ΓΟΡΓΙΑΣ
Greek text
Plato · Greek text
The Gorgias pits Socrates against teachers and admirers of rhetoric, and rises into a passionate debate about how one ought to live. Socrates argues the great Platonic paradoxes: that doing injustice is worse than suffering it, that the wrongdoer is better off being punished, and that a life of unchecked pleasure and power is in truth the most wretched.
Rhetoric, he contends, is no true art but a 'knack' of flattery, as cookery is to medicine — persuasion without knowledge of the good. The dialogue closes with a myth of the judgment of souls after death.
From the Plato Scroll Encyclopedia · open this entry in the reader
Καλλίκλης: πολέμου καὶ μάχης φασὶ χρῆναι, ὦ Σώκρατες, οὕτω μεταλαγχάνειν.
Σωκράτης: ἀλλ’ ἦ, τὸ λεγόμενον, κατόπιν ἑορτῆς ἥκομεν καὶ ὑστεροῦμεν;
Καλλίκλης: καὶ μάλα γε ἀστείας ἑορτῆς: πολλὰ γὰρ καὶ καλὰ Γοργίας ἡμῖν ὀλίγον πρότερον ἐπεδείξατο.
Σωκράτης: τούτων μέντοι, ὦ Καλλίκλεις, αἴτιος Χαιρεφῶν ὅδε, ἐν ἀγορᾷ ἀναγκάσας ἡμᾶς διατρῖψαι.
Χαιρεφῶν: οὐδὲν πρᾶγμα, ὦ Σώκρατες: ἐγὼ γὰρ καὶ ἰάσομαι. φίλος γάρ μοι Γοργίας, ὥστ’ ἐπιδείξεται ἡμῖν, εἰ μὲν δοκεῖ, νῦν, ἐὰν δὲ βούλῃ, εἰς αὖθις.
Καλλίκλης: τί δέ, ὦ Χαιρεφῶν; ἐπιθυμεῖ Σωκράτης ἀκοῦσαι Γοργίου;
Χαιρεφῶν: ἐπ’ αὐτό γέ τοι τοῦτο πάρεσμεν.
Καλλίκλης: οὐκοῦν ὅταν βούλησθε παρ’ ἐμὲ ἥκειν οἴκαδε: παρ’ ἐμοὶ γὰρ Γοργίας καταλύει καὶ ἐπιδείξεται ὑμῖν.
Σωκράτης: εὖ λέγεις, ὦ Καλλίκλεις. ἀλλ’ ἆρα ἐθελήσειεν ἂν
Σωκράτης: ἡμῖν διαλεχθῆναι; βούλομαι γὰρ πυθέσθαι παρ’ αὐτοῦ τίς ἡ δύναμις τῆς τέχνης τοῦ ἀνδρός, καὶ τί ἐστιν ὃ ἐπαγγέλλεταί τε καὶ διδάσκει: τὴν δὲ ἄλλην ἐπίδειξιν εἰς αὖθις, ὥσπερ σὺ λέγεις, ποιησάσθω.
Καλλίκλης: οὐδὲν οἷον τὸ αὐτὸν ἐρωτᾶν, ὦ Σώκρατες. καὶ γὰρ αὐτῷ ἓν τοῦτ’ ἦν τῆς ἐπιδείξεως: ἐκέλευε γοῦν νυνδὴ ἐρωτᾶν ὅτι τις βούλοιτο τῶν ἔνδον ὄντων, καὶ πρὸς ἅπαντα ἔφη ἀποκρινεῖσθαι.
Σωκράτης: ἦ καλῶς λέγεις. ὦ Χαιρεφῶν, ἐροῦ αὐτόν.
Χαιρεφῶν: τί ἔρωμαι;
Σωκράτης: ὅστις ἐστίν.
Χαιρεφῶν: πῶς λέγεις;
Σωκράτης: ὥσπερ ἂν εἰ ἐτύγχανεν ὢν ὑποδημάτων δημιουργός, ἀπεκρίνατο ἂν δήπου σοι ὅτι σκυτοτόμος: ἢ οὐ μανθάνεις ὡς λέγω;
Χαιρεφῶν: μανθάνω καὶ ἐρήσομαι. εἰπέ μοι, ὦ Γοργία, ἀληθῆ λέγει Καλλικλῆς ὅδε ὅτι ἐπαγγέλλῃ ἀποκρίνεσθαι ὅτι ἄν τίς σε ἐρωτᾷ;
Γοργίας: ἀληθῆ, ὦ Χαιρεφῶν: καὶ γὰρ νυνδὴ αὐτὰ ταῦτα ἐπηγγελλόμην, καὶ λέγω ὅτι οὐδείς μέ πω ἠρώτηκε καινὸν οὐδὲν πολλῶν ἐτῶν.
Χαιρεφῶν: ἦ που ἄρα ῥᾳδίως ἀποκρινῇ, ὦ Γοργία.
Γοργίας: πάρεστι τούτου πεῖραν, ὦ Χαιρεφῶν, λαμβάνειν.
Πῶλος: νὴ Δία: ἂν δέ γε βούλῃ, ὦ Χαιρεφῶν, ἐμοῦ. Γοργίας μὲν γὰρ καὶ ἀπειρηκέναι μοι δοκεῖ: πολλὰ γὰρ ἄρτι διελήλυθεν.
Χαιρεφῶν: τί δέ, ὦ Πῶλε; οἴει σὺ κάλλιον ἂν Γοργίου ἀποκρίνασθαι;
Πῶλος: τί δὲ τοῦτο, ἐὰν σοί γε ἱκανῶς;
Χαιρεφῶν: οὐδέν: ἀλλ’ ἐπειδὴ σὺ βούλει, ἀποκρίνου.
Πῶλος: Ἐρώτα.
Χαιρεφῶν: ἐρωτῶ δή. εἰ ἐτύγχανε Γοργίας ἐπιστήμων ὢν τῆς τέχνης ἧσπερ ὁ ἀδελφὸς αὐτοῦ Ἡρόδικος, τί ἂν αὐτὸν ὠνομάζομεν δικαίως; οὐχ ὅπερ ἐκεῖνον;
Πῶλος: πάνυ γε.
Χαιρεφῶν: ἰατρὸν ἄρα φάσκοντες αὐτὸν εἶναι καλῶς ἂν ἐλέγομεν.
Πῶλος: ναί.
Χαιρεφῶν: εἰ δέ γε ἧσπερ Ἀριστοφῶν ὁ Ἀγλαοφῶντος ἢ ὁ ἀδελφὸς αὐτοῦ ἔμπειρος ἦν τέχνης, τίνα ἂν αὐτὸν ὀρθῶς ἐκαλοῦμεν;
Πῶλος: δῆλον ὅτι ζωγράφον.
Χαιρεφῶν: νῦν δ’ ἐπειδὴ τίνος τέχνης ἐπιστήμων ἐστίν, τίνα ἂν καλοῦντες αὐτὸν ὀρθῶς καλοῖμεν;
Continue reading in Plato Scroll →
The Athenian who turned Socratic conversation into a written philosophy and founded the Academy.
Plato was born around 428 BCE into a wealthy and politically prominent Athenian family; through his mother Perictione the family traced kinship to the lawgiver Solon, and his relatives Critias and Charmides were among the oligarchs of the Thirty. A late tradition says his given name was Aristocles and that 'Plato' — from the word for 'broad' — was a nickname. He grew up during the long agony of the Peloponnesian War and came of age amid the violence and disillusion that followed Athens' defeat.
Plato · Greek text. Each edition has its page, the reader and a plain-text file: