ΑΛΚΙΒΙΑΔΗΣ ΙΙ
Greek text
Plato · Greek text
Σωκράτης: ὦ Ἀλκιβιάδη, ἆρά γε πρὸς τὸν θεὸν προσευξόμενος πορεύῃ;
Ἀλκιβιάδης: πάνυ μὲν οὖν, ὦ Σώκρατες.
Σωκράτης: φαίνῃ γέ τοι ἐσκυθρωπακέναι τε καὶ εἰς γῆν βλέπειν, ὥς τι συννοούμενος.
Ἀλκιβιάδης: καὶ τί ἄν τις συννοοῖτο, ὦ Σώκρατες;
Σωκράτης: τὴν μεγίστην, ὦ Ἀλκιβιάδη, σύννοιαν, ὥς γ᾽ ἐμοὶ
δοκεῖ. ἐπεὶ φέρε πρὸς Διός, οὐκ οἴει τοὺς θεούς, ἃ τυγχάνομεν εὐχόμενοι καὶ ἰδίᾳ καὶ δημοσίᾳ, ἐνίοτε τούτων τὰ μὲν διδόναι, τὰ δ᾽ οὔ, καὶ ἔστιν οἷς μὲν αὐτῶν, ἔστι δ᾽ οἷς οὔ;
Ἀλκιβιάδης: πάνυ μὲν οὖν.
Σωκράτης: οὐκοῦν δοκεῖ σοι πολλῆς προμηθείας γε προσδεῖσθαι, ὅπως μὴ λήσεται αὑτὸν εὐχόμενος μεγάλα κακά, δοκῶν δ᾽ ἀγαθά, οἱ δὲ θεοὶ τύχωσιν ἐν ταύτῃ ὄντες τῇ ἕξει, ἐν ᾗ διδόασιν αὐτοὶ ἅ τις εὐχόμενος τυγχάνει; ὥσπερ τὸν Οἰδίπουν αὐτίκα φασὶν εὔξασθαι χαλκῷ διελέσθαι τὰ πατρῷα τοὺς ὑεῖς: ἐξὸν αὐτῷ τῶν παρόντων αὐτῷ κακῶν ἀποτροπήν τινα εὔξασθαι, ἕτερα πρὸς τοῖς ὑπάρχουσιν κατηρᾶτο: τοιγαροῦν ταῦτά τε ἐξετελέσθη, καὶ ἐκ τούτων ἄλλα πολλὰ καὶ δεινά, ἃ τί δεῖ καθ᾽ ἕκαστα λέγειν;
Ἀλκιβιάδης: ἀλλὰ σὺ μέν, ὦ Σώκρατες, μαινόμενον ἄνθρωπον εἴρηκας: ἐπεὶ τίς ἄν σοι δοκεῖ τολμῆσαι ὑγιαίνων τοιαῦτ᾽ εὔξασθαι;
Σωκράτης: τὸ μαίνεσθαι ἆρά γε ὑπεναντίον σοι δοκεῖ τῷ φρονεῖν;
Ἀλκιβιάδης: πάνυ μὲν οὖν.
Σωκράτης: ἄφρονες δὲ καὶ φρόνιμοι δοκοῦσιν ἄνθρωποι εἶναι τινές σοι;
Ἀλκιβιάδης: εἶναι μέντοι.
Σωκράτης: φέρε δή, ἐπισκεψώμεθα τίνες ποτ᾽ εἰσὶν οὗτοι. ὅτι μὲν γάρ εἰσί τινες, ὡμολόγηται, ἄφρονές τε καὶ φρόνιμοι, καὶ μαινόμενοι ἕτεροι.
Ἀλκιβιάδης: ὡμολόγηται γάρ.
Σωκράτης: ἔτι δὲ ὑγιαίνοντές εἰσί τινες;
Ἀλκιβιάδης: εἰσίν.
Σωκράτης: οὐκοῦν καὶ ἀσθενοῦντες ἕτεροι;
Ἀλκιβιάδης: πάνυ γε.
Σωκράτης: οὐκοῦν οὐχ οἱ αὐτοί;
Ἀλκιβιάδης: οὐ γάρ.
Σωκράτης: ἆρ᾽ οὖν καὶ ἕτεροί τινές εἰσιν, οἳ μηδέτερα τούτων πεπόνθασιν;
Ἀλκιβιάδης: οὐ δῆτα.
Σωκράτης: ἀνάγκη γάρ ἐστιν ἄνθρωπον ὄντα ἢ νοσεῖν ἢ μὴ νοσεῖν.
Ἀλκιβιάδης: ἔμοιγε δοκεῖ.
Σωκράτης: τί δέ; περὶ φρονήσεως καὶ ἀφροσύνης ἆρά γε τὴν αὐτὴν ἔχεις σὺ γνώμην;
Ἀλκιβιάδης: πῶς λέγεις;
Σωκράτης: εἰ δοκεῖ σοι οἷόν τε εἶναι ἢ φρόνιμον ἢ ἄφρονα, ἢ ἔστι τι διὰ μέσου τρίτον πάθος, ὃ ποιεῖ τὸν ἄνθρωπον μήτε
φρόνιμον μήτε ἄφρονα;
Ἀλκιβιάδης: οὐ δῆτα.
Σωκράτης: ἀνάγκη ἄρ᾽ ἐστὶ τὸ ἕτερον τούτων πεπονθέναι.
Ἀλκιβιάδης: ἔμοιγε δοκεῖ.
Σωκράτης: οὐκοῦν μέμνησαι ὁμολογήσας ὑπεναντίον εἶναι μανίαν φρονήσει;
Ἀλκιβιάδης: ἔγωγε.
Σωκράτης: οὐκοῦν καὶ μηδὲν εἶναι διὰ μέσου τρίτον πάθος, ὃ ποιεῖ τὸν ἄνθρωπον μήτε φρόνιμον μήτε ἄφρονα εἶναι;
Ἀλκιβιάδης: ὡμολόγησα γάρ.
Σωκράτης: καὶ μὴν δύο γε ὑπεναντία ἑνὶ πράγματι πῶς ἂν εἴη;
Ἀλκιβιάδης: οὐδαμῶς.
Σωκράτης: ἀφροσύνη ἄρα καὶ μανία κινδυνεύει ταὐτὸν εἶναι.
Ἀλκιβιάδης: φαίνεται.
Continue reading in Plato Scroll →
The Athenian who turned Socratic conversation into a written philosophy and founded the Academy.
Plato was born around 428 BCE into a wealthy and politically prominent Athenian family; through his mother Perictione the family traced kinship to the lawgiver Solon, and his relatives Critias and Charmides were among the oligarchs of the Thirty. A late tradition says his given name was Aristocles and that 'Plato' — from the word for 'broad' — was a nickname. He grew up during the long agony of the Peloponnesian War and came of age amid the violence and disillusion that followed Athens' defeat.
Plato · Greek text. Each edition has its page, the reader and a plain-text file: