The Women of Trachis — Sophocles ================================ ΤΡΑΧΙΝΙΑΙ Translation/edition: Greek text Language: Ancient Greek Read in Plato Scroll: https://plato-scroll.com/s/soph-trachis/ This file: https://plato-scroll.com/text/soph-trachis-e.txt Other editions of this work: - Lewis Campbell (1883): https://plato-scroll.com/text/soph-trachis.txt Sources and licences: https://plato-scroll.com/attribution.html Numbers in [brackets] are the edition's reference loci (Stephanus, Bekker, book.line, page...). Superscript numerals refer to the Notes at the end. ## ΤΡΑΧΙΝΙΑΙ [5] ΔΗΙΑΝΕΙΡΑ: Λόγος μέν ἐστ’ ἀρχαῖος ἀνθρώπων φανεὶς ὡς οὐκ ἂν αἰῶν’ ἐκμάθοις βροτῶν, πρὶν ἂν θάνῃ τις, οὔτ’ εἰ χρηστὸς οὔτ’ εἴ τῳ κακός· ἐγὼ δὲ τὸν ἐμόν, καὶ πρὶν εἰς Ἅιδου μολεῖν, ἔξοιδ’ ἔχουσα δυστυχῆ τε καὶ βαρύν, ἥτις πατρὸς μὲν ἐν δόμοισιν Οἰνέως ναίουσ’ ‹ἔτ’› ἐν Πλευρῶνι νυμφείων ὄκνον ἄλγιστον ἔσχον, εἴ τις Αἰτωλὶς γυνή. Μνηστὴρ γὰρ ἦν μοι ποταμός, Ἀχελῷον λέγω, ὅς μ’ ἐν τρισὶν μορφαῖσιν ἐξῄτει πατρός, φοιτῶν ἐναργὴς ταῦρος, ἄλλοτ’ αἰόλος δράκων ἑλικτός, ἄλλοτ’ ἀνδρείῳ τύπῳ βούκρανος, ἐκ δὲ δασκίου γενειάδος κρουνοὶ διερραίνοντο κρηναίου ποτοῦ. Τοιόνδ’ ἐγὼ μνηστῆρα προσδεδεγμένη δύστηνος αἰεὶ κατθανεῖν ἐπηυχόμην, πρὶν τῆσδε κοίτης ἐμπελασθῆναί ποτε. Χρόνῳ δ’ ἐν ὑστέρῳ μέν, ἀσμένῃ δέ μοι, [20] ΔΗΙΑΝΕΙΡΑ: ὁ κλεινὸς ἦλθε Ζηνὸς Ἀλκμήνης τε παῖς, ὃς εἰς ἀγῶνα τῷδε συμπεσὼν μάχης ἐκλύεταί με· καὶ τρόπον μὲν ἂν πόνων οὐκ ἂν διείποιμ’, οὐ γὰρ οἶδ’, ἀλλ’ ὅστις ἦν θακῶν ἀταρβὴς τῆς θέας, ὅδ’ ἂν λέγοι· ἐγὼ γὰρ ἥμην ἐκπεπληγμένη φόβῳ μή μοι τὸ κάλλος ἄλγος ἐξεύροι ποτέ. Τέλος δ’ ἔθηκε Ζεὺς Ἀγώνιος καλῶς, εἰ δὴ καλῶς· λέχος γὰρ Ἡρακλεῖ κριτὸν ξυστᾶσ’ ἀεί τιν’ ἐκ φόβου φόβον τρέφω, κείνου προκηραίνουσα· νὺξ γὰρ εἰσάγει καὶ νὺξ ἀπωθεῖ διαδεδεγμένη πόνον. Κἀφύσαμεν δὴ παῖδας, οὓς κεῖνός ποτε, γῄτης ὅπως ἄρουραν ἔκτοπον λαβών, σπείρων μόνον προσεῖδε κἀξαμῶν ἅπαξ· τοιοῦτος αἰὼν εἰς δόμους τε κἀκ δόμων ἀεὶ τὸν ἄνδρ’ ἔπεμπε λατρεύοντά τῳ. Νῦν δ’ ἡνίκ’ ἄθλων τῶνδ’ ὑπερτελὴς ἔφυ, [40] ΔΗΙΑΝΕΙΡΑ: ἐνταῦθα δὴ μάλιστα ταρβήσασ’ ἔχω. Ἐξ οὗ γὰρ ἔκτα κεῖνος Ἰφίτου βίαν, ἡμεῖς μὲν ἐν Τραχῖνι τῇδ’ ἀνάστατοι ξένῳ παρ’ ἀνδρὶ ναίομεν, κεῖνος δ’ ὅπου βέβηκεν οὐδεὶς οἶδε, πλὴν ἐμοὶ πικρὰς ὠδῖνας αὑτοῦ προσβαλὼν ἀποίχεται. Σχεδὸν δ’ ἐπίσταμαί τι πῆμ’ ἔχοντά νιν· χρόνον γὰρ οὐχὶ βαιόν, ἀλλ’ ἤδη δέκα μῆνας πρὸς ἄλλοις πέντ’ ἀκήρυκτος μένει. Κἄστιν τι δεινὸν πῆμα· τοιαύτην ἐμοὶ δέλτον λιπὼν ἔστειχε, τὴν ἐγὼ θαμὰ θεοῖς ἀρῶμαι πημονῆς ἄτερ λαβεῖν. [50] ΔΟΥΛΗ ΤΡΟΦΟΣ: Δέσποινα Δῃάνειρα, πολλὰ μέν σ’ ἐγὼ κατεῖδον ἤδη πανδάκρυτ’ ὀδύρματα τὴν Ἡράκλειον ἔξοδον γοωμένην· νῦν δ’, εἰ δίκαιον τοὺς ἐλευθέρους φρενοῦν γνώμαισι δούλαις, κἀμὲ χρὴ φράσαι τόσον· πῶς παισὶ μὲν τοσοῖσδε πληθύεις, ἀτὰρ ἀνδρὸς κατὰ ζήτησιν οὐ πέμπεις τινά, μάλιστα δ’ ὅνπερ εἰκὸς Ὕλλον, εἰ πατρὸς νέμοι τιν’ ὤραν τοῦ καλῶς πράσσειν δοκεῖν; Ἐγγὺς δ’ ὅδ’ αὐτὸς ἀρτίπους θρῴσκει δόμους, ὥστ’, εἴ τί σοι πρὸς καιρὸν ἐννέπειν δοκῶ, πάρεστι χρῆσθαι τἀνδρὶ τοῖς τ’ ἐμοῖς λόγοις. ΔΗΙΑΝΕΙΡΑ: Ὦ τέκνον, ὦ παῖ, κἀξ ἀγεννήτων ἄρα μῦθοι καλῶς πίπτουσιν· ἥδε γὰρ γυνὴ δούλη μέν, εἴρηκεν δ’ ἐλεύθερον λόγον. [65] ΥΛΛΟΣ: Ποῖον; δίδαξον, μῆτερ, εἰ διδακτά μοι. ΔΗΙΑΝΕΙΡΑ: Σὲ πατρὸς οὕτω δαρὸν ἐξενωμένου τὸ μὴ πυθέσθαι ποῦ ‘στιν αἰσχύνην φέρει. ΥΛΛΟΣ: Ἀλλ’ οἶδα, μύθοις εἴ τι πιστεύειν χρεών. ΔΗΙΑΝΕΙΡΑ: Καὶ ποῦ κλύεις νιν, τέκνον, ἱδρῦσθαι χθονός; ΥΛΛΟΣ: Τὸν μὲν παρελθόντ’ ἄροτον ἐν μήκει χρόνου Λυδῇ γυναικί φασί νιν λάτριν πονεῖν. ΔΗΙΑΝΕΙΡΑ: Πᾶν τοίνυν, εἰ καὶ τοῦτ’ ἔτλη, κλύοι τις ἄν. ΥΛΛΟΣ: Ἀλλ’ ἐξαφεῖται τοῦδέ γ’, ὡς ἐγὼ κλύω. ΔΗΙΑΝΕΙΡΑ: Ποῦ δῆτα νῦν ζῶν ἢ θανὼν ἀγγέλλεται; ΥΛΛΟΣ: Εὐβοῖδα χώραν φασίν, Εὐρύτου πόλιν, ἐπιστρατεύειν αὐτὸν ἢ μέλλειν ἔτι. ΔΗΙΑΝΕΙΡΑ: Ἆρ’ οἶσθα δῆτ’, ὦ τέκνον, ὡς ἔλειπέ μοι μαντεῖα πιστὰ τῆσδε τῆς χώρας πέρι; ΥΛΛΟΣ: Τὰ ποῖα, μῆτερ; τὸν λόγον γὰρ ἀγνοῶ. ΔΗΙΑΝΕΙΡΑ: Ὡς ἢ τελευτὴν τοῦ βίου μέλλει τελεῖν, ἢ τοῦτον ἄρας ἆθλον εἰς τό γ’ ὕστερον τὸν λοιπὸν ἤδη βίοτον εὐαίων’ ἔχειν. [85] ΥΛΛΟΣ: Ἐν οὖν ῥοπῇ τοιᾷδε κειμένῳ, τέκνον, οὐκ εἶ ξυνέρξων, ἡνίκ’ ἢ σεσώσμεθα κείνου βίον σώσαντος, ἢ οἰχόμεσθ’ ἅμα; ΥΛΛΟΣ: Ἀλλ’ εἶμι, μῆτερ· εἰ δὲ θεσφάτων ἐγὼ βάξιν κατῄδη τῶνδε, κἂν πάλαι παρῆ· νῦν δ’ ὁ ξυνήθης πότμος οὐκ εἴα πατρὸς ἡμᾶς προταρβεῖν οὐδὲ δειμαίνειν ἄγαν. Νῦν δ’ ὡς ξυνίημ’, οὐδὲν ἐλλείψω τὸ μὴ πᾶσαν πυθέσθαι τῶνδ’ ἀλήθειαν πέρι. ΔΗΙΑΝΕΙΡΑ: Χώρει νυν, ὦ παῖ· καὶ γὰρ ὑστέρῳ τό γ’ εὖ πράσσειν, ἐπεὶ πύθοιτο, κέρδος ἐμπολᾷ. [95] ΧΟΡΟΣ: Ὃν αἰόλα νὺξ ἐναριζομένα Str. 1 . τίκτει κατευνάζει τε φλογιζόμενον Ἅλιον, Ἅλιον αἰτῶ τοῦτο καρῦξαι τὸν Ἀλκμή- νας, πόθι μοι πόθι μοι ναί- ει ποτ’, ὦ λαμπρᾷ στεροπᾷ φλεγέθων, ἢ ποντίας αὐλῶνας, ἢ δισσαῖσιν ἀπείροις κλιθείς, εἴπ’, ὦ κρατιστεύων κατ’ ὄμμα. Ποθουμένᾳ γὰρ φρενὶ πυνθάνομαι Ant. 1 . τὰν ἀμφινεικῆ Δηϊάνειραν ἀεί, οἷά τιν’ ἄθλιον ὄρνιν, οὔποτ’ εὐνάζειν ἀδακρύ- των βλεφάρων πόθον, ἀλλ’ εὔ- μναστον ἀνδρὸς δεῖμα τρέφουσαν ὁδοῦ ἐνθυμίοις εὐναῖς ἀνανδρώτοισι τρύχεσθαι κακὰν δύστανον ἐλπίζουσαν αἶσαν. Πολλὰ γὰρ ὥστ’ ἀκάμαντος Str. 2 . ἢ νότου ἢ βορέα τις [115] ΧΟΡΟΣ: κύματ’ ‹ἂν› εὐρέϊ πόντῳ βάντ’ ἐπιόντα τ’ ἴδοι· οὕτω δὲ τὸν Καδμογενῆ ‹ς›τρέφει, τὸ δ’ αὔξει βιότου πολύπονον ὥσπερ πέλαγος Κρήσιον· ἀλλά τις θεῶν αἰὲν ἀναμπλάκητον Ἅι- δα σφε δόμων ἐρύκει. Ὧν ἐπιμεμφομένα σ’ αἰ- Ant. 2 . δοῖα μέν, ἀντία δ’ οἴσω· φαμὶ γὰρ οὐκ ἀποτρύειν ἐλπίδα τὰν ἀγαθὰν χρῆναί σ’· ἀνάλγητα γὰρ οὐδ’ ὁ πάντα κραίνων βασιλεὺς ἐπέβαλε θνατοῖς Κρονίδας· ἀλλ’ ἐπὶ πῆμα καὶ χαρὰ πᾶσι κυκλοῦσιν, οἷον Ἄρ- κτου στροφάδες κέλευθοι. [135] ΧΟΡΟΣ: Μένει γὰρ οὔτ’ αἰόλα Ep. νὺξ βροτοῖσιν οὔτε Κῆρες οὔτε πλοῦτος, ἀλλ’ ἄφαρ βέβακε, τῷ δ’ ἐπέρχεται χαίρειν τε καὶ στέρεσθαι. Ἃ καὶ σὲ τὰν ἄνασσαν ἐλπίσιν λέγω τάδ’ αἰὲν ἴσχειν· ἐπεὶ τίς ὧδε τέκνοισι Ζῆν’ ἄβουλον εἶδεν; ΔΗΙΑΝΕΙΡΑ: Πεπυσμένη μέν, ὡς ἀπεικάσαι, πάρει πάθημα τοὐμόν· ὡς δ’ ἐγὼ θυμοφθορῶ μήτ’ ἐκμάθοις παθοῦσα, νῦν δ’ ἄπειρος εἶ. Τὸ γὰρ νεάζον ἐν τοιοῖσδε βόσκεται χώροισιν αὑτοῦ, καί νιν οὐ θάλπος θεοῦ, οὐδ’ ὄμβρος, οὐδὲ πνευμάτων οὐδὲν κλονεῖ, ἀλλ’ ἡδοναῖς ἄμοχθον ἐξαίρει βίον ἐς τοῦθ’ ἕως τις ἀντὶ παρθένου γυνὴ κληθῇ λάβῃ τ’ ἐν νυκτὶ φροντίδων μέρος ἤτοι πρὸς ἀνδρὸς ἢ τέκνων φοβουμένη· τότ’ ἄν τις εἰσίδοιτο, τὴν αὑτοῦ σκοπῶν [155] ΧΟΡΟΣ: πρᾶξιν, κακοῖσιν οἷς ἐγὼ βαρύνομαι. Πάθη μὲν οὖν δὴ πόλλ’ ἔγωγ’ ἐκλαυσάμην· ἓν δ’, οἷον οὔπω πρόσθεν, αὐτίκ’ ἐξερῶ. Ὁδὸν γὰρ ἦμος τὴν τελευταίαν ἄναξ ὡρμᾶτ’ ἀπ’ οἴκων Ἡρακλῆς, τότ’ ἐν δόμοις λείπει παλαιὰν δέλτον ἐγγεγραμμένην ξυνθήμαθ’ ἁμοὶ πρόσθεν οὐκ ἔτλη ποτὲ πολλοὺς ἀγῶνας ἐξιὼν οὕτω φράσαι, ἀλλ’ ὥς τι δράσων εἷρπε κοὐ θανούμενος. Νῦν δ’, ὡς ἔτ’ οὐκ ὤν, εἶπε μὲν λέχους ὅ τι χρείη μ’ ἑλέσθαι κτῆσιν, εἶπε δ’ ἣν τέκνοις μοῖραν πατρῴας γῆς διαιρετὸν νέμοι, χρόνον προτάξας, ὡς τρίμηνος ἡνίκα χώρας ἀπείη κἀνιαύσιος βεβώς, τότ’ ἢ θανεῖν χρείη σφε τῷδε τῷ χρόνῳ, ἢ τοῦθ’ ὑπεκδραμόντα τοῦ χρόνου τέλος τὸ λοιπὸν ἤδη ζῆν ἀλυπήτῳ βίῳ. Τοιαῦτ’ ἔφραζε πρὸς θεῶν εἱμαρμένα [170] ΧΟΡΟΣ: τῶν Ἡρακλείων ἐκτελευτᾶσθαι πόνων, ὡς τὴν παλαιὰν φηγὸν αὐδῆσαί ποτε Δωδῶνι δισσῶν ἐκ πελειάδων ἔφη. Καὶ τῶνδε ναμέρτεια συμβαίνει χρόνου τοῦ νῦν παρόντος, ὡς τελεσθῆναι χρεών· ὥσθ’ ἡδέως εὕδουσαν ἐκπηδᾶν ἐμὲ φόβῳ, φίλαι, ταρβοῦσαν, εἴ με χρὴ μένειν πάντων ἀρίστου φωτὸς ἐστερημένην. ΧΟΡΟΣ: Εὐφημίαν νῦν ἴσχ’, ἐπεὶ καταστεφῆ στείχονθ’ ὁρῶ τιν’ ἄνδρα πρὸς χαρὰν λόγων. ΑΓΓΕΛΟΣ Δέσποινα Δῃάνειρα, πρῶτος ἀγγέλων ὄκνου σε λύσω· τὸν γὰρ Ἀλκμήνης τόκον καὶ ζῶντ’ ἐπίστω καὶ κρατοῦντα κἀκ μάχης ἄγοντ’ ἀπαρχὰς θεοῖσι τοῖς ἐγχωρίοις. ΔΗΙΑΝΕΙΡΑ: Τίν’ εἶπας, ὦ γεραιέ, τόνδε μοι λόγον; ΑΓΓΕΛΟΣ: Τάχ’ ἐς δόμους σοὺς τὸν πολύζηλον πόσιν ἥξειν, φανέντα σὺν κράτει νικηφόρῳ. [190] ΔΗΙΑΝΕΙΡΑ: Καὶ τοῦ τόδ’ ἀστῶν ἢ ξένων μαθὼν λέγεις; ΑΓΓΕΛΟΣ: Ἐν βουθερεῖ λειμῶνι πρόσπολος θροεῖ, Λίχας ὁ κῆρυξ, ταῦτα· τοῦ δ’ ἐγὼ κλύων ἀπῇξ’, ὅπως τοι πρῶτος ἀγγείλας τάδε πρὸς σοῦ τι κερδάναιμι καὶ κτῴμην χάριν. ΔΗΙΑΝΕΙΡΑ: Αὐτὸς δὲ πῶς ἄπεστιν, εἴπερ εὐτυχεῖ; ΑΓΓΕΛΟΣ: Οὐκ εὐμαρείᾳ χρώμενος πολλῇ, γύναι· κύκλῳ γὰρ αὐτὸν Μηλιεὺς ἅπας λεὼς κρίνει παραστάς, οὐδ’ ἔχει βῆναι πρόσω· τὸ γὰρ ποθοῦν ἕκαστος ἐκμαθεῖν θέλων οὐκ ἂν μεθεῖτο, πρὶν καθ’ ἡδονὴν κλύειν. Οὕτως ἐκεῖνος οὐχ ἑκών, ἑκοῦσι δὲ ξύνεστιν· ὄψει δ’ αὐτὸν αὐτίκ’ ἐμφανῆ. ΔΗΙΑΝΕΙΡΑ: Ὦ Ζεῦ, τὸν Οἴτης ἄτομον ὃς λειμῶν’ ἔχεις, ἔδωκας ἡμῖν ἀλλὰ σὺν χρόνῳ χαράν. Φωνήσατ’, ὦ γυναῖκες, αἵ τ’ εἴσω στέγης αἵ τ’ ἐκτὸς αὐλῆς, ὡς ἄελπτον ὄμμ’ ἐμοὶ φήμης ἀνασχὸν τῆσδε νῦν καρπούμεθα. [205] ΧΟΡΟΣ: Ἀνολολύξεται δόμος ἐφεστίοι- σιν ἀλαλαῖς ὁ μελλόνυμ- φος, ἐν δὲ κοινὸς ἀρσένων ἴτω κλαγγὰ τὸν εὐφαρέτραν Ἀπόλλω προστάταν· ὁμοῦ δὲ παιᾶνα, παιᾶν’ ἀνάγετ’, ὦ παρθένοι, βοᾶτε τὰν ὁμόσπορον Ἄρτεμιν Ὀρτυγίαν, ἐλαφαβόλον, ἀμφίπυρον, γείτονάς τε Νύμφας. Ἀείρομ’ οὐδ’ ἀπώσομαι τὸν αὐλόν, ὦ τύραννε τᾶς ἐμᾶς φρενός. Ἰδού μ’ ἀναταράσσει ‹εὐοῖ› εὐοῖ μ’ ὁ κισσὸς ἄρτι βακχίαν ὑποστρέφων ἅμιλλαν. Ἰὼ ἰὼ Παιάν· ἴδ’, ὦ φίλα γύναι. τάδ’ ἀντίπρῳρα δή σοι [225] ΧΟΡΟΣ: βλέπειν πάρεστ’ ἐναργῆ. ΔΗΙΑΝΕΙΡΑ: Ὁρῶ, φίλαι γυναῖκες, οὐδέ μ’ ὄμματος φρουρὰ παρῆλθε τόνδε μὴ λεύσσειν στόλον· χαίρειν δὲ τὸν κήρυκα προὐννέπω, χρόνῳ πολλῷ φανέντα, χαρτὸν εἴ τι καὶ φέρεις. [230] ΛΙΧΑΣ: Ἀλλ’ εὖ μὲν ἵγμεθ’, εὖ δὲ προσφωνούμεθα, γύναι, κατ’ ἔργου κτῆσιν· ἄνδρα γὰρ καλῶς πράσσοντ’ ἀνάγκη χρηστὰ κερδαίνειν ἔπη. ΔΗΙΑΝΕΙΡΑ: Ὦ φίλτατ’ ἀνδρῶν, πρῶθ’ ἃ πρῶτα βούλομαι δίδαξον, εἰ ζῶνθ’ Ἡρακλέα προσδέξομαι. ΛΙΧΑΣ: Ἔγωγέ τοί σφ’ ἔλειπον ἰσχύοντά τε καὶ ζῶντα καὶ θάλλοντα κοὐ νόσῳ βαρύν. ΔΗΙΑΝΕΙΡΑ: Ποῦ γῆς; πατρῴας εἴτε βαρβάρου; λέγε. ΛΙΧΑΣ: Ἀκτή τις ἔστ’ Εὐβοιίς, ἔνθ’ ὁρίζεται βωμοὺς τέλη τ’ ἔγκαρπα Κηναίῳ Διί. ΔΗΙΑΝΕΙΡΑ: Εὐκταῖα φαίνων ἢ ‘πὸ μαντείας τινός; ΛΙΧΑΣ: Εὐχαῖς, ὅθ’ ᾕρει τῶνδ’ ἀνάστατον δορὶ χώραν γυναικῶν ὧν ὁρᾷς ἐν ὄμμασιν. ΔΗΙΑΝΕΙΡΑ: Αὗται δέ, πρὸς θεῶν, τοῦ ποτ’ εἰσὶ καὶ τίνες; οἰκτραὶ γάρ, εἰ μὴ ξυμφοραὶ κλέπτουσί με. ΛΙΧΑΣ: Ταύτας ἐκεῖνος Εὐρύτου πέρσας πόλιν ἐξείλεθ’ αὑτῷ κτῆμα καὶ θεοῖς κριτόν. ΔΗΙΑΝΕΙΡΑ: Ἦ κἀπὶ ταύτῃ τῇ πόλει τὸν ἄσκοπον [250] ΛΙΧΑΣ: χρόνον βεβὼς ἦν ἡμερῶν ἀνήριθμον; ΛΙΧΑΣ: Οὔκ, ἀλλὰ τὸν μὲν πλεῖστον ἐν Λυδοῖς χρόνον κατείχεθ’, ὥς φησ’ αὐτός, οὐκ ἐλεύθερος, ἀλλ’ ἐμποληθείς· τοῦ λόγου δ’ οὐ χρὴ φθόνον, γύναι, προσεῖναι, Ζεὺς ὅτου πράκτωρ φανῇ. Κεῖνος δὲ πραθεὶς Ὀμφάλῃ τῇ βαρβάρῳ ἐνιαυτὸν ἐξέπλησεν, ὡς αὐτὸς λέγει, χοὔτως ἐδήχθη τοῦτο τοὔνειδος λαβὼν ὥσθ’ ὅρκον αὑτῷ προσβαλὼν διώμοσεν ἦ μὴν τὸν ἀγχιστῆρα τοῦδε τοῦ πάθους ξὺν παιδὶ καὶ γυναικὶ δουλώσειν ἔτι. Κοὐχ ἡλίωσε τοὔπος, ἀλλ’ ὅθ’ ἁγνὸς ἦν, στρατὸν λαβὼν ἐπακτὸν ἔρχεται πόλιν τὴν Εὐρυτείαν· τόνδε γὰρ μεταίτιον μόνον βροτῶν ἔφασκε τοῦδ’ εἶναι πάθους· ὃς αὐτὸν ἐλθόντ’ ἐς δόμους ἐφέστιον, ξένον παλαιὸν ὄντα, πολλὰ μὲν λόγοις ἐπερρόθησε, πολλὰ δ’ ἀτηρᾷ φρενί, [265] ΛΙΧΑΣ: λέγων χεροῖν μὲν ὡς ἄφυκτ’ ἔχων βέλη τῶν ὧν τέκνων λείποιτο πρὸς τόξου κρίσιν, φώνει δὲ δοῦλος ἀνδρὸς ὡς ἐλευθέρου ῥαίοιτο· δείπνοις δ’ ἡνίκ’ ἦν ᾠνωμένος, ἔρριψεν ἐκτὸς αὐτόν. Ὧν ἔχων χόλον, ὡς ἵκετ’ αὖθις Ἴφιτος Τιρυνθίαν πρὸς κλιτὺν ἵππους νομάδας ἐξιχνοσκοπῶν, τότ’ ἄλλοσ’ αὐτὸν ὄμμα, θἀτέρᾳ δὲ νοῦν ἔχοντ’, ἀπ’ ἄκρας ἦκε πυργώδους πλακός. Ἔργου δ’ ἕκατι τοῦδε μηνίσας ἄναξ, ὁ τῶν ἁπάντων Ζεὺς πατὴρ Ὀλύμπιος, πρατόν νιν ἐξέπεμψεν, οὐδ’ ἠνέσχετο ὁθούνεκ’ αὐτὸν μοῦνον ἀνθρώπων δόλῳ ἔκτεινεν· εἰ γὰρ ἐμφανῶς ἠμύνατο, Ζεύς τἂν συνέγνω ξὺν δίκῃ χειρουμένῳ· ὕβριν γὰρ οὐ στέργουσιν οὐδὲ δαίμονες. Κεῖνοι δ’ ὑπερχλίοντες ἐκ γλώσσης κακῆς, αὐτοὶ μὲν Ἅιδου πάντες εἴσ’ οἰκήτορες, [285] ΛΙΧΑΣ: πόλις δὲ δούλη· τάσδε δ’ ἅσπερ εἰσορᾷς ἐξ ὀλβίων ἄζηλον εὑροῦσαι βίον χωροῦσι πρὸς σέ· ταῦτα γὰρ πόσις τε σὸς ἐφεῖτ’, ἐγὼ δὲ πιστὸς ὢν κείνῳ τελῶ. Αὐτὸν δ’ ἐκεῖνον, εὖτ’ ἂν ἁγνὰ θύματα ῥέξῃ πατρῴῳ Ζηνὶ τῆς ἁλώσεως, φρόνει νιν ὡς ἥξοντα· τοῦτο γὰρ λόγου πολλοῦ καλῶς λεχθέντος ἥδιστον κλύειν. ΧΟΡΟΣ: Ἄνασσα, νῦν σοι τέρψις ἐμφανὴς κυρεῖ, τῶν μὲν παρόντων, τὰ δὲ πεπυσμένῃ λόγῳ. ΔΗΙΑΝΕΙΡΑ: Πῶς δ’ οὐκ ἐγὼ χαίροιμ’ ἄν, ἀνδρὸς εὐτυχῆ κλύουσα πρᾶξιν τήνδε, πανδίκῳ φρενί; πολλή ‘στ’ ἀνάγκη τῇδε τοῦτο συντρέχειν. Ὅμως δ’ ἔνεστι τοῖσιν εὖ σκοπουμένοις ταρβεῖν τὸν εὖ πράσσοντα μὴ σφαλῇ ποτε. Ἐμοὶ γὰρ οἶκτος δεινὸς εἰσέβη, φίλαι, ταύτας ὁρώσῃ δυσπότμους ἐπὶ ξένης χώρας ἀοίκους ἀπάτοράς τ’ ἀλωμένας, [305] ΛΙΧΑΣ: αἳ πρὶν μὲν ἦσαν ἐξ ἐλευθέρων ἴσως ἀνδρῶν, τανῦν δὲ δοῦλον ἴσχουσιν βίον. Ὦ Ζεῦ Τροπαῖε, μή ποτ’ εἰσίδοιμί σε πρὸς τοὐμὸν οὕτω σπέρμα χωρήσαντά ποι, μηδ’, εἴ τι δράσεις, τῆσδέ γε ζώσης ἔτι· οὕτως ἐγὼ δέδοικα τάσδ’ ὁρωμένη. Ὦ δυστάλαινα, τίς ποτ’ εἶ νεανίδων; ἄνανδρος, ἢ τεκνοῦσσα; πρὸς μὲν γὰρ φύσιν πάντων ἄπειρος τῶνδε, γενναία δέ τις. Λίχα, τίνος ποτ’ ἐστὶν ἡ ξένη βροτῶν; τίς ἡ τεκοῦσα, τίς δ’ ὁ φιτύσας πατήρ; ἔξειπ’· ἐπεί νιν τῶνδε πλεῖστον ᾤκτισα βλέπουσ’, ὅσῳπερ καὶ φρονεῖν οἶδεν