Plato Scroll › The Library › Plato › Protagoras

ΠΡΟΤΑΓΟΡΑΣ

Protagoras

Greek text

Plato · Greek text

The opening

Ἑταῖρος: πόθεν, ὦ Σώκρατες, φαίνῃ; ἢ δῆλα δὴ ὅτι ἀπὸ κυνηγεσίου τοῦ περὶ τὴν Ἀλκιβιάδου ὥραν; καὶ μήν μοι καὶ πρῴην ἰδόντι καλὸς μὲν ἐφαίνετο ἀνὴρ ἔτι, ἀνὴρ μέντοι, ὦ Σώκρατες, ὥς γ᾽ ἐν αὐτοῖς ἡμῖν εἰρῆσθαι, καὶ πώγωνος ἤδη ὑποπιμπλάμενος.

Σωκράτης: εἶτα τί τοῦτο; οὐ σὺ μέντοι Ὁμήρου ἐπαινέτης εἶ,

Σωκράτης: ὃς ἔφη χαριεστάτην ἥβην εἶναι τοῦ ⟨πρῶτον⟩ ὑπηνήτου, ἣν νῦν Ἀλκιβιάδης ἔχει;

Ἑταῖρος: τί οὖν τὰ νῦν; ἦ παρ᾽ ἐκείνου φαίνῃ; καὶ πῶς πρός σε ὁ νεανίας διάκειται;

Σωκράτης: εὖ, ἔμοιγε ἔδοξεν, οὐχ ἥκιστα δὲ καὶ τῇ νῦν ἡμέρᾳ: καὶ γὰρ πολλὰ ὑπὲρ ἐμοῦ εἶπε βοηθῶν ἐμοί, καὶ οὖν καὶ ἄρτι ἀπ᾽ ἐκείνου ἔρχομαι. ἄτοπον μέντοι τί σοι ἐθέλω εἰπεῖν: παρόντος γὰρ ἐκείνου, οὔτε προσεῖχον τὸν νοῦν, ἐπελανθανόμην τε αὐτοῦ θαμά.

Ἑταῖρος: καὶ τί ἂν γεγονὸς εἴη περὶ σὲ κἀκεῖνον τοσοῦτον πρᾶγμα; οὐ γὰρ δήπου τινὶ καλλίονι ἐνέτυχες ἄλλῳ ἔν γε τῇδε τῇ πόλει.

Σωκράτης: καὶ πολύ γε.

Ἑταῖρος: τί φῄς; ἀστῷ ἢ ξένῳ;

Σωκράτης: ξένῳ.

Ἑταῖρος: ποδαπῷ;

Σωκράτης: Ἀβδηρίτῃ.

Ἑταῖρος: καὶ οὕτω καλός τις ὁ ξένος ἔδοξέν σοι εἶναι, ὥστε τοῦ Κλεινίου ὑέος καλλίων σοι φανῆναι;

Σωκράτης: πῶς δ᾽ οὐ μέλλει, ὦ μακάριε, τὸ σοφώτατον κάλλιον φαίνεσθαι;

Ἑταῖρος: ἀλλ᾽ ἦ σοφῷ τινι ἡμῖν, ὦ Σώκρατες, ἐντυχὼν πάρει;

Σωκράτης: σοφωτάτῳ μὲν οὖν δήπου τῶν γε νῦν, εἴ σοι δοκεῖ σοφώτατος εἶναι Πρωταγόρας.

Ἑταῖρος: ὢ τί λέγεις; Πρωταγόρας ἐπιδεδήμηκεν;

Σωκράτης: τρίτην γε ἤδη ἡμέραν.

Ἑταῖρος: καὶ ἄρτι ἄρα ἐκείνῳ συγγεγονὼς ἥκεις;

Σωκράτης: πάνυ γε, πολλὰ καὶ εἰπὼν καὶ ἀκούσας.

Ἑταῖρος: τί οὖν οὐ διηγήσω ἡμῖν τὴν συνουσίαν, εἰ μή σέ τι κωλύει, καθεζόμενος ἐνταυθί, ἐξαναστήσας τὸν παῖδα τουτονί;

Σωκράτης: πάνυ μὲν οὖν: καὶ χάριν γε εἴσομαι, ἐὰν ἀκούητε.

Ἑταῖρος: καὶ μὴν καὶ ἡμεῖς σοί, ἐὰν λέγῃς.

Σωκράτης: διπλῆ ἂν εἴη ἡ χάρις. ἀλλ᾽ οὖν ἀκούετε.

Σωκράτης: τῆς γὰρ παρελθούσης νυκτὸς ταυτησί, ἔτι βαθέος ὄρθρου, Ἱπποκράτης, ὁ Ἀπολλοδώρου ὑὸς Φάσωνος δὲ ἀδελφός, τὴν

Σωκράτης: θύραν τῇ βακτηρίᾳ πάνυ σφόδρα ἔκρουε, καὶ ἐπειδὴ αὐτῷ ἀνέῳξέ τις, εὐθὺς εἴσω ᾔει ἐπειγόμενος, καὶ τῇ φωνῇ μέγα λέγων, ὦ Σώκρατες, ἔφη, ἐγρήγορας ἢ καθεύδεις; καὶ ἐγὼ τὴν φωνὴν γνοὺς αὐτοῦ, Ἱπποκράτης, ἔφην, οὗτος: μή τι νεώτερον ἀγγέλλεις; οὐδέν γ᾽, ἦ δ᾽ ὅς, εἰ μὴ ἀγαθά γε. εὖ ἂν λέγοις, ἦν δ᾽ ἐγώ: ἔστι δὲ τί, καὶ τοῦ ἕνεκα τηνικάδε ἀφίκου;

Σωκράτης: Πρωταγόρας, ἔφη, ἥκει, στὰς παρ᾽ ἐμοί. πρῴην, ἔφην ἐγώ: σὺ δὲ ἄρτι πέπυσαι; νὴ τοὺς θεούς, ἔφη, ἑσπέρας γε.

Continue reading in Plato Scroll →

About Plato

The Athenian who turned Socratic conversation into a written philosophy and founded the Academy.

Plato was born around 428 BCE into a wealthy and politically prominent Athenian family; through his mother Perictione the family traced kinship to the lawgiver Solon, and his relatives Critias and Charmides were among the oligarchs of the Thirty. A late tradition says his given name was Aristocles and that 'Plato' — from the word for 'broad' — was a nickname. He grew up during the long agony of the Peloponnesian War and came of age amid the violence and disillusion that followed Athens' defeat.

Plato in the library →

Editions

Plato · Greek text. Each edition has its page, the reader and a plain-text file:

Browse the library · Guide for AI tools