ΜΙΝΩΣ
Greek text
Plato · Greek text
Σωκράτης: ὁ νόμος ἡμῖν τί ἐστιν;
Ἑταῖρος: ὁποῖον καὶ ἐρωτᾷς τῶν νόμων;
Σωκράτης: τί δ᾽; ἔστιν ὅτι διαφέρει νόμος νόμου κατ᾽ αὐτὸ τοῦτο, κατὰ τὸ νόμος εἶναι; σκόπει γὰρ δὴ ὃ τυγχάνω ἐρωτῶν σε. ἐρωτῶ γάρ, ὥσπερ εἰ ἀνηρόμην τί ἐστιν χρυσός, εἴ με ὡσαύτως ἀνήρου ὁποῖον καὶ λέγω χρυσόν, οἴομαί σε οὐκ ἂν ὀρθῶς ἐρέσθαι. οὐδὲν γάρ που διαφέρει οὔτε χρυσὸς
χρυσοῦ οὔτε λίθος λίθου κατά γε τὸ λίθος εἶναι καὶ κατὰ τὸ χρυσός: οὕτω δὲ οὐδὲ νόμος που νόμου οὐδὲν διαφέρει, ἀλλὰ πάντες εἰσὶν ταὐτόν. νόμος γὰρ ἕκαστος αὐτῶν ἐστιν ὁμοίως, οὐχ ὁ μὲν μᾶλλον, ὁ δ᾽ ἧττον: τοῦτο δὴ αὐτὸ ἐρωτῶ, τὸ πᾶν τί ἐστιν νόμος. εἰ οὖν σοι πρόχειρον, εἰπέ.
Ἑταῖρος: τί οὖν ἄλλο νόμος εἴη ἄν, ὦ Σώκρατες, ἀλλ᾽ ἢ τὰ νομιζόμενα;
Σωκράτης: ἦ καὶ λόγος σοι δοκεῖ εἶναι τὰ λεγόμενα, ἢ ὄψις τὰ ὁρώμενα, ἢ ἀκοὴ τὰ ἀκουόμενα; ἢ ἄλλο μὲν λόγος, ἄλλο δὲ τὰ λεγόμενα: καὶ ἄλλο μὲν ὄψις, ἄλλο δὲ τὰ ὁρώμενα: καὶ ἄλλο μὲν ἀκοή, ἄλλο δὲ τὰ ἀκουόμενα, καὶ ἄλλο δὴ νόμος, ἄλλο δὲ τὰ νομιζόμενα; οὕτως ἢ πῶς σοι δοκεῖ;
Ἑταῖρος: ἄλλο μοι νῦν ἐφάνη.
Σωκράτης: οὐκ ἄρα νόμος ἐστὶν τὰ νομιζόμενα.
Ἑταῖρος: οὔ μοι δοκεῖ.
Σωκράτης: τί δῆτ᾽ ἂν εἴη νόμος; ἐπισκεψώμεθ᾽ αὐτὸ ὧδε. εἴ τις ἡμᾶς τὰ νυνδὴ λεγόμενα ἀνήρετο, ‘ἐπειδὴ ὄψει φατὲ
τὰ ὁρώμενα ὁρᾶσθαι, τίνι ὄντι τῇ ὄψει ὁρᾶται;’ ἀπεκρινάμεθ᾽ ἂν αὐτῷ ὅτι αἰσθήσει ταύτῃ τῇ διὰ τῶν ὀφθαλμῶν δηλούσῃ τὰ πράγματα: εἰ δ᾽ αὖ ἤρετο ἡμᾶς, ‘τί δέ; ἐπειδὴ ἀκοῇ τὰ ἀκουόμενα ἀκούεται, τίνι ὄντι τῇ ἀκοῇ;’ ἀπεκρινάμεθ᾽ ἂν αὐτῷ ὅτι αἰσθήσει ταύτῃ τῇ διὰ τῶν ὤτων δηλούσῃ ἡμῖν τὰς φωνάς. οὕτω τοίνυν καὶ εἰ ἀνέροιτο ἡμᾶς, ‘ἐπειδὴ νόμῳ τὰ νομιζόμενα νομίζεται, τίνι ὄντι τῷ νόμῳ νομίζεται;
πότερον αἰσθήσει τινὶ ἢ δηλώσει, ὥσπερ τὰ μανθανόμενα μανθάνεται δηλούσῃ τῇ ἐπιστήμῃ, ἢ εὑρέσει τινί, ὥσπερ τὰ εὑρισκόμενα εὑρίσκεται, οἷον τὰ μὲν ὑγιεινὰ καὶ νοσώδη ἰατρικῇ, ἃ δὲ οἱ θεοὶ διανοοῦνται, ὥς φασιν οἱ μάντεις, μαντικῇ; ἡ γάρ που τέχνη ἡμῖν εὕρεσίς ἐστιν τῶν πραγμάτων: ἦ γάρ;’
Ἑταῖρος: πάνυ γε.
Σωκράτης: τί οὖν ἂν τούτων ὑπολάβοιμεν μάλιστα τὸν νόμον εἶναι;
Ἑταῖρος: τὰ δόγματα ταῦτα καὶ ψηφίσματα, ἔμοιγε δοκεῖ. τί γὰρ ἂν ἄλλο τις φαίη νόμον εἶναι; ὥστε κινδυνεύει, ὃ σὺ ἐρωτᾷς, τὸ ὅλον τοῦτο, νόμος, δόγμα πόλεως εἶναι.
Σωκράτης: δόξαν, ὡς ἔοικε, λέγεις πολιτικὴν τὸν νόμον.
Ἑταῖρος: ἔγωγε.
Σωκράτης: καὶ ἴσως καλῶς λέγεις: τάχα δὲ ὧδε ἄμεινον εἰσόμεθα. λέγεις τινὰς σοφούς;
Ἑταῖρος: ἔγωγε.
Σωκράτης: οὐκοῦν οἱ σοφοί εἰσιν σοφίᾳ σοφοί;
Ἑταῖρος: ναί.
Σωκράτης: τί δέ; οἱ δίκαιοι δικαιοσύνῃ δίκαιοι;
Ἑταῖρος: πάνυ γε.
Σωκράτης: οὐκοῦν καὶ οἱ νόμιμοι νόμῳ νόμιμοι;
Ἑταῖρος: ναί.
Σωκράτης: οἱ δὲ
ἄνομοι ἀνομίᾳ ἄνομοι;
Ἑταῖρος: ναί.
Σωκράτης: οἱ δὲ νόμιμοι δίκαιοι;
Ἑταῖρος: ναί.
Σωκράτης: οἱ δὲ ἄνομοι ἄδικοι;
Ἑταῖρος: ἄδικοι.
Continue reading in Plato Scroll →
The Athenian who turned Socratic conversation into a written philosophy and founded the Academy.
Plato was born around 428 BCE into a wealthy and politically prominent Athenian family; through his mother Perictione the family traced kinship to the lawgiver Solon, and his relatives Critias and Charmides were among the oligarchs of the Thirty. A late tradition says his given name was Aristocles and that 'Plato' — from the word for 'broad' — was a nickname. He grew up during the long agony of the Peloponnesian War and came of age amid the violence and disillusion that followed Athens' defeat.
Plato · Greek text. Each edition has its page, the reader and a plain-text file: