ’, ὡσπερεὶ τοὐμοῦ πατρός, ὑπερμαχοῦμαι, κἀπὶ πάντ’ ἀφίξομαι, ζητῶν τὸν αὐτόχειρα τοῦ φόνου λαβεῖν, τῷ Λαβδακείῳ παιδὶ Πολυδώρου τε καὶ τοῦ πρόσθε Κάδμου τοῦ πάλαι τ’ Ἀγήνορος· καὶ ταῦτα τοῖς μὴ δρῶσιν εὔχομαι θεοὺς μήτ’ ἀροτὸν αὐτοῖς γῆς ἀνιέναι τινά, μήτ’ οὖν γυναικῶν παῖδας, ἀλλὰ τῷ πότμῳ τῷ νῦν φθερεῖσθαι κἄτι τοῦδ’ ἐχθίονι. Ὑμῖν δὲ τοῖς ἄλλοισι Καδμείοις ὅσοις τάδ’ ἔστ’ ἀρέσκονθ’ ἥ τε σύμμαχος Δίκη χοἰ πάντες εὖ ξυνεῖεν εἰσαεὶ θεοί. [280] ΧΟΡΟΣ: Ὥσπερ μ’ ἀραῖον ἔλαβες, ὧδ’, ἄναξ, ἐρῶ· οὔτ’ ἔκτανον γὰρ οὔτε τὸν κτανόντ’ ἔχω δεῖξαι. Τὸ δὲ ζήτημα τοῦ πέμψαντος ἦν Φοίβου τόδ’ εἰπεῖν, ὅστις εἴργασταί ποτε. ΟΙΔΙΠΟΥΣ: Δίκαι’ ἔλεξας· ἀλλ’ ἀναγκάσαι θεοὺς ἃν μὴ θέλωσιν οὐδ’ ἂν εἷς δύναιτ’ ἀνήρ. ΧΟΡΟΣ: Τὰ δεύτερ’ ἐκ τῶνδ’ ἂν λέγοιμ’ ἅ μοι δοκεῖ. ΟΙΔΙΠΟΥΣ: Εἰ καὶ τρίτ’ ἔστι, μὴ παρῇς τὸ μὴ οὐ φράσαι. ΧΟΡΟΣ: Ἄνακτ’ ἄνακτι ταὔθ’ ὁρῶντ’ ἐπίσταμαι μάλιστα Φοίβῳ Τειρεσίαν, παρ’ οὗ τις ἂν σκοπῶν τάδ’, ὦναξ, ἐκμάθοι σαφέστατα. ΟΙΔΙΠΟΥΣ: Ἀλλ’ οὐκ ἐν ἀργοῖς οὐδὲ τοῦτ’ ἐπραξάμην· ἔπεμψα γὰρ Κρέοντος εἰπόντος διπλοῦς πομπούς· πάλαι δὲ μὴ παρὼν θαυμάζεται. ΧΟΡΟΣ: Καὶ μὴν τά γ’ ἄλλα κωφὰ καὶ παλαί’ ἔπη. ΟΙΔΙΠΟΥΣ: Τὰ ποῖα ταῦτα; πάντα γὰρ σκοπῶ λόγον. ΧΟΡΟΣ: Θανεῖν ἐλέχθη πρός τινων ὁδοιπόρων. ΟΙΔΙΠΟΥΣ: Ἤκουσα κἀγώ· τὸν δ’ ἰδόντ’ οὐδεὶς ὁρᾷ. [295] ΧΟΡΟΣ: Ἀλλ’ εἴ τι μὲν δὴ δείματός γ’ ἔχει μέρος, τὰς σὰς ἀκούων οὐ μενεῖ τοιάσδ’ ἀράς. ΟΙΔΙΠΟΥΣ: Ὧι μή ‘στι δρῶντι τάρβος, οὐδ’ ἔπος φοβεῖ. ΧΟΡΟΣ: Ἀλλ’ οὑξελέγξων αὐτὸν ἔστιν· οἵδε γὰρ τὸν θεῖον ἤδη μάντιν ὧδ’ ἄγουσιν, ᾧ τἀληθὲς ἐμπέφυκεν ἀνθρώπων μόνῳ. ΟΙΔΙΠΟΥΣ: Ὦ πάντα νωμῶν Τειρεσία, διδακτά τε ἄρρητά τ’ οὐράνιά τε καὶ χθονοστιβῆ, πόλιν μέν, εἰ καὶ μὴ βλέπεις, φρονεῖς δ’ ὅμως οἵᾳ νόσῳ σύνεστιν· ἧς σὲ προστάτην σωτῆρά τ’, ὦναξ, μοῦνον ἐξευρίσκομεν. Φοῖβος γάρ, εἴ τι μὴ κλύεις τῶν ἀγγέλων, πέμψασιν ἡμῖν ἀντέπεμψεν, ἔκλυσιν μόνην ἂν ἐλθεῖν τοῦδε τοῦ νοσήματος, εἰ τοὺς κτανόντας Λάϊον μαθόντες εὖ κτείναιμεν ἢ γῆς φυγάδας ἐκπεμψαίμεθα. Σὺ δ’ οὖν φθονήσας μήτ’ ἀπ’ οἰωνῶν φάτιν, μήτ’ εἴ τιν’ ἄλλην μαντικῆς ἔχεις ὁδόν, [315] ΧΟΡΟΣ: ῥῦσαι σεαυτὸν καὶ πόλιν, ῥῦσαι δ’ ἐμέ, ῥῦσαι δὲ πᾶν μίασμα τοῦ τεθνηκότος· ἐν σοὶ γάρ ἐσμεν· ἄνδρα δ’ ὠφελεῖν ἀφ’ ὧν ἔχοι τε καὶ δύναιτο κάλλιστος πόνων. [320] ΤΕΙΡΕΣΙΑΣ: Φεῦ φεῦ, φρονεῖν ὡς δεινὸν ἔνθα μὴ τέλη λύῃ φρονοῦντι· ταῦτα γὰρ καλῶς ἐγὼ εἰδὼς διώλεσ’· οὐ γὰρ ἂν δεῦρ’ ἱκόμην. ΟΙΔΙΠΟΥΣ: Τί δ’ ἔστιν; ὡς ἄθυμος εἰσελήλυθας. ΤΕΙΡΕΣΙΑΣ: Ἄφες μ’ ἐς οἴκους· ῥᾷστα γὰρ τὸ σόν τε σὺ κἀγὼ διοίσω τοὐμόν, ἢν ἐμοὶ πίθῃ. ΟΙΔΙΠΟΥΣ: Οὔτ’ ἔννομ’ εἶπας οὔτε προσφιλῆ πόλει τῇδ’ ἥ σ’ ἔθρεψε, τήνδ’ ἀποστερῶν φάτιν. ΤΕΙΡΕΣΙΑΣ: Ὁρῶ γὰρ οὐδὲ σοὶ τὸ σὸν φώνημ’ ἰὸν πρὸς καιρόν· ὡς οὖν μηδ’ ἐγὼ ταὐτὸν πάθω ‑ ΟΙΔΙΠΟΥΣ: Μή, πρὸς θεῶν, φρονῶν γ’ ἀποστραφῇς ἐπεὶ πάντες σε προσκυνοῦμεν οἵδ’ ἱκτήριοι. ΤΕΙΡΕΣΙΑΣ: Πάντες γὰρ οὐ φρονεῖτ’· ἐγὼ δ’ οὐ μή ποτε τἄμ’, ὡς ἂν εἴπω μὴ τὰ σ’, ἐκφήνω κακά. ΟΙΔΙΠΟΥΣ: Τί φῄς; ξυνειδὼς οὐ φράσεις, ἀλλ’ ἐννοεῖς ἡμᾶς προδοῦναι καὶ καταφθεῖραι πόλιν; ΤΕΙΡΕΣΙΑΣ: Ἐγὼ οὔτ’ ἐμαυτὸν οὔτε σ’ ἀλγυνῶ· τί ταῦτ’ ἄλλως ἐλέγχεις; οὐ γὰρ ἂν πύθοιό μου. [335] ΟΙΔΙΠΟΥΣ: Οὐκ, ὦ κακῶν κάκιστε, καὶ γὰρ ἂν πέτρου φύσιν σύ γ’ ὀργάνειας, ἐξερεῖς ποτε, ἀλλ’ ὧδ’ ἄτεγκτος κἀτελεύτητος φανῇ; ΤΕΙΡΕΣΙΑΣ: Ὀργὴν ἐμέμψω τὴν ἐμήν, τὴν σὴν δ’ ὁμοῦ ναίουσαν οὐ κατεῖδες, ἀλλ’ ἐμὲ ψέγεις. ΟΙΔΙΠΟΥΣ: Τίς γὰρ τοιαῦτ’ ἂν οὐκ ἂν ὀργίζοιτ’ ἔπη κλύων ἃ νῦν σὺ τήνδ’ ἀτιμάζεις πόλιν; ΤΕΙΡΕΣΙΑΣ: Ἥξει γὰρ αὐτά, κἂν ἐγὼ σιγῇ στέγω. ΟΙΔΙΠΟΥΣ: Οὐκοῦν ἅ γ’ ἥξει καὶ σὲ χρὴ λέγειν ἐμοί. ΤΕΙΡΕΣΙΑΣ: Οὐκ ἂν πέρα φράσαιμι· πρὸς τάδ’, εἰ θέλεις, θυμοῦ δι’ ὀργῆς ἥτις ἀγριωτάτη. ΟΙΔΙΠΟΥΣ: Καὶ μὴν παρήσω γ’ οὐδέν, ὡς ὀργῆς ἔχω, ἅπερ ξυνίημ’. Ἴσθι γὰρ δοκῶν ἐμοὶ καὶ ξυμφυτεῦσαι τοὔργον, εἰργάσθαι θ’, ὅσον μὴ χερσὶ καίνων· εἰ δ’ ἐτύγχανες βλέπων, καὶ τοὔργον ἂν σοῦ τοῦτ’ ἔφην εἶναι μόνου. ΤΕΙΡΕΣΙΑΣ: Ἄληθες; ἐννέπω σὲ τῷ κηρύγματι ᾧπερ προεῖπας ἐμμένειν, κἀφ’ ἡμέρας [355] ΤΕΙΡΕΣΙΑΣ: τῆς νῦν προσαυδᾶν μήτε τούσδε μήτ’ ἐμέ, ὡς ὄντι γῆς τῆσδ’ ἀνοσίῳ μιάστορι. ΟΙΔΙΠΟΥΣ: Οὕτως ἀναιδῶς ἐξεκίνησας τόδε τὸ ῥῆμα, καὶ ποῦ τοῦτο φεύξεσθαι δοκεῖς; ΤΕΙΡΕΣΙΑΣ: Πέφευγα· τἀληθὲς γὰρ ἰσχῦον τρέφω. ΟΙΔΙΠΟΥΣ: Πρὸς τοῦ διδαχθείς; οὐ γὰρ ἔκ γε τῆς τέχνης. ΤΕΙΡΕΣΙΑΣ: Πρὸς σοῦ· σὺ γάρ μ’ ἄκοντα προὐτρέψω λέγειν. ΟΙΔΙΠΟΥΣ: Ποῖον λόγον; λέγ’ αὖθις, ὡς μᾶλλον μάθω. ΤΕΙΡΕΣΙΑΣ: Οὐχὶ ξυνῆκας πρόσθεν; ἢ ‘κπειρᾷ λέγειν; ΟΙΔΙΠΟΥΣ: Οὐχ ὥστε γ’ εἰπεῖν γνωστόν· ἀλλ’ αὖθις φράσον. ΤΕΙΡΕΣΙΑΣ: Φονέα σέ φημι τἀνδρὸς οὗ ζητεῖς κυρεῖν. ΟΙΔΙΠΟΥΣ: Ἀλλ’ οὔ τι χαίρων δίς γε πημονὰς ἐρεῖς. ΤΕΙΡΕΣΙΑΣ: Εἴπω τι δῆτα κἄλλ’, ἵν’ ὀργίζῃ πλέον; ΟΙΔΙΠΟΥΣ: Ὅσον γε χρῄζεις· ὡς μάτην εἰρήσεται. ΤΕΙΡΕΣΙΑΣ: Λεληθέναι σέ φημι σὺν τοῖς φιλτάτοις αἴσχισθ’ ὁμιλοῦντ’, οὐδ’ ὁρᾶν ἵν’ εἶ κακοῦ. ΟΙΔΙΠΟΥΣ: Ἦ καὶ γεγηθὼς ταῦτ’ ἀεὶ λέξειν δοκεῖς; ΤΕΙΡΕΣΙΑΣ: Εἴπερ τί γ’ ἔστι τῆς ἀληθείας σθένος. [370] ΟΙΔΙΠΟΥΣ: Ἀλλ’ ἔστι, πλὴν σοί· σοὶ δὲ τοῦτ’ οὐκ ἔστ’, ἐπεὶ τυφλὸς τά τ’ ὦτα τόν τε νοῦν τά τ’ ὄμματ’ εἶ. ΤΕΙΡΕΣΙΑΣ: Σὺ δ’ ἄθλιός γε ταῦτ’ ὀνειδίζων ἃ σοὶ οὐδεὶς ὃς οὐχὶ τῶνδ’ ὀνειδιεῖ τάχα. ΟΙΔΙΠΟΥΣ: Μιᾶς τρέφῃ πρὸς νυκτός, ὥστε μήτ’ ἐμὲ μήτ’ ἄλλον ὅστις φῶς ὁρᾷ βλάψαι ποτ’ ἄν. ΤΕΙΡΕΣΙΑΣ: Οὐ γάρ με μοῖρα πρός γε σοῦ πεσεῖν, ἐπεὶ ἱκανὸς Ἀπόλλων ᾧ τάδ’ ἐκπρᾶξαι μέλει. ΟΙΔΙΠΟΥΣ: Κρέοντος ἢ σοῦ ταῦτα τἀξευρήματα; ΤΕΙΡΕΣΙΑΣ: Κρέων δέ σοι πῆμ’ οὐδέν, ἀλλ’ αὐτὸς σὺ σοί. ΟΙΔΙΠΟΥΣ: Ὦ πλοῦτε καὶ τυραννὶ καὶ τέχνη τέχνης ὑπερφέρουσα, τῷ πολυζήλῳ βίῳ ὅσος παρ’ ὑμῖν ὁ φθόνος φυλάσσεται, εἰ τῆσδέ γ’ ἀρχῆς οὕνεχ’, ἣν ἐμοὶ πόλις δωρητόν, οὐκ αἰτητόν, εἰσεχείρισεν, ταύτης Κρέων ὁ πιστός, οὑξ ἀρχῆς φίλος, λάθρᾳ μ’ ὑπελθὼν ἐκβαλεῖν ἱμείρεται, ὑφεὶς μάγον τοιόνδε μηχανορράφον, [390] ΤΕΙΡΕΣΙΑΣ: δόλιον ἀγύρτην, ὅστις ἐν τοῖς κέρδεσιν μόνον δέδορκε, τὴν τέχνην δ’ ἔφυ τυφλός. Ἐπεί, φέρ’ εἰπέ, ποῦ σὺ μάντις εἶ σαφής; πῶς οὐχ, ὅθ’ ἡ ῥαψῳδὸς ἐνθάδ’ ἦν κύων, ηὔδας τι τοῖσδ’ ἀστοῖσιν ἐκλυτήριον; Καίτοι τό γ’ αἴνιγμ’ οὐχὶ τοὐπιόντος ἦν ἀνδρὸς διειπεῖν, ἀλλὰ μαντείας ἔδει· ἣν οὔτ’ ἀπ’ οἰωνῶν σὺ προὐφάνης ἔχων οὔτ’ ἐκ θεῶν του γνωτόν· ἀλλ’ ἐγὼ μολών, ὁ μηδὲν εἰδὼς Οἰδίπους, ἔπαυσά νιν, γνώμῃ κυρήσας οὐδ’ ἀπ’ οἰωνῶν μαθών· ὃν δὴ σὺ πειρᾷς ἐκβαλεῖν, δοκῶν θρόνοις παραστατήσειν τοῖς Κρεοντείοις πέλας. Κλαίων δοκεῖς μοι καὶ σὺ χὠ συνθεὶς τάδε ἁγηλατήσειν· εἰ δὲ μὴ ‘δόκεις γέρων εἶναι, παθὼν ἔγνως ἂν οἷά περ φρονεῖς. ΧΟΡΟΣ: Ἡμῖν μὲν εἰκάζουσι καὶ τὰ τοῦδ’ ἔπη ὀργῇ λελέχθαι καὶ τὰ σ’, Οἰδίπου, δοκεῖ. [410] ΤΕΙΡΕΣΙΑΣ: Δεῖ δ’ οὐ τοιούτων, ἀλλ’ ὅπως τὰ τοῦ θεοῦ μαντεῖ’ ἄριστα λύσομεν, τόδε σκοπεῖν. ΤΕΙΡΕΣΙΑΣ: Εἰ καὶ τυραννεῖς, ἐξισωτέον τὸ γοῦν ἴσ’ ἀντιλέξαι· τοῦδε γὰρ κἀγὼ κρατῶ· οὐ γάρ τι σοὶ ζῶ δοῦλος, ἀλλὰ Λοξίᾳ, ὥστ’ οὐ Κρέοντος προστάτου γεγράψομαι. Λέγω δ’, ἐπειδὴ καὶ τυφλόν μ’ ὠνείδισας· σὺ καὶ δέδορκας κοὐ βλέπεις ἵν’ εἶ κακοῦ, οὐδ’ ἔνθα ναίεις, οὐδ’ ὅτων οἰκεῖς μέτα. Ἆρ’ οἶσθ’ ἀφ’ ὧν εἶ; καὶ λέληθας ἐχθρὸς ὢν τοῖς σοῖσιν αὐτοῦ νέρθε κἀπὶ γῆς ἄνω. Καί σ’ ἀμφιπλὴξ μητρός τε καὶ τοῦ σοῦ πατρὸς ἐλᾷ ποτ’ ἐκ γῆς τῆσδε δεινόπους ἀρά, βλέποντα νῦν μὲν ὄρθ’, ἔπειτα δὲ σκότον. Βοῆς δὲ τῆς σῆς ποῖος οὐκ ἔσται λιμήν, ποῖος Κιθαιρὼν οὐχὶ σύμφωνος τάχα, ὅταν καταίσθῃ τὸν ὑμέναιον ὃν δόμοις ἄνορμον εἰσέπλευσας εὐπλοίας τυχών; [425] ΤΕΙΡΕΣΙΑΣ: Ἄλλων δὲ πλῆθος οὐκ ἐπαισθάνῃ κακῶν ἅ σ’ ἐξισώσει σοί τε καὶ τοῖς σοῖς τέκνοις. Πρὸς ταῦτα καὶ Κρέοντα καὶ τοὐμὸν στόμα προπηλάκιζε· σοῦ γὰρ οὐκ ἔστιν βροτῶν κάκιον ὅστις ἐκτριβήσεταί ποτε. ΟΙΔΙΠΟΥΣ: Ἦ ταῦτα δῆτ’ ἀνεκτὰ πρὸς τούτου κλύειν; Οὐκ εἰς ὄλεθρον; οὐχὶ θᾶσσον; οὐ πάλιν ἄψορρος οἴκων τῶνδ’ ἀποστραφεὶς ἄπει; ΤΕΙΡΕΣΙΑΣ: Οὐδ’ ἱκόμην ἔγωγ’ ἄν, εἰ σὺ μὴ ‘κάλεις. ΟΙΔΙΠΟΥΣ: Οὐ γάρ τί σ’ ᾔδη μῶρα φωνήσοντ’, ἐπεὶ σχολῇ σ’ ἂν οἴκους τοὺς ἐμοὺς ἐστειλάμην. ΤΕΙΡΕΣΙΑΣ: Ἡμεῖς τοιοίδ’ ἔφυμεν, ὡς μὲν σοὶ δοκεῖ, μῶροι, γονεῦσι δ’ οἵ σ’ ἔφυσαν, ἔμφρονες. ΟΙΔΙΠΟΥΣ: Ποίοισι; μεῖνον· τίς δέ μ’ ἐκφύει βροτῶν; ΤΕΙΡΕΣΙΑΣ: Ἥδ’ ἡμέρα φύσει σε καὶ διαφθερεῖ. ΟΙΔΙΠΟΥΣ: Ὡς πάντ’ ἄγαν αἰνικτὰ κἀσαφῆ λέγεις. ΤΕΙΡΕΣΙΑΣ: Οὔκουν σὺ ταῦτ’ ἄριστος εὑρίσκειν ἔφυς; ΟΙΔΙΠΟΥΣ: Τοιαῦτ’ ὀνείδιζ’ οἷς ἔμ’ εὑρήσεις μέγαν. [445] ΤΕΙΡΕΣΙΑΣ: Αὕτη γε μέντοι σ’ ἡ τύχη διώλεσεν. ΟΙΔΙΠΟΥΣ: Ἀλλ’ εἰ πόλιν τήνδ’ ἐξέσωσ’ οὔ μοι μέλει. ΤΕΙΡΕΣΙΑΣ: Ἄπειμι τοίνυν· καὶ σύ, παῖ, κόμιζέ με. ΟΙΔΙΠΟΥΣ: Κομιζέτω δῆθ’· ὡς παρὼν σύ γ’ ἐμποδὼν ὀχλεῖς, συθείς τ’ ἂν οὐκ ἂν ἀλγύναις πλέον. ΤΕΙΡΕΣΙΑΣ: Εἰπὼν ἄπειμ’ ὧν οὕνεκ’ ἦλθον, οὐ τὸ σὸν δείσας πρόσωπον· οὐ γὰρ ἔσθ’ ὅπου μ’ ὀλεῖς. Λέγω δέ σοι· τὸν ἄνδρα τοῦτον ὃν πάλαι ζητεῖς ἀπειλῶν κἀνακηρύσσων φόνον τὸν Λαΐειον, οὗτός ἐστιν ἐνθάδε, ξένος λόγῳ μέτοικος, εἶτα δ’ ἐγγενὴς φανήσεται Θηβαῖος, οὐδ’ ἡσθήσεται τῇ ξυμφορᾷ· τυφλὸς γὰρ ἐκ δεδορκότος καὶ πτωχὸς ἀντὶ πλουσίου ξένην ἔπι σκήπτρῳ προδεικνὺς γαῖαν ἐμπορεύσεται. Φανήσεται δὲ παισὶ τοῖς αὑτοῦ ξυνὼν ἀδελφὸς αὑτὸς καὶ πατήρ, κἀξ ἧς ἔφυ γυναικὸς υἱὸς καὶ πόσις, καὶ τοῦ πατρὸς [460] ΤΕΙΡΕΣΙΑΣ: ὁμοσπόρος τε καὶ φονεύς. Καὶ ταῦτ’ ἰὼν εἴσω λογίζου· κἂν λάβῃς μ’ ἐψευσμένον, φάσκειν ἔμ’ ἤδη μαντικῇ μηδὲν φρονεῖν. ΧΟΡΟΣ: Τίς ὅντιν’ ἁ θεσπιέπει- α Δελφὶς εἶπε πέτρα Str. 1 . ἄρρητ’ ἀρρήτων τελέσαν- τα φοινίαισι χερσίν; Ὥρα νιν ἀελλάδων ἵππων σθεναρώτερον φυγᾷ πόδα νωμᾶν· ἔνοπλος γὰρ ἐπ’ αὐτὸν ἐπενθρῴσκει πυρὶ καὶ στεροπαῖς ὁ Διὸς γενέτας, δειναὶ δ’ ἅμ’ ἕπονται Κῆρες ἀναπλάκητοι. Ἔλαμψε γὰρ τοῦ νιφόεν- τος ἀρτίως φανεῖσα Ant. 1 . φάμα Παρνασσοῦ τὸν ἄδη- λον ἄνδρα πάντ’ ἰχνεύειν· [480] ΤΕΙΡΕΣΙΑΣ: φοιτᾷ γὰρ ὑπ’ ἀγρίαν ὕλαν ἀνά τ’ ἄντρα καὶ πέτρας ἅτε ταῦρος, μέλεος μελέῳ ποδὶ χηρεύων, τὰ μεσόμφαλα γᾶς ἀπονοσφίζων μαντεῖα· τὰ δ’ αἰεὶ ζῶντα περιποτᾶται. Δεινὰ μὲν οὖν, δεινὰ ταράσ- Str. 2 . σει σοφὸς οἰωνοθέτας, οὔτε δοκοῦντ’ οὔτ’ ἀποφάσ- κονθ’· ὅ τι λέξω δ’ ἀπορῶ· πέτομαι δ’ ἐλπίσιν οὔτ’ ἐν- θάδ’ ὁρῶν οὔτ’ ὀπίσω. Τί γὰρ ἢ Λαβδακίδαις ἢ τῷ Πολύβου νεῖκος ἔ- κειτ’; Οὔτε πάροιθέν ποτ’ ἔ- γωγ’ οὔτε τανῦν πω ἔμαθον πρὸς ὅτου δὴ βασάνῳ ˉ ˘ ˘ ˉ [495] ΤΕΙΡΕΣΙΑΣ: ἐπὶ τὰν ἐπίδαμον φάτιν εἶμ’ Οἰδιπόδα Λαβδακίδαις ἐπίκουρος ἀδήλων θανάτων. Ἀλλ’ ὁ μὲν οὖν Ζεὺς ὅ τ’ Ἀπόλ- Ant. 2 . λων ξυνετοὶ καὶ τὰ βροτῶν εἰδότες· ἀνδρῶν δ’ ὅτι μάν- τις πλέον ἢ ‘γὼ φέρεται, κρίσις οὐκ ἔστιν ἀληθής· σοφίᾳ δ’ ἂν σοφίαν παραμείψειεν ἀνήρ· ἄλλ’ οὔποτ’ ἔγωγ’ ἄν, πρὶν ἴ- δοιμ’ ὀρθὸν ἔπος, μεμφομέ- νων ἂν καταφαίην. Φανερὰ γὰρ ἐπ’ αὐτῷ πτερόεσσ’ ἦλθε κόρα ποτέ, καὶ σοφὸς ὤφθη βασάνῳ θ’ ἁδύπολις· τῷ ἀπ’ ἐμᾶς φρενὸς οὔποτ’ ὀφλήσει κακίαν. ΚΡΕΩΝ: Ἄνδρες πολῖται, δείν’ ἔπη πεπυσμένος [515] ΤΕΙΡΕΣΙΑΣ: κατηγορεῖν μου τὸν τύραννον Οἰδίπουν, πάρειμ’ ἀτλητῶν. Εἰ γὰρ ἐν ταῖς ξυμφοραῖς ταῖς νῦν νομίζει πρός γ’ ἐμοῦ πεπονθέναι λόγοισιν εἴτ’ ἔργοισιν εἰς βλάβην φέρον, οὔτοι βίου μοι τοῦ μακραίωνος πόθος, φέροντι τήνδε βάξιν. Οὐ γὰρ εἰς ἁπλοῦν ἡ ζημία μοι τοῦ λόγου τούτου φέρει, ἀλλ’ ἐς μέγιστον, εἰ κακὸς μὲν ἐν πόλει, κακὸς δὲ πρὸς σοῦ καὶ φίλων κεκλήσομαι. ΧΟΡΟΣ: Ἀλλ’ ἦλθε μὲν δὴ τοῦτο τοὔνειδος τάχ’ ἂν ὀργῇ βιασθὲν μᾶλλον ἢ γνώμῃ φρενῶν. ΚΡΕΩΝ: Τοὔπος δ’ ἐφάνθη ταῖς ἐμαῖς γνώμαις ὅτι πεισθεὶς ὁ μάντις τοὺς λόγους ψευδεῖς λέγοι; ΧΟΡΟΣ: Ηὐδᾶτο μὲν τάδ’, οἶδα δ’ οὐ γνώμῃ τίνι. ΚΡΕΩΝ: Ἐξ ὀμμάτων δ’ ὀρθῶν τε κἀξ ὀρθῆς φρενὸς κατηγορεῖτο τοὐπίκλημα τοῦτό μου; ΧΟΡΟΣ: Οὐκ οἶδ’· ἃ γὰρ δρῶσ’ οἱ κρατοῦντες οὐχ ὁρῶ. Αὐτὸς δ’ ὅδ’ ἤδη δωμάτων ἔξω περᾷ. [535] ΟΙΔΙΠΟΥΣ: Οὗτος σύ, πῶς δεῦρ’ ἦλθες; ἢ τοσόνδ’ ἔχεις τόλμης πρόσωπον ὥστε τὰς ἐμὰς στέγας ἵκου, φονεὺς ὢν τοῦδε τἀνδρὸς ἐμφανῶς λῃστής τ’ ἐναργὴς τῆς ἐμῆς τυραννίδος; Φέρ’ εἰπὲ πρὸς θεῶν, δειλίαν ἢ μωρίαν ἰδών τιν’ ἔν μοι ταῦτ’ ἐβουλεύσω ποεῖν; ἢ τοὔργον ὡς οὐ γνωρίσοιμί σου τόδε δόλῳ προσέρπον κοὐκ ἀλεξοίμην μαθών; Ἆρ’ οὐχὶ μῶρόν ἐστι τοὐγχείρημά σου, ἄνευ τε πλήθους καὶ φίλων τυραννίδα θηρᾶν, ὃ πλήθει χρήμασίν θ’ ἁλίσκεται; ΚΡΕΩΝ: Οἶσθ’ ὡς πόησον; ἀντὶ τῶν εἰρημένων ἴσ’ ἀντάκουσον, κᾆτα κρῖν’ αὐτὸς μαθών. ΟΙΔΙΠΟΥΣ: Λέγειν σὺ δεινός, μανθάνειν δ’ ἐγὼ κακὸς σοῦ· δυσμενῆ γὰρ καὶ βαρύν σ’ εὕρηκ’ ἐμοί. ΚΡΕΩΝ: Τοῦτ’ αὐτὸ νῦν μου πρῶτ’ ἄκουσον ὡς ἐρῶ. ΟΙΔΙΠΟΥΣ: Τοῦτ’ αὐτὸ μή μοι φράζ’ ὅπως οὐκ εἶ κακός. ΚΡΕΩΝ: Εἴ τοι νομίζεις κτῆμα τὴν αὐθαδίαν [550] ΤΕΙΡΕΣΙΑΣ: εἶναί τι τοῦ νοῦ χωρίς, οὐκ ὀρθῶς φρονεῖς. ΟΙΔΙΠΟΥΣ: Εἴ τοι νομίζεις ἄνδρα συγγενῆ κακῶς δρῶν οὐχ ὑφέξειν τὴν δίκην, οὐκ εὖ φρονεῖς. ΚΡΕΩΝ: Ξύμφημί σοι ταῦτ’ ἔνδικ’ εἰρῆσθαι· τὸ δὲ πάθημ’ ὁποῖον φῂς παθεῖν δίδασκέ με. ΟΙΔΙΠΟΥΣ: Ἔπειθες ἢ οὐκ ἔπειθες ὡς χρείη μ’ ἐπὶ τὸν σεμνόμαντιν ἄνδρα πέμψασθαί τινα; ΚΡΕΩΝ: Καὶ νῦν ἔθ’ αὑτός εἰμι τῷ βουλεύματι. ΟΙΔΙΠΟΥΣ: Πόσον τιν’ ἤδη δῆθ’ ὁ Λάϊος χρόνον ‑ ΚΡΕΩΝ: Δέδρακε ποῖον ἔργον; οὐ γὰρ ἐννοῶ. ΟΙΔΙΠΟΥΣ: ἄφαντος ἔρρει θανασίμῳ χειρώματι; ΚΡΕΩΝ: Μακροὶ παλαιοί τ’ ἂν μετρηθεῖεν χρόνοι. ΟΙΔΙΠΟΥΣ: Τότ’ οὖν ὁ μάντις οὗτος ἦν ἐν τῇ τέχνῃ; ΚΡΕΩΝ: Σοφός γ’ ὁμοίως κἀξ ἴσου τιμώμενος. ΟΙΔΙΠΟΥΣ: Ἐμνήσατ’ οὖν ἐμοῦ τι τῷ τότ’ ἐν χρόνῳ; ΚΡΕΩΝ: Οὔκουν ἐμοῦ γ’ ἑστῶτος οὐδαμοῦ πέλας. ΟΙΔΙΠΟΥΣ: Ἀλλ’ οὐκ ἔρευναν τοῦ θανόντος ἔσχετε; ΚΡΕΩΝ: Παρέσχομεν, πῶς δ’ οὐχί; κοὐκ ἐκύρσαμεν. [570] ΟΙΔΙΠΟΥΣ: Πῶς οὖν τόθ’ οὗτος ὁ σοφὸς οὐκ ηὔδα τάδε; ΚΡΕΩΝ: Οὐκ οἶδ’· ἐφ’ οἷς γὰρ μὴ φρονῶ σιγᾶν φιλῶ. ΟΙΔΙΠΟΥΣ: Τοσόνδε γ’ οἶσθα καὶ λέγοις ἂν εὖ φρονῶν ‑ ΚΡΕΩΝ: Ποῖον τόδ’; εἰ γὰρ οἶδά γ’, οὐκ ἀρνήσομαι. ΟΙΔΙΠΟΥΣ: ὁθούνεκ’, εἰ μὴ σοὶ ξυνῆλθε, τὰς ἐμὰς οὐκ ἄν ποτ’ εἶπεν Λαΐου διαφθοράς. ΚΡΕΩΝ: Εἰ μὲν λέγει τάδ’, αὐτὸς οἶσθ’· ἐγὼ δὲ σοῦ μαθεῖν δικαιῶ ταὔθ’ ἅπερ κἀμοῦ σὺ νῦν. ΟΙΔΙΠΟΥΣ: Ἐκμάνθαν’· οὐ γὰρ δὴ φονεὺς ἁλώσομαι. ΚΡΕΩΝ: Τί δῆτ’; ἀδελφὴν τὴν ἐμὴν γήμας ἔχεις; ΟΙΔΙΠΟΥΣ: Ἄρνησις οὐκ ἔνεστιν ὧν ἀνιστορεῖς. ΚΡΕΩΝ: Ἄρχεις δ’ ἐκείνῃ ταὐτὰ γῆς ἴσον νέμων; ΟΙΔΙΠΟΥΣ: Ἃν ᾖ θέλουσα πάντ’ ἐμοῦ κομίζεται. ΚΡΕΩΝ: Οὔκουν ἰσοῦμαι σφῷν ἐγὼ δυοῖν τρίτος; ΟΙΔΙΠΟΥΣ: Ἐνταῦθα γὰρ δὴ καὶ κακὸς φαίνῃ φίλος. ΚΡΕΩΝ: Οὔκ, εἰ διδοίης γ’ ὡς ἔχω σαυτῷ λόγον. Σκέψαι δὲ τοῦτο πρῶτον, εἴ τιν’ ἂν δοκεῖς ἄρχειν ἑλέσθαι ξὺν φόβοισι μᾶλλον ἢ [590] ΤΕΙΡΕΣΙΑΣ: ἄτρεστον εὕδοντ’, εἰ τά γ’ αὔθ’ ἕξει κράτη. Ἐγὼ μὲν οὖν οὔτ’ αὐτὸς ἱμείρων ἔφυν τύραννος εἶναι μᾶλλον ἢ τύραννα δρᾶν, οὔτ’ ἄλλος ὅστις σωφρονεῖν ἐπίσταται. Νῦν μὲν γὰρ ἐκ σοῦ πάντ’ ἄνευ φόβου φέρω· εἰ δ’ αὐτὸς ἦρχον, πολλὰ κἂν ἄκων ἔδρων. Πῶς δῆτ’ ἐμοὶ τυραννὶς ἡδίων ἔχειν ἀρχῆς ἀλύπου καὶ δυναστείας ἔφυ; Οὔπω τοσοῦτον ἠπατημένος κυρῶ ὥστ’ ἄλλα χρῄζειν ἢ τὰ σὺν κέρδει καλά. Νῦν πᾶσι χαίρω, νῦν με πᾶς ἀσπάζεται, νῦν οἱ σέθεν χρῄζοντες ἐκκαλοῦσί με· τὸ γὰρ τυχεῖν αὐτοῖσι πᾶν ἐνταῦθ’ ἔνι. Πῶς δῆτ’ ἐγὼ κεῖν’ ἂν λάβοιμ’ ἀφεὶς τάδε; οὐκ ἂν γένοιτο νοῦς κακὸς καλῶς φρονῶν. Ἀλλ’ οὔτ’ ἐραστὴς τῆσδε τῆς γνώμης ἔφυν, οὔτ’ ἂν μετ’ ἄλλου δρῶντος ἂν τλαίην ποτέ. Καὶ τῶνδ’ ἔλεγχον, τοῦτο μὲν Πυθώδ’ ἰών, [605] ΤΕΙΡΕΣΙΑΣ: πεύθου τὰ χρησθέντ’ εἰ σαφῶς ἤγγειλά σοι· τοῦτ’ ἄλλ’, ἐάν με τῷ τερασκόπῳ λάβῃς κοινῇ τι βουλεύσαντα, μή μ’ ἁπλῇ κτάνῃς ψήφῳ, διπλῇ δὲ, τῇ τ’ ἐμῇ καὶ σῇ, λαβών, γνώμῃ δ’ ἀδήλῳ μή με χωρὶς αἰτιῶ. Οὐ γὰρ δίκαιον οὔτε τοὺς κακοὺς μάτην χρηστοὺς νομίζειν οὔτε τοὺς χρηστοὺς κακούς. Φίλον γὰρ ἐσθλὸν ἐκβαλεῖν ἴσον λέγω καὶ τὸν παρ’ αὑτῷ βίοτον, ὃν πλεῖστον φιλεῖ. Ἀλλ’ ἐν χρόνῳ γνώσῃ τάδ’ ἀσφαλῶς, ἐπεὶ χρόνος δίκαιον ἄνδρα δείκνυσιν μόνος· κακὸν δὲ κἂν ἐν ἡμέρᾳ γνοίης μιᾷ. ΧΟΡΟΣ: Καλῶς ἔλεξεν εὐλαβουμένῳ πεσεῖν, ἄναξ· φρονεῖν γὰρ οἱ ταχεῖς οὐκ ἀσφαλεῖς. ΟΙΔΙΠΟΥΣ: Ὅταν ταχύς τις οὑπιβουλεύων λάθρᾳ χωρῇ, ταχὺν δεῖ κἀμὲ βουλεύειν πάλιν. Εἰ δ’ ἡσυχάζων προσμενῶ, τὰ τοῦδε μὲν πεπραγμέν’ ἔσται, τἀμὰ δ’ ἡμαρτημένα. [625] ΚΡΕΩΝ: Τί δῆτα χρῄζεις; ἦ με γῆς ἔξω βαλεῖν; ΟΙΔΙΠΟΥΣ: Ἥκιστα· θνῄσκειν, οὐ φυγεῖν σε βούλομαι. ΚΡΕΩΝ: Ὅταν προδείξῃς ‹γ’› οἷόν ἐστι τὸ φθονεῖν. ΟΙΔΙΠΟΥΣ: Ὡς οὐχ ὑπείξων οὐδὲ πιστεύσων λέγεις; ΚΡΕΩΝ: Οὐ γὰρ φρονοῦντά σ’ εὖ βλέπω. ΟΙΔΙΠΟΥΣ: Τὸ γοῦν ἐμόν. ΚΡΕΩΝ: Ἀλλ’ ἐξ ἴσου δεῖ κἀμόν. ΟΙΔΙΠΟΥΣ: Ἀλλ’ ἔφυς κακός. ΚΡΕΩΝ: Εἰ δὲ ξυνίης μηδέν; ΟΙΔΙΠΟΥΣ: Ἀρκτέον γ’ ὅμως. ΚΡΕΩΝ: Οὔτοι κακῶς γ’ ἄρχοντος. ΟΙΔΙΠΟΥΣ: Ὢ πόλις, πόλις. ΚΡΕΩΝ: Κἀμοὶ πόλεως μέτεστιν, οὐχὶ σοὶ μόνῳ. ΧΟΡΟΣ: Παύσασθ’, ἄνακτες· καιρίαν δ’ ὑμῖν ὁρῶ τήνδ’ ἐκ δόμων στείχουσαν Ἰοκάστην, μεθ’ ἧς τὸ νῦν παρεστὼς νεῖκος εὖ θέσθαι χρεών. [635] ΙΟΚΑΣΤΗ: Τί τὴν ἄβουλον, ὦ ταλαίπωροι, στάσιν γλώσσης ἐπήρασθ’, οὐδ’ ἐπαισχύνεσθε γῆς οὕτω νοσούσης ἴδια κινοῦντες κακά; Οὐκ εἶ σύ τ’ οἴκους σύ τε, Κρέων, κατὰ στέγας, καὶ μὴ τὸ μηδὲν ἄλγος εἰς μέγ’ οἴσετε; ΚΡΕΩΝ: Ὅμαιμε, δεινά μ’ Οἰδίπους, ὁ σὸς πόσις, δρᾶσαι δικαιοῖ, δυοῖν ἀποκρίνας κακοῖν, ἢ γῆς ἀπῶσαι πατρίδος ἢ κτεῖναι λαβών. ΟΙΔΙΠΟΥΣ: Ξύμφημι· δρῶντα γάρ νιν, ὦ γύναι, κακῶς εἴληφα τοὐμὸν σῶμα σὺν τέχνῃ κακῇ. ΚΡΕΩΝ: Μὴ νῦν ὀναίμην, ἀλλ’ ἀραῖος, εἴ σέ τι δέδρακ’, ὀλοίμην, ὧν ἐπαιτιᾷ με δρᾶν. ΙΟΚΑΣΤΗ: Ὢ πρὸς θεῶν πίστευσον, Οἰδίπους, τάδε, μάλιστα μὲν τόνδ’ ὅρκον αἰδεσθεὶς θεῶν, ἔπειτα κἀμὲ τούσδε θ’ οἳ πάρεισί σοι. ΧΟΡΟΣ: Πιθοῦ θελήσας φρονήσας τ’, ἄναξ, λίσσομαι. Str. ΟΙΔΙΠΟΥΣ: Τί σοι θέλεις δῆτ’ εἰκάθω; ΧΟΡΟΣ: Τὸν οὔτε πρὶν νήπιον νῦν τ’ ἐν ὅρ- [655] ΙΟΚΑΣΤΗ: κῳ μέγαν καταίδεσαι. ΟΙΔΙΠΟΥΣ: Οἶσθ’ οὖν ἃ χρῄζεις; ΧΟΡΟΣ: Οἶδα. ΟΙΔΙΠΟΥΣ: Φράζε δὴ τί φῄς. ΧΟΡΟΣ: Τὸν ἐναγῆ φίλον μήποτ’ ἐν αἰτίᾳ σὺν ἀφανεῖ λόγῳ ‹σ’› ἄτιμον βαλεῖν. ΟΙΔΙΠΟΥΣ: Εὖ νυν ἐπίστω, ταῦθ’ ὅταν ζητῇς, ἐμοὶ ζητῶν ὄλεθρον ἢ φυγεῖν ἐκ τῆσδε γῆς. ΧΟΡΟΣ: Οὐ τὸν πάντων θεῶν θεὸν πρόμον Ἅλιον· ἐπεὶ ἄθεος ἄφιλος ὅ τι πύματον ὀλοίμαν, φρόνησιν εἰ τάνδ’ ἔχω. Ἀλλά μοι δυσμόρῳ γᾶ φθίνουσα τρύχει ψυχάν, τάδ’ εἰ κακοῖς κακὰ προσάψει τοῖς πάλαι τὰ πρὸς σφῷν. ΟΙΔΙΠΟΥΣ: Ὁ δ’ οὖν ἴτω, κεἰ χρή με παντελῶς θανεῖν ἢ γῆς ἄτιμον τῆσδ’ ἀπωσθῆναι βίᾳ· τὸ γὰρ σόν, οὐ τὸ τοῦδ’, ἐποικτίρω στόμα ἐλεινόν· οὗτος δ’ ἔνθ’ ἂν ᾖ στυγήσεται. [675] ΚΡΕΩΝ: Στυγνὸς μὲν εἴκων δῆλος εἶ, βαρὺς δ’, ὅταν θυμοῦ περάσῃς· αἱ δὲ τοιαῦται φύσεις αὑταῖς δικαίως εἰσὶν ἄλγισται φέρειν. ΟΙΔΙΠΟΥΣ: Οὔκουν μ’ ἐάσεις κἀκτὸς εἶ; ΚΡΕΩΝ: Πορεύσομαι, σοῦ μὲν τυχὼν ἀγνῶτος, ἐν δὲ τοῖσδ’ ἴσος. ΧΟΡΟΣ: Γύναι, τί μέλλεις κομίζειν δόμων τόνδ’ ἔσω; Ant. ΙΟΚΑΣΤΗ: Μαθοῦσά γ’ ἥτις ἡ τύχη. ΧΟΡΟΣ: Δόκησις ἀγνὼς λόγων ἦλθε, δά- πτει δὲ καὶ τὸ μὴ ‘νδικον. ΙΟΚΑΣΤΗ: Ἀμφοῖν ἀπ’ αὐτοῖν; ΧΟΡΟΣ: Ναίχι. ΙΟΚΑΣΤΗ: Καὶ τίς ἦν λόγος; ΧΟΡΟΣ: Ἅλις ἔμοιγ’ ἅλις, γᾶς προπονουμένας, φαίνεται ἔνθ’ ἔληξεν, αὐτοῦ μένειν. ΟΙΔΙΠΟΥΣ: Ὁρᾷς ἵν’ ἥκεις, ἀγαθὸς ὢν γνώμην ἀνήρ, τοὐμὸν παριεὶς καὶ καταμβλύνων κέαρ; ΧΟΡΟΣ: Ὦναξ, εἶπον μὲν οὐχ ἅπαξ μόνον, [690] ΙΟΚΑΣΤΗ: ἴσθι δὲ παραφρόνιμον ἄπορον ἐπὶ φρόνιμα πεφάνθαι μ’ ἄν, εἴ σε νοσφίζομαι, ὅς γ’ ἐμὰν γᾶν φίλαν ἐν πόνοις ἁλοῦσαν ˉ ˉ κατ’ ὀρθὸν οὔρισας· τανῦν δ’ εὔπομπος, εἰ δύνᾳ, γενοῦ. ΙΟΚΑΣΤΗ: Πρὸς θεῶν δίδαξον κἄμ’, ἄναξ, ὅτου ποτὲ μῆνιν τοσήνδε πράγματος στήσας ἔχεις. ΟΙΔΙΠΟΥΣ: Ἐρῶ ‑ σὲ γὰρ τῶνδ’ ἐς πλέον, γύναι, σέβω ‑ Κρέοντος, οἷά μοι βεβουλευκὼς ἔχει. ΙΟΚΑΣΤΗ: Λέγ’, εἰ σαφῶς τὸ νεῖκος ἐγκαλῶν ἐρεῖς. ΟΙΔΙΠΟΥΣ: Φονέα μέ φησι Λαΐου καθεστάναι. ΙΟΚΑΣΤΗ: Αὐτὸς ξυνειδὼς ἢ μαθὼν ἄλλου πάρα; ΟΙΔΙΠΟΥΣ: Μάντιν μὲν οὖν κακοῦργον εἰσπέμψας, ἐπεὶ τό γ’ εἰς ἑαυτὸν πᾶν ἐλευθεροῖ στόμα. ΙΟΚΑΣΤΗ: Σύ νυν ἀφεὶς σεαυτὸν ὧν λέγεις πέρι ἐμοῦ ‘πάκουσον καὶ μάθ’ οὕνεκ’ ἐστί σοι βρότειον οὐδὲν μαντικῆς ἔχον τέχνης· φανῶ δέ σοι σημεῖα τῶνδε σύντομα· [715] ΙΟΚΑΣΤΗ: χρησμὸς γὰρ ἦλθε Λαΐῳ ποτ’, οὐκ ἐρῶ Φοίβου γ’ ἀπ’ αὐτοῦ, τῶν δ’ ὑπηρετῶν ἄπο, ὡς αὐτὸν ἥξοι μοῖρα πρὸς παιδὸς θανεῖν ὅστις γένοιτ’ ἐμοῦ τε κἀκείνου πάρα. Καὶ τὸν μέν, ὥσπερ γ’ ἡ φάτις, ξένοι ποτὲ λῃσταὶ φονεύουσ’ ἐν τριπλαῖς ἁμαξιτοῖς· παιδὸς δὲ βλάστας οὐ διέσχον ἡμέραι τρεῖς, καί νιν ἄρθρα κεῖνος ἐνζεύξας ποδοῖν ἔρριψεν ἄλλων χερσὶν εἰς ἄβατον ὄρος. Κἀνταῦθ’ Ἀπόλλων οὔτ’ ἐκεῖνον ἤνυσεν φονέα γενέσθαι πατρός, οὔτε Λάϊον, τὸ δεινὸν οὑφοβεῖτο, πρὸς παιδὸς θανεῖν. Τοιαῦτα φῆμαι μαντικαὶ διώρισαν, ὧν ἐντρέπου σὺ μηδέν· ὧν γὰρ ἂν θεὸς χρείαν ἐρευνᾷ, ῥᾳδίως αὐτὸς φανεῖ. ΟΙΔΙΠΟΥΣ: Οἷόν μ’ ἀκούσαντ’ ἀτίως ἔχει, γύναι, ψυχῆς πλάνημα κἀνακίνησις φρενῶν. ΙΟΚΑΣΤΗ: Ποίας μερίμνης τοῦθ’ ὑποστραφεὶς λέγεις; [730] ΟΙΔΙΠΟΥΣ: Ἔδοξ’ ἀκοῦσαι σοῦ τόδ’, ὡς ὁ Λάϊος κατασφαγείη πρὸς τριπλαῖς ἁμαξιτοῖς. ΙΟΚΑΣΤΗ: Ηὐδᾶτο γὰρ ταῦτ’ οὐδέ πω λήξαντ’ ἔχει. ΟΙΔΙΠΟΥΣ: Καὶ ποῦ ‘σθ’ ὁ χῶρος οὗτος, οὗ τόδ’ ἦν πάθος; ΙΟΚΑΣΤΗ: Φωκὶς μὲν ἡ γῆ κλῄζεται, σχιστὴ δ’ ὁδὸς ἐς ταὐτὸ Δελφῶν κἀπὸ Δαυλίας ἄγει. ΟΙΔΙΠΟΥΣ: Καὶ τίς χρόνος τοῖσδ’ ἐστὶν οὑξεληλυθώς; ΙΟΚΑΣΤΗ: Σχεδόν τι πρόσθεν ἢ σὺ τῆσδ’ ἔχων χθονὸς ἀρχὴν ἐφαίνου, τοῦτ’ ἐκηρύχθη πόλει. ΟΙΔΙΠΟΥΣ: Ὦ Ζεῦ, τί μου δρᾶσαι βεβούλευσαι πέρι; ΙΟΚΑΣΤΗ: Τί δ’ ἐστί σοι τοῦτ’, Οἰδίπους, ἐνθύμιον; ΟΙΔΙΠΟΥΣ: Μήπω μ’ ἐρώτα· τὸν δὲ Λάϊον φύσιν τίν’ εἶχε φράζε, τίνα δ’ ἀκμὴν ἥβης ἔχων. ΙΟΚΑΣΤΗ: Μέγας, χνοάζων ἄρτι λευκανθὲς κάρα, μορφῆς δὲ τῆς σῆς οὐκ ἀπεστάτει πολύ. ΟΙΔΙΠΟΥΣ: Οἴμοι τάλας· ἔοικ’ ἐμαυτὸν εἰς ἀρὰς δεινὰς προβάλλων ἀρτίως οὐκ εἰδέναι. ΙΟΚΑΣΤΗ: Πῶς φῄς; ὀκνῶ τοι πρὸς σ’ ἀποσκοποῦσ’, ἄναξ. [750] ΟΙΔΙΠΟΥΣ: Δεινῶς ἀθυμῶ μὴ βλέπων ὁ μάντις ᾖ. Δείξεις δὲ μᾶλλον, ἢν ἓν ἐξείπῃς ἔτι. ΙΟΚΑΣΤΗ: Καὶ μὴν ὀκνῶ μέν, ἃ δ’ ἂν ἔρῃ μαθοῦσ’ ἐρῶ. ΟΙΔΙΠΟΥΣ: Πότερον ἐχώρει βαιός, ἢ πολλοὺς ἔχων ἄνδρας λοχίτας, οἷ’ ἀνὴρ ἀρχηγέτης; ΙΟΚΑΣΤΗ: Πέντ’ ἦσαν οἱ ξύμπαντες, ἐν δ’ αὐτοῖσιν ἦν κῆρυξ· ἀπήνη δ’ ἦγε Λάϊον μία. ΟΙΔΙΠΟΥΣ: Αἰαῖ, τάδ’ ἤδη διαφανῆ. Τίς ἦν ποτε ὁ τούσδε λέξας τοὺς λόγους ὑμῖν, γύναι; ΙΟΚΑΣΤΗ: Οἰκεύς τις, ὅσπερ ἵκετ’ ἐκσωθεὶς μόνος. ΟΙΔΙΠΟΥΣ: Ἦ κἀν δόμοισι τυγχάνει τανῦν παρών; ΙΟΚΑΣΤΗ: Οὐ δῆτ’· ἀφ’ οὗ γὰρ κεῖθεν ἦλθε καὶ κράτη σέ τ’ εἶδ’ ἔχοντα Λάϊόν τ’ ὀλωλότα, ἐξικέτευσε τῆς ἐμῆς χειρὸς θιγὼν ἀγρούς σφε πέμψαι κἀπὶ ποιμνίων νομάς, ὡς πλεῖστον εἴη τοῦδ’ ἄποπτος ἄστεως. Κἄπεμψ’ ἐγώ νιν· ἄξιος γὰρ οἷ’ ἀνὴρ δοῦλος φέρειν ἦν τῆσδε καὶ μείζω χάριν. [765] ΟΙΔΙΠΟΥΣ: Πῶς ἂν μόλοι δῆθ’ ἡμὶν ἐν τάχει πάλιν; ΙΟΚΑΣΤΗ: Πάρεστιν. Ἀλλὰ πρὸς τί τοῦτ’ ἐφίεσαι; ΟΙΔΙΠΟΥΣ: Δέδοικ’ ἐμαυτόν, ὦ γύναι, μὴ πόλλ’ ἄγαν εἰρημέν’ ᾖ μοι, δι’ ἅ νιν εἰσιδεῖν θέλω. ΙΟΚΑΣΤΗ: Ἀλλ’ ἵξεται μέν· ἀξία δέ που μαθεῖν κἀγὼ τά γ’ ἐν σοὶ δυσφόρως ἔχοντ’, ἄναξ. ΟΙΔΙΠΟΥΣ: Κοὐ μὴ στερηθῇς γ’ ἐς τοσοῦτον ἐλπίδων ἐμοῦ βεβῶτος· τῷ γὰρ ἂν καὶ μείζονι λέξαιμ’ ἂν ἢ σοὶ διὰ τύχης τοιᾶσδ’ ἰών; Ἐμοὶ πατὴρ μὲν Πόλυβος ἦν Κορίνθιος, μήτηρ δὲ Μερόπη Δωρίς. Ἠγόμην δ’ ἀνὴρ ἀστῶν μέγιστος τῶν ἐκεῖ, πρίν μοι τύχη τοιάδ’ ἐπέστη, θαυμάσαι μὲν ἀξία, σπουδῆς γε μέντοι τῆς ἐμῆς οὐκ ἀξία. Ἀνὴρ γὰρ ἐν δείπνοις μ’ ὑπερπλησθεὶς μέθῃ καλεῖ παρ’ οἴνῳ πλαστὸς ὡς εἴην πατρί. Κἀγὼ βαρυνθεὶς τὴν μὲν οὖσαν ἡμέραν μόλις κατέσχον, θἀτέρᾳ δ’ ἰὼν πέλας [785] ΙΟΚΑΣΤΗ: μητρὸς πατρός τ’ ἤλεγχον· οἱ δὲ δυσφόρως τοὔνειδος ἦγον τῷ μεθέντι τὸν λόγον. Κἀγὼ τὰ μὲν κείνοιν ἐτερπόμην, ὅμως δ’ ἔκνιζέ μ’ αἰεὶ τοῦθ’· ὑφεῖρπε γὰρ πολύ. Λάθρᾳ δὲ μητρὸς καὶ πατρὸς πορεύομαι Πυθώδε, καί μ’ ὁ Φοῖβος ὧν μὲν ἱκόμην ἄτιμον ἐξέπεμψεν, ἄλλα δ’ ἀθλίῳ καὶ δεινὰ καὶ δύστηνα προὐφάνη λέγων, ὡς μητρὶ μὲν χρείη με μιχθῆναι, γένος δ’ ἄτλητον ἀνθρώποισι δηλώσοιμ’ ὁρᾶν, φονεὺς δ’ ἐσοίμην τοῦ φυτεύσαντος πατρός. Κἀγὼ ‘πακούσας ταῦτα τὴν Κορινθίαν ἄστροις τὸ λοιπὸν ἐκμετρούμενος χθόνα ἔφευγον, ἔνθα μήποτ’ ὀψοίμην κακῶν χρησμῶν ὀνείδη τῶν ἐμῶν τελούμενα. Στείχων δ’ ἱκνοῦμαι τούσδε τοὺς χώρους ἐν οἷς σὺ τὸν τύραννον τοῦτον ὄλλυσθαι λέγεις. Καί σοι, γύναι, τἀληθὲς ἐξερῶ. Τριπλῆς [805] ΙΟΚΑΣΤΗ: ὅτ’ ἦ κελεύθου τῆσδ’ ὁδοιπορῶν πέλας, ἐνταῦθά μοι κῆρύξ τε κἀπὶ πωλικῆς ἀνὴρ ἀπήνης ἐμβεβώς, οἷον σὺ φῄς, ξυνηντίαζον· κἀξ ὁδοῦ μ’ ὅ θ’ ἡγεμὼν αὐτός θ’ ὁ πρέσβυς πρὸς βίαν ἠλαυνέτην. Κἀγὼ τὸν ἐκτρέποντα, τὸν τροχηλάτην, παίω δι’ ὀργῆς· καί μ’ ὁ πρέσβυς ὡς ὁρᾷ ὄχον παραστείχοντα, τηρήσας μέσον κάρα διπλοῖς κέντροισί μου καθίκετο. Οὐ μὴν ἴσην γ’ ἔτεισεν, ἀλλὰ συντόμως σκήπτρῳ τυπεὶς ἐκ τῆσδε χειρὸς ὕπτιος μέσης ἀπήνης εὐθὺς ἐκκυλίνδεται· κτείνω δὲ τοὺς ξύμπαντας. Εἰ δὲ τῷ ξένῳ τούτῳ προσήκει Λαΐῳ τι συγγενές, τίς τοῦδέ γ’ ἀνδρὸς νῦν ἔτ’ ἀθλιώτερος; τίς ἐχθροδαίμων μᾶλλον ἂν γένοιτ’ ἀνήρ; ᾧ μὴ ξένων ἔξεστι μηδ’ ἀστῶν τινα δόμοις δέχεσθαι, μηδὲ προσφωνεῖν τινα, [820] ΙΟΚΑΣΤΗ: ὠθεῖν δ’ ἀπ’ οἴκων. Καὶ τάδ’ οὔτις ἄλλος ἦν ἢ ‘γὼ ‘π’ ἐμαυτῷ τάσδ’ ἀρὰς ὁ προστιθείς. Λέχη δὲ τοῦ θανόντος ἐν χεροῖν ἐμαῖν χραίνω, δι’ ὧνπερ ὤλετ’. Ἆρ’ ἔφυν κακός; ἆρ’ οὐχὶ πᾶς ἄναγνος; εἴ με χρὴ φυγεῖν, καί μοι φυγόντι μἤστι τοὺς ἐμοὺς ἰδεῖν μήτ’ ἐμβατεῦσαι πατρίδος, ἢ γάμοις με δεῖ μητρὸς ζυγῆναι καὶ πατέρα κατακτανεῖν, Πόλυβον, ὃς ἐξέθρεψε κἀξέφυσέ με. Ἆρ’ οὐκ ἀπ’ ὠμοῦ ταῦτα δαίμονός τις ἂν κρίνων ἐπ’ ἀνδρὶ τῷδ’ ἂν ὀρθοίη λόγον; Μὴ δῆτα, μὴ δῆτ’, ὦ θεῶν ἁγνὸν σέβας, ἴδοιμι ταύτην ἡμέραν, ἀλλ’ ἐκ βροτῶν βαίην ἄφαντος πρόσθεν ἢ τοιάνδ’ ἰδεῖν κηλῖδ’ ἐμαυτῷ συμφορᾶς ἀφιγμένην. ΧΟΡΟΣ: Ἡμῖν μέν, ὦναξ, ταῦτ’ ὀκνήρ’· ἕως δ’ ἂν οὖν πρὸς τοῦ παρόντος ἐκμάθῃς, ἔχ’ ἐλπίδα. ΟΙΔΙΠΟΥΣ: Καὶ μὴν τοσοῦτόν γ’ ἐστί μοι τῆς ἐλπίδος, [840] ΙΟΚΑΣΤΗ: τὸν ἄνδρα, τὸν βοτῆρα, προσμεῖναι μόνον. ΙΟΚΑΣΤΗ: Πεφασμένου δὲ τίς ποθ’ ἡ προθυμία; ΟΙΔΙΠΟΥΣ: Ἐγὼ διδάξω σ’· ἢν γὰρ εὑρεθῇ λέγων σοὶ ταὔτ’, ἔγωγ’ ἂν ἐκπεφευγοίην πάθος. ΙΟΚΑΣΤΗ: Ποῖον δέ μου περισσὸν ἤκουσας λόγον; ΟΙΔΙΠΟΥΣ: Λῃστὰς ἔφασκες αὐτὸν ἄνδρας ἐννέπειν ὥς νιν κατακτείνειαν. Εἰ μὲν οὖν ἔτι λέξει τὸν αὐτὸν ἀριθμόν, οὐκ ἐγὼ ‘κτανον· οὐ γὰρ γένοιτ’ ἂν εἷς γε τοῖς πολλοῖς ἴσος· εἰ δ’ ἄνδρ’ ἕν’ οἰόζωνον αὐδήσει, σαφῶς τοῦτ’ ἐστὶν ἤδη τοὔργον εἰς ἐμὲ ῥέπον. ΙΟΚΑΣΤΗ: Ἀλλ’ ὡς φανέν γε τοὔπος ὧδ’ ἐπίστασο, κοὐκ ἔστιν αὐτῷ τοῦτό γ’ ἐκβαλεῖν πάλιν· πόλις γὰρ ἤκουσ’, οὐκ ἐγὼ μόνη, τάδε. Εἰ δ’ οὖν τι κἀκτρέποιτο τοῦ πρόσθεν λόγου, οὔτοι ποτ’, ὦναξ, τόν γε Λαΐου φόνον φανεῖ δικαίως ὀρθόν, ὅν γε Λοξίας διεῖπε χρῆναι παιδὸς ἐξ ἐμοῦ θανεῖν. [855] ΙΟΚΑΣΤΗ: Καίτοι νιν οὐ κεῖνός γ’ ὁ δύστηνός ποτε κατέκταν’, ἀλλ’ αὐτὸς πάροιθεν ὤλετο. Ὥστ’ οὐχὶ μαντείας γ’ ἂν οὔτε τῇδ’ ἐγὼ βλέψαιμ’ ἂν οὕνεκ’ οὔτε τῇδ’ ἂν ὕστερον. ΟΙΔΙΠΟΥΣ: Καλῶς νομίζεις. Ἀλλ’ ὅμως τὸν ἐργάτην πέμψον τινὰ στελοῦντα, μηδὲ τοῦτ’ ἀφῇς. ΙΟΚΑΣΤΗ: Πέμψω ταχύνασ’· ἀλλ’ ἴωμεν ἐς δόμους· οὐδὲν γὰρ ἂν πράξαιμ’ ἂν ὧν οὔ σοι φίλον. ΧΟΡΟΣ: Εἴ μοι ξυνείη φέροντι μοῖρα τὰν Str. 1 . εὔσεπτον ἁγνείαν λόγων ἔργων τε πάντων, ὧν νόμοι πρόκεινται ὑψίποδες, οὐρανίαν δι’ αἰθέρα τεκνωθέντες, ὧν Ὄλυμπος πατὴρ μόνος, οὐδέ νιν θνατὰ φύσις ἀνέρων ἔτικτεν, οὐδὲ μήποτε λά- θα κατακοιμάσῃ· μέγας ἐν τούτοις θεός, οὐδὲ γηράσκει. [875] ΙΟΚΑΣΤΗ: Ὕβρις φυτεύει τύραννον· ὕβρις, εἰ Ant. 1 . πολλῶν ὑπερπλησθῇ μάταν ἃ μὴ ‘πίκαιρα μηδὲ συμφέροντα, ἀκρότατα γεῖσ’ ἀναβᾶσ’ ‹ἄφαρ› ἀπότομον ὤρουσεν εἰς ἀνάγκαν, ἔνθ’ οὐ ποδὶ χρησίμῳ χρῆται. Τὸ καλῶς δ’ ἔχον πόλει πάλαισμα μήποτε λῦ- σαι θεὸν αἰτοῦμαι· θεὸν οὐ λήξω ποτὲ προστάταν ἴσχων. Εἰ δέ τις ὑπέροπτα χερ- Str. 2 . σὶν ἢ λόγῳ πορεύεται, Δίκας ἀφόβητος οὐδὲ δαιμόνων ἕδη σέβων, κακά νιν ἕλοιτο μοῖρα, δυσπότμου χάριν χλιδᾶς, εἰ μὴ τὸ κέρδος κερδανεῖ δικαίως καὶ τῶν ἀσέπτων ἔρξεται, [895] ΙΟΚΑΣΤΗ: ἢ τῶν ἀθίκτων ἕξεται ματᾴζων. Τίς ἔτι ποτ’ ἐν τοῖσδ’ ἀνὴρ θυμοῦ βέλη εὔξεται ψυχᾶς ἀμύνειν; Εἰ γὰρ αἱ τοιαίδε πράξεις τίμιαι, τί δεῖ με χορεύειν; Οὐκέτι τὸν ἄθικτον εἶ- Ant. 2 . μι γᾶς ἐπ’ ὀμφαλὸν σέβων, οὐδ’ ἐς τὸν Ἀβαῖσι ναόν, οὐδὲ τὰν Ὀλυμπίαν, εἰ μὴ τάδε χειρόδεικτα πᾶσιν ἁρμόσει βροτοῖς. Ἀλλ’, ὦ κρατύνων, εἴπερ ὄρθ’ ἀκούεις, Ζεῦ, πάντ’ ἀνάσσων, μὴ λάθοι σὲ τάν τε σὰν ἀθάνατον αἰὲν ἀρχάν. Φθίνοντα γὰρ ‹τοῦ παλαιοῦ› Λαΐου θέσφατ’ ἐξαιροῦσιν ἤδη, κοὐδαμοῦ τιμαῖς Ἀπόλλων ἐμφανής· ἔρρει δὲ τὰ θεῖα. [915] ΙΟΚΑΣΤΗ: Χώρας ἄνακτες, δόξα μοι παρεστάθη ναοὺς ἱκέσθαι δαιμόνων, τάδ’ ἐν χεροῖν στέφη λαβούσῃ κἀπιθυμιάματα. Ὑψοῦ γὰρ αἴρει θυμὸν Οἰδίπους ἄγαν λύπαισι παντοίαισιν; οὐδ’ ὁποῖ’ ἀνὴρ ἔννους τὰ καινὰ τοῖς πάλαι τεκμαίρεται, ἀλλ’ ἔστι τοῦ λέγοντος, ἢν φόβους λέγῃ. Ὅτ’ οὖν παραινοῦσ’ οὐδὲν ἐς πλέον ποῶ, πρὸς σ’, ὦ Λύκει’ Ἄπολλον, ἄγχιστος γὰρ εἶ, ἱκέτις ἀφῖγμαι τοῖσδε σὺν κατεύγμασιν, ὅπως λύσιν τιν’ ἡμὶν εὐαγῆ πόρῃς· ὡς νῦν ὀκνοῦμεν πάντες ἐκπεπληγμένον κεῖνον βλέποντες ὡς κυβερνήτην νεώς. [925] ΑΓΓΕΛΟΣ: Ἆρ’ ἂν παρ’ ὑμῶν, ὦ ξένοι, μάθοιμ’ ὅπου τὰ τοῦ τυράννου δώματ’ ἐστὶν Οἰδίπου; μάλιστα δ’ αὐτὸν εἴπατ’, εἰ κάτισθ’, ὅπου. ΧΟΡΟΣ: Στέγαι μὲν αἵδε, καὐτὸς ἔνδον, ὦ ξένε· γυνὴ δὲ μήτηρ ἥδε τῶν κείνου τέκνων. ΑΓΓΕΛΟΣ: Ἀλλ’ ὀλβία τε καὶ ξὺν ὀλβίοις ἀεὶ γένοιτ’, ἐκείνου γ’ οὖσα παντελὴς δάμαρ. ΙΟΚΑΣΤΗ: Αὕτως δὲ καὶ σύ γ’, ὦ ξέν’· ἄξιος γὰρ εἶ τῆς εὐεπείας οὕνεκ’. Ἀλλὰ φράζ’ ὅτου χρῄζων ἀφῖξαι χὤ τι σημῆναι θέλων. ΑΓΓΕΛΟΣ: Ἀγαθὰ δόμοις τε καὶ πόσει τῷ σῷ, γύναι. ΙΟΚΑΣΤΗ: Τὰ ποῖα ταῦτα; παρὰ τίνος δ’ ἀφιγμένος; ΑΓΓΕΛΟΣ: Ἐκ τῆς Κορίνθου. Τὸ δ’ ἔπος οὑξερῶ τάχα, ἥδοιο μέν ‑ πῶς δ’ οὐκ ἄν; ‑ ἀσχάλλοις δ’ ἴσως. ΙΟΚΑΣΤΗ: Τί δ’ ἔστι; ποίαν δύναμιν ὧδ’ ἔχει διπλῆν; ΑΓΓΕΛΟΣ: Τύραννον αὐτὸν οὑπιχώριοι χθονὸς τῆς Ἰσθμίας στήσουσιν, ὡς ηὐδᾶτ’ ἐκεῖ. ΙΟΚΑΣΤΗ: Τί δ’; οὐχ ὁ πρέσβυς Πόλυβος ἐγκρατὴς ἔτι; [945] ΑΓΓΕΛΟΣ: Οὐ δῆτ’, ἐπεί νιν θάνατος ἐν τάφοις ἔχει. ΙΟΚΑΣΤΗ: Πῶς εἶπας; ἦ τέθνηκε Πόλυβος; ΑΓΓΕΛΟΣ: Εἰ δὲ μὴ λέγω γ’ ἐγὼ τἀληθές, ἀξιῶ θανεῖν. Ὦ πρόσπολ’, οὐχὶ δεσπότῃ τάδ’ ὡς τάχος μολοῦσα λέξεις; Ὦ θεῶν μαντεύματα, ἵν’ ἐστέ; Τοῦτον Οἰδίπους πάλαι τρέμων τὸν ἄνδρ’ ἔφευγε μὴ κτάνοι, καὶ νῦν ὅδε πρὸς τῆς τύχης ὄλωλεν οὐδὲ τοῦδ’ ὕπο. ΟΙΔΙΠΟΥΣ: Ὦ φίλτατον γυναικὸς Ἰοκάστης κάρα, τί μ’ ἐξεπέμψω δεῦρο τῶνδε δωμάτων; ΙΟΚΑΣΤΗ: Ἄκουε τἀνδρὸς τοῦδε, καὶ σκόπει κλύων τὰ σέμν’ ἵν’ ἥκει τοῦ θεοῦ μαντεύματα. ΟΙΔΙΠΟΥΣ: Οὗτος δὲ τίς ποτ’ ἐστί, καὶ τί μοι λέγει; ΙΟΚΑΣΤΗ: Ἐκ τῆς Κορίνθου, πατέρα τὸν σὸν ἀγγελῶν ὡς οὐκέτ’ ὄντα Πόλυβον, ἀλλ’ ὀλωλότα. ΟΙΔΙΠΟΥΣ: Τί φῄς, ξέν’; αὐτός μοι σὺ σημήνας γενοῦ. ΑΓΓΕΛΟΣ: Εἰ τοῦτο πρῶτον δεῖ μ’ ἀπαγγεῖλαι σαφῶς, [960] ΑΓΓΕΛΟΣ: εὖ ἴσθ’ ἐκεῖνον θανάσιμον βεβηκότα. ΟΙΔΙΠΟΥΣ: Πότερα δόλοισιν; ἢ νόσου ξυναλλαγῇ; ΑΓΓΕΛΟΣ: Σμικρὰ παλαιὰ σώματ’ εὐνάζει ῥοπή. ΟΙΔΙΠΟΥΣ: Νόσοις ὁ τλήμων, ὡς ἔοικεν, ἔφθιτο. ΑΓΓΕΛΟΣ: Καὶ τῷ μακρῷ γε συμμετρούμενος χρόνῳ. ΟΙΔΙΠΟΥΣ: Φεῦ φεῦ, τί δῆτ’ ἄν, ὦ γύναι, σκοποῖτό τις τὴν Πυθόμαντιν ἑστίαν, ἢ τοὺς ἄνω κλάζοντας ὄρνις, ὧν ὑφηγητῶν ἐγὼ κτενεῖν ἔμελλον πατέρα τὸν ἐμόν; ὁ δὲ θανὼν κεύθει κάτω δὴ γῆς, ἐγὼ δ’ ὅδ’ ἐνθάδε ἄψαυστος ἔγχους ‑ εἴ τι μὴ τὠμῷ πόθῳ κατέφθιθ’· οὕτω δ’ ἂν θανὼν εἴη ‘ξ ἐμοῦ. Τὰ δ’ οὖν παρόντα συλλαβὼν θεσπίσματα κεῖται παρ’ Ἅιδῃ Πόλυβος ἄξι’ οὐδενός. ΙΟΚΑΣΤΗ: Οὔκουν ἐγώ σοι ταῦτα προὔλεγον πάλαι; ΟΙΔΙΠΟΥΣ: Ηὔδας· ἐγὼ δὲ τῷ φόβῳ παρηγόμην. ΙΟΚΑΣΤΗ: Μὴ νῦν ἔτ’ αὐτῶν μηδὲν ἐς θυμὸν βάλῃς. ΟΙΔΙΠΟΥΣ: Καὶ πῶς τὸ μητρὸς λέκτρον οὐκ ὀκνεῖν με δεῖ; [980] ΙΟΚΑΣΤΗ: Τί δ’ ἂν φοβοῖτ’ ἄνθρωπος, ᾧ τὰ τῆς τύχης κρατεῖ, πρόνοια δ’ ἐστὶν οὐδενὸς σαφής; εἰκῇ κράτιστον ζῆν, ὅπως δύναιτό τις. Σὺ δ’ εἰς τὰ μητρὸς μὴ φοβοῦ νυμφεύματα· πολλοὶ γὰρ ἤδη κἀν ὀνείρασιν βροτῶν μητρὶ ξυνηυνάσθησαν· ἀλλὰ ταῦθ’ ὅτῳ παρ’ οὐδέν ἐστι, ῥᾷστα τὸν βίον φέρει. ΟΙΔΙΠΟΥΣ: Καλῶς ἅπαντα ταῦτ’ ἂν ἐξείρητό σοι, εἰ μὴ ‘κύρει ζῶσ’ ἡ τεκοῦσα· νῦν δ’ ἐπεὶ ζῇ, πᾶσ’ ἀνάγκη, κεἰ καλῶς λέγεις, ὀκνεῖν. ΙΟΚΑΣΤΗ: Καὶ μὴν μέγας ‹γ’› ὀφθαλμὸς οἱ πατρὸς τάφοι. ΟΙΔΙΠΟΥΣ: Μέγας, ξυνίημ’· ἀλλὰ τῆς ζώσης φόβος. ΑΓΓΕΛΟΣ: Ποίας δὲ καὶ γυναικὸς ἐκφοβεῖσθ’ ὕπερ; ΟΙΔΙΠΟΥΣ: Μερόπης, γεραιέ, Πόλυβος ἧς ᾤκει μέτα. ΑΓΓΕΛΟΣ: Τί δ’ ἔστ’ ἐκείνης ὑμὶν ἐς φόβον φέρον; ΟΙΔΙΠΟΥΣ: Θεήλατον μάντευμα δεινόν, ὦ ξένε. ΑΓΓΕΛΟΣ: Ἦ ῥητόν; ἢ οὐ‹χὶ› θεμιτὸν ἄλλον εἰδέναι; ΟΙΔΙΠΟΥΣ: Μάλιστά γ’· εἶπε γάρ με Λοξίας ποτὲ [995] ΑΓΓΕΛΟΣ: χρῆναι μιγῆναι μητρὶ τἠμαυτοῦ, τό τε πατρῷον αἷμα χερσὶ ταῖς ἐμαῖς ἑλεῖν. Ὧν οὕνεχ’ ἡ Κόρινθος ἐξ ἐμοῦ πάλαι μακρὰν ἀπῳκεῖτ’· εὐτυχῶς μέν, ἀλλ’ ὅμως τὰ τῶν τεκόντων ὄμμαθ’ ἥδιστον βλέπειν. ΑΓΓΕΛΟΣ: Ἦ γὰρ τάδ’ ὀκνῶν κεῖθεν ἦσθ’ ἀπόπτολις; ΟΙΔΙΠΟΥΣ: Πατρός γε χρῄζων μὴ φονεὺς εἶναι, γέρον. ΑΓΓΕΛΟΣ: Τί δῆτ’ ἐγὼ οὐχὶ τοῦδε τοῦ φόβου σ’, ἄναξ, ἐπείπερ εὔνους ἦλθον, ἐξελυσάμην; ΟΙΔΙΠΟΥΣ: Καὶ μὴν χάριν γ’ ἂν ἀξίαν λάβοις ἐμοῦ. ΑΓΓΕΛΟΣ: Καὶ μὴν μάλιστα τοῦτ’ ἀφικόμην, ὅπως σοῦ πρὸς δόμους ἐλθόντος εὖ πράξαιμί τι. ΟΙΔΙΠΟΥΣ: Ἀλλ’ οὔποτ’ εἶμι τοῖς φυτεύσασιν γ’ ὁμοῦ. ΑΓΓΕΛΟΣ: Ὦ παῖ, καλῶς εἶ δῆλος οὐκ εἰδὼς τί δρᾷς. ΟΙΔΙΠΟΥΣ: Πῶς, ὦ γεραιέ; πρὸς θεῶν, δίδασκέ με. ΑΓΓΕΛΟΣ: Εἰ τῶνδε φεύγεις οὕνεκ’ εἰς οἴκους μολεῖν ‑ ΟΙΔΙΠΟΥΣ: Ταρβῶν γε μή μοι Φοῖβος ἐξέλθῃ σαφής. ΑΓΓΕΛΟΣ: Ἦ μὴ μίασμα τῶν φυτευσάντων λάβῃς; [1015] ΟΙΔΙΠΟΥΣ: Τοῦτ’ αὐτό, πρέσβυ· τοῦτό μ’ εἰσαεὶ φοβεῖ. ΑΓΓΕΛΟΣ: Ἆρ’ οἶσθα δῆτα πρὸς δίκης οὐδὲν τρέμων; ΟΙΔΙΠΟΥΣ: Πῶς δ’ οὐχί, παῖς γ’ εἰ τῶνδε γεννητῶν ἔφυν; ΑΓΓΕΛΟΣ: Ὁθούνεκ’ ἦν σοι Πόλυβος οὐδὲν ἐν γένει. ΟΙΔΙΠΟΥΣ: Πῶς εἶπας; οὐ γὰρ Πόλυβος ἐξέφυσέ με; ΑΓΓΕΛΟΣ: Οὐ μᾶλλον οὐδὲν τοῦδε τἀνδρός, ἀλλ’ ἴσον. ΟΙΔΙΠΟΥΣ: Καὶ πῶς ὁ φύσας ἐξ ἴσου τῷ μηδενί; ΑΓΓΕΛΟΣ: Ἀλλ’ οὔ σ’ ἐγείνατ’ οὔτ’ ἐκεῖνος οὔτ’ ἐγώ. ΟΙΔΙΠΟΥΣ: Ἀλλ’ ἀντὶ τοῦ δὴ παῖδά μ’ ὠνομάζετο; ΑΓΓΕΛΟΣ: Δῶρόν ποτ’, ἴσθι, τῶν ἐμῶν χειρῶν λαβών. ΟΙΔΙΠΟΥΣ: Κᾆθ’ ὧδ’ ἀπ’ ἄλλης χειρὸς ἔστερξεν μέγα; ΑΓΓΕΛΟΣ: Ἡ γὰρ πρὶν αὐτὸν ἐξέπεισ’ ἀπαιδία. ΟΙΔΙΠΟΥΣ: Σὺ δ’ ἐμπολήσας, ἢ τυχών μ’ αὐτῷ δίδως; ΑΓΓΕΛΟΣ: Εὑρὼν ναπαίαις ἐν Κιθαιρῶνος πτυχαῖς. ΟΙΔΙΠΟΥΣ: Ὡδοιπόρεις δὲ πρὸς τί τούσδε τοὺς τόπους; ΑΓΓΕΛΟΣ: Ἐνταῦθ’ ὀρείοις ποιμνίοις ἐπεστάτουν. ΟΙΔΙΠΟΥΣ: Ποιμὴν γὰρ ἦσθα κἀπὶ θητείᾳ πλάνης; ΑΓΓΕΛΟΣ: Σοῦ δ’, ὦ τέκνον, σωτήρ γε τῷ τότ’ ἐν χρόνῳ. [1035] ΟΙΔΙΠΟΥΣ: Τί δ’ ἄλγος ἴσχοντ’ ἐν κακοῖς με λαμβάνεις; ΑΓΓΕΛΟΣ: Ποδῶν ἂν ἄρθρα μαρτυρήσειεν τὰ σά. ΟΙΔΙΠΟΥΣ: Οἴμοι, τί τοῦτ’ ἀρχαῖον ἐννέπεις κακόν; ΑΓΓΕΛΟΣ: Λύω σ’ ἔχοντα διατόρους ποδοῖν ἀκμάς. ΟΙΔΙΠΟΥΣ: Δεινόν γ’ ὄνειδος σπαργάνων ἀνειλόμην. ΑΓΓΕΛΟΣ: Ὥστ’ ὠνομάσθης ἐκ τύχης ταύτης ὃς εἶ. ΟΙΔΙΠΟΥΣ: Ὦ πρὸς θεῶν, πρὸς μητρὸς ἢ πατρός; φράσον. ΑΓΓΕΛΟΣ: Οὐκ οἶδ’· ὁ δοὺς δὲ ταῦτ’ ἐμοῦ λῷον φρονεῖ. ΟΙΔΙΠΟΥΣ: Ἦ γὰρ παρ’ ἄλλου μ’ ἔλαβες οὐδ’ αὐτὸς τυχών; ΑΓΓΕΛΟΣ: Οὔκ, ἀλλὰ ποιμὴν ἄλλος ἐκδίδωσί μοι. ΟΙΔΙΠΟΥΣ: Τίς οὗτος; ἦ κάτοισθα δηλῶσαι λόγῳ; ΑΓΓΕΛΟΣ: Τῶν Λαΐου δήπου τις ὠνομάζετο. ΟΙΔΙΠΟΥΣ: Ἦ τοῦ τυράννου τῆσδε γῆς πάλαι ποτέ; ΑΓΓΕΛΟΣ: Μάλιστα· τούτου τἀνδρὸς