Philoctetes — Sophocles ======================= ΦΙΛΟΚΤΗΤΗΣ Translation/edition: Greek text Language: Ancient Greek Read in Plato Scroll: https://plato-scroll.com/s/soph-philoctetes/ This file: https://plato-scroll.com/text/soph-philoctetes-e.txt Other editions of this work: - Lewis Campbell (1883): https://plato-scroll.com/text/soph-philoctetes.txt Sources and licences: https://plato-scroll.com/attribution.html Numbers in [brackets] are the edition's reference loci (Stephanus, Bekker, book.line, page...). Superscript numerals refer to the Notes at the end. ## ΦΙΛΟΚΤΗΤΗΣ [5] ΟΔΥΣΣΕΥΣ: Ἀκτὴ μὲν ἥδε τῆς περιρρύτου χθονὸς Λήμνου, βροτοῖς ἄστιπτος οὐδ’ οἰκουμένη, ἔνθ’, ὦ κρατίστου πατρὸς Ἑλλήνων τραφεὶς Ἀχιλλέως παῖ Νεοπτόλεμε, τὸν Μηλιᾶ Ποίαντος υἱὸν ἐξέθηκ’ ἐγώ ποτε, ταχθεὶς τόδ’ ἔρδειν τῶν ἀνασσόντων ὕπο, νόσῳ καταστάζοντα διαβόρῳ πόδα, ὅτ’ οὔτε λοιβῆς ἡμὶν οὔτε θυμάτων παρῆν ἑκήλοις προσθιγεῖν, ἀλλ’ ἀγρίαις κατεῖχ’ ἀεὶ πᾶν στρατόπεδον δυσφημίαις, βοῶν, στενάζων. Ἀλλὰ ταῦτα μὲν τί δεῖ λέγειν; ἀκμὴ γὰρ οὐ μακρῶν ἡμῖν λόγων, μὴ καὶ μάθῃ μ’ ἥκοντα κἀκχέω τὸ πᾶν σόφισμα τῷ νιν αὐτίχ’ αἱρήσειν δοκῶ. Ἀλλ’ ἔργον ἤδη σὸν τὰ λοίφ’ ὑπηρετεῖν, σκοπεῖν θ’ ὅπου ‘στ’ ἐνταῦθα δίστομος πέτρα τοιάδ’, ἵν’ ἐν ψύχει μὲν ἡλίου διπλῆ πάρεστιν ἐνθάκησις, ἐν θέρει δ’ ὕπνον [20] ΟΔΥΣΣΕΥΣ: δι’ ἀμφιτρῆτος αὐλίου πέμπει πνοή· βαιὸν δ’ ἔνερθεν ἐξ ἀριστερᾶς τάχ’ ἂν ἴδοις ποτὸν κρηναῖον, εἴπερ ἐστὶ σῶν. Ἅ μοι προσελθὼν σῖγα σήμαιν’ εἴτ’ ἔχει χῶρον πρὸς αὐτὸν τόνδ’ ‹ἔτ’› εἴτ’ ἄλλῃ κυρεῖ, ὡς τἀπίλοιπα τῶν λόγων σὺ μὲν κλύῃς, ἐγὼ δὲ φράζω, κοινὰ δ’ ἐξ ἀμφοῖν ἴῃ. [30] ΝΕΟΠΤΟΛΕΜΟΣ: Ἄναξ Ὀδυσσεῦ, τοὔργον οὐ μακρὰν λέγεις· δοκῶ γὰρ οἷον εἶπας ἄντρον εἰσορᾶν. ΟΔΥΣΣΕΥΣ: Ἄνωθεν, ἢ κάτωθεν; οὐ γὰρ ἐννοῶ. ΝΕΟΠΤΟΛΕΜΟΣ: Τόδ’ ἐξύπερθε, καὶ στίβου γ’ οὐδεὶς κτύπος. ΟΔΥΣΣΕΥΣ: Ὅρα καθ’ ὕπνον μὴ καταυλισθεὶς κυρῇ. ΝΕΟΠΤΟΛΕΜΟΣ: Ὁρῶ κενὴν οἴκησιν ἀνθρώπων δίχα. ΟΔΥΣΣΕΥΣ: Οὐδ’ ἔνδον οἰκοποιός ἐστί τις τροφή; ΝΕΟΠΤΟΛΕΜΟΣ: Στιπτή γε φυλλὰς ὡς ἐναυλίζοντί τῳ. ΟΔΥΣΣΕΥΣ: Τὰ δ’ ἄλλ’ ἔρημα, κοὐδέν ἐσθ’ ὑπόστεγον; ΝΕΟΠΤΟΛΕΜΟΣ: Αὐτόξυλόν γ’ ἔκπωμα, φλαυρουργοῦ τινος τεχνήματ’ ἀνδρός, καὶ πυρεῖ’ ὁμοῦ τάδε. ΟΔΥΣΣΕΥΣ: Κείνου τὸ θησαύρισμα σημαίνεις τόδε. ΝΕΟΠΤΟΛΕΜΟΣ: Ἰοὺ ἰού· καὶ ταῦτά γ’ ἄλλα θάλπεται ῥάκη, βαρείας του νοσηλείας πλέα. ΟΔΥΣΣΕΥΣ: Ἁνὴρ κατοικεῖ τούσδε τοὺς τόπους σαφῶς, κἄστ’ οὐχ ἑκάς που· πῶς γὰρ ἂν νοσῶν ἀνὴρ κῶλον παλαιᾷ κηρὶ προσβαίη μακράν; ἀλλ’ ἢ ‘πὶ φορβῆς νόστον ἐξελήλυθεν, [45] ΝΕΟΠΤΟΛΕΜΟΣ: ἢ φύλλον εἴ τι νώδυνον κάτοιδέ που. Τὸν οὖν παρόντα πέμψον εἰς κατασκοπήν, μὴ καὶ λάθῃ με προσπεσών· ὡς μᾶλλον ἂν ἕλοιτό μ’ ἢ τοὺς πάντας Ἀργείους λαβεῖν. ΝΕΟΠΤΟΛΕΜΟΣ: Ἀλλ’ ἔρχεταί τε καὶ φυλάξεται στίβος· σὺ δ’ εἴ τι χρῄζεις, φράζε δευτέρῳ λόγῳ. ΟΔΥΣΣΕΥΣ: Ἀχιλλέως παῖ, δεῖ σ’ ἐφ’ οἷς ἐλήλυθας γενναῖον εἶναι, μὴ μόνον τῷ σώματι, ἀλλ’ ἤν τι καινὸν ὧν πρὶν οὐκ ἀκήκοας κλύῃς, ὑπουργεῖν, ὡς ὑπηρέτης πάρει. ΝΕΟΠΤΟΛΕΜΟΣ: Τί δῆτ’ ἄνωγας; ΟΔΥΣΣΕΥΣ: Τὴν Φιλοκτήτου σε δεῖ ψυχὴν ὅπως λόγοισιν ἐκκλέψεις λέγων. Ὅταν σ’ ἐρωτᾷ τίς τε καὶ πόθεν πάρει, λέγειν Ἀχιλλέως παῖς· τόδ’ οὐχὶ κλεπτέον· πλεῖς δ’ ὡς πρὸς οἶκον, ἐκλιπὼν τὸ ναυτικὸν στράτευμ’ Ἀχαιῶν, ἔχθος ἐχθήρας μέγα, οἵ σ’ ἐν λιταῖς στείλαντες ἐξ οἴκων μολεῖν, [65] ΝΕΟΠΤΟΛΕΜΟΣ: μόνην ἔχοντες τήνδ’ ἅλωσιν Ἰλίου, οὐκ ἠξίωσαν τῶν Ἀχιλλείων ὅπλων ἐλθόντι δοῦναι κυρίως αἰτουμένῳ, ἀλλ’ αὔτ’ Ὀδυσσεῖ παρέδοσαν, λέγων ὅσ’ ἂν θέλῃς καθ’ ἡμῶν ἔσχατ’ ἐσχάτων κακά· τούτῳ γὰρ οὐδέν μ’ ἀλγυνεῖς· εἰ δ’ ἐργάσῃ μὴ ταῦτα, λύπην πᾶσιν Ἀργείοις βαλεῖς· εἰ γὰρ τὰ τοῦδε τόξα μὴ ληφθήσεται, οὐκ ἔστι πέρσαι σοι τὸ Δαρδάνου πέδον. Ὡς δ’ ἔστ’ ἐμοὶ μὲν οὐχί, σοὶ δ’ ὁμιλία πρὸς τόνδε πιστὴ καὶ βέβαιος, ἔκμαθε· σὺ μὲν πέπλευκας οὔτ’ ἔνορκος οὐδενὶ οὔτ’ ἐξ ἀνάγκης οὔτε τοῦ πρώτου στόλου, ἐμοὶ δὲ τούτων οὐδέν ἐστ’ ἀρνήσιμον· ὥστ’ εἴ με τόξων ἐγκρατὴς αἰσθήσεται, ὄλωλα, καὶ σὲ προσδιαφθερῶ ξυνών· ἀλλ’ αὐτὸ τοῦτο δεῖ σοφισθῆναι, κλοπεὺς ὅπως γενήσῃ τῶν ἀνικήτων ὅπλων. [80] ΝΕΟΠΤΟΛΕΜΟΣ: Ἔξοιδα καὶ φύσει σε μὴ πεφυκότα τοιαῦτα φωνεῖν μηδὲ τεχνᾶσθαι κακά· ἀλλ’ ἡδὺ γάρ τοι κτῆμα τῆς νίκης λαβεῖν, τόλμα· δίκαιοι δ’ αὖθις ἐκφανούμεθα· νῦν δ’ εἰς ἀναιδὲς ἡμέρας μέρος βραχὺ δός μοι σεαυτόν, κᾆτα τὸν λοιπὸν χρόνον κέκλησο πάντων εὐσεβέστατος βροτῶν. ΝΕΟΠΤΟΛΕΜΟΣ: Ἐγὼ μὲν οὓς ἂν τῶν λόγων ἀλγῶ κλύων, Λαερτίου παῖ, τούσδε καὶ πράσσειν στυγῶ· ἔφυν γὰρ οὐδὲν ἐκ τέχνης πράσσειν κακῆς, οὔτ’ αὐτὸς οὔθ’, ὥς φασιν, οὑκφύσας ἐμέ. Ἀλλ’ εἴμ’ ἕτοιμος πρὸς βίαν τὸν ἄνδρ’ ἄγειν καὶ μὴ δόλοισιν· οὐ γὰρ ἐξ ἑνὸς ποδὸς ἡμᾶς τοσούσδε πρὸς βίαν χειρώσεται. Πεμφθείς γε μέντοι σοὶ ξυνεργάτης ὀκνῶ προδότης καλεῖσθαι· βούλομαι δ’, ἄναξ, καλῶς δρῶν ἐξαμαρτεῖν μᾶλλον ἢ νικᾶν κακῶς. ΟΔΥΣΣΕΥΣ: Ἐσθλοῦ πατρὸς παῖ, καὐτὸς ὢν νέος ποτὲ [100] ΝΕΟΠΤΟΛΕΜΟΣ: γλῶσσαν μὲν ἀργόν, χεῖρα δ’ εἶχον ἐργάτιν· νῦν δ’ εἰς ἔλεγχον ἐξιὼν ὁρῶ βροτοῖς τὴν γλῶσσαν, οὐχὶ τἄργα, πάνθ’ ἡγουμένην. ΝΕΟΠΤΟΛΕΜΟΣ: Τί οὖν μ’ ἄνωγας ἄλλο πλὴν ψευδῆ λέγειν; ΟΔΥΣΣΕΥΣ: Λέγω σ’ ἐγὼ δόλῳ Φιλοκτήτην λαβεῖν. ΝΕΟΠΤΟΛΕΜΟΣ: Τί δ’ ἐν δόλῳ δεῖ μᾶλλον ἢ πείσαντ’ ἄγειν; ΟΔΥΣΣΕΥΣ: Οὐ μὴ πίθηται· πρὸς βίαν δ’ οὐκ ἂν λάβοις. ΝΕΟΠΤΟΛΕΜΟΣ: Οὕτως ἔχει τι δεινὸν ἰσχύος θράσος; ΟΔΥΣΣΕΥΣ: Ἰοὺς ἀφύκτους καὶ προπέμποντας φόνον. ΝΕΟΠΤΟΛΕΜΟΣ: Οὐκ ἆρ’ ἐκείνῳ γ’ οὐδὲ προσμεῖξαι θρασύ; ΟΔΥΣΣΕΥΣ: Οὔ, μὴ δόλῳ λαβόντα γ’, ὡς ἐγὼ λέγω. ΝΕΟΠΤΟΛΕΜΟΣ: Οὐκ αἰσχρὸν ἡγῇ δῆτα τὸ ψευδῆ λέγειν; ΟΔΥΣΣΕΥΣ: Οὔκ, εἰ τὸ σωθῆναί γε τὸ ψεῦδος φέρει. ΝΕΟΠΤΟΛΕΜΟΣ: Πῶς οὖν βλέπων τις ταῦτα τολμήσει λακεῖν; ΟΔΥΣΣΕΥΣ: Ὅταν τι δρᾷς εἰς κέρδος, οὐκ ὀκνεῖν πρέπει. ΝΕΟΠΤΟΛΕΜΟΣ: Κέρδος δ’ ἐμοὶ τί τοῦτον ἐς Τροίαν μολεῖν; ΟΔΥΣΣΕΥΣ: Αἱρεῖ τὰ τόξα ταῦτα τὴν Τροίαν μόνα. ΝΕΟΠΤΟΛΕΜΟΣ: Οὐκ ἆρ’ ὁ πέρσων, ὡς ἐφάσκετ’, εἴμ’ ἐγώ; [115] ΟΔΥΣΣΕΥΣ: Οὔτ’ ἂν σὺ κείνων χωρὶς οὔτ’ ἐκεῖνα σοῦ. ΝΕΟΠΤΟΛΕΜΟΣ: Θηρατέ’ ἄ‹ρα› γίγνοιτ’ ἄν, εἴπερ ὧδ’ ἔχει. ΟΔΥΣΣΕΥΣ: Ὡς τοῦτό γ’ ἔρξας δύο φέρῃ δωρήματα. ΝΕΟΠΤΟΛΕΜΟΣ: Ποίω; μαθὼν γὰρ οὐκ ἂν ἀρνοίμην τὸ δρᾶν. ΟΔΥΣΣΕΥΣ: Σοφός τ’ ἂν αὑτὸς κἀγαθὸς κεκλῇ’ ἅμα. ΝΕΟΠΤΟΛΕΜΟΣ: Ἴτω· ποήσω, πᾶσαν αἰσχύνην ἀφείς. ΟΔΥΣΣΕΥΣ: Ἦ μνημονεύεις οὖν ἅ σοι παρῄνεσα; ΝΕΟΠΤΟΛΕΜΟΣ: Σάφ’ ἴσθ’, ἐπείπερ εἰσάπαξ συνῄνεσα. ΟΔΥΣΣΕΥΣ: Σὺ μὲν μένων νυν κεῖνον ἐνθάδ’ ἐκδέχου, ἐγὼ δ’ ἄπειμι, μὴ κατοπτευθῶ παρών, καὶ τὸν σκοπὸν πρὸς ναῦν ἀποστελῶ πάλιν· καὶ δεῦρ’, ἐάν μοι τοῦ χρόνου δοκῆτέ τι κατασχολάζειν, αὖθις ἐκπέμψω πάλιν τοῦτον τὸν αὐτὸν ἄνδρα, ναυκλήρου τρόποις μορφὴν δολώσας, ὡς ἂν ἀγνοία προσῇ· οὗ δῆτα, τέκνον, ποικίλως αὐδωμένου δέχου τὰ συμφέροντα τῶν ἀεὶ λόγων. Ἐγὼ δὲ πρὸς ναῦν εἶμι, σοὶ παρεὶς τάδε· [135] ΝΕΟΠΤΟΛΕΜΟΣ: Ἑρμῆς δ’ ὁ πέμπων Δόλιος ἡγήσαιτο νῷν Νίκη τ’ Ἀθάνα Πολιάς, ἣ σῴζει μ’ ἀεί. ΧΟΡΟΣ Τί χρή, τί χρή με, δέσποτ’, ἐν ξένᾳ ξένον Str. 1 . στέγειν, ἢ τί λέγειν πρὸς ἄνδρ’ ὑπόπταν; Φράζε μοι· τέχνα γὰρ τέχνας ἑτέρας προὔχει καὶ γνώμα παρ’ ὅτῳ τὸ θεῖον Διὸς σκῆπτρον ἀνάσσεται· σὲ δ’, ὦ τέκνον, τόδ’ ἐλήλυθεν πᾶν κράτος ὠγύγιον· τό μοι ἔννεπε τί σοι χρεὼν ὑπουργεῖν. ΝΕΟΠΤΟΛΕΜΟΣ: Νῦν μέν, ἴσως γὰρ τόπον ἐσχατιαῖς προσιδεῖν ἐθέλεις ὅντινα κεῖται, δέρκου θαρσῶν· ὁπόταν δὲ μόλῃ δεινὸς ὁδίτης, τῶνδ’ ἐκ μελάθρων πρὸς ἐμὴν αἰεὶ χεῖρα προχωρῶν πειρῶ τὸ παρὸν θεραπεύειν. [150] ΧΟΡΟΣ: Μέλον πάλαι μέλημά μοι λέγεις, ἄναξ, Ant. 1 . φρουρεῖν ὄμμ’ ἐπὶ σῷ μάλιστα καιρῷ· νῦν δέ μοι λέγ’ αὐλὰς ποίας ἔνεδρος ναίει καὶ χῶρον τίν’ ἔχει· τὸ γάρ μοι μαθεῖν οὐκ ἀποκαίριον, μὴ προσπεσών με λάθῃ ποθέν· τίς τόπος ἢ τίς ἕδρα, τίν’ ἔχει στίβον, ἔναυλον ἢ θυραῖον; ΝΕΟΠΤΟΛΕΜΟΣ: Οἶκον μὲν ὁρᾷς τόνδ’ ἀμφίθυρον πετρίνης κοίτης. ΧΟΡΟΣ: Ποῦ γὰρ ὁ τλάμων αὐτὸς ἄπεστιν; ΝΕΟΠΤΟΛΕΜΟΣ: Δῆλον ἔμοιγ’ ὡς φορβῆς χρείᾳ στίβον ὀγμεύει τόνδε πέλας που· ταύτην γὰρ ἔχειν βιοτῆς αὐτὸν λόγος ἐστὶ φύσιν, θηροβολοῦντα πτηνοῖς