μόνη. ΛΙΧΑΣ: Τί δ’ οἶδ’ ἐγώ; τί δ’ ἄν με καὶ κρίνοις; ἴσως γέννημα τῶν ἐκεῖθεν οὐκ ἐν ὑστάτοις. ΔΗΙΑΝΕΙΡΑ: Μὴ τῶν τυράννων; Εὐρύτου σπορά τις ἦν; ΛΙΧΑΣ: Οὐκ οἶδα· καὶ γὰρ οὐδ’ ἀνιστόρουν μακράν. ΔΗΙΑΝΕΙΡΑ: Οὐδ’ ὄνομα πρός του τῶν ξυνεμπόρων ἔχεις; [320] ΛΙΧΑΣ: Ἥκιστα· σιγῇ τοὐμὸν ἔργον ἤνυτον. ΔΗΙΑΝΕΙΡΑ: Εἴπ’, ὦ τάλαιν’, ἀλλ’ ἡμὶν ἐκ σαυτῆς· ἐπεὶ καὶ ξυμφορά τοι μὴ εἰδέναι σέ γ’ ἥτις εἶ. ΛΙΧΑΣ: Οὔ τἄρα τῷ γε πρόσθεν οὐδὲν ἐξ ἴσου χρόνῳ διοίσει γλῶσσαν, ἥτις οὐδαμὰ προὔφηνεν οὔτε μείζον’ οὔτ’ ἐλάσσονα, ἀλλ’ αἰὲν ὠδίνουσα συμφορᾶς βάρος δακρυρροεῖ δύστηνος, ἐξ ὅτου πάτραν διήνεμον λέλοιπεν. Ἡ δέ τοι τύχη κακὴ μὲν αὐτῇ γ’, ἀλλὰ συγγνώμην ἔχει. ΔΗΙΑΝΕΙΡΑ: Ἡ δ’ οὖν ἐάσθω, καὶ πορευέσθω στέγας οὕτως ὅπως ἥδιστα, μηδὲ πρὸς κακοῖς τοῖς οὖσι λύπην πρός γ’ ἐμοῦ διπλῆν λάβοι· ἅλις γὰρ ἡ παροῦσα. Πρὸς δὲ δώματα χωρῶμεν ἤδη πάντες, ὡς σύ θ’ οἷ θέλεις σπεύδῃς, ἐγώ τε τἄνδον ἐξαρκῆ τιθῶ. ΑΓΓΕΛΟΣ: Αὐτοῦ γε πρῶτον βαιὸν ἀμμείνασ’, ὅπως μάθῃς ἄνευ τῶνδ’ οὕστινάς τ’ ἄγεις ἔσω, [340] ΛΙΧΑΣ: ὧν τ’ οὐδὲν εἰσήκουσας ἐκμάθῃς γ’ ἃ δεῖ· τούτων ἔχω γὰρ πάντ’ ἐπιστήμην ἐγώ. ΔΗΙΑΝΕΙΡΑ: Τί δ’ ἐστί; τοῦ με τήνδ’ ἐφίστασαι βάσιν; ΑΓΓΕΛΟΣ: Σταθεῖσ’ ἄκουσον· καὶ γὰρ οὐδὲ τὸν πάρος μῦθον μάτην ἤκουσας, οὐδὲ νῦν δοκῶ. ΔΗΙΑΝΕΙΡΑ: Πότερον ἐκείνους δῆτα δεῦρ’ αὖθις πάλιν καλῶμεν, ἢ ‘μοὶ ταῖσδέ τ’ ἐξειπεῖν θέλεις; ΑΓΓΕΛΟΣ: Σοὶ ταῖσδέ τ’ οὐδὲν εἴργεται, τούτους δ’ ἔα. ΔΗΙΑΝΕΙΡΑ: Καὶ δὴ βεβᾶσι, χὠ λόγος σημαινέτω. ΑΓΓΕΛΟΣ: Ἁνὴρ ὅδ’ οὐδὲν ὧν ἔλεξεν ἀρτίως φωνεῖ δίκης ἐς ὀρθόν, ἀλλ’ ἢ νῦν κακός, ἢ πρόσθεν οὐ δίκαιος ἄγγελος παρῆν. ΔΗΙΑΝΕΙΡΑ: Τί φῄς; σαφῶς μοι φράζε πᾶν ὅσον νοεῖς· ἃ μὲν γὰρ ἐξείρηκας ἀγνοία μ’ ἔχει. ΑΓΓΕΛΟΣ: Τούτου λέγοντος τἀνδρὸς εἰσήκουσ’ ἐγώ, πολλῶν παρόντων μαρτύρων, ὡς τῆς κόρης ταύτης ἕκατι κεῖνος Εὔρυτόν θ’ ἕλοι τήν θ’ ὑψίπυργον Οἰχαλίαν, Ἔρως δέ νιν [355] ΛΙΧΑΣ: μόνος θεῶν θέλξειεν αἰχμάσαι τάδε, οὐ τἀπὶ Λυδοῖς οὐδ’ ὑπ’ Ὀμφάλῃ πόνων λατρεύματ’, οὐδ’ ὁ ῥιπτὸς Ἰφίτου μόρος, ὃν νῦν παρώσας οὗτος ἔμπαλιν λέγει. Ἀλλ’ ἡνίκ’ οὐκ ἔπειθε τὸν φυτοσπόρον τὴν παῖδα δοῦναι, κρύφιον ὡς ἔχοι λέχος, ἔγκλημα μικρὸν αἰτίαν θ’ ἑτοιμάσας, ἐπιστρατεύει πατρίδα τὴν ταύτης, ἐν ᾗ τὸν Εὔρυτον τῶνδ’ εἶπε δεσπόζειν θρόνων, κτείνει τ’ ἄνακτα πατέρα τῆσδε καὶ πόλιν ἔπερσε. Καί νιν, ὡς ὁρᾷς, ἥκει δόμους ὡς τούσδε πέμπων οὐκ ἀφροντίστως, γύναι, οὐδ’ ὥστε δούλην· μηδὲ προσδόκα τόδε· οὐδ’ εἰκός, εἴπερ ἐντεθέρμανται πόθῳ. Ἔδοξεν οὖν μοι πρὸς σὲ δηλῶσαι τὸ πᾶν, δέσποιν’, ὃ τοῦδε τυγχάνω μαθὼν πάρα. Καὶ ταῦτα πολλοὶ πρὸς μέσῃ Τραχινίων ἀγορᾷ συνεξήκουον ὡσαύτως ἐμοί, [375] ΛΙΧΑΣ: ὥστ’ ἐξελέγχειν· εἰ δὲ μὴ λέγω φίλα, οὐχ ἥδομαι, τὸ δ’ ὀρθὸν ἐξείρηχ’ ὅμως. ΔΗΙΑΝΕΙΡΑ: Οἴμοι τάλαινα, ποῦ ποτ’ εἰμὶ πράγματος; τίν’ εἰσδέδεγμαι πημονὴν ὑπόστεγον λαθραῖον, ὤ, δύστηνος· ἆρ’ ἀνώνυμος πέφυκεν, ὥσπερ οὑπάγων διώμνυτο; ΑΓΓΕΛΟΣ: Ἦ κάρτα λαμπρὰ καὶ κατ’ ὄνομα καὶ φύσιν, πατρὸς μὲν οὖσα γένεσιν Εὐρύτου ποτὲ Ἰόλη ‘καλεῖτο, τῆς ἐκεῖνος οὐδαμὰ βλάστας ἐφώνει, δῆθεν οὐδὲν ἱστορῶν. ΧΟΡΟΣ: Ὄλοιντο μή τι πάντες οἱ κακοί, τὰ δὲ λαθραῖ’ ὃς ἀσκεῖ μὴ πρέποντ’ αὐτῷ κακά. ΔΗΙΑΝΕΙΡΑ: Τί χρὴ ποεῖν, γυναῖκες; ὡς ἐγὼ λόγοις τοῖς νῦν παροῦσιν ἐκπεπληγμένη κυρῶ. ΧΟΡΟΣ: Πεύθου μολοῦσα τἀνδρός, ὡς τάχ’ ἂν σαφῆ λέξειεν, εἴ νιν πρὸς βίαν κρίνειν θέλοις. ΔΗΙΑΝΕΙΡΑ: Ἀλλ’ εἶμι· καὶ γὰρ οὐκ ἀπὸ γνώμης λέγεις. ΑΓΓΕΛΟΣ: Ἡμεῖς δὲ προσμένωμεν; ἢ τί χρὴ ποεῖν; [395] ΔΗΙΑΝΕΙΡΑ: Μίμν’, ὡς ὅδ’ ἁνὴρ οὐκ ἐμῶν ὑπ’ ἀγγέλων, ἀλλ’ αὐτόκλητος ἐκ δόμων πορεύεται. ΛΙΧΑΣ: Τί χρή, γύναι, μολόντα μ’ Ἡρακλεῖ λέγειν; δίδαξον, ὡς ἕρποντος, εἰσορᾷς, ἐμοῦ. ΔΗΙΑΝΕΙΡΑ: Ὡς ἐκ ταχείας σὺν χρόνῳ βραδεῖ μολὼν ᾄσσεις, πρὶν ἡμᾶς κἀννεώσασθαι λόγους. ΛΙΧΑΣ: Ἀλλ’ εἴ τι χρῄζεις ἱστορεῖν, πάρειμ’ ἐγώ. ΔΗΙΑΝΕΙΡΑ: Ἦ καὶ τὸ πιστὸν τῆς ἀληθείας νεμεῖς; ΛΙΧΑΣ: Ἴστω μέγας Ζεύς, ὧν γ’ ἂν ἐξειδὼς κυρῶ. ΔΗΙΑΝΕΙΡΑ: Τίς ἡ γυνὴ δῆτ’ ἐστὶν ἣν ἥκεις ἄγων; ΛΙΧΑΣ: Εὐβοιίς· ὧν δ’ ἔβλαστεν οὐκ ἔχω λέγειν. ΑΓΓΕΛΟΣ: Οὗτος, βλέφ’ ὧδε. Πρὸς τίν’ ἐννέπειν δοκεῖς; ΛΙΧΑΣ: Σὺ δ’ εἰς τί δή με τοῦτ’ ἐρωτήσας ἔχεις; ΑΓΓΕΛΟΣ: Τόλμησον εἰπεῖν, εἰ φρονεῖς, ὅ σ’ ἱστορῶ. ΛΙΧΑΣ: Πρὸς τὴν κρατοῦσαν Δῃάνειραν, Οἰνέως κόρην, δάμαρτά θ’ Ἡρακλέους, εἰ μὴ κυρῶ λεύσσων μάταια, δεσπότιν τε τὴν ἐμήν. ΑΓΓΕΛΟΣ: Τοῦτ’ αὔτ’ ἔχρῃζον, τοῦτό σου μαθεῖν· λέγεις [410] ΛΙΧΑΣ: δέσποιναν εἶναι τήνδε σήν; ΛΙΧΑΣ: Δίκαια γάρ. ΑΓΓΕΛΟΣ: Τί δῆτα; ποίαν ἀξιοῖς δοῦναι δίκην, ἤν γ’ εὑρεθῇς ἐς τήνδε μὴ δίκαιος ὤν; ΛΙΧΑΣ: Πῶς μὴ δίκαιος; τί ποτε ποικίλας ἔχεις; ΑΓΓΕΛΟΣ: Οὐδέν· σὺ μέντοι κάρτα τοῦτο δρῶν κυρεῖς. ΛΙΧΑΣ: Ἄπειμι· μῶρος δ’ ἦ πάλαι κλύων σέθεν. ΑΓΓΕΛΟΣ: Οὔ, πρίν γ’ ἂν εἴπῃς ἱστορούμενος βραχύ. ΛΙΧΑΣ: Λέγ’, εἴ τι χρῄζεις· καὶ γὰρ οὐ σιγηλὸς εἶ. ΑΓΓΕΛΟΣ: Τὴν αἰχμάλωτον, ἣν ἔπεμψας ἐς δόμους, κάτοισθα δήπου; ΛΙΧΑΣ: Φημί, πρὸς τί δ’ ἱστορεῖς; ΑΓΓΕΛΟΣ: Οὔκουν σὺ ταύτην, ἣν ὑπ’ ἀγνοίας ὁρᾷς, Ἰόλην ἔφασκες Εὐρύτου σπορὰν ἄγειν; ΛΙΧΑΣ: Ποίοις ἐν ἀνθρώποισι; τίς πόθεν μολὼν σοὶ μαρτυρήσει ταῦτ’ ἐμοῦ κλύειν παρών; ΑΓΓΕΛΟΣ: Πολλοῖσιν ἀστῶν· ἐν μέσῃ Τραχινίων ἀγορᾷ πολύς σου ταῦτά γ’ εἰσήκουσ’ ὄχλος. [425] ΛΙΧΑΣ: Ναί, κλύειν γ’ ἔφασκον· ταὐτὸ δ’ οὐχὶ γίγνεται δόκησιν εἰπεῖν κἀξακριβῶσαι λόγον. ΑΓΓΕΛΟΣ: Ποίαν δόκησιν; οὐκ ἐπώμοτος λέγων δάμαρτ’ ἔφασκες Ἡρακλεῖ ταύτην ἄγειν; ΛΙΧΑΣ: Ἐγὼ δάμαρτα; Πρὸς θεῶν, φράσον, φίλη δέσποινα, τόνδε τίς ποτ’ ἐστὶν ὁ ξένος. ΑΓΓΕΛΟΣ: Ὃς σοῦ παρὼν ἤκουσεν ὡς ταύτης πόθῳ πόλις δαμείη πᾶσα, κοὐχ ἡ Λυδία πέρσειεν αὐτήν, ἀλλ’ ὁ τῆσδ’ ἔρως φανείς. ΛΙΧΑΣ: Ἅνθρωπος, ὦ δέσποιν’, ἀποστήτω. Τὸ γὰρ νοσοῦντι ληρεῖν ἀνδρὸς οὐχὶ σώφρονος. ΔΗΙΑΝΕΙΡΑ: Μή, πρός σε τοῦ κατ’ ἄκρον Οἰταῖον νάπος Διὸς καταστράπτοντος, ἐκκλέψῃς λόγον. Οὐ γὰρ γυναικὶ τοὺς λόγους ἐρεῖς κακῇ, οὐδ’ ἥτις οὐ κάτοιδε τἀνθρώπων ὅτι χαίρειν πέφυκεν οὐχὶ τοῖς αὐτοῖς ἀεί. Ἔρωτι μὲν γοῦν ὅστις ἀντανίσταται [445] ΛΙΧΑΣ: πύκτης ὅπως ἐς χεῖρας οὐ καλῶς φρονεῖ. Οὗτος γὰρ ἄρχει καὶ θεῶν ὅπως θέλει, κἀμοῦ γε· πῶς δ’ οὐ χἀτέρας οἵας γ’ ἐμοῦ. Ὥστ’ εἴ τι τὠμῷ τ’ ἀνδρὶ τῇδε τῇ νόσῳ ληφθέντι μεμπτός εἰμι, κάρτα μαίνομαι, ἢ τῇδε τῇ γυναικί, τῇ μεταιτίᾳ τοῦ μηδὲν αἰσχροῦ μηδ’ ἐμοὶ κακοῦ τινος. Οὐκ ἔστι ταῦτ’. Ἀλλ’ εἰ μὲν ἐκ κείνου μαθὼν ψεύδῃ, μάθησιν οὐ καλὴν ἐκμανθάνεις· εἰ δ’ αὐτὸς αὑτὸν ὧδε παιδεύεις, ὅταν θέλῃς γενέσθαι χρηστός, ὀφθήσῃ κακός. Ἀλλ’ εἰπὲ πᾶν τἀληθές· ὡς ἐλευθέρῳ ψευδεῖ καλεῖσθαι κὴρ πρόσεστιν οὐ καλή. Ὅπως δὲ λήσεις, οὐδὲ τοῦτο γίγνεται· πολλοὶ γάρ, οἷς εἴρηκας, οἳ φράσουσ’ ἐμοί. Κεἰ μὲν δέδοικας, οὐ καλῶς ταρβεῖς, ἐπεὶ τὸ μὴ πυθέσθαι, τοῦτό μ’ ἀλγύνειεν ἄν· τὸ δ’ εἰδέναι τί δεινόν; οὐχὶ χἀτέρας [460] ΛΙΧΑΣ: πλείστας ἀνὴρ εἷς Ἡρακλῆς ἔγημε δή; κοὔπω τις αὐτῶν ἔκ γ’ ἐμοῦ λόγον κακὸν ἠνέγκατ’ οὐδ’ ὄνειδος ἥδε τ’ οὐδ’ ἂν εἰ κάρτ’ ἐντακείη τῷ φιλεῖν, ἐπεί σφ’ ἐγὼ ᾤκτιρα δὴ μάλιστα προσβλέψασ’, ὅτι τὸ κάλλος αὐτῆς τὸν βίον διώλεσεν, καὶ γῆν πατρῴαν οὐχ ἑκοῦσα δύσμορος ἔπερσε κἀδούλωσεν. Ἀλλὰ ταῦτα μὲν ῥείτω κατ’ οὖρον· σοὶ δ’ ἐγὼ φράζω κακὸν πρὸς ἄλλον εἶναι, πρὸς δ’ ἔμ’ ἀψευδεῖν ἀεί. ΧΟΡΟΣ: Πείθου λεγούσῃ χρηστά, κοὐ μέμψῃ χρόνῳ γυναικὶ τῇδε, κἀπ’ ἐμοῦ κτήσῃ χάριν. ΛΙΧΑΣ: Ἀλλ’, ὦ φίλη δέσποιν’, ἐπεί σε μανθάνω θνητὴν φρονοῦσαν θνητὰ κοὐκ ἀγνώμονα, πᾶν σοι φράσω τἀληθὲς οὐδὲ κρύψομαι. Ἔστιν γὰρ οὕτως ὥσπερ οὗτος ἐννέπει· ταύτης ὁ δεινὸς ἵμερός ποθ’ Ἡρακλῆ διῆλθε, καὶ τῆσδ’ οὕνεχ’ ἡ πολύφθορος [480] ΛΙΧΑΣ: καθῃρέθη πατρῷος Οἰχαλία δορί. Καὶ ταῦτα, δεῖ γὰρ καὶ τὸ πρὸς κείνου λέγειν, οὔτ’ εἶπε κρύπτειν οὔτ’ ἀπηρνήθη ποτέ· ἀλλ’ αὐτός, ὦ δέσποινα, δειμαίνων τὸ σὸν μὴ στέρνον ἀλγύνοιμι τοῖσδε τοῖς λόγοις, ἥμαρτον, εἴ τι τήνδ’ ἁμαρτίαν νέμεις. Ἐπεί γε μὲν δὴ πάντ’ ἐπίστασαι λόγον κείνου τε καὶ σὴν ἐξ ἴσου κοινὴν χάριν, καὶ στέργε τὴν γυναῖκα καὶ βούλου λόγους οὓς εἶπας ἐς τήνδ’ ἐμπέδως εἰρηκέναι· ὡς τἄλλ’ ἐκεῖνος πάντ’ ἀριστεύων χεροῖν τοῦ τῆσδ’ ἔρωτος εἰς ἅπανθ’ ἥσσων ἔφυ. ΔΗΙΑΝΕΙΡΑ: Ἀλλ’ ὧδε καὶ φρονοῦμεν ὥστε ταῦτα δρᾶν, κοὔτοι νόσον γ’ ἐπακτὸν ἐξαρούμεθα θεοῖσι δυσμαχοῦντες. Ἀλλ’ εἴσω στέγης χωρῶμεν, ὡς λόγων τ’ ἐπιστολὰς φέρῃς, ἅ τ’ ἀντὶ δώρων δῶρα χρὴ προσαρμόσαι, καὶ ταῦτ’ ἄγῃς. Κενὸν γὰρ οὐ δίκαιά σε [500] ΛΙΧΑΣ: χωρεῖν προσελθόνθ’ ὧδε σὺν πολλῷ στόλῳ. ΧΟΡΟΣ: Μέγα τι σθένος ἁ Κύπρις ἐκφέρεται νίκας ἀεί· Str. καὶ τὰ μὲν θεῶν παρέβαν, καὶ ὅπως Κρονίδαν ἀπάτασεν οὐ λέγω, οὐδὲ τὸν ἔννυχον Ἅιδαν, ἢ Ποσειδάωνα τινάκτορα γαίας· ἀλλ’ ἐπὶ τάνδ’ ἄρ’ ἄκοιτιν ‹τίνες› ἀμφίγυοι κατέβαν πρὸ γάμων; τίνες πάμπληκτα παγκόνιτά τ’ ἐξ- ῆλθον ἄεθλ’ ἀγώνων; Ὁ μὲν ἦν ποταμοῦ σθένος, ὑψίκερω τετραόρου Ant. φάσμα ταύρου, Ἀχελῷος ἀπ’ Οἰνιαδᾶν, ὁ δὲ Βακχίας ἄπο ἦλθε παλίντονα Θήβας τόξα καὶ λόγχας ῥόπαλόν τε τινάσσων, παῖς Διός· οἳ τότ’ ἀολλεῖς ἴσαν ἐς μέσον ἱέμενοι λεχέων· μόνα δ’ εὔλεκτρος ἐν μέσῳ Κύπρις [520] ΛΙΧΑΣ: ῥαβδονόμει ξυνοῦσα. Τότ’ ἦν χερός, ἦν δὲ τόξων πάταγος, Epod. ταυρείων τ’ ἀνάμιγδα κεράτων· ἦν δ’ ἀμφίπλεκτοι κλίμακες, ἦν δὲ μετώπων ὀλόεντα πλήγματα καὶ στόνος ἀμφοῖν. Ἁ δ’ εὐῶπις ἁβρὰ τηλαυγεῖ παρ’ ὄχθῳ ἧστο, τὸν ὃν προσμένουσ’ ἀκοίταν. Ἐγὼ δὲ θατὴρ μὲν οἷα φράζω· τὸ δ’ ἀμφινείκητον ὄμμα νύμφας ἐλεινὸν ἀμμένει· κἀπὸ ματρὸς ἄφαρ βέβαχ’ ὥστε πόρτις ἐρήμα. ΔΗΙΑΝΕΙΡΑ: Ἦμος, φίλαι, κατ’ οἶκον ὁ ξένος θροεῖ ταῖς αἰχμαλώτοις παισὶν ὡς ἐπ’ ἐξόδῳ, τῆμος θυραῖος ἦλθον ὡς ὑμᾶς λάθρᾳ, τὰ μὲν φράσουσα χερσὶν ἁτεχνησάμην, [535] ΛΙΧΑΣ: τὰ δ’ οἷα πάσχω συγκατοικτιουμένη. Κόρην γάρ, οἶμαι δ’ οὐκέτ’, ἀλλ’ ἐζευγμένην, παρεισδέδεγμαι, φόρτον ὥστε ναυτίλος, λωβητὸν ἐμπόλημα τῆς ἐμῆς φρενός· καὶ νῦν δύ’ οὖσαι μίμνομεν μιᾶς ὑπὸ χλαίνης ὑπαγκάλισμα· τοιάδ’ Ἡρακλῆς, ὁ πιστὸς ἡμῖν κἀγαθὸς καλούμενος, οἰκούρι’ ἀντέπεμψε τοῦ μακροῦ χρόνου. Ἐγὼ δὲ θυμοῦσθαι μὲν οὐκ ἐπίσταμαι νοσοῦντι κείνῳ πολλὰ τῇδε τῇ νόσῳ· τὸ δ’ αὖ ξυνοικεῖν τῇδ’ ὁμοῦ τίς ἂν γυνὴ δύναιτο, κοινωνοῦσα τῶν αὐτῶν γάμων; Ὁρῶ γὰρ ἥβην τὴν μὲν ἕρπουσαν πρόσω, τὴν δὲ φθίνουσαν· ὧν ἀφαρπάζειν φιλεῖ ὀφθαλμὸς ἄνθος, τῶν δ’ ὑπεκτρέπει πόδα· ταῦτ’ οὖν φοβοῦμαι μὴ πόσις μὲν Ἡρακλῆς ἐμὸς καλῆται, τῆς νεωτέρας δ’ ἀνήρ. Ἀλλ’ οὐ γάρ, ὥσπερ εἶπον, ὀργαίνειν καλὸν [555] ΛΙΧΑΣ: γυναῖκα νοῦν ἔχουσαν· ᾗ δ’ ἔχω, φίλαι, λυτήριον λώφημα, τῇδ’ ὑμῖν φράσω. Ἦν μοι παλαιὸν δῶρον ἀρχαίου ποτὲ θηρός, λέβητι χαλκέῳ κεκρυμμένον, ὃ παῖς ἔτ’ οὖσα τοῦ δασυστέρνου παρὰ Νέσσου φθίνοντος ἐκ φονῶν ἀνειλόμην, ὃς τὸν βαθύρρουν ποταμὸν Εὔηνον βροτοὺς μισθοῦ πόρευε χερσίν, οὔτε πομπίμοις κώπαις ἐρέσσων οὔτε λαίφεσιν νεώς. Ὃς κἀμέ, τὸν πατρῷον ἡνίκα στόλον ξὺν Ἡρακλεῖ τὸ πρῶτον εὖνις ἑσπόμην, φέρων ἐπ’ ὤμοις, ἡνίκ’ ἦν μέσῳ πόρῳ, ψαύει ματαίαις χερσίν· ἐκ δ’ ἤϋσ’ ἐγώ, χὠ Ζηνὸς εὐθὺς παῖς ἐπιστρέψας χεροῖν ἧκεν κομήτην ἰόν· ἐς δὲ πλεύμονας στέρνων διερροίζησεν· ἐκθνῄσκων δ’ ὁ θὴρ τοσοῦτον εἶπε· “Παῖ γέροντος Οἰνέως, τοσόνδ’ ὀνήσῃ τῶν ἐμῶν, ἐὰν πίθῃ, [575] ΛΙΧΑΣ: πορθμῶν, ὁθούνεχ’ ὑστάτην σ’ ἔπεμψ’ ἐγώ· ἐὰν γὰρ ἀμφίθρεπτον αἷμα τῶν ἐμῶν σφαγῶν ἐνέγκῃ χερσὶν ᾗ μελαγχόλους ἔβαψεν ἰοὺς θρέμμα Λερναίας ὕδρας, ἔσται φρενός σοι τοῦτο κηλητήριον τῆς Ἡρακλείας, ὥστε μήτιν’ εἰσιδὼν στέρξει γυναῖκα κεῖνος ἀντὶ σοῦ πλέον.” Τοῦτ’ ἐννοήσασ’, ὦ φίλαι, δόμοις γὰρ ἦν κείνου θανόντος ἐγκεκλῃμένον καλῶς, χιτῶνα τόνδ’ ἔβαψα, προσβαλοῦσ’ ὅσα ζῶν κεῖνος εἶπε· καὶ πεπείρανται τάδε. Κακὰς δὲ τόλμας μήτ’ ἐπισταίμην ἐγὼ μήτ’ ἐκμάθοιμι, τάς τε τολμώσας στυγῶ. Φίλτροις δ’ ἐάν πως τήνδ’ ὑπερβαλώμεθα τὴν παῖδα καὶ θέλκτροισι τοῖς ἐφ’ Ἡρακλεῖ, μεμηχάνηται τοὔργον, εἴ τι μὴ δοκῶ πράσσειν μάταιον· εἰ δὲ μή, πεπαύσομαι. ΧΟΡΟΣ: Ἀλλ’ εἴ τις ἐστὶ πίστις ἐν τοῖς δρωμένοις, [590] ΛΙΧΑΣ: δοκεῖς παρ’ ἡμῖν οὐ βεβουλεῦσθαι κακῶς. ΔΗΙΑΝΕΙΡΑ: Οὕτως ἔχει γ’ ἡ πίστις, ὡς τὸ μὲν δοκεῖν ἔνεστι, πείρᾳ δ’ οὐ προσωμίλησά πω. ΧΟΡΟΣ: Ἀλλ’ εἰδέναι χρὴ δρῶσαν, ὡς οὐδ’ εἰ δοκεῖς ἔχειν ἔχοις ἂν γνῶμα, μὴ πειρωμένη. ΔΗΙΑΝΕΙΡΑ: Ἀλλ’ αὐτίκ’ εἰσόμεσθα, τόνδε γὰρ βλέπω θυραῖον ἤδη· διὰ τάχους δ’ ἐλεύσεται. Μόνον παρ’ ὑμῶν εὖ στεγοίμεθ’· ὡς σκότῳ κἂν αἰσχρὰ πράσσῃς, οὔποτ’ αἰσχύνῃ πεσῇ. ΛΙΧΑΣ: Τί χρὴ ποεῖν; σήμαινε, τέκνον Οἰνέως, ὡς ἐσμὲν ἤδη τῷ μακρῷ χρόνῳ βραδεῖς. ΔΗΙΑΝΕΙΡΑ: Ἀλλ’ αὐτὰ δή σοι ταῦτα καὶ πράσσω, Λίχα, ἕως σὺ ταῖς ἔσωθεν ἠγορῶ ξέναις, ὅπως φέρῃς μοι τόνδε ταναϋφῆ πέπλον δώρημ’ ἐκείνῳ τἀνδρὶ τῆς ἐμῆς χερός. Διδοὺς δὲ τόνδε φράζ’ ὅπως μηδεὶς βροτῶν κείνου πάροιθεν ἀμφιδύσεται χροΐ, μηδ’ ὄψεταί νιν μήτε φέγγος ἡλίου [610] ΛΙΧΑΣ: μήθ’ ἕρκος ἱερὸν μήτ’ ἐφέστιον σέλας, πρὶν κεῖνος αὐτὸν φανερὸς ἐμφανῶς σταθεὶς δείξῃ θεοῖσιν ἡμέρᾳ ταυροσφάγῳ. Οὕτω γὰρ ηὔγμην, εἴ ποτ’ αὐτὸν ἐς δόμους ἴδοιμι σωθέντ’ ἢ κλύοιμι πανδίκως, στελεῖν χιτῶνι τῷδε καὶ φανεῖν θεοῖς θυτῆρα καινῷ καινὸν ἐν πεπλώματι. Καὶ τῶνδ’ ἀποίσεις σῆμ’, ὃ κεῖνος εὐμαθὲς σφραγῖδος ἕρκει τῷδ’ ἐπὸν μαθήσεται. Ἀλλ’ ἕρπε καὶ φύλασσε πρῶτα μὲν νόμον, τὸ μὴ ‘πιθυμεῖν πομπὸς ὢν περισσὰ δρᾶν· ἔπειθ’ ὅπως ἂν ἡ χάρις κείνου τέ σοι κἀμοῦ ξυνελθοῦσ’ ἐξ ἁπλῆς διπλῆ φανῇ. ΛΙΧΑΣ: Ἀλλ’ εἴπερ Ἑρμοῦ τήνδε πομπεύω τέχνην βέβαιον, οὔ τοι μὴ σφαλῶ γ’ ἐν σοί ποτε, τὸ μὴ οὐ τόδ’ ἄγγος ὡς ἔχει δεῖξαι φέρων λόγων τε πίστιν ὧν ἔχεις ἐφαρμόσαι. ΔΗΙΑΝΕΙΡΑ: Στείχοις ἂν ἤδη· καὶ γὰρ ἐξεπίστασαι [625] ΛΙΧΑΣ: τά γ’ ἐν δόμοισιν ὡς ἔχοντα τυγχάνει. ΛΙΧΑΣ: Ἐπίσταμαί τε καὶ φράσω σεσωσμένα. ΔΗΙΑΝΕΙΡΑ: Ἀλλ’ οἶσθα μὲν δὴ καὶ τὰ τῆς ξένης ὁρῶν προσδέγματ’, αὐτὴν ὡς ἐδεξάμην φίλως. ΛΙΧΑΣ: Ὥστ’ ἐκπλαγῆναι τοὐμὸν ἡδονῇ κέαρ. ΔΗΙΑΝΕΙΡΑ: Τί δῆτ’ ἂν ἄλλο γ’ ἐννέποις; δέδοικα γὰρ μὴ πρῲ λέγοις ἂν τὸν πόθον τὸν ἐξ ἐμοῦ, πρὶν εἰδέναι τἀκεῖθεν εἰ ποθούμεθα. ΧΟΡΟΣ: Ὦ ναύλοχα καὶ πετραῖα Str. 1 . θερμὰ λουτρὰ καὶ πάγους Οἴτας παραναιετάοντες, οἵ τε μέσσαν Μηλίδα πὰρ λίμναν, χρυσαλακάτου τ’ ἀκτὰν Κόρας, ἔνθ’ Ἑλλάνων ἀγοραὶ Πυλάτιδες κλέονται, ὁ καλλιβόας τάχ’ ὑμῖν Ant. 1 . αὐλὸς οὐκ ἀναρσίαν ἀχῶν καναχὰν ἐπάνεισιν, [645] ΛΙΧΑΣ: ἀλλὰ θείας ἀντίλυρον μούσας. Ὁ γὰρ Διός, Ἀλκμήνας κόρος, σεῦται πάσας ἀρετᾶς λάφυρ’ ἔχων ἐπ’ οἴκους· ὃν ἀπόπτολιν εἴχομεν παντᾶ Str. 2 . δυοκαιδεκάμηνον ἀμμένουσαι χρόνον, πελάγιον, ἴδριες οὐ- δέν· ἁ δέ οἱ φίλα δάμαρ τάλαινα‹ν› δυστάλαινα καρδίαν πάγκλαυτος αἰὲν ὤλλυτο· νῦν δ’ Ἄρης οἰστρηθεὶς ἐξέλυσ’ ἐπιπόνων ἁμερᾶν. Ἀφίκοιτ’ ἀφίκοιτο· μὴ σταίη Ant. 2 . πολύκωπον ὄχημα ναὸς αὐτῷ, πρὶν τάνδε πρὸς πόλιν ἀνύσει- ε, νασιῶτιν ἑστίαν ἀμείψας, ἔνθα κλῄζεται θυτήρ· ὅθεν μόλοι πανίμερος, [665] ΛΙΧΑΣ: τῷ Πειθοῦς παγχρίστῳ συγκραθεὶς ἐπὶ προφάνσει θηρός. ΔΗΙΑΝΕΙΡΑ: Γυναῖκες, ὡς δέδοικα μὴ περαιτέρω πεπραγμέν’ ᾖ μοι πάνθ’ ὅσ’ ἀρτίως ἔδρων. ΧΟΡΟΣ: Τί δ’ ἔστι, Δῃάνειρα, τέκνον Οἰνέως; ΔΗΙΑΝΕΙΡΑ: Οὐκ οἶδ’· ἀθυμῶ δ’ εἰ φανήσομαι τάχα κακὸν μέγ’ ἐκπράξασ’ ἀπ’ ἐλπίδος καλῆς. ΧΟΡΟΣ: Οὐ δή τι τῶν σῶν Ἡρακλεῖ δωρημάτων; ΔΗΙΑΝΕΙΡΑ: Μάλιστά γ’· ὥστε μήποτ’ ἂν προθυμίαν ἄδηλον ἔργου τῳ παραινέσαι λαβεῖν. ΧΟΡΟΣ: Δίδαξον, εἰ διδακτόν, ἐξ ὅτου φοβῇ. ΔΗΙΑΝΕΙΡΑ: Τοιοῦτον ἐκβέβηκεν οἷον, ἢν φράσω, γυναῖκες, ὑμῖν, θαῦμ’ ἀνέλπιστον μαθεῖν. Ὧι γὰρ τὸν ἐνδυτῆρα πέπλον ἀρτίως ἔχριον ἀργῆτ’, οἰὸς εὐείρῳ πόκῳ, τοῦτ’ ἠφάνισται διάβορον πρὸς οὐδενὸς. τῶν ἔνδον, ἀλλ’ ἐδεστὸν ἐξ αὑτοῦ φθίνει, καὶ ψῇ κατ’ ἄκρας σπιλάδος· ὡς δ’ εἰδῇς ἅπαν [680] ΛΙΧΑΣ: ᾗ τοῦτ’ ἐπράχθη, μείζον’ ἐκτενῶ λόγον. Ἐγὼ γὰρ ὧν ὁ θήρ με Κένταυρος πονῶν πλευρὰν πικρᾷ γλωχῖνι προὐδιδάξατο, παρῆκα θεσμῶν οὐδέν, ἀλλ’ ἐσῳζόμην, χαλκῆς ὅπως δύσνιπτον ἐκ δέλτου γραφήν. Καί μοι τάδ’ ἦν πρόρρητα καὶ τοιαῦτ’ ἔδρων· τὸ φάρμακον τοῦτ’ ἄπυρον ἀκτῖνός τ’ ἀεὶ θερμῆς ἄθικτον ἐν μυχοῖς σῴζειν ἐμέ, ἕως νιν ἀρτίχριστον ἁρμόσαιμί που. Κἄδρων τοιαῦτα· νῦν δ’, ὅτ’ ἦν ἐργαστέον, ἔχρισα μὲν κατ’ οἶκον ἐν δόμοις κρυφῇ μαλλῷ, σπάσασα κτησίου βοτοῦ λάχνην, κἄθηκα συμπτύξασ’ ἀλαμπὲς ἡλίου κοίλῳ ζυγάστρῳ δῶρον, ὥσπερ εἴδετε. Εἴσω δ’ ἀποστείχουσα δέρκομαι φάτιν ἄφραστον, ἀξύμβλητον ἀνθρώπῳ μαθεῖν. Τὸ γὰρ κάταγμα τυγχάνω ῥίψασά πως τῆς οἰὸς ᾧ προὔχριον ἐς μέσην φλόγα, [700] ΛΙΧΑΣ: ἀκτῖν’ ἐς ἡλιῶτιν· ὡς δ’ ἐθάλπετο, ῥεῖ πᾶν ἄδηλον καὶ κατέψηκται χθονί, μορφῇ μάλιστ’ εἰκαστὸν ὥστε πρίονος ἐκβρώματ’ ἂν βλέψειας ἐν τομῇ ξύλου. Τοιόνδε κεῖται προπετές· ἐκ δὲ γῆς ὅθεν προὔκειτ’ ἀναζέουσι θρομβώδεις ἀφροί, γλαυκῆς ὀπώρας ὥστε πίονος ποτοῦ χυθέντος εἰς γῆν Βακχίας ἀπ’ ἀμπέλου. Ὥστ’ οὐκ ἔχω τάλαινα ποῖ γνώμης πέσω, ὁρῶ δ’ ἔμ’ ἔργον δεινὸν ἐξειργασμένην. Πόθεν γὰρ ἄν ποτ’, ἀντὶ τοῦ θνῄσκων ὁ θὴρ ἐμοὶ παρέσχ’ εὔνοιαν, ἧς ἔθνῃσχ’ ὕπερ; οὐκ ἔστιν· ἀλλὰ τὸν βαλόντ’ ἀποφθίσαι χρῄζων ἔθελγέ μ’· ὧν ἐγὼ μεθύστερον, ὅτ’ οὐκέτ’ ἀρκεῖ, τὴν μάθησιν ἄρνυμαι. Μόνη γὰρ αὐτόν, εἴ τι μὴ ψευσθήσομαι γνώμης, ἐγὼ δύστηνος ἐξαποφθερῶ· τὸν γὰρ βαλόντ’ ἄτρακτον οἶδα καὶ θεόν, [715] ΛΙΧΑΣ: Χείρωνα πημήναντα, χὦνπερ ἂν θίγῃ φθείρει τὰ πάντα κνώδαλ’· ἐκ δὲ τοῦδ’ ὅδε σφαγῶν διελθὼν ἰὸς αἵματος μέλας πῶς οὐκ ὀλεῖ καὶ τόνδε; δόξῃ γοῦν ἐμῇ. Καίτοι δέδοκται, κεῖνος εἰ σφαλήσεται, ταὐτῇ σὺν ὁρμῇ κἀμὲ συνθανεῖν ἅμα· ζῆν γὰρ κακῶς κλύουσαν οὐκ ἀνασχετόν, ἥτις προτιμᾷ μὴ κακὴ πεφυκέναι. ΧΟΡΟΣ: Ταρβεῖν μὲν ἔργα δείν’ ἀναγκαίως ἔχει, τὴν δ’ ἐλπίδ’ οὐ χρὴ τῆς τύχης κρίνειν πάρος. ΔΗΙΑΝΕΙΡΑ: Οὐκ ἔστιν ἐν τοῖς μὴ καλοῖς βουλεύμασιν οὐδ’ ἐλπὶς ἥτις καὶ θράσος τι προξενεῖ. ΧΟΡΟΣ: Ἀλλ’ ἀμφὶ τοῖς σφαλεῖσι μὴ ‘ξ ἑκουσίας ὀργὴ πέπειρα, τῆς σε τυγχάνειν πρέπει. ΔΗΙΑΝΕΙΡΑ: Τοιαῦτα δ’ ἂν λέξειεν οὐχ ὁ τοῦ κακοῦ κοινωνός, ἀλλ’ ᾧ μηδέν ἐστ’ οἴκοι βαρύ. ΧΟΡΟΣ: Σιγᾶν ἂν ἁρμόζοι σε τὸν πλείω λόγον, εἰ μή τι λέξεις παιδὶ τῷ σαυτῆς· ἐπεὶ [735] ΛΙΧΑΣ: πάρεστι μαστὴρ πατρὸς ὃς πρὶν ᾤχετο. ΥΛΛΟΣ: Ὦ μῆτερ, ὡς ἂν ἐκ τριῶν σ’ ἓν εἱλόμην, ἢ μηκέτ’ εἶναι ζῶσαν, ἢ σεσωσμένην ἄλλου κεκλῆσθαι μητέρ’, ἢ λῴους φρένας τῶν νῦν παρουσῶν τῶνδ’ ἀμείψασθαί ποθεν. ΔΗΙΑΝΕΙΡΑ: Τί δ’ ἐστίν, ὦ παῖ, πρός γ’ ἐμοῦ στυγούμενον; ΥΛΛΟΣ: Τὸν ἄνδρα τὸν σὸν ἴσθι, τὸν δ’ ἐμὸν λέγω πατέρα, κατακτείνασα τῇδ’ ἐν ἡμέρᾳ. ΔΗΙΑΝΕΙΡΑ: Οἴμοι, τίν’ ἐξήνεγκας, ὦ τέκνον, λόγον; ΥΛΛΟΣ: Ὃν οὐχ οἷόν τε μὴ τελεσθῆναι· τὸ γὰρ φανθὲν τίς ἂν δύναιτ’ ‹ἂν› ἀγένητον ποεῖν; ΔΗΙΑΝΕΙΡΑ: Πῶς εἶπας, ὦ παῖ; τοῦ πάρ’ ἀνθρώπων μαθὼν ἄζηλον οὕτως ἔργον εἰργάσθαι με φῄς; ΥΛΛΟΣ: Αὐτὸς βαρεῖαν ξυμφορὰν ἐν ὄμμασιν πατρὸς δεδορκὼς κοὐ κατὰ γλῶσσαν κλύων. ΔΗΙΑΝΕΙΡΑ: Ποῦ δ’ ἐμπελάζεις τἀνδρὶ καὶ παρίστασαι; ΥΛΛΟΣ: Εἰ χρὴ μαθεῖν σε, πάντα δὴ φωνεῖν χρεών. Ὅθ’ εἷρπε κλεινὴν Εὐρύτου πέρσας πόλιν, [755] ΛΙΧΑΣ: νίκης ἄγων τροπαῖα κἀκροθίνια, ἀκτή τις ἀμφίκλυστος Εὐβοίας ἄκρον Κήναιον ἔστιν, ἔνθα πατρῴῳ Διὶ βωμοὺς ὁρίζει τεμενίαν τε φυλλάδα· οὗ νιν τὰ πρῶτ’ ἐσεῖδον ἄσμενος πόθῳ. Μέλλοντι δ’ αὐτῷ πολυθύτους τεύχειν σφαγὰς κῆρυξ ἀπ’ οἴκων ἵκετ’ οἰκεῖος Λίχας, τὸ σὸν φέρων δώρημα, θανάσιμον πέπλον· ὃν κεῖνος ἐνδύς, ὡς σὺ προὐξεφίεσο, ταυροκτονεῖ μὲν δώδεκ’ ἐντελεῖς ἔχων λείας ἀπαρχὴν βοῦς· ἀτὰρ τὰ πάνθ’ ὁμοῦ ἑκατὸν προσῆγε συμμιγῆ βοσκήματα. Καὶ πρῶτα μὲν δείλαιος ἵλεῳ φρενὶ κόσμῳ τε χαίρων καὶ στολῇ κατηύχετο· ὅπως δὲ σεμνῶν ὀργίων ἐδαίετο φλὸξ αἱματηρὰ κἀπὸ πιείρας δρυός, ἱδρὼς ἀνῄει χρωτὶ καὶ προσπτύσσετο πλευραῖσιν ἀρτίκολλος, ὥστε τέκτονος, [770] ΛΙΧΑΣ: χιτὼν ἅπαν κατ’ ἄρθρον· ἦλθε δ’ ὀστέων ὀδαγμὸς ἀντίσπαστος· εἶτα φοινίας ἐχθρᾶς ἐχίδνης ἰὸς ὣς ἐδαίνυτο. Ἐνταῦθα δὴ βόησε τὸν δυσδαίμονα Λίχαν, τὸν οὐδὲν αἴτιον τοῦ σοῦ κακοῦ, ποίαις ἐνέγκοι τόνδε μηχαναῖς πέπλον· ὁ δ’ οὐδὲν εἰδὼς δύσμορος τὸ σὸν μόνης δώρημ’ ἔλεξεν, ὥσπερ ἦν ἐσταλμένον. Κἀκεῖνος ὡς ἤκουσε καὶ διώδυνος σπαραγμὸς αὐτοῦ πλευμόνων ἀνθήψατο, μάρψας ποδός νιν ἄρθρον ᾗ λυγίζεται ῥιπτεῖ πρὸς ἀμφίκλυστον ἐκ πόντου πέτραν· κόμης δὲ λευκὸν μυελὸν ἐκραίνει, μέσου κρατὸς διασπαρέντος αἵματός