Plato Scroll › The Library › Plato › Laws

ΝΟΜΟΙ

Laws

Greek text

Plato · Greek text

About this work

The Laws, Plato's longest and final dialogue, sets out in great detail the constitution of a practicable city — a 'second-best' state for human beings as they are, where in the absence of philosopher-kings the rule of law, divinely sanctioned, must govern. It treats education, religion, marriage, property, and punishment, blending freedom and authority.

Notably, Socrates is absent; an Athenian Stranger leads the conversation. The work's concern with divine law, the soul's priority over body, and the argument that 'god is the measure of all things' made it deeply influential on later Platonist political and religious thought.

See also

From the Plato Scroll Encyclopedia · open this entry in the reader

The opening

Ἀθηναῖος: θεὸς ἤ τις ἀνθρώπων ὑμῖν, ὦ ξένοι, εἴληφε τὴν αἰτίαν τῆς τῶν νόμων διαθέσεως;

Κλεινίας: θεός, ὦ ξένε, θεός, ὥς γε τὸ δικαιότατον εἰπεῖν: παρὰ μὲν ἡμῖν Ζεύς, παρὰ δὲ Λακεδαιμονίοις, ὅθεν ὅδε ἐστίν, οἶμαι φάναι τούτους Ἀπόλλωνα. ἦ γάρ;

Μέγιλλος: ναί.

Ἀθηναῖος: μῶν οὖν καθ᾽ Ὅμηρον λέγεις ὡς τοῦ Μίνω φοιτῶντος

πρὸς τὴν τοῦ πατρὸς ἑκάστοτε συνουσίαν δι᾽ ἐνάτου ἔτους καὶ κατὰ τὰς παρ᾽ ἐκείνου φήμας ταῖς πόλεσιν ὑμῖν θέντος τοὺς νόμους;

Κλεινίας: λέγεται γὰρ οὕτω παρ᾽ ἡμῖν: καὶ δὴ καὶ τὸν ἀδελφόν γε αὐτοῦ Ῥαδάμανθυν-ἀκούετε γὰρ τὸ ὄνομα-δικαιότατον

γεγονέναι. τοῦτον οὖν φαῖμεν ἂν ἡμεῖς γε οἱ Κρῆτες, ἐκ τοῦ τότε διανέμειν τὰ περὶ τὰς δίκας, ὀρθῶς τοῦτον τὸν ἔπαινον αὐτὸν εἰληφέναι.

Ἀθηναῖος: καὶ καλόν γε τὸ κλέος ὑεῖ τε Διὸς μάλα πρέπον. ἐπειδὴ δὲ ἐν τοιούτοις ἤθεσι τέθραφθε νομικοῖς σύ τε καὶ ὅδε, προσδοκῶ οὐκ ἂν ἀηδῶς περί τε πολιτείας τὰ νῦν καὶ νόμων τὴν διατριβήν, λέγοντάς τε καὶ ἀκούοντας ἅμα κατὰ

τὴν πορείαν, ποιήσασθαι. πάντως δ᾽ ἥ γε ἐκ Κνωσοῦ ὁδὸς εἰς τὸ τοῦ Διὸς ἄντρον καὶ ἱερόν, ὡς ἀκούομεν, ἱκανή, καὶ ἀνάπαυλαι κατὰ τὴν ὁδόν, ὡς εἰκός, πνίγους ὄντος τὰ νῦν, ἐν τοῖς ὑψηλοῖς δένδρεσίν εἰσι σκιαραί, καὶ ταῖς ἡλικίαις πρέπον ἂν ἡμῶν εἴη τὸ διαναπαύεσθαι πυκνὰ ἐν αὐταῖς, λόγοις τε ἀλλήλους παραμυθουμένους τὴν ὁδὸν ἅπασαν οὕτω μετὰ ῥᾳστώνης διαπερᾶναι.

