Plato Scroll › The Library › Plato › Statesman

ΠΟΛΙΤΙΚΟΣ

Statesman

Greek text

Plato · Greek text

About this work

The Statesman (Politicus) seeks to define the science of ruling, pursuing it through the method of division and a great myth of the cosmos that periodically reverses its motion. The true statesman is likened to a weaver, who binds together the diverse temperaments of citizens — the bold and the gentle — into a single well-woven civic fabric.

Plato concludes that the rule of a knowing statesman is higher than any code of law, since wisdom can adapt to particulars as rigid law cannot — though, lacking such wisdom, cities must fall back on the rule of law as a second best.

See also

From the Plato Scroll Encyclopedia · open this entry in the reader

The opening

Σωκράτης: ἦ πολλὴν χάριν ὀφείλω σοι τῆς Θεαιτήτου γνωρίσεως, ὦ Θεόδωρε, ἅμα καὶ τῆς τοῦ ξένου.

Θεόδωρος: τάχα δέ [γe}}, ὦ Σώκρατες, ὀφειλήσεις ταύτης τριπλασίαν: ἐπειδὰν τόν τε πολιτικὸν ἀπεργάσωνταί σοι καὶ τὸν φιλόσοφον.

Σωκράτης: εἶεν: οὕτω τοῦτο, ὦ φίλε Θεόδωρε, φήσομεν ἀκηκοότες εἶναι τοῦ περὶ λογισμοὺς καὶ τὰ γεωμετρικὰ κρατίστου;

Θεόδωρος: πῶς, ὦ Σώκρατες;

Σωκράτης: τῶν ἀνδρῶν ἕκαστον θέντος τῆς ἴσης ἀξίας, οἳ τῇ τιμῇ πλέον ἀλλήλων ἀφεστᾶσιν ἢ κατὰ τὴν ἀναλογίαν τὴν τῆς ὑμετέρας τέχνης.

Θεόδωρος: εὖ γε νὴ τὸν ἡμέτερον θεόν, ὦ Σώκρατες, τὸν Ἄμμωνα, καὶ δικαίως, καὶ πάνυ μὲν οὖν μνημονικῶς ἐπέπληξάς μοι τὸ περὶ τοὺς λογισμοὺς ἁμάρτημα. καὶ σὲ μὲν ἀντὶ τούτων εἰς αὖθις μέτειμι: σὺ δ᾽ ἡμῖν, ὦ ξένε, μηδαμῶς ἀποκάμῃς χαριζόμενος, ἀλλ᾽ ἑξῆς, εἴτε τὸν πολιτικὸν ἄνδρα

Θεόδωρος: πρότερον εἴτε τὸν φιλόσοφον προαιρῇ, προελόμενος διέξελθε.

Ξένος: ταῦτ᾽, ὦ Θεόδωρε, ποιητέον: ἐπείπερ ἅπαξ γε ἐγκεχειρήκαμεν, [καὶ] οὐκ ἀποστατέον πρὶν ἂν αὐτῶν πρὸς τὸ τέλος ἔλθωμεν. ἀλλὰ γὰρ περὶ Θεαιτήτου τοῦδε τί χρὴ δρᾶν με;

Θεόδωρος: τοῦ πέρι;

Ξένος: διαναπαύσωμεν αὐτὸν μεταλαβόντες αὐτοῦ τὸν συγγυμναστὴν τόνδε Σωκράτη; ἢ πῶς συμβουλεύεις;

Θεόδωρος: καθάπερ εἶπες, μεταλάμβανε: νέω γὰρ ὄντε ῥᾷον οἴσετον πάντα πόνον ἀναπαυομένω.

Σωκράτης: καὶ μὴν κινδυνεύετον, ὦ ξένε, ἄμφω ποθὲν ἐμοὶ συγγένειαν ἔχειν τινά. τὸν μέν γε οὖν ὑμεῖς κατὰ τὴν τοῦ προσώπου φύσιν ὅμοιον ἐμοὶ φαίνεσθαί φατε, τοῦ δ᾽ ἡμῖν ἡ

Σωκράτης: κλῆσις ὁμώνυμος οὖσα καὶ ἡ πρόσρησις παρέχεταί τινα οἰκειότητα. δεῖ δὴ τούς γε συγγενεῖς ἡμᾶς ἀεὶ προθύμως διὰ λόγων ἀναγνωρίζειν. Θεαιτήτῳ μὲν οὖν αὐτός τε συνέμειξα χθὲς διὰ λόγων καὶ νῦν ἀκήκοα ἀποκρινομένου, Σωκράτους δὲ οὐδέτερα: δεῖ δὲ σκέψασθαι καὶ τοῦτον. ἐμοὶ μὲν οὖν εἰς αὖθις, σοὶ δὲ νῦν ἀποκρινέσθω.

Ξένος: ταῦτ᾽ ἔσται. ὦ Σώκρατες, ἀκούεις δὴ Σωκράτους;

Νεώτερος Σωκράτης: ναί.

Ξένος: συγχωρεῖς οὖν οἷς λέγει;

Νεώτερος Σωκράτης: πάνυ μὲν οὖν.

Ξένος: οὐ τὰ σὰ κωλύειν φαίνεται, δεῖ δὲ ἴσως ἔτι ἧττον τἀμὰ διακωλύειν. ἀλλὰ δὴ μετὰ τὸν σοφιστὴν ἀναγκαῖον, ὡς ἐμοὶ φαίνεται, πολιτικὸν [τὸν ἄνδρa}} διαζητεῖν νῷν: καί μοι λέγε πότερον τῶν ἐπιστημόνων τιν᾽ ἡμῖν καὶ τοῦτον θετέον, ἢ πῶς;

Νεώτερος Σωκράτης: οὕτως.

Ξένος: τὰς ἐπιστήμας ἄρα διαληπτέον, ὥσπερ ἡνίκα τὸν πρότερον ἐσκοποῦμεν;

Νεώτερος Σωκράτης: τάχ᾽ ἄν.

Ξένος: οὐ μὲν δὴ κατὰ ταὐτόν γε, ὦ Σώκρατες, φαίνεταί μοι τμῆμα.

Νεώτερος Σωκράτης: τί μήν;

Ξένος: κατ᾽ ἄλλο.

Νεώτερος Σωκράτης: ἔοικέν γε.

Continue reading in Plato Scroll →

About Plato

The Athenian who turned Socratic conversation into a written philosophy and founded the Academy.

Plato was born around 428 BCE into a wealthy and politically prominent Athenian family; through his mother Perictione the family traced kinship to the lawgiver Solon, and his relatives Critias and Charmides were among the oligarchs of the Thirty. A late tradition says his given name was Aristocles and that 'Plato' — from the word for 'broad' — was a nickname. He grew up during the long agony of the Peloponnesian War and came of age amid the violence and disillusion that followed Athens' defeat.

Plato in the library →

Editions

Plato · Greek text. Each edition has its page, the reader and a plain-text file:

Browse the library · Guide for AI tools