Plato Scroll › The Library › Plato › Epinomis

ΕΠΙΝΟΜΙΣ

Epinomis

Greek text

Plato · Greek text

The opening

Κλεινίας: πρὸς μὲν τὸ τῆς ὁμολογίας ἥκομεν ἅπαντες ὀρθῶς, ὦ ξένε, τρεῖς ὄντες, ἐγὼ καὶ σὺ καὶ Μέγιλλος ὅδε, τὸ τῆς φρονήσεως ἐπισκεψόμενοι τίνι ποτὲ χρὴ λόγῳ διεξελθεῖν, ὃ τὴν ἀνθρωπίνην ἕξιν φαμέν, ὅταν διανοηθῇ, κάλλιστ᾽ ἔχειν ποιεῖν πρὸς φρόνησιν ὅσην δυνατὸν ἀνθρώπῳ σχεῖν. τὰ μὲν

γὰρ ἄλλα, ὥς φαμεν, ἅπαντα διεξήλθομεν ὅσα ἦν περὶ νόμων θέσιν: ὃ δὲ μέγιστον εὑρεῖν τε καὶ εἰπεῖν, τί ποτε μαθὼν θνητὸς ἄνθρωπος σοφὸς ἂν εἴη, τοῦτο οὔτε εἴπομεν οὔτε ηὕρομεν, νῦν τε πειρώμεθα τοῦτο μὴ καταλιπεῖν: σχεδὸν γὰρ ἀτελὲς ἂν πράξαιμεν οὗ χάριν ἅπαντες ὡρμήσαμεν, ὡς φανερὰ ποιήσοντες ἐξ ἀρχῆς μέχρι τέλους.

Ἀθηναῖος: ὦ φίλε Κλεινία, καλῶς μὲν λέγεις, ἄτοπον μὴν ἀκούσεσθαί σε λόγον οἶμαι, καί τινα τρόπον οὐκ ἄτοπον αὖ. πολλοὶ γὰρ δὴ προστυχεῖς τῷ βίῳ γιγνόμενοι τὸν αὐτὸν λόγον φέρουσιν, ὡς οὐκ ἔσται μακάριον τὸ τῶν ἀνθρώπων γένος οὐδ᾽ εὔδαιμον. ἕπου δὴ καὶ σύνιδε ἄν σοι δοκῶ κἀγὼ μετ᾽ αὐτῶν καλῶς τοῦ τοιούτου πέρι λέγειν. οὔ φημι εἶναι δυνατὸν ἀνθρώποις μακαρίοις τε καὶ εὐδαίμοσιν γενέσθαι πλὴν ὀλίγων — μέχριπερ ἂν ζῶμεν τοῦτο διορίζομαι: καλὴ δὲ ἐλπὶς τελευτήσαντι τυχεῖν ἁπάντων ὧν ἕνεκά τις προθυμοῖτ᾽ ἂν ζῶν τε ὡς κάλλιστ᾽ ἂν ζῆν κατὰ δύναμιν καὶ τελευτήσας τελευτῆς

τοιαύτης τυχεῖν — λέγω δ᾽ οὐδὲν σοφόν, ἀλλ᾽ ὅπερ ἅπαντες Ἕλληνές τε καὶ βάρβαροι γιγνώσκομέν τινα τρόπον, ὡς ἐξ ἀρχῆς τὸ γενέσθαι χαλεπὸν ἅπαντι ζῴῳ: πρῶτον μὲν τὸ μετασχεῖν τῆς τῶν κυουμένων ἕξεως, ἔπειτ᾽ αὖ τὸ γίγνεσθαι, καὶ ἔτι τὸ τρέφεσθαι καὶ παιδεύεσθαι, διὰ πόνων μυρίων

ταῦτα γίγνεσθαι σύμπαντα, ὥς φαμεν ἅπαντες. καὶ χρόνος βραχὺς ἄν τις εἴη πρὸς λογισμὸν μή τοι τῶν μοχθηρῶν, ἀλλ᾽ ὃ πᾶς ἂν ὑπολάβοι μέτριον. οὗτος δὲ σχεδὸν ἀναπνοὴν δοκεῖ ποιεῖν τινα κατὰ μέσον πῃ βίον τὸν ἀνθρώπινον: ταχύ γε μὴν ἐπιλαβὸν γῆρας ὁντινοῦν ποιήσει᾽ ἂν μήποτ᾽ ἐθελῆσαι πάλιν ἀναβιῶναι, λογισάμενον τὸν βεβιωμένον ἑαυτῷ βίον, ὅστις μὴ τυγχάνει παιδικῆς δόξης μεστὸς ὤν. τούτων δὴ τί ποτέ μοι τεκμήριον; ὅτι πέφυκεν ταύτῃ τὸ νῦν ζητούμενον

Continue reading in Plato Scroll →

About Plato

The Athenian who turned Socratic conversation into a written philosophy and founded the Academy.

Plato was born around 428 BCE into a wealthy and politically prominent Athenian family; through his mother Perictione the family traced kinship to the lawgiver Solon, and his relatives Critias and Charmides were among the oligarchs of the Thirty. A late tradition says his given name was Aristocles and that 'Plato' — from the word for 'broad' — was a nickname. He grew up during the long agony of the Peloponnesian War and came of age amid the violence and disillusion that followed Athens' defeat.

Plato in the library →

Editions

Plato · Greek text. Each edition has its page, the reader and a plain-text file:

Browse the library · Guide for AI tools