οὗτος ἦν βοτήρ. ΟΙΔΙΠΟΥΣ: Ἦ κἄστ’ ἔτι ζῶν οὗτος, ὥστ’ ἰδεῖν ἐμέ; ΑΓΓΕΛΟΣ: Ὑμεῖς γ’ ἄριστ’ εἰδεῖτ’ ἂν οὑπιχώριοι. ΟΙΔΙΠΟΥΣ: Ἔστιν τις ὑμῶν τῶν παρεστώτων πέλας, ὅστις κάτοιδε τὸν βοτῆρ’ ὃν ἐννέπει, [1050] ΑΓΓΕΛΟΣ: εἴτ’ οὖν ἐπ’ ἀγρῶν εἴτε κἀνθάδ’ εἰσιδών; σημήναθ’, ὡς ὁ καιρὸς ηὑρῆσθαι τάδε. ΧΟΡΟΣ: Οἶμαι μὲν οὐδέν’ ἄλλον ἢ τὸν ἐξ ἀγρῶν ὃν κἀμάτευες πρόσθεν εἰσιδεῖν· ἀτὰρ ἥδ’ ἂν τάδ’ οὐχ ἥκιστ’ ἂν Ἰοκάστη λέγοι. ΟΙΔΙΠΟΥΣ: Γύναι, νοεῖς ἐκεῖνον ὅντιν’ ἀρτίως μολεῖν ἐφιέμεσθα τόν θ’ οὗτος λέγει ‑ ΙΟΚΑΣΤΗ: Τί δ’ ὅντιν’ εἶπε; μηδὲν ἐντραπῇς· τὰ δὲ ῥηθέντα βούλου μηδὲ μεμνῆσθαι μάτην. ΟΙΔΙΠΟΥΣ: Οὐκ ἂν γένοιτο τοῦθ’, ὅπως ἐγὼ λαβὼν σημεῖα τοιαῦτ’ οὐ φανῶ τοὐμὸν γένος. ΙΟΚΑΣΤΗ: Μή, πρὸς θεῶν, εἴπερ τι τοῦ σαυτοῦ βίου κήδῃ, ματεύσῃς τοῦθ’· ἅλις νοσοῦσ’ ἐγώ. ΟΙΔΙΠΟΥΣ: Θάρσει· σὺ μὲν γὰρ οὐδ’ ἐὰν τρίτης ἐγὼ μητρὸς φανῶ τρίδουλος, ἐκφανῇ κακή. ΙΟΚΑΣΤΗ: Ὅμως πιθοῦ μοι, λίσσομαι· μὴ δρᾶ τάδε. ΟΙΔΙΠΟΥΣ: Οὐκ ἂν πιθοίμην μὴ οὐ τάδ’ ἐκμαθεῖν σαφῶς. ΙΟΚΑΣΤΗ: Καὶ μὴν φρονοῦσά γ’ εὖ τὰ λῷστά σοι λέγω. [1070] ΟΙΔΙΠΟΥΣ: Τὰ λῷστα τοίνυν ταῦτά μ’ ἀλγύνει πάλαι. ΙΟΚΑΣΤΗ: Ὦ δύσποτμ’, εἴθε μήποτε γνοίης ὃς εἶ. ΟΙΔΙΠΟΥΣ: Ἄξει τις ἐλθὼν δεῦρο τὸν βοτῆρά μοι; ταύτην δ’ ἐᾶτε πλουσίῳ χαίρειν γένει. ΙΟΚΑΣΤΗ: Ἰοὺ ἰού, δύστηνε· τοῦτο γάρ σ’ ἔχω μόνον προσειπεῖν, ἄλλο δ’ οὔποθ’ ὕστερον. ΧΟΡΟΣ: Τί ποτε βέβηκεν, Οἰδίπους, ὑπ’ ἀγρίας ᾄξασα λύπης ἡ γυνή; δέδοιχ’ ὅπως μὴ ‘κ τῆς σιωπῆς τῆσδ’ ἀναρρήξει κακά. ΟΙΔΙΠΟΥΣ: Ὁποῖα χρῄζει ῥηγνύτω· τοὐμὸν δ’ ἐγώ, κεἰ σμικρόν ἐστι, σπέρμ’ ἰδεῖν βουλήσομαι. Αὕτη δ’ ἴσως, φρονεῖ γὰρ ὡς γυνὴ μέγα, τὴν δυσγένειαν τὴν ἐμὴν αἰσχύνεται. Ἐγὼ δ’ ἐμαυτὸν παῖδα τῆς Τύχης νέμων τῆς εὖ διδούσης, οὐκ ἀτιμασθήσομαι. Τῆς γὰρ πέφυκα μητρός· οἱ δὲ συγγενεῖς μῆνές με μικρὸν καὶ μέγαν διώρισαν. Τοιόσδε δ’ ἐκφὺς οὐκ ἂν ἐξέλθοιμ’ ἔτι [1085] ΑΓΓΕΛΟΣ: ποτ’ ἄλλος, ὥστε μὴ ‘κμαθεῖν τοὐμὸν γένος. ΧΟΡΟΣ: Εἴπερ ἐγὼ μάντις εἰμὶ Str. καὶ κατὰ γνώμαν ἴδρις, οὐ τὸν Ὄλυμπον ἀπείρων, ὦ Κιθαιρών, οὐκ ἔσῃ τὰν αὔριον πανσέληνον, μὴ οὐ σέ γε καὶ πατριώταν Οἰδίπου καὶ τροφὸν καὶ ματέρ’ αὔξειν, καὶ χορεύεσθαι πρὸς ἡμῶν, ὡς ἐπίηρα φέροντα τοῖς ἐμοῖς τυράννοις. Ἰήϊε Φοῖβε, σοὶ δὲ ταῦτ’ ἀρέστ’ εἴη. Τίς σε, τέκνον, τίς σ’ ἔτικτε Ant. τῶν μακραιώνων ἄρα Πανὸς ὀρεσσιβάτα πατρὸς πελασθεῖσ’, ἢ σέ γ’ εὐνάτειρά τις Λοξίου; τῷ γὰρ πλάκες ἀγρόνομοι πᾶσαι φίλαι· εἴθ’ ὁ Κυλλάνας ἀνάσσων, εἴθ’ ὁ Βακχεῖος θεὸς ναίων ἐπ’ ἄκρων ὀρέων εὕ- ρημα δέξατ’ ἔκ του [1110] ΑΓΓΕΛΟΣ: Νυμφᾶν Ἑλικωνίδων, αἷς πλεῖστα συμπαίζει. ΟΙΔΙΠΟΥΣ: Εἰ χρή τι κἀμὲ μὴ συναλλάξαντά πω, πρέσβεις, σταθμᾶσθαι, τὸν βοτῆρ’ ὁρᾶν δοκῶ, ὅνπερ πάλαι ζητοῦμεν· ἔν τε γὰρ μακρῷ γήρᾳ ξυνᾴδει τῷδε τἀνδρὶ σύμμετρος, ἄλλως τε τοὺς ἄγοντας ὥσπερ οἰκέτας ἔγνωκ’ ἐμαυτοῦ· τῇ δ’ ἐπιστήμῃ σύ μου προὔχοις τάχ’ ἄν που, τὸν βοτῆρ’ ἰδὼν πάρος. ΧΟΡΟΣ: Ἔγνωκα γάρ, σάφ’ ἴσθι· Λαΐου γὰρ ἦν, εἴπερ τις ἄλλος, πιστὸς ὡς νομεὺς ἀνήρ. ΟΙΔΙΠΟΥΣ: Σὲ πρῶτ’ ἐρωτῶ, τὸν Κορίνθιον ξένον· ἦ τόνδε φράζεις; ΑΓΓΕΛΟΣ: Τοῦτον, ὅνπερ εἰσορᾷς. ΟΙΔΙΠΟΥΣ: Οὗτος σύ, πρέσβυ, δεῦρό μοι φώνει βλέπων ὅσ’ ἄν σ’ ἐρωτῶ. Λαΐου ποτ’ ἦσθα σύ; [1125] ΘΕΡΑΠΩΝ: Ἦ δοῦλος, οὐκ ὠνητός, ἀλλ’ οἴκοι τραφείς. ΟΙΔΙΠΟΥΣ: Ἔργον μεριμνῶν ποῖον ἢ βίον τίνα; ΘΕΡΑΠΩΝ: Ποίμναις τὰ πλεῖστα τοῦ βίου συνειπόμην. ΟΙΔΙΠΟΥΣ: Χώροις μάλιστα πρὸς τίσιν ξύναυλος ὤν; ΘΕΡΑΠΩΝ: Ἦν μὲν Κιθαιρών, ἦν δὲ πρόσχωρος τόπος. ΟΙΔΙΠΟΥΣ: Τὸν ἄνδρα τόνδ’ οὖν οἶσθα τῇδέ που μαθών; ΘΕΡΑΠΩΝ: Τί χρῆμα δρῶντα; ποῖον ἄνδρα καὶ λέγεις; ΟΙΔΙΠΟΥΣ: Τόνδ’ ὃς πάρεστιν· ἢ ξυναλλάξας τί πως; ΘΕΡΑΠΩΝ: Οὐχ ὥστε γ’ εἰπεῖν ἐν τάχει μνήμης ὕπο. ΑΓΓΕΛΟΣ: Κοὐδέν γε θαῦμα, δέσποτ’· ἀλλ’ ἐγὼ σαφῶς ἀγνῶτ’ ἀναμνήσω νιν. Εὖ γὰρ οἶδ’ ὅτι κάτοιδεν, ἦμος τὸν Κιθαιρῶνος τόπον ὁ μὲν διπλοῖσι ποιμνίοις, ἐγὼ δ’ ἑνὶ ἐπλησίαζον τῷδε τἀνδρὶ τρεῖς ὅλους ἐξ ἦρος εἰς ἀρκτοῦρον ἑκμήνους χρόνους· χειμῶνα δ’ ἤδη τἀμά τ’ εἰς ἔπαυλ’ ἐγὼ ἤλαυνον οὗτός τ’ εἰς τὰ Λαΐου σταθμά. Λέγω τι τούτων, ἢ οὐ λέγω πεπραγμένον; [1145] ΘΕΡΑΠΩΝ: Λέγεις ἀληθῆ, καίπερ ἐκ μακροῦ χρόνου. ΑΓΓΕΛΟΣ: Φέρ’ εἰπὲ νῦν, τότ’ οἶσθα παῖδά μοί τινα δούς, ὡς ἐμαυτῷ θρέμμα θρεψαίμην ἐγώ; ΘΕΡΑΠΩΝ: Τί δ’ ἔστι; πρὸς τί τοῦτο τοὔπος ἱστορεῖς; ΑΓΓΕΛΟΣ: Ὅδ’ ἐστίν, ὦ τᾶν, κεῖνος ὃς τότ’ ἦν νέος. ΘΕΡΑΠΩΝ: Οὐκ εἰς ὄλεθρον; οὐ σιωπήσας ἔσῃ; ΟΙΔΙΠΟΥΣ: Ἆ, μὴ κόλαζε, πρέσβυ, τόνδ’, ἐπεὶ τὰ σὰ δεῖται κολαστοῦ μᾶλλον ἢ τὰ τοῦδ’ ἔπη. ΘΕΡΑΠΩΝ: Τί δ’, ὦ φέριστε δεσποτῶν, ἁμαρτάνω; ΟΙΔΙΠΟΥΣ: Οὐκ ἐννέπων τὸν παῖδ’ ὃν οὗτος ἱστορεῖ. ΘΕΡΑΠΩΝ: Λέγει γὰρ εἰδὼς οὐδέν, ἀλλ’ ἄλλως πονεῖ. ΟΙΔΙΠΟΥΣ: Σὺ πρὸς χάριν μὲν οὐκ ἐρεῖς, κλαίων δ’ ἐρεῖς. ΘΕΡΑΠΩΝ: Μὴ δῆτα, πρὸς θεῶν, τὸν γέροντά μ’ αἰκίσῃ. ΟΙΔΙΠΟΥΣ: Οὐχ ὡς τάχος τις τοῦδ’ ἀποστρέψει χέρας; ΘΕΡΑΠΩΝ: Δύστηνος, ἀντὶ τοῦ; τί προσχρῄζων μαθεῖν; ΟΙΔΙΠΟΥΣ: Τὸν παῖδ’ ἔδωκας τῷδ’ ὃν οὗτος ἱστορεῖ; ΘΕΡΑΠΩΝ: Ἔδωκ’· ὀλέσθαι δ’ ὤφελον τῇδ’ ἡμέρᾳ. ΟΙΔΙΠΟΥΣ: Ἀλλ’ εἰς τόδ’ ἥξεις μὴ λέγων γε τοὔνδικον. [1160] ΘΕΡΑΠΩΝ: Πολλῷ γε μᾶλλον, ἢν φράσω, διόλλυμαι. ΟΙΔΙΠΟΥΣ: Ἁνὴρ ὅδ’, ὡς ἔοικεν, ἐς τριβὰς ἐλᾷ. ΘΕΡΑΠΩΝ: Οὐ δῆτ’ ἔγωγ’, ἀλλ’ εἶπον ὡς δοίην πάλαι. ΟΙΔΙΠΟΥΣ: Πόθεν λαβών; οἰκεῖον ἢ ‘ξ ἄλλου τινός; ΘΕΡΑΠΩΝ: Ἐμὸν μὲν οὐκ ἔγωγ’, ἐδεξάμην δέ του. ΟΙΔΙΠΟΥΣ: Τίνος πολιτῶν τῶνδε κἀκ ποίας στέγης; ΘΕΡΑΠΩΝ: Μὴ πρὸς θεῶν, μή, δέσποθ’, ἱστόρει πλέον. ΟΙΔΙΠΟΥΣ: Ὄλωλας, εἴ σε ταῦτ’ ἐρήσομαι πάλιν. ΘΕΡΑΠΩΝ: Τῶν Λαΐου τοίνυν τις ἦν γεννημάτων. ΟΙΔΙΠΟΥΣ: Ἦ δοῦλος, ἢ κείνου τις ἐγγενὴς γεγώς; ΘΕΡΑΠΩΝ: Οἴμοι, πρὸς αὐτῷ γ’ εἰμὶ τῷ δεινῷ λέγειν. ΟΙΔΙΠΟΥΣ: Κἄγωγ’ ἀκούειν· ἀλλ’ ὅμως ἀκουστέον. ΘΕΡΑΠΩΝ: Κείνου γέ τοι δὴ παῖς ἐκλῄζεθ’· ἡ δ’ ἔσω κάλλιστ’ ἂν εἴποι σὴ γυνὴ τάδ’ ὡς ἔχει. ΟΙΔΙΠΟΥΣ: Ἦ γὰρ δίδωσιν ἥδε σοι; ΘΕΡΑΠΩΝ: Μάλιστ’, ἄναξ. ΟΙΔΙΠΟΥΣ: Ὡς πρὸς τί χρείας; ΘΕΡΑΠΩΝ: Ὡς ἀναλώσαιμί νιν. [1175] ΟΙΔΙΠΟΥΣ: Τεκοῦσα τλήμων; ΘΕΡΑΠΩΝ: Θεσφάτων γ’ ὄκνῳ κακῶν. ΟΙΔΙΠΟΥΣ: Ποίων; ΘΕΡΑΠΩΝ: Κτενεῖν νιν τοὺς τεκόντας ἦν λόγος. ΟΙΔΙΠΟΥΣ: Πῶς δῆτ’ ἀφῆκας τῷ γέροντι τῷδε σύ; ΘΕΡΑΠΩΝ: Κατοικτίσας, ὦ δέσποθ’, ὡς ἄλλην χθόνα δοκῶν ἀποίσειν, αὐτὸς ἔνθεν ἦν· ὁ δὲ κάκ’ εἰς μέγιστ’ ἔσωσεν· εἰ γὰρ οὗτος εἶ ὅν φησιν οὗτος, ἴσθι δύσποτμος γεγώς. ΟΙΔΙΠΟΥΣ: Ἰοὺ ἰού· τὰ πάντ’ ἂν ἐξήκοι σαφῆ. Ὦ φῶς, τελευταῖόν σε προσβλέψαιμι νῦν, ὅστις πέφασμαι φύς τ’ ἀφ’ ὧν οὐ χρῆν, ξὺν οἷς τ’ οὐ χρῆν ὁμιλῶν, οὕς τέ μ’ οὐκ ἔδει κτανών. ΧΟΡΟΣ: Ἰὼ γενεαὶ βροτῶν, Str. 1 . ὡς ὑμᾶς ἴσα καὶ τὸ μη- δὲν ζώσας ἐναριθμῶ. Τίς γάρ, τίς ἀνὴρ πλέον τᾶς εὐδαιμονίας φέρει [1195] ΘΕΡΑΠΩΝ: ἢ τοσοῦτον ὅσον δοκεῖν καὶ δόξαντ’ ἀποκλῖναι; Τὸν σόν τοι παράδειγμ’ ἔχων, τὸν σὸν δαίμονα, τὸν σόν, ὦ τλᾶμον Οἰδιπόδα, βροτῶν οὐδὲν μακαρίζω· ὅστις καθ’ ὑπερβολὰν Ant. 1 . τοξεύσας ἐκράτησε τοῦ πάντ’ εὐδαίμονος ὄλβου, ὦ Ζεῦ, κατὰ μὲν