θ’ ὁμοῦ. Ἅπας δ’ ἀνηυφήμησεν οἰμωγῇ λεώς, τοῦ μὲν νοσοῦντος, τοῦ δὲ διαπεπραγμένου· κοὐδεὶς ἐτόλμα τἀνδρὸς ἀντίον μολεῖν. Ἐσπᾶτο γὰρ πέδονδε καὶ μετάρσιος [790] ΛΙΧΑΣ: βοῶν, ἰύζων· ἀμφὶ δ’ ἐκτύπουν πέτραι, Λοκρῶν ὄρειοι πρῶνες Εὐβοίας τ’ ἄκραι. Ἐπεὶ δ’ ἀπεῖπε, πολλὰ μὲν τάλας χθονὶ ῥιπτῶν ἑαυτόν, πολλὰ δ’ οἰμωγῇ βοῶν, τὸ δυσπάρευνον λέκτρον ἐνδατούμενος σοῦ τῆς ταλαίνης, καὶ τὸν Οἰνέως γάμον οἷον κατακτήσαιτο λυμαντὴν βίου, τότ’ ἐκ προσέδρου λιγνύος διάστροφον ὀφθαλμὸν ἄρας εἶδέ μ’ ἐν πολλῷ στρατῷ δακρυρροοῦντα, καί με προσβλέψας καλεῖ· “Ὦ παῖ, πρόσελθε, μὴ φύγῃς τοὐμὸν κακόν, μηδ’ εἴ σε χρὴ θανόντι συνθανεῖν ἐμοί· ἀλλ’ ἆρον ἔξω, καὶ μάλιστα μέν με θὲς ἐνταῦθ’ ὅπου με μή τις ὄψεται βροτῶν· εἰ δ’ οἶκτον ἴσχεις, ἀλλά μ’ ἔκ γε τῆσδε γῆς πόρθμευσον ὡς τάχιστα, μηδ’ αὐτοῦ θάνω.” Τοσαῦτ’ ἐπισκήψαντος, ἐν μέσῳ σκάφει θέντες σφε πρὸς γῆν τήνδ’ ἐκέλσαμεν μόλις [805] ΛΙΧΑΣ: βρυχώμενον σπασμοῖσι· καί νιν αὐτίκα ἢ ζῶντ’ ἐσόψεσθ’ ἢ τεθνηκότ’ ἀρτίως. Τοιαῦτα, μῆτερ, πατρὶ βουλεύσασ’ ἐμῷ καὶ δρῶσ’ ἐλήφθης, ὧν σε ποίνιμος Δίκη τείσαιτ’ Ἐρινύς τ’· εἰ θέμις δ’, ἐπεύχομαι· θέμις δ’, ἐπεί μοι τὴν θέμιν σὺ προὔβαλες, πάντων ἄριστον ἄνδρα τῶν ἐπὶ χθονὶ κτείνασ’, ὁποῖον ἄλλον οὐκ ὄψει ποτέ. ΧΟΡΟΣ: Τί σῖγ’ ἀφέρπεις; οὐ κάτοισθ’ ὁθούνεκα ξυνηγορεῖς σιγῶσα τῷ κατηγόρῳ; ΥΛΛΟΣ: Ἐᾶτ’ ἀφέρπειν· οὖρος ὀφθαλμῶν ἐμῶν αὐτῇ γένοιτ’ ἄπωθεν ἑρπούσῃ καλῶς· ὄγκον γὰρ ἄλλως ὀνόματος τί δεῖ τρέφειν μητρῷον, ἥτις μηδὲν ὡς τεκοῦσα δρᾷ; Ἀλλ’ ἑρπέτω χαίρουσα· τὴν δὲ τέρψιν ἣν τὠμῷ δίδωσι πατρί, τήνδ’ αὐτὴ λάβοι. ΧΟΡΟΣ: Ἴδ’ οἷον, ὦ παῖδες, προσέμειξεν ἄφαρ Str. 1 . τοὔπος τὸ θεοπρόπον ἡμῖν [825] ΛΙΧΑΣ: τᾶς παλαιφάτου προνοίας, ὅ τ’ ἔλακεν, ὁπότε τελεόμηνος ἐκφέροι δωδέκατος ἄροτος, ἀναδοχὰν τελεῖν πόνων τῷ Διὸς αὐτόπαιδι· καὶ τάδ’ ὀρθῶς ἔμπεδα κατουρίζει. Πῶς γὰρ ἂν ὁ μὴ λεύσσων ἔτι ποτ’ ἔτ’ ἐπίπονον ἔχοι θανὼν λατρείαν; Εἰ γάρ σφε Κενταύρου φονίᾳ νεφέλᾳ Ant. 1 . χρίει δολοποιὸς ἀνάγκα πλευρά, προστακέντος ἰοῦ, ὃν τέκετο θάνατος, ἔτρεφε δ’ αἰόλος δράκων, πῶς ὅδ’ ἂν ἀέλιον ἕτερον ἢ τανῦν ἴδοι, δεινοτάτῳ μὲν ὕδρας προστετακὼς φάσματι, μελαγχαίτα τ’ ἄμμιγά νιν αἰκίζει φόνια δολιόμυθα κέντρ’ ἐπιζέσαντα; Ὧν ἅδ’ ἁ τλάμων ἄοκνος Str. 2 . μεγάλαν προσορῶσα δόμοις βλάβαν [845] ΛΙΧΑΣ: νέων ἀϊσσόντων γάμων, τὰ μὲν οὔτι προσέβαλεν, τὰ δ’ ἀπ’ ἀλλόθρου γνώμας μολόντ’ ὀλεθρίαισ‹ι› συναλλαγαῖς ἦ που ὀλοὰ στένει, ἦ που ἀδινῶν χλωρὰν τέγγει δακρύων ἄχναν. Ἁ δ’ ἐρχομένα μοῖρα προφαίνει δολί- αν καὶ μεγάλαν ἄταν. Ἔρρωγεν παγὰ δακρύων, Ant. 2 . κέχυται νόσος, ὦ πόποι, οἷον ‹ἐξ› ἀναρσίων οὔπω ‹ποτ’ ἄνδρ’› ἀγακλειτὸν ἐπέμολε‹ν› πάθος οἰκτίσαι. Ἰὼ κελαινὰ λόγχα προμάχου δορός, ἃ τότε θοὰν νύμφαν ἄγαγες ἀπ’ αἰπεινᾶς τάνδ’ Οἰχαλίας αἰχμᾷ. Ἁ δ’ ἀμφίπολος Κύπρις ἄναυδος φανε- ρὰ τῶνδ’ ἐφάνη πράκτωρ. [865] ΛΙΧΑΣ: ΗΜΙΧΟΡΙΟΝ Α΄ Πότερον ἐγὼ μάταιος, ἢ κλύω τινὸς οἴκτου δι’ οἴκων ἀρτίως ὁρμωμένου; Τί φημί· ΗΜΙΧΟΡΙΟΝ Β΄ Ἠχεῖ τις οὐκ ἄσημον, ἀλλὰ δυστυχῆ κωκυτὸν εἴσω, καί τι καινίζει στέγη. ΧΟΡΟΣ: Ξύνες δὲ τήνδ’ ὡς ἀήθης καὶ συνωφρυωμένη χωρεῖ πρὸς ἡμᾶς γραῖα σημαίνουσά τι. ΤΡΟΦΟΣ: Ὦ παῖδες, ὡς ἄρ’ ἡμὶν οὐ σμικρῶν κακῶν ἦρξεν τὸ δῶρον Ἡρακλεῖ τὸ πόμπιμον. ΧΟΡΟΣ: Τί δ’, ὦ γεραιά, καινοποιηθὲν λέγεις; ΤΡΟΦΟΣ: Βέβηκε Δῃάνειρα τὴν πανυστάτην ὁδῶν ἁπασῶν ἐξ ἀκινήτου ποδός. ΧΟΡΟΣ: Οὐ δή ποθ’ ὡς θανοῦσα; ΤΡΟΦΟΣ: Πάντ’ ἀκήκοας. ΧΟΡΟΣ: Τέθνηκεν ἡ τάλαινα; [880] ΤΡΟΦΟΣ: Δεύτερον κλύεις. ΧΟΡΟΣ: Τάλαιν’ ὀλεθρία, τίνι τρόπῳ θανεῖν σφε φῄς; ΤΡΟΦΟΣ: Σχετλιώτατα πρός γε πρᾶξιν. ΧΟΡΟΣ: Εἰπὲ τῷ μόρῳ, γύναι, ξυντρέχει. ΤΡΟΦΟΣ: Αὑτὴν διηίστωσεν. ΧΟΡΟΣ: Τίς θυμός, ἢ τίνες νόσοι τάνδ’ αἰχμᾷ βέλεος κακοῦ ξυνεῖλε; Πῶς ἐμήσατο πρὸς θανάτῳ θάνατον ἀνύσασα μόνα; ΤΡΟΦΟΣ: Στονόεντος ἐν τομᾷ σιδάρου. ΧΟΡΟΣ: Ἐπεῖδες, ὦ ματαία, τάνδ’ ὕβριν; ΤΡΟΦΟΣ: Ἐπεῖδον, ὡς δὴ πλησία παραστάτις. ΧΟΡΟΣ: Τίς ἦν; πῶς; φέρ’ εἰπέ. ΤΡΟΦΟΣ: Αὐτὴ πρὸς αὑτῆς χειροποιεῖται τάδε. ΧΟΡΟΣ: Τί φωνεῖς; ΤΡΟΦΟΣ: Σαφηνῆ. [895] ΧΟΡΟΣ: Ἔτεκεν ἔτεκεν μεγάλαν ἁ νέορτος ἅδε νύμφα δόμοισι τοῖσδ’ Ἐρινύν. ΤΡΟΦΟΣ: Ἄγαν γε· μᾶλλον δ’, εἰ παροῦσα πλησία ἔλευσσες οἷ’ ἔδρασε, κάρτ’ ἂν ᾤκτισας. ΧΟΡΟΣ: Καὶ ταῦτ’ ἔτλη τις χεὶρ γυναικεία κτίσαι; ΤΡΟΦΟΣ: Δεινῶς γε· πεύσῃ δ’, ὥστε μαρτυρεῖν ἐμοί. Ἐπεὶ παρῆλθε δωμάτων εἴσω μόνη καὶ παῖδ’ ἐν αὐλαῖς εἶδε κοῖλα δέμνια στορνύνθ’, ὅπως ἄψορρον ἀντῴη πατρί, κρύψασ’ ἑαυτὴν ἔνθα μή τις εἰσίδοι, βρυχᾶτο μὲν βωμοῖσι προσπίπτουσ’ ὅτι γένοιτ’ ἐρήμη, κλαῖε δ’ ὀργάνων ὅτου ψαύσειεν οἷς ἐχρῆτο δειλαία πάρος· ἄλλῃ δὲ κἄλλῃ δωμάτων στρωφωμένη, εἴ του φίλων βλέψειεν οἰκετῶν δέμας, ἔκλαιεν ἡ δύστηνος εἰσορωμένη, αὐτὴ τὸν αὑτῆς δαίμον’ ἀνακαλουμένη [915] ΛΙΧΑΣ: καὶ τὰς ἄπαιδας ἐς τὸ λοιπὸν οἰκίας. Ἐπεὶ δὲ τῶνδ’ ἔληξεν, ἐξαίφνης σφ’ ὁρῶ τὸν Ἡράκλειον θάλαμον εἰσορμωμένην. Κἀγὼ λαθραῖον ὄμμ’ ἐπεσκιασμένη φρούρουν· ὁρῶ δὲ τὴν γυναῖκα δεμνίοις τοῖς Ἡρακλείοις στρωτὰ βάλλουσαν φάρη. Ὅπως δ’ ἐτέλεσε τοῦτ’, ἐπενθοροῦσ’ ἄνω καθέζετ’ ἐν μέσοισιν εὐνατηρίοις, καὶ δακρύων ῥήξασα θερμὰ νάματα ἔλεξεν· “Ὦ λέχη τε καὶ νυμφεῖ’ ἐμά, τὸ λοιπὸν ἤδη χαίρεθ’ ὡς ἔμ’ οὔποτε δέξεσθ’ ἔτ’ ἐν κοίταισι ταῖσδ’ εὐνήτριαν.” Τοσαῦτα φωνήσασα συντόνῳ χερὶ λύει τὸν αὑτῆς πέπλον ᾧ χρυσήλατος προὔκειτο μαστῶν περονίς, ἐκ δ’ ἐλώπισεν πλευρὰν ἅπασαν ὠλένην τ’ εὐώνυμον. Κἀγὼ δρομαία βᾶσ’, ὅσονπερ ἔσθενον, τῷ παιδὶ φράζω τῆς τεχνωμένης τάδε. [930] ΛΙΧΑΣ: Κἀν ᾧ τὸ κεῖσε δεῦρό τ’ ἐξορμώμεθα, ὁρῶμεν αὐτὴν ἀμφιπλῆγι φασγάνῳ πλευρὰν ὑφ’ ἧπαρ καὶ φρένας πεπληγμένην. Ἰδὼν δ’ ὁ παῖς ᾤμωξεν· ἔγνω γὰρ τάλας τοὔργον κατ’ ὀργὴν ὡς ἐφάψειεν τόδε, ὄψ’ ἐκδιδαχθεὶς τῶν κατ’ οἶκον οὕνεκα ἄκουσα πρὸς τοῦ θηρὸς ἔρξειεν τάδε. Κἀνταῦθ’ ὁ παῖς δύστηνος οὔτ’ ὀδυρμάτων ἐλείπετ’ οὐδέν, ἀμφί νιν γοώμενος, οὔτ’ ἀμφιπίπτων στόμασιν, ἀλλὰ πλευρόθεν πλευρὰν παρεὶς ἔκειτο πόλλ’ ἀναστένων, ὥς νιν ματαίως αἰτίᾳ βάλοι κακῇ, κλαίων ὁθούνεκ’ ἐκ δυοῖν ἔσοιθ’ ἅμα πατρός τ’ ἐκείνης τ’ ὠρφανισμένος βίον. Τοιαῦτα τἀνθάδ’ ἐστίν· ὥστ’ εἴ τις δύο ἢ καί τι πλείους ἡμέρας λογίζεται, μάταιός ἐστιν· οὐ γὰρ ἔσθ’ ἥ γ’ αὔριον, πρὶν εὖ πάθῃ τις τὴν παροῦσαν ἡμέραν. [950] ΧΟΡΟΣ: Πότερα πρότερον ἐπιστένω; Str. 1 . πότερα τέλεα περαιτέρω, δύσκριτ’ ἔμοιγε δυστάνῳ; Τάδε μὲν ἔχομεν ὁρᾶν δόμοις, Ant. 1 . τάδε δὲ μένομεν ἐπ’ ἐλπίσιν· κοινὰ δ’ ἔχειν τε καὶ μέλλειν. Εἴθ’ ἀνεμόεσσά τις Str. 2 . γένοιτ’ ἔπουρος ἑστιῶτις αὔρα, ἥτις μ’ ἀποικίσειεν ἐκ τόπων, ὅπως τὸν Δῖον ἄλκιμον γόνον μὴ ταρβαλέα θάνοι- μι μοῦνον εἰσιδοῦσ’ ἄφαρ· ἐπεὶ ἐν δυσαπαλλάκτοις ὀδύναις χωρεῖν πρὸ δόμων λέγουσιν ἄσπετόν τι θαῦμα. Ἀγχοῦ δ’ ἄρα κοὐ μακρὰν Ant. 2 . προὔκλαιον, ὀξύφωνος ὡς ἀηδών. Ξένων γὰρ ἐξόμιλος ἥδε τις στάσις· [965] ΛΙΧΑΣ: πᾷ δ’ αὖ φορεῖ νιν, ὡς φίλου προκηδομένα, βαρεῖ- αν ἄψοφον φέρει βάσιν. Αἰαῖ, ὅδ’ ἀναύδατος φέρεται. Τί χρὴ θανόντα νιν ἢ καθ’ ὕπνον ὄντα κρῖναι; ΥΛΛΟΣ: Οἴμοι ἐγὼ σοῦ, πάτερ, οἴμοι ἐγὼ σοῦ μέλεος. Τί πάθω; τί δὲ μήσομαι; οἴμοι. [975] ΠΡΕΣΒΥΣ: Σίγα, τέκνον, μὴ κινήσῃς ἀγρίαν ὀδύνην πατρὸς ὠμόφρονος· ζῇ γὰρ προπετής· ἀλλ’ ἴσχε δακὼν στόμα σόν. ΥΛΛΟΣ: Πῶς φῄς, γέρον; ἦ ζῇ; ΠΡΕΣΒΥΣ: Οὐ μὴ ‘ξεγερεῖς τὸν ὕπνῳ κάτοχον, κἀκκινήσεις κἀναστήσεις φοιτάδα δεινὴν νόσον, ὦ τέκνον. ΥΛΛΟΣ: Ἀλλ’ ἐπί μοι μελέῳ βάρος ἄπλετον· ἐμμέμονε‹ν› φρήν. [985] ΗΡΑΚΛΗΣ: Ὦ Ζεῦ, ποῖ γᾶς ἥκω; παρὰ τοῖσι βροτῶν κεῖμαι πεπονημένος ἀλλήκτοις ὀδύναις; Οἴμοι ‹μοι› ἐγὼ τλάμων· ἡ δ’ αὖ μιαρὰ βρύκει. Φεῦ. ΠΡΕΣΒΥΣ: Ἆρ’ ἐξῄδησθ’ ὅσον ἦν κέρδος σιγῇ κεύθειν καὶ μὴ σκεδάσαι τῷδ’ ἀπὸ κρατὸς βλεφάρων θ’ ὕπνον; ΥΛΛΟΣ: Οὐ γὰρ ἔχω πῶς ἂν στέρξαιμι κακὸν τόδε λεύσσων. ΗΡΑΚΛΗΣ: Ὦ Κηναία κρηπὶς βωμῶν, ἱερῶν οἵαν οἵων ἐπί μοι μελέῳ χάριν ἠνύσω, ὦ Ζεῦ· οἵαν μ’ ἄρ’ ἔθου λώβαν, οἵαν· ἣν μή ποτ’ ἐγὼ προσιδεῖν ὁ τάλας ὤφελον ὄσσοις, τόδ’ ἀκήλητον μανίας ἄνθος καταδερχθῆναι. [1000] ΗΡΑΚΛΗΣ: Τίς γὰρ ἀοιδός, τίς ὁ χειροτέχνης ἰατορίας, ὃς τήνδ’ ἄτην χωρὶς Ζηνὸς κατακηλήσει; θαῦμ’ ἂν πόρρωθεν ἰδοίμην. Ἒ ἔ, Str. ἐᾶτέ μ‹ε›, ˉ˘ˉ, ἐᾶτέ με δύσμορον ὕστατον εὐνάσαι, ἐᾶτέ με δύστανον. Πᾶ μου ψαύεις; ποῖ ‹ποῖ› κλίνεις; Ἀπολεῖς μ’, ἀπολεῖς. Ἀνατέτροφας ὅ τι καὶ μύσῃ. Ἧπταί μου, τοτοτοῖ, ἥδ’ αὖθ’ ἕρπει. Πόθεν ἔστ’, ὢ πάντων Ἑλλάνων ἀδικώτατοι ἀνέρες, οὓς δὴ πολλὰ μὲν ἐν πόντῳ, κατά τε δρία πάντα καθαίρων ὠλεκόμαν ὁ τάλας, καὶ νῦν ἐπὶ τῷδε νοσοῦντι οὐ πῦρ, οὐκ ἔγχος τις ὀνήσιμον οὐκ ἐπιτρέψει; 1015 Ἒ ἔ, οὐδ’ ἀπαράξαι ‹τις› κρᾶτα βίᾳ θέλει ˉ˘˘ˉ˘ˉ [1020] ΗΡΑΚΛΗΣ: ˉ˘˘ˉ μολὼν τοῦ στυγεροῦ; Φεῦ φεῦ. ΠΡΕΣΒΥΣ: Ὦ παῖ τοῦδ’ ἀνδρός, τοὔργον τόδε μεῖζον ἀνήκει ἢ κατ’ ἐμὰν ῥώμαν· σὺ δὲ σύλλαβε· σοί τε γὰρ ἅμμα ἓν πλέον ἢ δύ’ ἐμοῦ σῴζειν. ΥΛΛΟΣ: Ψαύω μὲν ἔγωγε, λαθίπονον δ’ ὀδυνᾶν οὔτ’ ἔνδοθεν οὔτε θύραθεν ἔστι μοι ἐξανύσαι· βιότου τοιαῦτα νέμει Ζεύς. ΗΡΑΚΛΗΣ: ‹Ἒ ἔ,› Ant. Ὦ παῖ, ποῦ ποτ’ εἶ; Τᾷδέ με, τᾷδέ με πρόσλαβε κουφίσας. Ἒ ἔ, ἰὼ δαῖμον. Θρῴσκει δ’ αὖ, θρῴσκει δειλαία διολοῦσ’ ἡμᾶς ἀποτίβατος ἀγρία νόσος. Ὦ Παλλὰς ‹Παλλάς›, τόδε μ’ αὖ λωβᾶται. Ἰὼ παῖ, τὸν φύτορ’ οἰκτίρας ἀνεπίφθονον εἴρυσον ἔγχος, παῖσον ἐμᾶς ὑπὸ κλῇδος· ἀκοῦ δ’ ἄχος ᾧ μ’ ἐχόλωσεν σὰ μάτηρ ἄθεος, τὰν ὧδ’ ἐπίδοιμι πεσοῦσαν αὕτως, ὧδ’ αὕτως, ὥς μ’ ὤλεσεν ˉ˘˘ˉˉ. [1045] ΗΡΑΚΛΗΣ: ‹Ἒ ἔ,› Ὦ Διὸς αὐθαίμων, ὦ γλυκὺς Ἀΐδας, εὔνασον, εὔνασόν μ’ ὠκυπέτᾳ μόρῳ τὸν μέλεον φθίσας. ΧΟΡΟΣ: Κλύουσ’ ἔφριξα τάσδε συμφοράς, φίλαι, ἄνακτος, οἵαις οἷος ὢν ἐλαύνεται. ΗΡΑΚΛΗΣ: Ὦ πολλὰ δὴ καὶ θερμὰ καὶ λόγῳ κακὰ καὶ χερσὶ καὶ νώτοισι μοχθήσας ἐγώ· κοὔπω τοιοῦτον οὔτ’ ἄκοιτις ἡ Διὸς προὔθηκεν οὔθ’ ὁ στυγνὸς Εὐρυσθεὺς ἐμοὶ οἷον τόδ’ ἡ δολῶπις Οἰνέως κόρη καθῆψεν ὤμοις τοῖς ἐμοῖς Ἐρινύων ὑφαντὸν ἀμφίβληστρον, ᾧ διόλλυμαι. Πλευραῖσι γὰρ προσμαχθὲν ἐκ μὲν ἐσχάτας βέβρωκε σάρκας, πλεύμονός τ’ ἀρτηρίας ῥοφεῖ ξυνοικοῦν· ἐκ δὲ χλωρὸν αἷμά μου πέπωκεν ἤδη, καὶ διέφθαρμαι δέμας τὸ πᾶν ἀφράστῳ τῇδε χειρωθεὶς πέδῃ. [1060] ΗΡΑΚΛΗΣ: Κοὐ ταῦτα λόγχη πεδιάς, οὔθ’ ὁ γηγενὴς στρατὸς Γιγάντων, οὔτε θήρειος βία, οὔθ’ Ἑλλάς, οὔτ’ ἄγλωσσος, οὔθ’ ὅσην ἐγὼ γαῖαν καθαίρων ἱκόμην, ἔδρασέ πω· γυνὴ δέ, θῆλυς οὖσα κοὐκ ἀνδρὸς φύσιν, μόνη με δὴ καθεῖλε φασγάνου δίχα. Ὦ παῖ, γενοῦ μοι παῖς ἐτήτυμος γεγώς, καὶ μὴ τὸ μητρὸς ὄνομα πρεσβεύσῃς πλέον. Δός μοι χεροῖν σαῖν αὐτὸς ἐξ οἴκου λαβὼν ἐς χεῖρα τὴν τεκοῦσαν, ὡς εἰδῶ σάφα εἰ τοὐμὸν ἀλγεῖς μᾶλλον ἢ κείνης, ὁρῶν λωβητὸν εἶδος ἐν δίκῃ κακούμενον. Ἴθ’, ὦ τέκνον, τόλμησον, οἴκτιρόν τέ με πολλοῖσιν οἰκτρόν, ὅστις ὥστε παρθένος βέβρυχα κλαίων· καὶ τόδ’ οὐδ’ ἂν εἷς ποτε τόνδ’ ἄνδρα φαίη πρόσθ’ ἰδεῖν δεδρακότα, ἀλλ’ ἀστένακτος αἰὲν εἱπόμην κακοῖς· νῦν δ’ ἐκ τοιούτου θῆλυς ηὕρημαι τάλας. [1080] ΗΡΑΚΛΗΣ: Καὶ νῦν προσελθὼν στῆθι πλησίον πατρός, σκέψαι δ’ ὁποίας ταῦτα συμφορᾶς ὕπο πέπονθα· δείξω γὰρ τάδ’ ἐκ καλυμμάτων· ἰδού, θεᾶσθε πάντες ἄθλιον δέμας, ὁρᾶτε τὸν δύστηνον, ὡς οἰκτρῶς ἔχω. Αἰαῖ, ὦ τάλας, αἰαῖ, ἔθαλψεν ἄτης σπασμὸς ἀρτίως ὅδ’ αὖ, διῇξε πλευρῶν, οὐδ’ ἀγύμναστόν μ’ ἐᾶν ἔοικεν ἡ τάλαινα διάβορος νόσος. Ὦναξ Ἀΐδη, δέξαι μ’, ὦ Διὸς ἀκτίς, παῖσον· ἔνσεισον, ὦναξ, ἐγκατάσκηψον βέλος, πάτερ, κεραυνοῦ. Δαίνυται γὰρ αὖ πάλιν, ἤνθηκεν, ἐξώρμηκεν. Ὦ χέρες, χέρες, ὦ νῶτα καὶ στέρν’, ὦ φίλοι βραχίονες, ὑμεῖς ἐκεῖνοι δὴ καθέσταθ’ οἵ ποτε Νεμέας ἔνοικον, βουκόλων ἀλάστορα, λέοντ’, ἄπλατον θρέμμα κἀπροσήγορον, [1095] ΗΡΑΚΛΗΣ: βίᾳ κατειργάσασθε, Λερναίαν θ’ ὕδραν, διφυῆ τ’ ἄμικτον ἱπποβάμονα στρατὸν θηρῶν, ὑβριστήν, ἄνομον, ὑπέροχον βίαν, Ἐρυμάνθιόν τε θῆρα, τόν θ’ ὑπὸ χθονὸς Ἅιδου τρίκρανον σκύλακ’, ἀπρόσμαχον τέρας, δεινῆς Ἐχίδνης θρέμμα, τόν τε χρυσέων δράκοντα μήλων φύλακ’ ἐπ’ ἐσχάτοις τόποις· ἄλλων τε μόχθων μυρίων ἐγευσάμην, κοὐδεὶς τροπαῖ’ ἔστησε τῶν ἐμῶν χερῶν. Νῦν δ’ ὧδ’ ἄναρθρος καὶ κατερρακωμένος τυφλῆς ὑπ’ ἄτης ἐκπεπόρθημαι τάλας, ὁ τῆς ἀρίστης μητρὸς ὠνομασμένος, ὁ τοῦ κατ’ ἄστρα Ζηνὸς αὐδηθεὶς γόνος. Ἀλλ’ εὖ γέ τοι τόδ’ ἴστε, κἂν τὸ μηδὲν ὦ κἂν μηδὲν ἕρπω, τήν γε δράσασαν τάδε χειρώσομαι κἀκ τῶνδε· προσμόλοι μόνον, ἵν’ ἐκδιδαχθῇ πᾶσιν ἀγγέλλειν ὅτι καὶ ζῶν κακούς γε καὶ θανὼν ἐτεισάμην. [1115] ΧΟΡΟΣ: Ὦ τλῆμον Ἑλλάς, πένθος οἷον εἰσορῶ ἕξουσαν, ἀνδρὸς τοῦδέ γ’ εἰ σφαλήσεται. ΥΛΛΟΣ: Ἐπεὶ παρέσχες ἀντιφωνῆσαι, πάτερ, σιγὴν παρασχών, κλῦθί μου νοσῶν ὅμως· αἰτήσομαι γάρ σ’ ὧν δίκαια τυγχάνειν. Δός μοι σεαυτόν, μὴ τοσοῦτον ὡς δάκνῃ θυμῷ δύσοργος· οὐ γὰρ ἂν γνοίης ἐν οἷς χαίρειν προθυμῇ κἀν ὅτοις ἀλγεῖς μάτην. ΗΡΑΚΛΗΣ: Εἰπὼν ὃ χρῄζεις λῆξον· ὡς ἐγὼ νοσῶν οὐδὲν ξυνίημ’ ὧν σὺ ποικίλλεις πάλαι. ΥΛΛΟΣ: Τῆς μητρὸς ἥκω τῆς ἐμῆς φράσων ἐν οἷς νῦν ἐστιν οἷς θ’ ἥμαρτεν οὐχ ἑκουσία. ΗΡΑΚΛΗΣ: Ὦ παγκάκιστε, καὶ παρεμνήσω γὰρ αὖ τῆς πατροφόντου μητρός, ὡς κλύειν ἐμέ; ΥΛΛΟΣ: Ἔχει γὰρ οὕτως ὥστε μὴ σιγᾶν πρέπειν. ΗΡΑΚΛΗΣ: Οὐ δῆτα, τοῖς γε πρόσθεν ἡμαρτημένοις. ΥΛΛΟΣ: Ἀλλ’ οὐδὲ μὲν δὴ τοῖς γ’ ἐφ’ ἡμέραν ἐρεῖς. ΗΡΑΚΛΗΣ: Λέγ’, εὐλαβοῦ δὲ μὴ φανῇς κακὸς γεγώς. [1130] ΥΛΛΟΣ: Λέγω· τέθνηκεν ἀρτίως νεοσφαγής. ΗΡΑΚΛΗΣ: Πρὸς τοῦ; τέρας τοι διὰ κακῶν ἐθέσπισας. ΥΛΛΟΣ: Αὐτὴ πρὸς