ἰοῖς, στυγερὸν στυγερῶς, οὐδέ τιν’ αὐτῷ [170] ΝΕΟΠΤΟΛΕΜΟΣ: παιῶνα κακῶν ἐπινωμᾶν. ΧΟΡΟΣ: Οἰκτίρω νιν ἔγωγ’, ὅπως, Str. 2 . μή του κηδομένου βροτῶν, μηδὲ ξύντροφον ὄμμ’ ἔχων, δύστανος, μόνος αἰεί, νοσεῖ μὲν νόσον ἀγρίαν, ἀλύει δ’ ἐπὶ παντί τῳ χρείας ἱσταμένῳ· πῶς ποτε, πῶς δύσμορος ἀντέχει; Ὦ παλάμαι θνητῶν, ὦ δύστανα γένη βροτῶν οἷς μὴ μέτριος αἰών. Οὗτος πρωτογόνων ἴσως Ant. 2 . οἴκων οὐδενὸς ὕστερος, πάντων ἄμμορος ἐν βίῳ κεῖται μοῦνος ἀπ’ ἄλλων, στικτῶν ἢ λασίων μετὰ θηρῶν, ἔν τ’ ὀδύναις ὁμοῦ [190] ΝΕΟΠΤΟΛΕΜΟΣ: λιμῷ τ’ οἰκτρὸς ἀνήκεστα μερι- μνήματ’ ἔχων βαρεῖ· ἁ δ’ ἀθυρόστομος ἀχὼ τηλεφανὴς πικρὰς οἰμωγὰς ὑποχεῖται. ΝΕΟΠΤΟΛΕΜΟΣ: Οὐδὲν τούτων θαυμαστὸν ἐμοί· θεῖα γάρ, εἴπερ κἀγώ τι φρονῶ, καὶ τὰ παθήματα κεῖνα πρὸς αὐτὸν τῆς ὠμόφρονος Χρύσης ἐπέβη, καὶ νῦν ἃ πονεῖ δίχα κηδεμόνων, οὐκ ἔσθ’ ὡς οὐ θεῶν του μελέτῃ, τοῦ μὴ πρότερον τόνδ’ ἐπὶ Τροίᾳ τεῖναι τὰ θεῶν ἀμάχητα βέλη, πρὶν ὅδ’ ἐξήκοι χρόνος ᾧ λέγεται χρῆναί σφ’ ὑπὸ τῶνδε δαμῆναι. ΧΟΡΟΣ: Εὔστομ’ ἔχε, παῖ. Str. 3 . ΝΕΟΠΤΟΛΕΜΟΣ: Τί τόδε; ΧΟΡΟΣ: Προὐφάνη κτύπος, [205] ΝΕΟΠΤΟΛΕΜΟΣ: φωτὸς σύντροφος ὡς τειρομένοιο, ἤ που τῇδ’ ἢ τῇδε τόπων· βάλλει, βάλλει μ’ ἐτύμα φθογγά του στίβον κατ’ ἀνάγκαν ἕρποντος, οὐδέ με λάθει βαρεῖα τηλόθεν αὐδὰ τρυσάνωρ· διάσημα γὰρ θροεῖ. ΧΟΡΟΣ: Ἀλλ’ ἔχε, τέκνον, ‑ Ant. 3 . ΝΕΟΠΤΟΛΕΜΟΣ: Λέγ’ ὅ τι. ΧΟΡΟΣ: φροντίδας νέας· ὡς οὐκ ἔξεδρος, ἀλλ’ ἔντοπος ἁνήρ, οὐ μολπὰν σύριγγος ἔχων, ὡς ποιμὴν ἀγροβάτας, ἀλλ’ ἤ που πταίων ὑπ’ ἀνάγκας βοᾷ τηλωπὸν ἰωάν, ἢ ναὸς ἄξενον αὐγά- ζων ὅρμον· προβοᾷ γὰρ αἴλινον. [220] ΦΙΛΟΚΤΗΤΗΣ: Ἰὼ ξένοι, τίνες ποτ’ ἐς γῆν τήνδε ναυτίλῳ πλάτῃ κατέσχετ’ οὔτ’ εὔορμον οὔτ’ οἰκουμένην; Ποίας πάτρας ἂν ἢ γένους ὑμᾶς ποτε τύχοιμ’ ἂν εἰπών; Σχῆμα μὲν γὰρ Ἑλλάδος στολῆς ὑπάρχει προσφιλεστάτης ἐμοί· φωνῆς δ’ ἀκοῦσαι βούλομαι· καὶ μή μ’ ὄκνῳ δείσαντες ἐκπλαγῆτ’ ἀπηγριωμένον, ἀλλ’ οἰκτίσαντες ἄνδρα δύστηνον, μόνον, ἔρημον ὧδε κἄφιλον, καλούμενον φωνήσατ’, εἴπερ ὡς φίλοι προσήκετε. Ἀλλ’ ἀνταμείψασθ’· οὐ γὰρ εἰκὸς οὔτ’ ἐμὲ ὑμῶν ἁμαρτεῖν τοῦτό γ’ οὔθ’ ὑμᾶς ἐμοῦ. ΝΕΟΠΤΟΛΕΜΟΣ: Ἀλλ’, ὦ ξέν’, ἴσθι τοῦτο πρῶτον, οὕνεκα Ἕλληνές ἐσμεν· τοῦτο γὰρ βούλει μαθεῖν. ΦΙΛΟΚΤΗΤΗΣ: Ὦ φίλτατον φώνημα· φεῦ τὸ καὶ λαβεῖν πρόσφθεγμα τοιοῦδ’ ἀνδρὸς ἐν χρόνῳ μακρῷ. Τίς σ’, ὦ τέκνον, προσέσχε, τίς προσήγαγεν [240] ΦΙΛΟΚΤΗΤΗΣ: χρεία; τίς ὁρμή; τίς ἀνέμων ὁ φίλτατος; Γέγωνέ μοι πᾶν τοῦθ’, ὅπως εἰδῶ τίς εἶ. ΝΕΟΠΤΟΛΕΜΟΣ: Ἐγὼ γένος μέν εἰμι τῆς περιρρύτου Σκύρου· πλέω δ’ ἐς οἶκον· αὐδῶμαι δὲ παῖς Ἀχιλλέως, Νεοπτόλεμος· οἶσθ’ ἤδη τὸ πᾶν. ΦΙΛΟΚΤΗΤΗΣ: Ὦ φιλτάτου παῖ πατρός, ὦ φίλης χθονός, ὦ τοῦ γέροντος θρέμμα Λυκομήδους, τίνι στόλῳ προσέσχες τήνδε γῆν, πόθεν πλέων; ΝΕΟΠΤΟΛΕΜΟΣ: Ἐξ Ἰλίου τοι δὴ τανῦν γε ναυστολῶ. ΦΙΛΟΚΤΗΤΗΣ: Πῶς εἶπας; Οὐ γὰρ δὴ σύ γ’ ἦσθα ναυβάτης ἡμῖν κατ’ ἀρχὴν τοῦ πρὸς Ἴλιον στόλου. ΝΕΟΠΤΟΛΕΜΟΣ: Ἦ γὰρ μετέσχες καὶ σὺ τοῦδε τοῦ πόνου; ΦΙΛΟΚΤΗΤΗΣ: Ὦ τέκνον, οὐ γὰρ οἶσθά μ’ ὅντιν’ εἰσορᾷς; ΝΕΟΠΤΟΛΕΜΟΣ: Πῶς γὰρ κάτοιδ’ ὅν γ’ εἶδον οὐδεπώποτε; ΦΙΛΟΚΤΗΤΗΣ: Οὐδ’ οὔνομ’ οὐδὲ τῶν ἐμῶν κακῶν κλέος ᾔσθου ποτ’ οὐδέν, οἷς ἐγὼ διωλλύμην; ΝΕΟΠΤΟΛΕΜΟΣ: Ὡς μηδὲν εἰδότ’ ἴσθι μ’ ὧν ἀνιστορεῖς. ΦΙΛΟΚΤΗΤΗΣ: Ὦ πόλλ’ ἐγὼ μοχθηρός, ὦ πικρὸς θεοῖς, [255] ΦΙΛΟΚΤΗΤΗΣ: οὗ μηδὲ κληδὼν ὧδ’ ἔχοντος οἴκαδε μηδ’ Ἑλλάδος γῆς μηδαμοῦ διῆλθέ που, ἀλλ’ οἱ μὲν ἐκβαλόντες ἀνοσίως ἐμὲ γελῶσι σῖγ’ ἔχοντες, ἡ δ’ ἐμὴ νόσος ἀεὶ τέθηλε κἀπὶ μεῖζον ἔρχεται. Ὦ τέκνον, ὦ παῖ πατρὸς ἐξ Ἀχιλλέως, ὅδ’ εἴμ’ ἐγώ σοι κεῖνος, ὃν κλύεις ἴσως τῶν Ἡρακλείων ὄντα δεσπότην ὅπλων, ὁ τοῦ Ποίαντος παῖς Φιλοκτήτης, ὃν οἱ δισσοὶ στρατηγοὶ χὠ Κεφαλλήνων ἄναξ ἔρριψαν αἰσχρῶς ὧδ’ ἔρημον, ἀγρίᾳ νόσῳ καταφθίνοντα, τῇδ’, ἀνδροφθόρου πληγέντ’ ἐχίδνης ἀγρίῳ χαράγματι, ξὺν ᾗ μ’ ἐκεῖνοι, παῖ, προθέντες ἐνθάδε ᾤχοντ’ ἔρημον, ἡνίκ’ ἐκ τῆς ποντίας Χρύσης κατέσχον δεῦρο ναυβάτῃ στόλῳ. Τότ’ ἄσμενοί μ’ ὡς εἶδον ἐκ πολλοῦ σάλου εὕδοντ’ ἐπ’ ἀκτῆς ἐν κατηρεφεῖ πέτρῳ, [275] ΦΙΛΟΚΤΗΤΗΣ: ῥάκη προθέντες βαιὰ καί τι καὶ βορᾶς λιπόντες ᾤχονθ’, οἷα φωτὶ δυσμόρῳ ἐπωφέλημα σμικρόν· οἷ’ αὐτοῖς τύχοι. Σὺ δή, τέκνον, ποίαν μ’ ἀνάστασιν δοκεῖς αὐτῶν βεβώτων ἐξ ὕπνου στῆναι τότε; ποῖ’ ἐκδακρῦσαι, ποῖ’ ἀποιμῶξαι κακά; ὁρῶντα μὲν ναῦς ἃς ἔχων ἐναυστόλουν πάσας βεβώσας, ἄνδρα δ’ οὐδέν’ ἔντοπον, οὐχ ὅστις ἀρκέσειεν, οὐδ’ ὅστις νόσου κάμνοντι συλλάβοιτο, πάντα δὲ σκοπῶν ηὕρισκον οὐδὲν πλὴν ἀνιᾶσθαι παρόν, τούτου δὲ πολλὴν εὐμάρειαν, ὦ τέκνον. Ὁ μὲν χρόνος δὴ διὰ χρόνου προὔβαινέ μοι, κἄδει τι βαιᾷ τῇδ’ ὑπὸ στέγῃ μόνον διακονεῖσθαι· γαστρὶ μὲν τὰ σύμφορα τόξον τόδ’ ἐξηύρισκε, τὰς ὑποπτέρους βάλλον πελείας· πρὸς δὲ τοῦθ’ ὅ μοι βάλοι νευροσπαδὴς ἄτρακτος, αὐτὸς ἂν τάλας [295] ΦΙΛΟΚΤΗΤΗΣ: εἰλυόμην, δύστηνον ἐξέλκων πόδα, πρὸς τοῦτ’ ἄν· εἴ τ’ ἔδει τι καὶ ποτὸν λαβεῖν, καί που πάγου χυθέντος, οἷα χείματι, ξύλον τι θραῦσαι, ταῦτ’ ἂν ἐξέρπων τάλας ἐμηχανώμην· εἶτα πῦρ ἂν οὐ παρῆν, ἀλλ’ ἐν πέτροισι πέτρον ἐκτρίβων, μόλις ἔφην’ ἄφαντον φῶς, ὃ καὶ σῴζει μ’ ἀεί. Οἰκουμένη γὰρ οὖν στέγη πυρὸς μέτα πάντ’ ἐκπορίζει πλὴν τὸ μὴ νοσεῖν ἐμέ. Φέρ’, ὦ τέκνον, νῦν καὶ τὸ τῆς νήσου μάθῃς. Ταύτῃ πελάζει ναυβάτης οὐδεὶς ἑκών· οὐ γάρ τις ὅρμος ἔστιν, οὐδ’ ὅποι πλέων ἐξεμπολήσει κέρδος ἢ ξενώσεται. Οὐκ ἐνθάδ’ οἱ πλοῖ τοῖσι σώφροσιν βροτῶν. Τάχ’ οὖν τις ἄκων ἔσχε· πολλὰ γὰρ τάδε ἐν τῷ μακρῷ γένοιτ’ ἂν ἀνθρώπων χρόνῳ. Οὗτοί μ’, ὅταν μόλωσιν, ὦ τέκνον, λόγοις ἐλεοῦσι μέν, καί πού τι καὶ βορᾶς μέρος [310] ΦΙΛΟΚΤΗΤΗΣ: προσέδοσαν οἰκτίραντες, ἤ τινα στολήν· ἐκεῖνο δ’ οὐδείς, ἡνίκ’ ἂν μνησθῶ, θέλει, σῶσαί μ’ ἐς οἴκους, ἀλλ’ ἀπόλλυμαι τάλας ἔτος τόδ’ ἤδη δέκατον ἐν λιμῷ τε καὶ κακοῖσι βόσκων τὴν ἀδηφάγον νόσον. Τοιαῦτ’ Ἀτρεῖδαί μ’ ἥ τ’ Ὀδυσσέως βία, ὦ παῖ, δεδράκασ’, οἷ’ Ὀλύμπιοι θεοὶ δοῖέν ποτ’ αὐτοῖς ἀντίποιν’ ἐμοῦ παθεῖν. ΧΟΡΟΣ: Ἔοικα κἀγὼ τοῖς ἀφιγμένοις ἴσα ξένοις ἐποικτίρειν σε, Ποίαντος τέκνον. ΝΕΟΠΤΟΛΕΜΟΣ: Ἐγὼ δὲ καὐτὸς τοῖσδε μάρτυς ἐν λόγοις, ὡς εἴσ’ ἀληθεῖς οἶδα, συντυχὼν κακῶν ἀνδρῶν Ἀτρειδῶν τῆς τ’ Ὀδυσσέως βίας. ΦΙΛΟΚΤΗΤΗΣ: Ἦ γάρ τι καὶ σὺ τοῖς πανωλέθροις ἔχεις ἔγκλημ’ Ἀτρείδαις, ὥστε θυμοῦσθαι παθών; ΝΕΟΠΤΟΛΕΜΟΣ: Θυμὸν γένοιτο χειρὶ πληρῶσαί ποτε, ἵν’ αἱ Μυκῆναι γνοῖεν ἡ Σπάρτη θ’ ὅτι χἠ Σκῦρος ἀνδρῶν ἀλκίμων μήτηρ ἔφυ. [330] ΦΙΛΟΚΤΗΤΗΣ: Εὖ γ’, ὦ τέκνον· τίνος γὰρ ὧδε τὸν μέγαν χόλον κατ’ αὐτῶν ἐγκαλῶν ἐλήλυθας; ΝΕΟΠΤΟΛΕΜΟΣ: Ὦ παῖ Ποίαντος, ἐξερῶ, μόλις δ’ ἐρῶ, ἅγωγ’ ὑπ’ αὐτῶν ἐξελωβήθην μολών. Ἐπεὶ γὰρ ἔσχε μοῖρ’ Ἀχιλλέα θανεῖν ‑ ΦΙΛΟΚΤΗΤΗΣ: Οἴμοι· φράσῃς μοι μὴ πέρα, πρὶν ἂν μάθω πρῶτον τόδ’· ἦ τέθνηχ’ ὁ Πηλέως γόνος; ΝΕΟΠΤΟΛΕΜΟΣ: Τέθνηκεν, ἀνδρὸς οὐδενός, θεοῦ δ’ ὕπο, τοξευτός, ὡς λέγουσιν, ἐκ Φοίβου δαμείς. ΦΙΛΟΚΤΗΤΗΣ: Ἀλλ’ εὐγενὴς μὲν ὁ κτανών τε χὠ θανών. Ἀμηχανῶ δὲ πότερον, ὦ τέκνον, τὸ σὸν πάθημ’ ἐλέγχω πρῶτον, ἢ κεῖνον στένω. ΝΕΟΠΤΟΛΕΜΟΣ: Οἶμαι μὲν ἀρκεῖν σοί γε καὶ τὰ σ’, ὦ τάλας, ἀλγήμαθ’, ὥστε μὴ τὰ τῶν πέλας στένειν. ΦΙΛΟΚΤΗΤΗΣ: Ὀρθῶς ἔλεξας· τοιγαροῦν τὸ σὸν φράσον αὖθις πάλιν μοι πρᾶγμ’ ὅτῳ σ’ ἐνύβρισαν. ΝΕΟΠΤΟΛΕΜΟΣ: Ἦλθόν με νηὶ ποικιλοστόλῳ μέτα δῖός τ’ Ὀδυσσεὺς χὠ τροφεὺς τοὐμοῦ πατρός, [345] ΦΙΛΟΚΤΗΤΗΣ: λέγοντες, εἴτ’ ἀληθὲς εἴτ’ ἄρ’ οὖν μάτην, ὡς οὐ θέμις γίγνοιτ’, ἐπεὶ κατέφθιτο πατὴρ ἐμός, τὰ πέργαμ’ ἄλλον ἢ ‘μ’ ἑλεῖν. Ταῦτ’, ὦ ξέν’, οὕτως ἐννέποντες οὐ πολὺν χρόνον μ’ ἐπέσχον μή με ναυστολεῖν ταχύ, μάλιστα μὲν δὴ τοῦ θανόντος ἱμέρῳ, ὅπως ἴδοιμ’ ἄθαπτον· οὐ γὰρ εἰδόμην· ἔπειτα μέντοι χὠ λόγος καλὸς προσῆν, εἰ τἀπὶ Τροίᾳ πέργαμ’ αἱρήσοιμ’ ἰών. Ἦν δ’ ἦμαρ ἤδη δεύτερον πλέοντί μοι, κἀγὼ πικρὸν Σίγειον οὐρίῳ πλάτῃ κατηγόμην· καί μ’ εὐθὺς ἐν κύκλῳ στρατὸς ἐκβάντα πᾶς ἠσπάζετ’, ὀμνύντες βλέπειν τὸν οὐκέτ’ ὄντα ζῶντ’ Ἀχιλλέα πάλιν. Κεῖνος μὲν οὖν ἔκειτ’· ἐγὼ δ’ ὁ δύσμορος, ἐπεὶ ‘δάκρυσα κεῖνον, οὐ μακρῷ χρόνῳ ἐλθὼν Ἀτρείδας προσφιλῶς, ὡς εἰκὸς ἦν, τά θ’ ὅπλ’ ἀπῄτουν τοῦ πατρὸς τά τ’ ἄλλ’ ὅσ’ ἦν. [365] ΦΙΛΟΚΤΗΤΗΣ: Οἱ δ’ εἶπον, οἴμοι, τλημονέστατον λόγον· “Ὦ σπέρμ’ Ἀχιλλέως, τἄλλα μὲν πάρεστί σοι πατρῷ’ ἑλέσθαι, τῶν δ’ ὅπλων κείνων ἀνὴρ ἄλλος κρατύνει νῦν, ὁ Λαέρτου γόνος.” Κἀγὼ δακρύσας εὐθὺς ἐξανίσταμαι ὀργῇ βαρείᾳ, καὶ καταλγήσας λέγω· “Ὦ σχέτλι’, ἦ ‘τολμήσατ’ ἀντ’ ἐμοῦ τινι δοῦναι τὰ τεύχη τἀμά, πρὶν μαθεῖν ἐμοῦ;” Ὁ δ’ εἶπ’ Ὀδυσσεύς, πλησίον γὰρ ὢν κυρεῖ· “Ναί, παῖ, δεδώκασ’ ἐνδίκως οὗτοι τάδε· ἐγὼ γὰρ αὔτ’ ἔσωσα κἀκεῖνον παρών.” Κἀγὼ χολωθεὶς εὐθὺς ἤρασσον κακοῖς τοῖς πᾶσιν, οὐδὲν ἐνδεὲς ποιούμενος, εἰ τἀμὰ κεῖνος ὅπλ’ ἀφαιρήσοιτό με. Ὁ δ’ ἐνθάδ’ ἥκων, καίπερ οὐ δύσοργος ὤν, δηχθεὶς πρὸς ἁξήκουσεν ὧδ’ ἠμείψατο· “Οὐκ ἦσθ’ ἵν’ ἡμεῖς, ἀλλ’ ἀπῆσθ’ ἵν’ οὔ σ’ ἔδει, καὶ ταῦτ’, ἐπειδὴ καὶ λέγεις θρασυστομῶν, [385] ΦΙΛΟΚΤΗΤΗΣ: οὐ μή ποτ’ ἐς τὴν Σκῦρον ἐκπλεύσῃς ἔχων.” Τοιαῦτ’ ἀκούσας κἀξονειδισθεὶς κακὰ πλέω πρὸς οἴκους, τῶν ἐμῶν τητώμενος πρὸς τοῦ κακίστου κἀκ κακῶν Ὀδυσσέως. Κοὐκ αἰτιῶμαι κεῖνον ὡς τοὺς ἐν τέλει· πόλις γὰρ ἔστι πᾶσα τῶν ἡγουμένων στρατός τε σύμπας, οἱ δ’ ἀκοσμοῦντες βροτῶν διδασκάλων λόγοισι γίγνονται κακοί. Λόγος λέλεκται πᾶς· ὁ δ’ Ἀτρείδας στυγῶν ἐμοί θ’ ὁμοίως καὶ θεοῖς εἴη φίλος. ΧΟΡΟΣ: Ὀρεστέρα παμβῶτι Γᾶ, Str. μᾶτερ αὐτοῦ Διός, ἃ τὸν μέγαν Πακτωλὸν εὔχρυσον νέμεις, σὲ κἀκεῖ, μᾶτερ πότνι’, ἐπηυδώμαν, ὅτ’ ἐς τόνδ’ Ἀτρειδᾶν ὕβρις πᾶσ’ ἐχώρει, ὅτε τὰ πάτρια τεύχεα παρεδίδοσαν, ἰὼ μάκαιρα ταυροκτόνων [405] ΦΙΛΟΚΤΗΤΗΣ: λεόντων ἔφεδρε, τῷ Λαρτίου, σέβας ὑπέρτατον. ΦΙΛΟΚΤΗΤΗΣ: Ἔχοντες, ὡς ἔοικε, σύμβολον σαφὲς λύπης πρὸς ἡμᾶς, ὦ ξένοι, πεπλεύκατε, καί μοι προσᾴδεθ’ ὥστε γιγνώσκειν ὅτι ταῦτ’ ἐξ Ἀτρειδῶν ἔργα κἀξ Ὀδυσσέως. Ἔξοιδα γάρ νιν παντὸς ἂν λόγου κακοῦ γλώσσῃ θιγόντα καὶ πανουργίας ἀφ’ ἧς μηδὲν δίκαιον ἐς τέλος μέλλοι ποεῖν. Ἀλλ’ οὔ τι τοῦτο θαῦμ’ ἔμοιγ’, ἀλλ’ εἰ παρὼν Αἴας ὁ μείζων ταῦθ’ ὁρῶν ἠνείχετο. ΝΕΟΠΤΟΛΕΜΟΣ: Οὐκ ἦν ἔτι ζῶν, ὦ ξέν’· οὐ γὰρ ἄν ποτε ζῶντός γ’ ἐκείνου ταῦτ’ ἐσυλήθην ἐγώ. ΦΙΛΟΚΤΗΤΗΣ: Πῶς εἶπας; ἀλλ’ ἦ χοὖτος οἴχεται θανών; ΝΕΟΠΤΟΛΕΜΟΣ: Ὡς μηκέτ’ ὄντα κεῖνον ἐν φάει νόει. ΦΙΛΟΚΤΗΤΗΣ: Οἴμοι τάλας. Ἀλλ’ οὐχ ὁ Τυδέως γόνος, οὐδ’ οὑμπολητὸς Σισύφου Λαερτίῳ, οὐ μὴ θάνωσι· τούσδε γὰρ μὴ ζῆν ἔδει. [420] ΝΕΟΠΤΟΛΕΜΟΣ: Οὐ δῆτ’, ἐπίστω τοῦτό γ’, ἀλλὰ καὶ μέγα θάλλοντές εἰσι νῦν ἐν Ἀργείων στρατῷ. ΦΙΛΟΚΤΗΤΗΣ: Τί δ’; ὃς παλαιὸς κἀγαθὸς φίλος τ’ ἐμός, Νέστωρ ὁ Πύλιος ἔστιν; οὗτος γὰρ τά γε κείνων κάκ’ ἐξήρυκε, βουλεύων σοφά. ΝΕΟΠΤΟΛΕΜΟΣ: Κεῖνός γε πράσσει νῦν κακῶς, ἐπεὶ θανὼν Ἀντίλοχος αὐτῷ φροῦδος, ὅσπερ ἦν γόνος. ΦΙΛΟΚΤΗΤΗΣ: Οἴμοι, δύ’ αὖ τώδ’ ἄνδρ’ ἔλεξας οἷν ἐγὼ ἥκιστ’ ἂν ἠθέλησ’ ὀλωλότοιν κλύειν. Φεῦ φεῦ· τί δῆτα δεῖ σκοπεῖν, ὅθ’ οἵδε μὲν τεθνᾶσ’, Ὀδυσσεὺς δ’ ἔστιν αὖ κἀνταῦθ’ ἵνα χρῆν ἀντὶ τούτων αὐτὸν αὐδᾶσθαι νεκρόν; ΝΕΟΠΤΟΛΕΜΟΣ: Σοφὸς παλαιστὴς κεῖνος, ἀλλὰ χαἰ σοφαὶ γνῶμαι, Φιλοκτῆτ’, ἐμποδίζονται θαμά. ΦΙΛΟΚΤΗΤΗΣ: Φέρ’ εἰπὲ πρὸς θεῶν, ποῦ γὰρ ἦν ἐνταῦθά σοι Πάτροκλος, ὃς σοῦ πατρὸς ἦν τὰ φίλτατα; ΝΕΟΠΤΟΛΕΜΟΣ: Χοὖτος τεθνηκὼς ἦν· λόγῳ δέ σ’ ἐν βραχεῖ τοῦτ’ ἐκδιδάξω· πόλεμος οὐδέν’ ἄνδρ’ ἑκὼν [440] ΦΙΛΟΚΤΗΤΗΣ: αἱρεῖ πονηρόν, ἀλλὰ τοὺς χρηστοὺς ἀεί. ΦΙΛΟΚΤΗΤΗΣ: Ξυμμαρτυρῶ σοι· καὶ κατ’ αὐτὸ τοῦτό γε ἀναξίου μὲν φωτὸς ἐξερήσομαι, γλώσσῃ δὲ δεινοῦ καὶ σοφοῦ, τί νῦν κυρεῖ. ΝΕΟΠΤΟΛΕΜΟΣ: Ποίου δὲ τούτου πλήν γ’ Ὀδυσσέως ἐρεῖς; ΦΙΛΟΚΤΗΤΗΣ: Οὐ τοῦτον εἶπον, ἀλλὰ Θερσίτης τις ἦν, ὃς οὐκ ἂν εἵλετ’ εἰσάπαξ εἰπεῖν ὅπου μηδεὶς ἐῴη· τοῦτον οἶσθ’ εἰ ζῶν κυρεῖ; ΝΕΟΠΤΟΛΕΜΟΣ: Οὐκ εἶδον αὐτόν, ᾐσθόμην δ’ ἔτ’ ὄντα νιν. ΦΙΛΟΚΤΗΤΗΣ: Ἔμελλ’· ἐπεὶ οὐδέν πω κακόν γ’ ἀπώλετο, ἀλλ’ εὖ περιστέλλουσιν αὐτὰ δαίμονες· καί πως τὰ μὲν πανοῦργα καὶ παλιντριβῆ χαίρουσ’ ἀναστρέφοντες ἐξ Ἅιδου, τὰ δὲ δίκαια καὶ τὰ χρήστ’ ἀποστέλλουσ’ ἀεί. Ποῦ χρὴ τίθεσθαι ταῦτα, ποῦ δ’ αἰνεῖν, ὅταν τὰ θεῖ’ ἐπαινῶν τοὺς θεοὺς εὕρω κακούς; ΝΕΟΠΤΟΛΕΜΟΣ: Ἐγὼ μέν, ὦ γένεθλον Οἰταίου πατρός, τὸ λοιπὸν ἤδη τηλόθεν τό τ’ Ἴλιον [455] ΦΙΛΟΚΤΗΤΗΣ: καὶ τοὺς Ἀτρείδας εἰσορῶν φυλάξομαι· ὅπου θ’ ὁ χείρων τἀγαθοῦ μεῖζον σθένει κἀποφθίνει τὰ χρηστὰ χὠ δειλὸς κρατεῖ, τούτους ἐγὼ τοὺς ἄνδρας οὐ στέρξω ποτέ· ἀλλ’ ἡ πετραία Σκῦρος ἐξαρκοῦσά μοι ἔσται τὸ λοιπόν, ὥστε τέρπεσθαι δόμῳ. Νῦν δ’ εἶμι πρὸς ναῦν· καὶ σύ, Ποίαντος τέκνον, χαῖρ’ ὡς μέγιστα, χαῖρε· καί σε δαίμονες νόσου μεταστήσειαν ὡς αὐτὸς θέλεις. Ἡμεῖς δ’ ἴωμεν, ὡς ὁπηνίκ’ ἂν θεὸς πλοῦν ἡμὶν εἴκῃ, τηνικαῦθ’ ὁρμώμεθα. ΦΙΛΟΚΤΗΤΗΣ: Ἤδη, τέκνον, στέλλεσθε; ΝΕΟΠΤΟΛΕΜΟΣ: Καιρὸς γὰρ καλεῖ πλοῦν μὴ ‘ξ ἀπόπτου μᾶλλον ἢ ‘γγύθεν σκοπεῖν. ΦΙΛΟΚΤΗΤΗΣ: Πρός νύν σε πατρός, πρός τε μητρός, ὦ τέκνον, πρός τ’ εἴ τί σοι κατ’ οἶκόν ἐστι προσφιλές, ἱκέτης ἱκνοῦμαι, μὴ λίπῃς μ’ οὕτω μόνον, ἔρημον ἐν κακοῖσι τοῖσδ’ οἵοις ὁρᾷς [475] ΦΙΛΟΚΤΗΤΗΣ: ὅσοισί τ’ ἐξήκουσας ἐνναίοντά με· ἀλλ’ ἐν παρέργῳ θοῦ με. Δυσχέρεια μέν, ἔξοιδα, πολλὴ τοῦδε τοῦ φορήματος· ὅμως δὲ τλῆθι· τοῖσι γενναίοισί τοι τό τ’ αἰσχρὸν ἐχθρὸν καὶ τὸ χρηστὸν εὐκλεές. Σοὶ δ’, ἐκλιπόντι τοῦτ’, ὄνειδος οὐ καλόν, δράσαντι δ’, ὦ παῖ, πλεῖστον εὐκλείας γέρας, ἐὰν μόλω ‘γὼ ζῶν πρὸς Οἰταίαν χθόνα. Ἴθ’, ἡμέρας τοι μόχθος οὐχ ὅλης μιᾶς, τόλμησον, ἐμβαλοῦ μ’ ὅπῃ θέλεις ἄγων, εἰς ἀντλίαν, εἰς πρῷραν, εἰς πρύμνην, ὅποι ἥκιστα μέλλω τοὺς ξυνόντας ἀλγυνεῖν. Νεῦσον, πρὸς αὐτοῦ Ζηνὸς Ἱκεσίου, τέκνον, πείσθητι· προσπίτνω σε γόνασι, καίπερ ὢν ἀκράτωρ ὁ τλήμων, χωλός. Ἀλλὰ μή μ’ ἀφῇς ἔρημον οὕτω χωρὶς ἀνθρώπων στίβου, ἀλλ’ ἢ πρὸς οἶκον τὸν σὸν ἔκσωσόν μ’ ἄγων, ἢ πρὸς τὰ Χαλκώδοντος Εὐβοίας σταθμά· [490] ΦΙΛΟΚΤΗΤΗΣ: κἀκεῖθεν οὔ μοι μακρὸς εἰς Οἴτην στόλος Τραχινίαν τε δειράδ’ ἢ τὸν εὔροον Σπερχειὸν ἔσται· πατρί μ’ ὡς δείξῃς φίλῳ, ὃν δὴ παλαιὸν ἐξότου δέδοικ’ ἐγὼ μή μοι βεβήκῃ. Πολλὰ γὰρ τοῖς ἱγμένοις ἔστελλον αὐτὸν ἱκεσίους πέμπων λιτάς, αὐτόστολον πέμψαντά μ’ ἐκσῶσαι δόμους. Ἀλλ’ ἢ τέθνηκεν ἢ τὰ τῶν διακόνων, ὡς εἰκός, οἶμαι, τοὐμὸν ἐν σμικρῷ μέρος ποιούμενοι τὸν οἴκαδ’ ἤπειγον στόλον. Νῦν δ’, εἰς σὲ γὰρ πομπόν τε καὐτὸν ἄγγελον ἥκω, σὺ σῶσον, σύ μ’ ἐλέησον, εἰσορῶν ὡς πάντα δεινὰ κἀπικινδύνως βροτοῖς κεῖται παθεῖν μὲν εὖ, παθεῖν δὲ θἄτερα. Χρὴ δ’ ἐκτὸς ὄντα πημάτων τὰ δείν’ ὁρᾶν, χὤταν τις εὖ ζῇ, τηνικαῦτα τὸν βίον σκοπεῖν μάλιστα μὴ διαφθαρεὶς λάθῃ. ΧΟΡΟΣ: Οἴκτιρ’, ἄναξ· πολλῶν ἔλε- Ant. [510] ΦΙΛΟΚΤΗΤΗΣ: ξεν δυσοίστων πόνων ἆθλ’, ὅσσα μηδεὶς τῶν ἐμῶν τύχοι φίλων. Εἰ δὲ πικρούς, ἄναξ, Ἀτρείδας ἔχθεις, ἐγὼ μέν, τὸ κείνων κακὸν τῷδε κέρδος μετατιθέμενος, ἔνθαπερ ἐπιμέμονεν, ἐπ’ εὐστόλου ταχείας νεὼς πορεύσαιμ’ ἂν ἐς δόμους, τὰν ἐκ θεῶν νέμεσιν ἐκφυγών. ΝΕΟΠΤΟΛΕΜΟΣ: Ὅρα σὺ μὴ νῦν μέν τις εὐχερὴς παρῇς, ὅταν δὲ πλησθῇς τῆς νόσου ξυνουσίᾳ, τότ’ οὐκέθ’ αὑτὸς τοῖς λόγοις τούτοις φανῇς. ΧΟΡΟΣ: Ἥκιστα· τοῦτ’ οὐκ ἔσθ’ ὅπως ποτ’ εἰς ἐμὲ τοὔνειδος ἕξεις ἐνδίκως ὀνειδίσαι. ΝΕΟΠΤΟΛΕΜΟΣ: Ἀλλ’ αἰσχρὰ μέντοι σοῦ γέ μ’ ἐνδεέστερον ξένῳ φανῆναι πρὸς τὸ καίριον πονεῖν. Ἀλλ’ εἰ δοκεῖ, πλέωμεν, ὁρμάσθω ταχύς, χἠ ναῦς γὰρ ἄξει κοὐκ ἀπαρνηθήσεται. [530] ΦΙΛΟΚΤΗΤΗΣ: Μόνον θεοὶ σῴζοιεν ἔκ τε τῆσδε γῆς ἡμᾶς ὅποι τ’ ἐνθένδε βουλοίμεσθα πλεῖν. ΦΙΛΟΚΤΗΤΗΣ: Ὦ φίλτατον μὲν ἦμαρ, ἥδιστος δ’ ἀνήρ, φίλοι δὲ ναῦται, πῶς ἂν ὑμὶν ἐμφανὴς ἔργῳ γενοίμην ὥς μ’ ἔθεσθε προσφιλῆ; Ἴωμεν, ὦ παῖ, προσκύσαντε τὴν ἔσω ἄοικον εἰσοίκησιν, ὥς με καὶ μάθῃς ἀφ’ ὧν διέζων ὥς τ’ ἔφυν εὐκάρδιος. Οἶμαι γὰρ οὐδ’ ἂν ὄμμασιν μόνην θέαν ἄλλον λαβόντα πλὴν ἐμοῦ τλῆναι τάδε· ἐγὼ δ’ ἀνάγκῃ προὔμαθον στέργειν κακά. ΧΟΡΟΣ: Ἐπίσχετον, μάθωμεν· ἄνδρε γὰρ δύο, ὁ μὲν νεὼς σῆς ναυβάτης, ὁ δ’ ἀλλόθρους, χωρεῖτον, ὧν μαθόντες αὖθις εἴσιτον. [545] ΕΜΠΟΡΟΣ: Ἀχιλλέως παῖ, τόνδε τὸν ξυνέμπορον, ὃς ἦν νεὼς σῆς σὺν δυοῖν ἄλλοιν φύλαξ, ἐκέλευσ’ ἐμοί σε ποῦ κυρῶν εἴης φράσαι, ἐπείπερ ἀντέκυρσα, δοξάζων μὲν οὔ, τύχῃ δέ πως πρὸς ταὐτὸν ὁρμισθεὶς πέδον. Πλέων γάρ, ὡς ναύκληρος, οὐ πολλῷ στόλῳ ἀπ’ Ἰλίου πρὸς οἶκον ἐς τὴν εὔβοτρυν Πεπάρηθον, ὡς ἤκουσα τοὺς ναύτας ὅτι σοὶ πάντες εἶεν συννεναυστοληκότες, ἔδοξέ μοι μὴ σῖγα, πρὶν φράσαιμί σοι, τὸν πλοῦν ποεῖσθαι προστυχόντι τῶν ἴσων. Οὐδὲν σύ που κάτοισθα τῶν σαυτοῦ πέρι, ἃ τοῖσιν Ἀργείοισιν ἀμφὶ σοῦ νέα βουλεύματ’ ἐστί, κοὐ μόνον βουλεύματα, ἀλλ’ ἔργα δρώμεν’, οὐκέτ’ ἐξαργούμενα. ΝΕΟΠΤΟΛΕΜΟΣ: Ἀλλ’ ἡ χάρις μὲν τῆς προμηθίας, ξένε, εἰ μὴ κακὸς πέφυκα, προσφιλὴς μενεῖ· φράσον δ’ ἅπερ γ’ ἔλεξας, ὡς μάθω τί μοι [560] ΕΜΠΟΡΟΣ: νεώτερον βούλευμ’ ἀπ’ Ἀργείων ἔχεις. ΕΜΠΟΡΟΣ: Φροῦδοι διώκοντές σε ναυτικῷ στόλῳ Φοῖνιξ ὁ πρέσβυς οἵ τε Θησέως κόροι. ΝΕΟΠΤΟΛΕΜΟΣ: Ὡς ἐκ βίας μ’ ἄξοντες ἢ λόγοις πάλιν; ΕΜΠΟΡΟΣ: Οὐκ οἶδ’· ἀκούσας δ’ ἄγγελος πάρειμί σοι. ΝΕΟΠΤΟΛΕΜΟΣ: Ἦ ταῦτα δὴ Φοῖνίξ τε χοἰ ξυνναυβάται οὕτω καθ’ ὁρμὴν δρῶσιν Ἀτρειδῶν χάριν; ΕΜΠΟΡΟΣ: Ὡς ταῦτ’ ἐπίστω δρώμεν’ οὐ μέλλοντ’ ἔτι. ΝΕΟΠΤΟΛΕΜΟΣ: Πῶς οὖν Ὀδυσσεὺς πρὸς τάδ’ οὐκ αὐτάγγελος πλεῖν ἦν ἕτοιμος; ἢ φόβος τις εἶργέ νιν; ΕΜΠΟΡΟΣ: Κεῖνός γ’ ἐπ’ ἄλλον ἄνδρ’ ὁ Τυδέως τε παῖς ἔστελλον, ἡνίκ’ ἐξανηγόμην ἐγώ. ΝΕΟΠΤΟΛΕΜΟΣ: Πρὸς ποῖον αὖ τόνδ’ αὐτὸς οὑδυσσεὺς ἔπλει; ΕΜΠΟΡΟΣ: Ἦν δή τις ‑ ἀλλὰ τόνδε μοι πρῶτον φράσον τίς ἐστιν· ἃν λέγῃς δὲ μὴ φώνει μέγα. ΝΕΟΠΤΟΛΕΜΟΣ: Ὅδ’ ἔσθ’ ὁ κλεινός σοι Φιλοκτήτης, ξένε. ΕΜΠΟΡΟΣ: Μή νύν μ’ ἔρῃ τὰ πλείον’, ἀλλ’ ὅσον τάχος ἔκπλει σεαυτὸν ξυλλαβὼν ἐκ τῆσδε γῆς. [580] ΦΙΛΟΚΤΗΤΗΣ: Τί φησιν, ὦ παῖ; τί με κατὰ σκότον ποτὲ διεμπολᾷ λόγοισι πρός σ’ ὁ ναυβάτης; ΝΕΟΠΤΟΛΕΜΟΣ: Οὐκ οἶδά πω τί φησι· δεῖ δ’ αὐτὸν λέγειν εἰς φῶς ὃ λέξει, πρὸς σὲ κἀμὲ τούσδε τε. ΕΜΠΟΡΟΣ: Ὦ σπέρμ’ Ἀχιλλέως, μή με διαβάλῃς στρατῷ λέγονθ’ ἃ μὴ δεῖ· πόλλ’ ἐγὼ κείνων ὕπο δρῶν ἀντιπάσχω χρηστά θ’, οἷ’ ἀνὴρ πένης. ΝΕΟΠΤΟΛΕΜΟΣ: Ἐγώ εἰμ’ Ἀτρείδαις δυσμενής· οὗτος δέ μοι φίλος μέγιστος, οὕνεκ’ Ἀτρείδας στυγεῖ. Δεῖ δή σ’, ἔμοιγ’ ἐλθόντα προσφιλῆ, λόγων κρύψαι πρὸς ἡμᾶς μηδέν’ ὧν ἀκήκοας. ΕΜΠΟΡΟΣ: Ὅρα τί ποιεῖς, παῖ. ΝΕΟΠΤΟΛΕΜΟΣ: Σκοπῶ κἀγὼ πάλαι. ΕΜΠΟΡΟΣ: Σὲ θήσομαι τῶνδ’ αἴτιον. ΝΕΟΠΤΟΛΕΜΟΣ: Ποιοῦ λέγων. ΕΜΠΟΡΟΣ: Λέγω· ‘πὶ τοῦτον ἄνδρε τώδ’ ὥπερ κλύεις, ὁ Τυδέως παῖς ἥ τ’ Ὀδυσσέως βία, διώμοτοι πλέουσιν ἦ μὴν ἢ λόγῳ [595] ΕΜΠΟΡΟΣ: πείσαντες ἄξειν, ἢ πρὸς ἰσχύος κράτος. Καὶ ταῦτ’ Ἀχαιοὶ πάντες ἤκουον σαφῶς Ὀδυσσέως λέγοντος· οὗτος γὰρ πλέον τὸ θάρσος εἶχε θἀτέρου δράσειν τάδε. ΝΕΟΠΤΟΛΕΜΟΣ: Τίνος δ’ Ἀτρεῖδαι τοῦδ’ ἄγαν οὕτω χρόνῳ τοσῷδ’ ἐπεστρέφοντο πράγματος χάριν, ὅν γ’ εἶχον ἤδη χρόνιον ἐκβεβληκότες; τίς ὁ πόθος αὐτοὺς ἵκετ’, ἢ θεῶν βία καὶ νέμεσις, οἵπερ ἔργ’ ἀμύνουσιν κακά; ΕΜΠΟΡΟΣ: Ἐγὼ σὲ τοῦτ’, ἴσως γὰρ οὐκ ἀκήκοας, πᾶν ἐκδιδάξω. Μάντις ἦν τις εὐγενής, Πριάμου μὲν υἱός, ὄνομα δ’ ὠνομάζετο Ἕλενος, ὃν οὗτος νυκτὸς ἐξελθὼν μόνος, ὁ πάντ’ ἀκούων αἰσχρὰ καὶ λωβήτ’ ἔπη δόλιος Ὀδυσσεὺς εἷλε, δέσμιόν τ’ ἄγων ἔδειξ’ Ἀχαιοῖς ἐς μέσον, θήραν καλήν· ὃς δὴ τά τ’ ἄλλ’ αὐτοῖσι πάντ’ ἐθέσπισε, καὶ τἀπὶ Τροίᾳ πέργαμ’ ὡς οὐ μή ποτε [615] ΕΜΠΟΡΟΣ: πέρσοιεν, εἰ μὴ τόνδε πείσαντες λόγῳ ἄγοιντο νήσου τῆσδ’ ἐφ’ ἧς ναίει τὰ νῦν. Καὶ ταῦθ’ ὅπως ἤκουσ’ ὁ Λαέρτου τόκος τὸν μάντιν εἰπόντ’, εὐθέως ὑπέσχετο τὸν ἄνδρ’ Ἀχαιοῖς τόνδε δηλώσειν ἄγων· οἴοιτο μὲν μάλισθ’ ἑκούσιον λαβών, εἰ μὴ θέλοι δ’, ἄκοντα· καὶ τούτων κάρα τέμνειν ἐφεῖτο τῷ θέλοντι μὴ τυχών. Ἤκουσας, ὦ παῖ, πάντα· τὸ σπεύδειν δέ σοι καὐτῷ παραινῶ κεἴ τινος κήδῃ πέρι. ΦΙΛΟΚΤΗΤΗΣ: Οἴμοι τάλας· ἦ κεῖνος, ἡ πᾶσα βλάβη, ἔμ’ εἰς Ἀχαιοὺς ὤμοσεν πείσας στελεῖν; πεισθήσομαι γὰρ ὧδε κἀξ Ἅιδου θανὼν πρὸς φῶς ἀνελθεῖν, ὥσπερ οὑκείνου πατήρ. ΕΜΠΟΡΟΣ: Οὐκ οἶδ’ ἐγὼ ταῦτ’· ἀλλ’ ἐγὼ μὲν εἶμ’ ἐπὶ ναῦν, σφῷν δ’ ὅπως ἄριστα συμφέροι θεός. ΦΙΛΟΚΤΗΤΗΣ: Οὔκουν τάδ’, ὦ παῖ, δεινά, τὸν Λαερτίου ἔμ’ ἐλπίσαι ποτ’ ἂν λόγοισι μαλθακοῖς [630] ΕΜΠΟΡΟΣ: δεῖξαι νεὼς ἄγοντ’ ἐν Ἀργείοις μέσοις; οὔ· θᾶσσον ἂν τῆς πλεῖστον ἐχθίστης ἐμοὶ κλύοιμ’ ἐχίδνης, ἥ μ’ ἔθηκεν ὧδ’ ἄπουν. Ἀλλ’ ἔστ’ ἐκείνῳ πάντα λεκτά, πάντα δὲ τολμητά. Καὶ νῦν οἶδ’ ὁθούνεχ’ ἵξεται. Ἀλλ’, ὦ τέκνον, χωρῶμεν, ὡς ἡμᾶς πολὺ πέλαγος ὁρίζῃ τῆς Ὀδυσσέως νεώς· Ἴωμεν· ἥ τοι καίριος σπουδή, πόνου λήξαντος, ὕπνον κἀνάπαυλαν ἤγαγεν. ΝΕΟΠΤΟΛΕΜΟΣ: Οὐκοῦν ἐπειδὰν πνεῦμα τοὐκ πρῴρας ἀνῇ. τότε στελοῦμεν· νῦν γὰρ ἀντιοστατεῖ. ΦΙΛΟΚΤΗΤΗΣ: Ἀεὶ καλὸς πλοῦς ἔσθ’, ὅταν φεύγῃς κακά. ΝΕΟΠΤΟΛΕΜΟΣ: Οὔκ· ἀλλὰ κἀκείνοισι ταῦτ’ ἐναντία. ΦΙΛΟΚΤΗΤΗΣ: Οὐκ ἔστι λῃσταῖς πνεῦμ’ ἐναντιούμενον, ὅταν παρῇ κλέψαι τε χἀρπάσαι βίᾳ. ΝΕΟΠΤΟΛΕΜΟΣ: Ἀλλ’, εἰ δοκεῖ, χωρῶμεν, ἔνδοθεν λαβὼν ὅτου σε χρεία καὶ πόθος μάλιστ’ ἔχει. ΦΙΛΟΚΤΗΤΗΣ: Ἀλλ’ ἔστιν ὧν δεῖ, καίπερ οὐ πολλῶν ἄπο. [650] ΝΕΟΠΤΟΛΕΜΟΣ: Τί τοῦθ’ ὃ μὴ νεώς γε τῆς ἐμῆς ἔπι; ΦΙΛΟΚΤΗΤΗΣ: Φύλλον τί μοι πάρεστιν ᾧ μάλιστ’ ἀεὶ κοιμῶ τόδ’ ἕλκος, ὥστε πραΰνειν πάνυ. ΝΕΟΠΤΟΛΕΜΟΣ: Ἀλλ’ ἔκφερ’ αὐτό· τί γὰρ ἔτ’ ἄλλ’ ἐρᾷς λαβεῖν; ΦΙΛΟΚΤΗΤΗΣ: Εἴ μοί τι τόξων τῶνδ’ ἀπημελημένον παρερρύηκεν, ὡς λίπω μή τῳ λαβεῖν. ΝΕΟΠΤΟΛΕΜΟΣ: Ἦ ταῦτα γὰρ τὰ κλεινὰ τόξ’ ἃ νῦν ἔχεις; ΦΙΛΟΚΤΗΤΗΣ: Ταῦτ’ οὐ γὰρ ἄλλα γ’ ἔσθ’ ἃ βαστάζω χεροῖν. ΝΕΟΠΤΟΛΕΜΟΣ: Ἆρ’ ἔστιν ὥστε κἀγγύθεν θέαν λαβεῖν, καὶ βαστάσαι με προσκύσαι θ’ ὥσπερ θεόν; ΦΙΛΟΚΤΗΤΗΣ: Σοί γ’, ὦ τέκνον, καὶ τοῦτο κἄλλο τῶν ἐμῶν ὁποῖον ἄν σοι ξυμφέρῃ γενήσεται. ΝΕΟΠΤΟΛΕΜΟΣ: Καὶ μὴν ἐρῶ γε· τὸν δ’ ἔρωθ’ οὕτως ἔχω· εἴ μοι θέμις, θέλοιμ’ ἄν· εἰ δὲ μή, πάρες. ΦΙΛΟΚΤΗΤΗΣ: Ὅσιά τε φωνεῖς ἔστι τ’, ὦ τέκνον, θέμις, ὅς γ’ ἡλίου τόδ’ εἰσορᾶν ἐμοὶ φάος μόνος δέδωκας, ὃς χθόν’ Οἰταίαν ἰδεῖν, ὃς πατέρα πρέσβυν, ὃς φίλους, ὃς τῶν ἐμῶν [670] ΕΜΠΟΡΟΣ: ἐχθρῶν μ’ ἔνερθεν ὄντ’ ἀνέστησας πέρα. Θάρσει, παρέσται ταῦτά σοι καὶ θιγγάνειν καὶ δόντι δοῦναι κἀξεπεύξασθαι βροτῶν ἀρετῆς ἕκατι τῶνδ’ ἐπιψαῦσαι μόνον· εὐεργετῶν γὰρ καὐτὸς αὔτ’ ἐκτησάμην. ΝΕΟΠΤΟΛΕΜΟΣ: Οὐκ ἄχθομαί σ’ ἰδών τε καὶ λαβὼν φίλον· ὅστις γὰρ εὖ δρᾶν εὖ παθὼν ἐπίσταται, παντὸς γένοιτ’ ἂν κτήματος κρείσσων φίλος. Χωροῖς ἂν εἴσω. ΦΙΛΟΚΤΗΤΗΣ: Καὶ σέ γ’ εἰσάξω· τὸ γὰρ νοσοῦν ποθεῖ σε ξυμπαραστάτην λαβεῖν. ΧΟΡΟΣ: Λόγῳ μὲν ἐξήκουσ’, ὄπωπα δ’ οὐ μάλα, Str. 1 . τὸν πελάταν λέκτρων ποτὲ ‹τῶν› Διὸς κατ’ ἄμπυκα δὴ δρομάδα δέσμιον ὡς ἔβαλεν παγκρατὴς Κρόνου παῖς· ἄλλον δ’ οὔτιν’ ἔγωγ’ οἶδα κλύων οὐδ’ ἐσιδὼν μοίρᾳ τοῦδ’ ἐχθίονι συντυχόντα θνατῶν, ὃς οὔτ’ ἔρξας τιν’ οὔτε νοσφίσας, [685] ΕΜΠΟΡΟΣ: ἀλλ’ ἴσος ἔν ‹γ’› ἴσοις ἀνὴρ ὤλλυθ’ ὧδ’ ἀναξίως. Τόδε ‹δ’ αὖ› θαῦμά μ’ ἔχει πῶς ποτε πῶς ποτ’ ἀμφιπλήκτων ῥοθίων μόνος κλύων, πῶς ἄρα πανδάκρυτον οὕτω βιοτὰν κατέσχεν· ἵν’ αὐτὸς ἦν πρόσουρος, οὐκ ἔχων βάσιν, Ant. 1 . οὐδέ τιν’ ἐγχώρων κακογείτονα, παρ’ ᾧ στόνον ἀντίτυπον ‹τὸν› βαρυβρῶτ’ ἀποκλαύσειεν αἱματηρόν· οὐδ’ ὃς [τὰν] θερμοτάταν αἱμάδα κηκιομέναν ἑλκέων ἐνθήρου ποδὸς ἠπίοισι φύλλοις κατευνάσειεν, εἴ τις ἐμπέσοι, φορβάδος ἐκ γαίας ἑλών· εἷρπε δ’ ἄλλοτ’ ἀλλ‹αχ›ᾷ τότ’ ἂν εἰλυόμενος, παῖς ἄτερ ὡς φίλας τιθήνας, [705] ΕΜΠΟΡΟΣ: ὅθεν εὐμάρει’ ὑπάρχοι πόρου, ἁνίκ’ ἐξανείη δακέθυμος ἄτα· οὐ φορβὰν ἱερᾶς γᾶς σπόρον, οὐκ ἄλλων Str. 2 . αἴρων τῶν νεμόμεσθ’ ἀνέρες ἀλφησταί, πλὴν ἐξ ὠκυβόλων εἴ ποτε τόξων πτα- νοῖς ἰοῖς ἀνύσειε γαστρὶ φορβάν. Ὦ μελέα ψυχά· ὃς μηδ’ οἰνοχύτου πώματος ἥσθη δεκέτει χρόνῳ, λεύσσων δ’ εἴ που γνοίη, στατὸν εἰς ὕδωρ αἰεὶ προσενώμα. Νῦν δ’ ἀνδρῶν ἀγαθῶν παιδὸς ὑπαντήσας Ant. 2 . εὐδαίμων ἀνύσει καὶ μέγας ἐκ κείνων· ὅς νιν ποντοπόρῳ δούρατι, πλήθει πολ- λῶν μηνῶν, πατρίαν ἄγει πρὸς αὐλὰν Μαλιάδων νυμφᾶν Σπερχειοῦ τε παρ’ ὄχθαις, ἵν’ ὁ χάλκασπις ἀνὴρ θεοῖς πλάθει πᾶσιν, θείῳ πυρὶ παμφαής, [730] ΕΜΠΟΡΟΣ: Οἴτας ὑπὲρ ὄχθων. ΝΕΟΠΤΟΛΕΜΟΣ: Ἕρπ’, εἰ θέλεις. Τί δή ποθ’ ὧδ’ ἐξ οὐδενὸς λόγου σιωπᾷς κἀπόπληκτος ὧδ’ ἔχῃ; ΦΙΛΟΚΤΗΤΗΣ: Ἆ, ἆ, ἆ, ἆ. ΝΕΟΠΤΟΛΕΜΟΣ: Τί ἔστιν; ΦΙΛΟΚΤΗΤΗΣ: Οὐδὲν δεινόν· ἀλλ’ ἴθ’, ὦ τέκνον. ΝΕΟΠΤΟΛΕΜΟΣ: Μῶν ἄλγος ἴσχεις τῆς παρεστώσης νόσου; ΦΙΛΟΚΤΗΤΗΣ: Οὐ δῆτ’ ἔγωγ’, ἀλλ’ ἄρτι κουφίζειν δοκῶ. Ἰὼ θεοί. ΝΕΟΠΤΟΛΕΜΟΣ: Τί τοὺς θεοὺς οὕτως ἀναστένων καλεῖς; ΦΙΛΟΚΤΗΤΗΣ: Σωτῆρας