Plato Scroll › The Library › Plato › Epistles

ΕΠΙΣΤΟΛΑΙ

Epistles

Greek text

Plato · Greek text

The opening

Πλάτων Διονυσίῳ εὖ πράττειν.: μεθ’ ὑμῶν ὑπάρχουσί μοι μάρτυρες, ὧν ἐγὼ πολλοῖς συνηγωνισάμην, ἀπολύσας αὐτοὺς οὐ σμικρᾶς ζημίας. Αὐτοκράτωρ δὲ πολλάκις τὴν ὑμετέραν πόλιν διαφυλάξας, ἀπεπέμφθην ἀτιμότερον ἢ πτωχὸν ὑμῶν ἀποστελλόντων προσήκει καὶ κελευόντων ἐκπλεῦσαι, τοσοῦτον παρ’ ὑμῖν διατρίψαντα χρόνον. Ἐγὼ μὲν οὖν περὶ ἐμαυτοῦ βουλεύσομαι τὸ λοιπὸν τρόπον ἀπανθρωπότερον, σὺ δὲ τοιοῦτος ὢν τύραννος οἰκήσεις μόνος. Τὸ δὲ χρυσίον τὸ λαμπρόν,

Πλάτων Διονυσίῳ εὖ πράττειν.: ὅπερ ἔδωκας εἰς ἀποστολήν, ἄγει σοι Βακχεῖος ὁ τὴν ἐπιστολὴν φέρων· οὔτε γὰρ ἐφόδιον ἐκεῖνό γ’ ἦν ἱκανὸν οὔτε πρὸς τὸν ἄλλον βίον συμφέρον, ἀδοξίαν δὲ πλείστην τῷ διδόντι σοὶ παρασκευάζον, οὐ πολλῷ δὲ ἐλάττω κἀμοὶ λαμβάνοντι, διόπερ οὐ λαμβάνω. σοὶ δ’ οὐδὲν διαφέρει δῆλον ὅτι καὶ λαβεῖν καὶ δοῦναι τοσοῦτον, ὥστε κομισάμενος ἄλλον τινὰ τῶν ἑταίρων θεράπευσον ὥσπερ ἐμέ· κἀγὼ γὰρ

Πλάτων Διονυσίῳ εὖ πράττειν.: ἱκανῶς ὑπὸ σοῦ τεθεράπευμαι. Καί μοι τὸ τοῦ Εὐριπίδου κατὰ καιρόν ἐστιν εἰπεῖν, ὅτι σοὶ πραγμάτων ἄλλων ποτὲ συμπεσόντων.

Πλάτων Διονυσίῳ εὖ πράττειν.: Εὔξῃ τοιοῦτον ἄνδρα σοι παρεστάναι.

Πλάτων Διονυσίῳ εὖ πράττειν.: Ὑπομνῆσαι δέ σε βούλομαι διότι καὶ τῶν ἄλλων τραγῳδοποιῶν οἱ πλεῖστοι, ὅταν ὑπό τινος ἀποθνῄσκοντα τύραννον εἰσάγωσιν, ἀναβοῶντα ποιοῦσιν·

Πλάτων Διονυσίῳ εὖ πράττειν.: Φίλων ἔρημος, ὦ τάλας, ἀπόλλυμαι·

Πλάτων Διονυσίῳ εὖ πράττειν.: Χρυσίου δὲ σπάνει ἀπολλύμενον οὐδεὶς πεποίηκεν. Κἀκεῖνο δὲ τὸ ποίημα τοῖς νοῦν ἔχουσιν οὐ κακῶς ἔχειν δοκεῖ —

Πλάτων Διονυσίῳ εὖ πράττειν.: Οὐ χρυσὸς ἀγλαὸς σπανιώτατος ἐν θνατῶν δυσελπίστῳ βίῳ,

Πλάτων Διονυσίῳ εὖ πράττειν.: οὐδ’ ἀδάμας οὐδ’ ἀργύρου κλῖναι πρὸς ἄνθρωπον

Πλάτων Διονυσίῳ εὖ πράττειν.: δοκιμαζόμεν’ ἀστράπτει πρὸς ὄψεις·

Πλάτων Διονυσίῳ εὖ πράττειν.: οὐδὲ γαίας εὐρυπέδου γόνιμοι βρίθοντες αὐτάρκεις γύαι,

Πλάτων Διονυσίῳ εὖ πράττειν.: ὡς ἀγαθῶν ἀνδρῶν ὁμοφράδμων νόησις.

Πλάτων Διονυσίῳ εὖ πράττειν.: ἔρρωσο, καὶ γίγνωσκε τοσοῦτον ἡμῶν διημαρτηκώς, ἵνα πρὸς τοὺς ἄλλους βέλτιον προσφέρῃ.

Πλάτων Διονυσίῳ εὖ πράττειν.: ἬΚΟΥΣΑ ἈΡΧΕΔΉΜΟΥ ὍΤΙ σὺ ἡγῇ χρῆναι περὶ σοῦ μὴ μόνον ἐμὲ ἡσυχίαν ἄγειν, ἀλλὰ καὶ τοὺς ἐμοὺς ἐπιτηδείους τοῦ φλαῦρόν τι ποιεῖν ἢ λέγειν περὶ σέ· Δίωνα δὲ μόνον

Πλάτων Διονυσίῳ εὖ πράττειν.: ἐξαίρετον ποιῇ. Οὗτος δὲ ὁ λόγος σημαίνει, τὸ Δίωνα ἐξαίρετον εἶναι, ὅτι οὐκ ἄρχω ἐγὼ τῶν ἐμῶν ἐπιτηδείων· εἰ γὰρ ἦρχον ἐγὼ οὕτω τῶν τε ἄλλων καὶ σοῦ καὶ Δίωνος, πλείω ἂν ἦν ἡμῖν τε πᾶσιν ἀγαθὰ τοῖς τε ἄλλοις Ἕλλησιν, ὡς ἐγώ φημι. Νῦν δὲ μέγας ἐγώ εἰμι ἐμαυτὸν παρέχων τῷ ἐμῷ λόγῳ ἑπόμενον. Καὶ ταῦτα λέγω ὡς οὐχ ὑγιές τι Κρατιστόλου καὶ Πολυξένου πρὸς σὲ εἰρηκότων, ὧν φασὶ

Continue reading in Plato Scroll →

About Plato

The Athenian who turned Socratic conversation into a written philosophy and founded the Academy.

Plato was born around 428 BCE into a wealthy and politically prominent Athenian family; through his mother Perictione the family traced kinship to the lawgiver Solon, and his relatives Critias and Charmides were among the oligarchs of the Thirty. A late tradition says his given name was Aristocles and that 'Plato' — from the word for 'broad' — was a nickname. He grew up during the long agony of the Peloponnesian War and came of age amid the violence and disillusion that followed Athens' defeat.

Plato in the library →

Editions

Plato · Greek text. Each edition has its page, the reader and a plain-text file:

Browse the library · Guide for AI tools