Κλεινίας: καὶ μὴν ἔστιν γε, ὦ ξένε, προϊόντι κυπαρίττων τε ἐν τοῖς ἄλσεσιν ὕψη καὶ κάλλη θαυμάσια, καὶ λειμῶνες ἐν οἷσιν ἀναπαυόμενοι διατρίβοιμεν ἄν.

Ἀθηναῖος: ὀρθῶς λέγεις.

Κλεινίας: πάνυ μὲν οὖν: ἰδόντες δὲ μᾶλλον φήσομεν. ἀλλ᾽ ἴωμεν ἀγαθῇ τύχῃ.

Ἀθηναῖος: ταῦτ᾽ εἴη. καί μοι λέγε: κατὰ τί τὰ συσσίτιά τε ὑμῖν συντέταχεν ὁ νόμος καὶ τὰ γυμνάσια καὶ τὴν τῶν ὅπλων ἕξιν;

Κλεινίας: οἶμαι μέν, ὦ ξένε, καὶ παντὶ ῥᾴδιον ὑπολαβεῖν εἶναι τά γε ἡμέτερα. τὴν γὰρ τῆς χώρας πάσης Κρήτης φύσιν

ὁρᾶτε ὡς οὐκ ἔστι, καθάπερ ἡ τῶν Θετταλῶν, πεδιάς, διὸ δὴ καὶ τοῖς μὲν ἵπποις ἐκεῖνοι χρῶνται μᾶλλον, δρόμοισιν δὲ ἡμεῖς: ἥδε γὰρ ἀνώμαλος αὖ καὶ πρὸς τὴν τῶν πεζῇ δρόμων ἄσκησιν μᾶλλον σύμμετρος. ἐλαφρὰ δὴ τὰ ὅπλα ἀναγκαῖον ἐν τῷ τοιούτῳ κεκτῆσθαι καὶ μὴ βάρος ἔχοντα θεῖν: τῶν δὴ τόξων καὶ τοξευμάτων ἡ κουφότης ἁρμόττειν δοκεῖ. ταῦτ᾽ οὖν πρὸς τὸν πόλεμον ἡμῖν ἅπαντα ἐξήρτυται,

καὶ πάνθ᾽ ὁ νομοθέτης, ὥς γ᾽ ἐμοὶ φαίνεται, πρὸς τοῦτο βλέπων συνετάττετο: ἐπεὶ καὶ τὰ συσσίτια κινδυνεύει συναγαγεῖν, ὁρῶν ὡς πάντες ὁπόταν στρατεύωνται, τόθ᾽ ὑπ᾽ αὐτοῦ τοῦ πράγματος ἀναγκάζονται φυλακῆς αὑτῶν ἕνεκα συσσιτεῖν τοῦτον τὸν χρόνον. ἄνοιαν δή μοι δοκεῖ καταγνῶναι τῶν πολλῶν ὡς οὐ μανθανόντων ὅτι πόλεμος ἀεὶ πᾶσιν διὰ βίου συνεχής ἐστι πρὸς ἁπάσας τὰς πόλεις: εἰ δὴ πολέμου γε ὄντος φυλακῆς ἕνεκα δεῖ συσσιτεῖν καί τινας ἄρχοντας καὶ

Continue reading in Plato Scroll →

About Plato

The Athenian who turned Socratic conversation into a written philosophy and founded the Academy.

Plato was born around 428 BCE into a wealthy and politically prominent Athenian family; through his mother Perictione the family traced kinship to the lawgiver Solon, and his relatives Critias and Charmides were among the oligarchs of the Thirty. A late tradition says his given name was Aristocles and that 'Plato' — from the word for 'broad' — was a nickname. He grew up during the long agony of the Peloponnesian War and came of age amid the violence and disillusion that followed Athens' defeat.

Plato in the library →

Editions

Plato · Greek text. Each edition has its page, the reader and a plain-text file:

Browse the library · Guide for AI tools