αὐτοὺς ἠπίους θ’ ἡμῖν μολεῖν. Ἆ, ἆ, ἆ, ἆ. ΝΕΟΠΤΟΛΕΜΟΣ: Τί ποτε πέπονθας; οὐκ ἐρεῖς, ἀλλ’ ὧδ’ ἔσῃ σιγηλός; ἐν κακῷ δέ τῳ φαίνῃ κυρῶν. ΦΙΛΟΚΤΗΤΗΣ: Ἀπόλωλα, τέκνον, κοὐ δυνήσομαι κακὸν κρύψαι παρ’ ὑμῖν, ἀτταταῖ· διέρχεται, διέρχεται. Δύστηνος, ὦ τάλας ἐγώ. Ἀπόλωλα, τέκνον· βρύκομαι, τέκνον· παπαῖ, [750] ΕΜΠΟΡΟΣ: ἀπαππαπαππαῖ, παππαπαππαπαππαπαῖ. Πρὸς θεῶν, πρόχειρον εἴ τί σοι, τέκνον, πάρα ξίφος χεροῖν, πάταξον εἰς ἄκρον πόδα· ἀπάμησον ὡς τάχιστα· μὴ φείσῃ βίου· Ἴθ’, ὦ παῖ. ΝΕΟΠΤΟΛΕΜΟΣ: Τί δ’ ἔστιν οὕτω νεοχμὸν ἐξαίφνης, ὅτου τοσήνδ’ ἰυγὴν καὶ στόνον σαυτοῦ ποιεῖς; ΦΙΛΟΚΤΗΤΗΣ: Οἶσθ’, ὦ τέκνον. ΝΕΟΠΤΟΛΕΜΟΣ: Τί δ’ ἔστιν; ΦΙΛΟΚΤΗΤΗΣ: Οἶσθ’, ὦ παῖ. ΝΕΟΠΤΟΛΕΜΟΣ: Τί σοι; Οὐκ οἶδα. ΦΙΛΟΚΤΗΤΗΣ: Πῶς οὐκ οἶσθα; παππαπαππαπαῖ. ΝΕΟΠΤΟΛΕΜΟΣ: Δεινόν γε τοὐπίσαγμα τοῦ νοσήματος. ΦΙΛΟΚΤΗΤΗΣ: Δεινὸν γὰρ οὐδὲ ῥητόν· ἀλλ’ οἴκτιρέ με. ΝΕΟΠΤΟΛΕΜΟΣ: Τί δῆτα δράσω; ΦΙΛΟΚΤΗΤΗΣ: Μή με ταρβήσας προδῷς· ἥκει γὰρ αὕτη διὰ χρόνου, πλάνοις ἴσως [760] ΕΜΠΟΡΟΣ: ὡς ἐξεπλήσθη. ΝΕΟΠΤΟΛΕΜΟΣ: Ἰὼ ἰὼ δύστηνε σύ, δύστηνε δῆτα διὰ πόνων πάντων φανείς. Βούλει λάβωμαι δῆτα καὶ θίγω τί σου; ΦΙΛΟΚΤΗΤΗΣ: Μὴ δῆτα τοῦτό γ’· ἀλλά μοι τὰ τόξ’ ἑλὼν τάδ’, ὥσπερ ᾐτοῦ μ’ ἀρτίως, ἕως ἀνῇ τὸ πῆμα τοῦτο τῆς νόσου τὸ νῦν παρόν, σῷζ’ αὐτὰ καὶ φύλασσε· λαμβάνει γὰρ οὖν ὕπνος μ’, ὅταν περ τὸ κακὸν ἐξίῃ τόδε· κοὐκ ἔστι λῆξαι πρότερον· ἀλλ’ ἐᾶν χρεὼν ἕκηλον εὕδειν. Ἢν δὲ τῷδε τῷ χρόνῳ μόλωσ’ ἐκεῖνοι, πρὸς θεῶν, ἐφίεμαι ἑκόντα μήτ’ ἄκοντα, μήτε τῳ τέχνῃ κείνοις μεθεῖναι ταῦτα, μὴ σαυτόν θ’ ἅμα κἄμ’ ὄντα σαυτοῦ πρόστροπον κτείνας γένῃ. ΝΕΟΠΤΟΛΕΜΟΣ: Θάρσει προνοίας οὕνεκ’· οὐ δοθήσεται πλὴν σοί τε κἀμοί· ξὺν τύχῃ δὲ πρόσφερε. ΦΙΛΟΚΤΗΤΗΣ: Ἰδοὺ δέχου, παῖ· τὸν Φθόνον δὲ πρόσκυσον, [780] ΕΜΠΟΡΟΣ: μή σοι γενέσθαι πολύπον’ αὐτά, μηδ’ ὅπως ἐμοί τε καὶ τῷ πρόσθ’ ἐμοῦ κεκτημένῳ. ΝΕΟΠΤΟΛΕΜΟΣ: Ὦ θεοί, γένοιτο ταῦτα νῷν· γένοιτο δὲ πλοῦς οὔριός τε κεὐσταλὴς ὅποι ποτὲ θεὸς δικαιοῖ χὠ στόλος πορσύνεται. ΦΙΛΟΚΤΗΤΗΣ: Ἀλλὰ δέδοικ’, ὦ παῖ, μή μ’ ἀτελὴς εὔχῃ· στάζει γὰρ αὖ μοι φοίνιον τόδ’ ἐκ βυθοῦ κηκῖον αἷμα, καί τι προσδοκῶ νέον. Παπαῖ, φεῦ· παπαῖ μάλ’, ὦ πούς, οἷά μ’ ἐργάσῃ κακά. Προσέρπει, προσέρχεται τόδ’ ἐγγύς. Οἴμοι μοι τάλας. Ἔχετε τὸ πρᾶγμα· μὴ φύγητε μηδαμῇ. Ἀτταταῖ. Ὦ ξένε Κεφαλλήν, εἴθε σοῦ διαμπερὲς στέρνων ἔχοιτ’ ἄλγησις ἥδε. Φεῦ, παπαῖ, παπαῖ μάλ’ αὖθις. Ὦ διπλοῖ στρατηλάται, Ἀγάμεμνον, ὦ Μενέλαε, πῶς ἂν ἀντ’ ἐμοῦ [795] ΕΜΠΟΡΟΣ: τὸν ἴσον χρόνον τρέφοιτε τήνδε τὴν νόσον; Ὤμοι μοι. Ὦ Θάνατε Θάνατε, πῶς ἀεὶ καλούμενος οὕτω κατ’ ἦμαρ οὐ δύνᾳ μολεῖν ποτε; Ὦ τέκνον, ὦ γενναῖον, ἀλλὰ συλλαβών, τῷ Λημνίῳ τῷδ’ ἀνακαλουμένῳ πυρὶ ἔμπρησον, ὦ γενναῖε· κἀγώ τοί ποτε τὸν τοῦ Διὸς παῖδ’ ἀντὶ τῶνδε τῶν ὅπλων, ἃ νῦν σὺ σῴζεις, τοῦτ’ ἐπηξίωσα δρᾶν. Τί φῄς, παῖ; Τί φῄς; Τί σιγᾷς; Ποῦ ποτ’ ὤν, τέκνον, κυρεῖς; ΝΕΟΠΤΟΛΕΜΟΣ: Ἀλγῶ πάλαι δὴ τἀπὶ σοὶ στένων κακά. ΦΙΛΟΚΤΗΤΗΣ: Ἀλλ’, ὦ τέκνον, καὶ θάρσος ἴσχ’· ὡς ἥδε μοι ὀξεῖα φοιτᾷ καὶ ταχεῖ’ ἀπέρχεται. Ἀλλ’ ἀντιάζω, μή με καταλίπῃς μόνον. ΝΕΟΠΤΟΛΕΜΟΣ: Θάρσει, μενοῦμεν. ΦΙΛΟΚΤΗΤΗΣ: Ἦ μενεῖς; ΝΕΟΠΤΟΛΕΜΟΣ: Σαφῶς φρόνει. [815] ΦΙΛΟΚΤΗΤΗΣ: Οὐ μήν σ’ ἔνορκόν γ’ ἀξιῶ θέσθαι, τέκνον. ΝΕΟΠΤΟΛΕΜΟΣ: Ὡς οὐ θέμις γ’ ἐμοί ‘στι σοῦ μολεῖν ἄτερ. ΦΙΛΟΚΤΗΤΗΣ: Ἔμβαλλε χειρὸς πίστιν. ΝΕΟΠΤΟΛΕΜΟΣ: Ἐμβάλλω μενεῖν. ΦΙΛΟΚΤΗΤΗΣ: Ἐκεῖσε νῦν μ’, ἐκεῖσε ‑ ΝΕΟΠΤΟΛΕΜΟΣ: Ποῖ λέγεις; ΦΙΛΟΚΤΗΤΗΣ: Ἄνω ‑ ΝΕΟΠΤΟΛΕΜΟΣ: Τί παραφρονεῖς αὖ; τί τὸν ἄνω λεύσσεις κύκλον; ΦΙΛΟΚΤΗΤΗΣ: Μέθες, μέθες με. ΝΕΟΠΤΟΛΕΜΟΣ: Ποῖ μεθῶ; ΦΙΛΟΚΤΗΤΗΣ: Μέθες ποτέ. ΝΕΟΠΤΟΛΕΜΟΣ: Οὔ φημ’ ἐάσειν. ΦΙΛΟΚΤΗΤΗΣ: Ἀπό μ’ ὀλεῖς, ἢν προσθίγῃς. ΝΕΟΠΤΟΛΕΜΟΣ: Καὶ δὴ μεθίημ’, ‹εἴ› τι δὴ πλέον φρονεῖς. ΦΙΛΟΚΤΗΤΗΣ: Ὦ γαῖα, δέξαι θανάσιμόν μ’ ὅπως ἔχω· τὸ γὰρ κακὸν τόδ’ οὐκέτ’ ὀρθοῦσθαί μ’ ἐᾷ. ΝΕΟΠΤΟΛΕΜΟΣ: Τὸν ἄνδρ’ ἔοικεν ὕπνος οὐ μακροῦ χρόνου ἕξειν· κάρα γὰρ ὑπτιάζεται τόδε, [825] ΕΜΠΟΡΟΣ: ἱδρώς γέ τοί νιν πᾶν καταστάζει δέμας, μέλαινά τ’ ἄκρου τις παρέρρωγεν ποδὸς αἱμορραγὴς φλέψ. Ἀλλ’ ἐάσωμεν, φίλοι, ἕκηλον αὐτόν, ὡς ἂν εἰς ὕπνον πέσῃ. ΧΟΡΟΣ: Ὕπν’ ὀδύνας ἀδαής, Ὕπνε δ’ ἀλγέων, Str. εὐαὴς ἡμῖν ἔλθοις, ‹εὐαίων,› εὐαίων ὦναξ· ὄμμασι δ’ ἀντίσχοις τάνδ’ αἴγλαν, ἃ τέταται τανῦν· ἴθι ἴθι μοι παιών. ‑ Ὦ τέκνον, ὅρα ποῦ στάσῃ, ποῖ δὲ βάσῃ, πῶς δέ μοι τἀντεῦθεν φροντίδος. Ὁρᾷς ἤδη. Πρὸς τί μένομεν πράσσειν; Καιρός τοι πάντων γνώμαν ἴσχων ‹πολύ τι› πολὺ παρὰ πόδα κράτος ἄρνυται. ΝΕΟΠΤΟΛΕΜΟΣ: Ἀλλ’ ὅδε μὲν κλύει οὐδέν, ἐγὼ δ’ ὁρῶ οὕνεκα θήραν τήνδ’ ἁλίως ἔχομεν τόξων, δίχα τοῦδε πλέοντες· Τοῦδε γὰρ ὁ στέφανος, τοῦτον θεὸς εἶπε κομίζειν. [845] ΕΜΠΟΡΟΣ: Κομπεῖν δ’ ἔστ’ ἀτελῆ σὺν ψεύδεσιν αἰσχρὸν ὄνειδος. ΧΟΡΟΣ: Ἀλλά, τέκνον, τάδε μὲν θεὸς ὄψεται· Ant. ὧν δ’ ἂν κἀμείβῃ μ’ αὖθις, βαιάν μοι, βαιάν, ὦ τέκνον, πέμπε λόγων φάμαν· ὡς πάντων ἐν νόσῳ εὐδρακὴς ὕπνος ἄϋπνος λεύσσειν. ‑ Ἀλλ’ ὅ τι δύνᾳ μάκιστον, κεῖνο ‹δή› μοι, κεῖνο ‹λάθρᾳ› λάθρᾳ ἐξιδοῦ ὅπως πράξεις. Οἶσθα γὰρ ὃν αὐδῶμαι. Εἰ ταύταν τούτῳ γνώμαν ἴσχεις, μάλα τοι ἄπορα πυκινοῖς ἐνιδεῖν πάθη. Οὖρός τοι, τέκνον, οὖρος· ἁ- Ep. νὴρ δ’ ἀνόμματος, οὐδ’ ἔχων ἀρωγάν, ἐκτέταται νύχιος, ‑ ἀλεὴς ὕπνος ἐσθλός, ‑ οὐ χερός, οὐ ποδός, οὔ τινος ἄρχων, ἀλλ’ ὥς τίς ‹τ’› Ἀΐδᾳ παρακείμενος. [865] ΕΜΠΟΡΟΣ: Ὅρα, βλέπ’ εἰ καίρια φθέγγῃ· τὸ δ’ ἁλώσιμον ἐμᾷ φροντίδι, παῖ, πόνος ὁ μὴ φοβῶν κράτιστος. ΝΕΟΠΤΟΛΕΜΟΣ: Σιγᾶν κελεύω, μηδ’ ἀφεστάναι φρενῶν· κινεῖ γὰρ ἁνὴρ ὄμμα κἀνάγει κάρα. ΦΙΛΟΚΤΗΤΗΣ: Ὦ φέγγος ὕπνου διάδοχον, τό τ’ ἐλπίδων ἄπιστον οἰκούρημα τῶνδε τῶν ξένων· οὐ γάρ ποτ’, ὦ παῖ, τοῦτ’ ἂν ἐξηύχησ’ ἐγὼ τλῆναί σ’ ἐλεινῶς ὧδε τἀμὰ πήματα μεῖναι παρόντα καὶ ξυνωφελοῦντά μοι. Οὔκουν Ἀτρεῖδαι τοῦτ’ ἔτλησαν εὐφόρως οὕτως ἐνεγκεῖν, ἁγαθοὶ στρατηλάται. Ἀλλ’ ‑ εὐγενὴς γὰρ ἡ φύσις κἀξ εὐγενῶν, ὦ τέκνον, ἡ σή, ‑ πάντα ταῦτ’ ἐν εὐχερεῖ ἔθου, βοῆς τε καὶ δυσοσμίας γέμων. Καὶ νῦν ἐπειδὴ τοῦδε τοῦ κακοῦ δοκεῖ λήθη τις εἶναι κἀνάπαυλα δή, τέκνον, [880] ΕΜΠΟΡΟΣ: σύ μ’ αὐτὸς ἆρον, σύ με κατάστησον, τέκνον, ἵν’, ἡνίκ’ ἂν κόπος μ’ ἀπαλλάξῃ ποτέ, ὁρμώμεθ’ ἐς ναῦν μηδ’ ἐπίσχωμεν τὸ πλεῖν. ΝΕΟΠΤΟΛΕΜΟΣ: Ἀλλ’ ἥδομαι μέν σ’ εἰσιδὼν παρ’ ἐλπίδα ἀνώδυνον βλέποντα κἀμπνέοντ’ ἔτι· ὡς οὐκέτ’ ὄντος γὰρ τὰ συμβόλαιά σου πρὸς τὰς παρούσας ξυμφορὰς ἐφαίνετο. Νῦν δ’ αἶρε σαυτόν· εἰ δέ σοι μᾶλλον φίλον, οἴσουσί σ’ οἵδε· τοῦ πόνου γὰρ οὐκ ὄκνος, ἐπείπερ οὕτω σοί τ’ ἔδοξ’ ἐμοί τε δρᾶν. ΦΙΛΟΚΤΗΤΗΣ: Αἰνῶ τάδ’, ὦ παῖ, καί μ’ ἔπαιρ’, ὥσπερ νοεῖς· τούτους δ’ ἔασον, μὴ βαρυνθῶσιν κακῇ ὀσμῇ πρὸ τοῦ δέοντος· οὑπὶ νηὶ γὰρ ἅλις πόνος τούτοισι συνναίειν ἐμοί. ΝΕΟΠΤΟΛΕΜΟΣ: Ἔσται τάδ’· ἀλλ’ ἵστω τε καὐτὸς ἀντέχου. ΦΙΛΟΚΤΗΤΗΣ: Θάρσει· τό τοι σύνηθες ὀρθώσει μ’ ἔθος. ΝΕΟΠΤΟΛΕΜΟΣ: Παπαῖ· τί δῆτ’ ἂ‹ν› δρῷμ’ ἐγὼ τοὐνθένδε γε; ΦΙΛΟΚΤΗΤΗΣ: Τί δ’ ἔστιν, ὦ παῖ; ποῖ ποτ’ ἐξέβης λόγῳ; [900] ΝΕΟΠΤΟΛΕΜΟΣ: Οὐκ οἶδ’ ὅποι χρὴ τἄπορον τρέπειν ἔπος. ΦΙΛΟΚΤΗΤΗΣ: Ἀπορεῖς δὲ τοῦ σύ; μὴ λέγ’, ὦ τέκνον, τάδε. ΝΕΟΠΤΟΛΕΜΟΣ: Ἀλλ’ ἐνθάδ’ ἤδη τοῦδε τοῦ πάθους κυρῶ. ΦΙΛΟΚΤΗΤΗΣ: Οὐ δή σε δυσχέρεια τοῦ νοσήματος ἔπεισεν ὥστε μή μ’ ἄγειν ναύτην ἔτι; ΝΕΟΠΤΟΛΕΜΟΣ: Ἅπαντα δυσχέρεια, τὴν αὑτοῦ φύσιν ὅταν λιπών τις δρᾷ τὰ μὴ προσεικότα. ΦΙΛΟΚΤΗΤΗΣ: Ἀλλ’ οὐδὲν ἔξω τοῦ φυτεύσαντος σύ γε δρᾷς οὐδὲ φωνεῖς, ἐσθλὸν ἄνδρ’ ἐπωφελῶν. ΝΕΟΠΤΟΛΕΜΟΣ: Αἰσχρὸς φανοῦμαι· τοῦτ’ ἀνιῶμαι πάλαι. ΦΙΛΟΚΤΗΤΗΣ: Οὔκουν ἐν οἷς γε δρᾷς· ἐν οἷς δ’ αὐδᾷς ὀκνῶ. ΝΕΟΠΤΟΛΕΜΟΣ: Ὦ Ζεῦ, τί δράσω; δεύτερον ληφθῶ κακός, κρύπτων θ’ ἃ μὴ δεῖ καὶ λέγων αἴσχιστ’ ἐπῶν; ΦΙΛΟΚΤΗΤΗΣ: Ἁνὴρ ὅδ’, εἰ μὴ ‘γὼ κακὸς γνώμην ἔφυν, προδούς μ’ ἔοικεν κἀκλιπὼν τὸν πλοῦν στελεῖν. ΝΕΟΠΤΟΛΕΜΟΣ: Λιπὼν μὲν οὐκ ἔγωγε, λυπηρῶς δὲ μὴ πέμπω σε μᾶλλον, τοῦτ’ ἀνιῶμαι πάλαι. ΦΙΛΟΚΤΗΤΗΣ: Τί ποτε λέγεις, ὦ τέκνον; ὡς οὐ μανθάνω. [915] ΝΕΟΠΤΟΛΕΜΟΣ: Οὐδέν σε κρύψω· δεῖ γὰρ ἐς Τροίαν σε πλεῖν πρὸς τοὺς Ἀχαιοὺς καὶ τὸν Ἀτρειδῶν στόλον. ΦΙΛΟΚΤΗΤΗΣ: Οἴμοι, τί εἶπας; ΝΕΟΠΤΟΛΕΜΟΣ: Μὴ στέναζε πρὶν μάθῃς. ΦΙΛΟΚΤΗΤΗΣ: Ποῖον μάθημα; τί με νοεῖς δρᾶσαί ποτε; ΝΕΟΠΤΟΛΕΜΟΣ: Σῶσαι κακοῦ μὲν πρῶτα τοῦδ’, ἔπειτα δὲ ξὺν σοὶ τὰ Τροίας πεδία πορθῆσαι μολών. ΦΙΛΟΚΤΗΤΗΣ: Καὶ ταῦτ’ ἀληθῆ δρᾶν νοεῖς; ΝΕΟΠΤΟΛΕΜΟΣ: Πολλὴ κρατεῖ τούτων ἀνάγκη· καὶ σὺ μὴ θυμοῦ κλύων. ΦΙΛΟΚΤΗΤΗΣ: Ἀπόλωλα τλήμων, προδέδομαι. Τί μ’, ὦ ξένε, δέδρακας; ἀπόδος ὡς τάχος τὰ τόξα μοι. ΝΕΟΠΤΟΛΕΜΟΣ: Ἀλλ’ οὐχ οἷόν τε· τῶν γὰρ ἐν τέλει κλύειν τό τ’ ἔνδικόν με καὶ τὸ συμφέρον ποεῖ. ΦΙΛΟΚΤΗΤΗΣ: Ὦ πῦρ σὺ καὶ πᾶν δεῖμα καὶ πανουργίας δεινῆς τέχνημ’ ἔχθιστον, οἷά μ’ εἰργάσω, οἷ’ ἠπάτηκας· οὐδ’ ἐπαισχύνῃ μ’ ὁρῶν τὸν προστρόπαιον, τὸν ἱκέτην, ὦ σχέτλιε; [935] ΕΜΠΟΡΟΣ: Ἀπεστέρηκας τὸν βίον τὰ τόξ’ ἑλών· ἀπόδος, ἱκνοῦμαί σ’, ἀπόδος, ἱκετεύω, τέκνον. Πρὸς θεῶν πατρῴων, τὸν βίον μή μου ‘φέλῃς. Ὤμοι τάλας. Ἀλλ’ οὐδὲ προσφωνεῖ μ’ ἔτι, ἀλλ’ ὡς μεθήσων μήποθ’, ὧδ’ ὁρᾷ πάλιν. Ὦ λιμένες, ὦ προβλῆτες, ὦ ξυνουσίαι θηρῶν ὀρείων, ὦ καταρρῶγες πέτραι, ὑμῖν τάδ’, οὐ γὰρ ἄλλον οἶδ’ ὅτῳ λέγω, ἀνακλαίομαι παροῦσι τοῖς εἰωθόσιν οἷ’ ἔργ’ ὁ παῖς μ’ ἔδρασεν οὑξ Ἀχιλλέως· ὀμόσας ἀπάξειν οἴκαδ’, ἐς Τροίαν μ’ ἄγει· προσθείς τε χεῖρα δεξιάν, τὰ τόξα μου ἱερὰ λαβὼν τοῦ Ζηνὸς Ἡρακλέους ἔχει, καὶ τοῖσιν Ἀργείοισι φήνασθαι θέλει. Ὡς ἄνδρ’ ἑλὼν ἰσχυρὸν ἐκ βίας μ’ ἄγει, κοὐκ οἶδ’ ἐναίρων νεκρόν, ἢ καπνοῦ σκιάν, εἴδωλον ἄλλως· οὐ γὰρ ἂν σθένοντά γε εἷλέν μ’· ἐπεὶ οὐδ’ ἂν ὧδ’ ἔχοντ’, εἰ μὴ δόλῳ. [950] ΕΜΠΟΡΟΣ: Νῦν δ’ ἠπάτημαι δύσμορος· τί χρή με δρᾶν; ‹Ἀλλ’› ἀπόδος· ἀλλὰ νῦν ἔτ’ ἐν σαυτῷ γενοῦ. Τί φῄς; σιωπᾷς. Οὐδέν εἰμ’ ὁ δύσμορος. Ὦ σχῆμα πέτρας δίπυλον, αὖθις αὖ πάλιν εἴσειμι πρὸς σὲ ψιλός, οὐκ ἔχων τροφήν, ἀλλ’ αὐανοῦμαι τῷδ’ ἐν αὐλίῳ μόνος, οὐ πτηνὸν ὄρνιν, οὐδὲ θῆρ’ ὀρειβάτην τόξοις ἐναίρων τοισίδ’, ἀλλ’ αὐτὸς τάλας θανὼν παρέξω δαῖθ’ ὑφ’ ὧν ἐφερβόμην, καί μ’ οὓς ἐθήρων πρόσθε θηράσουσι νῦν· φόνον φόνου δὲ ῥύσιον τείσω τάλας πρὸς τοῦ δοκοῦντος οὐδὲν εἰδέναι κακόν. Ὄλοιο ‑ μήπω, πρὶν μάθοιμ’ εἰ καὶ πάλιν γνώμην μετοίσεις· εἰ δὲ μή, θάνοις κακῶς. ΧΟΡΟΣ: Τί δρῶμεν; ἐν σοὶ καὶ τὸ πλεῖν ἡμᾶς, ἄναξ, ἤδη ‘στὶ καὶ τοῖς τοῦδε προσχωρεῖν λόγοις. ΝΕΟΠΤΟΛΕΜΟΣ: Ἐμοὶ μὲν οἶκτος δεινὸς ἐμπέπτωκέ τις τοῦδ’ ἀνδρὸς οὐ νῦν πρῶτον, ἀλλὰ καὶ πάλαι. [970] ΦΙΛΟΚΤΗΤΗΣ: Ἐλέησον, ὦ παῖ, πρὸς θεῶν, καὶ μὴ παρῇς σαυτοῦ βροτοῖς ὄνειδος ἐκκλέψας ἐμέ. ΝΕΟΠΤΟΛΕΜΟΣ: Οἴμοι, τί δράσω; μήποτ’ ὤφελον λιπεῖν τὴν Σκῦρον· οὕτω τοῖς παροῦσιν ἄχθομαι. ΦΙΛΟΚΤΗΤΗΣ: Οὐκ εἶ κακὸς σύ, πρὸς κακῶν δ’ ἀνδρῶν μαθὼν ἔοικας ἥκειν αἰσχρά· νῦν δ’ ἄλλοισι δοὺς οἷς εἰκός, ἔκπλει, τἀμά μοι μεθεὶς ὅπλα. ΝΕΟΠΤΟΛΕΜΟΣ: Τί δρῶμεν, ἄνδρες; ΟΔΥΣΣΕΥΣ: Ὦ κάκιστ’ ἀνδρῶν, τί δρᾷς; Οὐκ εἶ, μεθεὶς τὰ τόξα ταῦτ’ ἐμοί, πάλιν; ΦΙΛΟΚΤΗΤΗΣ: Οἴμοι, τίς ἁνήρ; ἆρ’ Ὀδυσσέως κλύω; ΟΔΥΣΣΕΥΣ: Ὀδυσσέως, σάφ’ ἴσθ’, ἐμοῦ γ’, ὃν εἰσορᾷς. ΦΙΛΟΚΤΗΤΗΣ: Οἴμοι· πέπραμαι κἀπόλωλ’· ὅδ’ ἦν ἄρα ὁ ξυλλαβών με κἀπονοσφίσας ὅπλων. ΟΔΥΣΣΕΥΣ: Ἐγώ, σάφ’ ἴσθ’, οὐκ ἄλλος· ὁμολογῶ τάδε. ΦΙΛΟΚΤΗΤΗΣ: Ἀπόδος, ἄφες μοι, παῖ, τὰ τόξα. ΟΔΥΣΣΕΥΣ: Τοῦτο μέν, οὐδ’ ἢν θέλῃ, δράσει ποτ’· ἀλλὰ καὶ σὲ δεῖ [985] ΕΜΠΟΡΟΣ: στείχειν ἅμ’ αὐτοῖς, ἢ βίᾳ στελοῦσί σε. ΦΙΛΟΚΤΗΤΗΣ: Ἔμ’, ὦ κακῶν κάκιστε καὶ τολμήστατε, οἵδ’ ἐκ βίας ἄξουσιν; ΟΔΥΣΣΕΥΣ: Ἢν μὴ ‘ρπῃς ἑκών. ΦΙΛΟΚΤΗΤΗΣ: Ὦ Λημνία χθὼν καὶ τὸ παγκρατὲς σέλας Ἡφαιστότευκτον, ταῦτα δῆτ’ ἀνασχετά, εἴ μ’ οὗτος ἐκ τῶν σῶν ἀπάξεται βίᾳ; ΟΔΥΣΣΕΥΣ: Ζεύς ἐσθ’, ἵν’ εἰδῇς, Ζεύς, ὁ τῆσδε γῆς κρατῶν, Ζεύς, ᾧ δέδοκται ταῦθ’· ὑπηρετῶ δ’ ἐγώ. ΦΙΛΟΚΤΗΤΗΣ: Ὦ μῖσος, οἷα κἀξανευρίσκεις λέγειν· θεοὺς προτείνων τοὺς θεοὺς ψευδεῖς τίθης. ΟΔΥΣΣΕΥΣ: Οὔκ, ἀλλ’ ἀληθεῖς. Ἡ δ’ ὁδὸς πορευτέα. ΦΙΛΟΚΤΗΤΗΣ: Οὔ φημ’ ἔγωγε. ΟΔΥΣΣΕΥΣ: Φημί· πειστέον τάδε. ΦΙΛΟΚΤΗΤΗΣ: Οἴμοι τάλας. Ἡμᾶς μὲν ὡς δούλους σαφῶς πατὴρ ἄρ’ ἐξέφυσεν, οὐδ’ ἐλευθέρους. ΟΔΥΣΣΕΥΣ: Οὔκ, ἀλλ’ ὁμοίους τοῖς ἀρίστοισιν, μεθ’ ὧν Τροίαν σ’ ἑλεῖν δεῖ καὶ κατασκάψαι βίᾳ. [1000] ΦΙΛΟΚΤΗΤΗΣ: Οὐδέποτέ γ’· οὐδ’ ἢν χρῇ με πᾶν παθεῖν κακόν, ἕως ἂν ᾖ μοι γῆς τόδ’ αἰπεινὸν βάθρον. ΟΔΥΣΣΕΥΣ: Τί δ’ ἐργασείεις; ΦΙΛΟΚΤΗΤΗΣ: Κρᾶτ’ ἐμὸν τόδ’ αὐτίκα πέτρᾳ πέτρας ἄνωθεν αἱμάξω πεσών. ΟΔΥΣΣΕΥΣ: Ξυλλάβετέ γ’ αὐτόν· μὴ ‘πὶ τῷδ’ ἔστω τάδε. ΦΙΛΟΚΤΗΤΗΣ: Ὦ χεῖρες, οἷα πάσχετ’ ἐν χρείᾳ φίλης νευρᾶς, ὑπ’ ἀνδρὸς τοῦδε συνθηρώμεναι. Ὦ μηδὲν ὑγιὲς μηδ’ ἐλεύθερον φρονῶν, οἷ’ αὖ μ’ ὑπῆλθες, ὥς μ’ ἐθηράσω, λαβὼν πρόβλημα σαυτοῦ παῖδα τόνδ’ ἀγνῶτ’ ἐμοί, ἀνάξιον μὲν σοῦ, κατάξιον δ’ ἐμοῦ, ὃς οὐδὲν ᾔδει πλὴν τὸ προσταχθὲν ποεῖν, δῆλος δὲ καὶ νῦν ἐστιν ἀλγεινῶς φέρων οἷς τ’ αὐτὸς ἐξήμαρτεν οἷς τ’ ἐγὼ ‘παθον. Ἀλλ’ ἡ κακὴ σὴ διὰ μυχῶν βλέπουσ’ ἀεὶ ψυχή νιν ἀφυῆ τ’ ὄντα κοὐ θέλονθ’ ὅμως εὖ προὐδίδαξεν ἐν κακοῖς εἶναι σοφόν. [1020] ΕΜΠΟΡΟΣ: Καὶ νῦν ἔμ’, ὦ δύστηνε, συνδήσας νοεῖς ἄγειν ἀπ’ ἀκτῆς τῆσδ’, ἐν ᾗ με προὐβάλου ἄφιλον, ἔρημον, ἄπολιν, ἐν ζῶσιν νεκρόν; Φεῦ. Ὄλοιο· καί σοι πολλάκις τόδ’ ηὐξάμην. Ἀλλ’, οὐ γὰρ οὐδὲν θεοὶ νέμουσιν ἡδύ μοι, σὺ μὲν γέγηθας ζῶν, ἐγὼ δ’ ἀλγύνομαι τοῦτ’ αὔθ’, ὅτι ζῶ σὺν κακοῖς πολλοῖς τάλας, γελώμενος πρὸς σοῦ τε καὶ τῶν Ἀτρέως διπλῶν στρατηγῶν, οἷς σὺ ταῦθ’ ὑπηρετεῖς. Καίτοι σὺ μὲν κλοπῇ τε κἀνάγκῃ ζυγεὶς ἔπλεις ἅμ’ αὐτοῖς, ἐμὲ δὲ τὸν πανάθλιον, ἑκόντα πλεύσανθ’ ἑπτὰ ναυσὶ ναυβάτην, ἄτιμον ἔβαλον, ὡς σὺ φῄς, κεῖνοι δὲ σέ. Καὶ νῦν τί μ’ ἄγετε; τί μ’ ἀπάγεσθε; τοῦ χάριν; ὃς οὐδέν εἰμι καὶ τέθνηχ’ ὑμῖν πάλαι. Πῶς, ὦ θεοῖς ἔχθιστε, νῦν οὐκ εἰμί σοι χωλός, δυσώδης; πῶς θεοῖς ἔξεστ’, ἐμοῦ [1035] ΕΜΠΟΡΟΣ: πλεύσαντος, αἴθειν ἱερά, πῶς σπένδειν ἔτι; αὕτη γὰρ ἦν σοι πρόφασις ἐκβαλεῖν ἐμέ. Κακῶς ὄλοισθ’· ὀλεῖσθε δ’ ἠδικηκότες τὸν ἄνδρα τόνδε, θεοῖσιν εἰ δίκης μέλει. Ἔξοιδα δ’ ὡς μέλει γ’· ἐπεὶ οὔποτ’ ἂν στόλον ἐπλεύσατ’ ἂν τόνδ’ οὕνεκ’ ἀνδρὸς ἀθλίου, εἰ μή τι κέντρον θεῖον ἦγ’ ὑμᾶς ἐμοῦ. Ἀλλ’, ὦ πατρῴα γῆ θεοί τ’ ἐπόψιοι, τείσασθε, τείσασθ’ ἀλλὰ τῷ χρόνῳ ποτὲ ξύμπαντας αὐτούς, εἴ τι κἄμ’ οἰκτίρετε· ὡς ζῶ μὲν οἰκτρῶς, εἰ δ’ ἴδοιμ’ ὀλωλότας τούτους, δοκοῖμ’ ἂν τῆς νόσου πεφευγέναι. ΧΟΡΟΣ: Βαρύς τε καὶ βαρεῖαν ὁ ξένος φάτιν τήνδ’ εἶπ’, Ὀδυσσεῦ, κοὐχ ὑπείκουσαν κακοῖς· ΟΔΥΣΣΕΥΣ: Πόλλ’ ἂν λέγειν ἔχοιμι πρὸς τὰ τοῦδ’ ἔπη, εἴ μοι παρείκοι· νῦν δ’ ἑνὸς κρατῶ λόγου. Οὗ γὰρ τοιούτων δεῖ, τοιοῦτός εἰμ’ ἐγώ· χὤπου δικαίων κἀγαθῶν ἀνδρῶν κρίσις, [1055] ΕΜΠΟΡΟΣ: οὐκ ἂν λάβοις μου μᾶλλον οὐδέν’ εὐσεβῆ. Νικᾶν γε μέντοι πανταχοῦ χρῄζων ἔφυν, πλὴν εἰς σέ· νῦν δὲ σοί γ’ ἑκὼν ἐκστήσομαι. Ἄφετε γὰρ αὐτόν, μηδὲ προσψαύσητ’ ἔτι· ἐᾶτε μίμνειν. Οὐδὲ σοῦ προσχρῄζομεν, τά γ’ ὅπλ’ ἔχοντες ταῦτ’· ἐπεὶ πάρεστι μὲν Τεῦκρος παρ’ ἡμῖν, τήνδ’ ἐπιστήμην ἔχων, ἐγώ θ’, ὃς οἶμαι σοῦ κάκιον οὐδὲν ἂν τούτων κρατύνειν, μηδ’ ἐπιθύνειν χερί. Τί δῆτα σοῦ δεῖ; χαῖρε τὴν Λῆμνον πατῶν· ἡμεῖς δ’ ἴωμεν· καὶ τάχ’ ἂν τὸ σὸν γέρας τιμὴν ἐμοὶ νείμειεν, ἣν σὲ χρῆν ἔχειν. ΦΙΛΟΚΤΗΤΗΣ: Οἴμοι· τί δράσω δύσμορος; Σὺ τοῖς ἐμοῖς ὅπλοισι κοσμηθεὶς ἐν Ἀργείοις φανῇ; ΟΔΥΣΣΕΥΣ: Μή μ’ ἀντιφώνει μηδέν, ὡς στείχοντα δή. ΦΙΛΟΚΤΗΤΗΣ: Ὦ σπέρμ’ Ἀχιλλέως, οὐδὲ σοῦ φωνῆς ἔτι γενήσομαι προσφθεγκτός, ἀλλ’ οὕτως ἄπει; ΟΔΥΣΣΕΥΣ: Χώρει σύ· μὴ πρόσλευσσε, γενναῖός περ ὤν, [1070] ΕΜΠΟΡΟΣ: ἡμῶν ὅπως μὴ τὴν τύχην διαφθερεῖς. ΦΙΛΟΚΤΗΤΗΣ: Ἦ καὶ πρὸς ὑμῶν ὧδ’ ἔρημος, ὦ ξένοι, λειφθήσομαι δὴ κοὐκ ἐποικτιρεῖτέ με; ΧΟΡΟΣ: Ὅδ’ ἐστὶν ἡμῶν ναυκράτωρ ὁ παῖς· ὅσ’ ἂν οὗτος λέγῃ σοι, ταῦτά σοι χἠμεῖς φαμεν. ΝΕΟΠΤΟΛΕΜΟΣ: Ἀκούσομαι μὲν ὡς ἔφυν οἴκτου πλέως πρὸς τοῦδ’· ὅμως δὲ μείνατ’, εἰ τούτῳ δοκεῖ, χρόνον τοσοῦτον εἰς ὅσον τά τ’ ἐκ νεὼς στείλωσι ναῦται καὶ θεοῖς εὐξώμεθα. χοὖτος τάχ’ ἂν φρόνησιν ἐν τούτῳ λάβοι λῴω τιν’ ἡμῖν. Νὼ μὲν οὖν ὁρμώμεθον, ὑμεῖς δ’, ὅταν καλῶμεν, ὁρμᾶσθαι ταχεῖς. ΦΙΛΟΚΤΗΤΗΣ: Ὦ κοίλας πέτρας γύαλον Str. 1 . θερμὸν καὶ παγετῶδες, ὥς σ’ οὐκ ἔμελλον ἄρ’, ὦ τάλας, λείψειν οὐδέποτ’, ἀλλά μοι καὶ θνῄσκοντι συνείσῃ. Ὤμοι μοί μοι. [1090] ΕΜΠΟΡΟΣ: Ὦ πληρέστατον αὔλιον λύπας τᾶς ἀπ’ ἐμοῦ τάλαν, τίπτ’ αὖ μοι τὸ κατ’ ἦμαρ ἔσ- ται; τοῦ ποτε τεύξομαι σιτονόμου μέλεος πόθεν ἐλπίδος; ἴθ’ αἰθέρος ἄνω πτωκάδες ὀξυτόνου διὰ πνεύματος· ἅλωσιν οὐκέτ’ ἴσχω. ΧΟΡΟΣ: Σύ τοι σύ τοι κατηξίω- σας, ὦ βαρύποτμ’, οὐκ ἄλλοθεν ἁ τύχα ἅδ’ ἀπὸ μείζονος, εὖτέ γε παρὸν φρονῆσαι τοῦ λῴονος δαίμονος εἵ- λου τὸ κάκιον αἰνεῖν. ΦΙΛΟΚΤΗΤΗΣ: Ὦ τλάμων τλάμων ἄρ’ ἐγὼ Ant. 1 . καὶ μόχθῳ λωβατός, ὃς ἤ- δη μετ’ οὐδενὸς ὕστερον ἀνδρῶν εἰσοπίσω τάλας [1105] ΕΜΠΟΡΟΣ: ναίων ἐνθάδ’ ὀλοῦμαι, αἰαῖ αἰαῖ, οὐ φορβὰν ἔτι προσφέρων, οὐ πτανῶν ἀπ’ ἐμῶν ὅπλων κραταιαῖς μετὰ χερσὶν ἴσ- χων· ἀλλά μοι ἄσκοπα κρυπτά τ’ ἔπη δολερᾶς ὑπέδυ φρενός· ἰδοίμαν δέ νιν, τὸν τάδε μησάμενον, τὸν ἴσον χρόνον ἐμὰς λαχόντ’ ἀνίας. ΧΟΡΟΣ: Πότμος, ‹πότμος› σε δαιμόνων τάδ’, οὐδὲ σέ γε δόλος ἔσχ’ ὑπὸ χειρὸς ἐμᾶς· στυγερὰν ἔχε δύσποτμον ἀρὰν ἐπ’ ἄλλοις· καὶ γὰρ ἐμοὶ τοῦτο μέλει, μὴ φιλότητ’ ἀπώσῃ. ΦΙΛΟΚΤΗΤΗΣ: Οἴμοι μοι, καί που πολιᾶς Str. 2 . πόντου θινὸς ἐφήμενος, [1125] ΕΜΠΟΡΟΣ: γελᾷ μου, χερὶ πάλλων τὰν ἐμὰν μελέου τροφάν, τὰν οὐδείς ποτ’ ἐβάστασεν. Ὦ τόξον φίλον, ὦ φίλων χειρῶν ἐκβεβιασμένον, ἦ που ἐλεινὸν ὁρᾷς, φρένας εἴ τινας ἔχεις, τὸν Ἡράκλειον ἄθλιον ὧδέ σοι οὐκέτι χρησόμενον τὸ μεθύστερον, ἄλλου δ’ ἐν μεταλλαγᾷ πολυμηχάνου ἀνδρὸς ἐρέσσῃ, ὁρῶν μὲν αἰσχρὰς ἀπάτας, στυγνόν τε φῶτ’ ἐχθοδοπόν, μυρί’ ἀπ’ αἰσχρῶν ἀνατέλλονθ’ ὅσ’ ἐφ’ ἡ- μῖν κάκ’ ἐμήσατ’ οὐδείς. ΧΟΡΟΣ: Ἀνδρός τοι τὸ μὲν εὖ δίκαιον εἰπεῖν, εἰπόντος δὲ μὴ φθονερὰν ἐξῶσαι γλώσσας ὀδύναν. [1145] ΕΜΠΟΡΟΣ: Κεῖνος δ’ εἷς ἀπὸ πολλῶν ταχθεὶς τῶνδ’ ἐφημοσύνᾳ κοινὰν ἤνυσεν ἐς φίλους ἀρωγάν. ΦΙΛΟΚΤΗΤΗΣ: Ὦ πταναὶ θῆραι χαροπῶν τ’ Ant. 2 . ἔθνη θηρῶν, οὓς ὅδ’ ἔχει χῶρος οὐρεσιβώτας, φυγᾷ μ’ οὐκέτ’ ἀπ’ αὐλίων πελᾶτ’· οὐ γὰρ ἔχω χεροῖν τὰν πρόσθεν βελέων ἀλκάν, ὦ δύστανος ἐγὼ τανῦν, ἀλλ’ ἀνέδην ὅδε χῶρος ἐρύκεται, οὐκέτι φοβητὸς ὑμῖν. Ἕρπετε, νῦν καλὸν ἀντίφονον κορέσαι στόμα πρὸς χάριν ἐμᾶς σαρκὸς αἰόλας· ἀπὸ γὰρ βίον αὐτίκα λείψω. Πόθεν γὰρ ἔσται βιοτά; τίς ὧδ’ ἐν αὔραις τρέφεται, [1165] ΕΜΠΟΡΟΣ: μηκέτι μηδενὸς κρατύνων ὅσα πέμ- πει βιόδωρος αἶα; ΧΟΡΟΣ: Πρὸς θεῶν, εἴ τι σέβῃ ξένον, πέλασσον, εὐνοίᾳ πάσᾳ πελάταν· ἀλλὰ γνῶθ’, εὖ γνῶθ’, ὅτι σὸν κῆρα τάνδ’ ἀποφεύγειν· οἰκτρὰ γὰρ βόσκειν, ἀδαὴς δ’ ἔχειν μυρίον ἄχθος ὃ ξυνοικεῖ. ΦΙΛΟΚΤΗΤΗΣ: Πάλιν, πάλιν παλαιὸν ἄλ- γημ’ ὑπέμνασας, ὦ λῷστε τῶν πρὶν ἐντόπων. Τί μ’ ὤλεσας; τί μ’ εἴργασαι; ΧΟΡΟΣ: Τί τοῦτ’ ἔλεξας; ΦΙΛΟΚΤΗΤΗΣ: Εἰ σὺ τὰν ἐμοὶ στυγερὰν Τρῳάδα γᾶν μ’ ἤλπισας ἄξειν. ΧΟΡΟΣ: Τόδε γὰρ νοῶ κράτιστον. ΦΙΛΟΚΤΗΤΗΣ: Ἀπό νύν με λείπετ’ ἤδη. ΧΟΡΟΣ: Φίλα μοι, φίλα ταῦτα παρήγγει- [1180] ΕΜΠΟΡΟΣ: λας ἑκόντι τε πράσσειν. Ἴωμεν, ἴωμεν ναὸς ἵν’ ἡμῖν τέτακται. ΦΙΛΟΚΤΗΤΗΣ: Μή, πρὸς ἀραίου Διός, ἔλ- θῃς, ἱκετεύω. ΧΟΡΟΣ: Μετρίαζ’. ΦΙΛΟΚΤΗΤΗΣ: Ὦ ξένοι, μείνατε, πρὸς θεῶν. ΧΟΡΟΣ: Τί θροεῖς; ΦΙΛΟΚΤΗΤΗΣ: Αἰαῖ αἰαῖ, δαίμων δαίμων· ἀπόλωλ’ ὁ τάλας· ὦ πούς, πούς, τί σ’ ἔτ’ ἐν βίῳ τεύξω τῷ μετόπιν τάλας; Ὦ ξένοι, ἔλθετ’ ἐπήλυδες αὖθις. ΧΟΡΟΣ: Τί ῥέξοντες ἀλλοκότῳ γνώμᾳ τῶν πάρος, ὧν προὔφαινες; ΦΙΛΟΚΤΗΤΗΣ: Οὔτοι νεμεσητὸν ἀλύοντα χειμερίῳ [1195] ΕΜΠΟΡΟΣ: λύπᾳ καὶ παρὰ νοῦν θροεῖν. ΧΟΡΟΣ: Βᾶθί νυν, ὦ τάλαν, ὥς σε κελεύομεν. ΦΙΛΟΚΤΗΤΗΣ: Οὐδέποτ’ οὐδέποτ’, ἴσθι τόδ’ ἔμπεδον, οὐδ’ εἰ πυρφόρος ἀστεροπητὴς βροντᾶς αὐγαῖς μ’ εἶσι φλογίζων. Ἐρρέτω Ἴλιον, οἵ θ’ ὑπ’ ἐκείνῳ πάντες ὅσοι τόδ’ ἔτλασαν ἐμοῦ ποδὸς ἄρθρον ἀπῶσαι. Ἀλλ’, ὦ ξένοι, ἕν γέ μοι εὖχος ὀρέξατε. ΧΟΡΟΣ: Ποῖον ἐρεῖς τόδ’ ἔπος; ΦΙΛΟΚΤΗΤΗΣ: Ξίφος, εἴ ποθεν, ἢ γένυν ἢ βελέων τι προπέμψατε. ΧΟΡΟΣ: Ὡς τίνα ‹δὴ› ῥέξῃς παλάμαν ποτέ; ΦΙΛΟΚΤΗΤΗΣ: Κρᾶτ’ ἀπὸ πάντα καὶ ἄρθρα τέμω χερί· φονᾷ, φονᾷ νόος ἤδη. ΧΟΡΟΣ: Τί ποτε; ΦΙΛΟΚΤΗΤΗΣ: Πατέρα ματεύων. ΧΟΡΟΣ: Ποῖ γᾶς; [1215] ΦΙΛΟΚΤΗΤΗΣ: Ἐς Ἅιδου· οὐ γὰρ [ἐστ’] ἐν φάει γ’ ἔτι. Ὢ πόλις, ὢ [πόλις] πατρία, πῶς ἂν εἰσίδοιμί σ’ ἄθλιός γ’ ἀνήρ, ὅς γε σὰν λιπὼν ἱερὰν λιβάδ’ ἐχθροῖσ‹ιν› ἔβαν Δαναοῖς ἀρωγός; ἔτ’ οὐδέν εἰμι. ΧΟΡΟΣ: Ἐγὼ μὲν ἤδη καὶ πάλαι νεὼς ὁμοῦ στείχων ἂν ἦ σοι τῆς ἐμῆς, εἰ μὴ πέλας Ὀδυσσέα στείχοντα τόν τ’ Ἀχιλλέως γόνον πρὸς ἡμᾶς δεῦρ’ ἰόντ’ ἐλεύσσομεν. ΟΔΥΣΣΕΥΣ: Οὐκ ἂν φράσειας ἥντιν’ αὖ παλίντροπος κέλευθον ἕρπεις ὧδε σὺν σπουδῇ ταχύς; ΝΕΟΠΤΟΛΕΜΟΣ: Λύσων ὅσ’ ἐξήμαρτον ἐν τῷ πρὶν χρόνῳ. ΟΔΥΣΣΕΥΣ: Δεινόν γε φωνεῖς· ἡ δ’ ἁμαρτία τίς ἦν; ΝΕΟΠΤΟΛΕΜΟΣ: Ἣν σοὶ πιθόμενος τῷ τε σύμπαντι στρατῷ ‑ ΟΔΥΣΣΕΥΣ: Ἔπραξας ἔργον ποῖον ὧν οὔ σοι πρέπον; ΝΕΟΠΤΟΛΕΜΟΣ: Ἀπάταισιν αἰσχραῖς ἄνδρα καὶ δόλοις ἑλών. [1230] ΟΔΥΣΣΕΥΣ: Τὸν ποῖον; ὤμοι· μῶν τι βουλεύῃ νέον; ΝΕΟΠΤΟΛΕΜΟΣ: Νέον μὲν οὐδέν, τῷ δὲ Ποίαντος τόκῳ ‑ ΟΔΥΣΣΕΥΣ: Τί χρῆμα δράσεις; ὥς μ’ ὑπῆλθέ τις φόβος. ΝΕΟΠΤΟΛΕΜΟΣ: Παρ’ οὗπερ ἔλαβον τάδε τὰ τόξ’, αὖθις πάλιν ‑ ΟΔΥΣΣΕΥΣ: Ὦ Ζεῦ, τί λέξεις; οὔ τί που δοῦναι νοεῖς; ΝΕΟΠΤΟΛΕΜΟΣ: Αἰσχρῶς γὰρ αὐτὰ κοὐ δίκῃ λαβὼν ἔχω. ΟΔΥΣΣΕΥΣ: Πρὸς θεῶν, πότερα δὴ κερτομῶν λέγεις τάδε; ΝΕΟΠΤΟΛΕΜΟΣ: Εἰ κερτόμησίς ἐστι τἀληθῆ λέγειν. ΟΔΥΣΣΕΥΣ: Τί φῄς, Ἀχιλλέως παῖ; τίν’ εἴρηκας λόγον; ΝΕΟΠΤΟΛΕΜΟΣ: Δὶς ταὐτὰ βούλει καὶ τρὶς ἀναπολεῖν μ’ ἔπη; ΟΔΥΣΣΕΥΣ: Ἀρχὴν κλύειν ἂν οὐδ’ ἅπαξ ἐβουλόμην. ΝΕΟΠΤΟΛΕΜΟΣ: Εὖ νῦν ἐπίστω πάντ’ ἀκηκοὼς λόγον. ΟΔΥΣΣΕΥΣ: Ἔστιν τις, ἔστιν ὅς σε κωλύσει τὸ δρᾶν. ΝΕΟΠΤΟΛΕΜΟΣ: Τί φῄς; τίς ἔσται μ’ οὑπικωλύσων τάδε; ΟΔΥΣΣΕΥΣ: Ξύμπας Ἀχαιῶν λαός, ἐν δὲ τοῖς ἐγώ. ΝΕΟΠΤΟΛΕΜΟΣ: Σοφὸς πεφυκὼς οὐδὲν ἐξαυδᾷς σοφόν. ΟΔΥΣΣΕΥΣ: Σὺ δ’ οὔτε φωνεῖς οὔτε δρασείεις σοφά. ΝΕΟΠΤΟΛΕΜΟΣ: Ἀλλ’ εἰ δίκαια, τῶν σοφῶν κρείσσω τάδε. [1250] ΟΔΥΣΣΕΥΣ: Καὶ πῶς δίκαιον, ἅ γ’ ἔλαβες βουλαῖς ἐμαῖς, πάλιν μεθεῖναι ταῦτα; ΝΕΟΠΤΟΛΕΜΟΣ: Τὴν ἁμαρτίαν αἰσχρὰν ἁμαρτὼν ἀναλαβεῖν πειράσομαι. ΟΔΥΣΣΕΥΣ: Στρατὸν δ’ Ἀχαιῶν οὐ φοβῇ, πράσσων τάδε; ΝΕΟΠΤΟΛΕΜΟΣ: Ξὺν τῷ δικαίῳ τὸν σὸν οὐ ταρβῶ ‹στρατόν›. ΟΔΥΣΣΕΥΣ: . . . . . . . . . . φόβον ΝΕΟΠΤΟΛΕΜΟΣ: Ἀλλ’ οὐδέ τοι σῇ χειρὶ πείθομαι τὸ δρᾶν. ΟΔΥΣΣΕΥΣ: Οὔ τἄρα Τρωσίν, ἀλλὰ σοὶ μαχούμεθα. ΝΕΟΠΤΟΛΕΜΟΣ: Ἔστω τὸ μέλλον. ΟΔΥΣΣΕΥΣ: Χεῖρα δεξιὰν ὁρᾷς κώπης ἐπιψαύουσαν; ΝΕΟΠΤΟΛΕΜΟΣ: Ἀλλὰ κἀμέ τοι ταὐτὸν τόδ’ ὄψει δρῶντα κοὐ μέλλοντ’ ἔτι. ΟΔΥΣΣΕΥΣ: Καίτοι σ’ ἐάσω· τῷ δὲ σύμπαντι στρατῷ λέξω τάδ’ ἐλθών, ὅς σε τιμωρήσεται. ΝΕΟΠΤΟΛΕΜΟΣ: Ἐσωφρόνησας· κἂν τὰ λοίφ’ οὕτω φρονῇς, ἴσως ἂν ἐκτὸς κλαυμάτων ἔχοις πόδα. [1265] ΕΜΠΟΡΟΣ: Σὺ δ’, ὦ Ποίαντος παῖ, Φιλοκτήτην λέγω, ἔξελθ’ ἀμείψας τάσδε πετρήρεις στέγας. ΦΙΛΟΚΤΗΤΗΣ: Τίς αὖ παρ’ ἄντροις θόρυβος ἵσταται βοῆς; τί μ’ ἐκκαλεῖσθε; τοῦ κεχρημένοι, ξένοι; Ὤμοι· κακὸν τὸ χρῆμα. Μῶν τί μοι μέγα πάρεστε πρὸς κακοῖσι πέμποντες κακόν; ΝΕΟΠΤΟΛΕΜΟΣ: Θάρσει· λόγους δ’ ἄκουσον οὓς ἥκω φέρων. ΦΙΛΟΚΤΗΤΗΣ: Δέδοικ’ ἔγωγε. Καὶ τὰ πρὶν γὰρ ἐκ λόγων καλῶν κακῶς ἔπραξα σοῖς πεισθεὶς λόγοις. ΝΕΟΠΤΟΛΕΜΟΣ: Οὔκουν ἔνεστι καὶ μεταγνῶναι πάλιν; ΦΙΛΟΚΤΗΤΗΣ: Τοιοῦτος ἦσθα τοῖς λόγοισι χὤτε μου τὰ τόξ’ ἔκλεπτες πιστὸς ἀτηρὸς λάθρᾳ. ΝΕΟΠΤΟΛΕΜΟΣ: Ἀλλ’ οὔ τι μὴν νῦν· βούλομαι δέ σου κλύειν πότερα δέδοκταί σοι μένοντι καρτερεῖν, ἢ πλεῖν μεθ’ ἡμῶν. ΦΙΛΟΚΤΗΤΗΣ: Παῦε, μὴ λέξῃς πέρα· μάτην γὰρ ἃν εἴπῃς γε πάντ’ εἰρήσεται. ΝΕΟΠΤΟΛΕΜΟΣ: Οὕτω δέδοκται; [1280] ΦΙΛΟΚΤΗΤΗΣ: Καὶ πέρα γ’ ἴσθ’ ἢ λέγω. ΝΕΟΠΤΟΛΕΜΟΣ: Ἀλλ’ ἤθελον μὲν ἄν σε πεισθῆναι λόγοις ἐμοῖσιν· εἰ δὲ μή τι πρὸς καιρὸν λέγων κυρῶ, πέπαυμαι. ΦΙΛΟΚΤΗΤΗΣ: Πάντα γὰρ φράσεις μάτην. οὐ γάρ ποτ’ εὔνουν τὴν ἐμὴν κτήσῃ φρένα, ὅστις γ’ ἐμοῦ δόλοισι τὸν βίον λαβὼν ἀπεστέρηκας· κᾆτα νουθετεῖς ἐμὲ ἐλθών, ἀρίστου πατρὸς ἔχθιστος γεγώς. Ὄλοισθ’, Ἀτρεῖδαι μὲν μάλιστ’, ἔπειτα δὲ ὁ Λαρτίου παῖς, καὶ σύ. ΝΕΟΠΤΟΛΕΜΟΣ: Μὴ ‘πεύξῃ πέρα· δέχου δὲ χειρὸς ἐξ ἐμῆς βέλη τάδε. ΦΙΛΟΚΤΗΤΗΣ: Πῶς εἶπας; ἆρα δεύτερον δολούμεθα; ΝΕΟΠΤΟΛΕΜΟΣ: Ἀπώμοσ’ ἁγνοῦ Ζηνὸς ὕψιστον σέβας. ΦΙΛΟΚΤΗΤΗΣ: Ὦ φίλτατ’ εἰπών, εἰ λέγεις ἐτήτυμα. ΝΕΟΠΤΟΛΕΜΟΣ: Τοὔργον παρέσται φανερόν· ἀλλὰ δεξιὰν πρότεινε χεῖρα, καὶ κράτει τῶν σῶν ὅπλων. [1295] ΟΔΥΣΣΕΥΣ: Ἐγὼ δ’ ἀπαυδῶ γ’, ᾧ θεοὶ ξυνίστορες, ὑπέρ ‹τ’› Ἀτρειδῶν τοῦ τε σύμπαντος στρατοῦ. ΦΙΛΟΚΤΗΤΗΣ: Τέκνον, τίνος φώνημα; μῶν Ὀδυσσέως ἐπῃσθόμην; ΟΔΥΣΣΕΥΣ: Σάφ’ ἴσθι· καὶ πέλας γ’ ὁρᾷς, ὅς σ’ ἐς τὰ Τροίας πεδί’ ἀποστελῶ βίᾳ, ἐάν τ’ Ἀχιλλέως παῖς ἐάν τε μὴ θέλῃ. ΦΙΛΟΚΤΗΤΗΣ: Ἀλλ’ οὔ τι χαίρων, ἢν τόδ’ ὀρθωθῇ βέλος. ΝΕΟΠΤΟΛΕΜΟΣ: Ἆ, μηδαμῶς, μὴ πρὸς θεῶν, μεθῇς βέλος. ΦΙΛΟΚΤΗΤΗΣ: Μέθες με, πρὸς θεῶν, χεῖρα, φίλτατον τέκνον. ΝΕΟΠΤΟΛΕΜΟΣ: Οὐκ ἂν μεθείην. ΦΙΛΟΚΤΗΤΗΣ: Φεῦ· τί μ’ ἄνδρα πολέμιον ἐχθρόν τ’ ἀφείλου μὴ κτανεῖν τόξοις ἐμοῖς; ΝΕΟΠΤΟΛΕΜΟΣ: Ἀλλ’ οὔτ’ ἐμοὶ τοῦτ’ ἐστὶν οὔτε σοὶ καλόν. ΦΙΛΟΚΤΗΤΗΣ: Ἀλλ’ οὖν τοσοῦτόν γ’ ἴσθι, τοὺς πρώτους στρατοῦ, τοὺς τῶν Ἀχαιῶν ψευδοκήρυκας, κακοὺς ὄντας πρὸς αἰχμήν, ἐν δὲ τοῖς λόγοις θρασεῖς. ΝΕΟΠΤΟΛΕΜΟΣ: Εἶεν· τὰ μὲν δὴ τόξ’ ἔχεις, κοὐκ ἔσθ’ ὅτου [1310] ΕΜΠΟΡΟΣ: ὀργὴν ἔχοις ἂν οὐδὲ μέμψιν εἰς ἐμέ. ΦΙΛΟΚΤΗΤΗΣ: Ξύμφημι, τὴν φύσιν δ’ ἔδειξας, ὦ τέκνον, ἐξ ἧς ἔβλαστες, οὐχὶ Σισύφου πατρός, ἀλλ’ ἐξ Ἀχιλλέως, ὃς μετὰ ζώντων ὅτ’ ἦν ἤκου’ ἄριστα, νῦν δὲ τῶν τεθνηκότων. ΝΕΟΠΤΟΛΕΜΟΣ: Ἥσθην πατέρα τὸν ἀμὸν εὐλογοῦντά σε αὐτόν τ’ ἔμ’· ὧν δέ σου τυχεῖν ἐφίεμαι ἄκουσον. Ἀνθρώποισι τὰς μὲν ἐκ θεῶν τύχας δοθείσας ἔστ’ ἀναγκαῖον φέρειν· ὅσοι δ’ ἑκουσίοισιν ἔγκεινται βλάβαις, ὥσπερ σύ, τούτοις οὔτε συγγνώμην ἔχειν δίκαιόν ἐστιν οὔτ’ ἐποικτίρειν τινά. Σὺ δ’ ἠγρίωσαι, κοὔτε σύμβουλον δέχῃ, ἐάν τε νουθετῇ τις εὐνοίᾳ λέγων, στυγεῖς πολέμιον δυσμενῆ θ’ ἡγούμενος. Ὅμως δὲ λέξω· Ζῆνα δ’ ὅρκιον καλῶ· καὶ ταῦτ’ ἐπίστω, καὶ γράφου φρενῶν ἔσω. Σὺ γὰρ νοσεῖς τόδ’ ἄλγος ἐκ θείας τύχης, [1330] ΕΜΠΟΡΟΣ: Χρύσης πελασθεὶς φύλακος, ὃς τὸν ἀκαλυφῆ σηκὸν φυλάσσει κρύφιος οἰκουρῶν ὄφις. Καὶ παῦλαν ἴσθι τῆσδε μή ποτ’ ἂν τυχεῖν νόσου βαρείας, ἕως ἂν αὑτὸς ἥλιος ταύτῃ μὲν αἴρῃ, τῇδε δ’ αὖ δύνῃ πάλιν, πρὶν ἂν τὰ Τροίας πεδί’ ἑκὼν αὐτὸς μόλῃς, καὶ τῶν παρ’ ἡμῖν ἐντυχὼν Ἀσκληπιδῶν νόσου μαλαχθῇς τῆσδε, καὶ τὰ πέργαμα ξὺν τοῖσδε τόξοις ξύν τ’ ἐμοὶ πέρσας φανῇς. Ὡς δ’ οἶδα ταῦτα τῇδ’ ἔχοντ’ ἐγὼ φράσω. Ἀνὴρ γὰρ ἡμῖν ἔστιν ἐκ Τροίας ἁλούς, Ἕλενος ἀριστόμαντις, ὃς λέγει σαφῶς ὡς δεῖ γενέσθαι ταῦτα· καὶ πρὸς τοῖσδ’ ἔτι, ὡς ἔστ’ ἀνάγκη τοῦ παρεστῶτος θέρους Τροίαν ἁλῶναι πᾶσαν· ἢ δίδωσ’ ἑκὼν κτείνειν ἑαυτόν, ἢν τάδε ψευσθῇ λέγων. Ταῦτ’ οὖν ἐπεὶ κάτοισθα, συγχώρει θέλων· καλὴ γὰρ ἡ ‘πίκτησις, Ἑλλήνων ἕνα [1345] ΕΜΠΟΡΟΣ: κριθέντ’ ἄριστον, τοῦτο μὲν παιωνίας ἐς χεῖρας ἐλθεῖν, εἶτα τὴν πολύστονον Τροίαν ἑλόντα κλέος ὑπέρτατον λαβεῖν. ΦΙΛΟΚΤΗΤΗΣ: Ὦ στυγνὸς αἰών, τί μ’ ἔτι δῆτ’ ἔχεις ἄνω βλέποντα κοὐκ ἀφῆκας εἰς Ἅιδου μολεῖν; Οἴμοι, τί δράσω; πῶς ἀπιστήσω λόγοις τοῖς τοῦδ’ ὃς εὔνους ὢν ἐμοὶ παρῄνεσεν; Ἀλλ’ εἰκάθω δῆτ’; εἶτα πῶς ὁ δύσμορος εἰς φῶς τάδ’ ἔρξας εἶμι; τῷ προσήγορος; Πῶς, ὦ τὰ πάντ’ ἰδόντες ἀμφ’ ἐμοὶ κύκλοι, ταῦτ’ ἐξανασχήσεσθε, τοῖσιν Ἀτρέως ἐμὲ ξυνόντα παισίν, οἵ μ’ ἀπώλεσαν; πῶς τῷ πανώλει παιδὶ τῷ Λαερτίου; οὐ γάρ με τἄλγος τῶν παρελθόντων δάκνει, ἀλλ’ οἷα χρὴ παθεῖν με πρὸς τούτων ἔτι δοκῶ προλεύσσειν· οἷς γὰρ ἡ γνώμη κακῶν μήτηρ γένηται, τἄλλα παιδεύει κακά. Καὶ σοῦ δ’ ἔγωγε θαυμάσας ἔχω τόδε· [1365] ΕΜΠΟΡΟΣ: χρῆν γάρ σε μήτ’ αὐτόν ποτ’ ἐς Τροίαν μολεῖν, ἡμᾶς τ’ ἀπείργειν, οἵ γε σοῦ καθύβρισαν, πατρὸς γέρας συλῶντες· εἶτα τοῖσδε σὺ εἶ ξυμμαχήσων κἄμ’ ἀναγκάζεις τόδε; Μὴ δῆτα, τέκνον· ἀλλ’, ἅ μοι ξυνώμοσας, πέμψον πρὸς οἴκους, καὐτὸς ἐν Σκύρῳ μένων ἔα κακῶς αὐτοὺς ἀπόλλυσθαι κακούς. Χοὔτω διπλῆν μὲν ἐξ ἐμοῦ κτήσῃ χάριν, διπλῆν δὲ πατρὸς κοὐ κακοὺς ἐπωφελῶν δόξεις ὅμοιος τοῖς κακοῖς πεφυκέναι. ΝΕΟΠΤΟΛΕΜΟΣ: Λέγεις μὲν εἰκότ’, ἀλλ’ ὅμως σε βούλομαι θεοῖς τε πιστεύσαντα τοῖς τ’ ἐμοῖς λόγοις φίλου μετ’ ἀνδρὸς τοῦδε τῆσδ’ ἐκπλεῖν χθονός. ΦΙΛΟΚΤΗΤΗΣ: Ἦ πρὸς τὰ Τροίας πεδία καὶ τὸν Ἀτρέως ἔχθιστον υἱὸν τῷδε δυστήνῳ ποδί; ΝΕΟΠΤΟΛΕΜΟΣ: Πρὸς τοὺς μὲν οὖν σε τήνδε τ’ ἔμπυον βάσιν παύσοντας ἄλγους κἀποσώσοντας νόσου. ΦΙΛΟΚΤΗΤΗΣ: Ὦ δεινὸν αἶνον αἰνέσας, τί φῄς ποτε; [1385] ΝΕΟΠΤΟΛΕΜΟΣ: Ἃ σοί τε κἀμοὶ λῷσθ’ ὁρῶ τελούμενα. ΦΙΛΟΚΤΗΤΗΣ: Καὶ ταῦτα λέξας οὐ καταισχύνῃ θεούς; ΝΕΟΠΤΟΛΕΜΟΣ: Πῶς γάρ τις αἰσχύνοιτ’ ἂν ὠφελούμενος; ΦΙΛΟΚΤΗΤΗΣ: Λέγεις δ’ Ἀτρείδαις ὄφελος, ἢ ‘π’ ἐμοὶ τόδε; ΝΕΟΠΤΟΛΕΜΟΣ: Σοί που, φίλος γ’ ὤν, χὠ λόγος τοιόσδε μου. ΦΙΛΟΚΤΗΤΗΣ: Πῶς, ὅς γε τοῖς ἐχθροῖσί μ’ ἐκδοῦναι θέλεις; ΝΕΟΠΤΟΛΕΜΟΣ: Ὦ τᾶν, διδάσκου μὴ θρασύνεσθαι κακοῖς. ΦΙΛΟΚΤΗΤΗΣ: Ὀλεῖς με, γιγνώσκω σε, τοῖσδε τοῖς λόγοις. ΝΕΟΠΤΟΛΕΜΟΣ: Οὔκουν ἔγωγε· φημὶ δ’ οὔ σε μανθάνειν. ΦΙΛΟΚΤΗΤΗΣ: Ἐγὼ οὐκ Ἀτρείδας ἐκβαλόντας οἶδά με; ΝΕΟΠΤΟΛΕΜΟΣ: Ἀλλ’ ἐκβαλόντες εἰ πάλιν σώσουσ’ ὅρα. ΦΙΛΟΚΤΗΤΗΣ: Οὐδέποθ’ ἑκόντα γ’ ὥστε τὴν Τροίαν ἰδεῖν. ΝΕΟΠΤΟΛΕΜΟΣ: Τί δῆτ’ ἂν ἡμεῖς δρῷμεν, εἰ σέ γ’ ἐν λόγοις πείσειν δυνησόμεσθα μηδὲν ὧν λέγω; ὡς ῥᾷστ’ ἐμοὶ μὲν τῶν λόγων λῆξαι, σὲ δὲ ζῆν, ὥσπερ ἤδη ζῇς, ἄνευ σωτηρίας. ΦΙΛΟΚΤΗΤΗΣ: Ἔα με πάσχειν ταῦθ’ ἅπερ παθεῖν με δεῖ· ἃ δ’ ᾔνεσάς μοι δεξιᾶς ἐμῆς θιγών, [1400] ΕΜΠΟΡΟΣ: πέμπειν πρὸς οἴκους, ταῦτά μοι πρᾶξον, τέκνον, καὶ μὴ βράδυνε μηδ’ ἐπιμνησθῇς ἔτι Τροίας· ἅλις γάρ μοι τεθρήνηται γόοις. ΝΕΟΠΤΟΛΕΜΟΣ: Εἰ δοκεῖ, στείχωμεν. ΦΙΛΟΚΤΗΤΗΣ: Ὦ γενναῖον εἰρηκὼς ἔπος. ΝΕΟΠΤΟΛΕΜΟΣ: Ἀντέρειδε νῦν βάσιν σήν. ΦΙΛΟΚΤΗΤΗΣ: Εἰς ὅσον γ’ ἐγὼ σθένω. ΝΕΟΠΤΟΛΕΜΟΣ: Αἰτίαν δὲ πῶς Ἀχαιῶν φεύξομαι; ΦΙΛΟΚΤΗΤΗΣ: Μὴ φροντίσῃς; ΝΕΟΠΤΟΛΕΜΟΣ: Τί γάρ, ἐὰν πορθῶσι χώραν τὴν ἐμήν; ΦΙΛΟΚΤΗΤΗΣ: Ἐγὼ παρὼν ‑ ΝΕΟΠΤΟΛΕΜΟΣ: Τίνα προσωφέλησιν ἔρξεις; ΦΙΛΟΚΤΗΤΗΣ: βέλεσι τοῖς Ἡρακλέους ‑ ΝΕΟΠΤΟΛΕΜΟΣ: Πῶς λέγεις; ΦΙΛΟΚΤΗΤΗΣ: εἴρξω πελάζειν. ΝΕΟΠΤΟΛΕΜΟΣ: Στεῖχε προσκύσας χθόνα. [1410] ΗΡΑΚΛΗΣ: Μήπω γε, πρὶν ἂν τῶν ἡμετέρων ἀΐῃς μύθων, παῖ Ποίαντος· φάσκειν δ’ αὐδὴν τὴν Ἡρακλέους ἀκοῇ τε κλύειν λεύσσειν τ’ ὄψιν. Τὴν σὴν δ’ ἥκω χάριν οὐρανίας ἕδρας προλιπὼν τὰ Διός τε φράσων βουλεύματά σοι κατερητύσων θ’ ὁδὸν ἣν στέλλῃ· σὺ δ’ ἐμῶν μύθων ἐπάκουσον. Καὶ πρῶτα μέν σοι τὰς ἐμὰς λέξω τύχας, ὅσους πονήσας καὶ διεξελθὼν πόνους ἀθάνατον ἀρετὴν ἔσχον, ὡς πάρεσθ’ ὁρᾶν· καὶ σοί, σάφ’ ἴσθι, τοῦτ’ ὀφείλεται παθεῖν, ἐκ τῶν πόνων τῶνδ’ εὐκλεᾶ θέσθαι βίον. Ἐλθὼν δὲ σὺν τῷδ’ ἀνδρὶ πρὸς τὸ Τρωϊκὸν πόλισμα, πρῶτον μὲν νόσου παύσῃ λυγρᾶς, ἀρετῇ τε πρῶτος ἐκκριθεὶς στρατεύματος, Πάριν μέν, ὃς τῶνδ’ αἴτιος κακῶν ἔφυ, [1430] ΗΡΑΚΛΗΣ: τόξοισι τοῖς ἐμοῖσι νοσφιεῖς βίου, πέρσεις τε Τροίαν, σκῦλά τ’ εἰς μέλαθρα σὰ πέμψεις, ἀριστεῖ’ ἐκλαβὼν στρατεύματος, Ποίαντι πατρὶ πρὸς πάτρας Οἴτης πλάκα. Ἃ δ’ ἂν λάβῃς σὺ σκῦλα τοῦδε τοῦ στρατοῦ τόξων ἐμῶν μνημεῖα πρὸς πυρὰν ἐμὴν κόμιζε. Καὶ σοὶ ταῦτ’, Ἀχιλλέως τέκνον, παρῄνεσ’· οὔτε γὰρ σὺ τοῦδ’ ἄτερ σθένεις ἑλεῖν τὸ Τροίας πεδίον οὔθ’ οὗτος σέθεν· ἀλλ’ ὡς λέοντε συννόμω φυλάσσετον οὗτος σὲ καὶ σὺ τόνδ’. Ἐγὼ δ’ Ἀσκληπιὸν παυστῆρα πέμψω σῆς νόσου πρὸς Ἴλιον· τὸ δεύτερον γὰρ τοῖς ἐμοῖς αὐτὴν χρεὼν τόξοις ἁλῶναι. Τοῦτο δ’ ἐννοεῖθ’, ὅταν πορθῆτε γαῖαν, εὐσεβεῖν τὰ πρὸς θεούς· ὡς τἄλλα πάντα δεύτερ’ ἡγεῖται πατὴρ Ζεύς· οὐ γὰρ ηὑσέβεια συνθνῄσκει βροτοῖς, κἂν ζῶσι κἂν θάνωσιν, οὐκ ἀπόλλυται. [1445] ΦΙΛΟΚΤΗΤΗΣ: Ὦ φθέγμα ποθεινὸν ἐμοὶ πέμψας, χρόνιός τε φανείς, οὐκ ἀπιθήσω τοῖς σοῖς μύθοις. ΝΕΟΠΤΟΛΕΜΟΣ: Κἀγὼ γνώμην ταύτῃ τίθεμαι. ΗΡΑΚΛΗΣ: Μή νυν χρόνιοι μέλλετε πράσσειν. Καιρὸς καὶ πλοῦς ὅδ’ ἐπείγει γὰρ κατὰ πρύμνην. ΦΙΛΟΚΤΗΤΗΣ: Φέρε νυν στείχων χώραν καλέσω. χαῖρ’, ὦ μέλαθρον ξύμφρουρον ἐμοὶ Νύμφαι τ’ ἔνυδροι λειμωνιάδες, καὶ κτύπος ἄρσην πόντου προβλής ‹θ’› οὗ πολλάκι δὴ τοὐμὸν ἐτέγχθη κρᾶτ’ ἐνδόμυχον πληγῇσι νότου, πολλὰ δὲ φωνῆς τῆς ἡμετέρας Ἑρμαῖον ὄρος παρέπεμψεν ἐμοὶ στόνον ἀντίτυπον χειμαζομένῳ. Νῦν δ’, ὦ κρῆναι Λύκιόν τε ποτόν, λείπομεν ὑμᾶς, λείπομεν ἤδη, [1465] ΗΡΑΚΛΗΣ: δόξης οὔ ποτε τῆσδ’ ἐπιβάντες. Χαῖρ’, ὦ Λήμνου πέδον ἀμφίαλον, καί μ’ εὐπλοίᾳ πέμψον ἀμέμπτως ἔνθ’ ἡ μεγάλη Μοῖρα κομίζει γνώμη τε φίλων, χὠ πανδαμάτωρ δαίμων ὃς ταῦτ’ ἐπέκρανεν. ΧΟΡΟΣ: Χωρῶμεν δὴ πάντες ἀολλεῖς, Νύμφαις ἁλίαισιν ἐπευξάμενοι νόστου σωτῆρας ἱκέσθαι.