φθίσας τὰν γαμψώνυχα παρθένον χρησμῳδόν, θανάτων δ’ ἐμᾷ χώρᾳ πύργος ἀνέστα· ἐξ οὗ καὶ βασιλεὺς καλῇ ἐμὸς καὶ τὰ μέγιστ’ ἐτι- μάθης ταῖς μεγάλαισιν ἐν Θήβαισ‹ιν› ἀνάσσων. Τανῦν δ’ ἀκούειν τίς ἀθλιώτερος; Str. 2 . [1205] ΘΕΡΑΠΩΝ: τίς ἄταις ἀγρίαις, τίς ἐν πόνοις ξύνοικος ἀλλαγᾷ βίου; Ἰὼ κλεινὸν Οἰδίπου κάρα, ᾧ μέγας λιμὴν αὑτὸς ἤρκεσεν παιδὶ καὶ πατρὶ θαλαμηπόλῳ πεσεῖν, πῶς ποτε πῶς ποθ’ αἱ πατρῷ- αί σ’ ἄλοκες φέρειν, τάλας, σῖγ’ ἐδυνάθησαν ἐς τοσόνδε; Ἐφηῦρέ σ’ ἄκονθ’ ὁ πάνθ’ ὁρῶν χρόνος· Ant. 2 . δικάζει τὸν ἄγαμον γάμον πάλαι τεκνοῦντα καὶ τεκνούμενον. Ἰώ, Λαΐειον ‹ὦ› τέκνον· εἴθε σ’ εἴθ’ ἐ‹γὼ› μήποτ’ εἰδόμαν· δύρομαι γὰρ ὡς περίαλλ’ ἰα‹κ›χέων ἐκ στομάτων. Τὸ δ’ ὀρθὸν εἰ- πεῖν, ἀνέπνευσά τ’ ἐκ σέθεν καὶ κατεκοίμησα τοὐμὸν ὄμμα. [1225] ΕΞΑΓΓΕΛΟΣ: Ὦ γῆς μέγιστα τῆσδ’ ἀεὶ τιμώμενοι, οἷ’ ἔργ’ ἀκούσεσθ’, οἷα δ’ εἰσόψεσθ’, ὅσον δ’ ἀρεῖσθε πένθος, εἴπερ ἐγγενῶς ἔτι τῶν Λαβδακείων ἐντρέπεσθε δωμάτων. Οἶμαι γὰρ οὔτ’ ἂν Ἴστρον οὔτε Φᾶσιν ἂν νίψαι καθαρμῷ τήνδε τὴν στέγην, ὅσα κεύθει, τὰ δ’ αὐτίκ’ εἰς τὸ φῶς φανεῖ κακὰ ἑκόντα κοὐκ ἄκοντα· τῶν δὲ πημονῶν μάλιστα λυποῦσ’ αἳ φανῶσ’ αὐθαίρετοι. ΧΟΡΟΣ: Λείπει μὲν οὐδ’ ἃ πρόσθεν ᾔδεμεν τὸ μὴ οὐ βαρύστον’ εἶναι· πρὸς δ’ ἐκείνοισιν τί φῄς; ΕΞΑΓΓΕΛΟΣ: Ὁ μὲν τάχιστος τῶν λόγων εἰπεῖν τε καὶ μαθεῖν, τέθνηκε θεῖον Ἰοκάστης κάρα. ΧΟΡΟΣ: Ὦ δυστάλαινα, πρὸς τίνος ποτ’ αἰτίας; ΕΞΑΓΓΕΛΟΣ: Αὐτὴ πρὸς αὑτῆς. Τῶν δὲ πραχθέντων τὰ μὲν ἄλγιστ’ ἄπεστιν· ἡ γὰρ ὄψις οὐ πάρα. Ὅμως δ’, ὅσον γε κἀν ἐμοὶ μνήμης ἔνι, πεύσῃ τὰ κείνης ἀθλίας παθήματα. [1245] ΕΞΑΓΓΕΛΟΣ: Ὅπως γὰρ ὀργῇ χρωμένη παρῆλθ’ ἔσω θυρῶνος, ἵετ’ εὐθὺ πρὸς τὰ νυμφικὰ λέχη, κόμην σπῶσ’ ἀμφιδεξίοις ἀκμαῖς. Πύλας δ’ ὅπως εἰσῆλθ’ ἐπιρράξασ’ ἔσω, κάλει τὸν ἤδη Λάϊον πάλαι νεκρόν, μνήμην παλαιῶν σπερμάτων ἔχουσ’, ὑφ’ ὧν θάνοι μὲν αὐτός, τὴν δὲ τίκτουσαν λίποι τοῖς οἷσιν αὐτοῦ δύστεκνον παιδουργίαν· γοᾶτο δ’ εὐνάς, ἔνθα δύστηνος διπλοῦς ἐξ ἀνδρὸς ἄνδρα καὶ τέκν’ ἐκ τέκνων τέκοι. Χὤπως μὲν ἐκ τῶνδ’ οὐκέτ’ οἶδ’ ἀπόλλυται· βοῶν γὰρ εἰσέπαισεν Οἰδίπους, ὑφ’ οὗ οὐκ ἦν τὸ κείνης ἐκθεάσασθαι κακόν, ἀλλ’ εἰς ἐκεῖνον περιπολοῦντ’ ἐλεύσσομεν· φοίτα γὰρ ἡμᾶς ἔγχος ἐξαιτῶν πορεῖν, γυναῖκά τ’ οὐ γυναῖκα, μητρῴαν δ’ ὅπου κίχοι διπλῆν ἄρουραν οὗ τε καὶ τέκνων. Λυσσῶντι δ’ αὐτῷ δαιμόνων δείκνυσί τις· [1260] ΕΞΑΓΓΕΛΟΣ: οὐδεὶς γὰρ ἀνδρῶν, οἳ παρῆμεν ἐγγύθεν. Δεινὸν δ’ ἀΰσας, ὡς ὑφηγητοῦ τινος πύλαις διπλαῖς ἐνήλατ’, ἐκ δὲ πυθμένων ἔκλινε κοῖλα κλῇθρα κἀμπίπτει στέγῃ. Οὗ δὴ κρεμαστὴν τὴν γυναῖκ’ ἐσείδομεν, πλεκταῖς ἐώραις ἐμπεπλεγμένην· ὁ δὲ ὅπως ὁρᾷ νιν, δεινὰ βρυχηθεὶς τάλας, χαλᾷ κρεμαστὴν ἀρτάνην· ἐπεὶ δὲ γῇ ἔκειθ’ ὁ τλήμων, δεινὰ δ’ ἦν τἀνθένδ’ ὁρᾶν. Ἀποσπάσας γὰρ εἱμάτων χρυσηλάτους περόνας ἀπ’ αὐτῆς, αἷσιν ἐξεστέλλετο, ἄρας ἔπαισεν ἄρθρα τῶν αὑτοῦ κύκλων, αὐδῶν τοιαῦθ’, ὁθούνεκ’ οὐκ ὄψοιντό νιν οὔθ’ οἷ’ ἔπασχεν οὔθ’ ὁποῖ’ ἔδρα κακά, ἀλλ’ ἐν σκότῳ τὸ λοιπὸν οὓς μὲν οὐκ ἔδει ὀψοίαθ’, οὓς δ’ ἔχρῃζεν οὐ γνωσοίατο. Τοιαῦτ’ ἐφυμνῶν πολλάκις τε κοὐχ ἅπαξ ἤρασσ’ ἐπαίρων βλέφαρα· φοίνιαι δ’ ὁμοῦ [1280] ΕΞΑΓΓΕΛΟΣ: γλῆναι γένει’ ἔτεγγον, οὐδ’ ἀνίεσαν φόνου μυδώσας σταγόνας, ἀλλ’ ὁμοῦ μέλας ὄμβρος χαλάζης αἵματός τ’ ἐτέγγετο. Τάδ’ ἐκ δυοῖν ἔρρωγεν, οὐ μόνου, κακά, ἀλλ’ ἀνδρὶ καὶ γυναικὶ συμμιγῆ κακά. Ὁ πρὶν παλαιὸς δ’ ὄλβος ἦν πάροιθε μὲν ὄλβος δικαίως· νῦν δὲ τῇδε θἠμέρᾳ στεναγμός, ἄτη, θάνατος, αἰσχύνη, κακῶν ὅσ’ ἐστὶ πάντων ὀνόματ’, οὐδέν ἐστ’ ἀπόν. ΧΟΡΟΣ: Νῦν δ’ ἔσθ’ ὁ τλήμων ἔν τινι σχολῇ κακοῦ; ΕΞΑΓΓΕΛΟΣ: Βοᾷ διοίγειν κλῇθρα καὶ δηλοῦν τινα τοῖς πᾶσι Καδμείοισι τὸν πατροκτόνον, τὸν μητρὸς ‑ αὐδῶν ἀνόσι’ οὐδὲ ῥητά μοι, ὡς ἐκ χθονὸς ῥίψων ἑαυτόν, οὐδ’ ἔτι μενῶν δόμοις ἀραῖος ὡς ἠράσατο. Ῥώμης γε μέντοι καὶ προηγητοῦ τινος δεῖται· τὸ γὰρ νόσημα μεῖζον ἢ φέρειν. Δείξει δὲ καὶ σοί· κλῇθρα γὰρ πυλῶν τάδε [1295] ΕΞΑΓΓΕΛΟΣ: διοίγεται· θέαμα δ’ εἰσόψει τάχα τοιοῦτον οἷον καὶ στυγοῦντ’ ἐποικτίσαι. ΧΟΡΟΣ: Ὦ δεινὸν ἰδεῖν πάθος ἀνθρώποις, ὦ δεινότατον πάντων ὅσ’ ἐγὼ προσέκυρσ’ ἤδη· τίς σ’, ὦ τλῆμον, προσέβη μανία; τίς ὁ πηδήσας μείζονα δαίμων τῶν μακίστων πρὸς σῇ δυσδαίμονι μοίρᾳ; Φεῦ φεῦ, δύσταν’· ἀλλ’ οὐδ’ ἐσιδεῖν δύναμαί σε, θέλων πόλλ’ ἀνερέσθαι, πολλὰ πυθέσθαι, πολλὰ δ’ ἀθρῆσαι· τοίαν φρίκην παρέχεις μοι. ΟΙΔΙΠΟΥΣ: Αἰαῖ, αἰαῖ, δύστανος ἐγώ, ποῖ γᾶς φέρομαι τλάμων; πᾶ μοι φθογγὰ διαπωτᾶται φοράδην; ἰὼ δαῖμον, ἵν’ ἐξήλου. ΧΟΡΟΣ: Ἐς δεινὸν οὐδ’ ἀκουστὸν οὐδ’ ἐπόψιμον. ΟΙΔΙΠΟΥΣ: Ἰὼ σκότου Str. 1 . [1315] ΕΞΑΓΓΕΛΟΣ: νέφος ἐμὸν ἀπότροπον, ἐπιπλόμενον ἄφατον, ἀδάματόν τε καὶ δυσούριστόν ‹μοι›. Οἴμοι, οἴμοι μάλ’ αὖθις· οἷον εἰσέδυ μ’ ἅμα κέντρων τε τῶνδ’ οἴστρημα καὶ μνήμη κακῶν. ΧΟΡΟΣ: Καὶ θαῦμά γ’ οὐδὲν ἐν τοσοῖσδε πήμασιν διπλᾶ σε πενθεῖν καὶ διπλᾶ φορεῖν κακά. ΟΙΔΙΠΟΥΣ: Ἰὼ φίλος, Ant. 1 . σὺ μὲν ἐμὸς ἐπίπολος ἔτι μόνιμος· ἔτι γὰρ ὑπομένεις με τὸν τυφλὸν κηδεύων. Φεῦ φεῦ, οὐ γάρ με λήθεις, ἀλλὰ γιγνώσκω σαφῶς, καίπερ σκοτεινός, τήν γε σὴν αὐδὴν ὅμως. ΧΟΡΟΣ: Ὦ δεινὰ δράσας, πῶς ἔτλης τοιαῦτα σὰς ὄψεις μαρᾶναι; τίς σ’ ἐπῆρε δαιμόνων; ΟΙΔΙΠΟΥΣ: Ἀπόλλων τάδ’ ἦν, Ἀπόλλων, φίλοι, Str. 2 . ὁ κακὰ κακὰ τελῶν ἐμὰ τάδ’ ἐμὰ πάθεα. Ἔπαισε δ’ αὐτόχειρ νιν οὔ- [1335] ΕΞΑΓΓΕΛΟΣ: τις, ἀλλ’ ἐγὼ τλάμων. Τί γὰρ ἔδει μ’ ὁρᾶν, ὅτῳ γ’ ὁρῶντι μηδὲν ἦν ἰδεῖν γλυκύ; ΧΟΡΟΣ: Ἦν ταῦθ’ ὅπωσπερ καὶ σὺ φής. ΟΙΔΙΠΟΥΣ: Τί δῆτ’ ἐμοὶ βλεπτὸν ἦν στερκτόν; ἢ προσήγορον ἔτ’ ἔστ’ ἀκούειν ἡδονᾷ, φίλοι; Ἀπάγετ’ ἐκτόπιον ὅτι τάχιστά με, ἀπάγετ’, ὦ φίλοι, τὸν ὄλεθρον μέγαν, τὸν καταρατότατον, ἔτι δὲ καὶ θεοῖς ἐχθρότατον βροτῶν. ΧΟΡΟΣ: Δείλαιε τοῦ νοῦ τῆς τε συμφορᾶς ἴσον, ὥς σ’ ἠθέλησα μηδαμὰ γνῶναί ποτ’ ἄν. ΟΙΔΙΠΟΥΣ: Ὄλοιθ’ ὅστις ἦν ὃς ἀγρίας πέδας Ant. 2 . νομάδος ἐπὶ πόας ἔλαβέ μ’ ἀπό τε φόνου ἔρυτο κἀνέσωσεν, οὐ- δὲν εἰς χάριν πράσσων. Τότε γὰρ ἂν θανὼν [1355] ΕΞΑΓΓΕΛΟΣ: οὐκ ἦν φίλοισιν οὐδ’ ἐμοὶ τοσόνδ’ ἄχος. ΧΟΡΟΣ: Θέλοντι κἀμοὶ τοῦτ’ ἂν ἦν. ΟΙΔΙΠΟΥΣ: Οὔκουν πατρός γ’ ἂν φονεὺς ἦλθον, οὐδὲ νυμφίος βροτοῖς ἐκλήθην ὧν ἔφυν ἄπο. Νῦν δ’ ἄθεος μέν εἰμ’, ἀνοσίων δὲ παῖς, ὁμογενὴς δ’ ἀφ’ ὧν αὐτὸς ἔφυν τάλας. Εἰ δέ τι πρεσβύτερον ἔτι κακοῦ κακόν, τοῦτ’ ἔλαχ’ Οἰδίπους. ΧΟΡΟΣ: Οὐκ οἶδ’ ὅπως σε φῶ βεβουλεῦσθαι καλῶς. κρείσσων γὰρ ἦσθα μηκέτ’ ὢν ἢ ζῶν τυφλός. ΟΙΔΙΠΟΥΣ: Ὡς μὲν τάδ’ οὐχ ὧδ’ ἔστ’ ἄριστ’ εἰργασμένα, μή μ’ ἐκδίδασκε, μηδὲ συμβούλευ’ ἔτι. Ἐγὼ γὰρ οὐκ οἶδ’ ὄμμασιν ποίοις βλέπων πατέρα ποτ’ ἂν προσεῖδον εἰς Ἅιδου μολών, οὐδ’ αὖ τάλαιναν μητέρ’, οἷν ἐμοὶ δυοῖν ἔργ’ ἐστὶ κρείσσον’ ἀγχόνης εἰργασμένα. Ἀλλ’ ἡ τέκνων δῆτ’ ὄψις ἦν ἐφίμερος, [1380] ΕΞΑΓΓΕΛΟΣ: βλαστοῦσ’ ὅπως ἔβλαστε, προσλεύσσειν ἐμοί; Οὐ δῆτα τοῖς γ’ ἐμοῖσιν ὀφθαλμοῖς ποτε· οὐδ’ ἄστυ γ’, οὐδὲ πύργος, οὐδὲ δαιμόνων ἀγάλμαθ’ ἱερά, τῶν ὁ παντλήμων ἐγὼ κάλλιστ’ ἀνὴρ εἷς ἔν γε ταῖς Θήβαις τραφεὶς ἀπεστέρησ’ ἐμαυτόν, αὐτὸς ἐννέπων ὠθεῖν ἅπαντας τὸν ἀσεβῆ, τὸν ἐκ θεῶν φανέντ’ ἄναγνον καὶ γένους τοῦ Λαΐου. Τοιάνδ’ ἐγὼ κηλῖδα μηνύσας ἐμὴν ὀρθοῖς ἔμελλον ὄμμασιν τούτους ὁρᾶν; Ἥκιστά γ’· ἀλλ’ εἰ τῆς ἀκουούσης ἔτ’ ἦν πηγῆς δι’ ὤτων φραγμός, οὐκ ἂν ἐσχόμην τὸ μἀποκλῇσαι τοὐμὸν ἄθλιον δέμας, ἵν’ ἦ τυφλός τε καὶ κλύων μηδέν· τὸ γὰρ τὴν φροντίδ’ ἔξω τῶν κακῶν οἰκεῖν γλυκύ. Ἰὼ Κιθαιρών, τί μ’ ἐδέχου; τί μ’ οὐ λαβὼν ἔκτεινας εὐθύς, ὡς ἔδειξα μήποτε ἐμαυτὸν ἀνθρώποισιν ἔνθεν ἦ γεγώς; [1395] ΕΞΑΓΓΕΛΟΣ: Ὦ Πόλυβε καὶ Κόρινθε καὶ τὰ πάτρια λόγῳ παλαιὰ δώμαθ’, οἷον ἆρά με κάλλος κακῶν ὕπουλον ἐξεθρέψατε· νῦν γὰρ κακός τ’ ὢν κἀκ κακῶν εὑρίσκομαι. Ὦ τρεῖς κέλευθοι καὶ κεκρυμμένη νάπη, δρυμός τε καὶ στενωπὸς ἐν τριπλαῖς ὁδοῖς, αἳ τοὐμὸν αἷμα τῶν ἐμῶν χειρῶν ἄπο ἐπίετε πατρός, ἆρά μου μέμνησθ’ ὅτι οἷ’ ἔργα δράσας ὑμὶν εἶτα δεῦρ’ ἰὼν ὁποῖ’ ἔπρασσον αὖθις; Ὦ γάμοι, γάμοι, ἐφύσαθ’ ἡμᾶς, καὶ φυτεύσαντες πάλιν ἀνεῖτε ταὐτὸν σπέρμα, κἀπεδείξατε πατέρας, ἀδελφούς, παῖδας, αἷμ’ ἐμφύλιον, νύμφας γυναῖκας μητέρας τε, χὠπόσα αἴσχιστ’ ἐν ἀνθρώποισιν ἔργα γίγνεται. Ἀλλ’, οὐ γὰρ αὐδᾶν ἔσθ’ ἃ μηδὲ δρᾶν καλόν, ὅπως τάχιστα, πρὸς θεῶν, ἔξω μέ που καλύψατ’, ἢ φονεύσατ’, ἢ θαλάσσιον [1415] ΕΞΑΓΓΕΛΟΣ: ἐκρίψατ’, ἔνθα μήποτ’ εἰσόψεσθ’ ἔτι. Ἴτ’, ἀξιώσατ’ ἀνδρὸς ἀθλίου θιγεῖν· πίθεσθε, μὴ δείσητε· τἀμὰ γὰρ κακὰ οὐδεὶς οἷός τε πλὴν ἐμοῦ φέρειν βροτῶν. ΧΟΡΟΣ: Ἀλλ’ ὧν ἐπαιτεῖς ἐς δέον πάρεσθ’ ὅδε Κρέων τὸ πράσσειν καὶ τὸ βουλεύειν, ἐπεὶ χώρας λέλειπται μοῦνος ἀντὶ σοῦ φύλαξ. ΟΙΔΙΠΟΥΣ: Οἴμοι, τί δῆτα λέξομεν πρὸς τόνδ’ ἔπος; τίς μοι φανεῖται πίστις ἔνδικος; τὰ γὰρ πάρος πρὸς αὐτὸν πάντ’ ἐφεύρημαι κακός. ΚΡΕΩΝ: Οὔθ’ ὡς γελαστής, Οἰδίπους, ἐλήλυθα, οὔθ’ ὡς ὀνειδιῶν τι τῶν πάρος κακῶν. Ἀλλ’ εἰ τὰ θνητῶν μὴ καταισχύνεσθ’ ἔτι γένεθλα, τὴν γοῦν πάντα βόσκουσαν φλόγα αἰδεῖσθ’ ἄνακτος Ἡλίου, τοιόνδ’ ἄγος ἀκάλυπτον οὕτω δεικνύναι, τὸ μήτε γῆ μήτ’ ὄμβρος ἱερὸς μήτε φῶς προσδέξεται. Ἀλλ’ ὡς τάχιστ’ ἐς οἶκον ἐσκομίζετε· [1430] ΕΞΑΓΓΕΛΟΣ: τοῖς ἐν γένει γὰρ τἀγγενῆ μάλισθ’ ὁρᾶν μόνοις τ’ ἀκούειν εὐσεβῶς ἔχει κακά. ΟΙΔΙΠΟΥΣ: Πρὸς θεῶν, ἐπείπερ ἐλπίδος μ’ ἀπέσπασας, ἄριστος ἐλθὼν πρὸς κάκιστον ἄνδρ’ ἐμέ, πιθοῦ τί μοι· πρὸς σοῦ γάρ, οὐδ’ ἐμοῦ, φράσω. ΚΡΕΩΝ: Καὶ τοῦ με χρείας ὧδε λιπαρεῖς τυχεῖν; ΟΙΔΙΠΟΥΣ: Ῥῖψόν με γῆς ἐκ τῆσδ’ ὅσον τάχισθ’, ὅπου θνητῶν φανοῦμαι μηδενὸς προσήγορος. ΚΡΕΩΝ: Ἔδρασ’ ἄν, εὖ τοῦτ’ ἴσθ’, ἄν, εἰ μὴ τοῦ θεοῦ πρώτιστ’ ἔχρῃζον ἐκμαθεῖν τί πρακτέον. ΟΙΔΙΠΟΥΣ: Ἀλλ’ ἥ γ’ ἐκείνου πᾶσ’ ἐδηλώθη φάτις, τὸν πατροφόντην, τὸν ἀσεβῆ μ’ ἀπολλύναι. ΚΡΕΩΝ: Οὕτως ἐλέχθη ταῦθ’· ὅμως δ’, ἵν’ ἕσταμεν χρείας, ἄμεινον ἐκμαθεῖν τί δραστέον. ΟΙΔΙΠΟΥΣ: Οὕτως ἄρ’ ἀνδρὸς ἀθλίου πεύσεσθ’ ὕπερ; ΚΡΕΩΝ: Καὶ γὰρ σὺ νῦν τἂν τῷ θεῷ πίστιν φέροις. ΟΙΔΙΠΟΥΣ: Καὶ σοί γ’ ἐπισκήπτω τε καὶ προστρέψομαι· τῆς μὲν κατ’ οἴκους αὐτὸς ὃν θέλεις τάφον [1450] ΕΞΑΓΓΕΛΟΣ: θοῦ· καὶ γὰρ ὀρθῶς τῶν γε σῶν τελεῖς ὕπερ· ἐμοῦ δὲ μήποτ’ ἀξιωθήτω τόδε πατρῷον ἄστυ ζῶντος οἰκητοῦ τυχεῖν· ἀλλ’ ἔα με ναίειν ὄρεσιν, ἔνθα κλῄζεται οὑμὸς Κιθαιρὼν οὗτος, ὃν μήτηρ τέ μοι πατήρ τ’ ἐθέσθην ζῶντε κύριον τάφον, ἵν’ ἐξ ἐκείνων οἵ μ’ ἀπωλλύτην, θάνω. Καίτοι τοσοῦτόν γ’ οἶδα, μήτε μ’ ἂν νόσον μήτ’ ἄλλο πέρσαι μηδέν· οὐ γὰρ ἄν ποτε θνῄσκων ἐσώθην, μὴ ‘πί τῳ δεινῷ κακῷ. Ἀλλ’ ἡ μὲν ἡμῶν μοῖρ’ ὅποιπερ εἶσ’ ἴτω· παίδων δὲ τῶν μὲν ἀρσένων μή μοι, Κρέων, προσθῇ μέριμναν· ἄνδρες εἰσίν, ὥστε μὴ σπάνιν ποτὲ σχεῖν, ἔνθ’ ἂν ὦσι, τοῦ βίου· ταῖν δ’ ἀθλίαιν οἰκτραῖν τε παρθένοιν ἐμαῖν, αἷν οὔποθ’ ἡμὴ χωρὶς ἐστάθη βορᾶς τράπεζ’ ἄνευ τοῦδ’ ἀνδρός, ἀλλ’ ὅσων ἐγὼ ψαύοιμι, πάντων τῶνδ’ ἀεὶ μετειχέτην· [1470] ΕΞΑΓΓΕΛΟΣ: αἷν μοι μέλεσθαι· καὶ μάλιστα μὲν χεροῖν ψαῦσαί μ’ ἔασον κἀποκλαύσασθαι κακά. Ἴθ’, ὦναξ, ἴθ’, ὦ γονῇ γενναῖε· χερσί τἂν θιγὼν δοκοῖμ’ ἔχειν σφᾶς, ὥσπερ ἡνίκ’ ἔβλεπον. Τί φημί; οὐ δὴ κλύω που, πρὸς θεῶν, τοῖν μοι φίλοιν δακρυρροούντοιν, καί μ’ ἐποικτίρας Κρέων ἔπεμψέ μοι τὰ φίλτατ’ ἐγγόνοιν ἐμοῖν; λέγω τι; ΚΡΕΩΝ: Λέγεις· ἐγὼ γάρ εἰμ’ ὁ πορσύνας τάδε, γνοὺς τὴν παροῦσαν τέρψιν, ἥ σ’ εἶχεν πάλαι. ΟΙΔΙΠΟΥΣ: Ἀλλ’ εὐτυχοίης, καί σε τῆσδε τῆς ὁδοῦ δαίμων ἄμεινον ἢ ‘μὲ φρουρήσας τύχοι. Ὦ τέκνα, ποῦ ποτ’ ἐστέ; δεῦρ’ ἴτ’, ἔλθετε ὡς τὰς ἀδελφὰς τάσδε τὰς ἐμὰς χέρας, αἳ τοῦ φυτουργοῦ πατρὸς ὑμὶν ὧδ’ ὁρᾶν τὰ πρόσθε λαμπρὰ προὐξένησαν ὄμματα· [1485] ΕΞΑΓΓΕΛΟΣ: ὃς ὑμίν, ὦ τέκν’, οὔθ’ ὁρῶν οὔθ’ ἱστορῶν, πατὴρ ἐφάνθην ἔνθεν αὐτὸς ἠρόθην. Καὶ σφὼ δακρύω, προσβλέπειν γὰρ οὐ σθένω, νοούμενος τὰ λοιπὰ τοῦ πικροῦ βίου, οἷον βιῶναι σφὼ πρὸς ἀνθρώπων χρεών. Ποίας γὰρ ἀστῶν ἥξετ’ εἰς ὁμιλίας, ποίας δ’ ἑορτάς, ἔνθεν οὐ κεκλαυμέναι πρὸς οἶκον ἵξεσθ’ ἀντὶ τῆς θεωρίας; Ἀλλ’ ἡνίκ’ ἂν δὴ πρὸς γάμων ἥκητ’ ἀκμάς, τίς οὗτος ἔσται, τίς παραρρίψει, τέκνα, τοιαῦτ’ ὀνείδη λαμβάνων ἃ τοῖς ἐμοῖς γονεῦσιν ἔσται σφῷν θ’ ὁμοῦ δηλήματα; Τί γὰρ κακῶν ἄπεστι; τὸν πατέρα πατὴρ ὑμῶν ἔπεφνεν· τὴν τεκοῦσαν ἤροσεν, ὅθεν περ αὐτὸς ἐσπάρη, κἀκ τῶν ἴσων ἐκτήσαθ’ ὑμᾶς, ὧνπερ αὐτὸς ἐξέφυ. Τοιαῦτ’ ὀνειδιεῖσθε. Κᾆτα τίς γαμεῖ; οὐκ ἔστιν οὐδείς, ὦ τέκν’, ἀλλὰ δηλαδὴ [1505] ΕΞΑΓΓΕΛΟΣ: χέρσους φθαρῆναι κἀγάμους ὑμᾶς χρεών. Ὦ παῖ Μενοικέως, ἀλλ’ ἐπεὶ μόνος πατὴρ ταύταιν λέλειψαι, νὼ γάρ, ὣ ‘φυτεύσαμεν, ὀλώλαμεν δύ’ ὄντε, μή σφε περιίδῃς πτωχὰς ἀνάνδρους ἐγγενεῖς ἀλωμένας, μηδ’ ἐξισώσῃς τάσδε τοῖς ἐμοῖς κακοῖς. Ἀλλ’ οἴκτισόν σφας, ὧδε τηλικάσδ’ ὁρῶν πάντων ἐρήμους, πλὴν ὅσον τὸ σὸν μέρος. Ξύννευσον, ὦ γενναῖε, σῇ ψαύσας χερί. Σφῷν δ’, ὦ τέκν’, εἰ μὲν εἰχέτην ἤδη φρένας, πόλλ’ ἂν παρῄνουν· νῦν δὲ τοῦτ’ εὔχεσθέ μοι οὗ καιρὸς ἐᾷ ζῆν, τοῦ βίου δὲ λῴονος ὑμᾶς κυρῆσαι τοῦ φυτεύσαντος πατρός. ΚΡΕΩΝ: Ἅλις ἵν’ ἐξήκεις δακρύων· ἀλλ’ ἴθι στέγης ἔσω. ΟΙΔΙΠΟΥΣ: Πειστέον, κεἰ μηδὲν ἡδύ. ΚΡΕΩΝ: Πάντα γὰρ καιρῷ καλά. ΟΙΔΙΠΟΥΣ: Οἶσθ’ ἐφ’ οἷς οὖν εἶμι; ΚΡΕΩΝ: Λέξεις, καὶ τότ’ εἴσομαι κλύων. [1520] ΟΙΔΙΠΟΥΣ: Γῆς μ’ ὅπως πέμψεις ἄποικον. ΚΡΕΩΝ: Τοῦ θεοῦ μ’ αἰτεῖς δόσιν. ΟΙΔΙΠΟΥΣ: Ἀλλὰ θεοῖς γ’ ἔχθιστος ἥκω. ΚΡΕΩΝ: Τοιγαροῦν τεύξῃ τάχα. ΟΙΔΙΠΟΥΣ: Φῂς τάδ’ οὖν; ΚΡΕΩΝ: Ἃ μὴ φρονῶ γὰρ οὐ φιλῶ λέγειν μάτην. ΟΙΔΙΠΟΥΣ: Ἄπαγέ νύν μ’ ἐντεῦθεν ἤδη. ΚΡΕΩΝ: Στεῖχέ νυν, τέκνων δ’ ἀφοῦ. ΟΙΔΙΠΟΥΣ: Μηδαμῶς ταύτας γ’ ἕλῃ μου. ΚΡΕΩΝ: Πάντα μὴ βούλου κρατεῖν· καὶ γὰρ ἁκράτησας οὔ σοι τῷ βίῳ ξυνέσπετο. ΧΟΡΟΣ: Ὦ πάτρας Θήβης ἔνοικοι, λεύσσετ’, Οἰδίπους ὅδε, ὃς τὰ κλείν’ αἰνίγματ’ ᾔδει καὶ κράτιστος ἦν ἀνήρ, οὗ τίς οὐ ζήλῳ πολιτῶν ἦν τύχαις ἐπιβλέπων, εἰς ὅσον κλύδωνα δεινῆς συμφορᾶς ἐλήλυθεν, ὥστε θνητὸν ὄντ’ ἐκείνην τὴν τελευταίαν ἰδεῖν ἡμέραν ἐπισκοποῦντα μηδέν’ ὀλβίζειν, πρὶν ἂν τέρμα τοῦ βίου περάσῃ μηδὲν ἀλγεινὸν παθών.