Plato Scroll › The Library › Plato › Euthydemus

ΕΥΘΥΔΗΜΟΣ

Euthydemus

Greek text

Plato · Greek text

The opening

Κρίτων: τίς ἦν, ὦ Σώκρατες, ᾧ χθὲς ἐν Λυκείῳ διελέγου; ἦ πολὺς ὑμᾶς ὄχλος περιειστήκει, ὥστ᾽ ἔγωγε βουλόμενος ἀκούειν προσελθὼν οὐδὲν οἷός τ᾽ ἦ ἀκοῦσαι σαφές: ὑπερκύψας μέντοι κατεῖδον, καί μοι ἔδοξεν εἶναι ξένος τις ᾧ διελέγου. τίς ἦν;

Σωκράτης: πότερον καὶ ἐρωτᾷς, ὦ Κρίτων; οὐ γὰρ εἷς ἀλλὰ δύ᾽ ἤστην.

Κρίτων: ὃν μὲν ἐγὼ λέγω, ἐκ δεξιᾶς τρίτος ἀπὸ σοῦ καθῆστο:

Κρίτων: ἐν μέσῳ δ᾽ ὑμῶν τὸ Ἀξιόχου μειράκιον ἦν. καὶ μάλα πολύ, ὦ Σώκρατες, ἐπιδεδωκέναι μοι ἔδοξεν, καὶ τοῦ ἡμετέρου οὐ πολύ τι τὴν ἡλικίαν διαφέρειν Κριτοβούλου. ἀλλ᾽ ἐκεῖνος μὲν σκληφρός, οὗτος δὲ προφερὴς καὶ καλὸς καὶ ἀγαθὸς τὴν ὄψιν.

Σωκράτης: Εὐθύδημος οὗτός ἐστιν, ὦ Κρίτων, ὃν ἐρωτᾷς, ὁ δὲ παρ᾽ ἐμὲ καθήμενος ἐξ ἀριστερᾶς ἀδελφὸς τούτου, Διονυσόδωρος: μετέχει δὲ καὶ οὗτος τῶν λόγων.

Κρίτων: οὐδέτερον γιγνώσκω, ὦ Σώκρατες. καινοί τινες αὖ

Κρίτων: οὗτοι, ὡς ἔοικε, σοφισταί: ποδαποί; καὶ τίς ἡ σοφία;

Σωκράτης: οὗτοι τὸ μὲν γένος, ὡς ἐγᾦμαι, ἐντεῦθέν ποθέν εἰσιν ἐκ Χίου, ἀπῴκησαν δὲ ἐς Θουρίους, φεύγοντες δὲ ἐκεῖθεν πόλλ᾽ ἤδη ἔτη περὶ τούσδε τοὺς τόπους διατρίβουσιν. ὃ δὲ σὺ ἐρωτᾷς τὴν σοφίαν αὐτοῖν, θαυμασία, ὦ Κρίτων: πάσσοφοι ἀτεχνῶς τώ γε, οὐδ᾽ ᾔδη πρὸ τοῦ ὅτι εἶεν οἱ παγκρατιασταί. τούτω γάρ ἐστον κομιδῇ παμμάχω. οὐ κατὰ τὼ Ἀκαρνᾶνε ἐγενέσθην τὼ παγκρατιαστὰ ἀδελφώ: ἐκείνω

Σωκράτης: μὲν γὰρ τῷ σώματι μόνον οἵω τε μάχεσθαι, τούτω δὲ πρῶτον μὲν τῷ σώματι δεινοτάτω ἐστὸν [καὶ μάχῃ, ᾗ πάντων ἔστι κρατεῖν] ἐν ὅπλοις γὰρ αὐτώ τε σοφὼ πάνυ μάχεσθαι καὶ

Σωκράτης: ἄλλον, ὃς ἂν διδῷ μισθόν, οἵω τε ποιῆσαι ἔπειτα τὴν ἐν τοῖς δικαστηρίοις μάχην κρατίστω καὶ ἀγωνίσασθαι καὶ ἄλλον διδάξαι λέγειν τε καὶ συγγράφεσθαι λόγους οἵους εἰς τὰ δικαστήρια. πρὸ τοῦ μὲν οὖν ταῦτα δεινὼ ἤστην μόνον, νῦν δὲ τέλος ἐπιτεθήκατον παγκρατιαστικῇ τέχνῃ. ἣ γὰρ ἦν λοιπὴ αὐτοῖν μάχη ἀργός, ταύτην νῦν ἐξείργασθον, ὥστε μηδ᾽ ἂν ἕνα αὐτοῖς οἷόν τ᾽ εἶναι μηδ᾽ ἀντᾶραι: οὕτω δεινὼ γεγόνατον ἐν τοῖς λόγοις μάχεσθαί τε καὶ ἐξελέγχειν

Σωκράτης: τὸ ἀεὶ λεγόμενον, ὁμοίως ἐάντε ψεῦδος ἐάντε ἀληθὲς ᾖ. ἐγὼ μὲν οὖν, ὦ Κρίτων, ἐν νῷ ἔχω τοῖν ἀνδροῖν παραδοῦναι ἐμαυτόν: καὶ γάρ φατον ἐν ὀλίγῳ χρόνῳ ποιῆσαι ἂν καὶ ἄλλον ὁντινοῦν τὰ αὐτὰ ταῦτα δεινόν.

Κρίτων: τί δέ, ὦ Σώκρατες; οὐ φοβῇ τὴν ἡλικίαν, μὴ ἤδη πρεσβύτερος ᾖς;

Σωκράτης: ἥκιστά γε, ὦ Κρίτων: ἱκανὸν τεκμήριον ἔχω καὶ παραμύθιον τοῦ μὴ φοβεῖσθαι. αὐτὼ γὰρ τούτω, ὡς ἔπος εἰπεῖν, γέροντε ὄντε ἠρξάσθην ταύτης τῆς σοφίας ἧς ἔγωγε ἐπιθυμῶ, τῆς ἐριστικῆς: πέρυσιν ἢ προπέρυσιν οὐδέπω ἤστην

Continue reading in Plato Scroll →

About Plato

The Athenian who turned Socratic conversation into a written philosophy and founded the Academy.

Plato was born around 428 BCE into a wealthy and politically prominent Athenian family; through his mother Perictione the family traced kinship to the lawgiver Solon, and his relatives Critias and Charmides were among the oligarchs of the Thirty. A late tradition says his given name was Aristocles and that 'Plato' — from the word for 'broad' — was a nickname. He grew up during the long agony of the Peloponnesian War and came of age amid the violence and disillusion that followed Athens' defeat.

Plato in the library →

Editions

Plato · Greek text. Each edition has its page, the reader and a plain-text file:

Browse the library · Guide for AI tools