αὑτῆς, οὐδενὸς πρὸς ἐκτόπου. ΗΡΑΚΛΗΣ: Οἴμοι· πρὶν ὡς χρῆν σφ’ ἐξ ἐμῆς θανεῖν χερός; ΥΛΛΟΣ: Κἂν σοῦ στραφείη θυμός, εἰ τὸ πᾶν μάθοις. ΗΡΑΚΛΗΣ: Δεινοῦ λόγου κατῆρξας· εἰπὲ δ’ ᾗ νοεῖς. ΥΛΛΟΣ: Ἅπαν τὸ χρῆμ’, ἥμαρτε χρηστὰ μωμένη. ΗΡΑΚΛΗΣ: Χρήστ’, ὦ κάκιστε, πατέρα σὸν κτείνασα δρᾷ; ΥΛΛΟΣ: Στέργημα γὰρ δοκοῦσα προσβαλεῖν σέθεν ἀπήμπλαχ’, ὡς προσεῖδε τοὺς ἔνδον γάμους. ΗΡΑΚΛΗΣ: Καὶ τίς τοσοῦτος φαρμακεὺς Τραχινίων; ΥΛΛΟΣ: Νέσσος πάλαι Κένταυρος ἐξέπεισέ νιν τοιῷδε φίλτρῳ τὸν σὸν ἐκμῆναι πόθον. ΗΡΑΚΛΗΣ: Ἰοὺ ἰοὺ δύστηνος, οἴχομαι τάλας· ὄλωλ’ ὄλωλα, φέγγος οὐκέτ’ ἔστι μοι. Οἴμοι, φρονῶ δὴ ξυμφορᾶς ἵν’ ἕσταμεν. Ἴθ’, ὦ τέκνον· πατὴρ γὰρ οὐκέτ’ ἔστι σοι· κάλει τὸ πᾶν μοι σπέρμα σῶν ὁμαιμόνων, [1150] ΗΡΑΚΛΗΣ: κάλει δὲ τὴν τάλαιναν Ἀλκμήνην, Διὸς μάτην ἄκοιτιν, ὡς τελευταίαν ἐμοῦ φήμην πύθησθε θεσφάτων ὅσ’ οἶδ’ ἐγώ. ΥΛΛΟΣ: Ἀλλ’ οὔτε μήτηρ ἐνθάδ’, ἀλλ’ ἐπακτίᾳ Τίρυνθι συμβέβηκεν ὥστ’ ἔχειν ἕδραν, παίδων δὲ τοὺς μὲν ξυλλαβοῦσ’ αὐτὴ τρέφει τοὺς δ’ ἂν τὸ Θήβης ἄστυ ναίοντας μάθοις· ἡμεῖς δ’ ὅσοι πάρεσμεν, εἴ τι χρή, πάτερ, πράσσειν, κλύοντες ἐξυπηρετήσομεν. ΗΡΑΚΛΗΣ: Σὺ δ’ οὖν ἄκουε τοὔργον· ἐξήκεις δ’ ἵνα φανεῖς ὁποῖος ὢν ἀνὴρ ἐμὸς καλῇ. Ἐμοὶ γὰρ ἦν πρόφαντον ἐκ πατρὸς πάλαι πρὸς τῶν πνεόντων μηδενὸς θανεῖν ὕπο, ἀλλ’ ὅστις Ἅιδου φθίμενος οἰκήτωρ πέλοι. Ὅδ’ οὖν ὁ θὴρ Κένταυρος, ὡς τὸ θεῖον ἦν πρόφαντον, οὕτω ζῶντά μ’ ἔκτεινεν θανών. Φανῶ δ’ ἐγὼ τούτοισι συμβαίνοντ’ ἴσα μαντεῖα καινά, τοῖς πάλαι ξυνήγορα, [1170] ΗΡΑΚΛΗΣ: ἃ τῶν ὀρείων καὶ χαμαικοιτῶν ἐγὼ Σελλῶν ἐσελθὼν ἄλσος εἰσεγραψάμην πρὸς τῆς πατρῴας καὶ πολυγλώσσου δρυός, ἥ μοι χρόνῳ τῷ ζῶντι καὶ παρόντι νῦν ἔφασκε μόχθων τῶν ἐφεστώτων ἐμοὶ λύσιν τελεῖσθαι· κἀδόκουν πράξειν καλῶς· τὸ δ’ ἦν ἄρ’ οὐδὲν ἄλλο πλὴν θανεῖν ἐμέ· τοῖς γὰρ θανοῦσι μόχθος οὐ προσγίγνεται. Ταῦτ’ οὖν ἐπειδὴ λαμπρὰ συμβαίνει, τέκνον, δεῖ σ’ αὖ γενέσθαι τῷδε τἀνδρὶ σύμμαχον, καὶ μὴ ‘πιμεῖναι τοὐμὸν ὀξῦναι στόμα, ἀλλ’ αὐτὸν εἰκάθοντα συμπράσσειν, νόμον κάλλιστον ἐξευρόντα, πειθαρχεῖν πατρί. ΥΛΛΟΣ: Ἀλλ’, ὦ πάτερ, ταρβῶ μὲν εἰς λόγου στάσιν τοιάνδ’ ἐπελθών, πείσομαι δ’ ἅ σοι δοκεῖ. ΗΡΑΚΛΗΣ: Ἔμβαλλε χεῖρα δεξιὰν πρώτιστά μοι. ΥΛΛΟΣ: Ὡς πρὸς τί πίστιν τήνδ’ ἄγαν ἐπιστρέφεις; ΗΡΑΚΛΗΣ: Οὐ θᾶσσον οἴσεις μηδ’ ἀπιστήσεις ἐμοί; [1185] ΥΛΛΟΣ: Ἰδοὺ προτείνω, κοὐδὲν ἀντειρήσεται. ΗΡΑΚΛΗΣ: Ὄμνυ Διός νυν τοῦ με φύσαντος κάρα ‑ ΥΛΛΟΣ: Ἦ μὴν τί δράσειν; Καὶ τόδ’ ἐξειρήσεται; ΗΡΑΚΛΗΣ: Ἦ μὴν ἐμοὶ τὸ λεχθὲν ἔργον ἐκτελεῖν. ΥΛΛΟΣ: Ὄμνυμ’ ἔγωγε, Ζῆν’ ἔχων ἐπώμοτον. ΗΡΑΚΛΗΣ: Εἰ δ’ ἐκτὸς ἔλθοις, πημονὰς εὔχου λαβεῖν. ΥΛΛΟΣ: Οὐ μὴ λάβω, δράσω γάρ· εὔχομαι δ’ ὅμως. ΗΡΑΚΛΗΣ: Οἶσθ’ οὖν τὸν Οἴτης Ζηνὸς ὕψιστον πάγον; ΥΛΛΟΣ: Οἶδ’, ὡς θυτήρ γε πολλὰ δὴ σταθεὶς ἄνω. ΗΡΑΚΛΗΣ: Ἐνταῦθά νυν χρὴ τοὐμὸν ἐξάραντά σε σῶμ’ αὐτόχειρα, καὶ ξὺν οἷς χρῄζεις φίλων, πολλὴν μὲν ὕλην τῆς βαθυρρίζου δρυὸς κείραντα, πολλὸν δ’ ἄρσεν’ ἐκτεμόνθ’ ὁμοῦ ἄγριον ἔλαιον, σῶμα τοὐμὸν ἐμβαλεῖν, καὶ πευκίνης λαβόντα λαμπάδος σέλας πρῆσαι. Γόου δὲ μηδὲν εἰσίτω δάκρυ, ἀλλ’ ἀστένακτος κἀδάκρυτος, εἴπερ εἶ τοῦδ’ ἀνδρός, ἔρξον· εἰ δὲ μή, μενῶ σ’ ἐγὼ [1205] ΗΡΑΚΛΗΣ: καὶ νέρθεν ὢν ἀραῖος εἰσαεὶ βαρύς. ΥΛΛΟΣ: Οἴμοι, πάτερ, τί εἶπας; Οἷά μ’ εἴργασαι. ΗΡΑΚΛΗΣ: Ὁποῖα δραστέ’ ἐστίν· εἰ δὲ μή, πατρὸς ἄλλου γενοῦ του μηδ’ ἐμὸς κληθῇς ἔτι. ΥΛΛΟΣ: Οἴμοι μάλ’ αὖθις, οἷά μ’ ἐκκαλῇ, πάτερ, φονέα γενέσθαι καὶ παλαμναῖον σέθεν. ΗΡΑΚΛΗΣ: Οὐ δῆτ’ ἔγωγ’, ἀλλ’ ὧν ἔχω παιώνιον καὶ μοῦνον ἰατῆρα τῶν ἐμῶν κακῶν. ΥΛΛΟΣ: Καὶ πῶς ὑπαίθων σῶμ’ ἂν ἰῴμην τὸ σόν; ΗΡΑΚΛΗΣ: Ἀλλ’ εἰ φοβῇ πρὸς τοῦτο, τἄλλα γ’ ἔργασαι. ΥΛΛΟΣ: Φορᾶς γέ τοι φθόνησις οὐ γενήσεται. ΗΡΑΚΛΗΣ: Ἦ καὶ πυρᾶς πλήρωμα τῆς εἰρημένης; ΥΛΛΟΣ: Ὅσον γ’ ἂν αὐτὸς μὴ ποτιψαύων χεροῖν· τὰ δ’ ἄλλα πράξω κοὐ καμῇ τοὐμὸν μέρος. ΗΡΑΚΛΗΣ: Ἀλλ’ ἀρκέσει καὶ ταῦτα· πρόσνειμαι δέ μοι χάριν βραχεῖαν πρὸς μακροῖς ἄλλοις διδούς. ΥΛΛΟΣ: Εἰ καὶ μακρὰ κάρτ’ ἐστίν, ἐργασθήσεται. ΗΡΑΚΛΗΣ: Τὴν Εὐρυτείαν οἶσθα δῆτα παρθένον; [1220] ΥΛΛΟΣ: Ἰόλην ἔλεξας, ὥς γ’ ἐπεικάζειν ἐμέ. ΗΡΑΚΛΗΣ: Ἔγνως. Τοσοῦτον δή σ’ ἐπισκήπτω, τέκνον· ταύτην, ἐμοῦ θανόντος, εἴπερ εὐσεβεῖν βούλει, πατρῴων ὁρκίων μεμνημένος, προσθοῦ δάμαρτα, μηδ’ ἀπιστήσῃς πατρί· μηδ’ ἄλλος ἀνδρῶν τοῖς ἐμοῖς πλευροῖς ὁμοῦ κλιθεῖσαν αὐτὴν ἀντὶ σοῦ λάβοι ποτέ, ἀλλ’ αὐτός, ὦ παῖ, τοῦτο κήδευσον λέχος. Πείθου· τὸ γάρ τοι μεγάλα πιστεύσαντ’ ἐμοὶ σμικροῖς ἀπιστεῖν τὴν πάρος συγχεῖ χάριν. ΥΛΛΟΣ: Οἴμοι. Τὸ μὲν νοσοῦντι θυμοῦσθαι κακόν, τὸ δ’ ὧδ’ ὁρᾶν φρονοῦντα τίς ποτ’ ἂν φέροι; ΗΡΑΚΛΗΣ: Ὡς ἐργασείων οὐδὲν ὧν λέγω θροεῖς. ΥΛΛΟΣ: Τίς γάρ ποθ’, ἥ μοι μητρὶ μὲν θανεῖν μόνη μεταίτιος σοί τ’ αὖθις ὡς ἔχεις ἔχειν, τίς ταῦτ’ ἄν, ὅστις μὴ ‘ξ ἀλαστόρων νοσοῖ, ἕλοιτο; κρεῖσσον κἀμέ γ’, ὦ πάτερ, θανεῖν ἢ τοῖσιν ἐχθίστοισι συνναίειν ὁμοῦ. [1240] ΗΡΑΚΛΗΣ: Ἁνὴρ ὅδ’ ὡς ἔοικεν οὐ νεμεῖν ἐμοὶ φθίνοντι μοῖραν· ἀλλά τοι θεῶν ἀρὰ μενεῖ σ’ ἀπιστήσαντα τοῖς ἐμοῖς λόγοις. ΥΛΛΟΣ: Οἴμοι, τάχ’, ὡς ἔοικας, ὡς νοσεῖς φράσεις. ΗΡΑΚΛΗΣ: Σὺ γάρ μ’ ἀπ’ εὐνασθέντος ἐκκινεῖς κακοῦ. ΥΛΛΟΣ: Δείλαιος, ὡς ἐς πολλὰ τἀπορεῖν ἔχω. ΗΡΑΚΛΗΣ: Οὐ γὰρ δικαιοῖς τοῦ φυτεύσαντος κλύειν. ΥΛΛΟΣ: Ἀλλ’ ἐκδιδαχθῶ δῆτα δυσσεβεῖν, πάτερ; ΗΡΑΚΛΗΣ: Οὐ δυσσέβεια, τοὐμὸν εἰ τέρψεις κέαρ. ΥΛΛΟΣ: Πράσσειν ἄνωγας οὖν με πανδίκως τάδε; ΗΡΑΚΛΗΣ: Ἔγωγε· τούτων μάρτυρας καλῶ θεούς. ΥΛΛΟΣ: Τοιγὰρ ποήσω, κοὐκ ἀπώσομαι, τὸ σὸν θεοῖσι δεικνὺς ἔργον· οὐ γὰρ ἄν ποτε κακὸς φανείην σοί γε πιστεύσας, πάτερ. ΗΡΑΚΛΗΣ: Καλῶς τελευτᾷς, κἀπὶ τοῖσδε τὴν χάριν ταχεῖαν, ὦ παῖ, πρόσθες, ὡς πρὶν ἐμπεσεῖν σπαραγμὸν ἤ τιν’ οἶστρον, ἐς πυράν με θῇς. Ἄγ’ ἐγκονεῖτ’, αἴρεσθε· παῦλά τοι κακῶν [1260] ΗΡΑΚΛΗΣ: αὕτη, τελευτὴ τοῦδε τἀνδρὸς ὑστάτη. ΥΛΛΟΣ: Ἀλλ’ οὐδὲν εἴργει σοὶ τελειοῦσθαι τάδε, ἐπεὶ κελεύεις κἀξαναγκάζεις, πάτερ. ΗΡΑΚΛΗΣ: Ἄγε νυν, πρὶν τήνδ’ ἀνακινῆσαι νόσον, ὦ ψυχὴ σκληρά, χάλυβος λιθοκόλλητον στόμιον παρέχουσ’, ἀνάπαυε βοήν, ὡς ἐπίχαρτον τελέουσ’ ἀεκούσιον ἔργον. ΥΛΛΟΣ: Αἴρετ’, ὀπαδοί, μεγάλην μὲν ἐμοὶ τούτων θέμενοι συγγνωμοσύνην, μεγάλην δὲ θεῶν ἀγνωμοσύνην εἰδότες ἔργων τῶν πρασσομένων, οἳ φύσαντες καὶ κλῃζόμενοι πατέρες τοιαῦτ’ ἐφορῶσι πάθη. Τὰ μὲν οὖν μέλλοντ’ οὐδεὶς ἐφορᾷ, τὰ δὲ νῦν ἑστῶτ’ οἰκτρὰ μὲν ἡμῖν, αἰσχρὰ δ’ ἐκείνοις, χαλεπώτατα δ’ οὖν ἀνδρῶν πάντων [1275] ΗΡΑΚΛΗΣ: τῷ τήνδ’ ἄτην ὑπέχοντι. ΧΟΡΟΣ: Λείπου μηδὲ σύ, παρθέν’, ἀπ’ οἴκων, μεγάλους μὲν ἰδοῦσα νέους θανάτους, πολλὰ δὲ πήματα ‹καὶ› καινοπαθῆ· κοὐδὲν τούτων ὅ τι μὴ Ζεύς.